TLG 1447 007 :: IRENAEUS :: Adversus haereses (liber 4) IRENAEUS Theol. Adversus haereses (liber 4) Citation: Fragment — (line) | ||
1 | Καθὼς Ἠσαΐας φησί· «Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.» Εἰς ὅλην οὖν τὴν οἰκουμένην τοῦ καρποῦ αὐτοῦ | |
5 | διασπαρέντος εἰκότως ἐγκατελείφθη καὶ ἐκ μέσου ἐγένετο τὰ ποτὲ μὲν καρποφορήσαντα καλῶς—ἐξ αὐτῶν γὰρ τὸ κατὰ σάρκα ὁ Χριστὸς ἐκαρποφορήθη καὶ οἱ ἀπόστο‐ | |
---|---|---|
λοι—, νῦν δὲ μηκέτι εὔθετα ὑπάρχοντα πρὸς καρποφορίαν. | 418 | |
2 | Ἅπαντα μέτρῳ καὶ τάξει ὁ Θεὸς ποιεῖ, καὶ οὐδὲν ἄμετρον | |
παρ’ αὐτῷ, ὅτι μηδὲν ἀναρίθμητον. | 420 | |
3 | «Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», πρῶτον μὲν ὅτι αὐτός ἐστιν ὁ Ποιητὴς οὐρανοῦ καὶ γῆς μόνος Θεός, ἔπειτα δὲ ὅτι ποιήσει τὸ σπέρμα αὐτοῦ ὡς | |
5 | τὰ ἄστρα τοῦ οὐρανοῦ, τουτέστιν τὸ ὑπὸ τοῦ Παύλου εἰρημένον· «Ὡς φωστῆρες ἐν κόσμῳ.» Δικαίως οὖν καταλιπὼν τὴν ἐπίγειον συγγένειαν πᾶσαν, ἠκολούθει τῷ Λόγῳ αὐτοῦ, ξενιτεύων ἵνα σὺν τῷ Λόγῳ πολιτευθῇ. Δικαίως δὲ καὶ οἱ ἀπόστολοι ἐξ Ἀβραὰμ τὸ γένος ἔχοντες, | |
10 | καταλιπόντες τὸ πλοῖον καὶ τὸν πατέρα, ἠκολούθουν τῷ Λόγῳ. Δικαίως δὲ καὶ ἡμεῖς, τὴν αὐτὴν τῷ Ἀβραὰμ πίστιν ἔχοντες, ἄραντες τὸν σταυρὸν ὡς καὶ Ἰσαὰκ τὸ ξύλον, ἀκολουθοῦμεν αὐτῷ. Αὐτὸς δὲ προθύμως τὸν ἴδιον μονογενῆ καὶ ἀγαπητὸν παραχωρήσας | 432 |
15 | θυσίαν τῷ Θεῷ, ἵνα καὶ ὁ Θεὸς εὐδοκήσῃ ὑπὲρ τοῦ σπέρ‐ ματος αὐτοῦ παντὸς τὸν ἴδιον μονογενῆ καὶ ἀγαπητὸν | |
Υἱὸν θυσίαν παρασχεῖν εἰς λύτρωσιν ἡμετέραν. | 434 | |
4 | Καὶ καλῶς ὁ Ἰουστῖνος ἐν τῷ πρὸς Μαρκίωνα συντάγματί φησιν ὅτι αὐτῷ τῷ Κυρίῳ οὐκ ἂν ἐπείσθην ἄλλον Θεὸν | |
καταγγέλλοντι παρὰ τὸν Δημιουργόν. | 440 | |
5 | Ἐδίδαξεν ἡμᾶς ὁ Κύριος ὅτι Θεὸν εἰδέναι οὐδεὶς δύναται μὴ οὐχὶ Θεοῦ διδάξαντος, τουτέστιν ἄνευ Θεοῦ μὴ γινώσ‐ κεσθαι τὸν Θεόν· αὐτὸ δὲ τὸ γινώσκεσθαι αὐτὸν θέλημα εἶναι τοῦ Πατρός· γνώσονται γὰρ αὐτὸν οἷς ἂν ἀποκαλύψῃ | |
5 | ὁ Υἱός. | 446 |
6 | Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν. | 472 |
7 | Πῶς τὴν σάρκα λέγουσιν εἰς φθορὰν χωρεῖν καὶ μὴ μετέχειν τῆς ζωῆς τὴν ἀπὸ τοῦ σώματος τοῦ Κυρίου καὶ τοῦ αἵματος αὐτοῦ τρεφομένην; Ἢ τὴν γνώμην οὖν ἀλλαξάτωσαν, ἢ τὸ προσφέρειν τὰ εἰρημένα παραιτησάσ‐ | |
