TLG 1431 003 :: HIPPARCHUS :: In Arati et Eudoxi phaenomena commentariorum libri iii HIPPARCHUS Astron.
Geogr. In Arati et Eudoxi phaenomena commentariorum libri iii Citation: Book — chapter — section — (line) | |||
1t1 | ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ. | ||
1.1t | Ἵππαρχος Αἰσχρίωνι χαίρειν. | ||
1.1.1 | Ἡδέως ἐπέγνων διὰ τῆς ἐπιστολῆς τὸ ἐπίμονόν σου τῆς πρὸς φιλομαθίαν οἰκειώσεως· τά τε γὰρ φυσικὰ τῶν ἐπιζητηθέντων ὑπὸ σοῦ καὶ τὰ περὶ τῶν παρὰ Ἀράτῳ λεγομένων ἐν ταῖς Συνανατολαῖς ἱκανωτέραν | ||
5 | ἐνέφαινέ μοι φιλοτεχνίαν, καὶ πολλῷ γε μᾶλλον, ὅσῳ πεπλεόνακας ἐν ταῖς βιωτικαῖς ἀσχολίαις διὰ τὴν τῶν | ||
---|---|---|---|
1.1.2 | ἀξιολογωτάτων ἀδελφῶν ὠμὴν τελευτήν. περὶ μὲν οὖν τῶν ἄλλων μετὰ ταῦτά σοι τὴν ἰδίαν κρίσιν δια‐ σαφήσω· περὶ δὲ τῶν ὑπὸ Ἀράτου λεγομένων ἐν τοῖς Φαινομένοις νῦν προτέθειμαί σοι γράψαι, πᾶν καθόλου | ||
5 | τὸ καλῶς ἢ κακῶς λεγόμενον 〈ἐν〉 αὐτοῖς ὑποδεικνύων. ἐξ ὧν ἔσται σοι φανερὰ πάντα καὶ τὰ παρὰ σοῦ δι‐ | ||
απορηθέντα. | 2 | ||
1.1.3 | Ἐξήγησιν μὲν οὖν τῶν Ἀράτου Φαινομένων καὶ ἄλλοι πλείονες συντετάχασιν· ἐπιμελέστατα δὲ δοκεῖ πάντων Ἄτταλος ὁ καθ’ ἡμᾶς μαθηματικὸς τὸν περὶ | ||
1.1.4 | αὐτῶν πεποιῆσθαι λόγον. ἀλλὰ τὸ μὲν ἐξηγήσασθαι τὴν ἐν τοῖς ποιήμασι διάνοιαν οὐ μεγάλης ἐπιστροφῆς προσδεῖσθαι νομίζω· ἁπλοῦς τε γὰρ καὶ σύντομός ἐστι ποιητής, ἔτι δὲ σαφὴς τοῖς καὶ μετρίως παρηκολουθη‐ | ||
5 | κόσι· τὸ δὲ συνεῖναι τὰ λεγόμενα περὶ τῶν οὐρανίων ὑπ’ αὐτοῦ, τίνα τε συμφώνως τοῖς φαινομένοις ἀνα‐ γέγραπται καὶ τίνα διημαρτημένως, τοῦτ’ ὠφελιμώτατον ἡγήσαιτ’ ἄν τις καὶ μαθηματικῆς ἴδιον ἐμπειρίας. | ||
1.1.5 | Θεωρῶν δ’ οὖν 〈ἐν〉 τοῖς πλείστοις καὶ χρησιμω‐ τάτοις διαφωνοῦντα τὸν Ἄρατον πρὸς τὰ φαινόμενά τε καὶ γινόμενα κατὰ ἀλήθειαν, τούτοις δ’ ἅπασι σχεδὸν οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ τὸν Ἄτταλον | ||
5 | συνεπιγραφόμενον, ἔκρινα τῆς σῆς ἕνεκα φιλομαθίας καὶ τῆς κοινῆς τῶν ἄλλων ὠφελείας ἀναγράψαι τὰ | ||
1.1.6 | δοκοῦντά μοι διημαρτῆσθαι. τοῦτο δὲ ποιῆσαι προ‐ εθέμην οὐκ ἐκ τοῦ τοὺς ἄλλους ἐλέγχειν φαντασίαν ἀπενέγκασθαι προαιρούμενος· (κενὸν γὰρ καὶ μικρό‐ ψυχον παντελῶς· τοὐναντίον δὲ δεῖν οἴομαι πᾶσιν ἡμᾶς | ||
5 | εὐχαριστεῖν, ὅσοι τῆς κοινῆς ἕνεκεν ὠφελείας ἰδίᾳ πο‐ νεῖν ἀναδεχόμενοι τυγχάνουσιν·) ἀλλ’ ἕνεκα τοῦ μήτε σὲ μήτε τοὺς λοιποὺς τῶν φιλομαθούντων ἀποπλανᾶ‐ σθαι τῆς περὶ τὰ φαινόμενα κατὰ τὸν κόσμον θεωρίας. | ||
1.1.7 | ὅπερ εὐλόγως πολλοὶ πεπόνθασιν· ἡ γὰρ τῶν ποιημάτων χάρις ἀξιοπιστίαν τινὰ τοῖς λεγομένοις περιτίθησι, καὶ πάντες σχεδὸν οἱ τὸν ποιητὴν τοῦτον ἐξηγούμενοι προσ‐ τίθενται τοῖς ὑπ’ αὐτοῦ λεγομένοις. | 4 | |
1.1.8 | Ἐμπειρότερον δὲ Εὔδοξος τὴν αὐτὴν τῷ Ἀράτῳ περὶ τῶν φαινομένων σύνταξιν ἀναγέγραφεν. εὐλόγως οὖν καὶ ἐκ τῆς τῶν τοσούτων καὶ τηλικούτων μαθη‐ ματικῶν συμφωνίας ἀξιόπιστος ἡ ποίησις αὐτοῦ δια‐ | ||
5 | λαμβάνεται. καίτοι γε τοῦ Ἀράτου μὲν ἴσως οὐκ ἄξιον ἐφάπτεσθαι, κἂν ἔν τισι διαπίπτων τυγχάνῃ· τῇ γὰρ Εὐδόξου συντάξει κατακολουθήσας τὰ Φαινόμενα γέ‐ γραφεν, ἀλλ’ οὐ κατ’ ἰδίαν παρατηρήσας ἢ μαθη‐ ματικὴν κρίσιν ἐπαγγελλόμενος ἐν τοῖς οὐρανίοις | ||
10 | προφέρεσθαι καὶ διαμαρτάνων [τῶν] ἐν αὐτοῖς. | ||
1.1.9 | Χωρὶς δὲ τῶν ἠγνοημένων ἐν τοῖς Φαινομένοις ὑπό τε Εὐδόξου καὶ τοῦ Ἀράτου καὶ τῶν συνεπιγρα‐ φομένων ταῖς φάσεσιν αὐτῶν, ἀναγέγραφά σοι καὶ τὰς κατὰ ἀλήθειαν γινομένας ἑκάστου τῶν ἀπλανῶν ἄστρων | ||
5 | σὺν αὐτοῖς τοῖς κατηστερισμένοις δώδεκα ζῳδίοις συν‐ ανατολὰς καὶ συγκαταδύσεις, ἵνα παρακολουθῶν ἑκάστοις ἀκριβῶς καὶ τὰς τῶν ἄλλων ἁπάντων ἀποφάσεις ἐν | ||
1.1.10 | τούτοις δοκιμάζῃς. καὶ διασαφῶ μὲν οὐ μόνον τὴν συνανατολὴν ἢ συγκατάδυσιν, ἔτι δὲ καὶ τίνες ἀστέρες ἑκάστου τῶν ἄστρων πρῶτοί τε καὶ ἔσχατοι ἀνατέλ‐ | ||
λουσιν ἢ δύνουσι, καὶ τίνες τῶν ἄλλων ἀστέρων μεσουρα‐ | 6 | ||
5 | νοῦσιν, ἕκαστόν τε τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς δώδεκα ζῳδίοις ἐν πόσαις ἰσημεριναῖς ὥραις | ||
1.1.11 | ἀνατέλλει ἢ δύνει. ἐπὶ πᾶσι δὲ διασαφῶ καὶ τίνες ἀστέρες ἀφορίζουσι πάντα τὰ εἰκοσιτέσσαρα ὡριαῖα διαστήματα. διότι γὰρ ἕκαστον τούτων συντείνει πρὸς πολλὰ καὶ χρήσιμα τῶν ἐν τοῖς μαθήμασι θεωρημάτων, | ||
5 | εὐκατανόητον εἶναι καὶ σοὶ νομίζω. | ||
1.2.1 | Ὅτι μὲν οὖν τῇ Εὐδόξου περὶ τῶν φαινομένων ἀναγραφῇ κατηκολούθηκεν ὁ Ἄρατος, μάθοι μὲν ἄν τις διὰ πλειόνων παρατιθεὶς τοῖς ποιήμασιν αὐτοῦ περὶ ἑκάστου τῶν λεγομένων τὰς παρὰ τῷ Εὐδόξῳ | ||
5 | λέξεις. οὐκ ἄχρηστον δὲ καὶ νῦν δι’ ὀλίγων ὑπομνῆσαι | ||
1.2.2 | διὰ τὸ διστάζεσθαι τοῦτο παρὰ τοῖς πολλοῖς. ἀνα‐ φέρεται δὲ εἰς τὸν Εὔδοξον δύο βιβλία περὶ τῶν φαινομένων, σύμφωνα κατὰ πάντα σχεδὸν ἀλλήλοις πλὴν ὀλίγων σφόδρα. τὸ μὲν οὖν ἓν αὐτῶν ἐπι‐ | ||
5 | γράφεται „Ἔνοπτρον“, τὸ δὲ ἕτερον „Φαινόμενα“. πρὸς τὰ Φαινόμενα δὲ τὴν ποίησιν συντέταχεν. | ||
1.2.3 | Ἐν δὴ τούτῳ τῷ συντάγματι Εὔδοξος περὶ μὲν τοῦ Δράκοντος οὕτως γράφει· „μεταξὺ δὲ τῶν Ἄρκτων | ||
„ἐστὶν ἡ τοῦ Ὄφεως οὐρά, τὸν ἄκρον ἀστέρα ὑπὲρ τῆς „κεφαλῆς ἔχουσα τῆς Μεγάλης Ἄρκτου. καμπὴν δὲ | 8 | ||
5 | „ἔχει παρὰ τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου καὶ παρα‐ „τέταται ὑπὸ τοὺς πόδας· ἑτέραν δὲ καμπὴν ἐνταῦθα „ποιησάμενος πάλιν ἀνανεύων ἔμπροσθεν ἔχει τὴν κεφα‐ | ||
1.2.4 | „λήν.“ ὁ δὲ Ἄρατος, ὡς ἂν παραγράφων ταῦτα, φησίν· | ||
49 | αὐτὰρ ὅ γ’ ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ, ἄλλην δὲ σπείρῃ περιτέμνεται. ἡ μέν οἱ ἄκρη οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου, | ||
5 | σπείρῃ δ’ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατ’ αὐτὴν εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις, ἐκ δ’ αὖτις παλίνορσος ἀνατρέχει. | ||
1.2.5 | Περὶ δὲ τοῦ Βοώτου ὁ μὲν Εὔδοξός φησιν· „ὄπι‐ „σθεν δὲ τῆς Μεγάλης Ἄρκτου ἐστὶν ὁ Ἀρκτοφύλαξ.“ ὁ δὲ Ἄρατος· | ||
91 | ἐξόπιθεν δ’ Ἑλίκης φέρεται, ἐλάοντι ἐοικώς, | ||
5 | Ἀρκτοφύλαξ. καὶ πάλιν ὁ μὲν Εὔδοξος· „ὑπὸ δὲ τοὺς πόδας ἡ „Παρθένος ἐστίν“. ὁ δὲ Ἄρατος· | ||
96 | ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω Παρθένον. | ||
1.2.6 | Ἐπὶ δὲ τοῦ Ἐνγόνασιν ὁ μὲν Εὔδοξός φησι· „παρὰ δὲ τὴν κεφαλὴν τοῦ Ὄφεως ὁ Ἐνγούνασίν „ἐστιν, ὑπὲρ τῆς κεφαλῆς τὸν δεξιὸν πόδα ἔχων.“ ὁ | ||
δὲ Ἄρατος· | 10 | ||
5 | 69 | μέσσῳ δ’ ἐφύπερθε καρήνῳ δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος. ἐξ οὗ καὶ μάλιστα φανερὸν γίνεται τὸ προκείμενον· παρ’ ἑκατέρῳ γὰρ αὐτῶν ἠγνόηται· τὸν γὰρ ἀριστερὸν ἔχει πόδα ὁ Ἐνγόνασιν ἐπὶ τῆς κεφαλῆς τοῦ Δράκοντος, | |
10 | καὶ οὐ τὸν δεξιόν. | ||
1.2.7 | Τὸν δὲ Στέφανον ὁ μὲν Εὔδοξός φησιν ὑπὸ τὸν νῶτον τοῦ Ἐνγούνασι κεῖσθαι· ὁ δὲ Ἄρατος· | ||
74 | νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεο〈ν〉. | ||
5 | περὶ ὧν καὶ ὁ Εὔδοξός φησι· „πλησίον δ’ ἐστὶ τῆς „τούτου κεφαλῆς ἡ τοῦ Ὀφιούχου κεφαλή.“ | ||
1.2.8 | Περὶ δὲ τῆς θέσεως τῆς Μεγάλης Ἄρκτου ὁ μὲν Εὔδοξός φησιν· „ὑπὸ δὲ τὴν κεφαλὴν τῆς Μεγάλης „Ἄρκτου οἱ Δίδυμοι κεῖνται, 〈κατὰ μέσον δὲ ὁ Καρκί‐ „νος,〉 ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας ὁ Λέων. πρὸ | ||
5 | „δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι „〈λαμπρόσ〉, λαμπρότερος δὲ ὑπὸ τὰ ὀπίσθια γόνατα, | ||
1.2.9 | „καὶ ἄλλος ὑπὸ τοὺς ὀπισθίους πόδας.“ ὁ δὲ Ἄρατος· | ||
147 | κρατὶ δέ οἱ Δίδυμοι, μέσσῃ δ’ ὕπο Καρκίνος ἐστί, ποσσὶ δ’ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει. ἐπὶ δὲ τῶν εἰρημένων ἀστέρων· | ||
5 | 143 | τοῖός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε εἷς μὲν ὑπωμαίων, εἷς δ’ ἰξυόθεν κατιόντων, | |
ἄλλος δ’ οὐραίοις ὑπὸ γούνασιν. | 12 | ||
1.2.10 | Ἐπὶ δὲ τοῦ Ἡνιόχου ὁ μὲν Εὔδοξός φησι· „κατέ‐ „ναντι δὲ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ὁ Ἡνίοχος „ἔχει τοὺς ὤμους λοξὸς ὢν ὑπὲρ τοὺς πόδας τῶν „Διδύμων, ἔχων τὸν δεξιὸν πόδα κοινὸν τῷ ἐν ἄκρῳ | ||
5 | „τῷ ἀριστερῷ κέρατι τοῦ Ταύρου.“ ὁ δὲ Ἄρατος ἐπ’ αὐτοῦ φησιν οὕτως· | ||
161 | Ἑλίκης δέ οἱ ἄκρα κάρηνα ἀντία δινεύει. καὶ πάλιν· | ||
10 | 174 | λαιοῦ δὲ κεράατος ἄκρον καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο εἷς ἀστὴρ ἐπέχει. | |
1.2.11 | Ἐπὶ δὲ τοῦ Κηφέως ὁ μὲν Εὔδοξος οὕτως· „ὑπὸ „δὲ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου τοὺς πόδας ὁ „Κηφεὺς ἔχει πρὸς ἄκραν τὴν οὐρὰν τρίγωνον ἰσό‐ „πλευρον ποιοῦντας· τὸ δὲ μέσον αὐτοῦ πρὸς τῇ καμπῇ | ||
