TLG 1443 003 :: IGNATIUS :: Fragmenta (e cod. Florent. Laur. 6.4) [Sp.]

IGNATIUS Scr. Eccl.
(Antiochenus: A.D. 1–2)

Fragmenta (e cod. Florent. Laur. 6.4) [Sp.]

Source: Crehan, J.H. (ed.), A new fragment of Ignatius’ Ad Polycarpum in Studia Patristica 1 [Texte und Untersuchungen 63] Berlin: Akademie–Verlag, 1957: 24.

Citation: (Line)

1tτοῦ ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου πρὸς Πολύκαρπον ἐπίσκοπον
2tΣμύρνης.
1 Δούλους καὶ δούλας μὴ ὑπερηφάνει· ἀλλὰ μηδὲ αὐτοὶ φυσιού‐ σθωσαν, ἵνα κρείττονος ἐλευθερίας τύχωσι παρὰ τοῦ θεοῦ. μὴ αἱρείσθωσαν ἐκ τοῦ κοινοῦ ἐλευθεροῦσθαι, ἵνα μὴ δοῦλοι εὑρεθῶ‐ σιν ἐπιθυμίας.
5 Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι ταῖς ἀδελφότησι προσφύγωσι, νουθετηθέντας αὐτοὺς καὶ βελτιωθέντας ἀποπέμπεσθαι χρὴ τοῖς δεσπόταις καθ’ ὁμοίωσιν τοῦ μακαρίου Παύλου, ὃς τὸν Ὀνήσιμον γεννήσας διὰ τοῦ εὐαγγελίου ἀνέπεμψεν τῷ Φιλήμωνι, τὸν μὲν πληροφορήσας ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως τῷ κυρίῳ κατ‐
10ορθούμενος, βασιλείας οὐρανῶν ἄξιον καθίστησι, τὸν δὲ παρακα‐ λέσας οὐ μόνον ἀνιέναι τὴν κατ’ αὐτοῦ ἀπειλήν, μεμνημένον τοῦ ἀληθινοῦ κυρίου εἰπόντος· ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ πα‐ ραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν
15τὴν διάθεσιν τῷ γράψαι· τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἐπέχῃς οὐκ ἔτι ὡς δοῦλον ἀλλ’ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν. εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομόν τι ἐπιτάσσων, καὶ πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθινοῦ δεσπότου τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον
20βιαζόμενος, ἀγωνίζεσθαι χρὴ ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφη‐ μηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον ποιήσαντά τι ὃ μὴ ἀρέσκει θεῷ. κατ‐ ορθοῦται δὲ ὁ ἀγὼν ἢ ἐν τῷ τὸν δοῦλον καταρτισθῆναι πρὸς ὑπο‐ μονὴν τῶν ἐπερχομένων αὐτῷ παθημάτων ἢ ἐν τῷ τοὺς ὑποδεξα‐ μένους ἀναδέξασθαι ὡς ἀρέσκει θεῷ τοὺς ὑπὲρ τοῦ ἐπαγομένου
25αὐτοῖς πειρασμούς.24