TLG 1447 002 :: IRENAEUS :: Adversus haereses (liber 3) IRENAEUS Theol. Adversus haereses (liber 3) Citation: Section — (line) | ||
1 | Ὁ μὲν δὴ Ματθαῖος ἐν τοῖς Ἑβραίοις τῇ ἰδίᾳ αὐτῶν διαλέκτῳ καὶ γραφὴν ἐξήνεγκεν εὐαγγελίου, τοῦ Πέτρου καὶ τοῦ Παύλου ἐν Ῥώμῃ εὐαγγελιζομένων καὶ θεμελιούντων τὴν ἐκκλησίαν. Μετὰ δὲ τὴν τούτων ἔξοδον, Μάρκος, ὁ | |
---|---|---|
5 | μαθητὴς καὶ ἑρμηνευτὴς Πέτρου, καὶ αὐτὸς τὰ ὑπὸ Πέτρου κηρυσσόμενα ἐγγράφως ἡμῖν παραδέδω‐ κεν. Καὶ Λουκᾶς δέ, ὁ ἀκόλουθος Παύλου, τὸ ὑπ’ ἐκείνου κηρυσσόμενον εὐαγγέλιον ἐν βίβλῳ κατέθετο. Ἔπειτα Ἰωάννης, ὁ μαθητὴς τοῦ Κυρίου, ὁ καὶ ἐπὶ τὸ | 22 |
10 | στῆθος αὐτοῦ ἀναπεσών, καὶ αὐτὸς ἐξέδωκεν τὸ εὐαγγέ‐ | |
λιον, ἐν Ἐφέσῳ τῆς Ἀσίας διατρίβων. | 24 | |
2 | Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην | |
μεταπεῖσαι ψυχήν. | 28 | |
3 | Θεμελιώσαντες οὖν καὶ οἰκοδομήσαντες οἱ μακά‐ | |
ριοι ἀπόστολοι τὴν ἐκκλησίαν, Λίνῳ τὴν τῆς ἐπισκοπῆς λειτουργίαν ἐνεχείρισαν· τούτου τοῦ Λίνου Παῦλος ἐν ταῖς πρὸς Τιμόθεον ἐπιστολαῖς μέμνηται. Δια‐ | 32 | |
5 | δέχεται δὲ αὐτὸν Ἀνέγκλητος. Μετὰ τοῦτον δὲ τρίτῳ τόπῳ ἀπὸ τῶν ἀποστόλων τὴν ἐπισκοπὴν κληροῦται Κλήμης, ὁ καὶ ἑωρακὼς τοὺς μακαρίους ἀποστόλους καὶ συμβε‐ βληκὼς αὐτοῖς, καὶ ἔτι ἔναυλον τὸ κήρυγμα τῶν ἀποστό‐ λων καὶ τὴν παράδοσιν πρὸ ὀφθαλμῶν ἔχων, οὐ μόνος· | |
10 | ἔτι γὰρ πολλοὶ ὑπελείποντο τότε ὑπὸ τῶν ἀποστόλων δεδιδαγμένοι. Ἐπὶ τούτου οὖν τοῦ Κλήμεντος στάσεως οὐκ ὀλίγης τοῖς ἐν Κορίνθῳ γενομένης ἀδελφοῖς, ἐπέ‐ στειλεν ἡ ἐν Ῥώμῃ ἐκκλησία ἱκανωτάτην γραφὴν τοῖς Κορινθίοις, εἰς εἰρήνην συμβιβάζουσα αὐτοὺς καὶ ἀνα‐ | |
15 | νεοῦσα τὴν πίστιν αὐτῶν καὶ ἣν νεωστὶ ἀπὸ τῶν ἀποστόλων | |
παράδοσιν εἰλήφει. | 34 | |
4 | Τὸν δὲ Κλήμεντα τοῦτον διαδέχεται Εὐάρεστος, καὶ τὸν Εὐάρεστον Ἀλέξανδρος, εἶθ’ οὕτως ἕκτος ἀπὸ τῶν ἀποστόλων καθίσταται Ξύστος, μετὰ δὲ τοῦτον Τελεσφό‐ ρος, ὃς καὶ ἐνδόξως ἐμαρτύρησεν· ἔπειτα Ὑγῖνος, εἶτα Πίος, | |
5 | μεθ’ ὃν Ἀνίκητος· διαδεξαμένου τὸν Ἀνίκητον Σωτῆρος, | |
νῦν δωδεκάτῳ τόπῳ τὸν τῆς ἐπισκοπῆς ἀπὸ τῶν ἀποστόλων κατέχει κλῆρον Ἐλεύθερος. Τῇ αὐτῇ τάξει καὶ τῇ αὐτῇ διδαχῇ ἥ τε ἀπὸ τῶν ἀποστόλων ἐν τῇ ἐκκλησίᾳ παράδοσις καὶ τὸ τῆς ἀληθείας κήρυγμα κατήν‐ | 36 | |
10 | τηκεν εἰς ἡμᾶς. | |
5(2) | Καὶ Πολύκαρπος δὲ οὐ μόνον ὑπὸ ἀποστόλων μαθη‐ τευθεὶς καὶ συναναστραφεὶς πολλοῖς τοῖς τὸν Κύριον ἑωρακόσιν, ἀλλὰ καὶ ὑπὸ ἀποστόλων κατασταθεὶς εἰς τὴν | |
5 | Ἀσίαν ἐν τῇ ἐν Σμύρνῃ ἐκκλησίᾳ ἐπίσκοπος, ὃν καὶ ἡμεῖς | |
ἑωράκαμεν ἐν τῇ πρώτῃ ἡμῶν ἡλικίᾳ—ἐπὶ πολὺ γὰρ παρέμεινεν καὶ πάνυ γηραλέος ἐνδόξως καὶ ἐπιφανέστατα μαρτυρήσας ἐξῆλθεν τοῦ βίου—, ταῦτα διδάξας ἀεὶ ἃ καὶ παρὰ τῶν ἀποστόλων ἔμαθεν, ἃ καὶ ἡ | 38 | |
