TLG 1437 002 :: HIPPON :: Fragmenta

HIPPON Phil., vel Hipponax
(Rheginus: 5 B.C.)

Fragmenta

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn. Berlin: Weidmann, 1951 (repr. Dublin/Zurich: Weidmann, 1966): 387–389.

frr. 1–4

Citation: Fragment — (line)

1

SCHOL. HOMER. Genev. p. 197, 19 Nicole zu Homer Φ 195: ἀλλ’ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι· τῶι οὐδὲ κρείων Ἀχελώιος ἰσοφαρίζει
οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,387
5 ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν. Κράτης δὲ ἐν β τῶν Ὁμηρικῶν δεικνύς, ὅτι Ὠκεανὸς ‘Μεγάλη θά‐ λασσα‘· “ταῦτα γάρ, φησίν, μόνως ἂν ἁρμόττοι ῥηθῆναι περὶ τῆς ἐκτὸς θαλάσσης, ἣν ἔτι καὶ νῦν οἱ μὲν ‘Μεγάλην θάλατταν‘, οἱ δὲ
10‘Ἀτλαντικὸν πέλαγοσ‘, οἱ δὲ Ὠκεανὸν προσαγορεύουσιν. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην ἔχειν τὴν δύναμιν; καίτοι γ’ ἔνιοι ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ στίχον [195] τῶι Ἀχελώιωι περιτιθέασι ταῦτα, ὃς οὐχ ὅτι τῆς θαλάσσης μείων ἐστίν, ἀλλὰ καὶ τῶν ἐν αὐτῆι κόλπων, λέγω δὴ Τυρρηνικοῦ
15〈καὶ〉 Ἰονίου. εἶπε δὲ τοῖς τρισίν [195—197], φησίν, ὅ τι καὶ οἱ μετὰ ταῦτα φυσικοὶ συνεφώνησαν, τὸ περιέχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος ὕδωρ Ὠκεανὸν εἶναι, ἐξ οὗπερ τὸ πότιμον. Ἵππων· ‘τὰ γὰρ ὕδατα πινόμενα πάντα ἐκ τῆς θαλάσσης ἐστίν· οὐ γὰρ δή που τὰ φρέατα βαθύτερα ἢ ἡ θάλασσά ἐστιν
20ἐξ ὧν πίνομεν· οὕτω γὰρ οὐκ 〈ἂν〉 ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἀλλ’ ἄλλοθέν ποθεν. νῦν δὲ ἡ θάλασσα βαθυ‐ τέρα ἐστὶ τῶν ὑδάτων. ὅσα οὖν καθύπερθεν τῆς θαλάσ‐ σης ἐστ, πάντα ἀπ’ αὐτῆς ἐστιν‘. οὕτως τὰ αὐτὰ εἴρηκεν Ὁμήρωι”.

2

CLEM. Protr. 55 (I 43, 1 St.) οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθα‐
νατίζοντι τὸν θάνατον τὸν ἑαυτοῦ· ὁ Ἵ. οὗτος ἐπιγραφῆναι ἐκέλευσεν τῶι μνή‐ ματι τῶι ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον [Anth. L. I 74 D.]· ‘Ἵππωνος ... καταφθί‐ μενον‘. ALEX. in Metaph. 27, 1 τοῦτο δὲ λέγοι ἂν [Arist.] περὶ αὐτοῦ,388
5ὅτι ἄθεος ἦν· τοιοῦτο γὰρ καὶ τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα· ‘Ἵππωνος ... καταφθίμενον. Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν
ἶσον ἐποίησεν Μοῖρα καταφθίμενο
ν.

3

ATHEN. XIII 610 B πάντων αὐτὸν ἐπὶ τῆι μνήμηι θαυμασάν‐ των ὁ Κύνουλκος ἔφη ‘πουλυμαθημοσύνης τῆς οὐ κενεώτερον οὐδέν‘ 〈***〉 Ἵππων ἔφη ὁ ἄθεος.

4

CLAUDIAN. MAMERT. de anima 7 p. 121, 14 Eng. H. Metapontinus ex eadem schola Pythagorae praemissis pro statu sententiae suae insolu‐ bilibus argumentis de anima sic pronuntiat ‘longe aliud anima, aliud corpus est, quae corpore et torpente viget et caeco videt et
5mortuo vivit‘.389