TLG 1439 002 :: HERMARCHUS :: Fragmenta

HERMARCHUS Phil., Epicureus
(Mytilenensis: 4–3 B.C.)

Fragmenta

Source: Longo Auricchio, F. (ed.), Ermarco. Frammenti [La scuola di Epicuro 6] Naples: Bibliopolis, 1988: 59–81.

  • Vitae testimonia (frr. 1–4, 6, 8–12): pp. 59–62
  • De aliis philosophis judicium (fr. 13): p. 62
  • Ingenium et fama (frr. 14, 19): pp. 62, 64
  • Eius in schola partes (frr. 20–22): pp. 64–65
  • Dicta (frr. 23–24): p. 65
  • Opera (frr. 25–26): pp. 65–66
  • Contra Empedoclem (frr. 27–32, 34): pp. 66–73
  • Scripta per epistulas (frr. 35–39): pp. 73–76
  • Epistulae (frr. 40–42): pp. 76–77
  • A scriptis incertis (frr. 43–46, 48): pp. 78–79
  • Fragmenta dubia (frr. 49–53): pp. 80–81

Citation: Fragment — (line)

t1-12

VITA

1

... Ἕρμαρχος Ἀγεμόρτου Μυτιληναῖος, ἀνὴρ πατρὸς μὲν πένητος, τὰς δ’ ἀρχὰς προσέχων ῥητορικοῖς.

2

[ἀ]|φείγμεθα εἰς Λάμψακον ὑ|γιαίνοντες ἐγὼ καὶ Πυθο|‐ κλῆς κα[ὶ Ἕρ]μαρχος καὶ Κτή|σιππος καὶ ἐκεῖ κατειλήφα|‐ μεν ὑγιαίνοντας Θεμίς|ταν καὶ τοὺς λοιποὺς φίλο[υ]ς. | εὖ δὲ ποιεῖς καὶ εἰ σὺ ὑγι|αίνεις καὶ ἡ μ[ά]μμη [σ]ου | καὶ
5πάπαι καὶ Μάτρω[ν]ι πάν|τα πείθη[ι] [ὥσπ]ερ καὶ ἔμ|‐ προσθεν· εὖ γὰρ ἴσθι, ᾦ Ἀπία, | ὅτι ἐγὼ καὶ οἱ λοιποὶ | πάντες σε μέγα φιλοῦμεν | ὅτι τούτοις πείθη〈ι〉 πάντα

3

ἐ[π]ιδεί|[κνυ]ται δὲ τὴν κατοκὴν | [ὅλων ἐν το]ῖς βυβλίοις τα|[ράττων καὶ] θ̣ρυλῶν ὅτι Λε|[ό]ντιον καὶ ἑτέρα 〈ἑταίρα〉 τις ἐ̣ν̣ | τ̣ῆι πραγματείαι μνημο|νεύεται καὶ Νικίδιον | ἦν Ἰδομενέως ἑρωμέ|ν̣η, Λεοντέως δὲ Μαμμά|[ρι]ον,
5Ἑρμάρχου δὲ Δημη|[τρ]ία καὶ̣ τοῖος ἦν Πυθο|[κλ]έους
π[αιδ]α̣γωγὸς Πολύ|[αινος ...]59

4

διότι δὲ λαμ|πρότερο[ν] εἰς δόξαν εἶχεν ὡς κα[ὶ] τού‐ τοις | καὶ Λεοντεῖ καὶ Μητροδώρωι θε[ρ]απευ|ομένοις ὑπ’ ἀλλήλων καὶ θεραπεύουσι πᾶ|σιν Ἐπίκου[ρο]ν, Ἑρμάρχωι δὲ κα[ὶ] περι|στείλαντι κ̣αὶ τοῖς λειψάνοις ἐφεδρεύ|οντι
5πᾶς ἄν τ[ις] εὖ φρονῶν ὁμολογήσει|εν.

6

Κατὰ τάδε δίδωμι τὰ ἐμαυτοῦ πάντα Ἀμυνομάχῳ ... καὶ Τιμοκράτει, ... ἐφ’ ᾧ τε τὸν μὲν κῆπον καὶ τὰ προσόντα αὐτῷ παρέξουσιν Ἑρμάρχῳ Ἀγεμόρτου Μυτιληναίῳ καὶ τοῖς συμφιλοσοφοῦσιν αὐτῷ καὶ οἷς ἂν Ἕρμαρχος καταλίπῃ
5διαδόχοις τῆς φιλοσοφίας ... Τὴν δ’ οἰκίαν τὴν ἐν Μελίτῃ παρεχέτωσαν Ἀμυνόμαχος καὶ Τιμοκράτης ἐνοικεῖν Ἑρμάρχῳ καὶ τοῖς μετ’ αὐτοῦ φιλοσοφοῦσιν, ἕως ἂν Ἕρμαρχος ζῇ. | Ἐκ δὲ τῶν γινομένων προσόδων τῶν δεδομένων ἀφ’ ἡμῶν
10Ἀμυνομάχῳ καὶ Τιμοκράτει κατὰ τὸ δυνατὸν μεριζέτωσαν μεθ’ Ἑρμάρχου σκοπούμενοι εἴς τε τὰ ἐναγίσματα τῷ τε
πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς, καὶ ἡμῖν ... Ἐπιμελείσθωσαν δὲ καὶ Ἀμυνόμαχος καὶ Τιμοκράτης τοῦ υἱοῦ τοῦ Μητροδώρου Ἐπικούρου καὶ τοῦ υἱοῦ τοῦ60
15Πολυαίνου 〈Πολυαίνου〉, φιλοσοφούντων αὐτῶν καὶ συζών‐ των μεθ’ Ἑρμάρχου. ὡσαύτως τῆς θυγατρὸς τῆς Μητρο‐ δώρου τὴν ἐπιμέλειαν ποιείσθωσαν, καὶ εἰς ἡλικίαν ἐλθοῦ‐ σαν ἐκδότωσαν ᾧ ἂν Ἕρμαρχος ἕληται τῶν φιλοσοφούντων μετ’ αὐτοῦ, οὔσης αὐτῆς εὐτάκτου καὶ πειθαρχούσης Ἑρ‐
20μάρχῳ. διδότωσαν δὲ Ἀμυνόμαχος καὶ Τιμοκράτης ἐκ τῶν ὑπαρχουσῶν ἡμῖν προσόδων εἰς τροφὴν τούτοις ὅ τι ἂν αὐτοῖς κατ’ ἐνιαυτὸν ἐπιδέχεσθαι δοκῇ σκοπουμένοις μεθ’ Ἑρμάρχου. | ποιείσθωσαν δὲ μεθ’ αὑτῶν καὶ Ἕρμαρχον κύ‐ ριον τῶν προσόδων, ἵνα μετὰ τοῦ συγκαταγεγηρακότος ἡμῖν
25ἐν φιλοσοφίᾳ καὶ καταλελειμμένου ἡγεμόνος τῶν συμφιλο‐ σοφούντων ἡμῖν ἕκαστα γίνηται. τὴν δὲ προῖκα τῷ θήλει παιδίῳ, ἐπειδὰν εἰς ἡλικίαν ἔλθῃ, μερισάτωσαν Ἀμυνόμα‐ χος καὶ Τιμοκράτης, ὅσον ἂν ἐπιδέχηται ἀπὸ τῶν ὑπαρχόν‐ των ἀφαιροῦντες μετὰ τῆς Ἑρμάρχου γνώμης. ...
30 Δοῦναι δὲ τὰ βιβλία τὰ ὑπάρχοντα ἡμῖν πάντα Ἑρ‐ μάρχῳ. Ἐὰν δέ τι τῶν ἀνθρωπίνων περὶ Ἕρμαρχον γένηται πρὸ τοῦ τὰ Μητροδώρου παιδία εἰς ἡλικίαν ἐλθεῖν, δοῦναι Ἀμυνόμαχον καὶ Τιμοκράτην ὅπως ἂν εὐτακτούντων αὐτῶν ἕκαστα γίνηται τῶν ἀναγκαίων, κατὰ τὸ δυνατὸν ἀπὸ
35τῶν καταλελειμμένων ὑφ’ ἡμῶν προσόδων.