10 | ἐκκλησία παραδίδωσιν, ἃ καὶ μόνα ἐστὶν ἀληθῆ. Μαρτυ‐ ροῦσι τούτοις αἱ κατὰ τὴν Ἀσίαν ἐκκλησίαι πᾶσαι καὶ οἱ μέχρι νῦν διαδεδεγμένοι τὸν Πολύκαρπον, πολλῷ ἀξιοπιστότερον καὶ βεβαιότερον ἀληθείας μάρτυρα ὄντα Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ τῶν λοιπῶν κακογνωμόνων. | |
15 | Ὃς καὶ ἐπὶ Ἀνικήτου ἐπιδημήσας τῇ Ῥώμῃ, πολλοὺς ἀπὸ τῶν προειρημένων αἱρετικῶν ἐπέστρεψεν εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ, μίαν καὶ μόνην ταύτην ἀλήθειαν κηρύξας ὑπὸ τῶν ἀποστόλων παρειληφέναι τὴν ὑπὸ τῆς ἐκκλησίας παραδιδομένην. Καὶ εἰσὶν οἱ ἀκηκοότες | |
20 | αὐτοῦ ὅτι Ἰωάννης ὁ τοῦ Κυρίου μαθητὴς ἐν τῇ Ἐφέσῳ πορευθεὶς λούσασθαι καὶ ἰδὼν ἔσω Κήρινθον ἐξήλατο τοῦ βαλανείου μὴ λουσάμενος, ἀλλ’ ἐπειπών· «Φύγωμεν, μὴ καὶ τὸ βαλανεῖον συμπέσῃ, ἔνδον ὄντος Κηρίνθου τοῦ τῆς ἀληθείας ἐχθροῦ.» Καὶ αὐτὸς δὲ ὁ | 40 |
25 | Πολύκαρπος Μαρκίωνί ποτε εἰς ὄψιν αὐτῷ ἐλθόντι καὶ φήσαντι· «Ἐπιγίνωσκε ἡμᾶς», ἀπεκρίθη· «Ἐπιγινώσκω, ἐπιγινώσκω τὸν πρωτότοκον τοῦ Σατανᾶ.» Τοσαύτην οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ αὐτῶν ἔσχον εὐλάβειαν πρὸς τὸ μηδὲ μέχρι λόγου κοινωνεῖν τινι τῶν παραχαρασσόντων | |
30 | τὴν ἀλήθειαν, ὡς καὶ Παῦλος ἔφησεν· «Αἱρετικὸν ἄνθρω‐ πον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκα‐ τάκριτος.» Ἔστιν δὲ καὶ ἐπιστολὴ Πολυκάρπου πρὸς | |
Φιλιππησίους γεγραμμένη ἱκανωτάτη, ἐξ ἧς καὶ τὸν | 42 | |
35 | χαρακτῆρα τῆς πίστεως αὐτοῦ καὶ τὸ κήρυγμα τῆς ἀληθείας οἱ βουλόμενοι καὶ φροντίζοντες τῆς ἑαυτῶν σωτηρίας δύνανται μαθεῖν. | |
6 | Ἀλλὰ καὶ ἡ ἐν Ἐφέσῳ ἐκκλησία ὑπὸ Παύλου μὲν τεθεμελιωμένη, Ἰωάννου δὲ παραμείναντος αὐτοῖς μέχρι τῶν Τραϊανοῦ χρόνων, μάρτυς ἀληθής ἐστιν τῆς τῶν | |
ἀποστόλων παραδόσεως. | 44 | |
7 | Οὐαλεντῖνος μὲν γὰρ ἦλθεν εἰς Ῥώμην ἐπὶ Ὑγίνου· ἤκμασε δὲ ἐπὶ Πίου καὶ παρέμεινεν ἕως Ἀνικήτου. Κέρδων δὲ ὁ πρὸ Μαρκίωνος, καὶ αὐτὸς ἐπὶ Ὑγίνου, ὃς ἦν ἔνατος ἐπίσκοπος, εἰς τὴν ἐκκλησίαν ἐλθὼν καὶ ἐξομολογούμενος | |
5 | οὕτως διετέλεσε, ποτὲ μὲν λαθροδιδασκαλῶν, ποτὲ δὲ πάλιν ἐξομολογούμενος, ποτὲ δὲ ἐλεγχόμενος ἐφ’ οἷς ἐδί‐ | |
δασκε κακῶς καὶ ἀφιστάμενος τῆς τῶν ἀδελφῶν συνοδίας. | 50 | |
8 | Ὃν ὁ Κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπι‐ φανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ’ | |
ἐνέργειαν τοῦ Σατανᾶ. | 84 | |
5 | Οὐ γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ λέγει κατ’ ἐνέργειαν τοῦ Σατανᾶ γίνεσθαι, ἀλλὰ τὴν παρου‐ | |
σίαν τοῦ ἀνόμου, ὃν Ἀντίχριστον λέγομεν. | 86 | |
9(2) | Ἔτι φησὶν ἐπὶ τοῦ βαπτίσματος ὁ Ματθαῖος· «Ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε Πνεῦμα Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον | |
