TLG 1450 004 :: ISTER :: Fragmenta

ISTER Hist., vel Istrus
(Cyrenaeus: 3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 1. Paris: Didot, 1841–1870: 418–427.

frr. 1–65

Citation: Fragment — (line)

t1-32

ἈΤΤΙΚΑ.

t1-6

LIBER I.

1

Suidas v. Τιτανίδα γῆν: ... Ἴστρος ἐν αʹ Ἀττικῶν, Τιτᾶνας βοᾷν· ἐβοήθουν γὰρ τοῖς ἀνθρώποις ἐπα‐ κούοντες, ὡς Νίκανδρος ἐν αʹ Αἰτωλικῶν.

2

Apostolius XVIII, 77: Τιτανίδα παροικεῖς, ἐπὶ τῶν φιλοθέων. Οἱ μὲν τὴν πᾶσαν γῆν, οἱ δὲ τὴν Ἀτ‐ τικὴν ἀπὸ Τιτηνίου, ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου, οἰκήσαντος περὶ Μαραθῶνα, ὃς μόνος οὐκ ἐστράτευ‐
5σεν ἐπὶ τοὺς θεοὺς, ὡς Φιλόχορος ἐν Τετραπόλει καὶ Ἴστρος ἐν πρώτῃ τῶν Ἀττικῶν.

3

Harpocrat.: Λαμπάς. ... Τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδας, Παναθη‐ ναίοις, καὶ Ἡφαιστείοις, καὶ Προμηθείοις, ὡς Πολέμων φησὶν ἐν τῷ περὶ τῶν ἐν τοῖς προπυλαίοις πινάκων.
5Ἴστρος δ’ ἐν πρώτῃ τῶν Ἀτθίδων, εἰπὼν ὡς ἐν τῇ τῶν Ἀπατουρίων ἑορτῇ Ἀθηναίων οἱ καλλίστας στο‐ λὰς ἐνδεδυκότες, λαβόντες ἡμμένας λαμπάδας ἀπὸ τῆς ἑστίας, ὑμνοῦσι τὸν Ἥφαιστον θύοντες, ὑπόμνημα τοῦ κατανοήσαντα
10τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους.

4

Photius in Lex. et Suidas v. Λαμπάδος: Ἴστρος δέ φησι λαμπάδα νομίσαι ποιεῖν πρῶτον Ἀθηναίους Ἡφαίστῳ θύοντας,

5

Harpocrat.: Θεοίνια· Λυκοῦργος ἐν τῇ διαδικα‐ σίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. Τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον. Τὸν γὰρ Διόνυσον Θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος
5καὶ Ἴστρος ἐν πρώτῳ Συναγωγῶν.

6

Schol. Sophocl. Oed. Col. 1059: Τὸν ἐφέσπε‐ ρον. Τὸν Αἰγάλεών φησι (Σοφοκλῆς). Καὶ γὰρ τοῦτο ἐπ’ ἐσχάτων ἐστὶ τοῦ δήμου τούτου. Καταλέγουσι δὲ χωρία, παρ’ ἃ μάλιστα εἰκάζουσι τὴν συμβολὴν
5γενέσθαι τοῖς περὶ τὸν Κρέοντα καὶ Θησέα. Πέτρας δὲ νιφάδος ἂν εἴη λέγων (ὁ Σοφοκλῆς) τὴν οὕτω λεγο‐ μένην λείαν πέτραν, ἢ τὸν Αἰγάλεων λόφον, ἃ δὴ
περίχωριά φασιν εἶναι, καθάπερ Ἴστρος ἐν τῇ πρώτῃ τῶν Ἀτάκτων ἱστορεῖ, οὕτως· «Ἀπὸ δὲ τῆς παραλίας418
10ἐπὶ μὲν λείαν πέτραν.» Καὶ μετ’ ὀλίγα· «Ἀπὸ τού‐ του δὲ ἕως Κολωνοῦ παρὰ τὸν Χαλκοῦν προσαγο‐ ρευόμενον, ὅθεν πρὸς τὸν Κηφισὸν ἕως τῆς μυστικῆς εἰσόδου εἰς Ἐλευσῖνα· ἀπὸ ταύτης δὲ βαδιζόντων εἰς Ἐλευσῖνα τὰ ἐπαριστερὰ μέχρι τοῦ λόφου τοῦ πρὸς
15ἀνατολὴν τοῦ Αἰγάλεω.»

t7-8

LIBER III.

7

Harpocrat.: Παναθήναια. ... Ἤγαγε δὲ τὴν ἑορ‐ τὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου. ... Πρὸ τούτου Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν Ἴστρος ἐν τρίτῃ τῶν Ἀττικῶν.

