TLG 1447 005 :: IRENAEUS :: Fragmenta deperditorum operum

IRENAEUS Theol.
(Lugdunensis: A.D. 2)

Fragmenta deperditorum operum

Source: Harvey, W.W. (ed.), Sancti Irenaei episcopi Lugdunensis libri quinque adversus haereses, vol. 2. Cambridge: Cambridge University Press, 1857: 470–511.

  • frr. 1–47
  • frr. 33–34: Dup. HIPPOLYTUS Scr. Eccl. (2115 050)

Citation: Fragment — (line)

1

Ὁρκίζω σε τὸν μεταγραψόμενον τὸ βιβλίον τοῦτο, κατὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ κατὰ τῆς ἐνδόξου παρουσίας αὐτοῦ, ἧς ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἵνα ἀντιβάλης ὃ μετεγράψω, καὶ κατορθώσῃς αὐτὸ πρὸς ἀντί‐
5γραφον τοῦτο, ὅθεν μετεγράψω, ἐπιμελῶς· καὶ τὸν ὅρκον
τοῦτον ὁμοίως μεταγράψῃς, καὶ θήσεις ἐν τῷ ἀντιγράφῳ.470

2

Ταῦτα τὰ δόγματα, Φλωρῖνε, ἵνα πεφεισμένως εἴπω, οὐκ ἔστιν ὑγιοῦς γνώμης· ταῦτα τὰ δόγματα ἀσύμφωνά ἐστι τῇ ἐκκλησίᾳ, εἰς τὴν μεγίστην ἀσέβειαν περιβάλλοντα τοὺς πειθομένους αὐτοῖς· ταῦτα τὰ δόγματα οὐδὲ οἱ ἔξω τῆς
5ἐκκλησίας αἱρετικοὶ ἐτόλμησαν ἀποφήνασθαί ποτε· ταῦτα τὰ δόγματα οἱ πρὸ ἡμῶν πρεσβύτεροι, οἱ καὶ τοῖς ἀποστόλοις συμφοιτήσαντες, οὐ παρέδωκάν σοι. Εἶδον γάρ σε παῖς ὢν ἔτι, ἐν τῇ κάτω Ἀσίᾳ παρὰ τῷ Πολυκάρπῳ, λαμπρῶς πράτ‐ τοντα ἐν τῇ βασιλικῇ αὐλῇ, καὶ πειρώμενον εὐδοκιμεῖν παρ’
10αὐτῷ. Μᾶλλον γὰρ τὰ τότε διαμνημονεύω τῶν ἔναγχος
γινομένων, (αἱ γὰρ ἐκ παίδων μαθήσεις συναύξουσαι τῇ ψυχῇ ἑνοῦνται αὐτῇ), ὥστε με δύνασθαι εἰπεῖν καὶ τὸν τόπον, ἐν ᾧ καθεζόμενος διελέγετο ὁ μακάριος Πολύκαρπος, καὶ τὰς προόδους αὐτοῦ καὶ τὰς εἰσόδους, καὶ τὸν χαρακτῆρα τοῦ471
15βίου, καὶ τὴν τοῦ σώματος ἰδέαν, καὶ τὰς διαλέξεις ἃς ἐποιεῖτο πρὸς τὸ πλῆθος, καὶ τὴν μετὰ Ἰωάννου συνανα‐ στροφὴν ὡς ἀπήγγελλε, καὶ τὴν μετὰ τῶν λοιπῶν τῶν ἑωρακότων τὸν Κύριον, καὶ ὡς ἀπεμνημόνευε τοὺς λόγους αὐτῶν· καὶ περὶ τοῦ Κυρίου τίνα ἦν ἃ παρ’ ἐκείνων ἀκηκόει,
20καὶ περὶ τῶν δυνάμεων αὐτοῦ, καὶ περὶ τῆς διδασκαλίας, ὡς παρὰ τῶν αὐτοπτῶν τῆς ζωῆς τοῦ λόγου παρειληφὼς ὁ Πολύκαρπος, ἀπήγγελλε πάντα σύμφωνα ταῖς γραφαῖς. Ταῦτα καὶ τότε διὰ τὸ ἔλεος τοῦ Θεοῦ τὸ ἐπ’ ἐμοὶ γεγονὸς σπουδαίως ἤκουον, ὑπομνηματιζόμενος αὐτὰ, οὐκ ἐν χάρτῃ,
25ἀλλ’ ἐν τῇ ἐμῇ καρδίᾳ· καὶ ἀεὶ διὰ τὴν χάριν τοῦ Θεοῦ γνησίως αὐτὰ ἀναμαρυκῶμαι. Καὶ δύναμαι διαμαρτύρασθαι ἔμπροσθεν τοῦ Θεοῦ, ὅτι εἴτι τοιοῦτον ἀκηκόει ἐκεῖνος ὁ μακάριος καὶ ἀποστολικὸς πρεσβύτερος, ἀνακράξας ἂν καὶ
ἐμφράξας τὰ ὦτα αὐτοῦ, καὶ κατὰ τὸ σύνηθες εἰπὼν, Ὦ καλὲ472
30Θεὲ, εἰς οἵους με καιροὺς τετήρηκας, ἵνα τούτων ἀνέχωμαι, πεφεύγοι ἂν καὶ τὸν τόπον, ἐν ᾧ καθεζόμενος ἢ ἑστὼς τῶν τοιούτων ἀκηκόει λόγων. Καὶ ἐκ τῶν ἐπιστολῶν δὲ αὐτοῦ, ὧν ἐπέστειλεν ἤτοι ταῖς γειτνιώσαις ἐκκλησίαις, ἐπιστηρίζων αὐτὰς, ἢ τῶν ἀδελφῶν τισι, νουθετῶν αὐτοὺς καὶ προτρε‐
35πόμενος, δύναται φανερωθῆναι.

