TLG 1436 001 :: 〈HIPPODAMUS〉 :: Fragmenta [Sp.] 〈HIPPODAMUS〉 Phil. Fragmenta [Sp.] Citation: Page — (line) | ||
94(7t) | Περὶ εὐδαιμονίας | |
8 | Stob. 4.39.26 p. 908 He. (Mullach 2 p. 9) Ἱπποδάμου Θουρίου ἐκ τοῦ Περὶ εὐδαιμονίας. Τῶν ζῴων τὰ μέν ἐστι δεκτικὰ τᾶς εὐδαιμονίας, τὰ | |
---|---|---|
10 | δὲ ἄδεκτα. καὶ δεκτικὰ μὲν ὅσα λόγον ἔχει· ἁ μὲν γὰρ εὐδαιμονία οὐκ ἄτερθεν ἀρετᾶς, ἁ δὲ ἀρετὰ ἐγγίνεται τῷ λόγον ἔχοντι πρῶτον· ἄδεκτα δὲ 〈ὅσα λόγον οὐκ ἔχει· οὔτε γὰρ τὸ ὄψιος ἄμοιρον δέχεται τᾶσ〉 ὄψιος ἔργον ἢ τᾶς ὄψιος ἀρετάν, οὔτε τὸ [τῶ] λόγω ἄμοιρον [ἢ] τὸ τῶ λόγον ἔχοντος ἔργον ἢ τὰν τῶ λόγον ἔχοντος ἀρετάν. ἁ δ’ εὐδαιμονία καὶ | |
15 | ἀρετὰ τῷ λόγον ἔχοντι ἁ μὲν ὡς ἔργον ἁ δ’ ὡς τέχνα τίς ἐστι. τῶν δὴ λόγον ἐχόντων ζῴων τὰ μέν ἐστιν αὐτοτελέα, ὅσα δι’ αὐτὰ τέλεά ἐστι καὶ οὐδενὸς ἐπιδεῆ τῶν ἔξωθεν οὔτε ποτὶ τὸ ἦμεν οὔτε ποτὶ τὸ καλῶς ἦμεν· τοιοῦτος δέ κα εἴη ὁ θεός. οὐκ αὐτοτελέα δὲ ὅσα μὴ δι’ αὐτὰ τέλεά ἐστι, ποτιδέεται δὲ καὶ τᾶς ἔξωθεν αἰτίας· τοιοῦτος δέ κα | |
20 | εἴη ὁ ἄνθρωπος. τῶν δὴ οὐκ αὐτοτελέων τὰ μέν ἐστι τέλεα τὰ δ’ οὐ τέλεα. καὶ τέλεα μὲν ὅσα καὶ παρὰ τὴν αὐτῶν αἰτίαν καὶ παρὰ τὰς ἔξωθεν αἰτίας γίνονται. καὶ παρὰ μὲν τὴν αὐτῶν, τῷ καὶ φύσιν ἀγαθὰν καὶ προαίρεσιν ποτενέγκασθαι· παρὰ δὲ τὰς ἔξωθεν, τῷ εὐνομίαν καὶ ἐπιστάτας ἀγαθὼς λαβεῖν. οὐ τέλεα δὲ τὸ ἤτοι μηδ’ ἑτέρω τούτων | |
25 | κοινωνάσαντα, ἢ τινὸς αὐτῶν, ἢ τὰ καθόλου φαῦλα ὑπάρχοντα καττόν γα τρόπον τᾶς ψυχᾶς· τοιοῦτος δέ κα εἴη θάτερος ἄνθρωπος. τῶν δὲ τελέων ἀνθρώπων δοιαὶ διαφοραί· τοὶ μὲν γάρ ἐντιν αὐτῶν καττὰν | |
φύσιν τέλεοι, τοὶ δὲ καττὸν βίον· καὶ καττὰν φύσιν μὲν μόνοι οἱ ἀγαθοί· | 94 | |
95 | οὗτοι δέ κ’ εἶεν τοὶ ἔχοντες τὰν ἀρετάν· ἁ γὰρ ἀρετὰ τᾶς ἑκάστου φύσιος καὶ ἀκρότας καὶ τελειότας ἐστίν· ἁ μὲν τῶ ὀφθαλμῶ τᾶς τῶ ὀφθαλμῶ φύσιος ἀκρότας καὶ τελειότας· ἁ δὲ τῶ ἀνθρώπω τᾶς τῶ ἀνθρώπω φύσιος καὶ ἀκρότας καὶ τελειότας· καττὸν βίον δὲ τέλειοι | |
5 | τοὶ μὴ μόνον ἀγαθοὶ ὄντες ἀλλὰ καὶ εὐδαίμονες. ἁ μὲν γὰρ εὐδαιμονία τελειότας ἐστὶ βίω ἀνθρωπίνω· ὁ δὲ βίος ὁ ἀνθρώπινος σύσταμα τῶν πραξίων, ἁ δ’ εὐδαιμονία 〈ἁ〉 συμπεραίνουσα τὰς πράξιας. συμπεραίνει δὲ τὰς πράξιας ἀρετὰ καὶ τύχα, τὰ μὲν ἀρετὰ καττὰν χρῆσιν, τὰ δ’ εὐτυχία καττὰν κατόρθωσιν. ὁ μὲν ὦν θεὸς οὔτε μαθὼν παρά τινος | |