5 | εἰς αὐτόν. Καὶ ἰδοὺ φωνὴ ἐξ οὐρανοῦ λέγουσα· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.» Οὐ γὰρ τότε κατῆλθεν ὁ Χριστὸς εἰς τὸν Ἰησοῦν, οὐδὲ ἄλλος μὲν ὁ Χριστὸς ἄλλος δὲ ὁ Ἰησοῦς, ἀλλ’ ὁ Λόγος τοῦ Θεοῦ ὁ Σωτὴρ πάντων καὶ κυριεύων οὐρανοῦ καὶ γῆς, οὗτός | 106 |
10 | ἐστιν Ἰησοῦς, καθὼς προεδιδάξαμεν, προσλαβόμενος σάρκα καὶ χρισθεὶς ὑπὸ τοῦ Πατρὸς τῷ Πνεύματι, Χριστὸς | |
Ἰησοῦς ἐγίνετο, καθὼς Ἠσαΐας φησίν. | 108 | |
10 | Εἰς τί δὲ καὶ τὸ «ἐν πόλει Δαυὶδ» προσέθηκαν, εἰ μὴ ἵνα τὴν ὑπὸ Θεοῦ γεγενημένην τῷ Δαυὶδ ὑπόσχεσιν, ὅτι ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιος ἔσται Βασιλεύς, πεπληρωμένην εὐαγγελίσωνται; | |
5 | Ἣν ὁ Δημιουργὸς τοῦδε τοῦ παντὸς πεποίητο ἐπαγγελίαν. | 128 |
11 | Τί δήποτε οὔτε πλείονα οὔτε ἐλάττονα τὸν ἀριθμόν εἰσι τὰ εὐαγγέλια; Ἐπεὶ γὰρ τέσσαρα κλίματα τοῦ κόσμου ἐν ᾧ ἐσμὲν καὶ τέσσαρα καθολικὰ πνεύματα, κατέσπαρται δὲ ἡ ἐκκλησία ἐπὶ πάσης τῆς γῆς, στῦλος | |
5 | δὲ καὶ στήριγμα ἐκκλησίας τὸ εὐαγγέλιον καὶ Πνεῦμα ζωῆς, εἰκότως τέσσαρας ἔχειν αὐτὴν στύλους πανταχόθεν πνέοντας τὴν ἀφθαρσίαν καὶ ἀναζωπυροῦντας τοὺς ἀνθρώπους. Ἐξ ὧν φανερὸν ὅτι ὁ τῶν ἁπάντων Τεχνίτης Λόγος, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ καὶ | 160 |
10 | συνέχων τὰ πάντα, φανερωθεὶς τοῖς ἀνθρώποις ἔδωκεν ἡμῖν τετράμορφον τὸ εὐαγγέλιον, ἑνὶ δὲ Πνεύματι συνε‐ χόμενον. Καθὼς ὁ Δαυὶδ αἰτούμενος αὐτοῦ τὴν παρουσίαν φησίν· «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι.» Καὶ γὰρ τὰ Χερουβὶμ τετραπρόσωπα καὶ τὰ πρό‐ | |
15 | σωπα αὐτῶν εἰκόνες τῆς πραγματείας τοῦ Υἱοῦ τοῦ Θεοῦ. «Τὸ μὲν γὰρ πρῶτον ζῷον», φησίν, «ὅμοιον λέοντι», τὸ ἔμπρακτον αὐτοῦ καὶ ἡγεμονικὸν καὶ βασιλικὸν χαρα‐ | |
κτηρίζον· «τὸ δὲ δεύτερον ὅμοιον μόσχῳ», τὴν ἱερουρ‐ γικὴν καὶ ἱερατικὴν τάξιν ἐμφαῖνον· «τὸ | 162 | |
20 | δὲ τρίτον ἔχον πρόσωπον ἀνθρώπου», τὴν κατὰ ἄνθρω‐ πον αὐτοῦ παρουσίαν φανερώτατα διαγράφον· «τὸ δὲ τέταρτον ὅμοιον ἀετῷ πετωμένῳ», τὴν τοῦ Πνεύματος ἐπὶ τὴν ἐκκλησίαν ἐφιπταμένου δόσιν σαφηνίζον. Καὶ τὰ εὐαγγέλια οὖν τούτοις σύμφωνα, ἐν οἷς ἐγκαθέζεται | |
25 | Χριστός. Τὸ μὲν γὰρ κατὰ Ἰωάννην τὴν ἀπὸ τοῦ Πατρὸς ἡγεμονικὴν αὐτοῦ καὶ ἔνδοξον γενεὰν ἐκδιηγεῖται, λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, | |
καὶ Θεὸς ἦν ὁ Λόγος.» Τὸ δὲ κατὰ Λουκᾶν, ἅτε ἱερατικοῦ χαρακτῆρος ὑπάρχων, ἀπὸ Ζαχα‐ | 164 | |
30 | ρίου τοῦ ἱερέως θυμιῶντος τῷ Θεῷ ἤρξατο· ἤδη γὰρ ὁ σιτευτὸς ἡτοιμάζετο μόσχος, ὑπὲρ τῆς ἀνευρέσεως τοῦ νεωτέρου παιδὸς μέλλων θύεσθαι. Τὸ δὲ κατὰ Ματθαῖον τὴν κατὰ ἄνθρωπον αὐτοῦ γέννησιν κηρύττει, λέγων· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ | |
35 | Δαυίδ, υἱοῦ Ἀβραάμ.» Τὸ δὲ κατὰ Μάρκον ἀπὸ τοῦ προφητικοῦ Πνεύματος, τοῦ ἐξ ὕψους ἐπιόντος τοῖς ἀνθρώποις, τὴν ἀρχὴν ἐποιήσατο λέγων· «Ἀρχὴ τοῦ | |
εὐαγγελίου, ὡς γέγραπται ἐν Ἠσαΐᾳ τῷ προφήτῃ.» Καὶ αὐτὸς δὲ ὁ Λόγος τοῦ Θεοῦ τοῖς μὲν | 166 | |