5 | θωσαν. Ἡμῖν δὲ σύμφωνος τῇ γνώμῃ ἡ εὐχαριστία καὶ ἡ εὐχαριστία βεβαιοῖ τὴν γνώμην. Προσφέρομεν αὐτῷ τὰ ἴδια, ἐμμελῶς κοινωνίαν καὶ ἕνωσιν καταγγέλλοντες σαρκὸς καὶ Πνεύματος. Ὡς γὰρ ὁ ἀπὸ τῆς γῆς ἄρτος προσλαβόμενος τὴν ἐπίκλησιν τοῦ Θεοῦ οὐκέτι | |
10 | κοινὸς ἄρτος ἐστίν, ἀλλ’ εὐχαριστία ἐκ δύο πραγμάτων συνεστηκυῖα, ἐπιγείου τε καὶ οὐρανίου, οὕτως καὶ τὰ σώματα ἡμῶν μεταλαμβάνοντα τῆς εὐχα‐ ριστίας μηκέτι εἶναι φθαρτά, τὴν ἐλπίδα τῆς εἰς αἰῶνα | 610 |
ἀναστάσεως ἔχοντα. | 612 | |
8 | Καλῶς οὖν ἡ γραφὴ ἡ λέγουσα· «Πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστιν ὁ Θεὸς ὁ τὰ πάντα κτίσας καὶ | |
καταρτίσας». | 628 | |
9 | Ἔστι δὲ οὗτος ὁ Λόγος αὐτοῦ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ ἐν ἐσχάτοις καιροῖς Θεὸς ἐν ἀνθρώποις γενόμενος, ἵνα τὸ τέλος συνάψῃ τῇ ἀρχῇ, τουτέστιν ἄνθρωπον Θεῷ. Καὶ διὰ τοῦτο | |
5 | προφῆται περὶ αὐτοῦ τοῦ Λόγου τὴν προφητείαν λαβόντες | |
προεφήτευσαν αὐτοῦ τὴν ἔνσαρκον παρουσίαν. | 634 | |
10 | Ὥσπερ οἱ βλέποντες τὸ φῶς ἐντός εἰσι τοῦ φωτὸς καὶ τῆς λαμπρότητος αὐτοῦ μετέχουσιν, οὕτως οἱ βλέποντες τὸν Θεὸν ἐντός εἰσι τοῦ Θεοῦ, μετέχοντες αὐτοῦ τῆς λαμπρότητος· ζωῆς οὖν μετέξουσιν οἱ ὁρῶντες Θεόν. Καὶ | |
5 | διὰ τοῦτο ὁ ἀχώρητος καὶ ἀκατάληπτος καὶ ἀόρατος ὁρώμενον ἑαυτὸν καὶ καταλαμβανόμενον καὶ χωρούμενον τοῖς πιστοῖς παρέσχεν, ἵνα ζωοποιήσῃ τοὺς χωροῦντας καὶ βλέποντας αὐτὸν διὰ πίστεως. Ὡς γὰρ τὸ μέγεθος αὐτοῦ ἀνεξιχνίαστον, οὕτως καὶ ἡ ἀγαθότης αὐτοῦ ἀνεξή‐ | |
10 | γητος, δι’ ἧς βλεπόμενος ζωὴν ἐνδίδωσι τοῖς ὁρῶσιν αὐτόν. Ἐπεὶ ζῆσαι ἄνευ ζωῆς οὐχ οἷόν τε ἦν, ἡ δὲ ὕπαρξις τῆς ζωῆς ἐκ τῆς τοῦ Θεοῦ περιγίνεται μετοχῆς, μετοχὴ δὲ Θεοῦ ἐστι τὸ γινώσκειν Θεὸν καὶ | 640 |
ἀπολαύειν τῆς χρηστότητος αὐτοῦ. | 642 | |
11 | Διὰ τοῦ γάμου Μωϋσέως ὁ τοῦ Χριστοῦ νοητὸς γάμος ἐδείκνυτο καὶ διὰ τῆς αἰθιοπικῆς νύμφης ἡ ἐξ ἐθνῶν ἐκκλησία ἐδηλοῦτο, ἣν οἱ καταλαλοῦντες καὶ ἐνδιαβάλλοντες καὶ διαμωκώμενοι οὐκ ἔσονται καθαροί· | |
5 | λεπρήσουσι γὰρ καὶ ἐξαφορισθήσονται τῆς τῶν δικαίων | |