10 | τὰν ἀρετὰν ἀγαθὸς ἐγένετο οὔτε ἐπισυναρξαμένας αὐτῷ τᾶς τύχας εὐδαίμων· φύσει γὰρ ἦν ἀγαθὸς καὶ φύσει εὐδαίμων καὶ ἀεὶ ἦν καὶ ἐσσεῖται καὶ οὐδέποκα ὑπολείψει τοιοῦτος ἐών, ἄφθαρτος ἐὼν καὶ φύσει ἀγαθός· ὁ δὲ ἄνθρωπος 〈οὔτε τᾷ φύσει ἀγαθὸσ〉 οὔτε τᾷ φύσει εὐδαίμων, ἀλλὰ μαθήσιος καὶ προνοίας ποτιδέεται, ποτὶ μὲν τὸ γενέσθαι | |
15 | ἀγαθὸς τᾶς ἀρετᾶς, ποτὶ δὲ τὸ γενέσθαι εὐδαίμων τᾶς εὐτυχίας. καὶ διὰ τοῦτο ἐκ δύο τούτων ἁ ἀνθρωπίνα εὐδαιμονία συγκεφαλαιοῦται, ἐπαίνω τε καὶ μακαρισμῶ· ἐπαίνω μὲν τῶ ἐξ ἀρετᾶς, μακαρισμῶ δὲ τῶ ἐξ εὐτυχίας. τὰν μὲν ὦν ἀρετὰν ἔχει διὰ τὴν θείαν μοῖραν, τὰν δ’ εὐτυχίαν διὰ τὰν θνατάν. ἐξήρ〈τ〉ηται δὲ τὰ μὲν θνατὰ ἀπὸ τῶν | |
20 | θεῶν, καὶ τὰ ἐπὶ γῆς 〈ἀπὸ〉 τῶν οὐρανίων, τὰ δὲ χείρονα ἀπὸ τῶν βελτιόνων. καὶ διὰ τοῦτο ὁ μὲν ἑπόμενος τοῖς θεοῖς ἀγαθὸς εὐδαιμονεῖ, ὁ δ’ ἑπόμενος τοῖς θνητοῖς κακοδαιμονεῖ. τῷ μὲν γὰρ τὰν φρόνασιν ἔχοντι ἀγαθὸν εὐτυχία καὶ χρήσιμον· καὶ ἀγαθὸν μὲν διὰ τὰν γνῶσιν τᾶς χρήσεως, ὠφέλιμον δὲ διὰ τὸ συνεργεῖν ταῖς πράξεσι. καλὸν οὖν, | |
25 | ὅκα εὐτυχία παρῇ τῷ νόῳ, ὥσπερ ὠρίῳ ἀνέμῳ θέοντα, ποττὰν ἀρετὰν ἀποβλέποντα ποιέεσθαι τὰς πράξιας, ὥσπερ καὶ τὸν κυβερνάταν ποτὶ τὰς τῶν ἄστρων κινάσιας· οὕτω γὰρ οὐ μόνον ἀκολουθάσει τῷ θεῷ, ἀλλὰ καὶ συντάξει τὸ ἀνθρώπινον ἀγαθὸν ποτὶ τὸ θῇον. καὶ μὰν καὶ τοῦτό γα φανερὸν ὅτι ἐκ διαθέσιος καὶ πράξιος βίος διαφέρων γίνεται· | |
30 | ἀνάγκα δὲ τὴν μὲν διάθεσιν ἢ σπουδαίαν ἢ φαύλαν ἦμεν, τὰν δὲ πρᾶξιν ἢ εὐδαίμονα ἢ κακοδαίμονα· καὶ σπουδαίαν μὲν τὰν ἀρετᾶς μετειληφυῖαν, | |
φαύλαν δὲ τὰν κακίας· τὰς δὲ πράξιας εὐδαίμονας μὲν ἐν τᾷ εὐτυχίᾳ· | 95 | |
96 | συμπεραίνονται γὰρ ποτὶ τὸν λόγον· κακοδαίμονας δ’ ἐν τῇ ἀτυχίᾳ· ἀποτευκτικὸν γὰρ τῶ συμπεράσματος. διόπερ οὐ μόνον μαθεῖν δεῖ τὰν ἀρετάν, ἀλλὰ καὶ κτήσασθαι καὶ χρήσασθαι αὐτᾷ, ἤτοι ἐς φυλακίαν ἢ ἐς συναύξασιν ἢ καὶ μέγιστον ἐς ἐπανόρθωσιν οἴκων τε καὶ πολίων. | |