40 | πρὸ Μωϋσέως πατριάρχαις κατὰ τὸ θεϊκὸν καὶ ἔνδοξον ὡμίλει, τοῖς δὲ ἐν τῷ νόμῳ ἱερατικὴν τάξιν ἀπένειμεν· μετὰ δὲ ταῦτα ἄνθρωπος γενόμενος, τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος εἰς πᾶσαν ἐξέπεμψε τὴν γῆν, σκεπάζων ἡμᾶς ταῖς ἑαυτοῦ πτέρυξιν. Ὁποία οὖν ἡ πραγματεία | |
45 | τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοιαύτη καὶ τῶν ζῴων ἡ μορφή· καὶ ὁποία ἡ τῶν ζῴων μορφή, τοιοῦτος καὶ ὁ χαρακτὴρ τοῦ εὐαγγελίου· τετράμορφα γὰρ τὰ ζῷα, τετράμορφον καὶ τὸ εὐαγγέλιον καὶ ἡ πραγματεία τοῦ Κυρίου. Καὶ διὰ τοῦτο τέσσαρες ἐδόθησαν καθολικαὶ διαθῆκαι τῇ ἀνθρω‐ | |
11(50) | πότητι· μία μὲν 〈μετὰ〉 τὸν κατακλυσμὸν τῷ Νῶε, ἐπὶ τοῦ τόξου· δευτέρα δὲ τῷ Ἀβραάμ, ἐπὶ τοῦ σημείου τῆς περιτομῆς· τρίτη δὲ ἡ τῆς νομοθεσίας διὰ Μωϋσέως· τετάρτη δὲ ἡ τοῦ εὐαγγελίου διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. | 168 |
55 | Τούτων δὲ οὕτως ἐχόντων, μάταιοι πάντες καὶ ἀμαθεῖς προσέτι δὲ καὶ τολμηροὶ οἱ ἀθετοῦντες τὴν ἰδέαν τοῦ εὐαγγελίου καὶ εἴτε πλείονα εἴτε ἐλάττονα τῶν εἰρημένων παρεισφέροντες εὐαγγελίων πρόσωπα, οἱ μὲν ἵνα πλείονα δόξωσι τῆς ἀληθείας ἐξευρηκέναι, οἱ δὲ ἵνα τὰς οἰκονο‐ | |
60 | μίας Χριστοῦ ἀθετήσωσιν. | 170 |
12 | Τὴν ἀναπλήρωσιν τῶν ἀποστό‐ | |
λων ἐκ τῶν ὑπὸ Δαυὶδ εἰρημένων ποιούμενος. | 176 | |
13(2) | Ὁ οὖν διὰ τοῦ προφήτου ἐπαγγειλάμενος Θεὸς πέμψειν τὸ Πνεῦμα αὐτοῦ ἐπὶ τὴν ἀνθρωπότητα, οὗτος καὶ ἔπεμψε, καὶ Θεὸς ὑπὸ Πέτρου καταγγέλλεται | |
5 | τὴν ἰδίαν ἐπαγγελίαν πεπληρωκώς. | 178 |
14 | Οὐκ ἄλλον | |
Θεὸν κατήγγελλον οἱ ἀπόστολοι, οὐδὲ ἄλλον μὲν παθόντα καὶ ἐγερθέντα Χριστόν, ἄλλον δὲ τὸν ἀναστήσαντα καὶ ἀπαθῆ διαμεμενηκότα, ἀλλ’ ἕνα καὶ | 182 | |
5 | τὸν αὐτὸν Θεὸν σωτῆρα καὶ Χριστὸν Ἰησοῦν τὸν ἐκ νεκρῶν ἐγερθέντα· καὶ τὴν εἰς αὐτὸν πίστιν ἐκήρυσσον τοῖς μὴ πιστεύουσιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ τῶν προφητῶν συνεβίβαζον αὐτοὺς ὅτι ὃν ἐπηγγείλατο ὁ Θεὸς πέμψειν Χριστὸν ἔπεμψε τὸν Ἰησοῦν, ὃν αὐτοὶ | |
10 | ἐσταύρωσαν καὶ Θεὸς ἤγειρεν. | 184 |
15 | Φανερὸν τὸ κήρυγμα ὁ Πέτρος σὺν Ἰωάννῃ ἐκήρυσσεν αὐτοῖς, τὴν ὑπόσχεσιν ἣν ἐποιήσατο ὁ Θεὸς τοῖς πατράσι 〈δι’〉 Ἰησοῦ πεπληρῶσθαι εὐαγγελιζόμενος, ἀλλ’ οὐκ ἄλλον Θεὸν | |
5 | καταγγέλλων, ἀλλὰ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν καὶ ἄνθρωπον γεγονότα καὶ παθόντα εἰς ἐπίγνωσιν ἄγων τῷ Ἰσραήλ, καὶ ἐν Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν κηρύσσων, καὶ σημαίνων ὅτι ὅσα οἱ προφῆται κατήγγειλαν περὶ τοῦ | |
πάθους τοῦ Χριστοῦ ταῦτα ἐπλήρωσεν ὁ Θεός. | 190 | |
16 | Οὕτως οἱ ἀπόστολοι οὐ τὸν Θεὸν ἤλλασσον, ἀλλὰ τὸν Χριστὸν κατήγγελλον τῷ λαῷ εἶναι τὸν Ἰησοῦν τὸν ἐσταυρω‐ μένον, ὃν ὁ Θεὸς ὁ τοὺς προφήτας πέμψας, αὐτὸς Θεὸς | |