8

Suidas: Ταυροπόλον, τὴν Ἄρτεμιν, ὅτι ὡς ταῦρος περίεισι πάντα, ὡς Ἀπολλόδωρος· Ἴστρος δ’ ἐν τρίτῳ Ἀτάκτων, ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπιπεμφθέντα Ἱππολύτῳ ταῦρον ἐξῴστρησεν ἐπὶ πᾶσαν γῆν.

t9

LIBER IV.

9

Schol. Sophocl. Oed. Col. 42: Ἴστρος ἐν τῇ τετάρτῃ μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγρά‐ φει, ἣν νομίζεσθαι Γῆν.

t10-11

LIBER XII.

10

Apostol. XIV, 40: Ὁμολώϊος Ζεύς. Ἴστρος ἐν τῇ δωδεκάτῃ τῆς Συναγωγῆς, διὰ τὸ παρ’ Αἰολεῦσι τὸ ὁμονοητικὸν καὶ εἰρηνικὸν ὅμολον λέγεσθαι. Ἔστι δὲ καὶ Δημήτηρ Ὁμολωΐα ἐν Θήβαις.

11

Schol. Aristoph. Av. 1694: Κρήνη ἐν ἀκροπόλει ἡ Κλεψύδρα, ἧς Ἴστρος ἐν τῇ ιβʹ μέμνηται, τὰ παρὰ τοῖς συγγραφεῦσιν ἀναλεγόμενος· οὕτως δὲ ὠνόμασται, ἐπειδὴ ἀρχομένων τῶν ἐτησίων πληροῦται, παυο‐
5μένων δὲ λήγει, ὁμοίως τῷ Νείλῳ, ὥσπερ καὶ τὴν ἐν Δήλῳ κρήνην. Εἰς ταύτην δέ φησιν ᾑματωμένην φιάλην πεσοῦσαν ὀφθῆναι ἐν τῷ Φαληρικῷ, ἀπέχοντι σταδίους εἴκοσι· φασὶ δὲ αὐτὴν ἀπέραντον βάθος ἔχειν, τὸ δὲ ὕδωρ ἁλμυρόν.

t12-13

LIBER XIII.

12

Plutarch. Thes. c. 34: Ἴδιον δέ τινα καὶ πα‐ ρηλλαγμένον ὅλως λόγον ὁ Ἴστρος ἐν τῇ τρισκαιδε‐ κάτῃ τῶν Ἀττικῶν ἀναφέρει περὶ Αἴθρας, ὡς ἐνίων λεγόντων Ἀλέξανδρον μὲν, τὸν ἐν Θεσσαλίᾳ Πάριν,
5ὑπ’ Ἀχιλλέως καὶ Πατρόκλου μάχῃ κρατηθῆναι παρὰ τὸν Σπερχειὸν, Ἕκτορα δὲ τὴν Τροιζηνίων πόλιν λαβόντα διαρπάσαι, καὶ τὴν Αἴθραν ἀπάγειν ἐκεῖ κα‐ ταλειφθεῖσαν. Ἀλλὰ τοῦτο μὲν ἔχει πολλὴν ἀλο‐
γίαν.419

13

Harpocrat.: Ὀσχοφόροι. ... Ὁ δὲ Ἴστρος ἐν τῇ ιγʹ περὶ Θησέως λέγων γράφει οὕτως· «Ἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους ὀσχοφό‐ ρους καταλέγειν δύο τῶν γένει καὶ πλούτῳ προὐ‐
5χόντων.»

t14-15

LIBER XIV.

14

Athen. XIII,: Θησεὺς Ἑλένην ἁρπάσας, ἑξῆς καὶ Ἀριάδνην ἥρπασεν. Ἴστρος γοῦν ἐν τῇ τεσ‐ σαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναικὰς, φησὶ τὰς μὲν αὐτῶν ἐξ
5ἔρωτος γεγενῆσθαι, τὰς δ’ ἐξ ἁρπαγῆς, ἄλλας δ’ ἐκ νομίμων γάμων· ἐξ ἁρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππολύτην καὶ τὰς Κερκυόνος καὶ Σίνιδος θυγατέ‐ ρας· νομίμως δ’ αὐτὸν γῆμαι Μελίβοιαν, τὴν Αἴαν‐ τος μητέρα.

15

Photii Lex.: Θεὸς ἡ Ἀναίδεια. Ἐτιμᾶτο δὲ καὶ Ἀθήνησιν ἡ Ἀναίδεια, καὶ ἱερὸν ἦν αὐτῆς, ὡς Ἴστρος ἐν ιδʹ.

t16

LIBER XVI.