3

Οὐ γὰρ μόνον περὶ τῆς ἡμέρας ἐστιν ἡ ἀμφισβήτησις,
ἀλλὰ καὶ περὶ τοῦ εἴδους αὐτοῦ τῆς νηστείας. Οἱ μὲν γὰρ οἴονται μίαν ἡμέραν δεῖν αὐτοὺς νηστεύειν· οἱ δὲ δύο, οἱ δὲ καὶ πλείονας, οἱ δὲ τεσσαράκοντα· ὥρας ἡμερινάς τε καὶ νυκτε‐473
5ρινὰς συμμετροῦσι τὴν ἡμέραν αὐτῶν. Καὶ τοιαύτη μὲν ποι‐ κιλία τῶν ἐπιτηρούντων, οὐ νῦν ἐφ’ ἡμῶν γεγονυῖα, ἀλλὰ καὶ πολὺ πρότερον ἐπὶ τῶν πρὸ ἡμῶν, τῶν παρὰ τὸ ἀκριβὲς,
ὡς εἰκὸς, κρατούντων, τὴν καθ’ ἁπλότητα καὶ ἰδιωτισμὸν συνήθειαν εἰς τὸ μετέπειτα πεποιηκότων· καὶ οὐδὲν ἔλαττον474
10πάντες οὗτοι εἰρήνευσάν τε, καὶ εἰρηνεύομεν πρὸς ἀλλήλους· καὶ ἡ διαφωνία τῆς νηστείας τὴν ὁμόνοιαν τῆς πίστεως συν‐ ίστησι. ... Καὶ οἱ πρὸ Σωτῆρος πρεσβύτεροι οἱ προστάντες τῆς ἐκκλησίας, ᾗς νῦν ἀφηγῇ, Ἀνίκητον λέγομεν καὶ Πίον, Ὑγῖνόν τε καὶ Τελεσφόρον, καὶ Ξύστον, οὔτε αὐτοὶ ἐτήρησαν,
15οὔτε τοῖς μετ’ αὐτοὺς ἐπέτρεπον. Καὶ οὐδὲν ἔλαττον αὐτοὶ μὴ τηροῦντες, εἰρήνευον τοῖς ἀπὸ τῶν παροικιῶν ἐν αἷς ἐτη‐ ρεῖτο, ἐρχομένοις πρὸς αὐτοὺς, καίτοι μᾶλλον ἐνάντιον ἦν τὸ τηρεῖν τοῖς μὴ τηροῦσι· καὶ οὐδέποτε διὰ τὸ εἶδος τοῦτο ἀπεβλήθησάν τινες. Ἀλλ’ αὐτοὶ μὴ τηροῦντες οἱ πρὸ σοῦ
20πρεσβύτεροι τοῖς ἀπὸ τῶν παροικιῶν τηροῦσιν ἔπεμπον εὐχα‐ ριστίαν. Καὶ τοῦ μακαρίου Πολυκάρπου ἐπιδημήσαντος ἐν τῇ Ῥώμῃ ἐπὶ Ἀνικήτου, καὶ περὶ ἄλλων τινῶν μικρὰ σχόντες πρὸς ἀλλήλους, εὐθὺς εἰρήνευσαν, περὶ τούτου τοῦ κεφαλαίου μὴ φιλεριστήσαντες ἑαυτούς. Οὔτε γὰρ ὁ Ἀνίκητος τὸν475
25Πολύκαρπον πεῖσαι ἐδύνατο μὴ τηρεῖν, ἅτε μετὰ Ἰωάννου τοῦ μαθητοῦ Κυρίου ἡμῶν, καὶ λοιπῶν ἀποστόλων οἷς συν‐ διέτριψεν, ἀεὶ τετηρηκότα· οὔτε μὴν ὁ Πολύκαρπος τὸν Ἀνί‐ κητον ἔπεισε τηρεῖν, λέγοντα τὴν συνήθειαν τῶν πρὸ αὑτοῦ πρεσβυτέρων ὀφείλειν κατέχειν. Καὶ τούτων οὕτως ἐχόντων,
30ἐκοινώνησαν ἑαυτοῖς· καὶ ἐν τῇ ἐκκλησίᾳ παρεχώρησεν ὁ Ἀνίκητος τὴν εὐχαριστίαν τῷ Πολυκάρπῳ, κατ’ ἐντροπὴν
δηλονότι, καὶ μετ’ εἰρήνης ἀπ’ ἀλλήλων ἀπηλλάγησαν, πάσης τῆς ἐκκλησίας εἰρήνην ἐχόντων, καὶ τῶν τηρούντων, καὶ τῶν μὴ τηρούντων.476

4

Ἐν ᾧ ἄν τις δύναιτο εὖ ποιεῖν τοῖς πλησίον, καὶ οὐ ποιεῖ, ἀλλότριος τῆς ἀγάπης τοῦ Κυρίου νομισθήσεται.

5

Θέλησις καὶ ἐνέργεια Θεοῦ ἐστὶν ἡ παντὸς χρόνου καὶ τόπου καὶ αἰῶνος, καὶ πάσης φύσεως ποιητική τε καὶ
προνοητικὴ αἰτία. Θέλησίς ἐστι τῆς νοερᾶς ψυχῆς ὁ ἐφ’ ἡμῖν λόγος, ὡς αὐτεξούσιος αὐτῆς ὑπάρχουσα δύναμις. Θέλησίς477
5ἐστι νοῦς ὀρεκτικὸς, καὶ διανοητικὴ ὄρεξις, πρὸς τὸ θεληθὲν ἐπινεύουσα.

7

Τὸ δὲ ἐν κυριακῇ μὴ κλίνειν γόνυ, σύμβολόν ἐστι τῆς ἀναστάσεως, δι’ ἧς τῇ τοῦ Χριστοῦ χάριτι, τῶν τε ἁμαρτημά‐ των, καὶ τοῦ ἐπ’ αὐτῶν τεθανατωμένου θανάτου ἠλευθερώ‐
θημεν. Ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοιαύτη συνήθεια478
5ἔλαβε τὴν ἀρχὴν, καθώς φησιν ὁ μακάριος Εἰρηναῖος, ὁ μάρτυρ καὶ ἐπίσκοπος Λουγδούνου, ἐν τῷ περὶ τοῦ Πάσχα λόγῳ, ἐν ᾧ μέμνηται καὶ περὶ τῆς Πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσοδυναμεῖ τῇ ἡμέρᾳ τῆς κυριακῆς, κατὰ τὴν ῥηθεῖσαν περὶ αὐτῆς αἰτίαν.

8

Ὥσπερ γὰρ ἡ κιβωτὸς κεχρυσωμένη ἔσωθεν καὶ ἔξωθε χρυσίῳ καθαρῷ ἦν· οὕτω καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν καὶ διαυγές· ἔσωθεν μὲν τῷ Λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ Πνεύματι φρουρούμενον· ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς
5τῶν φύσεων παραδειχθῇ.479

9

Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ βασιλείας.