5 | ὤν, ἤγειρε καὶ τὴν σωτηρίαν ἐν αὐτῷ ἔδωκε τοῖς ἀνθρώ‐ | |
ποις. | 192 | |
17 | Αὗται φωναὶ τῆς ἐκκλησίας ἐξ ἧς πᾶσα ἔσχηκεν ἐκκλησία τὴν ἀρχήν· αὗται φωναὶ τῆς μητροπόλεως τῶν τῆς καινῆς διαθήκης πολιτῶν· αὗται φωναὶ τῶν ἀποστόλων, αὗται | |
5 | φωναὶ τῶν μαθητῶν τοῦ Κυρίου, τῶν ἀληθῶς τελείων, μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου διὰ τοῦ Πνεύματος τελειωθέντων, καὶ ἐπικαλουμένων τὸν Θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, καὶ τὸν τούτου Παῖδα, ὃν ἔχρισεν ὁ Θεός, | |
10 | καὶ ἄλλον οὐκ εἰδότων. Οὐ γὰρ ἦν τότε Οὐαλεντῖνος ἐκεῖ, οὐδὲ Μαρκίων, οὐδ’ οἱ λοιποὶ ἑαυτῶν τε καὶ τῶν | |
πειθομένων αὐτοῖς καταστροφεῖς. Διὸ καὶ ἐπήκουσεν αὐτῶν ὁ Ποιητὴς τῶν ἁπάντων Θεός· «ἐσαλεύθη» γάρ, φησίν, «ὁ τόπος ἐν ᾧ ἦσαν συνηγ‐ | 196 | |
15 | μένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ ἁγίου Πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας παντὶ | |
τῷ θέλοντι πιστεύειν.» | 198 | |
18 | Τοῦ Πέτρου τὴν ἀποκάλυψιν ἰδόντος ἐν ᾗ ἡ οὐράνιος εἶπεν αὐτῷ φωνή· «Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου», τοῦθ’ ὅτι διὰ τοῦ νόμου μεταξὺ καθαρῶν καὶ ἀκαθάρτων διαστείλας ὁ Θεός, οὗτος | |
5 | κεκαθάρικε τὰ ἔθνη διὰ τοῦ αἵματος τοῦ Παιδὸς αὐτοῦ, ὃν καὶ ὁ Κορνήλιος ἐσέβετο. | |
19 | Τρανῶς | |
σημαίνων ὅτι ὃν πρότερον Θεὸν ἐφοβεῖτο ὁ Κορνήλιος, ὃν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν κατη‐ χεῖτο, δι’ ὃν καὶ τὰς ἐλεημοσύνας ἐποίει, οὗτος ἐπ’ | 206 | |
5 | ἀληθείας ἐστὶ Θεός. Ἔλειπε δὲ αὐτῷ ἡ τοῦ Υἱοῦ γνῶσις. | 208 |
20 | Τοῦτον εἶναι Ἰησοῦν καὶ πεπληρῶσθαι ἐν αὐτῷ τὴν γραφήν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε· «Πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν.» Ὃς | |
5 | καὶ ἐπέμφθη εἰς τὰ κλίματα τῆς Αἰθιοπίας, κηρύξων τοῦθ’ ὅπερ αὐτὸς ἐπίστευσε, Θεὸν μὲν ἕνα, τὸν διὰ τῶν | |
προφητῶν κεκηρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι παρουσίαν, καὶ ὡς πρόβατον εἰς σφαγὴν ἦχθαι, καὶ τὰ λοιπὰ ὅσα οἱ | 214 | |
10 | προφῆται λέγουσι περὶ αὐτοῦ. | |
21(2) | Παῦλος μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον καὶ ἐπιδεῖξαι ὅτι τὸν ἴδιον Δεσπότην ἐδίωκε διώκων τοὺς μαθητὰς αὐτοῦ καὶ πέμψαι Ἀνανίαν πρὸς | |
5 | αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, «ἐν ταῖς συνα‐ γωγαῖς», φησίν, «ἐν Δαμασκῷ ἐκήρυσσε μετὰ πάσης παρρησίας τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ Χριστός». Τοῦτ’ ἔστι τὸ μυστήριον ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ, ὅτι ὁ παθὼν ἐπὶ Ποντίου | |
10 | Πιλάτου, οὗτος Κύριος τῶν πάντων καὶ Βασιλεὺς καὶ | |
Θεὸς καὶ Κριτής ἐστιν. | 216 | |