1.2.12 | „τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως.“ ὁ δὲ Ἄρατός φησιν· | ||
184 | ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς εἰς πόδας ἀμφοτέρους, ὅσση ποδὸς εἰς πόδα τείνει, αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας | ||
5 | πρώτης ἱέμενος καμπῆς σκολιοῖο Δράκοντος. παρ’ ἑκατέρῳ δ’ αὐτῶν τὸ πρῶτόν ἐστι ψεῦδος· τὸ γὰρ μεταξὺ τῶν ποδῶν τῶν τοῦ Κηφέως διάστημα ἔλασσόν ἐστιν ἑκατέρου τῶν πρὸς τὴν οὐρὰν διαστη‐ | ||
μάτων. | 14 | ||
1.2.13 | Πάλιν ἐπὶ τῆς Κασσιεπείας ὁ μὲν Εὔδοξος· „τοῦ „μὲν Κηφέως ἔμπροσθέν ἐστιν ἡ Κασσιέπεια, ταύτης „δὲ ἔμπροσθεν ἡ Ἀνδρομέδα, τὸν μὲν ἀριστερὸν ὦμον „ἔχουσα τῶν Ἰχθύων ὑπὲρ τοῦ πρὸς βορρᾶν, τὴν δὲ | ||
5 | „ζώνην ὑπὲρ τοῦ Κριοῦ, πλὴν τὸ Τρίγωνον, ὅ ἐστι „μεταξύ· τὸν δ’ ἐν τῇ κεφαλῇ ἀστέρα κοινὸν ἔχει τῷ | ||
1.2.14 | „τῆς κοιλίας τοῦ Ἵππου.“ ὁ δὲ Ἄρατος· | ||
188 | τοῦ δ’ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια. καὶ μετ’ ὀλίγον· | ||
5 | 197 | αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. καὶ πάλιν· | |
206 | ξυνὸς δ’ ἐπιλάμπεται ἀστὴρ τοῦ μὲν ἐπ’ ὀμφαλίῳ, τῆς δ’ ἐσχατόωντι καρήνῳ. | ||
10 | καὶ πάλιν ἐπὶ τοῦ Κριοῦ· | ||
229 | ζώνῃ δ’ ἂν ὅμως ἐπιτεκμήραιο Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ’ αὐτὴν ἐστήρικται. καὶ ἔτι· | ||
246 | Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω | ||
15 | σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν. | ||
1.2.15 | Ἐπὶ δὲ τοῦ Περσέως ὁ μὲν Εὔδοξος οὕτως λέγει· „παρὰ δὲ τοὺς πόδας τῆς Ἀνδρομέδας ὁ Περσεὺς ἔχει | ||
„τοὺς ὤμους, τὴν δεξιὰν χεῖρα πρὸς τὴν Κασσιέπειαν „ἀποτείνων, τὸ δὲ ἀριστερὸν γόνυ πρὸς τὰς Πλειάδας.“ | 16 | ||
5 | ὁ δὲ Ἄρατος περὶ τῆς Ἀνδρομέδας φησίν· | ||
248 | ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν Περσέως, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται. καὶ πάλιν· | ||
251 | καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται | ||
10 | πενθερίου δίφροιο. καὶ μετ’ ὀλίγον· | ||
254 | ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται· ὁ δ’ οὐ μάλα πολλὸς ἁπάσας 〈χῶρος ἔχει〉. | ||
1.2.16 | Ἐπὶ δὲ τοῦ Ὄρνιθος ὁ μὲν Εὔδοξος· „παρὰ δὲ „τὴν δεξιὰν χεῖρα τοῦ Κηφέως ἡ δεξιὰ πτέρυξ ἐστὶ „τοῦ Ὄρνιθος, παρὰ δὲ τὴν ἀριστερὰν πτέρυγα οἱ „πόδες τοῦ Ἵππου.“ ὁ δὲ Ἄρατός φησιν ἐπὶ τοῦ | ||
5 | Ὄρνιθος· | ||
279 | κατὰ δεξιὰ χειρὸς Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων, λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου. καὶ ἄλλων δὲ πλειόνων ὄντων, ἅπερ ἂν δόξειεν οἱονεὶ | ||
10 | παραγεγράφθαι, ἀρκέσει καὶ ταῦτα χάριν τοῦ μὴ μηκύνειν. | ||
1.2.17 | Χωρὶς δὲ τούτων καὶ ἡ διαίρεσις τῶν ἄστρων φανερὸν ποιεῖ τὸ προκείμενον. καὶ γὰρ Εὔδοξος ὡς | ||
καὶ ὁ Ἄρατος πρῶτον ἀναγράφει τὰ βορειότερα ἄστρα τοῦ ζῳδιακοῦ, ἔπειθ’ οὕτως τὰ νοτιώτερα. καὶ τὰς συν‐ | 18 | ||
5 | ανατολάς τε καὶ συγκαταδύσεις τοῖς δώδεκα ζῳδίοις τῶν ἄλλων ἄστρων ὁμοίως τέταχεν ὁ Ἄρατος τῷ Εὐδόξῳ. | ||
1.2.18 | Περὶ δὲ τῶν ἀστέρων τῶν ἐπὶ τοῦ θερινοῦ καὶ χειμερινοῦ τροπικοῦ φερομένων, ἔτι δὲ ἐπὶ τοῦ ἰση‐ μερινοῦ, ὁ μὲν Εὔδοξός φησιν ἐπὶ τοῦ θερινοῦ οὕτως· „ἔστι δὲ ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου καὶ τὰ διὰ | ||
5 | „τοῦ σώματος κατὰ μῆκος τοῦ Λέοντος, τῆς δὲ Παρ‐ „θένου 〈τὰ〉 μικρὸν ἄνωθεν, καὶ ὁ αὐχὴν τοῦ ἐχο‐ „μένου Ὄφεως, καὶ ἡ δεξιὰ χεὶρ τοῦ Ἐνγούνασι, καὶ „ἡ κεφαλὴ τοῦ Ὀφιούχου, καὶ ὁ αὐχὴν τοῦ Ὄρνιθος „καὶ ἡ ἀριστερὰ πτέρυξ, καὶ οἱ τοῦ Ἵππου πόδες, ἔτι | ||
10 | „δὲ καὶ ἡ δεξιὰ χεὶρ τῆς Ἀνδρομέδας καὶ τὸ μεταξὺ „τῶν ποδῶν, καὶ τοῦ Περσέως ὁ ἀριστερὸς ὦμος καὶ „ἡ ἀριστερὰ κνήμη, ἔτι δὲ τὰ γόνατα τοῦ Ἡνιόχου „καὶ αἱ κεφαλαὶ τῶν Διδύμων· εἶτα συνάπτει πρὸς τὰ | ||
1.2.19 | „μέσα τοῦ Καρκίνου.“ ὁ δὲ Ἄρατος ἀπὸ τῶν ἐσχάτων ἀρξάμενός φησιν· | ||
481 | ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται, ἐν δὲ τὰ γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο, | ||
5 | λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπ’ αὐτοῦ Περσέως, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται ἀσσότερον βορέαο, νότῳ δ’ ἐπικέκλιται ἀγκών· ὁπλαὶ δ’ Ἵππειοι καὶ ὑπαύχενον Ὀρνίθειον | ||
10 | ἄκρῃ σὺν κεφαλῇ καλοί τ’ Ὀφιούχεοι ὦμοι | ||
καὶ τὰ ἑξῆς. | 20 | ||
1.2.20 | Ἐπὶ δὲ τοῦ χειμερινοῦ τροπικοῦ ὁ μὲν Εὔδοξός φησιν οὕτως· „ἔστι δὲ ἐν αὐτῷ τὰ μέσα τοῦ Αἰγόκερω, „καὶ οἱ πόδες τοῦ Ὑδροχόου, καὶ τοῦ Κήτους ἡ οὐρά, „καὶ τοῦ Ποταμοῦ ἡ καμπή, καὶ ὁ Λαγωός, καὶ τοῦ | ||
5 | „Κυνὸς οἱ πόδες καὶ ἡ οὐρά, καὶ τῆς Ἀργοῦς ἡ πρύμνα „καὶ ὁ ἱστός, καὶ τοῦ Κενταύρου ὁ νῶτος καὶ τὰ „στήθη, καὶ τὸ Θηρίον, καὶ τοῦ Σκορπίου τὸ κέντρον· „εἶτα διὰ τοῦ Τοξότου πρὸς τὰ μέσα τοῦ Αἰγόκερω | ||
1.2.21 | „συνάπτει.“ ὁ δὲ Ἄρατός φησιν οὕτως· | ||
501 | ἄλλος δ’ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν· ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν | ||
5 | αἴνυται, ἀλλ’ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δὲ τὸ κέντρον Σκορπίου, ἐν καὶ τόξον ἐλαφροῦ Τοξευτῆρος. ὁμοίως δὲ τούτοις παραγέγραφεν ὁ Ἄρατος καὶ τὰ ἐπὶ τοῦ ἰσημερινοῦ κύκλου κείμενα. | ||
1.2.22 | Χωρὶς δὲ τούτων καὶ τὸ κλίμα τοῦ κόσμου 〈τὸ αὐτὸ〉 τῷ Εὐδόξῳ ὑποτίθεται ὁ Ἄρατος. καὶ γὰρ ὁ Εὔδοξος ἐν τῷ ἐπιγραφομένῳ Ἐνόπτρῳ τὸν τροπικὸν τέμνεσθαί φησιν οὕτως, ὥστε λόγον ἔχειν τὰ τμήματα | ||
5 | πρὸς ἄλληλα τὸν αὐτόν, οἷον ἔχει τὰ εʹ πρὸς τὰ γʹ. | 22 | |
1.3.1 | Ὅτι μὲν οὖν Εὐδόξῳ ἐπακολουθήσας ὁ Ἄρατος συντέταχε τὰ Φαινόμενα, ἱκανῶς οἶμαι δεικνύναι διὰ τῶν προειρημένων. ἐν οἷς δὲ διαπίπτουσιν οὗτοί τε καὶ οἱ συνεπιγραφόμενοι αὐτοῖς, ὧν ἐστι καὶ ὁ Ἄτταλος, | ||
5 | νῦν ὑποδείξομεν. ἐκθησόμεθα δὲ εὐθέως καὶ ἐν οἷς ἰδίᾳ ἕκαστος αὐτῶν διαμαρτάνει. | ||
1.3.2 | Προδιαληπτέον δέ, διότι Ἄτταλος πᾶσι σχεδὸν τοῖς ὑπὸ τοῦ Ἀράτου λεγομένοις περὶ τῶν οὐρανίων συνεπι‐ γράφεται ὡς συμφώνως τοῖς φαινομένοις ὑπ’ αὐτοῦ λεγομένοις, πλὴν ἐφ’ ἑνὸς καὶ θατέρου, ἃ δὴ καὶ | ||
1.3.3 | ὑποδείξομεν ἐν τοῖς ἑξῆς. λέγει γοῦν ἐν τῷ προοιμίῳ τὸν τρόπον τοῦτον· „διὸ δὴ τό τε τοῦ Ἀράτου βιβλίον „ἐξαπεστάλκαμέν σοι διωρθωμένον ὑφ’ ἡμῶν καὶ τὴν „ἐξήγησιν αὐτοῦ, τοῖς τε φαινομένοις ἕκαστα σύμφωνα | ||
5 | „ποιήσαντες καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ γεγραμμένοις „ἀκόλουθα.“ καὶ πάλιν ἑξῆς φησι· „τάχα δέ τινες „ἐπιζητήσουσι, τίνι λόγῳ πεισθέντες φαμὲν ἀκολούθως „τῇ τοῦ ποιητοῦ προαιρέσει τὴν διόρθωσιν τοῦ βιβλίου „πεποιῆσθαι· ἡμεῖς δὲ ἀναγκαιοτάτην αἰτίαν ἀποδίδομεν | ||
10 | „τὴν τοῦ ποιητοῦ πρὸς τὰ φαινόμενα συμφωνίαν.“ | ||
1.3.4 | τοιαύτην οὖν ἔχοντος τοῦ Ἀττάλου τὴν διάληψιν, ὅσα ἂν ἀποδεικνύωμεν τῶν ὑπὸ τοῦ Ἀράτου καὶ Εὐδόξου | ||
κοινῶς λεγομένων διαφωνοῦντα πρὸς τὰ φαινόμενα, δεῖ διαλαμβάνειν καὶ τὸν Ἄτταλον περὶ τῶν αὐτῶν | 24 | ||
5 | διημαρτημένως συναποφαινόμενον. | ||
1.3.5 | Πρῶτον μὲν οὖν ὁ Ἄρατος ἀγνοεῖν μοι δοκεῖ τὸ ἔγκλιμα τοῦ κόσμου νομίζων ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τοιοῦτον εἶναι, ὥστε τὴν μεγίστην ἡμέραν λόγον ἔχειν πρὸς τὴν ἐλαχίστην τὸν αὐτόν, ὃν ἔχει τὰ | ||
5 | εʹ πρὸς τὰ γʹ. λέγει γὰρ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ· | ||
497 | τοῦ μέν, ὅσον τε μάλιστα, δι’ ὀκτὼ μετρηθέντος πέντε μὲν ἔνδια στρέφεται καὶ ὑπέρτερα γαίης, τὰ τρία δ’ ἐν περάτῃ. | ||
1.3.6 | συμφωνεῖται δή, διότι ἐν μὲν τοῖς περὶ τὴν Ἑλλάδα τόποις ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ δʹ πρὸς τὰ γʹ. ἐκεῖ δὴ τοίνυν ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν ιδʹ καὶ τριῶν | ||
5 | ἔγγιστα πεμπτημορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου μοιρῶν | ||
1.3.7 | λζʹ ὡς ἔγγιστα. ὅπου δὲ ἡ μεγίστη ἡμέρα λόγον ἔχει πρὸς τὴν ἐλαχίστην, ὃν ἔχει τὰ εʹ πρὸς τὰ γʹ, ἐκεῖ ἡ μὲν μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ιεʹ, τὸ δὲ ἔξαρμα τοῦ πόλου μοιρῶν μαʹ ὡς ἔγγιστα. δῆλον τοίνυν ὅτι οὐ | ||
5 | δυνατὸν ἐν τοῖς περὶ τὴν Ἑλλάδα 〈τόποισ〉 τὸν προ‐ ειρημένον εἶναι λόγον τῆς μεγίστης ἡμέρας πρὸς τὴν ἐλαχίστην, ἀλλὰ μᾶλλον ἐν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις. | ||
1.3.8 | Καίτοι γε ὁ μὲν Ἄρατος οὐκ ἀφ’ ἑαυτοῦ κρίσιν περὶ τῶν τοιούτων προφερόμενος γέγραφεν, ἀλλὰ τῷ Εὐδόξῳ καὶ περὶ τούτου κατακολουθήσας. εἰ δὲ καὶ ἀφ’ ἑαυτοῦ γέγραφεν, οὐ διασαφήσας, ἐν ποίοις 〈τόποισ〉 | ||