10

Ἴδιον καὶ πρεπῶδες ὡς ἀληθῶς τῷ Θεῷ, τὸ ἱλάσκεσθαι, τὸ ἐλεεῖν, τὸ τὰ ἔργα σώζειν ἑαυτοῦ, κᾂν εἰς κίνδυνον δια‐ φθορᾶς καταφέρηται· Παρ’ αὐτῷ γάρ, φησιν, ὁ ἱλασμός ἐστιν.

11

Τὸ ἔργον τοῦ Χριστιανοῦ οὐδὲν ἄλλο ἐστὶν, ἢ μελετᾷν
ἀποθνήσκειν.480

12

Ἡμεῖς οὖν καὶ σώματα ἀνίστασθαι πεπιστεύκαμεν. Εἰ γὰρ καὶ φθείρεται, ἀλλ’ οὐκ ἀπόλλυται· τούτων γὰρ τὰ λείψανα γῆ ὑποδεξαμένη τηρεῖ, δίκην σπόρου πιαινομένου καὶ τῷ γῆς λιπαρωτέρῳ συμπλεκομένου. Αὖθις ὥσπερ κόκκος
5γυμνὸς σπείρεται, καὶ κελεύσματι τοῦ δημιουργήσαντος Θεοῦ θάλλων, ἠμφιεσμένος καὶ ἔνδοξος ἐγείρεται, οὐ πρότερον εἰ μὴ ἀποθανὼν λυθῆ, καὶ γῇ συμμιγῇ· ὥστε τὴν ἀνάστασιν τοῦ σώματος οὐ μάτην πεπιστεύκαμεν· Ἀλλ’ εἰ καὶ λύεται πρὸς καιρὸν, διὰ τὴν ἀπ’ ἀρχῆς γενομένην παρακοὴν, ὡς εἰς χωνευ‐
10τήριον τῆς γῆς καθίσταται, πάλιν ἀναπλασθησόμενον, οὐ τοιοῦτον φθειρόμενον, ἀλλὰ καθαρὸν, καὶ μηκέτι φθειρό‐ μενον· ὡς ἑκάστῳ σώματι ἡ ἰδία ψυχὴ ἀποδοθήσεται, καὶ τοῦτο ἐνδυσαμένη οὐκ ἀνιαθήσεται, ἀλλὰ χαρήσεται,
καθαρὰ παραμείνασα, νυμφίῳ δικαίῳ συνοδεύσασα, καὶ μὴ481
15ἐπιβούλῳ· ἐν πᾶσιν ἔχουσα μετὰ πάσης ... ἀπολήψεται, οὐκ ἀλλοιωθέντα, οὐδὲ πάθους ἢ νόσου μεταστάντα, οὐδὲ ἔνδοξα ἀπολήψεται τὰ σώματα, ἀλλ’ ὡς ἐν ἁμαρτήμασιν ἢ κατορθώ‐ μασιν ἐτελεύτων· καὶ ὁποῖα ἦν, τοιαῦτα ἀναβιώσαντα ἐπεν‐ δύσονται, καὶ ὁποῖα ἐν ἀπιστίᾳ γίνωνται, τοιαῦτα πιστῶς
20κριθήσονται.

13

Χριστιανῶν γὰρ κατηχουμένων δούλους Ἕλληνες συλ‐ λαβόντες, εἶτα μαθεῖν τὶ παρὰ τούτων δῆθεν ἀπόῤῥητον περὶ Χριστιανῶν ἀναγκάζοντες, οἱ δοῦλοι οὗτοι, μὴ ἔχοντες πῶς τὸ τοῖς ἀναγκάζουσι καθ’ ἡδονὴν ἐρεῖν, παρόσον ἤκουον
5τῶν δεσποτῶν, τὴν θείαν μετάληψιν αἷμα καὶ σῶμα εἶναι Χριστοῦ, αὐτοὶ νομίσαντες τῷ ὄντι αἷμα καὶ σάρκα εἶναι, τοῦτο ἐξεῖπον τοῖς ἐκζητοῦσι. Οἱ δὲ λαβόντες ὡς αὐτό‐ χρημα τοῦτο τελεῖσθαι Χριστιανοῖς, καὶ δὴ τοῦτο τοῖς ἄλλοις Ἕλλησιν ἐξεπόμπευον, καὶ τοὺς μάρτυρας Σάγκτον καὶ482
10Βλανδίναν ὁμολογῆσαι διὰ βασάνων ἠνάγκαζον. Οἷς εὐστόχως Βλανδίνα ἐπαῤῥησιάσατο, Πῶς ἂν, εἰποῦσα, τούτων ἀνά‐ σχοιντο οἱ μηδὲ τῶν ἐφειμένων κρεῶν δι’ ἄσκησιν ἀπολαύ‐ οντες;