16

Harpocrat.: Γραπεζοφόρος. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας ὅτι ἱερωσύνης ὄνομά ἐστιν ἡ τρα‐ πεζοφόρος· ὅτι αὐτή τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ, αὐτός τε ὁ ῥήτωρ ἐν
5τῷ αὐτῷ λόγῳ δεδήλωκε καὶ Ἴστρος ἐν ἕκτῃ καὶ δεκάτῃ τῶν Ἀττικῶν συναγωγῶν.

t17-32

FRAGMENTA INCERTAE SEDIS.

17

Scholiast. Aristoph. Lysistr. 642: Τῇ Ἔρσῃ πομπεύουσι, τῇ Κέκροπος θυγατρὶ, ὡς ἱστορεῖ Ἴστρος.

18

Hygin. Astron. II, 35, canis: «Hic dicitur ab Jove custos Europae appositus esse, et ad Minoa pervenisse. Quem Procris Cephali uxor labo‐ rantem dicitur sanasse, et pro eo beneficio ca‐
5nem muneri accepisse, quod illa studiosa fuerit venationis, et quod cani fuerat datum, ne ulla fera praeterire eum posset. Post ejus obitum ca‐ nis ad Cephalum pervenit, quod Procris ejus fuerat uxor: quem ille ducens secum, Thebas
10pervenit, ubi erat vulpes, cui datum dicebatur omnes canes effugere posse. Itaque quum in unum pervenissent, Jupiter, nescius quid face‐ ret, ut Ister ait, utrumque in lapidem con‐ vertit.»

19

Harpocrat.: Ἐπενεγκεῖν δόρυ ἐπὶ τῆς ἐκφορᾶς καὶ προαγορεύειν ἐπὶ τῶν μνημάτων. Δημοσθένης κατ’ Εὐέργου καὶ Μνησιβούλου ταῦτα φησιν ἐπὶ τοῦ βιαίως ἀποθανόντος. Ἴστρος δὲ ἐν τῇ συναγωγῇ τῶν
5Ἀτθίδων περὶ Προκρίδος καὶ Κεφάλου εἰπὼν γράφει ταυτὶ· «Τινὲς δὲ ἐπὶ τοῦ τάφου δόρυ καταπεπηχότα τὸν Ἐρεχθέα φασὶ πεποιῆσθαι παρακαταθέμενόν τε καὶ τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμιμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς
10φονέας.»420

20

Tzetz. ad Lycophr. 1327: Εὔμολπος, οὐχ ὁ Θρᾲξ κατὰ τὸν Ἴστρον ἐν τῇ Συναγωγῇ, ἀλλ’ ὁ θεὶς τὰ μυστήρια, ἐκέλευσε ξένους μὴ μυεῖσθαι· ἐλθόντος δὲ τοῦ Ἡρακλέους ἐν Ἐλευσῖνι, καὶ θέλοντος μυεῖσθαι,
5τὸν μὲν τοῦ Εὐμόλπου νόμον φυλάττοντες, θέλοντες δὲ καὶ τὸν κοινὸν εὐεργέτην Ἡρακλέα θεραπεῦσαι, οἱ Ἐλευσίνιοι ἐπ’ αὐτῷ τὰ μικρὰ ἐποιήσαντο μυστή‐ ρια· οἱ δὲ μυούμενοι μυρσίνῃ ἐστέφοντο.

21

Scholiast. Soph. Oed. Col. 1046 (1108): Ζη‐ τεῖται, τί δήποτε οἱ Εὐμολπίδαι τῶν τελετῶν ἐξάρ‐ χουσι, ξένοι ὄντες. Εἴποι δ’ ἄν τις, ὅτι ἀξιοῦσιν ἔνιοι, πρῶτον Εὔμολπον ποιῆσαι τὸν Δηϊόπης τῆς
5Τριπτολέμου τὰ ἐν Ἐλευσῖνι μυστήρια, καὶ οὐ τὸν Θρᾷκα, καὶ τοῦτο ἱστορεῖν Ἴστρον ἐν τῷ περὶ τῶν ἀτάκτων.

22

Tzetz. ad Lycophr. 467: Μετὰ τὴν ὑφ’ Ἡρα‐ κλέους γενομένην τῆς Τροίας ἅλωσιν Τελαμὼν Θεά‐ νειραν, τὴν καὶ Ἡσιόνην, γέρας ὡς ἐξαίρετον ἔλαβεν, ὡς Ἴστρος ἐν Συμμίκτοις φησίν.