παρεμβολῆς. | 672 | |
12 | Χριστός ἐστιν ὁ θησαυρὸς ὁ κεκρυμμένος ἐν ἀγρῷ, τουτέστι ταῖς γραφαῖς ταῖς ἐν τῷ κόσμῳ οὔσαις— ἀγρὸς γὰρ ὁ κόσμος—, κεκρυμμένος δέ, ὅτι διὰ τύπων καὶ παραβολῶν ἐσημαίνετο μὴ δυναμένων νοηθῆναι πρὸ τοῦ | |
5 | τὴν ἔκβασιν τῶν προφητευομένων ἐλθεῖν, ἥτις ἐστὶν ἡ | |
παρουσία τοῦ Κυρίου. Πᾶσα γὰρ προφητεία πρὸ τῆς ἐκβάσεως αἴνιγμά ἐστι καὶ ἀντιλογία τοῖς ἀνθρώποις· ὅταν δὲ ἔλθῃ ὁ καιρὸς καὶ ἀποβῇ τὸ προφητευθέν, τότε τῆς | 712 | |
10 | ἀκριβεστάτης ἐπέτυχεν ἐξηγήσεως. Καὶ διὰ τοῦτο ὑπὸ Ἰουδαίων μὲν ἀναγινωσκόμενος ὁ νόμος ἐν τῷ νῦν καιρῷ μύθῳ ἔοικεν· οὐ γὰρ ἔχουσι τὴν ἐξήγησιν τῶν πάντων, ἥτις ἐστὶν ἡ κατ’ ἄνθρωπον παρουσία τοῦ Υἱοῦ τοῦ Θεοῦ· ὑπὸ δὲ χριστιανῶν ἀναγινωσκόμενος, θησαυρός ἐστι, κεκρυμ‐ | |
15 | μένος μὲν ἐν ἀγρῷ, αὐτοῖς δὲ ἀποκαλυπτόμενος | 714 |
13 | Οὕτω Παῦλος ἀπελογεῖτο Κορινθίοις· «Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.» «Οὐδένα ἠδικήσαμεν» Τοιούτους πρεσβυτέρους ἀνατρέφει ἡ ἐκκλη‐ | |
5 | σία· περὶ ὧν καὶ ὁ προφήτης φησίν· «Δώσω τοὺς ἄρχον‐ τάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιο‐ | |
σύνῃ.» | 726 | |
14 | Μὴ εἰδότος τοῦ Λώτ, μηδὲ ἡδονῇ δουλεύσαν‐ | |
τος, τοῦτο γεγένηται, ἀλλὰ πάντως οἰκονομία ἐπετελεῖτο, δι’ ἧς αἱ δύο συναγωγαὶ ἀπὸ ἑνὸς καὶ τοῦ αὐτοῦ Πατρὸς τεκνοποιησάμεναι ἐμηνύοντο ἄνευ σαρκὸς | 788 | |
5 | ἡδονῆς. Οὐ γὰρ ἦν ἄλλος οὐδεὶς σπέρμα ζωτικὸν καὶ τέκνων | |
ἐπικαρπίαν δυνάμενος δοῦναι αὐταῖς, καθὼς γέγραπται. | 790 | |
15 | Ἀνακρίνει δὲ καὶ τοὺς Ἐβιωναίους. Πῶς δύνανται σωθῆναι, εἰ μὴ ὁ Θεὸς ἦν ὁ τὴν σωτηρίαν αὐτῶν ἐπὶ τῆς γῆς ἐργασόμενος; Ἢ πῶς ἄνθρωπος χωρήσει εἰς Θεόν, εἰ μὴ ὁ Θεὸς ἐχώρησεν εἰς | |
5 | ἄνθρωπον; | 810 |
16 | Ἀνακρίνει δὲ τὸ θεῖον τοὺς τὰ σχίσματα ἐργαζομένους, κενοὺς ὄντας τῆς τοῦ Θεοῦ ἀγάπης καὶ τὸ ἴδιον λυσιτελὲς σκοποῦντας, ἀλλὰ μὴ τὴν ἕνωσιν τῆς ἐκκλησίας, καὶ διὰ μικρὰς καὶ τὰς τυχούσας αἰτίας τὸ μέγα καὶ ἔνδοξον | |
5 | σῶμα τοῦ Χριστοῦ τέμνοντας καὶ διαιροῦντας καὶ ὅσον τὸ ἐπ’ αὐτοῖς ἀναιροῦντας, εἰρήνην λαλοῦντας καὶ πόλεμον ἐργαζομένους, ἀληθῶς «διϋλίζοντας τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντας»· οὐδεμία γὰρ τηλικαύτη δύνα‐ ται πρὸς αὐτῶν κατόρθωσις γενέσθαι, ἡλίκη τοῦ σχίσματός | |