8

φησὶν Ἀπολλόδωρος ἐν Χρονικοῖς ... τήν τε σχολὴν
διαδέξασθαι Ἕρμαρχον Ἀγεμόρτου Μυτιληναῖον.61

9

... ὁ διαδεξάμενος αὐτὸν (scil. Ἐπίκουρον) Ἕρμαρχος ...

10

τούτου (scil. Ἐπικούρου) δὲ Μητρόδωρος ἠκροᾶτο καὶ Ἕρμαρχος ὁ αὐτὸν ἐπίκουρον διαδεξάμενος.

11

ἐτελεύτα δὲ παραλύσει, γενόμενος ἱκανὸς ἀνήρ.

12

ὧν ἦν καὶ Πολύστρατος ὁ διαδεξάμενος Ἕρμαρχον.

t13

DE ALIIS PHILOSOPHIS IUDICIUM

13

ἀλλ’ οὐδὲ Λεύκιππόν τινα γεγενῆσθαί φησι φιλόσοφον, οὔτε αὐτὸς οὔτε Ἕρμαρχος ...

t14-19

INGENIUM ET FAMA

14

τῶν βυβλίων μ̣ὴ̣ [......] | θειν πρὸς οὕς τε γὰρ ευ̣ [.] | .. σει ... [μάλι]στα ταύτ[ηι] | κέχρηνται, Λ̣εοντέα καὶ | Ἰδομενέα καὶ Πυθοκλέα | καὶ Ἕρμαρχον καί [π]ως
ἐ̣|χόμενοι παντοδαπ[ῶν] | αὐτοῦ̣ ...62

19

πρεσβευτὰς εὐθὺς πρὸς ἡμᾶς διαπέμψεται Μητρόδωρον καὶ Ἕρμαρχον καὶ Πολύαινον.

t20-229

(3)

EIUS IN SCHOLA PARTES

20

ἐπειδὰν μεθ’ ἕρ|μαρχον καὶ περὶ τῶν ἄ[λ|λων] Ἐπι‐ [κού]ρου φίλων πο̣[ιῶ]|μαι τὴν γραφήν.

21

[συνκ]ρίνομεν τρό|πους τῶ[ν] μετὰ τὴν Ἑρ|μάρχου τελευτὴν συν|τάξεις ἐγδεδωκότων, | εἰ̣ δ̣έ τις βούλετ̣α̣ι, καὶ με|τὰ τὴν ἔγλειψιν τῶν Ἐ|πικούρου̣ διακηκοό|των ἁπάντων.

22

ἀλλ’ ἔ̣[στα]ι | δυ̣[νατὸν ἐὰν τοῦτ]ο καὶ ἃ | μ[ὲν εἰρ]‐ γά[σαντο πάντες οἱ] | μεθ’ Ἕ[ρ]μαρχον [ἐ]μβάν|τες εἰς
[τ]ὴν αἵρεσιν, ὁμοι|ότρο[π]ά τις παρ[α]στήσηι | καὶ βε[βο]υλη[μ]ένους | καὶ πεπραχ̣ότας, ὅπερ | οὐ πρότερον63
5οἴομαι | τοῦ πάντας ἀνθρώπους | μέλανα[ς] εἶναι καὶ μι|κροὺς καὶ δι[εσ]τραμμέ|νους.

t23-24

DICTA

23

Ἑρμάρχου. Εὐκαταφρόνητος ὁ θάνατος· ἄπρακτον γὰρ τὸ ποιοῦν τοῦ πάσχοντος ἀνῃρημένου.

24

Ἑρμάρχου. Ἀτέκμαρτος ὁ πᾶς βίος, οὐδὲν ἔχων πιστὸν πλανᾶται συντυχίαις· ἐλπὶς δὲ φρένας παραθαρσύνει· τὸ δὲ μέλλον ἀκριβῶς οἶδεν οὐδεὶς θνατὸς ὅπῃ φέρεται· θεὸς δὲ πάντας
5ἐν κινδύνοις θνατοὺς κυβερνᾷ. ἀντιπνέει δὲ πολλάκις εὐτυ‐ χίαις δεινή τις αὔρα.

t25-26

OPERA

25

φέρεται καὶ τούτου βιβλία κάλλιστα τάδε. Ἐπιστολικά· Περὶ Ἐμπεδοκλέους, εἴκοσι καὶ δύο· Περὶ τῶν μαθημάτων·
Πρὸς Πλάτωνα· Πρὸς Ἀριστοτέλην.64

26

ὑποψί[α]ν τινὰ̣ [λ]α̣μβά|νων ὡς περί | ... τῶν εἰς Μητρό|δωρον ἀναφερομένων | ... καὶ τῶν εἰς Ἕρμαρχον.

t27-35

A SCRIPTIS CERTIS CONTRA EMPEDOCLEM

27

Ἕ[ρμαρ]|χός θ’ ὁμ[οί]ως σ̣[...]|ετη[..]αν ψυχὴν̣ ἐ̣κ ‖ θεῶν πο[———]|θαι συν .[...· κἀν] | τῆι πρώ[τηι Πρὸς Ἐμ‐ πεδο]|κλέα γ̣ρ[αφῆι———

28

Ἑρ̣μάρχου [Πρὸ]ς̣ Ἐμπεδοκλέ̣[α]

29

ἔτι πρότ[ερον] | καὶ τοῦθ’ Ἕ[ρμ]α[ρχος] | ἐν τῶι τελευτ[αίωι | τ]ῶν Πρὸς Ἐμπεδο|κλέα παραση[μαίνεται] | καὶ προστιθεῖ· [πε]|ρ[ὶ] δὲ μεταφορᾶ[ς ἐ]|χρήσατο κατα
[———65

30

Ἕρμα]ρχός γε | [———περ]ὶ τιμῆς θε|[ῶν συνέ]γραψεν αλ| [———]κε [.]νη | [——— πε]ρὶ γὰρ Ἐπι|[κούρ]ου [πο]λλὰ λέ〈γ〉ων | [ἐν] τῶι τελευταίωι | [τ]ῶι πρὸ[ς Ἐ]μπεδο|‐ [κλ]έα̣ ...

31

ο[ἶ]μα[ι δ’ ἐκεῖ]|νό γε τὸν ἄ[δικον] | ὑποτρέχει[ν, ὅπερ] | Ἕρ[μ]αρχός [φησιν, ὡς] | βλάπτειν [οὐ δοκεῖ] | θεὸς τοὺς ἀ[δικοῦν]|τας, 〈ἂν λ〉άθωσιν [κατὰ τὸν] | λόγον τοῦτ[ον καὶ] | οἱ φαυλότατ[οι τῶν] | ἀνθρώπων.