23

Schol. Pindar. Nem. 5, 89: Ἐν Ἀθήναις φα‐ σὶν εὑρῆσθαι τὴν παλαιστρικὴν ὑπὸ Φόρβαντος τοῦ παιδοτρίβου Θησέως. Φερεκύδης δὲ ἡνίοχον τὸν Φόρ‐ βαντά φησι Θησέως, σὺν ᾧ καὶ τὴν Ἀμαζόνα ἁρ‐
5πάζει. Καὶ Πολέμων δὲ ἱστορεῖ, πάλην εὑρηκέναι Φόρβαντα Ἀθηναῖον. Ὅτι δὲ Θησεὺς παρ’ Ἀθηνᾶς ἔμαθε τὴν πάλην, Ἴστρος ἱστορεῖ.

24

Diog. Laert. II, 59: Ἴστρος φησὶν αὐτὸν (τὸν Ξενοφῶντα) φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κα‐ τελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.

25

Schol. Sophocl. Oed. Col. 673(683): Ὁ δ’ Ἴστρος τῆς Δήμητρος εἶναί (φησι) στέμμα τὴν μυῤ‐ ῥίνην καὶ τὴν μίλακα, περὶ ἧς γίνεσθαι τὴν διαδι‐ κασίαν. Καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας
5καὶ τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας μυῤῥίνης ἔχειν στέφανον· δι’ ἃ καὶ τὴν Δήμητρα προσθέσθαι
ταύτην φησί.421

26

Harpocrat.: Τριτομηνίς. ... Τὴν τρίτην τοῦ μη‐ νὸς τριτομηνίδα ἐκάλουν. Δοκεῖ δὲ γενέθλιος τῆς Ἀθηνᾶς. Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι διὰ τοῦτο λέγεσθαι, τὴν αὐτὴν Σελήνην νομιζομένην.

27

Schol. Sophocl. Oed. Col. 697 (730): Ἴστρος καὶ τὸν ἀριθμὸν αὐτῶν (τῶν μορίων) δεδήλωκε, γρά‐ φων οὕτως· ** Ἔνιοι κλάδον τὸν τῆς ἐν Ἀκαδημίᾳ ἐλαίας, ἀπὸ τῆς ἐν ἀκροπόλει φυτευθῆναί φασιν.

28

Harpocrat.: Ἀνθεστηριών· ὄγδοος μὴν οὗτος παρ’ Ἀθηναίοις, ἱερὸς Διονύσου. Ἴστρος δὲ ἐν τοῖς τῆς Συναγωγῆς κεκλῆσθαί φησιν αὐτὸν διὰ τὸ πλεῖστα τῶν ἐκ τῆς γῆς ἀνθεῖν τότε.

29

Harpocrat.: Κοιρωνίδαι. ... Ἔστι δὲ γένος οἱ Κοι‐ ρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ συναγωγῇ τῆς Ἀτθί‐ δος φησίν. Ὠνομασμένον δ’ ἂν εἴη ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος· παρ’ ὃ καὶ
5ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας.

30

Schol. Sophocl. Oed. Col. 58: Ἴστρος μνημο‐ νεύει τοῦ χαλκοῦ ὀδοῦ καὶ Ἀστυδάμας.

31

Harpocrat.: Παιανιεῖς καὶ Παιονίδα. ... Εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς. ... διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. Μνημονεύουσι δὲ καὶ τούτων
5οἱ ῥήτορες. ... Δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος.

32

Suidas: Περιστίαρχος, ὁ περικαθαίρων τὴν ἑστίαν καὶ τὴν ἐκκλησίαν καὶ τὴν πόλιν· ἀπὸ τῆς ἑστίας, ἢ τοῦ περιστείχειν. Ἴστρος δὲ ἐν τοῖς Ἀττικοῖς, «Περί‐ στια, φησὶ, προσαγορεύεται τὰ καθάρσια· καὶ οἱ τὰ
5ἱερὰ καθαίροντες περιστίαρχοι· ἔξωθεν γὰρ περιέρ‐ χονται, μαχαιροφοροῦντος ἑκάστου τῶν ἱερῶν, οἰ‐ κίαις περιειλημμένοι δημοσίαις, καὶ περίδρομον ἔχοντες.»

t33-37

ΑΙ ΑΠΟΛΛΩΝΟΣ ΕΠΙΦΑΝΕΙΑΙ.

33

Harpocrat.: Φαρμακός. ... Δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον, καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. Ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρ‐
5μακός, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς
ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν πρώτῳ τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴ‐ ρηκεν.422

34

Photii Lex.: Τριττύαν θυσίαν· ... Ἴστρος δὲ ἐν μὲν Ἀπόλλωνος ἐπιφανείαις ἐκ βοῶν, αἰγῶν, ὑῶν ἀῤῥένων, πάντων τριετῶν.