5 | ἐστὶν ἡ προειρημένη ἔγκλισις τοῦ κόσμου, τάχα ἂν | ||
1.3.9 | κατά γε τοῦτο διακρούοιτο τὸ ἔγκλημα. ὁ μέντοι γε Ἄτταλος ὁμολογουμένως ἠγνόει λέγων ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τὴν μεγίστην ἡμέραν πρὸς τὴν ἐλαχίστην λόγον ἔχειν, ὃν 〈ἔχει〉 τὰ εʹ πρὸς τὰ γʹ. προεκθέμενος | 26 | |
5 | γὰρ τὰ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ ποιήματα, ἐπιφέρει ταυτί· „διὰ δὲ τούτου φανερὸν ποιεῖ, διότι τὴν ὅλην „πραγματείαν ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πεποίηται· „παρ’ ἐκείνοις γάρ ἐστιν ἡ μακροτάτη ἡμέρα πρὸς τὴν | ||
1.3.10 | „μικροτάτην νύκτα ὡς τὰ εʹ πρὸς τὰ γʹ.“ ἔτι δὲ μᾶλλον θαυμάσειεν ἄν τις, πῶς ποτε οὐκ ἐπέστησε τοῦ Εὐδόξου ἐν τῷ ἑτέρῳ συντάγματι διαφόρως ἐκθε‐ μένου καὶ γράφοντος, ὅτι τὸ ὑπὲρ γῆν τοῦ τροπικοῦ | ||
5 | τμῆμα πρὸς τὸ ὑπὸ γῆν λόγον ἔχει, ὃν 〈ἔχει〉 τὰ ιβʹ πρὸς τὰ ζʹ, ὁμοίως δὲ τούτῳ καὶ τῶν περὶ Φίλιππον ἀναγραφόντων καὶ ἄλλων πλειόνων, πλὴν ὅτι συντε‐ τάχασι μὲν τὰς συνανατολάς τε καὶ συγκαταδύσεις τῶν ἄστρων ὡς ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις | ||
10 | τετηρημένων, κατὰ δὲ τὸ ἔγκλιμα τῶν τόπων τούτων διημαρτήκασι. | ||
1.3.11 | Παραπέμψαντες 〈οὖν〉 τοῦτο τὸ ἀγνόημα τὴν ὅλην αὐτῶν σύνταξιν ἐπεσκεψάμεθα πρὸς τὸν ἐν τῇ Ἑλλάδι ὁρίζοντα. οὐδὲ γὰρ φιλαλήθους, ἀλλὰ κενοσπούδου, τὸ κατὰ πάντα μαχόμενον τῇ διεψευσμένῃ ὑποθέσει | ||
5 | ἐπιλαμβάνεσθαι αὐτῶν, κἂν τύχῃ συμφώνως λεγόμενα | ||
1.3.12 | τοῖς ἐν τῇ Ἑλλάδι φαινομένοις. ὑποκείσθω δὲ ἡμῖν ὁρίζων πρὸς τὴν ἐπίσκεψιν ὁ ἐν Ἀθήναις, οὗ ἐστιν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ καὶ τριῶν πεμπτη‐ | ||
μορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου περὶ μοίρας λζʹ. | 28 | ||
1.4.1 | Περὶ μὲν οὖν τοῦ βορείου πόλου Εὔδοξος ἀγνοεῖ λέγων οὕτως· „ἔστι δέ τις ἀστὴρ μένων ἀεὶ κατὰ τὸν „αὐτὸν τόπον· οὗτος δὲ ὁ ἀστὴρ πόλος ἐστὶ τοῦ κόσμου.“ ἐπὶ γὰρ τοῦ πόλου οὐδὲ εἷς ἀστὴρ κεῖται, ἀλλὰ κενός | ||
5 | ἐστι τόπος, ᾧ παράκεινται τρεῖς ἀστέρες, μεθ’ ὧν τὸ σημεῖον τὸ κατὰ τὸν πόλον τετράγωνον ἔγγιστα σχῆμα περιέχει, καθάπερ καὶ Πυθέας φησὶν ὁ Μασσαλιώτης. | ||
1.4.2 | Ἐχομένως δὲ καὶ διαμαρτάνουσι πάντες ἐν τῇ τοῦ Δράκοντος θέσει, ὑπολαμβάνοντες τὴν καμπὴν αὐτὸν ποιεῖσθαι περὶ τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου. οἱ γὰρ λαμπρότατοι καὶ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ | ||
5 | ταύτης ἀστέρων, ὧν ὁ μὲν βορειότερός ἐστι κατ’ αὐτοὺς ἐπὶ τῆς κεφαλῆς, ὁ δὲ νοτιώτερος ἐπὶ τῶν ἐμπροσθίων ποδῶν, παραλλήλως ἔγγιστα κεῖνται τῇ οὐρᾷ τοῦ Δράκοντος. ψεῦδος οὖν ἐστι τὸ | ||
52 | σπείρῃ δ’ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατ’ αὐτὴν | ||
10 | εἰλεῖται κεφαλήν. | ||
1.4.3 | ὁμοίως δὲ καὶ ὁ Εὔδοξος γράφει. ἰδίᾳ δὲ ὁ Ἄρατος ἐπὶ τοῦ Δράκοντος ἀγνοεῖ, πρῶτον μὲν τῷ φάσκειν „σπείρης ἑκάτερθε φέρεσθαι τὰς Ἄρκτουσ“· τῆς γὰρ οὐρᾶς ἑκατέρωθέν εἰσι, καὶ οὐ τῆς σπείρας. ἀντεστραμ‐ | ||
5 | μένων γὰρ αὐτῶν καὶ ὡσανεὶ παραλλήλως κειμένων ἡ | ||
οὐρὰ τοῦ Δράκοντος μεταξὺ αὐτῶν διὰ μήκους παρα‐ τέταται· ἡ δὲ σπεῖρα τὴν μὲν Μικρὰν Ἄρκτον περι‐ λαμβάνει, τῆς δὲ Μεγάλης πολὺ κεχώρισται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ „ἀμφί τ’ ἐαγὼσ“ ἡμαρτημένως | 30 | ||
10 | λέγεται· συνέβαινε γὰρ ἂν τοῦτο, εἰ ἐξ ἑκατέρου | ||
1.4.4 | μέρους τῆς σπείρας ἀμφότεραι ἔκειντο αἱ Ἄρκτοι. ἔτι δὲ ἀγνοεῖ περὶ τοῦ Δράκοντος λέγων οὕτως· | ||
58 | λοξὸν δ’ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν ἄκρην εἰς Ἑλίκης οὐρήν, μάλα δ’ ἐστὶ κατ’ ἰθὺ | ||
5 | καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ. οὐ γὰρ ὁ δεξιὸς κρόταφος, ἀλλ’ ὁ ἀριστερὸς ἐπ’ εὐθείας ἐστὶ τῇ γλώσσῃ τοῦ Ὄφεως καὶ τῇ ἄκρᾳ οὐρᾷ τῆς | ||
1.4.5 | Μεγάλης Ἄρκτου. τὸ μὲν γὰρ λέγειν, ὅτι ἀντεστραμ‐ μένην τὴν κεφαλὴν τοῦ Δράκοντος ὑποτίθεται, καὶ οὐχὶ εἰς τὰ ἐντὸς τοῦ κόσμου ἐπεστραμμένην, καθάπερ φησὶν ὁ Ἄτταλος, τελέως ἐστὶν ἀπίθανον. ἅπαντα γὰρ | ||
5 | τὰ ἄστρα ἠστέρισται πρὸς τὴν ἡμετέραν θεωρίαν καὶ ὡς ἂν πρὸς ἡμᾶς ἐστραμμένα, εἰ μή τι κατάγραφον | ||
1.4.6 | αὐτῶν ἐστι. φανερὸν δὲ τοῦτο ποιεῖ καὶ ὁ Ἄρατος διὰ πλειόνων· ἐφ’ ὧν γὰρ δεξιὸν ἢ ἀριστερὸν μέρος ἄστρου διασαφεῖ, ἐπὶ πάντων συμφωνεῖ τῇ προειρημένῃ ὑποθέσει. καὶ ἄλλως δὲ πλασματώδης ἐστὶν ἡ ὑπόθεσις | ||
5 | καὶ ἡρμοσμένη. καὶ τούτῳ δὲ τῷ ἀγνοήματι βοηθήσει καὶ τῷ περὶ τὸν ἀριστερὸν πόδα τοῦ Ἐνγόνασι, περὶ οὗ προελθόντες ἐροῦμεν. | ||
1.4.7 | Περὶ δὲ τῆς θέσεως τῆς τοῦ Δράκοντος κεφαλῆς οἱ μὲν περὶ τὸν Εὔδοξον καὶ Ἄρατον συμφώνως ἀπο‐ φαίνονται τῷ φαινομένῳ, ὁ δὲ Ἄτταλος διαφώνως. ὁ μὲν γὰρ Ἄρατος ἀκολουθῶν τῷ Εὐδόξῳ ἐπὶ τοῦ ἀεὶ | 32 | |
5 | φανεροῦ κύκλου φησὶν αὐτὴν φέρεσθαι λέγων οὕτως· | ||
61 | κείνη που κεφαλὴ τῇ νείσσεται, ᾗχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν. ὁ δὲ Ἄτταλος μικρῷ νοτιωτέραν αὐτὴν εἶναί φησι τοῦ ἀεὶ φανεροῦ κύκλου, ὥστε αὐτὴν ὑπὸ τὸν ὁρίζοντα | ||
1.4.8 | βραχὺν γίνεσθαι χρόνον. ὅτι δὲ διαφωνεῖ πρὸς τὸ φαινόμενον ὁ Ἄτταλος, οὕτως ἂν ἐπιλογισθείη. ὁ μὲν γὰρ ἐν ἄκρῳ τῷ στόματι τοῦ Δράκοντος ἀπέχει 〈ἀπὸ〉 τοῦ πόλου μοίρας λδʹ καὶ τρία πεμπτημόρια, ὁ δὲ | ||
5 | νότιος αὐτοῦ ὀφθαλμὸς μοίρας λεʹ, ὁ δὲ νότιος κρόταφος μοίρας λζʹ. ὁ δὲ ἀεὶ φανερὸς κύκλος ἐν τοῖς περὶ Ἀθήνας τόποις καὶ 〈ὅπου〉 ὁ γνώμων ἐπίτριτός ἐστι τῆς ἰσημερινῆς σκιᾶς, ἀπὸ τοῦ πόλου ἀπέχει περὶ μοίρας λζʹ. δῆλον οὖν ὅτι ἐν τῷ ἀεὶ φανερῷ τμήματι | ||
10 | φέρεται ἡ κεφαλὴ τοῦ Δράκοντος, τὸν ἀριστερὸν κρόταφον μόνον ἔχουσα ἐπ’ αὐτοῦ 〈τοῦ κύκλου〉, καὶ οὐχ, ὡς ὁ Ἄτταλός φησι, νοτιωτέρα οὖσα δύνει βραχὺν χρόνον καὶ ἀνατέλλει. | ||
1.4.9 | Ἐπὶ δὲ τοῦ Ἐνγόνασι παρεωρακέναι μοι δοκοῦσιν ὅ τε Εὔδοξος καὶ ὁ Ἄρατος, ἀλλ’ οὐ διημαρτηκέναι, εἰπόντες τὸν δεξιὸν πόδα ἐπὶ μέσης τῆς κεφαλῆς τοῦ Δράκοντος κεῖσθαι. ὁ μέντοι γε Ἄτταλος παρὰ τὸ | ||
5 | βούλημα τοῦ ποιητοῦ δοκεῖ μοι τὸ ἡμιστίχιον μετα‐ τιθέναι γράφων οὕτως· „μέσσου δ’ ἐφύπερθε καρήνου“ καὶ τὴν κεφαλὴν τοῦ Δράκοντος ἔξω τοῦ κόσμου στρέφων, ἵνα γένηται αὐτὸ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς κατὰ τὸν πόδα. τά τε γὰρ ἄστρα πάντα εἰς τὸ ἐντὸς | 34 | |
10 | τοῦ κόσμου μέρος ἐπεστραμμένα, ὡς ἔφην, ἀστρο‐ θετεῖται ὑπὸ πάντων καὶ ὑπ’ αὐτοῦ τοῦ Ἀράτου, καὶ ἐν πᾶσι τοῖς βιβλίοις γράφεται· | ||
69 | μέσσῳ δ’ ἐφύπερθε καρήνῳ δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο 〈Δράκοντοσ〉. | ||
1.4.10 | πρὸς δὲ τούτῳ καὶ τὸν σχηματισμὸν ἡμῖν τοῦ Ἐνγόνασι καὶ τὴν θέσιν διασαφεῖν βουλόμενος ὁ Ἄρατος εὐλόγως ἂν σημαίνοι καὶ ποῖος αὐτοῦ ποὺς κεῖται ἐπὶ τῆς τοῦ Δράκοντος κεφαλῆς· οὐ γὰρ ἄλλως παρατίθησι τὴν | ||
5 | τοῦ Δράκοντος κεφαλήν, ἀλλ’ ἵνα τῇ θέσει τοῦ Ἐνγόνασι παρακολουθῶμεν, ὅπερ καὶ ἐπὶ ἄλλων | ||
1.4.11 | πλειόνων ποιεῖ. καθάπερ καὶ ἐπ’ αὐτοῦ τοῦ Ἐνγόνασι τὰ ἄλλα αὐτοῦ μέρη 〈διασαφῶν〉 φησι· | ||
74 | νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον. | ||
5 | καὶ ἔτι τῇ Λύρᾳ, φησί, | ||
272 | γούνατί οἱ σκαιῷ πελάει. καὶ ὡς ἐπὶ τοῦ Περσέως· | ||
254 | ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι | ||
Πληϊάδες φορέονται. | 36 | ||
10 | καὶ πάλιν· | ||
251 | καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται πενθερίου δίφροιο. καὶ ὡς ἐπὶ τοῦ Ὄρνιθός φησι· | ||
279 | κατὰ δεξιὰ χειρὸς | ||
15 | Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων. καὶ ἐπ’ ἄλλων δὲ πλειόνων τὰς παραθέσεις τῶν ἄστρων διασαφῶν σημαίνει, πότερον τὰ δεξιὰ ἢ τὰ ἀριστερὰ παράκειται. | ||
1.4.12 | Ὅτι δὲ παρόραμά ἐστι τοῦ Εὐδόξου καὶ τοῦ Ἀράτου τὸ περὶ τὸν πόδα, καὶ οὐχ ἁμάρτημα, δῆλον γίνεται ἐκ τῶν λοιπῶν τῶν λεγομένων ὑφ’ ἑκατέρου περὶ τοῦ Ἐνγόνασι. περὶ μὲν γὰρ τῆς Λύρας ὁ Ἄρατος λέγων | ||
5 | 270 | κὰδ δ’ ἔθετο (φησὶν αὐτὴν) προπάροιθεν ἀπευθέος εἰδώλοιο οὐρανὸν εἰς ἀγαγών. τὸ δ’ ἐπὶ σκελέεσσι πέτηλον γούνατί οἱ σκαιῷ πελάει. τὸ δὲ πρὸς τῇ Λύρᾳ σκέλος ἐστὶ κείμενον ἐπὶ τῆς τοῦ | |
1.4.13 | Δράκοντος κεφαλῆς. πάλιν δὲ περὶ τῆς ἀνατολῆς τοῦ Ἐνγόνασι λέγων φησί· | ||
612 | μόνην δ’ ἐπὶ Χηλαὶ ἄγουσι δεξιτερὴν κνήμην αὐτῆς ἐπιγουνίδος ἄχρις | ||
5 | αἰεὶ γνὺξ αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος. ἀλλ’ ἡ πρὸς τῇ δύσει κνήμη ἐστὶν ἡ προανατέλλουσα, | ||
καὶ οὐκ ἔστιν αὕτη ἐπὶ τῆς κεφαλῆς τοῦ Δράκοντος. | 38 | ||