5 | οὐ γὰρ μόνον τὰν κτᾶσιν ἔχειν δεῖ τῶν καλῶν, ἀλλὰ καὶ [τε] τὰν ὄνασιν. ταῦτα δὲ πάντα ἐσσεῖται, αἴκα πόλιος εὐνομουμένας τύχῃ ὁ ἄνθρωπος. καὶ ταῦτα μὲν ἐγὼ φαμὶ εἶμεν τὸ ὀνομαζόμενον Ἀμαλθείας κέρας· ἐν εὐνομίᾳ γὰρ τὰ πάντα ἐστί, καὶ ἄνευ ταύτας οὔτε γεννᾶται τὸ μέγιστον τᾶς ἀνθρωπίνας φύσιος ἀγαθὸν οὔτε γενναθὲν καὶ ἀεξαθὲν δύναιτό κα | |
10 | διαμένεν. καὶ γὰρ τὰν ἀρετὰν καὶ τὰν φορὰν ποττὰν ἀρετὰν αὐτὰ ἀμπέχει, τῷ καὶ φύσιας ἀγαθὰς γεννᾶσθαι κατταύταν· καὶ ἤθεα δὲ καὶ ἐπιταδεύματα καὶ νόμως εἶμεν τὼς ἀρίστως, ἔτι δὲ λόγως ὀρθογνώμονας, καὶ εὐσέβειαν δὲ καὶ ὁσιότητα ποτὶ τὰ τιμιώτατα. ὥστε τῷ μέλλοντι εὐδαιμονήσειν καὶ ὀρθόπλοον ἕξειν τὸν αὐτῶ βίον, εὐνομίας ὑπαρχούσας | |
15 | καὶ διαπερᾶσαι δεῖ καὶ διελθεῖν αὐτὸν ἀνομίαν καταλιπόντα. ἅμα δὲ καὶ ἀνάγκαν ἐπαμφέρει ὁ λόγος τοῖσιν ἔμπροσθεν εἰρημένοις. ὁ γὰρ ἄνθρωπος κοινωνίας μέρος ἐντί· καὶ σὺν τούτοις ὁλόκλαρος γίνεται καττὸν αὐτὸν λόγον, σὺν τῷ μὴ μόνον κοινωνὲν ἀλλὰ καὶ καλῶς κοινωνέν. ἁ μὲν γὰρ ἐν πλείοσιν, ἀλλ’ οὐκ ἐν ἑνὶ πέφυκε γίγνεσθαι· ἁ δὲ ἐν ἑνὶ | |
20 | μέν, οὐ μὰν ἔτι ἐν πλείοσιν· ἁ δὲ καὶ ἐν πλείοσι καὶ ἐν ἑνί, καὶ διὰ τοῦτο ἐν ἑνὶ ὅτι καὶ ἐν πλείοσιν. ἁρμονία μὲν γὰρ καὶ συμφωνία καὶ ἀριθμὸς ἐν πλείοσιν ἐγγίγνεσθαι πέφυκεν· οὐδὲν γὰρ αὔταρκες, ὃ τούτων τῶν μορίων ποιεῖ τὸ ὅλον· ὀξυακοΐα δὲ καὶ ὀξυδορκία καὶ ποδῶν ὠκύτας ἐν ἑνὶ μόνον, εὐδαιμονία δὲ καὶ ἀρετὰ ψυχῆς καὶ ἐν ἑνὶ καὶ ἐν πλείοσι καὶ | |
25 | ἐν τῷ ὅλῳ καὶ ἐν τῷ παντί. καὶ διὰ τοῦτο ἐν τῷ ἑνὶ ὅτι καὶ ἐν πλείοσι, καὶ ἐν τοῖς πλείοσιν ὅτι καὶ ἐν τῷ ὅλῳ καὶ ἐν τῷ παντί. ἅ τε γὰρ τᾶς ὅλας φύσιος διακόσμασις καὶ τὸ καθ’ ἓν ἕκαστον διακεκόσμακεν καὶ ἁ καθ’ ἕκαστον δὲ διακόσμασις τὸ ὅλον καὶ τὸ πᾶν ἐκπεπλήρωκε. τούτῳ 〈δὲ τὰ〉 ζῷα ἀκολουθεῖ διὰ τὸ τᾷ φύσει πρᾶτον εἶμεν τὸ ὅλον | |
30 | τοῦ μέρεος, ἀλλ’ οὐ τὸ μέρος τῶ ὅλω. αἴτε γὰρ μὴ ἦν ὁ κόσμος, οὐδ’ ἂν ὁ ἅλιος ἦν, οὐδ’ ἁ σελάνα, οὐδ’ οἱ πλάνατες ἀστέρες, οὐδ’ οἱ ἀπλανέες· ὄντος δέ γε τῶ κόσμω, καὶ τούτων ἕκαστόν ἐστιν. ἴδοι δέ κα τοῦτό [ἄν] | |
τις καὶ ἐπ’ αὐτᾶς τᾶς τῶν ζῴων φύσιος. αἴτε γὰρ μὴ ἦν ζῷον, οὐδ’ | 96 | |
97 | ὀφθαλμός, οὐδ’ ἂν στόμα, οὐδ’ ἂν ἀκοά· ὄντος δέ γα ζῴω, καὶ τούτων ἕκαστόν ἐστιν. ὡς δὲ ἔχει τὸ ὅλον ποτὶ τὸ μέρος, οὕτω καὶ ἁ τῶ ὅλω ἀρετὰ ποτὶ τὰν τῶ μέρεος. μὴ ὑπαρχούσας γὰρ ἁρμονίας καὶ ἐπόψιος θείας περὶ τὸν κόσμον, οὔ κα ἐδύνατο συνεῖμεν ἔτι καλῶς ἔχοντα τὰ | |