10 | ἐστιν ἡ βλάβη. | 816 |
17 | Πάντα συνέστηκεν· εἰς ἕνα Θεὸν παντοκράτορα ἐξ οὗ τὰ πάντα πίστις ὁλόκληρος, ἡ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν δι’ οὗ τὰ πάντα καὶ τὰς οἰκονομίας αὐτοῦ δι’ ὧν ἄνθρωπος ἐγένετο ὁ Υἱὸς | |
5 | τοῦ Θεοῦ πεισμονὴ βεβαία, ἡ εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ τὰς οἰκονομίας Πατρός τε καὶ Υἱοῦ σκηνοβατοῦν καθ’ ἑκάστην γενεὰν εἰς τοὺς ἀνθρώπους καθὼς βούλεται ὁ Πατὴρ γνῶσις ἀληθής, ἡ τῶν ἀποστόλων διδαχὴ καὶ τὸ ἀρχαῖον τῆς ἐκκλησίας σύστημα κατὰ παντὸς τοῦ | |
10 | κόσμου. | 818 |
18 | Οἱ τὸν ἐκ τῆς Παρθένου Ἐμμανουὴλ κηρύττοντες τὴν ἕνωσιν τοῦ Λόγου τοῦ | |
Θεοῦ πρὸς τὸ πλάσμα αὐτοῦ ἐδήλουν. | 830 | |
19 | Διὰ τῆς παραβολῆς τῶν ἐργατῶν τῶν ἐν διαφόροις καιροῖς εἰς τὸν ἀμπελῶνα πεμπομένων εἷς καὶ ὁ αὐτὸς οἰκοδεσπότης δείκνυται, κεκληκὼς οὓς μὲν ἐν ἀρχῇ τῆς τοῦ κόσμου κατασκευῆς, ἐνίους δὲ μετὰ τοῦτο, καὶ | |
5 | ἑτέρους μετὰ τὴν μεσοχρονίαν, ἄλλους δὲ προκοπτόντων τῶν καιρῶν, καὶ ἐν τῷ τέλει πάλιν ἄλλους, ὥστε εἶναι πολλοὺς μὲν τοὺς ἐργάτας κατὰ τὰς ἑαυτῶν γενεάς, ἕνα δὲ τὸν συγκαλούμενον αὐτοὺς οἰκοδεσπότην. Καὶ γὰρ ἀμπελὼν εἷς, ὅτι καὶ μία δικαιοσύνη· καὶ εἷς | 910 |
10 | οἰκονόμος, ἓν γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ διέπον τὰ πάντα· ὁμοίως δὲ καὶ μισθὸς εἷς, πάντες γὰρ «ἔλαβον ἀνὰ δηνάριον», εἰκόνα καὶ ἐπιγραφὴν τοῦ βασιλέως, τὴν γνῶσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἥτις ἐστὶν ἀφθαρσία. Καὶ διὰ τοῦτο «ἀπὸ τῶν ἐσχάτων» ἤρξατο διδόναι τὸν μισθόν, | |
15 | ὅτι ἐπ’ ἐσχάτων τῶν καιρῶν φανερωθεὶς ὁ Κύριος τοῖς | |
πᾶσι ἑαυτὸν ἀποκατέστησεν. | 912 | |
20 | Βία Θεῷ οὐ πρόσεστιν, ἀγαθὴ δὲ γνώμη πάντοτε συμ‐ | |
πάρεστιν αὐτῷ. | 920 | |
21 | Εἰ φύσει οἱ μὲν φαῦλοι, οἱ δὲ ἀγαθοὶ γεγόνασιν, οὐθ’ οὗτοι ἐπαινετοὶ ὄντες ἀγαθοί, τοιοῦτοι γὰρ κατεσκευάσ‐ | |
θησαν, οὔτ’ ἐκεῖνοι μεμπτοί, οὕτως γεγονότες. Ἀλλ’ ἐπεὶ οἱ πάντες τῆς αὐτῆς εἰσι φύσεως, δυνάμενοί | 922 | |