1.4.14 | δῆλον οὖν ὅτι ἐκείνην ἀριστερὰν λέγει. συμφωνῶν δὲ τούτοις καὶ ἐπὶ τῆς ἀνατολῆς τοῦ Λέοντός φησιν· | ||
591 | αὐτὰρ ὅ γε γνὺξ ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόδα λαιὸν | ||
5 | οὔπω κυμαίνοντος ὑποστρέφει Ὠκεανοῖο. φανερὸν οὖν ἐκ πάντων γίνεται, διότι τὸ ἀριστερὸν σκέλος φησὶ καθήκειν ἐπὶ τὴν τοῦ Δράκοντος κεφαλήν. | ||
1.4.15 | Ἑξῆς δὲ περὶ τοῦ Ὀφιούχου λέγων ἰδίως ὁ Ἄρατος ὀρθόν φησι κεῖσθαι αὐτὸν τῇ θέσει βεβηκότα ἔν τε τοῖς ὀφθαλμοῖς τοῦ Σκορπίου καὶ τῷ στήθει. τῇ δὲ ἀρι‐ στερᾷ μόνον κνήμῃ βέβηκεν ἀποτεταμένῃ, μεταξὺ κει‐ | ||
5 | μένῃ τοῦ τε μετώπου καὶ τοῦ στήθους τοῦ Σκορπίου· τὸ δὲ δεξιὸν σκέλος ἔχει συνεσταλμένον. οὐδὲ ὁ Εὔδοξος δὲ διασαφεῖ, ὅτι ἐστὶν ὀρθός· τὸν γὰρ δεξιὸν πόδα αὐτοῦ ὑπὲρ τὸ σῶμα κεῖσθαί φησι τοῦ Σκορπίου, ὡς καὶ ἔχει τῇ ἀληθείᾳ, καὶ οὐκ ἐπὶ τοῦ στήθους. | ||
1.4.16 | Δοκεῖ δέ μοι καὶ περὶ τῶν ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρων κατὰ τὸ μέγεθος αὐτῶν ἀγνοεῖν. τοὺς γὰρ ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου φήσας λαμπροὺς εἶναι, ὥστε καὶ ἐν πανσελήνῳ ἂν θεωρεῖσθαι, ἐπιφέρει· | ||
5 | 79 | ἀτὰρ χέρες οὐ μάλ’ ἐῗσαι· λεπτὴ γὰρ 〈καὶ〉 τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη. | |
1.4.17 | ἀλλ’ οἱ ἐν ταῖς χερσὶ τοῦ Ὀφιούχου ἀστέρες κοινοί εἰσι καὶ τοῦ Ὄφεως, καθάπερ καὶ αὐτὸς ὁ Ἄρατος λέγει· | ||
82 | ἀμφότεραι δ’ Ὄφιος πεπονείαται. οἱ δ’ ἐν τῷ Ὄφει ἀστέρες, ὃν ἔχει ὁ Ὀφιοῦχος, οὐ | 40 | |
5 | λειπόμενοί εἰσι τῇ λαμπρότητι τῶν ἐν τοῖς ὤμοις [πολλῷ δὲ λαμπρότεροι οἱ ἐν τοῖς ὤμοις]. διὸ καὶ ἐπιστήσειεν ἄν τις, πῶς καὶ ὁ Ἄτταλός φησιν αὐτοὺς 〈μὴ〉 ἱκανῶς λαμπροὺς εἶναι. | ||
1.4.18 | Ἑξῆς δὲ περὶ τῶν Χηλῶν ὁ Ἄρατος λέγει· | ||
90 | ἀλλ’ αἱ μὲν φαέων ἐπιδευέες (ἢ ἐπιμεμφέες), οὐδὲν ἀγαυαί. φησὶ δὲ ὁ Ἄτταλος μὴ διὰ τὸ μικροὺς εἶναι τοὺς ἐν | ||
5 | ταῖς Χηλαῖς ἀστέρας λέγειν τὸν Ἄρατον „φαέων ἐπι‐ μεμφέασ“ αὐτὰς εἶναι, ἀλλὰ διὰ τὸ τέσσαρας μόνον εἶναι τοὺς πάντας, οὓς μὴ συμπληροῦν τὴν ὁμοιότητα αὐτῶν· τὸ δὲ „μηδὲν ἀγαυὰσ“ λέγειν αὐτὸν διὰ τὸ | ||
1.4.19 | μηδὲν ὁμοίας αὐτὰς ὑπάρχειν. οὐ δοκεῖ δέ μοι διὰ τοῦτο λέγειν αὐτὰς „φαέων ἐπιμεμφέασ“ καὶ „μηδὲν ἀγαυάσ“, ἀλλ’ ὡς ἂν μὴ λαμπράς· καὶ γὰρ ἐν ταῖς Συνανατολαῖς οὕτως λέγει περὶ αὐτῶν· | ||
5 | 607 | οὐδ’ ἂν ἐπερχόμεναι Χηλαὶ καὶ λεπτὰ φάουσαι ἄφραστοι παρίοιεν. | |
1.4.20 | ἐπιφέρει γοῦν εὐθέως· | ||
608 | ἐπεὶ μέγα σῆμα Βοώτης ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο· ὡς ἂν ἐκ τοῦ Ἀρκτούρου ἡμῶν δυναμένων σημειώσασθαι | ||
5 | τὰς Χηλάς, καθ’ αὑτὰς δὲ μὴ ῥᾳδίως διὰ τὴν μικρότητα | ||
αὐτῶν, ὡς ὑπολαμβάνει· τὰ γὰρ ἀμαυροὺς ἀστέρας ἔχοντα τῶν ἄστρων εἴθισται καλεῖν ὡς ἐπὶ πολὺ „λεπτὰ“ καὶ „οὐδὲν ἀγαυά“. | 42 | ||
1.5.1 | Ἐν δὲ τοῖς ἑξῆς περὶ τῆς Ἄρκτου παντελῶς δοκοῦσί μοι ἀγνοεῖν, ὁ μὲν Εὔδοξος οὕτως λέγων· „ὑπὸ δὲ „τὴν κεφαλὴν τῆς Μεγάλης Ἄρκτου οἱ Δίδυμοι κεῖνται, „κατὰ μέσον δὲ ὁ Καρκίνος, ὑπὸ δὲ τοὺς ὀπισθίους | ||
5 | „πόδας ὁ Λέων.“ ὁ δὲ Ἄρατος· | ||
147 | κρατὶ δέ οἱ Δίδυμοι, μέσσῃ δ’ ὕπο Καρκίνος ἐστί, ποσσὶ δ’ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει. οἷς ὅ τε Ἄτταλος καὶ οἱ λοιποὶ πάντες συνεπιγράφονται. | ||
1.5.2 | ὅτι δὲ ἀγνοοῦσιν, ἐκ τούτων ἐστὶ φανερόν. ἡ μὲν γὰρ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου κατὰ τοὺς προειρημένους ἄνδρας ἐστὶν ὁ βορειότερος ἀστὴρ τῶν δύο τῶν ἡγου‐ μένων ἐν τῷ πλινθίῳ, ἐπὶ δὲ τῶν ἐμπροσθίων ποδῶν | ||
1.5.3 | κεῖται ὁ νοτιώτερος τῶν αὐτῶν ἀστέρων. ὅτι μὲν γὰρ ὁ προειρημένος ἀστὴρ κατ’ αὐτοὺς ἐπὶ τῆς κεφαλῆς κεῖται, φανερὸν τοῦτο ποιοῦσιν ἔκ [τε] τοῦ λέγειν, τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἀστέρα κεῖσθαι κατὰ | ||
1.5.4 | τὴν κεφαλὴν τῆς Ἄρκτου. οὐκ ἄλλος γὰρ κεῖται ἀστὴρ κατὰ τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος, ἀλλ’ ὁ βορειότερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ. ὁ μὲν γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἐπέχει ὡς κατὰ | ||
5 | παράλληλον κύκλον τοῦ Λέοντος μοίρας γʹ, ὁ δὲ εἰρη‐ μένος ἀστὴρ ἐν τῷ πλινθίῳ ἐπέχει τοῦ Λέοντος μικρῷ | ||
1.5.5 | ἔλασσον τῶν γʹ μοιρῶν. ὅτι δὲ ἐπὶ τῶν ἐμπροσθίων ποδῶν κεῖται ὁ νοτιώτερος τῶν ἡγουμένων ἐν τῷ | ||
πλινθίῳ, φανερὸν ποιεῖ ὁ μὲν Εὔδοξος λέγων οὕτως· „πρὸ δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ | 44 | ||
5 | „ἐστι λαμπρός.“ ὁ δὲ Ἄρατος· | ||
143 | οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε εἷς μὲν ὑπωμαίων, εἷς δ’ ἰξυόθεν κατιόντων. | ||
1.5.6 | τοῦ γὰρ νοτιωτέρου τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ εἷς μόνος προηγεῖται λαμπρὸς ἀστήρ, ὁ νῦν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι δεικνύμενος. καθόλου τε οἱ ἀρχαῖοι πάντες τὴν Ἄρκτον ἐκ τῶν ἑπτὰ μόνων ἀστέ‐ | ||
1.5.7 | ρων διετύπουν. φανερὸν δὲ μᾶλλον γίνεται τὸ λεγό‐ μενον ὑφ’ ἡμῶν ἐπὶ τῆς Μικρᾶς Ἄρκτου. ὁμολογου‐ μένως γὰρ ἐπ’ ἐκείνης ἥ τε κεφαλὴ καὶ οἱ πόδες ἐν τοῖς τέσσαρσιν ὑπ’ αὐτῶν τίθενται τοῖς τὸ πλινθίον | ||
5 | περιέχουσιν· ἄλλοι γὰρ αὐτοῖς ἐκφανεῖς οὐ παράκεινται, καθάπερ τῷ μεγάλῳ πλινθίῳ, ὥστε συσχηματίσαι τὴν κεφαλὴν αὐτῆς καὶ τοὺς πόδας περιλαμβανομένους ὑπὸ τῆς σπείρας τοῦ Δράκοντος, ὥς φησι· | ||
52 | σπείρῃ δ’ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατ’ αὐτὴν | ||
10 | εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις. | ||
1.5.8 | Τούτων δ’ οὕτως ἐχόντων, πῶς ἐστι δυνατὸν ὑπὸ τὴν Ἄρκτον τούς τε Διδύμους καὶ τὸν Καρκίνον κεῖσθαι, εἴπερ ἥ τε κεφαλὴ καὶ οἱ ἐμπρόσθιοι πόδες αὐτῆς κατὰ | ||
1.5.9 | τὴν γʹ τοῦ Λέοντος κεῖνται μοῖραν; δεῖ οὖν ὑπὸ μὲν τὴν Ἄρκτον τὸν Λέοντα μόνον τετάχθαι· ὁ γὰρ ἐν τοῖς ὀπισθίοις αὐτῆς ποσίν, ἐφ’ ὧν ἐστιν ὁ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ, τοῦ Λέοντος ἐπέχει | ||
1.5.10 | ἔλασσον τῶν κεʹ μοιρῶν. τοῖς δ’ ὅλοις, εἴπερ προέκειτο σημῆναί τινα ζῴδια καθ’ ὅλην τὴν Ἄρκτον, ἔδει τὴν Παρθένον ὑπ’ αὐτὴν τάξαι, καὶ νὴ Δία, μέρος τῶν Χηλῶν· ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου, ὅς ἐστιν | 46 | |
5 | ἔσχατος τῶν πρὸς ἀνατολὰς τῶν ἑπτά, κατὰ παράλληλον | ||
1.5.11 | τῷ ἰσημερινῷ κύκλον ἐπέχει Χηλῶν μοίρας δʹ. λέγω δὲ ὡς τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων ἐν ταῖς ἀρχαῖς τῶν ζῳδίων ὑπαρχόντων. εἰ μέντοι γε τὰ εἰρημένα 〈σημεῖα〉 κατὰ μέσα τὰ ζῴδια κεῖται, ὡς Εὔδοξός | ||
5 | φησιν, ὑπὸ μὲν τοὺς ὀπισθίους πόδας τῆς Ἄρκτου οὐ τὸν Λέοντα ἔδει τιθέναι, ἀλλὰ τὴν Παρθένον. ὁ μὲν γὰρ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ ἐπέχει κατὰ τὴν προειρημένην διαίρεσιν τοῦ ζῳδιακοῦ τῆς Παρθένου περὶ μοίρας ιʹ, ὁ δὲ βορειότερος τῆς Παρθένου | ||
1.5.12 | περὶ μοίρας ιϛʹ. κατὰ δὲ τὴν κεφαλὴν καὶ τοὺς ἐμ‐ προσθίους πόδας ἔδει τεθεικέναι τὸν Λέοντα· οἱ γὰρ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ἐφέξουσι κατὰ τὴν | ||
1.5.13 | προειρημένην διαίρεσιν Λέοντος μοίρας ιηʹ. δῆλον δὲ ἐκ τῶν εἰρημένων, [καὶ] διότι ὑφ’ ὅλην τὴν Ἄρκτον 〈καὶ〉 κατὰ τὸν Εὔδοξον δεῖ κεῖσθαι [τὸν Καρκίνον καὶ] τὸν Λέοντα καὶ τὴν Παρθένον καὶ τὰς Χηλάς· | ||
5 | ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου ἐπέχει κατὰ τὴν αὐτὴν διαίρεσιν τοῦ ζῳδιακοῦ Χηλῶν περὶ μοίρας ιθʹ. | ||
1.5.14 | Πάλιν δὲ ὁ Ἄρατος περὶ τοῦ Ἡνιόχου λέγων ἐπιφέρει ταυτί· | ||
177 | ἀλλ’ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών. | ||
5 | διαφωνεῖν οὖν μοι δοκεῖ πρὸς τὰ φαινόμενα καὶ ἐν τού‐ | ||
τοις· τοῦ γὰρ Ἡνιόχου οἱ πόδες μόνον ἅμα τῷ Ταύρῳ συναναφέρονται, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα τοῖς Ἰχθύσι | 48 | ||
1.5.15 | καὶ τῷ Κριῷ συνανατέλλει. καὶ αὐτὸς δὲ ἐν τοῖς ἑξῆς φησιν· | ||
718 | ἀλλ’ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ Ταύρῳ συμφορέονται. ἀλλ’ ὅσα λέγει Ταύρῳ συναναφέρεσθαι, ταῦτα κατ’ | ||
5 | αὐτὸν ἅμα τῷ Κριῷ ἀνατέλλει. ἐπὶ πάντων γὰρ τῶν ἄστρων ἐν ταῖς Συνανατολαῖς οὕτως σημαίνει, οἷον τῆς ἀρχῆς τοῦ ζῳδίου ἐπὶ τῆς ἀνατολῆς οὔσης, τίνα | ||
1.5.16 | ἀνατεταλκότα ἐγγὺς τοῦ ὁρίζοντος φαίνεται. τοῦ μὲν ἀριστεροῦ ποδὸς πολὺ προανατέλλει ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χείρ. πρόδηλον οὖν ὅτι καὶ κατ’ αὐτὸν τὸν Ἄρατον τὰ πρὸς τοῖς ποσὶ μόνον τῷ Ταύρῳ συνανατέλλει, | ||
5 | τὸ δὲ λοιπὸν σῶμα καὶ αὐτὸς ὁ ἀριστερὸς ποὺς τᾷ | ||