35a

Plutarch. De musica t. III: Καὶ ἡ ἐν Δήλῳ δὲ τοῦ ἀγάλματος αὐτοῦ (τοῦ Ἀπόλ‐ λωνος) ἀφίδρυσις ἔχει ἐν μὲν τῇ δεξιᾷ τόξον, ἐν δὲ τῇ ἀριστερᾷ Χάριτας, τῶν τῆς μουσικῆς ὀργάνων
5ἑκάστην τι ἔχουσαν· ἡ μὲν γὰρ λύραν κρατεῖ, ἡ δὲ αὐλοὺς, ἡ δὲ ἐν μέσῳ προκειμένην ἔχει τῷ στόματι σύριγγα. Ὅτι δ’ οὗτος οὐκ ἐμὸς ὁ λόγος, Ἀντικλῆς καὶ Ἴστρος ἐν ταῖς Ἐπιφανείαις περὶ τούτων ἀφη‐ γήσαντο.

35b

Athen. III, 74, E: Ἴστρος δ’ ἐν τοῖς Ἀττικοῖς οὐδ’ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ’ αὐτῶν γινομέ‐ νας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες· καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τού‐
5τους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶ‐ τον συκοφάνται.

36

Hygin. Astron. II, 40: «Ister et complures dixerunt, Coronida Phlegyae filiam fuisse: hanc autem ex Apolline Aesculapium procreasse, sed postea Ischyn, Elati filium, cum ea concubuisse.»

37

Idem II, 34: «Ister dicit Oriona a Diana esse dilectum, et paene factum, ut ei nupsisse existi‐ maretur. Quod quum Apollo aegre ferret, et saepe eam objurgans nihil egisset, natantis Orionis
5longe caput solum videri conspicatus, conten‐ dit cum Diana, eam non posse sagittam mittere ad id, quod nigrum in mari videretur. Quae quum se vellet in eo studio maxime artificem dici, sagitta missa caput Orionis trajecit. Itaque
10eum quum fluctus interfectum ad litus ejecisset, et se eum Diana percussisse plurimum doleret, multis ejus obitum prosecuta lacrimis inter si‐ dera statuisse existimatur.»

t38

ΠΤΟΛΕΜΑΙΣ.

38

Athen. X: Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαΐδος, τῆς ἐν Αἰγύπτῳ πόλεως, γρά‐ φει οὕτως «Κυλίκων Κονωνίων ζεῦγος, καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.»

t39-42

ΑΙΓΥΠΤΙΩΝ ΑΠΟΙΚΙΑΙ.

39

Constantin. Porphyrog. De themat. lib. I: Κύπρος ἐκλήθη ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, ἢ τῆς Βίβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ περὶ νήσων
5καὶ Ἴστρος ἐν ἀποικίας Αἰγυπτίων ἱστόρησαν.

40

Clemens Alex. Strom. I: Ταύτην δὲ Ἴστρος ἐν τῷ περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγα‐
τέρα φησίν.423

41

Stephan. Byz.: Ὤλενος. ... Κέκληται δ’ ἀπ’ Ὠλένου τοῦ Διὸς, ὡς Ἴστρος ἐν Αἰγυπτίων ἀποικίαις· «Τῶν δὲ Δαναϊδῶν Ἀναξιθέας καὶ Διὸς Ὤλενον γε‐ νέσθαι τὸν ἄρξαντα τῶν Ὠλενίων.»

42

Stephan. Byz.: Αἰγιαλὸς, μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος, ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου.

t43-44

ΑΡΓΟΛΙΚΑ.

43

Athen. XIV: Ἀπ’ ἀπίων καὶ ἡ Πελο‐ πόννησος Ἀπία ἐκλήθη, διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτὸν, φησὶν Ἴστρος ἐν τοῖς Ἀργολικοῖς.

44

Stephan. Byz.: Ἀπία, οὕτως οἱ νεώτεροι τὸ Ἄρ‐ γος ... Φησὶ δὲ καὶ τὰς ἀχράδας τὰς ἐν αὐτῇ τῇ χώρᾳ γιγνομένας Ἴστρος ἀπίους ἀπὸ ταύτης ὑπὸ τῶν ἔξωθεν λεχθῆναι.

t45-46

ΗΛΙΑΚΑ.

45

Steph. Byz.: Φύτειον, πόλις Ἤλιδος τῆς κοίλης· ἀπὸ Φυτέως λέγων αὐτὴν ὠνομάσθαι Ἴστρος τε‐ τάρτῳ Ἠλιακῶν.