5 | τε κατασχεῖν καὶ πρᾶξαι τὸ ἀγαθόν, καὶ δυνάμενοι πάλιν ἀποβαλεῖν αὐτὸ καὶ μὴ ποιῆσαι, δικαίως καὶ παρὰ ἀνθρώ‐ ποις τοῖς εὐνομουμένοις, καὶ πολὺ πρότερον παρὰ Θεῷ, οἱ μὲν ἐπαινοῦνται καὶ ἀξίας τυγχάνουσι μαρτυρίας τῆς τοῦ καλοῦ [καθόλου] ἐκλογῆς καὶ ἐπιμονῆς, οἱ δὲ καται‐ | |
10 | τιῶνται καὶ ἀξίως τυγχάνουσι ζημίας τῆς τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀποβολῆς. Καὶ διὰ τοῦτο οἱ προφῆται παρῄ‐ νουν τοῖς ἀνθρώποις δικαιοπραγεῖν καὶ τὸ ἀγαθὸν ἐξεργά‐ ζεσθαι, ὡς ἐφ’ ἡμῖν ὄντος τοῦ τοιούτου καὶ διὰ τὴν | |
πολλὴν ἀμέλειαν εἰς λήθην ἐκπεπτωκότων καὶ γνώμης | 924 | |
15 | δεομένων ἀγαθῆς, ἣν ὁ ἀγαθὸς Θεὸς | |
παρεῖχεν γνώμην διὰ τῶν προφητῶν. Ταῦτα γὰρ πάντα τὸ αὐτεξούσιον ἐπιδείκνυσι τοῦ ἀνθρώπου καὶ τὸ συμβουλευτικὸν τοῦ Θεοῦ ἀποτρέ‐ ποντος μὲν τοῦ ἀπειθεῖν αὐτῷ, ἀλλὰ μὴ βιαζομένου. | 926 | |
20 | Καὶ γὰρ αὐτὸ τὸ εὐαγγέλιον εἰ μὴ βούλοιτό τις ἕπεσθαι, ἐξὸν μὲν αὐτῷ ἐστιν, ἀσύμφερον δέ· ἡ γὰρ παρα‐ κοὴ τοῦ Θεοῦ καὶ ἀποβολὴ τοῦ ἀγαθοῦ ἔστιν μὲν ἐν τῷ ἀνθρώπῳ, βλάβην δὲ καὶ ζημίαν οὐ τὴν τυχοῦσαν φέρει. Καὶ διὰ τοῦτο ὁ Παῦλός φησιν· «Πάντα μοι | |
25 | ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει.» Τὸ ἐλεύθερον τοῦ ἀνθρώπου ἐξηγούμενος, διὸ πάντα ἔξεστιν, μὴ καταναγκάζοντος αὐτὸν τοῦ Θεοῦ, καὶ τὸ συμφέρον δείκνυσιν, ἵνα μὴ εἰς ἐπικάλυμμα κακίας καταχρησώμεθα | 928 |
τῇ ἐλευθερίᾳ, ἀσύμφερον γὰρ τοῦτό γε. | 930 | |
22 | Οὐχ ὁμοίως ἀγαπᾶται τὰ ἐκ τοῦ αὐτομάτου προσγι‐ | |
νόμενα τοῖς μετὰ σπουδῆς εὑρισκομένοις. | 940 | |
23 | Εἰ δὲ λέγοι τις· Οὐκ ἠδύνατο ὁ Θεὸς ἀπ’ | |
ἀρχῆς τέλειον πεποιηκέναι τὸν ἄνθρωπον; γνώτω ὅτι τῷ μὲν Θεῷ ἀεὶ κατὰ τὰ αὐτὰ ὄντι καὶ ἀγενήτῳ ὑπάρχοντι, ὡς πρὸς ἑαυτὸν πάντα δυνατά· | 942 | |
5 | τὰ δὲ γεγονότα, καθ’ ὃ μετέπειτα γενέσεως ἀρχὴν ἰδίαν ἔσχε, κατὰ τοῦτο καὶ ὑστερεῖσθαι δεῖ αὐτὰ τοῦ πεποιη‐ κότος. Οὐ γὰρ ἠδύνατο ἀγένητα εἶναι τὰ νεωστὶ γεγενη‐ μένα· καθ’ ὃ δὲ μή ἐστιν ἀγένητα, κατὰ τοῦτο καὶ ὑστε‐ ρεῖται τοῦ τελείου· καθ’ ὃ γὰρ νεώτερα, κατὰ τοῦτο καὶ | |