5 | ἐγκεκοσμαμένα· μὴ ὑπαρχούσας δ’ εὐνομίας περὶ τὰς πόλιας, οὔ κα δύναιτό τις ἀγαθὸς ἢ εὐδαίμων πολίτας ἦμεν. μὴ ὑπαρχούσας δ’ ὑγιείας περὶ τὸ ζῷον, οὔ κα δύναιτο ποὺς ἢ χεὶρ σθεναρά τε καὶ ὑγιεινὰ ἦμεν. ἔστι γὰρ ἁ μὲν ἁρμονία ἀρετὰ κόσμω, ἁ δ’ εὐνομία ἀρετὰ πόλιος, ἁ δ’ ὑγίεια καὶ ἰσχὺς ἀρετὰ σώματος. καὶ ἕκαστον δὲ τῶν ἐν αὐτοῖς | |
10 | μερέων συντέτακται ποτὶ τὸ ὅλον καὶ τὸ πᾶν. ὀφθαλμοί τε γὰρ ὁρῶντι ὑπὲρ τῶ παντὸς σώματος, καὶ τἄλλα δὲ μόριά τε καὶ μέρεα ὑπὲρ τῶ ὅλω καὶ τῶ παντὸς συντέτακται. Perhaps from this tract: Clem. Strom. 2.102.1 p. 168 St. καί μοι δοκεῖ παγκάλως Ἱππόδαμος ὁ Πυθαγόρειος γράφειν· τᾶν φιλιᾶν ἁ μὲν | |
15 | ἐξ ἐπιστάμας θεῶν, ἁ δ’ ἐκ παροχᾶς ἀνθρώπων, ἁ δὲ ἐξ ἁδονᾶς ζῴων. | |
16t | Περὶ πολιτείας | |
17 | Stob. 4.34.71 p. 846 He. (Mullach 2 p. 14) Ἱπποδάμου Πυθαγορείου ἐκ τοῦ Περὶ πολιτείας. Πάντα μὲν ὦν τὰ θνατὰ δι’ ἀνάγκαν φύσιος ἐν μεταβολαῖς καλινδεῖται, τὰ μὲν ἀπὸ τῶν χερῃόνων ἐπὶ τὰ βελτίονα | |
20 | μετατροπὰν λαμβάνοντα, τὰ δὲ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χερῄονα. γενόμενα γὰρ ἀέξεται τὰ πράγματα καὶ ἀεξηθέντα ἀκμάζει καὶ ἀκμάσαντα γηράσκει καὶ τέλος ὕστατα φθείρεται· τὰ μὲν ὑπὸ φύσιος γινόμενα δι’ αὐτᾶς τᾶς φύσιος ἐς τὸ ἄδηλον αὖτις τερματιζόμενα, καὶ πάλιν ἐκ τοῦ ἀδήλου ἐς τὸ ὁρατὸν ἐπισυνερχόμενα ἀμοιβᾷ γενέσιος καὶ ἀνταποδόσει | |
25 | φθορᾶς κύκλον αὐταύτας ἀναποδιζοίσας, τὰ δὲ καὶ ὑπὸ ἀφροσύνας ἀνθρωπίνας ὕβρι καὶ κόρῳ ζεσάσας. οἶκοί τε καὶ πόλεις ὑπὸ μεγάλων | |
εὐτυχημάτων ἀερθεῖσαι καὶ βίοι βαθυπλούτων ἅμα τοῖς μακαριζομένοις | 97 | |
98 | ἀγαθοῖς ἐς τὸν ὄλεθρον ἔβασαν. τῶ δεῖ καὶ συμβαίνει πᾶσαν ἁγεμονίαν τρισὶ χρόνοις ὁρίζεσθαι· ἑνὶ μὲν καὶ πράτῳ τῷ περιέχοντι τὰν κτᾶσιν, δευτέρῳ δὲ τῷ τὰν ἀπόλαυσιν, τελευταίῳ δὲ τῷ τὰν ἀπόλεσιν. τοὶ μὲν γὰρ πρᾶτοι ἀτυχέες ἐόντες ἐκτήσαντο, τοὶ δὲ δεύτεροι εὐτυχέες | |
5 | γενόμενοι [ἐχρήσαντο, τοὶ δὲ τρίτοι ἄφρονες γενόμενοι〉 διέφθειραν. τὰ μὲν ὦν ὑπὸ θεῶν διοικημένα ἄφθαρτα δ’ ἐόντα ὑπὸ ἀφθάρτων τὸν ἀεὶ χρόνον πέφυκε σῴζεσθαι, τὰ δ’ ὑπ’ ἀνθρώπων θνατὰ ὄντα ὑπὸ θνατῶν ἐπιδέχεται ποικίλαν ἀεὶ μεταβολάν. κόρου μὲν γὰρ καὶ ὕβριος πέρας ὄλεθρος, ἀπορίας δὲ καὶ στενοχωρίας πέρας ἀνδραγαθία. βίου | |