32

νοητέον δὲ κατὰ τὸν Ἕρμαρχον κ(αὶ) ἐπισπω|μ̣[ένους π]νε̣ῦ[μ]α κ(αὶ) προιεμένους τοὺς θεούς· | [τού]του γὰρ αὖ χωρὶς οὐδ’ ἔτι τοιαῦτα ζῶια νοήσο|μ[εν], οἷα προειλή‐ φαμεν, ὡς οὐδ’ ἰχθῦς ἀπρ(οσ)δεή|τους ὕδατος οὐδ’ ὄρνιθ̣ας
5πτερῶν εἰς τὴν δι’ ἀέ|[ρος φ]οράν· ο[ὐ γ]ὰρ μᾶλλον τὰ τοιαῦ[τ’ ἐννοε]ῖται | lacuna | μήτε δ’ εἶναι πεζ[ὸν] εἴτε
φθαρτὸν εἴ[τ...]υ̣[.]ον οὐ πρ(οσ)δεόμενον̣ ἀναπνοῆς οὐ ῥητέον, ὡς οὐδὲ | [χ]ι̣ό̣ν̣α χ[ωρὶ]ς λε[υκό]τητος ἢ πῦρ ἂν ἄνευ θερμό|τητος. κ(αὶ) φωνῆι δὲ χρῆσθαι καὶ ὁμειλίαι66
10τῆι πρὸς | ἀλλήλους ῥητέον· οὐ γὰρ μᾶλλον εὐδαίμονας | κ(αὶ) ἀδιαλύτους νοήσομεν, φησί, μὴ φωνοῦντας | μηδ’ ἀλ‐ λήλοις διαλεγομένους, ἀλλὰ τοῖς ἐνεοῖς | ἀνθρώποις ὁμοί‐ ους· τῶι γὰρ ὄντι φωνῆ〈ι〉 χρωμέ‖νων ἡμῶν, ὅ[σοι] μή τι πεπηρώμεθα, τοὺς θεοὺς | ἢ πεπηρῶσθαι λέγειν ἢ μὴ κατὰ
15το̣υ̣θ’ ἡμῖν ὡμοι|ῶσθαι, μηδ’ ἑτ̣[έρ]ω̣ς μηδετέρων ἐκκοπτόν‐ των | ἀναφθέγματα, [κ(αὶ)] ὑπερεύηθες, ἄ[λλως τε] κ(αὶ) τῆς | πρ(ὸς) τοὺς ὁμοίου[ς] τοῖς σπουδαίο[ις] κοινολογίας ἄ|φατον ἡδονὴν καταχεούσης· κ(αὶ) νὴ Δία γε τὴν Ἑλ|‐ ληνίδα νομιστέον ἔχειν αὐτοὺς διάλεκτον, | ἢ μὴ πόρρω,
20[..]σαρσ̣[.]δε[...]τωκ[———|———] | σοφο[ὶ] πάντε[ς ... .......] λ̣έγονται μὴ πολὺ | διαφερούσαις κατὰ τὰς ἀρ‐ θρώσεις χρῆσθαι φω|ναῖς· κ(αὶ) μόνους̣ οἴδαμεν γεγονότας
σοφοὺς Ἑλλη|νίδι γλώττη〈ι〉 χρωμ[έ]νους.67

34

Οἱ δὲ ἀπὸ τοῦ Ἐπικούρου ὥσπερ γενεαλογίαν μακρὰν διεξιόντες φασὶν ὡς οἱ παλαιοὶ νομοθέται, ἀπιδόντες εἰς τὴν τοῦ βίου κοινωνίαν τῶν ἀνθρώπων καὶ τὰς πρὸς ἀλλήλους πράξεις, ἀνόσιον ἐπεφήμισαν τὴν ἀνθρώπου σφαγὴν καὶ
5ἀτιμίας οὐ τὰς τυχούσας προσῆψαν, τάχα μὲν καὶ φυσικῆς τινος οἰκειώσεως ὑπαρχούσης τοῖς ἀνθρώποις πρὸς ἀνθρώ‐ πους διὰ τὴν ὁμοιότητα τῆς μορφῆς καὶ τῆς ψυχῆς εἰς τὸ μὴ προχείρως φθείρειν τὸ τοιοῦτον ζῷον ὥσπερ ἕτερόν τι τῶν συγκεχωρημένων· οὐ μὴν ἀλλὰ τήν γε πλείστην αἰ‐
10τίαν τοῦ δυσχερανθῆναι τοῦτο καὶ ἀνόσιον ἐπιφημισθῆναι τὸ μὴ συμφέρειν εἰς τὴν ὅλην τοῦ βίου σύστασιν ὑπολαβεῖν. Ἀπὸ γὰρ τῆς τοιαύτης ἀρχῆς | οἱ μὲν παρακολουθήσαντες τῷ συμφέροντι τοῦ διορίσματος οὐδὲν προσεδεήθησαν ἄλλης αἰτίας τῆς ἀνειργούσης αὐτοὺς ἀπὸ τῆς πράξεως ταύτης,
15οἱ δὲ μὴ δυνάμενοι λαβεῖν αἴσθησιν ἱκανὴν τούτου τὸ μέ‐ γεθος τῆς ζημίας δεδιότες ἀπείχοντο τοῦ κτείνειν προχείρως ἀλλήλους. Ὧν ἑκάτερον φαίνεται καὶ νῦν ἔτι συμβαῖνον. Καὶ γὰρ οἱ μὲν θεωροῦντες τὸ συμφέρον τῆς προειρημένης διατάξεως ἑτοίμως ἐπ’ αὐτῆς μένουσιν, οἱ δὲ μὴ δεκτικοὶ
20τούτου τὰς ἀπειλὰς φοβούμενοι τῶν νόμων, ἃς ἕνεκα τῶν ἀσυλλογίστων τοῦ χρησίμου διώρισάν τινες, παραδεξαμέ‐ νων αὐτὰς τῶν πλειόνων. Οὐδὲν γὰρ ἐξ ἀρχῆς βιαίως κατέστη νόμιμον οὔτε μετὰ γραφῆς οὔτε ἄνευ γραφῆς τῶν διαμενόντων νῦν καὶ δια‐
25δίδοσθαι πεφυκότων, ἀλλὰ συγχωρησάντων αὐτῷ καὶ τῶν χρησαμένων. Φρονήσει γὰρ ψυχῆς, οὐ ῥώμῃ σώματος καὶ δυναστευτικῇ δουλώσει τῶν ὄχλων διήνεγκαν οἱ τὰ τοιαῦτα τοῖς πολλοῖς εἰσηγούμενοι, καὶ τοὺς μὲν εἰς ἐπιλογισμὸν τοῦ χρησίμου καταστήσαντες ἀλόγως αὐτοῦ πρότερον αἰσθανο‐
30μένους καὶ πολλάκις ἐπιλανθανομένους, τοὺς δὲ τῷ μεγέθει τῶν ἐπιτιμίων καταπλήξαντες. Οὐ γὰρ ἦν ἑτέρῳ χρῆ‐ σθαι φαρμάκῳ πρὸς τὴν τοῦ συμφέροντος ἀμαθίαν ἢ τῷ
φόβῳ τῆς ἀφωρισμένης ἀπὸ τοῦ νόμου ζημίας. Αὕτη γὰρ κατέχει μόνη καὶ νῦν τοὺς τυχόντας τῶν ἀνθρώπων καὶ68
35κωλύει τὸ μήτε κοινῇ μήτε ἰδίᾳ τὸ ἀλυσιτελὲς πράττειν. Εἰ δὲ πάντες ἐδύναντο βλέπειν ὁμοίως καὶ μνημονεύειν τὸ συμφέρον, οὐδὲν ἂν προσεδέοντο νόμων, ἀλλ’ αὐθαιρέτως τὰ μὲν εὐλαβοῦντο τῶν | ἀπειρημένων, τὰ δὲ ἔπραττον τῶν προστεταγμένων. Ἱκανὴ γὰρ ἡ τοῦ χρησίμου καὶ βλαβεροῦ
40θεωρία τῶν μὲν φυγὴν παρασκευάσαι, τῶν δὲ αἵρεσιν. Ἡ δὲ τῆς ζημίας ἀνάτασις πρὸς τοὺς μὴ προορωμένους τὸ λυσιτελοῦν. Ἀναγκάζει γὰρ δεσπόζειν ἐπικρεμαμένη ταῖς ἀγούσαις ἐπὶ τὰς ἀσυμφόρους πράξεις ὁρμαῖς, καὶ βίᾳ συν‐ αναγκάζει τὸ δέον ποιεῖν.
45 Ἐπεὶ καὶ τὸν ἀκούσιον φόνον οὐκ ἔξω πάσης ζημίας κατέστησαν οἱ νομοθέται, ὅπως μηδεμίαν ἐνδῶσι πρόφασιν τοῖς ἑκουσίως τὰ τῶν ἀκουσίως δρώντων ἔργα μιμεῖσθαι προαιρουμένοις, ἀλλ’ ὅπως μὴ ἀφύλακτον ᾖ μηδὲ ἠμελη‐ μένον τὸ τοιοῦτο, ὥστε πολλὰ πρὸς ἀλήθειαν ἀκούσια συμ‐