46

Schol. in Platon.: [Πρὸς δύο οὐδ’ ὁ Ἡρακλῆς] Ἐχεφυλλίδας δὲ, αὐτὸν (τὸν Ἡρακλέα) ὑπὸ Κτεάτου καὶ Εὐρύτου τῶν Μολιονιδῶν ἡττηθῆναι κατὰ τὴν ἐπ’ Αὐγέαν στρατείαν· διωχθέντα δὲ ἄχρι τῆς Βου‐
5πράσιδος, καὶ περιβλεψάμενον, ὡς οὐδεὶς ἐξίκετο τῶν πολεμίων, ἀναψῦξαί τε, καὶ ἐκ τοῦ παραῤῥέοντος πο‐ ταμοῦ πιόντα προσαγορεῦσαι· Τοῦτο ἡδὺ ὕδωρ. Ὃ νῦν δείκνυται ἰόντων ἐκ Δύμης εἰς Ἦλιν, καλούμενον ὑπὸ τῶν ἐγχωρίων βαδὺ ὕδωρ. Τὰ δὲ αὐτὰ καὶ Φερε‐
10κύδης καὶ Κώμαρχος καὶ Ἴστρος ἐν τοῖς Ἠλιακοῖς ἱστοροῦσι. Καὶ διὰ τοῦτο θεωροὺς τοὺς Μολιονίδας ἰόντας εἰς Κόρινθον λοχήσαντα τὸν Ἡρακλέα περὶ Κλεωνὰς ἀποκτεῖναι. Ὅθεν Ἠλείοις ἀπώμοτον εἶναι τὰ Ἴσθμια ἀγωνίζεσθαι, ὅτι θεωροὺς πεμφθέντας εἰς τὸν
15Ἰσθμὸν τοὺς Μολιονίδας ἑλὼν Ἡρακλῆς ὑπὸ Κοριν‐ θίων ἐδέχθη.

t47

Η ΣΥΝΑΓΩΓΗ ΤΩΝ ΚΡΗΤΙΚΩΝ ΘΥΣΙΩΝ.

47

Eusebius Praepar. evang. IV: Ἴστρος ἐν τῇ Συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησὶ, τοὺς Κούρητας τὸ παλαιὸν τῷ Κρόνῳ θύειν παῖδας.

t48

ΠΕΡΙ ΙΔΙΟΤΗΤΟΣ ΑΘΛΩΝ.

48

Clemens Alex. Strom. III:
Ὅ τε Κυρηναῖος Ἀριστοτέλης Λαΐδα ἐρῶσαν ὑπερεώρα μόνος. Ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ, ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ424
5τινα πρὸς τοὺς ἀνταγωνιστὰς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρή‐ νην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ περὶ ἰδιότητος ἄθλων.

t49-51

ΜΕΛΟΠΟΙΟΙ.

49

Schol. Aristoph. Nub. 971: Ὁ Φρῦνις κιθα‐ ρῳδὸς Μυτιληναῖος. Οὗτος δὲ δοκεῖ πρῶτος παρὰ Ἀθη‐ ναίοις κιθαρῳδικῇ νικῆσαι Παναθηναίοις ἐπὶ Καλλίου ἄρχοντος. Ἦν δὲ Ἀριστοκλείδου μαθητής. Ὁ δὲ Ἀρι‐
5στοκλείδης κιθαρῳδὸς ἦν ἄριστος· τὸ γένος ἦν ἀπὸ Τερπάνδρου. Ἤκμασε δ’ ἐν τῇ Ἑλλάδι κατὰ τὰ Μη‐ δικά. Παραλαβὼν δὲ τὸν Φρῦνιν αὐλῳδοῦντα, κιθα‐ ρίζειν ἐδίδαξεν. Ὁ δὲ Ἴστρος Ἱέρωνος αὐτόν φησι μάγειρον ὄντα σὺν ἄλλοις δοθῆναι τῷ Ἀριστοκλείδῃ.
10Ταῦτα δὲ σχεδιάσαι ἔοικεν. Εἰ γὰρ ἦν γεγονὼς δοῦλος καὶ μάγειρος Ἱέρωνος, οὐκ ἂν ἀπέκρυψαν οἱ κωμικοὶ, πολλάκις αὐτοῦ μεμνημένοι ἐφ’ οἷς ἐκαινούργησε κλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον ἔθος.

50

Suidas: Ἴστρος δ’ ἐν τοῖς ἐπι‐ γραφομένοις Μελοποιοῖς τὸν Φρῦνιν Λέσβιόν φησι, Κάνωπος υἱόν. Τοῦτον δὲ Ἱέρωνος τοῦ τυράννου μά‐
5γειρον κ. τ. λ.