22 | Διὰ τῶν λόγων τούτων σημαίνων ὅτι οὐκ ἂν ἐπεπόρευτο πρὸς αὐτούς, εἰ μὴ κεκέ‐ λευστο. Ἴσως γὰρ οὐδὲ τὸ βάπτισμα οὕτως εὐχερῶς ἔδωκεν αὐτοῖς, εἰ μὴ τοῦ Πνεύματος τοῦ ἁγίου ἐπαναπαέντος αὐ‐ | |
5 | τοῖς προφητεύοντας αὐτοὺς ἀκηκόει. Καὶ διὰ τοῦτο ἔλεγε· | |
«Μή τις τὸ ὕδωρ κωλῦσαι δύναται 〈τοῦ μὴ βαπτισθῆναι〉 τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;» πείθων ἅμα τοὺς συμπαρόντας καὶ σημαίνων ὅτι, εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς | 246 | |
10 | ἀναπέπαυτο, ἦν ὁ κωλύσων αὐτοὺς τοῦ βαπτίσματος. | 248 |
23(2) | Διὸ πάλιν ἐν τῇ ἐπιστολῇ φησίν· «Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς Χριστὸς ἐκ τοῦ Θεοῦ γεγέννηται», ἕνα καὶ τὸν αὐτὸν εἰδὼς Ἰησοῦν Χριστόν, ᾧ ἠνοίχθησαν αἱ πύλαι | |
5 | τοῦ οὐρανοῦ διὰ τὴν ἔνσαρκον ἀνάληψιν αὐτοῦ· ὃς καὶ ἐν τῇ αὐτῇ σαρκὶ ἐν ᾗ καὶ ἔπαθεν ἐλεύσεται τὴν δόξαν | |
ἀποκαλύπτων τοῦ Πατρός. | 320 | |
24 | Τοῦ | |
Πνεύματος οὖν κατελθόντος διὰ τὴν προωρισμένην οἰκονομίαν, καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ Μονογενοῦς, ὃς καὶ Λόγος ἐστὶ τοῦ Πατρός, ἐλθόντος | 336 | |
5 | τοῦ πληρώματος τοῦ χρόνου, σαρκωθέντος ἐν ἀνθρώπῳ καὶ πᾶσαν τὴν κατὰ ἄνθρωπον οἰκονομίαν ἐκπληρώ‐ σαντος, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος, ὡς αὐτὸς ὁ Κύριος μαρτυρεῖ καὶ οἱ ἀπόστολοι ὁμολογοῦσι καὶ οἱ προφῆται κηρύττουσι, ψευδεῖς ἀπεδεί‐ | |
10 | χθησαν πᾶσαι αἱ διδασκαλίαι τῶν τὰς ὀγδοάδας καὶ | |
τετράδας καὶ δοκήσεις παρεξευρηκότων. | 338 | |
25(2) | Φανερὸν οὖν ὅτι Παῦλος ἄλλον Χριστὸν οὐκ οἶδεν, ἀλλ’ ἢ τοῦτον τὸν καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα καὶ γεννηθέντα, | |
5 | ὃν καὶ ἄνθρωπον λέγει. Εἰπὼν γάρ· «Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται», ἐπιφέρει, τὴν αἰτίαν ἀποδιδοὺς τῆς σαρκώσεως αὐτοῦ· «Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν.» Καὶ πανταχοῦ ἐπὶ τοῦ πάθους τοῦ Κυρίου | |
10 | ἡμῶν καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τῆς νεκρώσεως τῷ τοῦ Χριστοῦ κέχρηται ὀνόματι, ὡς ἐπὶ τοῦ· «Μὴ τῷ | |
βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε», καὶ πάλιν· «Νυνὶ δὲ ἐν Χριστῷ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς τῷ αἵματι τοῦ | 348 | |
15 | Χριστοῦ», καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γὰρ· Ἐπικατάρατος πᾶς ὁ κρεμά‐ | |
μενος ἐπὶ ξύλου.» | 350 | |
26(2) | Ἥνωσεν οὖν, καθὼς προέφαμεν, τὸν ἄνθρωπον τῷ Θεῷ. Εἰ γὰρ μὴ ἄνθρωπος ἐνίκησεν τὸν ἀντίπαλον τοῦ ἀνθρώπου, οὐκ | |
5 | ἂν δικαίως ἐνικήθη ὁ ἐχθρός. Πάλιν τε εἰ μὴ ὁ Θεὸς ἐδωρήσατο τὴν σωτηρίαν, οὐκ ἂν βεβαίως ἔσχομεν αὐτήν. Καὶ εἰ μὴ συνηνώθη ὁ ἄνθρωπος τῷ Θεῷ, οὐκ ἂν ἠδυνήθη μετασχεῖν τῆς ἀφθαρσίας. Ἔδει γὰρ τὸν μεσίτην Θεοῦ τε καὶ ἀνθρώπων διὰ τῆς ἰδίας πρὸς ἑκατέρους | |
10 | οἰκειότητος εἰς φιλίαν καὶ ὁμόνοιαν τοὺς ἀμφοτέρους συναγαγεῖν, καὶ Θεῶ μὲν παραστῆσαι τὸν | 364 |