1.5.17 | Κριῷ. καὶ μὴν οὐδὲ τοῦτ’ ἔστι βοηθοῦν αὐτῷ, διότι οὐ περὶ ὅλου λέγει, ἀλλ’ ὅτι τῶν ἅμα αὐτῷ συνανα‐ τειλάντων μερῶν τοῦ Ἡνιόχου πρότερος καταδύνει ὁ Ταῦρος. ψεῦδος γάρ ἐστι καὶ τοῦτο· τὰ γὰρ πρὸς | ||
5 | τοῖς ποσὶν αὐτοῦ μέρη οὐχ οἷον ὑστερεῖ τοῦ Ταύρου, ἀλλὰ καὶ προκαταδύνει. ἐγγίων γοῦν ὁ ἐν τῷ δεξιῷ ποδὶ τοῦ Ἡνιόχου τῇ κζʹ μοίρᾳ τοῦ Ταύρου συγκατα‐ | ||
1.5.18 | δύνει. εἴπερ οὖν ἀκολούθως τοῖς φαινομένοις ἔγραφεν, ὡς ὁ Ἄτταλος ὑπολαμβάνει, πολλῷ βέλτιον ἦν καὶ παραδοξότερον λέγειν τὸν δεξιὸν πόδα τοῦ Ἡνιόχου ὕστερον ἀνατείλαντα πρότερον καταδύνειν, καὶ μὴ ἅμα | ||
5 | ἀνατείλαντα ὕστερον δύνειν. | 50 | |
1.5.19 | Ἑξῆς 〈δὲ〉 ἀγνοοῦσι πάντες περὶ τοῦ Κηφέως, ὅτι οἱ πόδες αὐτοῦ μετὰ τοῦ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου τρίγωνον ἰσόπλευρον περιέχουσιν, ὡς καὶ ὁ Ἄρατός φησιν· | ||
5 | 184 | ἴση οἱ στάθμη νεάτης ἀποτείνεται Ἄρκτου εἰς πόδας ἀμφοτέρους, ὅσση ποδὸς εἰς πόδα τείνει. ἡ γὰρ μεταξὺ τῶν ποδῶν ἐλάσσων ἐστὶν ἑκατέρας τῶν λοιπῶν, ὥστε ἰσοσκελὲς τρίγωνον γίνεσθαι, καὶ μὴ ἰσόπλευρον. | |
1.5.20 | 〈Ἐν δὲ τοῖς ἑξῆς ἀγνοεῖ ὁ Ἄρατος, λέγων περὶ τῆς Κασσιεπείας· | ||
188 | τοῦ δ’ ἄρα δαιμονίη προκυλίνδεται· κεῖται δὲ ἡ Κασσιέπεια πρὸς ἀνατολὰς τοῦ Κηφέως.〉 | ||
5 | καὶ ἐπὶ τῆς Λύρας δὲ ὁμοίως λέγει ὁ Ἄρατος· | ||
270 | κὰδ δ’ ἔθετο (φησὶν αὐτὴν ὁ Ἑρμῆς) προπάροιθεν ἀπευθέος εἰδώλοιο. κεῖται δὲ πρὸς ἀνατολὰς τοῦ Ἐνγόνασι. καὶ μὴν οὐδὲ τοῦτ’ ἔστιν εἰπεῖν, ὅτι τὰ πρὸς ἀνατολὰς κείμενα | ||
10 | [ἀρρενικῶς] πρότερα καλεῖ ὁ Ἄρατος· τοὐναντίον γὰρ ἐν πολλοῖς τὰ πρὸς δύσιν μέρη πρότερα καλεῖ. εὐθέως γοῦν τὰ περὶ τοῦ Κριοῦ εἰπὼν ἐπιφέρει τὰ περὶ τοὺς Ἰχθύας καί φησιν· | ||
239 | 〈οἱ δ’ ἄρ’ ἔτι προτέρω, ἔτι δ’ ἐν προβολῇσι νότοιο, | ||
15 | Ἰχθύες,〉 | ||
οἳ καὶ προηγοῦνται αὐτοῦ. | 52 | ||
1.5.21 | Ψευδῶς δὲ καὶ τοῦτο ὁ Ἄρατος περὶ τῆς Κασσιε‐ πείας λέγει, ὅτι ἐστὶν | ||
188 | οὐ μάλα πολλὴ νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια· | ||
5 | οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν· οἱ γὰρ πλεῖστοι τῶν ἐν αὐτῇ δεικνυμένων λαμπρότεροί εἰσι τῶν ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου, οὕς φησι καὶ ἐν τῇ πανσελήνῳ ἐκφανεῖς εἶναι, λέγων οὕτως· | ||
77 | τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι | ||
10 | εἴδονται· κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ εἰσωποὶ τελέθοιεν· | ||
1.5.22 | σχεδὸν δὲ καὶ τῶν ἐν τῇ Ἀνδρομέδᾳ λαμπρότεροί εἰσι, πλὴν τοῦ ἐν τῇ κεφαλῇ καὶ τοῦ ἑπομένου τῶν ἐν τῇ ζώνῃ, περὶ ἧς φησιν | ||
198 | οὔ σε μάλ’ οἴω | ||
5 | νύκτα περισκέψασθαι, ἵν’ αὐτίκα μᾶλλον ἴδηαι· τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα. | ||
1.6.1 | Πάλιν δὲ παρὰ τῷ Εὐδόξῳ ἀναστρέφεται διημαρτη‐ μένως περὶ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ἐν μὲν τῷ ἑνὶ συντάγματι, ὃ ἐπιγράφεται „Φαινόμενα“, τὸν | ||
1.6.2 | τρόπον τοῦτον· „ὑπὲρ δὲ τὸν Περσέα καὶ τὴν Κασσιέ‐ | ||
„πειαν οὐ πολὺ διέχουσά ἐστιν ἡ κεφαλὴ τῆς Μεγάλης „Ἄρκτου· οἱ δὲ μεταξὺ τούτων ἀστέρες εἰσὶν ἀμαυροί·“ ἐν δὲ τῷ ἐπιγραφομένῳ „Ἐνόπτρῳ“ οὕτως· „ὄπισθεν | 54 | ||
5 | „δὲ τοῦ Περσέως καὶ παρὰ τὰ ἰσχία τῆς Κασσιεπείας „οὐ πολὺ διαλείπουσα ἡ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου | ||
1.6.3 | „κεῖται· οἱ δὲ μεταξὺ ἀστέρες εἰσὶν ἀμαυροί.“ οὔτε γὰρ κατὰ τὴν Κασσιέπειαν καὶ τὸν Περσέα κεῖται ἡ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου, οὔτε μικρὸν αὐτῶν ἀπέχει· ἡ μὲν γὰρ Κασσιέπειά ἐστι κατὰ τὸ τῶν | ||
5 | Ἰχθύων δωδεκατημόριον, ὁ δὲ Περσεὺς κατὰ τὸν Κριόν, ἡ δὲ κατὰ τὸν Εὔδοξον κεφαλὴ τῆς Μεγάλης | ||
1.6.4 | Ἄρκτου κατὰ τὴν βʹ μοῖραν τοῦ Λέοντος. ἔγγιον οὖν ἦν εἰπεῖν τὸν Περσέα καὶ τὴν Κασσιέπειαν κεῖσθαι κατὰ ἄκραν τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου· ταύτης γὰρ ὁ ἔσχατος καὶ λαμπρότατος ἀστὴρ κεῖται κατὰ τὴν | ||
5 | ιηʹ μοῖραν τῶν Ἰχθύων, ὡς δὲ Εὔδοξος διαιρεῖ τὸν ζῳδιακὸν κύκλον, κατὰ τὴν γʹ μοῖραν τοῦ Κριοῦ. | ||
1.6.5 | Ἐπὶ δὲ τοῦ Κριοῦ ὁ Ἄρατος ἀγνοεῖν μοι δοκεῖ, λέγων αὐτὸν ἀφανῆ γίνεσθαι ἐν τῇ πανσελήνῳ διὰ τὴν μικρότητα τῶν ἀστέρων· δεῖν δὲ σημειοῦσθαι τὴν θέσιν αὐτοῦ ἔκ τε τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας | ||
5 | ἀστέρων καὶ ἐκ τοῦ παρακειμένου αὐτῷ ἀπ’ ἄρκτου | ||
1.6.6 | Τριγώνου. λέγει γὰρ οὕτως περὶ αὐτοῦ· | ||
225 | αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι. καὶ μετ’ ὀλίγον ἐπιφέρει· | ||
228 | αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ | ||
5 | σκέψασθαι, ζώνῃ δ’ ἂν ὅμως ἐπιτεκμήραιο | ||
Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ’ αὐτὴν ἐστήρικται. καὶ πάλιν· | 56 | ||
233 | ἔστι δέ τοι καὶ ἔτ’ ἄλλο τετυγμένον ἐγγύθι σῆμα, | ||
235 | Δελτωτὸν πλευρῇσιν ἰσαιομένῃσιν ἐοικὸς | ||
10 | ἀμφοτέρῃς’· ἡ δ’ οὔτι τόση, μάλα δ’ ἐστὶν ἑτοίμη εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστι· τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν. | ||
1.6.7 | ἀλλ’ οὐ χρεία σημειοῦσθαι τὸν Κριὸν ἐκ τούτων· οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες τρεῖς λαμ‐ πρότεροί εἰσι τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας, ἔγγιστα δὲ καὶ τῶν ἐν τῷ Τριγώνῳ [οὐ πολὺ λειπόμενοι | ||
5 | αὐτῶν]· καλῶς δέ ἐστιν ἐκφανὴς καὶ ὁ ἐν τοῖς ἐμπρο‐ σθίοις αὐτοῦ ποσὶ κείμενος. | ||
1.6.8 | Ψευδῶς δὲ λέγεται καὶ ταῦτα ὑπὸ τοῦ Ἀράτου· | ||
239 | οἱ δ’ ἄρ’ ἔτι προτέρω, ἔτι δ’ ἐν προβολῇσι νότοιο, Ἰχθύες. οὐ γὰρ ἀμφότεροι νοτιώτεροί εἰσι τοῦ Κριοῦ, ἀλλ’ ὁ | ||
5 | εἷς αὐτῶν. τοῦ γὰρ βορειοτέρου Ἰχθύος οἱ μὲν ἐπὶ τοῦ ῥύγχους μικρῷ νοτιώτεροι ὄντες τοῦ ἑπομένου τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας ἀπὸ τοῦ βορείου πόλου ἀπέχουσι μοίρας οʹ· ὁ δὲ ἡγούμενος τῶν ἐν τῇ | ||
1.6.9 | οὐρᾷ ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοίρας οηʹ. τῶν δ’ ἐν τῷ Κριῷ ἀστέρων ὁ μὲν βορειότερος καὶ ἐπὶ τοῦ ῥύγχους κείμενος ἀπέχει μοίρας μικρῷ λειπούσας | ||
τῶν οηʹ, ὁμοίως δὲ τούτῳ καὶ ὁ βορειότερος τῶν ἐν | 58 | ||
5 | τῇ οὐρᾷ· οἱ δὲ ἐν ὅλῳ τῷ σώματι κείμενοι τοῦ Κριοῦ πάντες εἰσὶ νοτιώτεροι τούτων. δῆλον οὖν ὅτι βορειό‐ τερός ἐστιν ὁ εἷς τῶν Ἰχθύων τοῦ Κριοῦ. | ||
1.6.10 | Ἐν δὲ τοῖς περὶ τὸν Κριὸν καὶ ὁ Ἄτταλος ἀγνοεῖ, λέγων οὕτως· „κατανοῶν δὲ τὸν Κριὸν οὔτε ἀκριβῶς „διατετυπωμένον, οὔτε λαμπροὺς ἀστέρας ἔχοντα, δυνα‐ „μένους ἂν καὶ ἐν σελήνῃ λαμπρῶς θεωρεῖσθαι, διά | ||
5 | „τε τῶν παρακειμένων ἄστρων πειρᾶται τὴν θέσιν „αὐτοῦ διασαφεῖν καὶ διὰ τῶν τὸν αὐτὸν αὐτῷ κύκλον | ||
1.6.11 | „φερομένων.“ χωρὶς γὰρ τοῦ λαμπροὺς αὐτὸν ἔχειν ἀστέρας, τοὺς ἐν τῇ κεφαλῇ, ὡς ἔφαμεν, καὶ τὸν ἐν τοῖς ἐμπροσθίοις ποσί, καὶ ἀπεκδέχεσθαί μοι δοκεῖ, ὑπολαμβάνων διασαφεῖν αὐτὸν τὴν θέσιν τοῦ Κριοῦ | ||
5 | φανερὰν ἔσεσθαι διὰ τῶν τὸν αὐτὸν κύκλον τῷ Κριῷ φερομένων. καὶ 〈γὰρ οὐ〉 τούτου χάριν ἐπισημαίνεται, ἀλλὰ τὸ παρεπόμενον τῷ Κριῷ διασαφῶν ἐπιφέρει οὕτως· | ||
231 | μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι | ||
10 | Χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος. | ||
1.6.12 | Ἐν δὲ τοῖς ἑξῆς ἀγνοεῖ ὁ Ἄρατος, λέγων περὶ τοῦ Περσέως· | ||
254 | ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται. | ||
5 | πολὺ γὰρ ἀπέχει τὸ ἀριστερὸν γόνυ τοῦ Περσέως ἀπὸ | ||
τῶν Πλειάδων. ὁ δὲ Ἄτταλός φησι μὴ δεῖν δέχεσθαι τὸ „ἄγχι“ ἀντὶ τοῦ „ἐγγύσ“, ἀλλ’ ἀντὶ τοῦ „ἐγγυτάτω“· „βούλεται γὰρ λέγειν“, φησίν, „ἐγγυτάτω τῶν Πλει‐ „άδων κεῖσθαι τὸ ἀριστερὸν γόνυ παρὰ τοὺς λοιποὺς | 60 | ||
1.6.13 | „ἀστέρας.“ οὐκ εὖ δὲ λέγει τοῦτο· οἱ γὰρ ἐν τῷ ἀρι‐ στερῷ ποδὶ τοῦ Περσέως δύο λαμπροὶ καὶ ἔτι 〈ὁ〉 ἐν τῇ ἀριστερᾷ κνήμῃ πολλῷ ἐγγίονές εἰσι τῶν Πλει‐ άδων ἤπερ τὸ ἀριστερὸν γόνυ. | ||
1.6.14 | Ψευδῶς δὲ λέγεται ὑπὸ τοῦ Ἀράτου καὶ τὸ τὰς Πλειάδας ἓξ μόνον ἀστέρας περιέχειν· | ||
261 | ἑπτὰ (γάρ φησιν) ἐκεῖναι ἐπιρρήδην καλέονται, | ||
258 | ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι. | ||
5 | λανθάνει δὲ αὐτόν· τῷ γὰρ ἀτενίσαντι ἐν αἰθρίῳ καὶ ἀσελήνῳ νυκτὶ φαίνονται ἀστέρες ἑπτὰ ἐν αὐτῇ περιεχό‐ μενοι. ὅθεν καὶ διαπορήσειεν ἄν τις, πῶς ὁ Ἄτταλος ἐξηγούμενος τὰ περὶ τὰς Πλειάδας παρέπεμψε καὶ τοῦτο τὸ διάπτωμα ὡς εὖ εἰρηκότος αὐτοῦ. | ||
1.6.15 | Πάλιν δὲ ὁ Ἄρατος ἐν τοῖς ἑξῆς ἀγνοεῖ, ἐπὶ τοῦ Ὄρνιθος λέγων· | ||
276 | ἀλλ’ ὁ μὲν ἠερόεις· τὰ δέ οἱ ἔπι τετρήχυνται ἄστρασιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς. | ||