34

(50)

βαίνειν. Οὐ γὰρ συνέφερεν οὐδὲ τοῦτο διὰ τὰς αὐτὰς αἰτίας δι’ ἃς καὶ τὸ καθ’ ἑκούσιον τρόπον φθείρειν ἀλλήλους. Ὥστε τῶν ἀκουσίων τῶν μὲν παρὰ τὴν ἀστάθμητον αἰτίαν καὶ ἀφύλακτον γιγνομένων ἀνθρωπίνῃ φύσει, τῶν δὲ παρὰ τὴν ἡμετέραν ἀμέλειαν καὶ ἀνεπίστατον τῆς διαφορᾶς, βουλη‐
55θέντες κωλῦσαι τὴν βλάπτουσαν αὐτοὺς 〈τοὺσ〉 πλησίον ῥᾳθυμίαν, οὐκ ἀθῷον κατέστησαν ζημίας οὐδὲ τὴν ἀκούσιον πρᾶξιν, ἀλλὰ τῷ φόβῳ τῶν ἐπιτιμίων ἀφεῖλον τὸ πολὺ τῆς τοιαύτης ἁμαρτίας. Οἶμαι δ’ ἔγωγε καὶ τοὺς συγκεχωρη‐ μένους ὑπὸ τοῦ νόμου φόνους τὰς ἀφοσιώσεις λαμβάνειν τὰς
60εἰθισμένας διὰ τῶν καθαρμῶν παρ’ οὐδεμίαν ἑτέραν αἰτίαν ὑπὸ τῶν πρώτων καλῶς ταῦτα εἰσηγησαμένων | ἢ παρὰ τὸ τῆς ἑκουσίου πράξεως ὅτι πλεῖστον βούλεσθαι τοὺς ἀν‐ θρώπους ἀφιστάναι. Πανταχόθεν γὰρ ἐδέοντο τοῦ κωλύσον‐ τος ἑτοίμως πράττει τὸ μὴ συμφέρον οἱ τυχόντες. Ὅθεν
65οὐ μόνον ζημίας ἔταξαν οἱ πρῶτοι τοῦτο συνειδότες, ἀλλὰ καὶ ἕτερον φόβον ἄλογον ἐπήρτησαν, οὐ καθαροὺς ἐπιφημί‐ σαντες εἶναι τοὺς ὅπως οὖν ἄνθρωπον ἀνελόντας, μὴ χρη‐ σαμένους καθαρμοῖς. Τὸ γὰρ ἀνόητον τῆς ψυχῆς ποικίλως
παιδαγωγηθὲν ἦλθεν εἰς τὴν καθεστῶσαν ἡμερότητα, προσ‐69
70μηχανωμένων ἐπὶ τῆς ἀλόγου φορᾶς ἐπιθυμίας τιθασεύ‐ ματα τῶν ἐξ ἀρχῆς τὰ πλήθη διακοσμησάντων· ὧν ἐστι καὶ τὸ μὴ κτείνειν ἀλλήλους ἀκρίτως. Τῶν δὲ λοιπῶν ζῴων εἰκότως οὐδὲν διεκώλυσαν φθεί‐ ρειν οἱ πρῶτοι διορίσαντες ἅ τε δεῖ ποιεῖν ἡμᾶς καὶ ἃ μή·
75τὸ γὰρ συμφέρον ἐπὶ τούτων ἐκ τῆς ἐναντίας ἀπετελεῖτο πράξεως. Οὐ γὰρ δυνατὸν ἦν σῴζεσθαι μὴ πειρωμένους ἀμύ‐ νεσθαι τοῦτο συντρεφομένους μετ’ ἀλλήλων. Διαμνημο‐ νεύοντες δέ τινες τῶν τότε χαριεστάτων ὡς αὐτοί τε ἀπέ‐ σχοντο τοῦ κτείνειν διὰ τὸ χρήσιμον πρὸς τὴν σωτηρίαν,
80τοῖς τε λοιποῖς ἐνεποίουν μνήμην τοῦ ἀποβαίνοντος ἐν ταῖς μετ’ ἀλλήλων συντρόφαις, ὅπως ἀπεχόμενοι τοῦ συγγενοῦς διαφυλάττωσι τὴν κοινωνίαν, ἣ συνήργει πρὸς τὴν ἰδίαν ἑκάστου σωτηρίαν. Οὐ μόνον δὲ χρήσιμον ἧν τὸ χωρίζεσθαι μηδὲ λυμαντικὸν ποιεῖν | μηδὲν τῶν ἐπὶ τὸν αὐτὸν τόπον
85συνειλεγμένων πρὸς τὸ τῶν ἀλλοφύλων ἐξόρισμα ζῴων, ἀλ‐ λὰ καὶ πρὸς ἀνθρώπους τοὺς ἐπὶ βλάβῃ παραγιγνομένους. Μέχρι μὲν οὖν τινος διὰ ταύτην ἀπείχοντο τοῦ συγγενοῦς, ὅσον ἐβάδιζεν εἰς τὴν αὐτὴν κοινωνίαν τῶν ἀναγκαίων καὶ χρείας τινὰς παρείχετο πρὸς ἑκάτερον τῶν εἰρημένων· ἐλ‐
90θόντος δὲ ἐπὶ πλέον τοῦ χρόνου καὶ τῆς δι’ ἀλλήλων γε‐ νέσεως μακρὰν προηκούσης, ἐξεωσμένων δὲ τῶν ἀλλοφύλων ζῴων καὶ τῆς παρασπάρσεως, ἐπιλογισμὸν ἔλαβόν τινες τοῦ συμφέροντος ἐν ταῖς πρὸς ἀλλήλων τροφαῖς, οὐ μόνον ἄλογον μνήμην.
95 Ὅθεν ἐπειράθησαν βεβαιοτέρως ἀνεῖρξαι τοὺς προχείρως φθείροντας ἀλλήλους καὶ τὴν βοήθειαν ἀσθενεστέραν κατα‐ σκευάζοντας διὰ τὴν τοῦ παρεληλυθότος λήθην. Πειρώμενοι δὴ τοῦτο δρᾶν τὰς ἔτι μενούσας καὶ νῦν κατὰ πόλεις τε καὶ ἔθνη νομοθεσίας εἰσήνεγκαν, ἐπακολουθήσαντος τοῦ

34

(100)