10 | ἀνθρωπίνου τὸ καὶ ἀφ’ ἑτέρων αὐτὸν περαίνεσθαι. Stob. 4.1.93 p. 28 He. (Mullach 2 p. 11) Ἱπποδάμου Πυθαγορείου ἐκ τοῦ Περὶ πολιτείας. Φαμὶ δ’ ἐγὼ ἐς μοίρας τρεῖς διεστάσθαι τὴν σύμπασαν πολιτείαν· καὶ μίαν μὲν εἶναι μοῖραν τῶν ἀρετᾷ κυβερνώντων τὰ κοινά, δευτέραν δὲ τῶν δυνάμει, τρίταν δὲ τῶν ἐκπλαρώσει καὶ | |
15 | χορηγίᾳ τῶν ἀναγκαίων. ὀνυμαίνω δὲ τὸ μὲν πρῶτον πλᾶθος βουλευτικόν, τὸ δὲ δεύτερον ἐπίκουρον, τὸ δὲ τρίτον βάναυσον. καὶ τὰ μὲν αὐτῶν ἐλευθέραν βιοτὰν ἐχόντων οἰκῇα φαμὶ εἶμεν, τὸ δὲ τρίτον τῶν βιοπόνων. καὶ τὸ μὲν βουλευτικὸν ἄριστον εἶμεν, τὸ δὲ βάναυσον χερήιον, τὸ δ’ ἐπίκουρον μέσον. καὶ τὸ μὲν βουλευτικὸν ἄρχεν δεῖ, τὸ δὲ βάναυσον | |
20 | ἄρχεσθαι, τὸ δὲ ἐπίκουρον καὶ ἄρχεν καὶ ἄρχεσθαι. τὸ μὲν γὰρ καὶ τί δεῖ πράττεν προβουλεύει, τὸ δ’ ἐπίκουρον τῷ μὲν προπολεμεῖν ἄρχει τῶ βαναύσω παντός, τῷ δὲ προβουλεύεσθαι ἄρχεται. Stob. 4.1.94 p. 29 He. (Mullach 2 p. 11) Ἐν ταὐτῷ. Ταυτᾶν δὲ τᾶν μοιρᾶν ἑκάστα πάλιν εἰς τρία τέτακται. τῶ τε γὰρ βουλευτικῶ | |
25 | μέρεος τὸ μέν ἐστι πρόεδρον, τὸ δὲ ἀρχοντικόν, τὸ δὲ κοινοβουλευτικόν· πρόεδρον μὲν τὸ προσυνεδρεῦον καὶ [τὸ] προβουλευόμενον περὶ τῶν πραγμάτων καὶ ὕστερον ἐπανφέρον ἐπὶ τὰν βουλάν· ἀρχοντικὸν δὲ τὸ | |
ἤτοι ἄρχον ἢ γεγεναμένον ἀρχοντικόν· κοινοβουλευτικὸν δὲ τὸ ἄλλο | 98 | |
99 | πλᾶθος τὸ παραδεχόμενον τὰ προσυνηδρευμένα καὶ ἐπιψαφιζόμενον καὶ ἐπικυροῦν τὰ ἐπὶ κρίσει. ὡς δ’ ἁπλῶς εἰπεῖν, δεῖ τοὺς μὲν προέδρους ἐπὶ τὸ κοινοβουλευτικὸν ἀναφέρεν, τὸ δὲ κοινοβουλευτικὸν διὰ τῶν στραταγῶν ἐπὶ τὰν ἐκκλασίαν. ὡσαύτως δὲ καὶ τῶ ἐπικούρω καὶ [τῶ] | |
5 | δυναμικῶ μέρεος τὸ μέν τι ἐστὶν ἀρχοντικόν, τὸ δὲ προμαχατικόν, τὸ δὲ λοιπὸν καὶ πλεῖον μέρος ἀγελαῖον καὶ στρατιωτικόν· ἀρχοντικὸν μὲν ὦν ἐστιν, ἐξ ὧν στρατοπεδάρχαι καὶ ταξιάρχαι καὶ λοχαγοὶ καὶ πρόμαχοι καθίστανται καὶ καθόλου πάντες οἱ ἁγεμονίαν ἔχοντες· προμαχα‐ τικὸν δὲ τὸ τῶν ἀνδρικωτάτων καὶ θυμικωτάτων καὶ τολματικωτάτων | |
