TLG 1445 001 :: ILIU PERSIS :: Iliu persis (fragmenta) ILIU PERSIS Epic., fort. auctore Arctino Milesio vel Lesche Mytilenensi Iliu persis (fragmenta) frr. 3–7 Citation: Fragment — (line) | ||
t | ΙΛΙΟΥ ΠΕΡΣΙΣ | 89 |
3 | Πόρκις καὶ Χαρίβοια | |
4 | αὐτὸς γάρ σφιν ἔδωκε πατὴρ 〈κλυτὸσ〉 Ἐννοσίγαιος ἀμφοτέροις, ἕτερον δ’ ἑτέρου κυδίον’ ἔθηκε· | |
τῶι μὲν κουφοτέρας χεῖρας πόρεν ἔκ τε βέλεμνα σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντ’ ἀκέσασθαι, | 91 | |
5 | τῶι δ’ ἀκριβέα πάντ’ ἄρ’ ἐνὶ στήθεσσιν ἔθηκεν ἄσκοπά τε γνῶναι καὶ ἀναλθέα ἰήσασθαι· ὅς ῥα καὶ Αἴαντος πρῶτος μάθε χωομένοιο ὄμματά τ’ ἀστράπτοντα βαρυνόμενόν τε νόημα. | |
---|---|---|
6 | Θησείδαις δ’ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν. | |
7 | {ὁ} Ἴαμβος ἐξ ὀλίγου διαβὰς προφόρωι ποδί, ὄφρ’, ὅθι γυῖα | |
τεινόμενα ῥώοιτο, καὶ εὐσθενὲς ἦδος ἔχηισι. | 92 |