5 | καὶ γὰρ πολλοὺς καὶ λαμπροὺς ἀστέρας ἔχει ὁ Ὄρνις, τὸν δὲ ἐν τῇ οὐρᾷ καὶ σφόδρα λαμπρόν, ἔγγιστά τε | ||
ἴσον τῷ ἐν τῇ Λύρᾳ λαμπρῷ. | 62 | ||
1.7.1 | Ἐν δὲ τοῖς ἑξῆς ὁ Ἄρατος εἰπὼν περὶ τοῦ μηκέτι δεῖν νυκτοπλοεῖν, ὅταν τὸν Τοξότην ὁ ἥλιος ἄρξηται διαπορεύεσθαι, σημεῖα βουλόμενος ὑποδεῖξαι τοῦ καιροῦ τούτου φησί· | ||
5 | 303 | σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου Σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός. ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου Τοξευτής· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ Σκορπίος ἀντέλλων, ὁ δ’ ἀνέρχεται αὐτίκα μᾶλλον. | |
10 | τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς ὕψι μάλα τροχάει, ὁ δὲ δύεται ἠῶθι πρὸ ἀθρόος Ὠρίων, Κηφεὺς δ’ ἀπὸ χειρὸς ἐπ’ ἰξύν. | ||
1.7.2 | περὶ δὲ τούτων ὁ Ἄτταλος προενεγκάμενος αὐτίκα γράφει ταυτί· „τὰ μὲν οὖν λοιπὰ μετρίως εἴρηκεν „ἐν τούτοις ὁ ποιητής· τὸ δὲ περὶ τοῦ Κηφέως ὁμολογου‐ „μένως ἠγνόηκε, φήσας αὐτὸν δύεσθαι κατὰ τὸν καιρὸν | ||
5 | „τοῦτον· οὐ γὰρ δύσιν, ἀλλ’ ἐκ τῶν ἐναντίων ἀνατολὴν | ||
1.7.3 | „τότε ποιεῖται. καὶ τοῦτο δι’ αὐτῶν τῶν ποιημάτων „φανερὸν γίνεται· τῆς μὲν γὰρ δύσεώς φησιν αὐτὸν „ἄρχεσθαι, καθ’ ὃν καιρὸν αἱ Χηλαί, πρὸς τῇ ἀνατολῇ „οὖσαι, μέλλουσιν ἀναφέρεσθαι, πάντα δ’ αὐτοῦ δεδυ‐ | ||
5 | „κέναι τὰ μέρη τὰ δυνάμενα δύεσθαι, ὅταν ὁ Σκορπίος | ||
„πρὸς τῇ ἀνατολῇ γένηται.“ | 64 | ||
1.7.4 | Δοκεῖ οὖν μοι ἀγνοεῖν ὁ Ἄτταλος, φάσκων τὰ μὲν περὶ τῆς κεφαλῆς τῆς Μικρᾶς Ἄρκτου καὶ περὶ τοῦ Ὠρίωνος ὀρθῶς εἰρηκέναι τὸν Ἄρατον, περὶ δὲ τοῦ Κηφέως διημαρτημένως· τοὐναντίον γὰρ περὶ μὲν τοῦ | ||
5 | Κηφέως εἴρηκε συμφώνως τοῖς φαινομένοις, περὶ δὲ | ||
1.7.5 | τῶν ἄλλων διαφώνως. τούτου δ’ ἔτι πρότερον δι‐ αμαρτάνειν μοι δοκεῖ ὑπολαμβάνων, τὸν Ἄρατον τὰ εἰρημένα σημεῖα ὑπογράφειν ἡμῖν τῆς τοῦ Τοξότου ἀνατολῆς. ὅτι μὲν γὰρ τοῦτο ἐκδέχεται, φανερὸν μὲν | ||
1.7.6 | ἦν καὶ ἐκ τῶν προγεγραμμένων αὐτοῦ λέξεων. χωρὶς δὲ τούτων καὶ ῥητῶς ἐν τοῖς ἑξῆς φησιν οὕτως· „ὁμολογουμένως δὴ κατὰ τοῦτον τὸν καιρὸν πάντων „αὐτοῦ τῶν ἐκτὸς τοῦ ἀρκτικοῦ κύκλου κειμένων μερῶν | ||
5 | „δεδυκότων, ἤδη μὲν φανερόν ἐστιν, ὅτι τοῦ Τοξότου „πρὸς τῇ ἀνατολῇ ὄντος οὐ ποιεῖται τὴν ἀρχὴν τῆς „δύσεως, 〈ἀλλ’ ἐκ τῶν ἐναντίων τῆς ἀνατολῆσ〉.“ | ||
1.7.7 | πλὴν ἵνα σαφέστερον γένηται, διότι κατὰ τὴν τοῦ Τοξότου ἀνατολὴν οὐ δύσιν, ἀλλ’ ἀνατολὴν αὐτοῦ συμβαίνει γίνεσθαι, λάβωμεν τὸ λεγόμενον ὑπ’ αὐτοῦ περὶ τὸν καιρὸν τοῦτον· ὁ δὲ ἀπεκδέχεται ἅπαν | ||
5 | ψευδές. ὅτι δὲ Ἄρατος τὰ εἰρημένα σημεῖα οὐ πρὸς τὴν τοῦ Τοξότου ἀνατολὴν τίθησιν, ἀλλὰ κατ’ αὐτὴν τὴν τοῦ Σκορπίου ἀνατολήν, φανερὸν ποιεῖ αὐτὸς ὁ | ||
1.7.8 | ποιητής. ἐπεὶ γὰρ τοῦ ἡλίου ὄντος ἐν τῷ Τοξότῃ οὐ δυνατὸν ἦν θεωρεῖσθαι τὸν Τοξότην, τοῦ [δὲ] καιροῦ ἐκείνου σημεῖα ἡμῖν ἐκτίθεται, ἃ δεῖ πάντως αἰσθητὰ | ||
εἶναι, εἰ μέλλει σημεῖα ἔσεσθαι. πρὸ τῆς ἀνατολῆς | 66 | ||
5 | οὖν τοῦ ἡλίου, ἔτι τῆς νυκτὸς ἐνεστηκυίας καὶ βλεπο‐ μένων τῶν ἀστέρων, „σημεῖόν“ φησιν „ἔστω Σκορπίος | ||
1.7.9 | ἀνατέλλων ληγούσης τῆς νυκτόσ“. εὔλογον τοίνυν καὶ τὰ λοιπὰ σημεῖα ἔτι νυκτὸς οὔσης ὑπογράφειν αὐτὸν ἡμῖν, εἰ μέλλει σημεῖα εἶναι. δῆλον δὲ τοῦτο γίνεται καὶ ἐκ τοῦ αὐτὸν τὸν Ἄρατον ἐπὶ μὲν τῆς | ||
5 | Ἄρκτου λέγειν· „τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτόσ“, ὡς ἂν περὶ τὰ ἔσχατα τῆς νυκτός· ἐπὶ δὲ τοῦ Ὠρίωνος· „ὁ δὲ δύεται ἠῶθι πρό·“ ὅπερ ἐστὶ πρὸ τῆς ἠοῦς, καὶ οὐ, μὰ Δία, [πρὸ] τοῦ ἡλίου ἤδη ἀνατέλλοντος ἐν τῇ ἀρχῇ τοῦ Τοξότου. | ||
1.7.10 | Ἐπλανήθη δὲ ὁ Ἄτταλος διὰ τὸ τῷ ἐπὶ τοῦ Τοξότου εἰρημένῳ „ὁ δ’ ἀνέρχεται αὐτίκα μᾶλλον“ συνάπτειν τὸ „τῆμος καὶ κεφαλὴ Κυνοσουρίδοσ“ καὶ τὰ ἑξῆς. πλὴν εἴ τις καὶ τοῦτο συγχωρήσειεν αὐτῷ, οὐδ’ οὕτως | ||
5 | δύναται ὁ Ἄρατος „μετρίως λέγειν“, ὥς φησιν ὁ Ἄτταλος, τούτου ἀνατέλλοντος „ὕψι μάλα τροχάειν | ||
1.7.11 | τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου“. ταύτης γὰρ „ὕψι μάλα“ φερομένης καὶ μεσουρανούσης, οὐχ ὁ Τοξότης ἀνατέλλει, ἀλλ’ ὁ Ὑδροχόος. ἡ μὲν γὰρ κεφαλὴ τῆς Μικρᾶς Ἄρκτου ἐπέχει κατὰ τὸν παράλληλον τῷ | ||
5 | ἰσημερινῷ κύκλον τὴν τελευτὴν τοῦ Σκορπίου· ταύτης δὲ 〈ἐπὶ τοῦ παραλλήλου〉 μεσουρανούσης, ἐν τᾷ ζῳδιακῷ μεσουρανεῖ ἡ γʹ μοῖρα τοῦ Τοξότου, ἧς μεσουρανούσης ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ ϛʹʹ, | ||
1.7.12 | ἀνατέλλει [τοῦ] Ὑδροχόου μοῖρα ιζʹ. ὅταν ἄρα ἡ | ||
κεφαλὴ τῆς Μικρᾶς Ἄρκτου μεσουρανῇ, 〈ἢ〉 ὅπερ ἐστὶ ταὐτόν, „ὕψι μάλα τροχάει“, τότε οὐχ ὁ Σκορπίος ἄρχεται ἀνατέλλειν, ἀλλὰ τοῦ Ὑδροχόου πλεῖον ἢ τὸ | 68 | ||
5 | ἥμισυ ἀνατέταλκε μέρος, ὁ δὲ Σκορπίος ἤδη ὅλος 〈προηγεῖται τοῦ μεσημβρινοῦ〉. ὡς μὲν οὖν οὐ „μετρίωσ“ εἴρηται τοῦτο τῷ Ἀράτῳ, ὡς ὁ Ἄτταλός φησιν, ἀλλὰ πλείοσιν ἢ τρισὶ ζῳδίοις διαφωνεῖ πρὸς τὸ φαινόμενον, φανερὸν ἐκ τῶν εἰρημένων. | ||
1.7.13 | Ὅτι δὲ οὐδ’ ὁ Ὠρίων ὅλος δύνει τοῦ Σκορπίου ἀρχομένου ἀνατέλλειν, ὡς ὅ τε Ἄρατος λέγει καὶ ὁ Ἄτταλος αὐτῷ συναποφαίνεται, ἀλλὰ μᾶλλον τοῦ Τοξό‐ | ||
1.7.14 | του, φανερὸν ἂν γένοιτο διὰ τούτων. ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις 〈καὶ〉 ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ιδʹ ϛʹʹ, ἄρχεται μὲν δύνειν κατὰ τὸν ἀριστερὸν πόδα δυνούσης Ταύρου μοίρας ζʹ, ἔσχατον | ||
5 | δὲ δύνει κατὰ τὸν δεξιὸν ὦμον δυνούσης τῆς κδʹ | ||
1.7.15 | μοίρας τοῦ Ταύρου· εἰ δὲ καὶ τὸ κολλόροβον, ὃ ἔχει ἐν τῇ δεξιᾷ χειρί, προσλαβεῖν δεῖ, τῇ ἐσχάτῃ μοίρᾳ τοῦ Ταύρου συγκαταδύνει. δῆλον οὖν ὅτι, εἰ 〈τῷ〉 Ταύρῳ συγκαταδύνει, οὐ 〈τοῦ〉 Σκορπίου ἀνατέλλειν | ||
5 | ἀρχομένου, ἀλλὰ τοῦ Τοξότου, ὅλος ὁ Ὠρίων κατα‐ δύνει. | ||
1.7.16 | Τὰ δὲ περὶ τοῦ Κηφέως λεγόμενα ὅτι συμφώνως τοῖς φαινομένοις Ἄρατος λέγει, καὶ οὐ διαφώνως, ὡς ὁ Ἄτταλος ὑπολαμβάνει, δῆλον ἂν γένοιτο διὰ τούτων. | ||
1.7.17 | ἄρχεται μὲν δύνειν τὰ νοτιώτερα αὐτοῦ μέρη τοῦ ἀεὶ φανεροῦ κύκλου ἀνατελλούσης τῆς ηʹ μοίρας τῶν | ||
Χηλῶν, λήγει δὲ δύνοντα 〈ἀνατελλούσησ〉 τῆς ιγʹ μοίρας τῶν Χηλῶν. φανερὸν τοίνυν ὅτι τοῦ Σκορπίου | 70 | ||
5 | ἀνατέλλοντος δεδυκέναι δεῖ τὰ δύνοντα μέρη τοῦ | ||
1.7.18 | Κηφέως. ἐπλανήθη δὲ ὁ Ἄτταλος, λέγων μὴ δύνειν τὸν Κηφέα, ἀλλ’ ἐκ τῶν ἐναντίων ἀνατέλλειν, ἀπεκ‐ δεξάμενος τοῦ ποιητοῦ τὸ βούλευμα, ὡς προείρηκα, καὶ ὑπολαβὼν τὸν Ἄρατον λέγειν, τοῦ Τοξότου ἀνα‐ | ||
5 | τέλλοντος τόν τε Ὠρίωνα καὶ τὸν Κηφέα δύνειν. | ||
1.7.19 | Χωρὶς δὲ τῶν εἰρημένων ἀμφότεροι ἀγνοοῦσιν, ὅ τε Ἄρατος καὶ ὁ Ἄτταλος συναποφαινόμενος αὐτῷ, διότι δύνει ὁ Κηφεὺς τῇ ζώνῃ | ||
650 | γαῖαν ἐπιξύων, τὰ μὲν εἰς κεφαλὴν μάλα πάντα | ||
5 | βάπτων Ὠκεανοῖο· τὰ δ’ οὐ θέμις, ἀλλὰ τά γ’ αὐτὸν Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν. | ||
1.7.20 | ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὐχ οἷον ἕως τῆς ζώνης δύνει ὁ Κηφεύς, ἀλλ’ οὐδὲ ἕως τῶν ὤμων. οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες μόνον δύνουσιν· οἱ δὲ ὦμοι ἐν τῷ ἀεὶ φανερῷ τμήματι | ||
5 | φέρονται, οὔτε δύνοντες, οὔτε ἀνατέλλοντες· ὁ μὲν γὰρ ἐν τῷ δεξιῷ ὤμῳ λαμπρὸς ἀστὴρ ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λεʹ ϛʹʹ, ὁ δὲ ἐν τῷ ἀριστερῷ ὤμῳ λαμπρὸς | ||
1.7.21 | ἀπέχει μοίρας λδʹ δʹʹ. ὅπου δέ ἐστιν ἡ μεγίστη ἡμέρα ὡρῶν ιδʹ ϛʹʹ, ἐκεῖ ὁ ἀεὶ φανερὸς κύκλος ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λϛʹ, ἐν Ἀθήναις δὲ μοίρας λζʹ. δῆλον οὖν ὅτι βορειότεροι ἀεὶ φέρονται τοῦ ἀεὶ φανεροῦ | ||
5 | κύκλου οἱ ἐν τοῖς ὤμοις κείμενοι τοῦ Κηφέως λαμπροὶ | ||
ἀστέρες ἤ, ὥς τινές 〈φασιν〉, ἐν ταῖς χερσὶ τοῦ Κηφέως, ὡς ἂν διωργυιωμένου αὐτοῦ τῶν ὤμων αὐτῶν ἀν‐ | 72 | ||
1.7.22 | αστερίστων ὄντων. πολλῷ δὲ μεῖζον γίνεται τὸ ἀγνόημα, κἂν ὑποθώμεθα τὸ καθ’ ἑαυτὸ ἔγκλιμα τοῦ κόσμου· ὅπου γὰρ ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστι ιεʹ, ἐκεῖ ὅλος ὁ Κηφεὺς ἐν τῷ ἀρκτικῷ φέρεται. | ||
1.8.1 | Ἀγνοεῖ δὲ ὁ Ἄρατος καὶ ἐν τῷ ἀστερισμῷ τῆς Ἀργοῦς· φησὶ γὰρ αὐτῆς τὸ ἀπὸ τῆς πρῴρας μέρος ἕως τοῦ ἱστοῦ ἀναστέριστον εἶναι, λέγων οὕτως· | ||
349 | καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρ’ αὐτὸν | ||
5 | ἱστὸν ἀπὸ πρῴρης φέρεται, τὰ δὲ πᾶσα φαεινή. οἱ γὰρ ἐν τῇ ἀποτομῇ τοῦ πλοίου κείμενοι λαμπροὶ ἀστέρες, ὧν ὁ μὲν βορειότερος ἐν τῷ καταστρώματί ἐστιν, ὁ δὲ νοτιώτερος ἐν τῇ τρόπει, πολὺ πρὸς ἀνα‐ τολὰς παραλλάσσουσιν. | ||
