TLG 1434 002 :: HIPPIAS :: Fragmenta

HIPPIAS Soph.
(Eleus: 5 B.C.)

Fragmenta

Source: FGrH #6. : 1A:156–158.

Citation: Volume-Jacoby#-F — fragment — (line)

1a,6,F

1

SCHOL. APOLL. RHOD. III 1179: Ἱππίας δὲ ὁ Ἠλεῖος ἐν Ἐθνῶν Ὀνομασίαις φησὶν ἔθνος τι καλεῖσθαι Σπαρτούς· καὶ ὁμοίως Ἀτρό‐
μητος (VI).1

1a,6,F

2

PLUTARCH. Num. 1: τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι, καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγρα‐ φὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον ἀπ’ οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν.

1a,6,F

3

ATHENAI. XIII 608 F: ἐπὶ κάλλει δὲ ... διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱππίας ὁ σοφιστὴς ἐν τῶι ἐπιγραφομένωι Συναγωγή.

1a,6,F

4

CLEMENS ALEX. Strom. VI 15, 1 p. 434, 21 Stäh: Ἱππίαν τὸν σοφιστὴν τὸν Ἠλεῖον ... παραστησώμεθα ὧδέ πως λέγοντα· «τού‐ των ἴσως εἴρηται τὰ μὲν Ὀρφε, τὰ δὲ Μουσαίωι κατὰ βραχὺ ἄλλωι ἀλλαχο, τὰ δὲ Ἡσιόδωι, τὰ δὲ Ὁμήρωι, τὰ
5δὲ τοῖς ἄλλοις τῶν ποιητῶν, τὰ δὲ ἐν συγγραφαῖς, τὰ μὲν Ἕλλησι, τὰ δὲ βαρβάροις· ἐγὼ δὲ ἐκ πάντων τούτων τὰ μέγιστα καὶ ὁμόφυλα συνθεὶς τοῦτον καινὸν καὶ πο‐ λυειδῆ τὸν λόγον ποιήσομαι».

1a,6,F

5

DIOG. LAERT. I 24: Ἀριστοτέλης (De an. I 2 p. 405 a 19) δὲ καὶ Ἱππίας φασὶν αὐτὸν (sc. Θαλῆν) καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχῆς τεκμαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου.

1a,6,F

6

HYPOTH. SOPHOKL. O R: ἴδιον δέ τι πεπόνθασιν οἱ μεθ’ Ὅμηρον ποιηταὶ τοὺς πρὸ τῶν Τρωικῶν βασιλεῖς τυράννους προσαγορεύ‐ οντες, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος, κατὰ τοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱππίας ὁ σοφιστής φησιν. Ὅμηρος
5γοῦν τὸν πάντων παρανομώτατον Ἔχετον βασιλέα φησὶ καὶ οὐ τύραννον‘ ‘εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα‘ (Od. ς 85). προσαγορευθῆναι δέ φασι τὸν τύραννον ἀπὸ τῶν Τυρρηνῶν· χαλεποὺς γάρ τινας περὶ ληι‐ στείαν τούτους γενέσθαι.

1a,6,F

7

PLUTARCH. Lyk. 23: αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱππίας μὲν ὁ σοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατειῶν ... ὁ δὲ Φαληρεὺς Δημήτριος (IV) οὐδεμιᾶς ἁψάμενον πολεμικῆς πράξεως
ἐν εἰρήνηι καταστήσασθαι τὴν πολιτείαν.156

1a,6,F

8

PROKL. in Eukl. p. 65, 11 Friedl.: μετὰ δὲ τοῦτον (sc. Θαλῆν) Μάμερκος ὁ Στησιχόρου τοῦ ποιητοῦ ἀδελφὸς ὡς ἐφαψάμενος τῆς περὶ γεωμετρίας σπουδῆς μνημονεύεται, καὶ Ἱππίας ὁ Ἠλεῖος ἱστόρησεν ὡς ἐπὶ γεωμετρίαι δόξαν αὐτοῦ λαβόντος.

1a,6,F

9

SCHOL. ARAT. 172 p. 369, 24 M: Θαλῆς (1 B 2 Diels) μὲν οὖν δύο αὐτὰς (sc. τὰς Ὑάδας) εἶπεν εἶναι ...· Εὐριπίδης ... (F 780) τρεῖς· Ἀχαιὸς (F 46) δὲ τέσσαρας· Μουσαῖος (67 B 18 Diels) ε· Ἱππίας δὲ καὶ Φερεκύδης (3 F 90) ἑπτά.

1a,6,F

10

SCHOL. (EUST.) DION. Per. 270: Ἱππίας μέντοι φησὶν ἀπὸ τῶν Ὠκεανοῦ θυγατέρων· δύο γὰρ Ὠκεανίδας πρότερον γενέσθαι, Ἀσίαν καὶ Εὐρώπην, ἀφ’ ὧν τὰς χώρας εἰρῆσθαι.

1a,6,F

11

SCHOL. PINDAR. P IV 288 a: ταύτην (sc. τὴν Φρίξου μη‐ τρυιάν) δὲ ὁ μὲν Πίνδαρος ἐν Ὕμνοις (F 49) Δημοδίκην· Ἱππίας δὲ Γοργῶπιν· Σοφοκλῆς ἐν Ἀθάμαντι (p. 131 N2) Νεφέλην· Φερεκύδης (3 F 98) Θεμιστώ.

1a,6,F

12

——N VII 53: τέσσαρας δὲ ἀναγράφει τὰς Ἐφύρας· πρώτην μὲν τὴν αὖθις Κόρινθον ὀνομασθεῖσαν (Il. Ζ 152) ...· ἑτέραν δὲ τὴν περὶ Θεσσαλίαν (Od. α 259) ...· τρίτην δὲ περὶ Ἦλιν, ἧς Ἱππίας μνημονεύει· τετάρτην τὴν ἐν Θεσπρωτοῖς.

1a,6,F

13

VIT. HOM. ROM. p. 30, 27 Wil.: Ἱππίας δ’ αὖ καὶ Ἔφορος
(II) Κυμαῖον (sc. γεγονέναι φασὶ τὸν Ὅμηρον).157