πλήθους αὐτοῖς ἑκουσίως παρὰ τὸ μᾶλλον ἤδη τοῦ συμφέ‐ ροντος ἐν τῇ μετ’ ἀλλήλων ἀθροίσει λαμβάνειν αἴσθησιν. Ὁμοίως γὰρ εἰς τὴν ἀφοβίαν συνήργει τό τε λυμαντικὸν πᾶν κτεινόμενον ἀφειδῶς καὶ τὸ χρήσιμον πρὸς τὴν τούτου φθορὰν διατηρούμενον. Ὅθεν εἰκότως τὸ μὲν ἀπηγορεύθη,
105τὸ δὲ οὐκ ἐκωλύθη τῶν εἰρημένων. Ἐκεῖνο δὲ λέγειν οὐκ ἔστιν, ὡς ἔνια τῶν ζῴων οὐ φθαρτικὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως οὐδὲ καθ’ ἕτερον οὐδένα τρόπον λυμαινόμενα τοὺς βίους συγκεχώρηκεν ὁ νόμος ἀναιρεῖν ἡμῖν. Οὐδὲν γάρ, ὡς εἰπεῖν, ἐστὶ τοιοῦτο τῶν ὑπὸ | τοῦ νόμου συγκεχωρημένων,70
110ὅπερ οὐκ ἐώμενον λαμβάνειν τὴν ὑπερβολὴν τῆς ἀφθονίας βλαπτικὸν γίγνοιτ’ ἂν ἡμῶν· ἐν δὲ τῷ νῦν πλήθει διατη‐ ρούμενον χρείας παρέχεταί τινας εἰς τὸν βίον. Καὶ γὰρ πρόβατον καὶ βοῦς καὶ πᾶν τὸ τοιοῦτο μετριάζον μὲν φέρει τινὰς πρὸς τὴν ἀναγκαίαν ἡμῖν διαγωγὴν ὠφελείας, εἰς
115πᾶσαν δὲ ἐκπεσὸν δαψίλειαν καὶ μακρὰν ὑπεροχὴν ἔχουσαν τῆς καθεστώσης λυμαίνοιτ’ ἂν τὸν βίον ἡμῶν, τὸ μὲν καὶ πρὸς ἀλκὴν τρεπόμενον, ἅτε φύσεως εὐφυοῦς εἰς τοῦτο μετ‐ έχον, τὸ δὲ μόνον τὴν ἀνεθεῖσαν ἡμῖν ἐκ τῆς γῆς τροφὴν καταναλίσκον. Διὸ καὶ παρὰ τὴν αἰτίαν ταύτην οὐδὲ τὰ
120τοιαῦτα τῶν ζῴων ἐκωλύθη φθείρειν, ἵνα τὸ συμφέρον πρὸς τὴν χρείαν καταλείπηται πλῆθος καὶ τὸ ῥᾳδίως κρατεῖσθαι δυνησόμενον. Οὐ γὰρ ὥσπερ ἐπὶ λεόντων καὶ λύκων καὶ ἁπλῶς τῶν ἀγρίων προσαγορευομένων ζῴων, ὁμοίως μικρῶν τε καὶ μεγάλων, οὐκ ἔστιν οὐδὲν λαβεῖν πλῆθος ὃ καταλει‐
125πόμενον ἐπεκούφιζεν ἂν τὸν ἀναγκαῖον ἡμῶν βίον, οὕτω καὶ ἐπὶ βοῶν καὶ ἵππων καὶ προβάτων ἔχει καὶ ἁπλῶς τῶν ἡμέ‐ ρων ὀνομαζομένων ζῴων. Ὅθεν τὰ μὲν ἄρδην φθείρομεν, τῶν δὲ τὸ πλεῖον τῆς συμμετρίας ἀφαιροῦμεν. Διὰ παραπλησίους ταῖς εἰρημέναις αἰτίας καὶ τὰ περὶ
130τὴν ἐδωδὴν διορισθῆναι τῶν ἐμψύχων νομιστέον ὑπὸ τῶν ἐξ ἀρχῆς ταῦτα καταλαβόντων νόμῳ, ἐπὶ δὲ τῶν οὐκ ἐδωδίμων αἴτιον τὸ συμφέρον καὶ ἀσύμφορον. Ὥστε τοὺς λέγοντας ὅτι πᾶν τὸ καλὸν καὶ δίκαιον κατὰ τὰς ἰδίας ὑπολήψεις ἐστὶ περὶ τῶν νενομοθετημένων ἠλιβάτου τινὸς γέμειν εὐη‐
135θείας. Οὐ | γάρ ἐστιν οὕτως ἔχον τοῦτο, ἀλλ’ ὅνπερ τρόπον ἢ ἐπὶ τῶν λοιπῶν συμφερόντων, οἷον ὑγιεινῶν τε καὶ ἑτέρων μυρίων εἰδῶν 〈...〉 ἀλλὰ διαμαρτάνουσιν ἐν πολλοῖς τῶν τε κοινῶν ὁμοίως καὶ τῶν ἰδίων. Καὶ γὰρ τὰ παραπλησίως ἐφαρμόττοντα νομοθετήματα πᾶσιν οὐ καθορῶσί τινες, ἀλλ’
140οἳ μὲν τῶν ἀδιαφόρων δοξάζοντες εἶναι παραλείπουσιν, οἳ
δὲ τὴν ἐναντίαν δόξαν ὑπὲρ αὐτῶν ἔχουσιν, καὶ τὰ μὴ καθ‐ όλου συμφέροντα πανταχοῦ τινες οἴονται συμφέρειν. Ὅθεν διὰ τὴν αἰτίαν ταύτην ἀντέχονται τῶν οὐκ ἐφαρμοττόντων, εἰ καὶ ἐπί τινων ἐξευρίσκουσι τά τε πρὸς αὑτοὺς λυσιτελῆ71
145καὶ τὰ κοινὴν ἔχοντα τὴν ὠφέλειαν. Ὧν ἐστι καὶ τὰ περὶ τὰς ἐδωδὰς τῶν ἐμψύχων καὶ φθορὰς ἐν τοῖς πλείστοις τῶν ἐθνῶν διατεταγμένα διὰ τὸ τῆς χώρας ἴδιον, οἷς οὐκ ἀναγ‐ καῖον ἐμμένειν ἡμῖν διὰ τὸ μηδὲ τὸν αὐτὸν οἰκεῖν τόπον. Εἰ μὲν οὖν ἠδύναντο ποιήσασθαί τινα συνθήκην ὥσπερ πρὸς

34

(150)

ἀνθρώπους οὕτω καὶ πρὸς τὰ λοιπὰ τῶν ζῴων ὑπὲρ τοῦ μὴ κτείνειν μήτε πρὸς ἡμῶν ἀκρίτως αὐτὰ κτείνεσθαι, καλῶς εἶχε μέχρι τούτου τὸ δίκαιον ἐξάγειν· ἐπιτεταμένον γὰρ ἐγίγ‐ νετο πρὸς τὴν ἀσφάλειαν. Ἐπειδὴ δὲ τῶν ἀμηχάνων ἦν κοινωνῆσαι νόμου τὰ μὴ δεχόμενα τῶν ζῴων λόγον, διὰ μὲν
155τοῦ τοιούτου τρόπου τὸ συμφέρον οὐχ οἷόν τε κατασκευά‐ σασθαι πρὸς τὴν ἀπὸ τῶν ἄλλων ἐμψύχων ἀσφάλειαν μᾶλ‐ λόν περ ἢ τῶν ἀψύχων, ἐκ δὲ τοῦ τὴν ἐξουσίαν λαμβάνειν, ἣν νῦν ἔχομεν, εἰς τὸ κτείνειν αὐτὰ μόνως ἔστι τὴν ἐνδεχο‐ μένην ἔχειν ἀσφάλειαν. Τοιαῦτα μὲν καὶ τὰ τῶν Ἐπι‐
160κουρείων. | Τοιαῦτα μὲν καὶ τὰ παρὰ Κλωδίῳ καὶ Ἡρακλείδῃ τῷ Ποντικῷ Ἑρμάρχῳ τε τῷ Ἐπικουρείῳ καὶ τοῖς ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου, ἐν οἷς καὶ τὰ ὑμέτερα, ὅσα ἡμῖν ἀπηγγέλθη, περιείληπται.