14

Πῶς δυνατὸν τὸν φύσει ἄλογον καὶ ἄνουν ὑπὸ Θεοῦ
γενόμενον ὄφιν, λογικὸν καὶ λαλητὸν εἰπεῖν; Εἰ μὲν αὐτουργικῶς ἑαυτῷ τὸν λόγον καὶ τὴν διάκρισιν καὶ τὴν σύν‐ εσιν καὶ ἀπόκρισιν τῶν ὑπὸ τῆς γυναικὸς λεγομένων ἐχρή‐483
5σατο, ἄρα οὖν καὶ πᾶς ὄφις τοῦτο ποιεῖν οὐ κεκώλυτο. Εἰ δὲ πάλιν φήσουσι κατὰ θείαν βουλὴν καὶ οἰκονομίαν ἀνθρω‐ πίνῃ φωνῇ τῇ Εὔᾳ τοῦτον προσφθέγγεσθαι, τὸν Θεὸν ἱστῶσι τῆς ἁμαρτίας αἴτιον. Ἀλλ’ οὐδὲ τῷ πονηρῷ δαίμονι ἐξὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἀλόγῳ φύσει λόγον χαρί‐
10σασθαι· ἐπεὶ οὐκ ἂν ἐπαύσατό ποτε πρὸς ἀπάτην δι’ ὄφεων καὶ θηρίων καὶ πετεινῶν τοῖς ἀνθρώποις διαλεγόμενος καὶ πλανῶν. Πόθεν δὲ καὶ θηρίον ὢν, ἤκουσε τῆς ἐντολῆς τῆς ὑπὸ Θεοῦ τῷ ἀνθρώπῳ, καὶ μόνῳ, μυστικῶς δοθείσης, μηδ’ αὐτῆς τῆς γυναικὸς τοῦτο μαθούσης; Διὰ τί μὴ μᾶλλον τῷ
15ἀνθρώπῳ, καὶ οὐ τῇ γυναικὶ προσέβαλε; Κἂν μὴ εἴπῃς, ὡς ἀσθενεστέρας ταύτης κατέδραμε· τοὐναντίον ἀνδρειοτέρα, ὡς βοηθὸς τοῦ ἀνθρώπου ἐφάνη ἐν τῇ παραβάσει τῆς ἐντολῆς. Αὕτη γὰρ καὶ ἀνταίρει μόνη τῷ ὄφει, καὶ μετά τινος στά‐
σεως καὶ φιλονεικίας καταπανουργηθεῖσα, τοῦ ξύλου ἔφαγεν·484
20ὁ δὲ Ἀδὰμ οὐδὲν ὅλως μαχεσάμενος, ἢ ἀντιλέξας, τοῦ καρ‐ ποῦ μετειλήφει δοθέντος παρὰ τῆς γυναικός· ὅπερ ἀσθενείας παντελοῦς καὶ νοὸς ἀνάνδρου ἐστὶν ἀπόδειξις. Ἡ μὲν γὰρ γυνὴ ὑπὸ δαίμονος καταπαλαισθεῖσα, συγγνωστὴ ὑπάρχει· ὁ δὲ Ἀδὰμ, ὡς ὑπὸ γυναικὸς ἡττηθεὶς ἀσύγγνωστος ἔσται, ὡς
25αὐτοπροσώπως τὴν ἐντολὴν αὐτὸς ὑπὸ Θεοῦ κομισάμενος· ἡ μὲν γὰρ γυνὴ, καὶ παρ’ αὐτοῦ Ἀδὰμ τῆς ἐντολῆς ἀκούσασα, εὐκαταφρονήτως διέκειτο, ἢ ὡς μὴ ἀξιωθεῖσα τὸν Θεὸν καὶ ταύτῃ λαλῆσαι, ἢ καὶ ὡς διστάζουσα, ἴσως καὶ νομίζουσα οἴκο‐ θεν τὸν [l. τοῦ] Ἀδὰμ τὴν ἐντολὴν αὐτῇ δοθῆναι. Πρὸς ἑαυτὴν
30ἰδιάζουσαν εὗρεν ὁ ὄφις, ἵνα δυνηθῇ κατ’ ἰδίαν αὐτῇ προσομι‐ λῆσαι. Ἐσθίουσαν δὲ αὐτὴν ἐκ τῶν ξύλων ἰδὼν, προσέβαλλε τὴν βρῶσιν τοῦ ξύλου, ἢ μὴ ἐσθίουσαν. Καὶ εἰ μὲν ἐσθίουσαν, πρόδηλον, ὅτι καὶ ἐν φθαρτῷ σώματι οὖσαν. Πᾶν γὰρ τὸ εἰς τὸ στόμα εἰσερχόμενον, εἰς ἀφεδρῶνα χωρεῖ. Εἰ οὖν
35φθαρτὴ, πρόδηλον ὅτι καὶ θνητή. Εἰ δὲ θνητὴ, οὐκέτι κατάρα, οὐδὲ ἀπόφασις ἦν ἐκείνη, ἡ φάσκουσα πρὸς τὸν ἄνθρωπον φωνὴ Θεοῦ, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καθὰ ἔχει ἡ τῶν πραγμάτων ἀλήθεια. Εἰ δὲ πάλιν οὐκ ἐσθίουσαν
ὁ ὄφις τὴν γυναῖκα ἐθεάσατο, πῶς εἰς βρῶσιν μετήγαγε τὴν485
40οὐδέποτε φαγοῦσαν; Τίς δὲ ὁ μηνύσας καὶ τούτῳ τῷ φο‐ νευτῇ παλαμναίῳ ὄφει, ὡς οὐκ εἰς πέρας ἔλθῃ ἡ πρὸς αὐτοὺς ἐκ Θεοῦ περὶ θανάτου ἀπόφασις, εἰπόντος, ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Καὶ οὐ μόνον, ἀλλ’ ὅτι σὺν τῇ ἀθρηξίᾳ καὶ τούτων διανοιχθήσονται οἱ ὀφθαλμοὶ, οἱ τὸ
45πρὶν ἀβλεποῦντες; Τῇ δὲ λεγομένῃ διανοίξει τὴν εἴσοδον τῷ θανάτῳ ποιήσαντες.

15

Ταῦτα πάλαι διὰ παραβολῶν λαλῶν ὁ Βαλαὰμ οὐκ ἐγινώσκετο· καὶ νῦν ὁ Χριστὸς παρὼν, καὶ ταῦτα πληρῶν, οὐκ ἐπιστεύετο· ὅθεν προβλέπων καὶ θαυμάζων λέγει· ὢ, ὢ,
τίς ζήσεται, ὅταν θῇ ταῦτα Θεός;486

16

Ἄνωθεν τὸν νόμον τῇ μετὰ τοὺς ᾑρημένους ἐν τῇ ἐρήμῳ γενεᾷ ἐπεξηγούμενος, ἐκδιδάσκει τὸ Δευτερονόμιον· οὐχ ὡς ἕτερον νόμον διδοὺς, παρὰ τὸν πάλαι τοῖς πατράσιν αὐτῶν ὡρισμένον· ἀλλ’ αὐτὸν τοῦτον ἀνακεφαλαιούμενος· ἵνα ἀκού‐
5σαντες τὰ συμβάντα τοῖς πατράσιν αὐτῶν, ἐξ ὅλης τῆς καρδίας φοβηθῶσι τὸν Θεόν.

17

Ἐξ ὧν ὁ Χριστὸς προετυπώθη, καὶ ἐπεγνώσθη, καὶ ἐγεν‐ νήθη· ἐν μὲν γὰρ τῷ Ἰωσὴφ προετυπώθη· ἐκ δὲ τοῦ Λευὶ καὶ τοῦ Ἰούδα τὸ κατὰ σάρκα, ὡς βασιλεὺς καὶ ἱερεὺς, ἐγεννήθη· διὰ δὲ τοῦ Συμεὼν ἐν τῷ ναῷ ἐπεγνώσθη· διὰ τοῦ
5Ζαβουλὼν ἐν τοῖς ἔθνεσιν ἐπιστεύθη, (ὥς φησιν ὁ προφήτης· γῆ Ζαβουλών·) διὰ δὲ τοῦ Βενιαμὶν, (τοῦ Παύλου), εἰς
πάντα τὸν κόσμον κηρυχθεὶς ἐδοξάσθη.487

18

Καὶ τοῦτο οὐκ ἀργῶς, ἀλλ’ ἵνα διὰ τοῦ ἀριθμοῦ τῶν δέκα ἄνδρων, Ἰησοῦν μεθ’ ἑαυτοῦ ἔχων φάνῃ βοηθὸν, οἷα καὶ ἀπὸ συμφώνου αὐτοῖς γεγονότος. Καὶ μὴ βουληθέντος ἐπι‐ κοινωνῆσαι οἷς ἔπραττον εἰδωλολατροῦντες, ἐπ’ αὐτὸν τὴν
5αἰτίαν ἀναφέρουσιν· ὅτι Ἱεροβάαλ δικαστήριον τοῦ Βάαλ λέγεται.

