TLG 1432 001 :: 〈HIPPARCHUS〉 :: Fragmentum

〈HIPPARCHUS〉 Phil.
(3 B.C.)

Fragmentum

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 89–91.

Citation: Page — (line)

89

(6t)

Περὶ εὐθυμίας
7Stob 4.44.81 p. 980 He. (Vors. 29 p. 228) Ἱππάρχου Πυθαγορείου ἐκ τοῦ Περὶ εὐθυμίας. Ὡς πρὸς τὸν ξύμπαντα αἰῶνα ἐξετάζοντι βραχύτατον ἔχοντες οἱ ἄνθρωποι τὸν τᾶς ζωᾶς χρόνον, κάλλιστον ἐν τῷ βίῳ οἱονεί
10τινα παρεπιδαμίαν ποιησοῦνται ἐπ’ εὐθυμίᾳ καταβιώσαντες. ταύταν δὲ ἕξοντι μάλιστα πάντων ἀκριβῶς ἐπιστάμενοι καὶ ἐπεγνωκότες ἑαυτούς, ὅτι ἐντὶ θνατοὶ καὶ σάρκινοι, εὐαδίκητον καὶ φθαρτὸν κεκτη‐ μένοι σῶμα, καὶ πάντων 〈τῶν〉 χαλεπωτάτων αὐτοῖς ἐπικρεμαμένων μέχρις ἐσχάτας ἀναπνοᾶς. καὶ πρᾶτόν γ’ ἐπένθωμεν ἐπὶ τὰ συμβαίνοντα·
15περὶ τὸ σῶμα πλευρίτιδες περιπλευμονίαι φρενίτιδες ποδάγραι στραγγ‐ ουρίαι δυσεντερίαι ληθαργίαι ἐπιληψίαι σηπεδόνες, ἄλλα μυρία· περὶ δὲ τὰν ψυχὰν πολλῷ μείζονα καὶ χαλεπώτερα· πάντα γὰρ τὰ κατὰ τὸν βίον ἄθεσμα κακὰ παράνομα καὶ ἀσεβήματα ἐκ τῶν κατὰ τὰν ψυχὰν παθημάτων ἐντί. διὰ γὰρ τὰς παρὰ φύσιν ἀμέτρους ἐπιθυμίας πολλοὶ εἰς
20ἀκατασχέτους ὁρμὰς ἐξώκειλαν, καὶ οὔτε τᾶς ἐκ τῶν θυγατέρων οὔτε τᾶς ἐκ τῶν ματέρων ἀνοσιωτάτας ἡδονᾶς ἀπέσχοντο, ἀλλὰ καὶ ἐπὶ πατροκτονίᾳ παρεγένοντο, καὶ πολλοὶ τὰ ἴδια τέκνα κατέσφαξαν. τί λέγω τὰ ἀπὸ τῶν ἐκτὸς ἐπηρτημένα κακά, τὰς ἐπομβρίας καὶ αὐχμώς, ὑπερβολὰς καυμάτων, ὑπερβολὰς ψύξιος, ὥστε πολλάκις ἐκ τᾶς κατὰ
25τὸν ἀέρα ἀνωμαλίας λοιμόν τε καὶ λιμὸν γίνεσθαι καὶ ποικιλίαν παντο‐89