t35-39

SCRIPTA PER EPISTULAS

35

τοῖς δ’ ἡμε|τ̣έροις μεμπτέον | ἂ̣ν εἴη καὶ περιττότε|ρ̣ον τοῖς γέ τοις τοιού|[το]ις, ὅσοι καὶ τὴν σοφις|[τ]ικὴν ῥητορικὴν οὐ|κ εἶναι τέχνην διειλή|φασι καὶ τούτου συ‐ στα|τικοὺς λόγους πεποιή̣|κασι. εἰ γὰρ Ἐπ[ί]κουρος | καὶ
5Μητρόδωρος ἔτι | δ’ Ἕρμαρχος ἀποφαί|νονται τέχνην ὑπάρ|‐
χειν τὴν τοι‵αύ′την | ὡς ἐν τοῖς ἑξῆς ὑπο|μνήσομεν, οἱ τούτοις | ἀντιγράφοντες οὐ | πάνυ τι μακρὰν τῆς | τῶν πατραλοιῶν | καταδίκης ἀφες|τήκασιν.72

36

[ἀ]λλὰ μὴν καὶ Ἕρ|μα[ρ]χ̣ος ἐπὶ Μενεκλέου[ς | ἔ]ν τινι πρὸ̣ς Θεοφείδην | ἐ̣πιστολῆ[ι] τὴν αὐτὴ[ν] | ἔ̣χε̣[ι] γνώμην. Ἀλεξ[ίνο]υ̣ | γὰρ ἐν τοῖς Π̣[ε]ρὶ ἀγωγῆς̣ | [κ]ατηγοροῦ[ν]τος τῶν ῥη|τορικῶν [σο]φιστῶν ὅτι |
5πολλὰ ζητοῦσιν ἀχρής|τως, ὧν ἐστι καὶ τὸ περὶ | τὴν λέξιν αὐτῶν πρα|γμάτευμα καὶ τὸ περὶ | τὴν [μ]νήμην καὶ ἐν οἶς ἐ|πιζη̣τοῦσι λέγειν Ὅμη|ρον “συμβέβηκεν” ἐν τοῖς | ἔπεσιν ὧν ἀρχὴ ”[ἄ]στρα | [δὲ] δὴ προβέβηκε” καὶ πε‖‐ ρί τινω[ν] ἄλ[λω]ν [πα]ρά | τε τού[τ]ωι καὶ π[αρ’]
10Εὐρι|πίδηι, ποεῖ[τ]αι [ἐγκλ]ή|ματα καὶ ἐν τῆι συ[γκ]ε|‐ φαλαιώσει τῶν εἰρ[η]μέ|νων καὶ [ἐ]πιφορᾶι· καὶ | ἄλλα δ[ή] τ]ινα προσάπτ|πτον[τες], ἐπαινέσαν|τες δ’ [ἄλλ]οτε ἄλλον [κ]α[ὶ] | ἂν οἴ〈οι〉σθ’ ἑκάτερο[ν] | ἀποδ[είξ]αιτο δ’ ἂν [περὶ] | αὐτῶν [δ]ιότι περὶ χρη|σίμων [γε] πλείστων
15| ἔ̣ξωθε[ν] ἐπιχειροῦσ̣[ι̣]ν | λόγους [ποιε]ῖσθαι τοιού|τους, ο[ἵους ἐγ]κρ[ῖ]ναι τῶν | [φ]ιλοσ[όφω]ν ἐστίν. [καὶ] | γὰρ εἰ μ̣[ὴ κ]ατ’ ἐπιστ[ή]|μ̣[ην περαί]ν̣ονται τ[ὰ πα]|ρ[ὰ] ἑ̣αυ[τῶ]ν, ἀλλὰ κατά | τινα εἰκοτολογίαν καὶ | σ[το]χα‐ σμόν Lacuna [τοια]ῦτα δή | τινα τοῦ Ἀλε̣ξίνου φλυ|[α]‐
20ρή̣σαντος, πρὸς τοὐπὶ | [π]ᾶσι διαλεγόμενος “τὸ | περὶ χρη‐ σίμων διαλέ|[γ]εσθαί, φησιν, εἰ μὲν ταὐ|[τὸ]ν δεῖ λαβεῖν τῶι πε|ρὶ τοιούτων ἐξ ὧν γί|νεται τὸ κέρδος ἐπ’ ἀργυ|ρ[ίωι] λ[ό]γο[υς] στρέφειν δυ|ναμένοις παντοδα{α}‖πῶς, πᾶσα δ’ ἐ[ξ]ουσία ἐσ̣[τί], | θέτε μανικ[ὸ]ν τελε[ί]|ως”.
25εἶτα δεί[ξ]ας τὸ | μανικὸν οἰ[κεί]ως τῆς | ὑπολήψεως. τοτ [———] | “περὶ τοιούτων, φησίν, | ἐξ ὧν συνίστατα[ι] Lacuna παραχω[ρῶμε]ν | γὰρ τὴν ἀσυνή[θειαν αὐ]|τῆς 〈σ〉φάλ‐ λειν τοὺς φρ[ο]ν[ί]|μους καὶ ἐπιεικεῖς ἐμ | πράγμασιν εἰς
ὄχ[λ]ους β̣α̣|δίζουσι καὶ ἐ̣λ̣έ[γχ]ου[ς] ‖ καὶ συκο‐73
30φάντας καὶ ὅ[ρ]|κο[υς] καὶ μαρτ[υρί]ας | ψε[υδ]εῖς. ἀπο‐ λέ[σ]αι [γ]ὰρ | κρεῖττον ἀργύριον πο|[λὺ κ]αὶ χωρίο[ν δι‐ κα]στὴν | [χλευ]άσαντα [κ]αὶ τοὺς | [κ]υ[ρι]ωτάτο[υς] καὶ με|γί̣[στο]υς φόβους [τῆι] τῆς | ψυχῆς ἕξει [φυγόν]τα τε̣|λέως, ἢ τούτους ἔχον|τα νικᾶν τὰς συμπάσας | δίκ[ας]
35Lacuna δίκας | μὴ μελετᾶν μ[η]δὲ ῥη|τορικ̣ῆς τέχνη[ς] ἐμπει|ρ[ία]ν̣ [ἔχε]ιν ἀλλὰ φεύγ̣ε̣ι̣ν̣ | [τοὺς π]αρατι[θέν]‐ τας Lacuna ἄξι|ον ἐπι[θαυμ]άζειν τοὺς | [ῥη]το‐ [ρι]κ[οὺ]ς ὡς χρησί|μ[ως πολι]τευομένους | οὐ κατ’ αὐ[τὸ] τὸ καινὸν | ἕστηκεν ὁ λόγος αὐτοῦ. |κα[ὶ γὰρ] μαγείρους
40καὶ | καπήλους χρήσιμόν | τ[ι π]ράττ̣ε̣ι̣ν̣ ἡμῖν [ὑ]πο|‐ λ[αμ]βάνοιμεν ἄν, ἀλλά | Lacuna καὶ γὰρ ἄγροικο[ς] | ἄνθρωπ[ος καὶ γρ]αμμά|τω[ν ὅ]λω[ς ἀνεπ]ιστ[ή|μ]ων ο̣ὐ ῥητορικ[ῆ]ς μό|νον ἐμπειρίας ἔξω κα|θεστηκώς, ἱκανὸς ἐξευ|ρεῖν τὰ δήμ[ο]ις συμφέ|ροντα καὶ διερμηνεῖς|θαι [σ]α‐
45φῶς. τὸ δὲ δὴ μὴ | [κατ’] ἐ[πιστή]μην περαί|[νεσθαί] τ[ινα]ς τῶν ῥητο‖[ρ]ικῶν λόγων ἀλλ’ ἐμπει|ρίαι καὶ στοχασμῶι [πῶ]ς | δεῖ πάλιν λαβεῖν; ο[ὐ] γὰρ | αὐτό γε τοῦτο δήπου νο|εῖν δεῖ, σημαίνεσθαι κα|τὰ τὴν λέξιν ταύ‐ την | τὸ μὴ συλλογισμοὺς δι|αλεκτικοὺς ἔχειν αὐ|τούς· οὐ

36

(50)

γάρ τινες τοῦ[το] | πεπόνθασιν ἀλλ̣’ ἅ[παν]|τες, χωρὶς τοῦ μ[ηδ’ αὐ]|τῶι συναρέσκειν τοῦ̣τ[ο] | λίαν. [Εὐ]βου‐ λίδι γοῦν | ἐγκα[λεῖ] που καταφρο|νοῦν[τι] τῶν μὴ συλ‐ λο|γισμοὺς̣ ἐχόντων λόγων· | μ̣ανθάνειν γὰρ {τουτων}| καὶ ἄνευ τούτων ἡμᾶς | τὰ πράγματά φησιν”.