10 | νήπια, κατὰ τοῦτο καὶ ἀσυνήθη καὶ ἀγύμναστα πρὸς τὴν τελείαν ἀγωγήν. Ὡς οὖν ἡ μὲν μήτηρ δύναται τέλειον παρασχεῖν τῷ βρέφει τὸ ἔμβρωμα, τὸ δὲ ἔτι ἀδυνατεῖ τὴν αὐτοῦ πρεσβυτέραν δέξασθαι τροφήν, | |
οὕτως καὶ ὁ Θεὸς αὐτὸς μὲν οἷός τε ἦν παρασχεῖν | 944 | |
15 | ἀπ’ ἀρχῆς τῷ ἀνθρώπῳ τὸ τέλειον, ὁ δὲ ἄνθρωπος ἀδύνατος λαβεῖν αὐτό· νήπιος γὰρ ἦν. Καὶ διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν ἐπ’ ἐσχάτων τῶν καιρῶν ἀνακεφαλαιωσάμενος εἰς ἑαυτὸν τὰ πάντα ἦλθε πρὸς ἡμᾶς, οὐχ ὡς αὐτὸς ἠδύνατο, ἀλλ’ ὡς ἡμεῖς αὐτὸν ἰδεῖν | |
20 | ἠδυνάμεθα· αὐτὸς μὲν γὰρ ἐν τῇ ἀφράστῳ αὐτοῦ δόξῃ πρὸς ἡμᾶς ἐλθεῖν ἠδύνατο, ἀλλ’ ἡμεῖς οὐ δήπω ποτὲ τὸ μέγεθος τῆς δόξης αὐτοῦ βαστάζειν ἠδυνάμεθα. Καὶ διὰ τοῦτο, ὡς νηπίοις, ὁ ἄρτος ὁ τέλειος τοῦ Πατρὸς γάλα ἡμῖν ἑαυτὸν παρέσχεν, ὅπερ ἦν ἡ κατὰ ἄνθρωπον | |
25 | αὐτοῦ παρουσία, ἵνα ὡς ὑπὸ μαστοῦ τῆς σαρκὸς αὐτοῦ τραφέντες καὶ διὰ τῆς τοιαύτης γαλακτουργίας ἐθισθέν‐ | |
τες τρώγειν καὶ πίνειν τὸν Λόγον τοῦ Θεοῦ, τὸν τῆς ἀθανασίας ἄρτον, ὅπερ ἐστὶ τὸ Πνεῦμα τοῦ Πατρός, ἐν ἡμῖν αὐτοῖς κατασχεῖν δυνηθῶμεν. | 946 | |
30 | Καὶ διὰ τοῦτο Παῦλος Κορινθίοις φησίν· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὐδὲ γὰρ ἠδύνασθε βαστάζειν», τουτέστι τὴν μὲν κατὰ ἄνθρωπον παρουσίαν τοῦ Κυρίου ἐμαθητεύθητε, οὐ δήπω δὲ τὸ τοῦ Πατρὸς Πνεῦμα ἐπανα‐ παύεται ἐφ’ ὑμᾶς διὰ τὴν ὑμῶν ἀσθένειαν. «Ὅπου | |
35 | γὰρ ζῆλος καὶ ἔρις», φησίν, «ἐν ὑμῖν καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπα‐ τεῖτε;» τουτέστιν ὅτι οὐ δήπω τὸ Πνεῦμα τοῦ Πατρὸς ἦν σὺν αὐτοῖς διὰ τὸ ἀκατάρτιστον αὐτῶν καὶ ἀσθενὲς τῆς πολιτείας. Ὡς οὖν ὁ ἀπόστολος | |
40 | δυνατὸς μὲν ἦν διδόναι τὸ βρῶμα—οἷς γὰρ ἂν ἐπετίθουν οἱ ἀπόστολοι τὰς χεῖρας ἐλάμ‐ βανον Πνεῦμα ἅγιον, ὅ ἐστι βρῶμα ζωῆς—, ἐκεῖνοι δὲ ἠδυνάτουν λαβεῖν αὐτὸ διὰ τὸ ἀσθενῆ ἔτι καὶ ἀγύμναστα ἔχειν τὰ αἰσθητήρια τῆς πρὸς Θεὸν συγγυμνασίας, οὕτως | 948 |
45 | καὶ τὴν ἀρχὴν ὁ μὲν Θεὸς δυνατὸς ἦν διδόναι τὸ τέλειον τῷ ἀνθρώπῳ, ἐκεῖνος δὲ ἄρτι γεγονὼς ἀδύνατος ἦν λαβεῖν αὐτό, ἢ καὶ λαβὼν χωρῆσαι, ἢ καὶ χωρήσας κατασχεῖν. Καὶ διὰ τοῦτο συνενηπίασεν ὁ Λόγος τοῦ Θεοῦ, τέλειος ὤν, τῷ ἀνθρώπῳ, οὐ δι’ ἑαυτὸν ἀλλὰ διὰ τὸ τοῦ ἀνθρώπου | |