ἄνθρωπον, ἀνθρώποις δὲ γνωρίσαι τὸν Θεόν. | 366 | |
27 | «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου» τοῦ πρώτως ἐκ τῆς γῆς ἀνεργάστου πεπλασμένου «ἁμαρτωλοὶ | |
κατεστάθησαν οἱ πολλοὶ» καὶ ἀπέβαλον τὴν ζωήν, | 368 | |
5 | «οὕτως» ἔδει «καὶ δι’ ὑπακοῆς ἑνὸς ἀνθρώπου» τοῦ πρώτως ἐκ παρθένου γεγεννημένου | |
δικαιωθῆναι πολλοὺς καὶ ἀπολαβεῖν τὴν σωτηρίαν. | 370 | |
28 | «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε.» Ταῦτα λέγει πρὸς τοὺς μὴ δεξαμένους τὴν δωρεὰν τῆς υἱοθεσίας, ἀλλ’ ἀτιμάζοντας τὴν σάρκω‐ | |
5 | σιν τῆς καθαρᾶς γεννήσεως τοῦ Λόγου τοῦ Θεοῦ καὶ | |
ἀποστεροῦντας τὸν ἄνθρωπον τῆς εἰς τὸν Θεὸν ἀνόδου καὶ ἀχαριστοῦντας τῷ ὑπὲρ αὐτῶν σαρκωθέντι Λόγῳ τοῦ Θεοῦ. Εἰς τοῦτο γὰρ ὁ Λόγος ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα ὁ ἄνθρωπος χωρήσας | 372 | |
10 | τὸν Λόγον καὶ τὴν υἱοθεσίαν λαβὼν γένηται υἱὸς τοῦ Θεοῦ. | 374 |
29 | Ὥσπερ γὰρ ἦν ἄνθρωπος ἵνα πειρασθῇ, οὕτω καὶ Λόγος ἵνα δοξασθῇ, ἡσυχάζοντος μὲν τοῦ Λόγου ἐν τῷ πειράζεσθαι καὶ σταυροῦσθαι καὶ ἀποθνῄσκειν, συγγινομένου δὲ τοῦ | |
5 | ἀνθρώπου ἐν τῷ νικᾶν καὶ ὑπομένειν καὶ χρηστεύεσθαι | |
καὶ ἀνίστασθαι καὶ ἀναλαμβάνεσθαι. | 378 | |
30 | Ὁ Θεὸς οὖν ἄνθρωπος ἐγένετο καὶ αὐτὸς Κύριος ἔσωσεν ἡμᾶς, δοὺς τὸ τῆς παρθένου σημεῖον. Ἀλλ’ οὐχ ὡς ἔνιοί φασιν τῶν νῦν τολμώντων μεθερμηνεύειν τὴν γραφήν· «Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν», | |
5 | ὡς Θεοδοτίων ἡρμήνευσεν ὁ Ἐφέσιος καὶ Ἀκύλας ὁ Ποντικός, ἀμφότεροι Ἰουδαῖοι προσήλυτοι· οἷς κατακο‐ λουθήσαντες οἱ Ἐβιωναῖοι ἐξ Ἰωσὴφ αὐτὸν γεγεννῆσθαι | |
φάσκουσιν. | 398 | |
31 | Πρὸ τοῦ γὰρ Ῥωμαίους κρατῦναι τὴν ἀρχὴν | |
αὐτῶν, ἔτι τῶν Μακεδόνων τὴν Ἀσίαν κατεχόντων, Πτολεμαῖος ὁ Λάγου, φιλοτιμούμενος τὴν ὑπ’ αὐτοῦ κατεσκευασμένην βιβλιοθήκην ἐν Ἀλεξανδρείᾳ | 400 | |
5 | κοσμῆσαι τοῖς πάντων ἀνθρώπων συγγράμμασιν ὅσα γε σπουδαῖα ὑπῆρχεν, ᾐτήσατο παρὰ τῶν Ἱεροσολυμιτῶν εἰς τὴν Ἑλληνικὴν διάλεκτον σχεῖν αὐτῶν μεταβεβλη‐ μένας τὰς γραφάς. Οἳ δέ, ὑπήκουον γὰρ ἔτι τοῖς Μακεδόσι τότε, τοὺς παρ’ αὐτοῖς ἐμπειροτάτους τῶν γραφῶν καὶ | |
10 | ἀμφοτέρων τῶν διαλέκτων ἑβδομήκοντα πρεσβυτέρους ἔπεμψαν Πτολεμαίῳ, ποιήσαντος τοῦ Θεοῦ ὅπερ ἠβούλετο. Ὃ δὲ ἰδίᾳ πεῖραν αὐτῶν λαβεῖν θελήσας εὐλαβηθείς τε μήτι ἄρα συνθέμενοι ἀποκρύψωσι τὴν ἐν ταῖς γραφαῖς διὰ τῆς ἑρμηνείας ἀλήθειαν, χωρίσας αὐτοὺς ἀπ’ ἀλλήλων | |
15 | ἐκέλευσε τοὺς πάντας τὴν αὐτὴν ἑρμηνείαν γράφειν, καὶ τοῦτ’ ἐπὶ πάντων τῶν βιβλίων ἐποίησεν. Συνελθόντων δὲ αὐτῶν ἐπὶ τὸ αὐτὸ παρὰ τῷ Πτολεμαίῳ καὶ συναντιβαλόντων ἑκάστου τὴν ἑαυτοῦ ἑρμηνείαν, ὁ μὲν Θεὸς ἐδοξάσθη, αἱ δὲ γραφαὶ ὄντως θεῖαι ἐγνώσθησαν, | 402 |