37

παιδε[ί]αι χορεύσαντες [οὐ]κ̣ ἂν | [ὑ]πονο[η]θείησαν ἀλλ’ “ἀγράμ|ματοι — φησὶν̣ ὁ Ἑπ[ίκου]ρος — ἄν|θρ[ω]ποι”, καὶ ἀγροίκου[ς] φ‵η′σὶν | Ἕ[ρ]μαρχο[ς], λογικῆς ο̣ὔσης
τῆς | μαθήσεως ...74

38

τὸ τοίνυν οὐκ εἶ̣ναι | κατὰ τοὺς ἄνδρ̣[ας] τὴ[ν σο]|φι‐ στι‵κὴν ῥητορι[κ]′ὴν δημ̣ι|ουργὸν τῆς ἐμπράκ̣τ[ου] | καὶ πολειτικῆς ῥητορι|κῆς, δηλοῖ μὲν καὶ τὸ πρῶ|τον Περὶ ποιημάτ[ω]ν δι|ὰ πλειόνων· ἀποχρή[σει] | δὲ καί τινα τῶν
5ἐκεῖθε̣ν | ὑ̣φ’ ἡμῶν παρακειμένων | οὐ φατικῶς διασαφοῦντα | μόν‵ον′, ἀλλὰ καὶ πίστεις πε|[ρι]ε̣[ι]λ̣ηφότα. δηλοῖ δὲ καὶ | [Ἕ]ρμαρχος, δι’ ὧν παρεθέμε|[θ]α ...

39

[ἀλλὰ] τ̣ῆι ῥη|[το]ρικῆι τῶν σοφιστικῶν | [οὐ] συμ‐ βέβ[ηκ]ε̣ν εἶναι πο|[λι]τικῆι καθ[ὸ] ῥητορική ἐς|τιν, οὐδὲ τῶ̣ι ῥήτορι τῶι | [τοιού]τω[ι], κ̣αθὸ ῥήτωρ ἐς|τίν, τὸ πο̣‐ λ̣ιτικῶι̣ εἶναι | ο̣ὐδὲ πάλ̣[ιν τῶι πολιτι|κ]ῶι τὸ ῥη̣[τορι‐
5κῶι, καθάπερ |——— Ἐπί]|κουρός φησιν ἐν [τῶι] Περὶ | ῥ[η‐ τορ]ικῆς καὶ Μ[ητρόδ]ω|[ρος] ἐν τ̣ῶι πρώτωι Π[ερ]ὶ | πο[ιημά]των καὶ Ἕρ[μ]α̣ρ|[χος ἐπ]ὶ̣ Μενεκλέους [ἔ]ν | [τινι πρὸς Θε]οφείδην ἐπ̣ι|[στολῆι ———]

t40-42

EPISTULAE

40

πεπόη̣κ̣ε̣ν̣ | δὲ νέοις ἀργοῖς ὠφελί|μους καὶ [τ]ὰς ἐπι‐
τομὰς τ̣[ῶν] | ἐπιστολῶν τῶν Ἐπικούρ[ου], | Μητροδώρου, Πολυαίνου, | Ἑρμάρχου καὶ τῶν .[———]|μω[....] κατὰ γέ‐ νος ἐπ[ι]|στο[λῶν.75

41

οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην; ἡ δὲ οὐδ’ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν· ὥστ’
5ἐκεῖνον πολλὴν φροντίδα ποιούμενον αὐτῆς τοῦτ’ ἐμφανί‐ ζειν διὰ τῶν πρὸς Ἕρμαρχον Ἐπιστολῶν.

42

τελευτῆσαι δ’ αὐτὸν λίθῳ τῶν οὔρων ἐπισχεθέντων, ὥς φησι καὶ Ἕρμαρχος ἐν ἐπιστολαῖς ἡμέρας νοσήσαντα τετ‐ ταρεσκαίδεκα.

t43-48

A SCRIPTIS INCERTIS

43

ἀρέσκει δὲ καὶ ‖ τοῖς καθηγεμόσιν οὐ τὸ | κ̣ατ̣[ὰ] τὴν πρόληψιν [τ]α̣ύ|την θυμωθήσεσθαι τὸν σο|[φ]όν, ἀλλὰ τὸ κατὰ τὴν κοι|[ν]ο̣τέραν. καὶ γὰρ ὁ Ἐπίκου|[ρ]ο̣ς̣ ἐν ταῖς Ἀναφωνήσεσιν | [δ]ιασαφεῖ [τό] τε θυμωθή|σεσθαι καὶ̣
5[τὸ] μετρίως· καὶ | ὁ Μητρόδω̣[ρ]ος, εἰ κυρ[ί]ως | λέγει
“τ[οῦ δὲ] σοφοῦ θυμός”, | συνεμφα[ίνε]ι τὸ λίαν βρα|χέως· τ[ὸ] δ’ [ὅτ]ι θυμωθή̣[σ]ε|ται καὶ τῶ̣[ι Ἑρ]μ̣άρχω[ι] π̣[αρ]‐ αι|[τη]τὸν [μὲν οὐ δοκεῖ, ἀλλὰ τ]ὴν | [σύντονον μόνον ὀργήν]76

44

διὰ ‵τί′ τῶν κο|λάκων ἔνιοι καὶ σφόδρα κο|λακεύουσιν καὶ λοιδοροῦσι | πικρῶς οὓς κολακεύουσι; μά|λιστα μὲ[ν] αἰτία ἐστὶν ἣν Ἕρ|μαρχος ἀ̣π̣οδίδωσ[ι]· “τὸν γὰρ | ἀ[θ]ο‐ ρύβως διά[γ]οντα, φη[σί], | δ[———] | κατ̣αφρονεῖν ἂν ἀκα‐
5[τασχέτως] | τῶν [.]δ[........]πο[———]| πονο[ῦ]σιν ο‵′ πολιτευόμε|νοι”. προσεπιφέρε[ι] τοιγαρ|οῦν· “παραιτο〈ῦ〉ν‐ τα[ι] διὰ μὲν | τὸ περὶ πολλοῖς δυσαρεστεῖν | στυγοῦντες αὐτούς, διὰ δὲ | τὸ περὶ πλείστου ποιεῖσθαι | τὰς παρ’ αὐτῶν δό[σεις] καὶ | [τ]ιμὰς πάλιν ἀν[τιποι]ού̣|μενοι δου‐
10λεύειν· [τοιοῦτό]ν τι | [γ]ίνεται, φησί, καὶ [π]ερὶ τοὺς | κόλακας· διὰ μὲν αὐ̣τὸ [τὸ] | δύσκολο̣ν̣ ἐ{ι}ν το[ῖς] ἤθεσιν | τῶν κολακευομέ[ν]ων πι|κρῶς αὐτοὺς λοιδοροῦσιν, δι|ὰ δὲ τὸ μεταλαμ̣[β]άνειν | τὰ γινόμενα παρ’ α[ὐ]τῶν π[ά]|λι δεινῶς αὐτοὺς κολακεύ|ειν ἀναγκάζονται”.