1.8.2 | Ἐν δὲ τοῖς ἐφεξῆς ὁ Ἄρατος ἐπελθὼν τὰ λοιπὰ τῶν νοτιωτέρων ἄστρων τοῦ ζῳδιακοῦ, ἐπιφέρει ταυτί· | ||
367 | οἱ δ’ ὀλίγῳ μέτρῳ, ὀλίγῃ δ’ ἐγκείμενοι αἴγλῃ μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται, | ||
5 | γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ. ἐν δὲ τούτοις παρεωρακέναι μοι δοκεῖ (οὕτως γὰρ δεῖ λέγειν), ὑπολαβὼν μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ | ||
1.8.3 | Κήτους κεῖσθαι τοὺς ἀνωνύμους ἀστέρας. δεῖ γὰρ αὐτοὺς μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου κεῖσθαι. πρὸς μεσημβρίαν μὲν γὰρ τοῦ Ὠρίωνος ὁ Λαγωὸς κεῖται· τούτου δὲ ἔτι πρὸς μεσημβρίαν οἱ ἀνώνυμοι | 74 | |
5 | λεγόμενοι, τούτων δὲ πρὸς ἀνατολὰς τὸ πηδάλιον τῆς | ||
1.8.4 | Ἀργοῦς. ἀπὸ δὲ τοῦ ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος ὁ Ποταμὸς ἕως μὲν τοῦ Κήτους πρὸς δύσιν καθήκει, μετὰ δὲ ταῦτα ἐπιστρέψας πρὸς ἀνατολὰς πάλιν ἐπι‐ | ||
1.8.5 | στρέφει πρὸς μεσημβρίαν καὶ δύσιν. αὐτὸς δὲ ὁ Ἄρατος τὸ Κῆτός φησι κεῖσθαι | ||
358 | βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος. δῆλον οὖν ὅτι τοὺς ὑπὸ τῷ Λαγωῷ ἀστέρας δεῖ κεῖσθαι | ||
1.8.6 | μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου. καὶ Εὔδοξος δέ, ὡς ἡμεῖς φαμεν, οὕτω λέγει, ἐν μὲν τῷ ἑνὶ συν‐ τάγματι τὸν τρόπον τοῦτον· „ὑπὸ δὲ τὸ Κῆτος ὁ „Ποταμὸς κεῖται, ἀρξάμενος ἀπὸ τοῦ ἀριστεροῦ ποδὸς | ||
5 | „τοῦ Ὠρίωνος· μεταξὺ δὲ τοῦ Ποταμοῦ καὶ τοῦ πηδα‐ „λίου τῆς Ἀργοῦς, ὑπὸ τὸν Λαγωόν, τόπος ἐστὶν οὐ | ||
1.8.7 | „πολύς, ἀμαυροὺς ἀστέρας ἔχων.“ ἐν δὲ τῷ ἑτέρῳ συντάγματί φησιν οὕτως· „μεταξὺ δὲ 〈τοῦ Ποταμοῦ „καὶ〉 τοῦ τῆς Ἀργοῦς πηδαλίου, ὑπὸ τὸν Λαγωόν, „ἀμαυροὺς ἀστέρας ἔχων, ἐστὶν οὐρανὸς οὐ μέγας.“ | ||
1.8.8 | Ὁ δὲ Ἄτταλος τούτου μὲν τοῦ παροράματος οὐκ ἐμνή‐ σθη, δεόντως εἰρηκέναι νομίζων τὸν Ἄρατον· ἐπιλαμβά‐ νεται δὲ αὐτοῦ, διότι ἀδυνάτως ἀνέστραπται ἐν τούτοις· | ||
367 | οἱ δ’ ὀλίγῳ μέτρῳ, ὀλίγῃ δ’ ἐγκείμενοι αἴγλῃ | ||
5 | μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται, γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ, | ||
370 | νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο βέβληνται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα | 76 | |
10 | ἀνομένων ἐτέων. τά τις ἀνδρῶν οὐκέτ’ ἐόντων ἐφράσατ’· οὐδ’ ἐνόησεν ἅπαντ’ ὀνομαστὶ καλέσσαι | ||
375 | ἤλιθα μορφώσας· οὐ γάρ κ’ ἐδυνήσατο πάντων οἰόθι κεκριμένων ὄνομ’ εἰπεῖν οὐδὲ δαῆναι· πολλοὶ γὰρ πάντη, πολέων δ’ ἐπὶ ἶσα πέλονται | ||
15 | μέτρα τε καὶ χροιή, πάντες τε μὲν ἀμφιελικτοί. τῷ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι | ||
380 | ἀστέρας, ὄφρ’ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος εἴδεα σημαίνοιεν· ἄφαρ δ’ ὀνομαστὰ γένοντο ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι λάμπεται | ||
20 | ἀστήρ, ἀλλ’ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισι φαίνονται· τὰ δ’ ἔνερθε διωκομένοιο Λαγωοῦ | ||
385 | πάντα μάλ’ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται. | ||
1.8.9 | ταῦτα δὲ προενεγκάμενος ὁ Ἄτταλος ἐπιφέρει· „ἐν δὲ „τούτοις ἀδυνατώτερον ὁ ποιητὴς ἀνέστραπται, πολλάκις „ἐπὶ τὴν αὐτὴν διάνοιαν ἐπιφερόμενος καὶ οὐ δυνά‐ „μενος τὸν λόγον εὐπεριγράφως ἐξενεγκεῖν. βούλεται | ||
5 | „γὰρ δηλῶσαι, διότι οἱ μεταξὺ τοῦ Κήτους καὶ τοῦ „Πηδαλίου τεταγμένοι ὑποκάτω τοῦ Λαγωοῦ ἐν οὐδενὶ | ||
1.8.10 | „ἄστρῳ καταριθμοῦνται, ἀλλ’ εἰσὶν ἀνώνυμοι. πολλῶν | ||
„γὰρ ὑπαρχόντων ἀστέρων καὶ ἐνίων τὰ μεγέθη καὶ τὰ „χρώματα ὅμοια ἐχόντων, ὁ πρώτως διατάξας τὰ ἄστρα „καὶ κατὰ συστάσεις ἑκάστοις ὄνομα περιθεὶς οὐκ ἂν | 78 | ||
5 | „ἠδυνήθη σποράδην αὐτῶν κειμένων τὴν ἐπίγνωσιν „αὐτῶν λαμβάνειν, εἰ μὴ λαβὼν ἐξ αὐτῶν τοὺς δυνα‐ „μένους μετ’ ἀλλήλων διασημαίνειν τι τῶν ἄστρων, „οὕτως κατωνόμασεν αὐτά.“ | ||
1.8.11 | Δοκεῖ δέ μοι πᾶν τοὐναντίον ὁ μὲν Ἄτταλος μὴ κεκρατηκέναι τῆς τοῦ ποιητοῦ διανοίας, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἣν προέθετο διάνοιαν τῶν στίχων ἀποδοῦναι μηδὲ ταύτην σαφῶς, ἀλλ’ ἀσυνέτως ἐξενηνο‐ | ||
5 | χέναι, ὁ μέντοι γε Ἄρατος κεκρατημένως ἀποδεδωκέναι. | ||
1.8.12 | βούλεται γὰρ λέγειν, ὅτι μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ Κήτους, ὑπὸ τὸν Λαγωόν, κεῖνται ἀστέρες ἀνώνυ‐ μοι, ὀλίγοι τῷ πλήθει καὶ τῷ μεγέθει· οὐ γὰρ οὕτως κεῖνται, ὥστε ἐκ τῆς θέσεως αὐτῶν δμοίως διαμορφω‐ | ||
5 | θῆναι ζῷα ἢ κατασκεύασμά τι, οἷά ἐστι τὰ λοιπὰ ἄστρα, | ||
1.8.13 | ἃ διετύπωσέ τις τῶν ἀρχαίων. οὐκέτι δὲ ἐπεβάλετο πάντα διαμορφῶσαι· πολλῶν γὰρ ὄντων ἀστέρων τῶν κατ’ ἰδίαν διερριμμένων, οὐκ ἂν ἐδυνήθη ἑνὶ σχήματι μεταλαβεῖν αὐτοὺς „ἤλιθα μορφώσασ“. δι’ ἣν αἰτίαν | ||
5 | ἔδοξεν αὐτῷ τοὺς παρακειμένους πως ἀλλήλοις ἀστέρας καὶ ὁμηγερέας τῷ ὀνόματι διαπλάσαι καὶ ὀνοματο‐ ποιῆσαι. | ||
1.8.14 | Ἑξῆς δέ φησιν ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου· | ||
402 | αὐτὰρ ὑπ’ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο, | ||
Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται. τοῦ δ’ ἤτοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψόθ’ ἐόντος | 80 | ||
5 | 405 | πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο· καὶ τοῦ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι Ἀρκτούρου, τὸ δὲ θᾶσσον ὑφ’ ἑσπερίην ἅλα νεῖται. ἐν δὲ τούτοις δοκεῖ μοι ἀγνοεῖν ὁ Ἄρατος ὑπολαμ‐ βάνων, ὅσον ἀπέχει ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ ἀεὶ φανεροῦ | |
10 | πόλου, τοσοῦτον ἀπέχειν καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ | ||
1.8.15 | νοτίου πόλου. ὁμοίως δὲ καὶ ὁ Ἄτταλος, ὡς ἂν συν‐ αποφαινόμενος αὐτῷ, ἀγνοεῖ. ἐξηγούμενος γὰρ τὴν διάνοιαν τῶν εἰρημένων στίχων λέγει οὕτως· „περὶ „δὲ τοῦ Θυμιατηρίου ποιούμενος τὸν λόγον φησὶν | ||
5 | „αὐτὸ κεῖσθαι πρὸς τὸν ἀφανῆ πόλον οὕτως ἔχον, ὡς „ἀστὴρ ὁ καλούμενος Ἀρκτοῦρος πρὸς τὸν φανερὸν „κεῖται πόλον. διό φησι τοῦ Θυμιατηρίου τὴν ὑπὲρ „γῆς φορὰν βραχεῖαν εἶναι, τοῦ δὲ Ἀρκτούρου πολλήν.“ | ||
1.8.16 | Ψευδῶς δὲ διαλαμβάνουσι τὸν Ἀρκτοῦρον ἴσον ἀπέχειν ἀπὸ τοῦ βορείου πόλου καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ νοτίου. πρῶτον μὲν γὰρ οἱ ἐν τῷ Θυμιατηρίῳ ἀστέρες οὐκ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖνται, ἀλλὰ | ||
5 | πολλῷ εἰσιν ἀλλήλων οἱ μὲν νοτιώτεροι, οἱ δὲ βορειό‐ τεροι· ἔπειτα ἐὰν τοῦτο παραπέμψαντες ποιώμεθα τὴν σύγκρισιν πρὸς τὸν μέσον μάλιστα τῶν ἐν τῷ Θυμιατηρίῳ, οὐδ’ οὕτως ἐστὶν ὑγιὲς τὸ λεγόμενον· ὁ μὲν γὰρ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου ἀπέχει | ||
10 | μοίρας νθʹ, ὁ δὲ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρὸς | ||
1.8.17 | ἀστὴρ ἀπὸ τοῦ νοτίου πόλου ἀπέχει μοίρας μϛʹ. πολλῷ | ||
οὖν πλέον ἀπέχει ὁ Ἀρκτοῦρος τοῦ Θυμιατηρίου· καὶ οὐ μόνον γε τοῦ Θυμιατηρίου πλεῖον ἀπέχει, ἀλλὰ καὶ αὐτοῦ τοῦ Σκορπίου, ὑφ’ ᾧ κεῖται τὸ Θυμιατήριον, | 82 | ||
5 | χωρὶς τῶν ἐν τῷ στήθει καὶ τῷ μετώπῳ αὐτοῦ κει‐ μένων ἀστέρων καὶ ἔτι ἑνός, τοῦ πρώτου μετὰ τὸ στῆθος σφονδύλου· ὁ μὲν γὰρ δεύτερος μετὰ τὸ στῆθος σφόνδυλος ἀπέχει ἀπὸ τοῦ νοτίου πόλου μοίρας νθʹ, ὅσας καὶ ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου· οἱ δὲ | ||
10 | λοιποὶ ἔλασσον τούτου ἀπέχουσι, καὶ ὁ νοτιώτατος αὐτῶν ἀπέχει μοίρας νβʹ γʹʹ. | ||
1.8.18 | Εἰπὼν δὲ ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου, διότι, ἐπὰν συμφανὲς γένηται ἀπ’ ἄρκτου „νεφέλῃ πεπιεσ‐ μένον“, τότε δεῖ νότον προσδέχεσθαι, ἐπιφέρει ἑξῆς περὶ τοῦ Κενταύρου τὸν τρόπον τοῦτον· | ||
5 | 431 | εἰ δέ τοι ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη ὦμος, ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα φαίνοι νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ | |
435 | εἰς νότον, ἀλλ’ εὔροιο περισκοπέειν ἀνέμοιο. | ||
10 | δήεις δ’ ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις· τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται Σκορπίου, ἱππούραια δ’ ὑπὸ σφίσι Χηλαὶ ἄγουσιν. | ||
1.8.19 | ἐν δὲ τούτοις πρῶτον μὲν ποῖον ὦμον τοῦ Κενταύρου σημειοῦται, ἔστιν εἰπεῖν, ὡς οὐδαμῶς χωρὶς τοῦ ἑτέρου | ||
ὁ εἷς αὐτῶν ἠστέρισται, ἀλλ’ ἀμφότεροι, 〈οὐδ’ ἀμ‐ φότεροι〉 ἅμα μεσουρανοῦσιν, ὥστε ἀδιάφορον ἢ ἐπὶ | 84 | ||
5 | τοῦ ἑνὸς εἰπεῖν ἢ ἐπ’ ἀμφοτέρων οὕτως· ἱκανὸν γὰρ διεστήκασιν οἱ ὦμοι τοῦ Κενταύρου ἀπ’ ἀλλήλων ὡς | ||
