TLG 1434 001 :: HIPPIAS :: Testimonia Testimonia Citation: Volume-Jacoby#-T — fragment — (line) | ||
1a,6,T1 | SUID. s. Ἱππίας· Διοπείθους Ἠλεῖος· σοφιστὴς καὶ φιλόσοφος· μαθητὴς Ἡγησιδάμου, ὃς τέλος ὡρίζετο τὴν αὐτάρκειαν. ἔγραψε πολλά. | |
1a,6,T2 | PLATON Hipp. min. 368 B—D: ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰς Ὀλυμπίαν ἃ εἶχες περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων ... πρὸς δὲ τούτοις ποιήματα ἔχων ἐλθεῖν, καὶ ἔπη καὶ τραγωιδίας καὶ διθυράμβους, καὶ καταλογάδην πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους· καὶ περὶ | |
5 | τῶν τεχνῶν δὴ ὧν ἄρτι ἐγὼ ἔλεγον ἐπιστήμων ἀφικέσθαι διαφερόντως τῶν ἄλλων, καὶ περὶ ῥυθμῶν καὶ ἁρμονιῶν καὶ γραμμάτων ὀρθότητος, καὶ ἄλλα ἔτι πρὸς τούτοις πάνυ πολλά. | |
---|---|---|
1a,6,T3 | —Hipp. mai. 285 D: περὶ τῶν γενῶν, ὦ Σώκρατες, τῶν τε ἡρώων καὶ τῶν ἀνθρώπων καὶ τῶν κατοικίσεων, ὡς τὸ ἀρχαῖον ἐκτίσθησαν αἱ πόλεις, καὶ συλλήβδην πάσης τῆς ἀρχαιολογίας ἥδιστα ἀκροῶνται (sc. οἱ Λάκωνες), ὥστ’ ἔγωγε δι’ αὐτοὺς ἠνάγκασμαι ἐκμεμαθηκέναι τε καὶ ἐκ‐ | |
5 | μεμελετηκέναι πάντα τὰ τοιαῦτα. | |
1a,6,T4 | PHILOSTRAT. Vit. Soph. I 11: διελέγετο δὲ καὶ περὶ Ζωγραφίας | |
καὶ περὶ ἀγαλματοποιίας. | 1 |