45

ὡς δ’ ἰδιώτερον εἰπεῖν, αἱ φί|λοις καὶ τῶν ἄλλων τοῖς οὐ|κ ἀτόποις γινόμεναι μετα|δόσεις ἀφαιρέσεις καὶ τῆς | ὑπάρξεω[ς μειώ]σεις ἐνίοις | εἶναι δο̣[κ]οῦσ[ιν], ε̣ἰ[σὶ]ν̣ δὲ | κτή[σ]ει[ς λ]υσιτελέστεραι ‖ κατ̣[ὰ] τὸν Ἕρμαρχον ἐπι‐
5μέλει|αι τ[ο]ιούτων ἀνδρῶν ἤπερ | ἀγρῶν καὶ πρὸς τὴν
τύχην | ἀσφαλέστατοι θησαυροί.77

46

πρὸ]ς Ἕρμαρχον τη[———|——— πα]ραστήσομεν εἶν[αι | συν‐ το]μώτερον καὶ πλα[———|———] ἤπερ τ[———

48

διὰ ταῦτα δὴ καὶ ὁ Τίμαιος ἐπὶ παντὸς ὁρμῇ φησι τοὺς σωφρονοῦντας θεὸν ἀεί που καλεῖν ... ἀλλά πως, φησὶν ὁ Ἐπικούρειος Ἕρμαρχος, οὐκ εἰς ἄπειρον πρόϊμεν, εἰ ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος εὐχῆς δεόμεθα; καὶ
5γὰρ ἵνα εὐξώμεθα, πάλιν ἄλλης εὐχῆς δεήσει, καὶ οὐδαμοῦ
στησόμεθα.78

t49-53

FRAGMENTA DUBIA

49

Ὁ Ἐπικούρου βίος τοῖς τῶν ἄλλων συγκρινόμενος ἕνε‐ κεν ἡμερότητος καὶ αὐταρκείας μῦθος ἂν νομισθείη.

50

ὁ μέντοι μόνον ἀκήκοα τῶν Ἐπικουρείων λεγόντων πρὸς τοὺς εἰσαγομένους ὑπ’ Ἐμπεδοκλέους δαίμονας, ὡς οὐ δυ‐ νατὸν εἶναι φαύλους καὶ ἁμαρτητικοὺς ὄντας μακαρίους καὶ μακραίωνας, πολλὴν τυφλότητα τῆς κακίας ἐχούσης
5καὶ τὸ περιπτωτικὸν τοῖς ἀναιρετικοῖς, εὔηθές ἐστιν.

51

ἀλλ’ ἵνα τἄλλα ἐάσω, τί μᾶλλον ἐναργὲς οὕτως ἐστὶ καὶ πεπιστευμένον ὡς τὸ παρορᾶν καὶ παρακούειν ἐν πάθεσιν ἐκστατικοῖς καὶ μελαγχολικοῖς ὄντα, ὅταν ἡ διάνοια τοι‐ αῦτα πάσχῃ καὶ ταράττηται·
5 “αἱ δέ με δᾳδοφόροι μελανείμονες ὄμμα πυροῦσι·” καί ”...μητέρ’ ἀγκάλαις ἐμὴν ἔχουσα”; ταῦτα μέντοι καὶ πολλὰ τούτων ἕτερα τραγικώτερα, τοῖς Ἐμπεδοκλέους ἐοικότα “τεράσμασιν” ὧν καταγελῶσιν, “εἰ‐
10λίποδ’ ἀκριτόχειρα” καί “βουγενῆ ἀνδρόπρωρα” καὶ τίνα γὰρ οὐκ ὄψιν ἢ φύσιν ἔκφυλον εἰς τὸ αὐτὸ συνενεγκόντες
ἐκ τῶν ἐνυπνίων καὶ τῶν παρακοπῶν οὐδὲν εἶναί φασι πα‐ ρόραμα τούτων οὐδὲ ψεῦδος οὐδ’ ἀσύστατον, ἀλλὰ φαντασίας ἀληθεῖς ἁπάσας καὶ σώματα καὶ μορφὰς ἐκ τοῦ περιέχοντος79
15ἀφικνουμένας.

52

νος μεταβαίνειν [φη]|σὶ τὰς ψυχὰς ἐκ σωμά|των εἰς σώματα με|τὰ τὸ τὰ πρῶτα δι̣αφθα|ρῆναι καὶ ἐπ’ ἄπει‐ ρον τοῦ̣|το γείνεσθαι, ὥσπερ οὐ|κ ἐρ̣οῦντος αὐτῷ τινος· | Ἐν̣π̣εδόκλεις, εἰ μὲν | ο̣ὖ[ν] δ̣ύν̣ανται καθ’ ἑαυ|τ̣ὰ̣ς̣ [α]ἱ
5ψυχα̣ὶ μένειν μη|δ̣έ̣ [ποτ’] ὀ̣φ̣ε̣ί̣λεις σύρ̣ε̣ιν | εἰς ζ[ῴ]ου̣ φύσιν καὶ τού|του χ̣ά̣ριν̣ μεταφέρειν̣ | [α]ὐ̣τάς τί σοι̣ δύναται̣ ἡ ‖ μετάβασις; ἐν γὰ[ρ τῷ] | μεταξὺ χρόνῳ, δι’ ο[ὗ τὸ] | μεταβαίνειν αὐτα[ῖς γεί]|νεται ζῴου φύσιν [συν]|έχον, τί πάντα γε με̣[ταβή]|σονται; εἰ δὲ μή [πως] | ἔχουσι
10μεῖναι ἄ[νευ] | σώματος, τί μά[λιστα] | ἑαυτῷ παρέχει[ς πρά]|γματα, μ[ᾶ]λλον [δὲ ἐ]|κείναις, σ̣ύρω[ν αὐτὰς] | καὶ μεταβιβάζ̣[ων εἰς] | ἕτερον ἐξ̣ ἑτέρ[ου ζῷ]|ον; καὶ ταῦτα πο[ ‖ 1—7 desunt. 8]λ 9 deest 10]ρ 11—14 desunt [........]ς τον [....]|[.........] υνηι̣ [....|.........]
15ηοτ̣[.... ἄ|μεινον γ]ὰρ ἁπλῶς ἀ|φθάρτους [ἦν] τὰς ψυ|χὰς καθ’ ἑαυτ̣ὰς ποι̣|εῖν καὶ μὴ εἰς μα|κρὸν ἐνβαλεῖν αὐτὰ̣[ς] | περίπλουν, ἵνα σου τὸ | πανέσχατον σ̣ε̣μνό|τερον ὑπήρχετο ψεῦς|μα. ἤ σοι μέν, Ἐνπε|δόκλεις, ἀπιστήσομε[ν] | τὰς με‐ ταβάσεις τα[ύ|τας ...]

53

[τῆς ἀλλο]|τριότητος, οἶξ̣αι τὰ̣[ς εἰς] | τὸ συνελθὸν ἡμῶν̣ [ἀ]|παθεῖς εἰσόδους, κα̣ὶ̣ | τῶν ῥητορικῶν ἀπο|κάμ‐ ψεις λόγων ὅπως | ἀκούσῃς τι τῶν ἡμεῖν | ἀρεσκόντων. ἔνθεν | σε καὶ κατελπίζομεν̣ | τὴ̣ν̣ ταχίστην τὰς φι|λοσο‐
5φίας κρούσειν θύ|[ρας.]80