23(50) | νήπιον, οὕτω χωρούμενος ὡς ἄνθρωπος αὐτὸν χωρεῖν ἠδύνατο. Οὐ περὶ τὸν Θεὸν οὖν τὸ ἀδύνατον καὶ ἐνδεές, ἀλλὰ περὶ τὸν νεωστὶ γεγονότα ἄνθρωπον, ὅτι μὴ ἀγένητος | |
ἦν. | 950 | |
24 | Περὶ τὸν Θεὸν δύναμις ὁμοῦ καὶ σοφία καὶ ἀγαθότης δείκνυται· δύναμις μὲν καὶ ἀγαθότης ἐν τῷ τὰ μηδέπω ὄντα ἑκουσίως κτίζειν τε καὶ ποιεῖν, σοφία δὲ ἐν τῷ εὔρυθμα καὶ ἐμμελῆ καὶ ἐγκατάσκευα τὰ γεγονότα πεποιηκέναι, | |
5 | ἅτινα διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ ἀγαθότητα αὔξησιν προσλαβόντα καὶ ἐπὶ πλεῖον ἐπιμένοντα ἀγενήτου δόξαν ἀποίσεται, τοῦ Θεοῦ ἀφθόνως χαρι‐ ζομένου τὸ καλόν. Κατὰ μὲν γὰρ τὸ γεγενῆσθαι αὐτά, οὐκ ἀγένητα· κατὰ δὲ τὸ παραμένειν αὐτὰ | |
10 | μακροῖς αἰῶσι, δύναμιν ἀγενήτου προσλήψεται, τοῦ | |
Θεοῦ προῖκα δωρουμένου τὴν εἰς ἀεὶ παραμονὴν αὐτοῖς. Καὶ οὕτως πρωτεύει μὲν ἐν πᾶσιν ὁ Θεὸς ὁ καὶ μόνος ἀγένητος καὶ πρῶτος τῶν ἁπάντων καὶ τοῦ εἶναι τοῖς πᾶσι παραίτιος, τὰ δὲ λοιπὰ πάντα ἐν | 952 | |
15 | ὑποταγῇ μένει τοῦ Θεοῦ, ὑποταγὴ δὲ Θεοῦ ἀφθαρσία, καὶ παραμονὴ ἀφθαρσίας δόξα ἀγενήτου. | |
25 | Διὰ ταύτης τῆς τάξεως καὶ τῶν τοιούτων ῥυθμῶν καὶ τῆς τοιαύτης ἀγωγῆς, ὁ γενητὸς καὶ πεπλασμένος ἄνθρω‐ πος κατ’ εἰκόνα καὶ ὁμοίωσιν γίνεται τοῦ ἀγενήτου Θεοῦ, τοῦ μὲν Πατρὸς εὐδοκοῦντος καὶ κελεύοντος, τοῦ δὲ Υἱοῦ | |
5 | ὑπουργοῦντος καὶ πράσσοντος, τοῦ δὲ Πνεύματος τρέφον‐ | |
τος καὶ αὔξοντος, τοῦ δὲ ἀνθρώπου ἠρέμα προκόπτοντος καὶ ἀνερχομένου πρὸς τὸ τέλειον, πλησίον τουτέστι τοῦ ἀγενήτου γινομένου· τέλος γὰρ ὁ ἀγένητος, οὗτος δέ ἐστι Θεός. Ἔδει δὲ τὸν ἄνθρωπον πρῶτον γενέσθαι, | 954 | |
10 | καὶ γενόμενον αὐξῆσαι, καὶ αὐξήσαντα ἀνδρωθῆναι, καὶ ἀνδρωθέντα πληθυνθῆναι, καὶ πληθυνθέντα ἐνισχῦσαι, ἐνισχύσαντα δὲ δοξασθῆναι, καὶ δοξασθέντα ἰδεῖν τὸν ἑαυτοῦ Δεσπότην· Θεὸς γὰρ ὁ μέλλων ὁρᾶσθαι, ὅρασις δὲ Θεοῦ περιποιητικὴ ἀφθαρσίας, «ἀφθαρσία δὲ ἐγγὺς | |
15 | εἶναι ποιεῖ Θεοῦ». | 956 |
26 | Οὔτε τὸ φῶς ἐξασθενεῖ διὰ τοὺς ἑαυτοῖς τυφλώττοντας, ἀλλ’ ἐκείνου μένοντος ὁποῖον καὶ ἔστιν, οἱ τυφλωθέντες | |
παρὰ τὴν αἰτίαν τὴν ἑαυτῶν ἐν ἀορασίᾳ καθίστανται, μήτε τοῦ φωτὸς μετ’ ἀνάγκης δουλαγωγοῦντός | 968 | |