19

Λαβὲ πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυῆ. Ἔδει γὰρ ἐξ Αἰγύπτου Μωϋσῆν τὸν λαὸν ἐξαγαγεῖν, τὸν δὲ Ἰησοῦν εἰς τὴν κληροδοσίαν εἰσαγαγεῖν· καὶ τὸν μὲν Μωϋσῆν ὡς νόμον ἀνάπαυλαν λαμβάνειν, Ἰησοῦν δὲ ὡς λόγον, καὶ τοῦ
5ἐνυποστάτου Λόγου τύπον ἀψευδῆ, τῷ λαῷ δημηγορεῖν· καὶ
τὸν μὲν Μωϋσῆν τὸ μάννα τοῖς πατράσι τροφὴν διδόναι, τὸν δὲ Ἰησοῦν τὸν σῖτον, ἄρτι τὴν ἀπαρχὴν τῆς ζωῆς, τύπον τοῦ σώματος τοῦ Χριστοῦ, καθά φησι καὶ ἡ γραφὴ, ὅτι τότε ἐπαύσατο τὸ μάννα Κυρίου, μετὰ τὸ φαγεῖν τὸν σῖτον488
10λαὸν ἀπὸ τῆς γῆς.

20

Οὐ πορεύσῃ μετ’ αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν. Οὐ περὶ τοῦ λαοῦ αἰνίττεται, πάντες γὰρ κατεστρώθησαν· ἀλλὰ διὰ τὸ προδηλούμενον τοῦ Χριστοῦ μυστήριον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκ τῶν πατέρων κατὰ σάρκα γεννᾶσθαι, προδιδάσκει
5τὸ πνεῦμα τὸν ἄνδρα, μήποτε κατὰ ἄγνοιαν πορευθεὶς κατα‐ ράσηται τὸν λαόν. Οὐχ ὡς ἀρὰν ἰσχύουσαν παρὰ τὴν τοῦ Θεοῦ βούλησιν, ἀλλ’ εἰς ἔνδειξιν τῆς τοῦ Θεοῦ προνοίας, ἧς
εἶχε διὰ τοὺς προπάτορας εἰς αὐτούς.489

21

Καὶ οὗτος ἐπεβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ. Ἡ μὲν ὄνος τύπον εἶχε σώματος Χριστοῦ· ἐφ’ ὃν πάντες οἱ ἄνθρωποι ἐκ καμάτων ἀναπαυόμενοι, ὡς ὑπὸ ὀχήματος βαστάζονται. Τὸ γὰρ φορτίον τῶν ἡμετέρων ἁμαρτημάτων ὁ Σωτὴρ ἀνεδέξατο.
5Ὁ δὲ ἄγγελος ὀφθεὶς τῷ Βαλαὰμ, αὐτὸς ὁ Λόγος ἦν· εἶχε δὲ ἐν τῇ χειρὶ μάχαιραν, δηλονότι, ἣν εἶχεν ἄνωθεν ἐξουσίαν.

22

Οὐχ ὡς ἄνθρωπος ὁ Θεός. Δείκνυσιν, ὡς πάντες μὲν ἄνθρωποι ψεύδονται μεταφερόμενοι· ὁ δὲ Θεὸς οὐχ οὕτως·
ἀεὶ γὰρ μένει ἀληθὴς, ἐπιτελῶν ὅσα βούλεται.490

23

Ἀποδοῦναι ἐκδίκησιν παρὰ Κυρίου τῇ Μαδιάμ. Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ, ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προ‐ φήτης, ἀλλ’ ὡς μάντις λογισθήσεται· μὴ ἐμμείνας γὰρ τῇ
5τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετο μισθόν.

24

Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενὸς ἐστὶν, ἢ πλήρης· εἰ μὲν γὰρ οὐκ ἔχει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο τὴν ζωὴν Ἰησοῦν τὸν Χριστὸν, οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ
5νόμον τὸν οὐράνιον, οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν· εἰ δὲ κεχώρηκε τὸν εἰπόντα Θεὸν, ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, οὗτος οὐκ
ἔστι κενὸς, ἀλλὰ πλήρης.491

25

Τὸ μὲν οὖν παιδάριον τὸ χειραγωγοῦν τὸν Σαμψὼν προτυπωθήσεται εἰς Ἰωάννην τὸν Βαπτιστὴν, ἐπιδεικνύντα τῷ λαῷ τὴν εἰς Χριστὸν πίστιν. Ὁ δὲ οἶκος, εἰς ὃν ἦσαν συνηγ‐ μένοι, σημαίνεται εἶναι ὁ κόσμος, ἐν ᾧ κατῴκει τὰ ἀλλόφυλα
5ἔθνη καὶ ἄπιστα, θυσιάζοντα τοῖς εἰδώλοις αὑτῶν· οἱ δὲ δύο στύλοι, αἱ δύο διαθῆκαι. Τὸ οὖν ἐπαναπαυθῆναι τὸν Σαμψὼν ἐπὶ τοὺς στύλους, τὸ τὸν διδαχθέντα λαὸν ἐπιγνῶναι τὸ τοῦ Χριστοῦ μυστήριον.

26

Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισε ξύλον, καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον. Ὅπερ ἦν σημεῖον ἀναγωγῆς ψυχῶν διὰ ξύλου, ἐφ’ οὗ πέπονθεν ὁ ψυχὰς ἀνάγειν δυνάμενος, ἀκο‐
5λουθούσας ἀνόδῳ τῇ ἑαυτοῦ. Οὗ καὶ ἐκεῖνο γνώρισμα, τὸ
ἀναβῆναι ψυχὰς πολλὰς καὶ ἐν τοῖς σώμασιν ὀφθῆναι, ἅμα τῇ καθόδῳ τῆς ἁγίας ψυχῆς Χριστοῦ. Ὡς γὰρ τὸ κουφότα‐ τον ξύλον ὑποβρύχιον γέγονεν, ὁ δὲ βαρύτατος ἐπεπόλασε σίδηρος· οὕτω τοῦ Θεοῦ λόγου ἑνώσει, τῇ καθ’ ὑπόστασιν492
10φυσικῇ, ἑνωθέντος τῇ σαρκὶ, τὸ βαρὺ καὶ γεῶδες ὑπὸ τῆς θείας φύσεως εἰς οὐρανοὺς ἀνελήφθη μετὰ τὴν ἀνάστασιν ἀφθαρτισθέν.