90

δαπῶν συμπτωμάτων καὶ ὅλας πόλεις ἐρημοῦσθαι; πολλῶν οὖν τοιούτων ἐπικρεμαμένων μήτε ταῖς κατὰ τὸ σῶμα εὐαμερίαις ποτέχοντες σεμνυνό‐ μενοι ἐπαιρώμεθα, αἵ τινες ὀλίγω πυρετῶ ἐπιγενομένω ἀνθέων τρόπῳ συντόμως μαραίνοντι, μήτε ταῖς ἐκτὸς νομιζομέναις εὐτυχίαις, 〈αἳ〉
5καὶ αὐταὶ πολλάκις τάχιον ἀπόλλυσθαι ἢ γίνεσθαι πεφύκαντι· πάντα γὰρ ταῦτα, ἄστατά τε καὶ ἀβέβαια Εὐρίπου τρόπον, ἐν πολλαῖς καὶ ποικίλαις μεταβολαῖς γινόμενα παρειλήφαμεν, καὶ οὐδὲν αὐτῶν μένον οὐδὲ ἀκίνητον οὐδὲ βέβαιον οὐδὲ ἀναφαίρετον. διὸ ταῦτα μὲν ἐνθυμη‐ θέντες, 〈κέρδος δὲ〉 νομίζοντες εἰ τὰ παρεόντα καὶ δεδομένα καὶ τὸν
10ἐλάχιστον χρόνον διαμεῖναι δύναιτο, ἐν εὐθυμίᾳ διάξομεν γενναίως φέροντες τὰ προσπίπτοντα. νῦν δὲ πολλοὶ πάντα τὰ ὑπὸ φύσιος καὶ τύχας παρεόντα καὶ δεδομένα αὐτοῖς ἐπὶ τὸ βέλτιον προαναπλάσαντες καὶ οὐχ οἷα ἔστι λογισάμενοι, ἀλλ’ οἷα ἐπ’ ἄκρον ἐπιτυγχανόμενα δύναται γενέσθαι, ἄφνω στερόμενοι πολλοῖς καὶ μεγάλοισι καὶ ἀθέσμοις
15καὶ ἀνοήτοις κακοῖς καταφορτίζοντι τὰν ψυχάν· καὶ οὕτω συμβαίνει αὐτοῖς πικρότατον ἔχεν τὸν βίον καὶ χαλεπώτατον. ταῦτα δὲ γίνεται ἐπί τε ἀποβολαῖς χρημάτων ἢ φίλων θανόντων ἢ τέκνων ἤ τινων ἄλλων τῶν νομιζομένων τιμιωτάτων ἦμεν. εἶτα κλαίοντες καὶ ὀδυρόμενοι λέγοντι αὑτοὺς μόνους ἀτυχεστάτους καὶ κακοδαίμονας, οὐ μεμναμένοι
20ὅτι κατταὐτὰ καὶ ἄλλοις πολλοῖς ἐγένετο καὶ νῦν γίνεται, οὔτε δυνάμενοι κατανοῆσαι τόν τε τῶν παρεόντων βίον καὶ τὸν τῶν προεξεστακότων ἐν ὅσαις συμφοραῖς καὶ κακῶν τρικυμίαις καὶ νῦν ἐντὶ πολλοὶ καὶ πρὸ τοῦ ἐγένοντο. ἐπιλογισάμενοι οὖν ὅτι πολλοὶ ἀποβαλόντες χρήματα ὕστερον διὰ τὰν τῶν χρημάτων γενομέναν ἀπώλειαν αὐτοὶ περιεσώθησαν,
25ἢ λῃσταῖς διὰ τοῦτο μέλλοντες περιπίπτειν ἢ τυράννῳ· πολλοὶ δὲ φιλήσαντές τινας καὶ καθ’ ὑπερβολὴν εὐνοήσαντες ἐν τῷ μετέπειτα χρόνῳ μεγάλως ἐμίσησαν· ἃ δὴ πάντα ἀναλογισάμενοι ἐκ τᾶς παρα‐ δεδομένας ἁμῖν ἱστορίας, καὶ μαθόντες ὅτι καὶ ὑπὸ τέκνων καὶ φίλων μάλιστα φιληθέντων πολλοὶ ἀπώλοντο, καὶ ἀντιπαραβάλλοντες τὸν
30αὑτῶν βίον πρὸς τὸν τῶν πρασσομένων φαυλότερον, καὶ τὰ προσπίπ‐90

91

τοντα ἀνθρώπινα νομίζοντες καὶ μὴ 〈ἁμῖν〉 μόνοις συμβαίνοντα, εὐθυμότερον διάξομεν. οὐδὲ γὰρ θέμις ἄνθρωπον μὲν ὄντα τὰ τῶν ἀλλοτρίων συμπτώματα εὔφορα νομίζεν, ἀλλὰ μὴ τὰ ἴδια κάδεα, ἰδόντα ὅτι πολλαὶ κᾶρες κατὰ πάντα τὸν βίον πεφύκαντι. οἱ δὲ κλαίοντες
5καὶ κατοδυρόμενοι, πρὸς τῷ μηδ’ ἡντινοῦν ὠφέλειαν τῷ ἀπολομένῳ ἢ τῷ ἀποιχομένῳ περαίνεσθαι, ἐς μέζονα παθήματα τὰν ψυχὰν ἐλαύ‐ νοντι, μεστὰν πολλῶν 〈καὶ〉 φαύλων φυσιωμάτων οὖσαν. προσήκει οὖν ἐκνίπτοντας καὶ ἀνακαθαίροντας ἀπορρύπτεσθαι πάσαις μηχαναῖς τὰς ἐγκατεσκιρωμένας κηλῖδας τῷ κατὰ φιλοσοφίαν λόγῳ. ποιήσομεν
10δὲ τοῦτο ἀντεχόμενοι φρονήσιος καὶ σωφροσύνας καὶ μελετὰν ποιούμενοι τοῖς παρεοῦσι καὶ μὴ πολλῶν ὀρεγόμενοι. οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ παρασκευαζόμενοι ὡς [οὐκ] ἐς τὸ ζῆν μετὰ τὸν τᾶς ζωᾶς χρόνον ... 〈ἅπ〉αξ ἔστιν γενέσθαι· χρησώμεθα παρουσίᾳ τῶν ἀγαθῶν. ἐκ δὲ τᾶς φιλοσοφίας καὶ λαβρότερον ἀπληστευώμεθα· ἀπληστευόμενοι γὰρ
15τῶν ἐκ φιλοσοφίας καλῶν καὶ σεμνῶν, καὶ τῆς ἐκ τῶν φαύλων ἀπολυθησό‐
μεθα ἀπληστίας.91