10 | πᾶν γένος· ἀγελαῖον δὲ καὶ στρατιωτικὸν τὸ λοιπὸν πλᾶθος. τῶ δὲ βαναύσω καὶ βιοπονατικῶ τὸ μέν ἐστι γεωπόνον καὶ περὶ τὰν κατεργασίαν τᾶς χώρας κατασχολούμενον, τὸ δὲ τεχνατικόν, ὄργανα καὶ ἐπιμαχα‐ νάματα τοῖς τῶ βίω πράγμασιν ἐκποριζόμενον· τὸ δὲ μεταβλατικὸν καὶ ἐμπορικόν, ὃ τὰ μὲν ἐν τᾷ πόλει περιουσιάζοντα ἐπὶ τὰν ξέναν | |
15 | διάγεται, τὰ δὲ ἀπὸ τᾶς ξένας ἐς τὰν πόλιν. τὰ μὲν οὖν συστάματα τᾶς πολιτικᾶς κοινωνίας διὰ τοσούτων καὶ τοιῶνδε μερέων συντέτακται· ἔπειτα δὲ καὶ περὶ ἁρμογᾶς καὶ ἑνώσεως αὐτῶν ῥητέον. Ἐπεὶ δὲ πᾶσα πολιτικὰ κοινωνία λύρας παντελῄᾳ ποτέοικεν τῷ ἐξαρτύσιός τε δέεσθαι καὶ συναρμογᾶς καὶ τὸ τελευταῖον ἐπαφᾶς | |
20 | τινος καὶ προσχράσιος μωσικᾶς. περὶ μὲν ὦν ἐξαρτύσιος πολιτείας ἐκ τίνων καὶ πόσων συνέστακεν, εἴρηταί μοι καὶ ἐν τοῖς ἔμπροσθεν· περὶ δὲ συναρμογᾶς καὶ ἑνώσιος αὐτῶν πειρασοῦμαι νῦν λέγειν. φαμὶ δὲ ἔγωγε τρισὶ τούτοις συναρμόζεσθαι τὰν πολιτικὰν κοινωνίαν· λόγοις ἐπιτη‐ δεύμασιν ἐθῶν νόμοις· καὶ διὰ τριῶν τούτων παιδεύεσθαι τὸν ἄνθρωπον | |
25 | καὶ σπουδαιότερον γίγνεσθαι. τοὶ μὲν γὰρ λόγοι διδάσκοντι καὶ ἐπιθυμίας ἐμποιεῦντι προτρεπόμενοι πρὸς ἀρετάν· τοὶ δὲ νόμοι τὰ μὲν φόβοις κατέχοντες ἀπερύκοντι, τὰ δὲ τιμαῖς τε καὶ δωρεαῖς δελεάζοντες ἐκκαλέονται· τὰ δὲ ἔθη καὶ ἐπιταδεύματα πλάσσει καὶ κηροχυτεῖ τὰν | |
ψυχάν, φυσίωσιν ἐμποιεῦντα διὰ τᾶς συνεχέος ἐνεργῄας. δεῖ δὲ τὰ | 99 | |
100 | τρία ταῦτα συντετάχθαι ποτί τε τὸ καλὸν καὶ τὸ συμφέρον καὶ τὸ δίκαιον, καὶ ἐν ἑκάστῳ αὐτῶν εἰ μὲν δυνατὸν στοχάζεσθαι πάντων, εἰ δὲ μή γε, δυοῖν 〈ἢ〉 ἑνός· ὥστ’ εἶμεν καὶ τὸν λόγον καλὸν καὶ δίκαιον καὶ συμφέροντα καὶ τὸ ἔθος καὶ τὸν νόμον· προτιμῆσθαι δὲ πρᾶτον τὸ | |
5 | καλόν, δεύτερον δὲ τὸ δίκαιον, τρίτον δὲ τὸ συμφέρον. τὸ καθόλου γε πειρᾶσθαι διὰ τούτων ὡς ὅ τι μάλιστα ποιεῖν τὰν πόλιν, ὅπως ὁμολογήσῃ καὶ σύμφωνος 〈ᾖ〉 τοῖς αὐτᾶς μέρεσιν, ἀλλὰ μὴ στασιάζουσα καὶ διαμαχομένα. ἐσεῖται δὲ τοῦτο, αἴκα τὰ πάθεα τᾶς ψυχᾶς παιδεύηται τῶν νέων καὶ ἐς τὸ μέτριον ἀγινῆται τοῖς ἁδέσι τε καὶ λυπαροῖς, καὶ | |
10 | αἴκα 〈τὰ〉 περὶ τὰς οὐσίας μέτρια καὶ ἀπὸ γεωπονίας ἔχοντα τὰν πρόσοδον· καὶ αἴκα τὰς ἀρχὰς ἄρχωντι τὰς μὲν ἀρετᾶς δεομένας τοὶ ἀγαθοί, τὰς δ’ ἐμπειρίας τινὸς τοὶ ἔμπειροι, τὰς δὲ παροχᾶς τινος καὶ δαπάνας τοὶ εὔποροι, καὶ τούτοις πᾶσι κατὰ τρόπον ἄρξασι τὰς καταξίας [ἀρχὰς] διανέμωντι τιμάς. ἐπεὶ δὲ τᾶς ἀρετᾶς αἰτίαι τυγχάνοντι τρεῖς, | |