27

Τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον πρὸς Ἰουδαίους ἐγράφη· οὗτοι γὰρ ἐπεθύμουν πάνυ σφόδρα ἐκ σπέρματος Δαβὶδ Χριστόν. Ὁ δὲ Ματθαῖος, καὶ ἔτι μᾶλλον σφοδροτέραν ἔχων τὴν τοιαύτην ἐπιθυμίαν, παντοίως ἔσπευδε πληροφορίαν παρ‐
5έχειν αὐτοῖς, ὡς εἴη ἐκ σπέρματος Δαβὶδ ὁ Χριστός· διὸ καὶ ἀπὸ τῆς γενέσεως αὐτοῦ ἤρξατο.

28

Ἡ ἀξίνη πρὸς τὴν ῥίζαν, φησί· διεγείρων πρὸς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ τῷ φόβῳ καθαίρων, καὶ παρασκευάζων καρπὸν ὥριμον φέρειν.493

29

Ἴδε κόκκος σινάπεως διὰ παραβολῆς δεικνύμενος, καὶ λόγον ἐνουράνιον, σπέρματος δίκην ἐν κόσμῳ, ὡς ἐν ἀγρῷ, σπειρόμενον, ἔχοντος ἐν ἑαυτῷ τὸ πυῤῥακὲς καὶ αὐστηρὸν τῆς δυνάμεως. Κριτὴς γὰρ τοῦ παντὸς κόσμου ἐκηρύσσετο· οὗτος
5ἐν τῇ καρδίᾳ τῆς γῆς, ἐν χώματι κρυβεὶς, καὶ τριημέρῳ μέγιστον δένδρον γεννηθεὶς, ἐξέτεινε τοὺς ἑαυτοῦ κλάδους εἰς τὰ πέρατα τῆς γῆς. Ἐκ τούτου προκύψαντες οἱ δώδεκα Ἀπό‐ στολοι, κλάδοι ὡραῖοι καὶ εὐθαλεῖς γενηθέντες, σκέπη ἐγενή‐ θησαν τοῖς ἔθνεσιν, ὡς πετεινοῖς οὐρανοῦ, ὑφ’ ὧν κλάδων
10σκεπασθέντες οἱ πάντες, ὡς ὄρνεα ὑπὸ καλιὰν συνελθόντα, μετέλαβον τῆς ἐξ αὐτῶν προερχομένης ἐδωδίμου καὶ ἐπου‐
ρανίου τροφῆς.494

30

Νῦν δὲ ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ γῆς ἀνεργάστου πεπλασμένου, ἁμαρτωλοὶ κατέστη‐ σαν οἱ πολλοὶ, καὶ ἀπέβαλον τὴν ζωήν· οὕτως ἔδει καὶ δι’ ὑπακοῆς ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ παρθένου γεγεννη‐
5μένου, δικαιωθῆναι πολλοὺς, καὶ ἀπολαβεῖν τὴν σωτηρίαν.

31

Ἰώσηπός φησιν, ὅτι ἡνίκα ἐν βασιλείοις ἐτρέφετο Μωϋσῆς, στρατηγὸς χειροτονηθεὶς κατὰ τῶν Αἰθιόπων, καὶ νικήσας, ἠγάγετο τὴν τοῦ βασιλέως ἐκείνου θυγατέρα· ἐπείπερ πόθῳ τῷ πρὸς αὐτὸν προδίδωσιν αὐτῷ τὴν πόλιν.
5 Τί δήποτε τῶν δύο λοιδορησάντων, ἐκείνη δίκας ᾐτήθη μόνη; πρῶτον, ἐπειδὴ μεῖζον ἦν τῆς γυναικὸς τὸ πλημμέλημα· τῷ ἄῤῥενι γὰρ καὶ ἡ φύσις καὶ ὁ νόμος ὑποτάττει τὸ θῆλυ·
ἤτε εἶχέ τινα μετρίαν συγγνώμην ὁ Ἀαρὼν, ὡς τῷ χρόνῳ πρεσβύτερος, καὶ ὡς ἀρχιερωσύνης ἠξιωμένος. Πρὸς δὲ τούτοις495
10ἐπεὶ ἀκάθαρτος ὁ λεπρὸς ἐδόκει εἶναι κατὰ τὸν νόμον, ῥίζα δὲ τῶν ἱερέων καὶ κρηπὶς ἦν ὁ Ἀαρὼν, ἵνα μὴ εἰς ἅπαν διαβῇ τὸ γένος τὸ ὄνειδος, τὴν ἴσην οὐκ ἐπήγαγεν αὐτῷ τιμωρίαν, ἀλλὰ διὰ τῆς ἀδελφῆς ἐφόβησεν ὁμοῦ τε καὶ ἐπαίδευσεν. Οὕτω γὰρ αὐτὸν τὸ πάθος ἠνίασεν, ὅτι πρώτης τοῦτο δεξα‐
15μένης, αὐτὸς τὸν ἠδικημένον ἱκέτευσε λῦσαι τῇ πρεσβείᾳ τὴν συμφοράν. Ὁ δὲ οὐκ ἠμέλησεν, ἀλλ’ αὐτίκα τὴν ἱκετηρίαν προσήνεγκεν. Εἶτα ὁ φιλάνθρωπος Κύριος ἐδίδαξεν, ὡς οὐ καταδικαστικῶς αὐτὴν, ἀλλὰ πατρικῶς ἐπαίδευσεν· ἔφη γὰρ, Εἰ ὁ πατὴρ αὐτῆς ἐμπαίων ἐνέπαισεν εἰς τὸ πρόσωπον αὐτῆς,
20οὐκ ἐντραπήσεται; ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς παρ‐ εμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται.