51

Graeca Sophoclis Vita: Σοφοκλῆς τὸ μὲν γένος ἦν Ἀθηναῖος, υἱὸς δὲ Σοφίλου, ὃς οὔτε, ὡς Ἀριστό‐ ξενός φησι, τέκτων ἢ χαλκεὺς ἦν· οὔτε, ὡς Ἴστρος, μαχαιροποιὸς τὴν ἐργασίαν· τυχὸν δὲ ἐκέκτητο δού‐
5λους χαλκεῖς καὶ τέκτονας· οὐ γὰρ εἰκὸς τὸν ἐκ τοῦ τοιούτου γενόμενον στρατηγίας ἀξιωθῆναι σὺν Πε‐ ρικλεῖ καὶ Θουκυδίδῃ, τοῖς πρώτοις τῆς πόλεως· ἀλλ’ οὐδ’ ἂν ὑπὸ τῶν κωμῳδῶν ἄδηκτος ἀφείθη, τῶν οὐδὲ Θεμιστοκλέους ἀπεσχημένων. Ἀπιστητέον δὲ
10καὶ τῷ Ἴστρῳ, φάσκοντι αὐτὸν οὐκ Ἀθηναῖον, ἀλλὰ Φλιάσιον εἶναι. Εἰ δὲ καὶ τὸ ἀνέκαθεν Φλιάσιος ἦν, ἀλλὰ πλὴν Ἴστρου, παρ’ οὐδενὶ ἑτέρῳ τοῦτό ἐστιν εὑρεῖν. ... Διεπονήθη δὲ ἐν παισὶ καὶ περὶ παλαίστραν καὶ μουσικὴν, ἐξ ὧν ἀμφοτέρων ἐστεφανώθη, ὥς φη‐
15σιν Ἴστρος. ... Φησὶ δὲ καὶ Ἴστρος, τὰς λευκὰς κρη‐ πῖδας αὐτὸν ἐξευρηκέναι, ἃς ὑποδοῦνται οἵ τε ὑπο‐ κριταὶ καὶ οἱ χορευταί· καὶ πρὸς τὰς φύσεις αὐτῶν γράψαι τὰ δράματα· ταῖς δὲ Μούσαις θίασον ἐκ τῶν πεπαιδευμένων συναγαγεῖν. ... Τελευτῆσαι δὲ αὐτὸν
20Ἴστρος καὶ Νεάνθης φασὶ τοῦτον τὸν τρόπον· Καλ‐ λιππίδην ὑποκριτὴν ἀπὸ ἐργασίας ἐξ Ὀποῦντος ἥκοντα παρὰ τοὺς Χόας, πέμψαι αὐτῷ σταφυλήν· τὸν δὲ Σοφοκλέα λαβόντα, [καὶ βαλόντα] εἰς τὸ στόμα ῥᾶγα ἔτι ὀμφακίζουσαν, ὑπὸ τοῦ ἄγαν γήρως ἀπο‐
25πνιγέντα τελευτῆσαι. ... Ἴστρος δέ φησιν, Ἀθηναίους διὰ τὴν τοῦ ἀνδρὸς ἀρετὴν καὶ ψήφισμα πεποιηκέναι, κατ’ ἔτος [ἕκαστον] αὐτῷ θύειν.

t52

ΥΠΟΜΝΗΜΑΤΑ.

52

Plutarch. Quaest Graec.:
Πόθεν ἡ τῶν Ἰθακησίων πόλις Ἀλαλ‐ κομεναὶ προσηγορεύθη; ... Ἴστρος ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα425
5πρὸς γάμον (Ἀντίκλεια) καὶ ἀναγομένη περὶ τὸ Ἀλαλκομένειον ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα τέκοι, καὶ διὰ τοῦτο ἐκεῖνος ὥσπερ μητροπόλεως ἀναφέρων τοὔνομα τὴν ἐν Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγο‐ ρεύεσθαι.

t53-55

ΑΤΤΙΚΑΙ ΛΕΞΕΙΣ.

53

Eustath. ad Odyss. I: Φασὶ γοῦν οἱ παλαιοὶ, ὅτι οὐ μόνον τρεῖς ἡλικίαι, ἀρὴν, ἀμνὸς, ἀρνειός· καὶ ὅτι τοῦ ἀμνοῦ καὶ θηλυκὸν ἡ ἀμνὴ, πρόβατον αὐτὸ μέσον τῇ ἡλικίᾳ· καὶ ὅτι ἀμνὴ ἐνιαύ‐
5σιον ἄρνα δηλοῖ· ἀλλὰ καὶ ὅτι Ἴστρος ἐν Ἀττικαῖς λέξεσιν, ἄρνα φησὶν, εἶτα ἀμνὸν, εἶτα ἀρνειὸν, εἶτα λειπογνώμονα.