15 | φόβος ἐπιθυμία αἰδώς, δυνασεῖται τὸν μὲν φόβον ὁ νόμος ἐμπαρασκευ‐ άζειν, τὰν δὲ αἰδῶ τὰ ἔθεα (τοὶ γὰρ ἐθισθέντες καλῶς αἰδέονται τὰ αἰσχρὰ πράσσεν), ὁ δὲ λόγος τὰν ἐπιθυμίαν. ἀγωγὸν γὰρ τᾶς αἰτίας ἀπόδοσις ἅμα καὶ ἐφελκυστικὸν τᾶς ψυχᾶς, ἄλλως τε δὴ καὶ γιγνόμενον μετὰ προτροπᾶς. διὸ καὶ φρατρίας καὶ συσσίτια καὶ συσκανίας καὶ | |
20 | συναγελισμούς, τὰ μὲν στρατιωτικούς, τὰ δὲ καὶ πολιτικούς, ἐγκατασκευ‐ άζεν δεῖ ταῖς τῶν νέων ψυχαῖς, συναρμόζεν δὲ καὶ τὸ τῶν πρεσβυτέρων γένος αὐτοῖς, ἐπειδήπερ τοὶ μὲν νέοι δέονται σωφρονισμῶ καὶ καταρτύ‐ σιος, τοὶ δὲ πρεσβύτεροι φιλοφροσύνας καὶ διαγωγᾶς ἀλύπω. Stob. 4.1.95 p. 33 He. (Mullach 2 p. 13) Ἐν ταὐτῷ. Ἐπεὶ ὦν διὰ | |
25 | τριῶν ἐλέγομεν σπουδαῖον ἀποτελεῖσθαι τὸν ἄνθρωπον, διά τε τῶν ἐθέων καὶ τῶν νόμων καὶ τοῦ λόγου, σκοπιάζεσθαι δεῖ πῶς τε δια‐ | |
φθείρεσθαι πέφυκε τὰ ἔθεα καὶ πῶς διαμένεν. εὑρήσομες δὴ τὰ ἔθεα | 100 | |
101 | φθειρόμενα κατὰ δύο τρόπως, ἢ γὰρ δι’ αὑτὼς ἢ διὰ τὼς ἐκτός. καὶ διὰ μὲν αὑτώς, ἤτοι διὰ τὸ φεύγειν τὰς λύπας ἢ διὰ τὸ αἱρέεσθαι τὰς ἡδονάς· διὰ μὲν γὰρ τὸ φεύγεν τὰς λύπας τὼς πόνως οὐχ ὑπομένοντι, διὰ δὲ τὸ διώκεν τὰς ἡδονὰς τὰ ἀγαθὰ [τοῖς] ἀποβάλλοντι. ἐργατεύοντι | |
5 | δὲ τοὶ μὲν πόνοι τὰ ἀγαθὰ τοῖς ἀνθρώποις, ταὶ δὲ ἁδοναὶ τὰ κακά· ἀκρατέες ὦν καὶ μαλακοὶ γινόμενοι θηλύτεροι γίγνονται ταῖς ψυχαῖς καὶ ποτὶ τὰς ἀναλώσιας πολυδαπανώτεροι. διὰ δὲ τὼς ἐκτός, αἴκα ξενικὸς ἐπίδαμος ὄχλος γένηται εὐαμερίαις ἐμπορικαῖς χαίρων, ἢ καὶ τοὶ ἀστυγείτονες φιλάδονοι καὶ τρύφακες ἐόντες μεταδιδῶντι τοῖς | |
10 | πλασιάζουσι τῶν παρ’ αὐτοῖς ἐθέων. διὸ δεῖ τὼς νομοθέτας καὶ τὼς ἀγελάρχας ἐπιμελῶς παρατηρεῖν, εἰ ἐπιμελῶς συνασκεῖται τὰ ἔθεα καὶ ὁμαλῶς πορεύεται διὰ πάντων· ἔτι δ’ εἰ τὸ γνάσιον καὶ τὸ αὐθιγενὲς πλᾶθος τᾶς πολιτείας διαμένει ἀκέραιον καὶ ἀπαράμικτον ὑπάρχον ἀπὸ τῶ ἄλλω γένεος· καὶ εἰ τὰ μεγέθεα τῶν βίων ἐν τοῖς αὐτοῖς διαμένει | |