20 | τῶν πάντων τὰ αὐτὰ ταῖς αὐταῖς λέξεσιν καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἀναγορευσάντων ἀπ’ ἀρχῆς μέχρι τέλους, ὥστε καὶ τὰ παρόντα ἔθνη γνῶναι ὅτι κατ’ ἐπίπνοιαν τοῦ Θεοῦ εἰσιν ἡρμηνευμέναι αἱ γραφαί. Καὶ οὐδέν γε θαυμαστὸν τὸν Θεὸν τοῦτο ἐνηργηκέναι, ὅς γε καὶ ἐν τῇ ἐπὶ | |
25 | Ναβουχοδονόσορ αἰχμαλωσίᾳ τοῦ λαοῦ διαφθαρεισῶν τῶν γραφῶν καὶ μετὰ ἑβδομήκοντα ἔτη τῶν Ἰουδαίων ἀνελθόντων εἰς τὴν χώραν αὐτῶν, ἔπειτα ἐν τοῖς χρόνοις | |
Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως ἐνέπνευσεν Ἔσδρᾳ τῷ ἱερεῖ ἐκ τῆς φυλῆς Λευὶ τοὺς τῶν | 404 | |
30 | προγεγονότων προφητῶν πάντας ἀνατάξασθαι λόγους καὶ | |
ἀποκαταστῆσαι τῷ λαῷ τὴν διὰ Μωϋσέως νομοθεσίαν. | 406 | |
32 | Καὶ ἐν τῷ εἰπεῖν· «Ἀκούσατε δή, οἶκος Δαυίδ», σημαίνοντος ἦν ὅτι ὃν ἐπηγγείλατο τῷ Δαυὶδ ὁ Θεὸς ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιον ἀναστήσειν Βασιλέα, οὗτός ἐστιν | |
5 | ὁ ἐκ τῆς δαυιτικῆς παρθένου γεννώμενος. | 414 |
33 | Εἰ τοίνυν ὁ πρῶτος Ἀδὰμ ἔσχε πατέρα ἄνθρωπον καὶ ἐκ σπέρματος ἐγεννήθη, εἰκὸς ἦν καὶ τὸν δεύτερον Ἀδὰμ λέγειν αὐτοὺς ἐξ Ἰωσὴφ γεγεννῆσθαι. Εἰ δὲ ἐκεῖνος ἐκ γῆς ἐλήφθη, | |
5 | Πλάστης δὲ αὐτοῦ ὁ Θεός, ἔδει καὶ τὸν ἀνακεφαλαιού‐ μενον εἰς αὐτὸν τὸν ὑπὸ τοῦ Θεοῦ πεπλασμένον ἄνθρωπον | |
τὴν αὐτὴν ἐκείνῳ τῆς γεννήσεως ἔχειν ὁμοιότητα. Εἰς τί οὖν πάλιν οὐκ ἔλαβε χοῦν ὁ Θεός, ἀλλ’ ἐκ Μαρίας ἐνήργησε τὴν πλάσιν γενέσθαι; Ἵνα μὴ ἄλλη | 428 | |
10 | πλάσις γένηται μηδὲ ἄλλο τὸ σῳζόμενον ᾖ, ἀλλ’ αὐτὸς ἐκεῖνος ἀνακεφαλαιωθῇ, τηρουμένης τῆς ὁμοιότητος. Ἄγαν οὖν πίπτουσιν οἱ λέγοντες αὐτὸν μηδὲν ἀνειληφέναι ἐκ τῆς παρθένου, ἵν’ ἐκβάλωσι τὴν τῆς σαρκὸς | |
κληρονομίαν καὶ ἀποβάλωνται τὴν ὁμοιότητα. | 430 | |
34(2) | Ἐπεὶ περισσὴ καὶ ἡ εἰς τὴν Μαρίαν αὐτοῦ κάθοδος. Τί γὰρ καὶ εἰς αὐτὴν κατῄει, εἰ μηδὲν ἔμελλε λήψεσθαι παρ’ αὐτῆς; Ἔτι τε εἰ | |
5 | μηδὲν εἰλήφει παρὰ τῆς Μαρίας, οὐκ ἂν τὰς ἀπὸ τῆς γῆς εἰλημμένας προσίετο τροφάς, δι’ ὧν τὸ ἀπὸ τῆς γῆς ληφθὲν τρέφεται σῶμα· οὐδ’ ἂν εἰς τεσσαράκοντα | |
ἡμέρας ὁμοίως Μωϋσῇ καὶ Ἠλίᾳ νηστεύσας ἐπείνησε, τοῦ σώματος αὐτοῦ τὴν ἰδίαν ἐπιζητοῦντος | 434 | |
10 | τροφήν· οὐδ’ ἂν Ἰωάννης ὁ μαθητὴς αὐτοῦ περὶ αὐτοῦ γράφων εἰρήκει· «Ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο»· οὐδ’ ἂν ὁ Δαυὶδ προαναπε‐ φωνήκει εἰς αὐτόν· «Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμά‐ των μου προσέθηκαν»· οὐδ’ ἂν ἐδάκρυσεν ἐπὶ τοῦ | |
15 | Λαζάρου· οὐδ’ ἂν ἵδρωσε θρόμβους αἵματος· οὐδ’ ἂν εἰρήκει ὅτι «Περίλυπός ἐστιν ἡ ψυχή μου»· οὐδ’ ἂν νυγείσης αὐτοῦ τῆς πλευρᾶς ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Ταῦτα γὰρ πάντα σύμβολα σαρκὸς τῆς ἀπὸ τῆς γῆς εἰλημμένης, ἣν εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, τὸ ἴδιον | |
20 | πλάσμα σῴζων. | 436 |