32

Ἐπειδὴ τινὲς οὐκ οἶδ’ ὁπόθεν κινηθέντες, δι’ ἡμισείας τὸ δημιουργικὸν τοῦ Θεοῦ παραιροῦνται, μόνου τοῦ ποιοῦ τοῦ
περὶ ὕλην αἴτιον αὐτὸν λέγοντες, ἀγέννητον αὐτὴν τὴν ὕλην εἰπόντες, φέρε πυθώμεθα αὐτῶν, τί ποτε καὶ ... ἀμετάβλητον·496
5ἀμετάβλητος ἄρα ἡ ὕλη· εἰ ἀμετάβλητος ἡ ὕλη, τὸ δὲ ἀμετά‐ βλητον οὐ τρέπεται κατὰ ποιότητα, οὐ κοσμοποιεῖται. Δι’ οὗ παρέλκον αὐτοῖς φαίνεται, τὸν Θεὸν ἐπιβάλλειν ποιότητας τῇ ὕλη, ὅλως τῆς ὕλης οὐκ ἐπιδεχομένης τροπὴν, ἀγεννήτου κατ’ αὐτὴν τυγχανούσης. Ἔτι εἰ ἀγέννητος ἡ ὕλη, πάντως
10κατὰ τινὰ ποιότητα πεποίηται, καὶ ταύτην ἄτρεπτον, οὐκ ἂν εἴη πλειόνων ποιοτήτων δεκτική· οὐδ’ ἂν κοσμοποιοῖτο· μὴ κοσμοποιουμένη δὲ, ἐκτὸς ποιεῖ τὸν Θεὸν δι’ ὅλων τοῦ δημι‐ ουργεῖν.

33

Καὶ ἐβαπτίσατό, φησιν, ἐν τῷ Ἰορδάνῃ ἑπτάκις. Οὐ μάτην πάλαι Ναιμὰν λεπρὸς ὢν βαπτισθεὶς ἐκαθαίρετο, ἀλλ’ εἰς ἔνδειξιν ἡμετέραν· οἳ λεπροὶ ὄντες ἐν ταῖς ἁμαρτίαις διὰ τοῦ ἁγίου ὕδατος καὶ τῆς τοῦ Κυρίου ἐπικλήσεως καθαρι‐
5ζόμεθα τῶν παλαιῶν παραπτωμάτων, ὡς παιδία νεόγονα πνευματικῶς ἀναγεννώμενοι, καθὼς καὶ ὁ Κύριος ἔφη· ἐὰν μή τις ἀναγεννηθῇ δι’ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.497

34

Εἰ τὸ Ἐλισσαίου σῶμα νεκρωθὲν νεκρὸν ἤγειρε, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τὰ νεκρὰ σώματα τῶν ἀνθρώπων ζωο‐ ποιήσας ἄξει ἐπὶ τὴν κρίσιν;

35

Ἔστι μὲν οὖν ἡ γνῶσις ἡ ἀληθινὴ ἡ κατὰ Χριστὸν σύνεσις, ἣν ὁ Παῦλος καλεῖ τὴν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται, ὁ λόγος τοῦ σταυροῦ, οὗ ἐάνπερ τις γεύσηται, οὐ μὴ ἂν προσ‐
5ελεύσεται ταῖς παραδιατριβαῖς καὶ λογομαχίαις τῶν τετυ‐ φωμένων καὶ φυσιουμένων, τῶν ἃ μὴ ἑωράκασιν ἐμβατευόντων. Ἀσχημάτιστος γὰρ ἡ ἀλήθεια καὶ ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, ὡς ὁ αὐτὸς ἀπό‐ στολος λέγει, εὐμ... τοῖς πειθομένοις. Ὁμοίους γὰρ Χριστῷ498
10ἡμᾶς ποιεῖ, εἰ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοι‐ νωνίαν τῶν αὐτοῦ παθημάτων γνῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἐπιλογὴ τῆς ἀποστολικῆς διδασκαλίας καὶ τῆς ἁγιωτάτης πίστεως τῆς ἡμῖν παραδοθείσης, ἣν οἱ ἰδιῶται δέχονται καὶ οἱ ὀλιγομαθεῖς ἐδίδαξαν, οἱ ταῖς γενεαλογίαις ταῖς ἀπεράντοις
15οὐ προσέχοντες, ἀλλὰ μᾶλλον περὶ τὴν τοῦ βίου ἐπανόρθωσιν σπουδάζοντες, ἵνα μὴ τοῦ θείου πνεύματος ἀποστερηθέντες ἀποτύχωσι τῆς βασιλείας τῶν οὐρανῶν. Τὸ γὰρ πρῶτον μέν
ἐστι τὸ ἀπαρνῆσαι σεαυτὸν καὶ τὸ ἀκολουθῆσαι τῷ Χριστῷ, καὶ οἱ ταῦτα ποιοῦντες εἰς τελειότητα φέρονται, πᾶν τὸ θέ‐499
20λημα τοῦ διδασκάλου πεπληρωκότες, υἱοὶ Θεοῦ διὰ τῆς παλιγ‐ γενεσίας τῆς πνευματικῆς γινόμενοι καὶ τῆς βασιλείας τῶν οὐρανῶν κληρονόμοι, ἣν πρῶτον ζητοῦντες οὐκ ἀφεθήσονται.

36

Οἱ ταῖς δευτέραις τῶν ἀποστόλων διατάξεσι παρηκολου‐ θηκότες ἴσασι, τὸν Κύριον νέαν προσφορὰν ἐν τῇ καινῇ δια‐ θήκῃ καθεστηκέναι, κατὰ τὸ Μαλαχίου τοῦ προφήτου· Διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται
5ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· ὥσπερ καὶ ὁ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει λέγει· Τὰ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων· καὶ ὁ Παῦλος παρακαλεῖ ἡμᾶς παραστῆσαι τὰ σώ‐ ματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν500
10λογικὴν λατρείαν ἡμῶν. Καὶ πάλιν· ἀναφέρωμεν θυσίαν αἰέσεως τουτέστι καρπὸν χειλέων. Αὗται μὲν αἱ προσφοραὶ
οὐ κατὰ τὸν νόμον εἰσὶν, οὗ τὸ χειρόγραφον ἐξαλείψας ὁ Κύριος ἐκ τοῦ μέσου ᾖρεν, ἀλλὰ κατὰ πνεῦμα, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν τὸν Θεόν. Διότι καὶ ἡ501
15προσφορὰ τῆς εὐχαριστίας οὐκ ἔστι σαρκικὴ, ἀλλὰ πνευμα‐ τικὴ καὶ ἐν τούτῳ καθαρά. Προσφέρομεν γὰρ τῷ Θεῷ τὸν ἄρτον καὶ τὸ ποτήριον τῆς εὐλογίας, εὐχαριστοῦντες αὐτῷ ὅτι τῇ γῇ ἐκέλευσεν ἐκφῦσαι τοὺς καρποὺς τούτους εἰς τρο‐ φὴν ἡμετέραν, καὶ ἐνταῦθα τὴν προσφορὰν τελέσαντες ἐκκα‐
20λοῦμεν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπως ἀποφήνῃ τὴν θυσίαν ταύ‐ την καὶ τὸν ἄρτον σῶμα τοῦ Χριστοῦ, καὶ τὸ ποτήριον502
τὸ αἷμα τοῦ Χριστοῦ, ἵνα οἱ μεταλαβόντες τούτων τῶν ἀντιτύπων, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τῆς ζωῆς αἰωνίου503
τύχωσιν. Οἱ οὖν ταύτας τὰς προσφορὰς ἐν τῇ ἀναμνήσει504
25τοῦ Κυρίου ἄγοντες, οὐ τοῖς τῶν Ἰουδαίων δόγμασι προσ‐ έρχονται, ἀλλὰ πνευματικῶς λειτουργοῦντες τῆς σοφίας υἱοὶ κληθήσονται.