54

Hesych.: Ἀμάλλαι, δράγματα, δέσμαι τῶν ἀστα‐ χύων. Σοφοκλῆς Τριπτολέμῳ. Ἀγκάλη, δράγματα δύο, ὥς φησιν Ἴστρος, Φιλήτας δὲ ἱστορεῖ ἐκ διακο‐ σίων· καὶ Ὅμηρος χρῆται τῇ λέξει.

55

Schol. Villois. Iliad. K, 439: Τεύχεα εἰρῆσθαι Ἴστρος φησὶ παρὰ τὸ ἐν Τευχίῳ τῷ Εὐβοϊκῷ κατε‐ σκευάσθαι πρῶτον ὑπὸ Κυκλώπων.

t56-65

FRAGMENTA INCERTORUM OPERUM.

56

Eustath. ad Dionys. v. 513: Ἴστρον δέ τινά φασιν ἱστορεῖν, τέσσαρας γε‐ νέσθαι μεγάλους κατακλυσμοὺς, ὧν ἐφ’ ἑνὶ διαῤῥα‐ γέντα τὸν Ἑλλήσποντον ἀφορίσαι τῆς Ἀσίας τὴν
5Εὐρώπην.

57

Stephan. Byz.: Ἀρκάς. ... Ἴστρος δέ φησιν, ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο· διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν, ἄρκτῳ γὰρ ὑφ’ Ἥρας αὐτὴν ὀνομασθῆναι, ταύτης τυχεῖν τῆς προσηγορίας.

58

Steph. Byz.: Κάρνη, πόλις Φοινίκης, ἀπὸ Κάρ‐ νου τοῦ Φοίνικος, ὡς Ἴστρος φησίν.

59

Schol. Pindar. Ol. I, 37: Πίνδαρος τὸν Πέλοπα Λυδόν φησιν εἶναι, Ἴστρος δὲ Παφλαγόνα.

60a

Schol. Apollon. II, 207: Ἴστρος φησὶ, τὸν
Αἰήτην, γνόντα ὅτι τοὺς Φρίξου υἱοὺς εἴη σεσωκὼς (Φινεὺς) ταῖς μαντείαις, καταράσασθαι αὐτοῦ, τὸν δὲ Ἥλιον ἐπακούσαντα πηρῶσαι.426

60b

Schol. Pind. Ol. VII, 146: [Κρίσις ἀμφ’ ἀέθλοις] κρίσιν εἶπε τὸν ἀγῶνα τῶν Ἡλιείων, ὃν διατιθέασιν οἱ Ῥόδιοι, ἐψεύσατο δὲ ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ ὁ ἀγὼν ἐπιτελεῖται, τῷ δὲ Ἡλίῳ τιθέασι τὸν ἀγῶνα,
5ὡς Ἴστρος φησὶν ἐν τῇ περὶ τῶν Ἡλίου ἀγώνων. «Ῥόδιοι τιθέασιν Ἡλίου ἐν Ῥόδῳ γυμνικὸν στεφανί‐ την ἀγῶνα.»

61

Schol. Villois. ad Hom. Iliad. B, 110: Ὅτι πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ἥρωας λέγει. Ἡ δὲ ἀναφορὰ πρὸς Ἴστρον λέγοντα, μόνους τοὺς βα‐ σιλεῖς ἥρωας λέγεσθαι.

62

Idem ad T, 34: Ἡ διπλῆ, ὅτι πάντες ἥρωες ἐλέγοντο, οὐχ οἱ βασιλεῖς, ὡς Ἴστρος.

63

Hesych.: Σίκεον, ὡς Ἴστρος. Σικελὸς, στρατιώτης παροιμιῶδες, ἐπεὶ ξένοις ἐχρῶντο στρατιώταις ὡς ἐπιτοπολὺ οἱ περὶ Ἱέρωνα τὸν τύραννον, ὡς διωθουμένων αὐτῶν τὸν μισθὸν, καὶ
5μηδενὶ ἀποδιδόντων τῶν Σικελῶν. Ὡς Ἴστρος.

64

Plutarch. Alexand.: Ἐνταῦθα δὲ πρὸς αὐτὸν ἀφικέσθαι τὴν Ἀμαζόνα οἱ πολλοὶ λέγου‐ σιν, ὧν καὶ Κλείταρχός ἐστι καὶ Πολύκριτος, καὶ
5Ὀνησίκριτος, καὶ Ἀντιγένης, καὶ Ἴστρος.

65

Aelian. H. A. V, 27: Τὰς ἐν Λέρῳ Μελεαγρίδας ὑπὸ μηδενὸς ἀδικεῖσθαι τῶν γαμψωνύχων ὀρνέων, λέ‐
γει Ἴστρος.427