5 | τινα, μήτε τοῦ Θεοῦ βιαζομένου, εἰ μὴ θέλοι τις κατασχεῖν αὐτοῦ τὴν τέχνην. Τὰ οὖν ἀποστάντα τοῦ πατρικοῦ φωτὸς καὶ παραβάντα τὸν θεσμὸν τῆς ἐλευθερίας παρὰ τὴν αὐτῶν ἀπέστησαν αἰτίαν, ἐλεύθερα καὶ αὐτεξούσια | |
τὴν γνώμην γεγονότα. | 970 | |
27 | Εἷς καὶ ὁ αὐτὸς Πατήρ, ὁ τοῖς μὲν γλιχομένοις αὐτοῦ τῆς κοινωνίας καὶ προσμένουσιν αὐτοῦ τῇ ὑποταγῇ τὰ παρ’ αὐτῷ ἡτοιμακὼς ἀγαθά, τῷ δὲ ἀρχηγῷ τῆς ἀποστα‐ σίας διαβόλῳ καὶ τοῖς συναποστᾶσιν αὐτῷ τὸ αἰώνιον | |
5 | πῦρ ἡτοιμακώς, εἰς ὃ πεμφθήσεσθαι ἔφη ὁ Κύριος τοὺς εἰς τὰ ἀριστερὰ διακριθέντας. Καὶ τοῦτό ἐστιν τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου· «Ἐγὼ Θεὸς ζηλωτής, ποιῶν εἰρήνην καὶ κτίζων κακά», ἐπὶ μὲν τοὺς μετανοοῦντας καὶ ἐπιστρέφοντας πρὸς αὐτὸν ποιῶν εἰρήνην καὶ φιλίαν καὶ | |
10 | ἕνωσιν συντιθέμενος, ἐπὶ δὲ τοὺς μὴ μετανοοῦντας καὶ φεύγοντας αὐτοῦ τὸ φῶς πῦρ αἰώνιον καὶ ἐξώτερον σκότος | |
ἡτοιμακώς, ἅτινά ἐστιν κακὰ τοῖς ἐμπεσοῦσιν εἰς αὐτά. | 974 | |
28 | Ὁ μὲν Κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ κα‐ λὸν ἔσπειρε σπέρμα—«ἀγρὸς δέ ἐστιν ὁ κόσμοσ»—· «ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς καὶ | |
ἔσπειρε ζιζάνια μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.» Ἔκτοτε γὰρ | 978 | |
5 | ἀποστάτης ὁ ἄγγελος οὗτος καὶ ἐχθρός, ἀφ’ ὅτε ἐζήλωσε τὸ πλάσμα τοῦ Θεοῦ καὶ ἐχθροποιῆσαι αὐτὸν πρὸς τὸν Θεὸν ἐπεχείρησε. Διὸ καὶ ὁ Θεὸς τὸν μὲν παρ’ αὑτοῦ τὸ ζιζάνιον λάθρα ἐπισπείραντα, τουτέστι τὴν παράβασιν εἰσενεγκόντα, ἀφώρισε τῆς ἰδίας μετουσίας· | |
10 | τὸν δὲ ἀμελῶς μὲν ἀλλ’ ἀκάκως παραδεξάμενον τὴν παρακοὴν ἄνθρωπον ἠλέησε καὶ ἀντέστρεψε τὴν ἔχθραν ἣν ἐχθροποιῆσαι πρὸς αὐτὸν ἠθέλησε 〈πρὸς αὐτὸν〉 τὸν ἐχθροποιοῦντα, ἀπωσάμενος μὲν ἀφ’ ἑαυτοῦ | |
τὴν πρὸς αὐτὸν ἔχθραν, ἀνακλάσας δὲ αὐτὴν | 980 | |
15 | καὶ ἀντιπέμψας πρὸς τὸν ὄφιν, καθὼς ἡ γραφή φησιν εἰρηκέναι τῷ ὄφει τὸν Θεόν· «Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικός», Καὶ τὴν ἔχθραν ταύτην ὁ Κύριος εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, «γενόμενος ἐκ | |
20 | γυναικὸς» ἄνθρωπος καὶ πατήσας αὐτοῦ τὴν κεφαλήν. | 982 |