15 | καὶ οὐ παρὰ πολύ· ἅμα γὰρ τῷ τὰ περισσὰ κτᾶσθαι καὶ τὰ περισσὰ μαστεύοντι. Καὶ τὰ μὲν ἔθεα οὕτως ἀσφαλίζεσθαι χρή· τὼς δὲ λόγως, τὸ τῶν σοφιστᾶν γένος ἐπικρίνοντας καὶ δοκιμάζοντας εἰ ποτὶ τοὺς νόμους καὶ τὰ πολιτικὰ δόγματα καὶ τὰς ἰδίας οἰκονομίας τῶν βίων ὠφέλιμα | |
20 | λέγοντι· οὐ γὰρ τὰν τυχοῦσαν ἀλλὰ τὰν μεγίσταν κακοδαιμοσύναν ἐντίκτοντι τοὶ τῶν σοφιστῶν λόγοι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, αἴκα τι τολμῶντι κινῆν παρὰ τὰς κοινὰς ἐννοίας ἢ τῶν θείων ἢ τῶν ἀνθρω‐ πίνων, 〈ὃ〉 οὐδὲ ποτὶ ἀλάθῃαν οὐδὲ ποτὶ ἀσφάλῃαν οὐδὲ ποτὶ δόξαν κύριόν ἐστι, ζόφωσιν δὲ καὶ σύγχυσιν ἐπιφέρει τῷ κοινῷ βίῳ τῶν | |
25 | ἀνθρώπων. τοιοῦτοι δὲ λόγοι τυγχάνοντι ὑφανθέντες, ἤτοι μὴ εἶμεν τὸ θεῖον ἢ καὶ ἐὸν μὴ ἔχεν οὕτως ποτὶ τὸ τῶν ἀνθρώπων γένος ὥστ’ | |
ἐπιβλέπεν αὐτὸ καὶ φροντίζεν, ἀλλ’ ἐᾶν καὶ κατολιγωρεῖν. καὶ γὰρ ἁ | 101 | |
102 | τοιαύτα παραδοχὰ τοῖς ἀνθρώποις ἀφροσύναν καὶ ἀδικίαν ἐντίκτει 〈ὅσσαν〉 οὐδ’ εἰπεῖν δηλομένοις εὐμαρές ἐστι. πᾶς γὰρ ἄνθρωπος ἀναρχίας πλαρωθεὶς καὶ τὸν ὕποπτον ἀπωσάμενος φόβον σκιρτᾷ τε καὶ παρανομεῖ παντοδαπὸς γινόμενος. χέρεσθαι δὲ τῷ λόγῳ πολιτικῷ | |
5 | καὶ σεμνῷ καὶ οἰκείῳ τᾶς διαθέσιος τῶ λέγοντος, ἀλλὰ μὴ προσποιητῷ· οὕτω γὰρ ἁ λέξις ἐσσεῖται τὸ τῶ λέγοντος ἦθος ἐμφαίνουσα. Ἐκ δὲ τῶν νόμων δεῖ τὰν ἀσφάλειαν οὕτως ἐπιφέρεν, αἴκα σύνθετος ἁ πολιτεία ᾖ καὶ συντεταγμένα ἐκ πασᾶν τᾶν ἀλλᾶν, λέγω δὲ οὐ τῶν παρὰ φύσιν, ἀλλὰ τῶν κατὰ φύσιν. τυραννίδος γὰρ οὐδεμία χρεία ταῖς | |
10 | πόλεσιν, εἰ μή ποκα τᾶς ὀλιγαρχίας ἐπὶ βραχύ. δεῖ τοίνυν βασιλείαν πράταν ἐντετάχθαι, καὶ δεύτερον ἀριστοκρατίαν. βασιλεία μὲν γὰρ θεομίματον πρᾶγμα καὶ δυσφύλακτον ὑπὸ ἀνθρωπίνας ψυχᾶς· ταχέως γὰρ ὑπὸ τρυφᾶς καὶ ὕβριος ἀλλάσσεται· διόπερ οὐ δεῖ κατὰ πᾶν αὐτᾷ χρέεσθαι, μέχρι δὲ τῶ δυνατῶ καὶ ποτὶ τὰν πολιτείαν χρησίμω. τὰν | |
15 | δ’ ἀριστοκρατίαν ἐπιπλέον ἐμπλέκεν, τῷ πλείονας εἶμεν τὼς ἄρχοντας καὶ φιλοζήλως διατίθεσθαι ποτ’ αὐτοὺς καὶ πολλάκις ἀντιμεταλαμ‐ βάνεσθαι τὰς ἀρχάς. δαμοκρατίαν 〈δ’〉 ἀναγκαῖον μὲν εἶμεν πάντως· δεῖ γὰρ τὸν πολίταν μέρος ὑπάρχοντα τᾶς συμπάσας πολιτείας φέρεσθαί τι ἀπ’ αὐτᾶς γέρας· ἐπέχεσθαι δ’ ἱκανῶς αὐτὰν δεῖ· θρασὺ γὰρ καὶ | |
20 | προπετὲς τὸ πολὺ πλῆθος. | 102 |