37

Ἔταξαν οἱ Ἀπόστολοι, μὴ δεῖναι ἡμᾶς κρίνειν τινὰ ἐν βρώσει καὶ ἐν πόσει καὶ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων. Πόθεν οὖν αὗται αἱ μάχαι, πόθεν τὰ σχίσ‐ ματα; ἑορτάζομεν, ἀλλ’ ἐν ζύμῃ κακίας καὶ πονηρίας, τὴν
5ἐκκλησίαν τοῦ Θεοῦ διαῤῥίπτοντες, καὶ τὰ ἐκτὸς τηροῦμεν, ἵνα τὰ κρείττονα, τὴν πίστιν καὶ ἀγάπην ἀποβάλλωμεν. Ταύτας οὖν ἑορτὰς καὶ νηστείας ἀπαρέσκειν τῷ Κυρίῳ ἐκ τῶν προφητικῶν λόγων ἠκούσαμεν.505

38

Χριστὸς ὁ πρὸ αἰώνων κληθεὶς Θεοῦ Υἱὸς ἐν τῷ πληρώματι τοῦ καιροῦ ὤφθη, ἵνα ἡμᾶς, τοὺς ὑπὸ τῆς ἁμαρ‐ τίας ὄντας, διὰ τοῦ αἵματος αὐτοῦ καθαρίσῃ, ἁγνοὺς τῷ πατρὶ υἱοὺς παραστήσας, εἰ τῇ παιδείᾳ τοῦ πνεύματος εὐ‐
5πειθεῖς ἡμᾶς παρέχωμεν. Καὶ ἐν τῷ τέλει τῶν καιρῶν μέλλει ἔρχεσθαι εἰς τὸ καταργῆσαι πᾶν τὸ κακὸν, καὶ εἰς τὸ ἀποκαταλλάξαι τὰ πάντα, ἵνα ᾖ πάντων τῶν μιασμάτων
τὸ τέλος.506

39

Καὶ εὗρε σιαγόνα ὄνου· Σημειωτέον, ὅτι οὐκέτι ἡ θεία γραφὴ μετὰ τὴν πορνείαν τοῖς παρ’ αὐτοῦ κατωρθωμένοις ἐφθέγξατο τὸ, Ἥλατο ἐπ’ αὐτὸν πνεῦμα Κυρίου· οὕτω γὰρ τὸ τῆς πορνείας ἁμάρτημα πρὸς τὸ σῶμα, ὡς περὶ Θεοῦ
5ναὸν ἁμαρτάνεται, κατὰ τὸν θεῖον Ἀπόστολον.

40

Τοῦτο σημαίνει τὸν διωγμὸν τὸν κατὰ τῆς ἐκκλη‐ σίας παρὰ τῶν ἔτι μενόντων ἐν τῇ ἀπιστίᾳ ἐθνῶν. Ἀλλ’
ἤλπισεν ὁ ταῦτα πάσχων, ὡς ἔσται ἐκδίκησις κατὰ τῶν πολεμούντων. Διὰ τίνος δὲ ἡ ἐκδίκησις; Πρῶτον μὲν διὰ τοῦ507
5καταφυγεῖν ἐπὶ τὴν νοητὴν πέτραν, δεύτερον δὲ διὰ τοῦ εὑρεῖν σιαγόνα ὄνου. Τύπος δὲ τῆς σιαγόνος τὸ σῶμα τοῦ Χριστοῦ.

41

Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ
βασιλείας.508

42

Προφητείᾳ ἐν αὐτοῖς ἐσημαίνετο, ὡς παραβάτης γενό‐ μενος ὁ λαὸς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν σφιγγίσεται. Τὸ δὲ λυθῆναι αὐτοῦ αὐτομάτως τὰ δεσμὰ σημαίνει, ὡς με‐ τανοήσας πάλιν λυθήσεται ἐκ τῶν τῆς ἁμαρτίας δεσμῶν.

43

Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην μεταπεῖσαι ψυχήν.

44

Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ. Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προφήτης, ἀλλ’ ὡς μάντις λογισθήσεται. Μὴ ἐμμείνας γὰρ
5τῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντε‐
λάβετο μισθόν.509

45

Θεὸς αἰῶνος, ὀνομασθεὶς Θεὸς τοῖς ἀπίστοις, τουτέστιν ὁ Σατανᾶς.

46

Λύει τῷ Ζαχαρίᾳ τὴν σιωπὴν γεννηθεὶς ὁ Ἰωάννης. Καὶ γὰρ οὐκ ἐπράϋνε [l. ἐβάρυνε] τὸν πατέρα, τῆς φωνῆς σιωπᾶν προελθούσης· ἀλλ’ ὥσπερ ἀπιστηθεῖσα τὴν γλῶσσαν ἔδησεν, οὕτω φανερωθεῖσαν δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν·
5ᾧ καὶ εὐηγγελίσθη καὶ ἐγεννήθη. Φωνὴ δὲ καὶ λύχνος λόγου καὶ φωτὸς πρόδρομος.

47

Εἰς τί δὲ καὶ τὸ ἐν πόλει Δαβὶδ πρόσκειται, εἰ μὴ
ἵνα διὰ τὴν ὑπὸ Θεοῦ γεγενημένην τῷ Δαβὶδ ὑπόσχεσιν, ὅτι ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιος ἔσται βασιλεὺς, πεπλη‐510
ρωμένην εὐαγγελίσηται.511