1.8.20 | ἀπ’ ἀνατολῆς πρὸς δύσιν. ἐὰν δὲ ὁ ὦμος τοῦ Κενταύρου ἴσον ἀπ’ ἀνατολῆς καὶ δύσεως ἀπέχῃ, ὅπερ ἐστὶ τὸ αὐτὸ τῷ „ἀπὸ ἑσπερίησ“, ὃ δὴ γίνεται μεσουρανοῦντος αὐτοῦ, κἂν ἐπιγένηται τὰ ὅμοια σημεῖα τοῖς ἐπὶ τοῦ | ||
5 | Θυτηρίου, τότε εὖρον, ἀλλ’ οὐ νότον δεῖ προσδέχεσθαι. | ||
1.8.21 | Χωρὶς δὲ τούτων ὁλοσχερῶς ἀγνοεῖ, λέγων τὸν Κένταυρον ὑπὸ τῷ Σκορπίῳ καὶ ταῖς Χηλαῖς κεῖσθαι· ὅλος γὰρ σχεδὸν ὑπὸ τῇ Παρθένῳ κεῖται, πλὴν ὅσον ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χεὶρ καὶ τὰ ἐμπρόσθια | ||
1.8.22 | σκέλη τοῦ ἵππου ὑπὸ τὰς Χηλὰς τέτανται. ὁ γὰρ ἑπό‐ μενος μάλιστα τῶν ἐν τῇ κεφαλῇ ἀστὴρ ἐπέχει Παρθένου μοίρας κθʹ, ὁ δὲ ἐπὶ τοῦ δεξιοῦ ὤμου ἐπέχει Χηλῶν μοίρας δʹ, ὁ δὲ νοτιώτερος τῶν ἐν τοῖς | ||
5 | ὀπισθίοις σκέλεσιν ἐπέχει Παρθένου περὶ μοίρας ιγʹ. πῶς οὖν δυνατὸν τὰ μὲν ὅμοια τῷ ἀνθρώπῳ μέρη τοῦ Κενταύρου ὑπὸ τῷ Σκορπίῳ κεῖσθαι, τὰ δὲ ἱππούραια ὑπὸ ταῖς Χηλαῖς; παραπέμπει δὲ καὶ τοῦτο ὁ Ἄτταλος, ὡς εὖ εἰρηκότος αὐτοῦ. | ||
1.8.23 | Ἀκολούθως δὲ τούτοις ἠγνόηται καὶ τὸ ἐπιφερό‐ μενον παρ’ αὐτοῦ· | ||
439 | αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν ἀντία δινωτοῖο Θυτηρίου· | ||
5 | μεταξὺ γὰρ τῆς δεξιᾶς χειρὸς καὶ τοῦ Θυ〈μια〉τηρίου | ||
τό τε Θηρίον ὅλον κεῖται καὶ τοῦ Σκορπίου τὰ πλεῖστα μέρη. ἡ μὲν γὰρ δεξιὰ χεὶρ περὶ τὴν ηʹ μοῖραν τῶν Χηλῶν κεῖται, τὸ δὲ Θυμιατήριον ὑπὸ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου, ὡς καὶ αὐτὸς ὁ Ἄρατος λέγει· | 86 | ||
10 | 402 | αὐτὰρ ὑπ’ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο, Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται. | |
1.9.1 | Ἐν δὲ τοῖς ἑξῆς περὶ τῶν τροπικῶν καὶ τοῦ ἰση‐ μερινοῦ καὶ τοῦ ζῳδιακοῦ κύκλου λέγων φησίν· | ||
467 | αὐτοὶ δ’ ἀπλατέες καὶ ἀρηρότες ἀλλήλοισι πάντες, ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται. | ||
5 | γραφομένου δὴ διχῶς καὶ ἐν οἷς μέν· „αὐτοὶ δ’ ἀπλατέεσ“, ἐν οἷς δέ· „αὐτοὶ δὲ πλατέεσ“, ὁ Ἄτταλός φησι βέλτιον εἶναι „αὐτοὶ δὲ πλατέεσ“. „καὶ γὰρ οἱ „ἀστρολόγοι, φησί, πλατεῖς ὑποτίθενται τούς τε τροπι‐ „κοὺς καὶ τὸν ἰσημερινὸν καὶ τὸν ζῳδιακὸν διὰ τὸ | ||
10 | „τὸν ἥλιον τὰς τροπὰς μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ κύκλου „ποιεῖσθαι, ἀλλὰ ποτὲ μὲν νοτιώτερον, ποτὲ δὲ βορειό‐ | ||
1.9.2 | „τερον.“ καὶ ὅτι γίνεται τοῦτο, καὶ Εὔδοξός φησι. λέγει γοῦν ἐν τῷ Ἐνόπτρῳ οὕτως· „φαίνεται δὲ „διαφορὰν τῶν κατὰ τὰς τροπὰς τόπων καὶ ὁ ἥλιος „ποιούμενος, ἀδηλοτέραν δὲ πολλῷ καὶ παντελῶς | ||
5 | „ὀλίγην.“ | ||
1.9.3 | Δοκεῖ δή μοι καὶ ἐν τούτοις ὁ Ἄτταλος ἀγνοεῖν, ὑπολαμβάνων τὸν ἥλιον ποτὲ μὲν νοτιωτέρας, ποτὲ δὲ | ||
βορειοτέρας ποιεῖσθαι τὰς τροπάς, καὶ διὰ τοῦτο δεῖν τοὺς κύκλους πλατεῖς ὑποτίθεσθαι. εἰ γὰρ μὴ τὸν διὰ | 88 | ||
5 | μέσων τῶν ζῳδίων φέρεται κύκλον ὁ ἥλιος, ἀλλὰ παραλλάσσει τοῦτον πρὸς ἄρκτους καὶ πρὸς μεσημβρίαν, ὡς καὶ ἡ σελήνη, δῆλον ὅτι καὶ ἡ ἀπὸ τῆς γῆς σκιὰ | ||
1.9.4 | ὁμοίως αὐτὸν παραλλάσσει. τούτου δὲ γινομένου ἔδει τὰς τῆς σελήνης ἐκλείψεις πολὺ διαφωνεῖν πρὸς τὰς συντασσομένας ὑπὸ τῶν ἀστρολόγων προρρήσεις, ὑποτιθεμένων γε δὴ αὐτῶν ἐν ταῖς πραγματείαις τὸ | ||
5 | μέσον τῆς σκιᾶς φέρεσθαι ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου· οὐ διαφωνοῦσι δὲ πλέον ἢ δακτύλοις δυσί, σπανίως δὲ σφόδρα ποτὲ πρὸς τὰς χαριέστατα | ||
1.9.5 | συντεταγμένας πραγματείας. τό γε μὴν λέγειν τηλι‐ κοῦτον πλάτος ἔχειν καὶ τοὺς κύκλους ἴσον ἐστὶ τῷ ἀπλατεῖς αὐτοὺς ὑποτίθεσθαι, χωρὶς τοῦ καὶ αὐτὸ τοῦτο ἄδηλον εἶναι, πότερον παρὰ τὴν τοῦ ἡλίου | ||
5 | κίνησιν ἢ παρὰ τὴν τῆς σελήνης τὰ μεγέθη τῶν τῆς | ||
1.9.6 | σελήνης ἐκλείψεων ἐπὶ τοσοῦτον διαφωνεῖ. ἔπειτα τοὺς τροπικοὺς μόνον διὰ τοῦτο πλατεῖς ὅ τε Ἄρατος ἔλεγεν 〈ἂν〉 καὶ οἱ μαθηματικοὶ ὑπετίθεντο, τὸν δὲ ἰσημερινὸν οὐκέτι. καθόλου τε οἶμαι τοὺς μαθημα‐ | ||
5 | τικοὺς ἅπαντας τοὺς εἰρημένους 〈κύκλουσ〉 ἀπλατεῖς ὑποτίθεσθαι, τοὺς τροπικοὺς καὶ τὸν ἰσημερινὸν καὶ τὸν ἀεὶ φανερὸν καὶ τὸν ἀεὶ ἀφανῆ. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατόν ἐστι τούτους πλάτος ἔχοντας· τὸ γὰρ ἴδιον ἑκάστου περινοητικὴν καὶ ἀπλατῆ γραμμὴν ἔχον | ||
1.9.7 | θεωρεῖσθαι συμβέβηκεν. ἔτι δὲ καὶ ὅταν λέγωσι τὸν | ||
ἰσημερινὸν καὶ τὸν ζῳδιακὸν τῶν μεγίστων εἶναι ἐν τῇ σφαίρᾳ κύκλων, καὶ διχοτομεῖσθαι τὴν σφαῖραν ὑφ’ ἑκατέρου αὐτῶν, καὶ τὸ αὐτὸ κέντρον 〈εἶναι〉 τοῦ | 90 | ||
5 | ζῳδιακοῦ καὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ὁρίζοντος καὶ τοῦ μεσημβρινοῦ, καὶ τὸν ζῳδιακὸν ἐφάπτεσθαι τῶν τροπικῶν καθ’ ἓν σημεῖον, καὶ ἄλλα πλείονα τοιαῦτα, | ||
1.9.8 | ἀπλατεῖς αὐτοὺς καὶ διὰ τούτων σημαίνουσιν. οὐδὲν γὰρ τῶν προειρημένων ὑγιῶς ἂν λέγοιτο πλάτος αὐτῶν ἐχόντων· ἰσημερίαν τε οὐκ ἂν ἐν μιᾷ ἡμέρᾳ ἦγεν, ἀλλ’ ἐν πλείοσι· καὶ γὰρ ὁ ἥλιος πλείονας ἂν τῆς μιᾶς | ||
5 | ἡμέρας ἐν τῷ ἰσημερινῷ ἐποιεῖτο πλάτος γε δὴ ἔχοντος αὐτοῦ, τά τε γνωμονικὰ θεωρήματα πάντες γράφουσιν ἀπλατεῖς πάντας τοὺς κύκλους ὑποτιθέμενοι, ὡς ἂν τῶν μὲν ὑπὸ τοῦ κέντρου τοῦ ἡλίου γραφομένων, τῶν δὲ ὑπὸ τῆς ἡμετέρας ὄψεως. | ||
1.9.9 | Ὅτι δὲ καὶ ὁ Ἄρατος τοῖς μαθηματικοῖς ἀκολούθως ἀπλατεῖς αὐτοὺς νοεῖ ὑπάρχοντας, μάθοι ἄν τις ἔκ τε τοῦ περὶ τοῦ ἰσημερινοῦ λέγειν· | ||
513 | ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρῃσι | ||
5 | φθίνοντος θέρεος, τοτὲ δ’ εἴαρος ἱσταμένοιο· οὐ γὰρ ἐπὶ μίαν μόνον ἡμέραν ἰσημερίαν ἂν ἦγεν ἔν τε τῷ ἔαρι καὶ τῷ φθινοπώρῳ, ἀλλὰ καὶ πλείονας, εἰ | ||
1.9.10 | πλάτος εἶχε· καὶ πάλιν ἐκ τοῦ ἐπὶ τοῦ τροπικοῦ λέγειν· | ||
497 | τοῦ μέν, ὅσον τε μάλιστα, δι’ ὀκτὼ μετρηθέντος πέντε μὲν ἔνδια στρέφεται καὶ ὑπέρτερα γαίης, | ||
τὰ τρία δ’ ἐν περάτῃ· | 92 | ||
5 | πλάτος γὰρ ἔχοντος αὐτοῦ καὶ διαιρεθέντος εἰς ὀκτὼ 〈οὐ〉 δυνατόν, εἶναι ὅλα τμήματα ἄνω τε καὶ κάτω | ||
1.9.11 | ἐγκεκλιμένου τοῦ κόσμου· ἀλλὰ μὴν καὶ περὶ τοῦ ζῳδιακοῦ λέγων, ὁτὲ μὲν οὕτως· | ||
541 | ὅσσον δ’ ὀφθαλμοῖο βολῆς ἀποτείνεται αὐγή, ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη | ||
5 | ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα· ὁτὲ δὲ οὕτως· | ||
553 | τοῦ δ’ ὅσσον κοίλοιο κατ’ Ὠκεανοῖο δύηται, τόσσον ὑπὲρ γαίης φέρεται· πάσῃ δ’ ἐπὶ νυκτὶ ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο, | ||
10 | τόσσαι δ’ ἀντέλλουσι· τόσον δ’ ἐπὶ μῆκος ἑκάστη νὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης· οὐ πλάτος ἔχοντα, ἀλλὰ τοὐναντίον ἀπλατῆ διειληφέναι | ||
1.9.12 | μοι δοκεῖ. ἥ τε γὰρ βολὴ τοῦ ὀφθαλμοῦ εὐθεῖά ἐστι καὶ αὕτη ἑξάκι καταμετρεῖ τὸν μέγιστον καὶ ἀπλατῆ κύκλον, ἀλλ’ οὐχὶ τὸν πλάτος ἔχοντα· τοῦ τε ζῳδιακοῦ καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα ἡμικύκλιον ἀνατέλλει καὶ | ||
5 | δύνει, τοῦ ἡλίου ἐπὶ τοῦ ἀπλατοῦς καὶ διὰ μέσων τῶν ζῳδίων φερομένου· ἐπὶ γὰρ τοῦ πλάτος ἔχοντος | ||
1.9.13 | οὐ δυνατὸν τοῦτο συμβαίνειν. καὶ ἐξ ἄλλων δὲ πλειόνων φανερός ἐστιν ὁ Ἄρατος ἀπλατεῖς τοὺς κύκλους ὑποτιθέμενος ἀκολούθως τοῖς μαθηματικοῖς. | 94 | |
1.9.14 | Ἐν δὲ τοῖς ἑξῆς περὶ τοῦ γαλαξίου κύκλου εἰπὼν ἐπιφέρει, ὅτι ὄντων τεσσάρων κύκλων δύο τούτων ἴσοι εἰσίν, οἱ δὲ δύο πολλῷ ἐλάσσονες, λέγων οὕτως· | ||
477 | τῷ δ’ ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος | ||
5 | δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται. | ||
1.9.15 | οὐκ εὖ δέ μοι δοκεῖ λέγεσθαι οὐδὲ τοῦτο, ὅτι πολλῷ ἐλάσσονές εἰσιν οἱ τροπικοὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ· ἔλασσον γὰρ ἢ τῷ ιαʹ μέρει λείπονται αὐτῶν. | ||
1.10.1 | Περὶ δὲ τῶν ἀστέρων, οἳ κεῖνται ἐφ’ ἑκατέρου τε τῶν τροπικῶν καὶ ἐπὶ τοῦ ἰσημερινοῦ, γράφει ὁ Ἄρατος τοῦτον τὸν τρόπον· | ||
480 | τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο. | ||
5 | ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται, ἐν δὲ τὰ γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο. | ||
1.10.2 | αἱ μὲν οὖν κεφαλαὶ τῶν Διδύμων οὐ κεῖνται ἐπὶ τοῦ θερινοῦ τροπικοῦ. ὁ μὲν γὰρ θερινὸς τροπικὸς τοῦ ἰσημερινοῦ βορειότερός ἐστι μοίραις ὡς ἔγγιστα κδʹ, τῶν δὲ Διδύμων ἡ μὲν ἑπομένη κεφαλὴ βορειοτέρα | ||
5 | ἐστὶ τοῦ ἰσημερινοῦ μοίραις λʹ, ἡ δὲ ἡγουμένη μοίραις λγʹ ϛʹʹ· ὥστε τὴν μὲν πέμπτῳ μέρει ἑνὸς ζῳδίου βορειοτέραν εἶναι τοῦ θερινοῦ τροπικοῦ, τὴν δὲ τρίτῳ | 96 | |
1.10.3 | ἔγγιστα μέρει. ὅ γε μὴν Ἡνίοχος οὐδὲ ἔχει ἐπὶ τῶν γονάτων ἀστέρας. εἰ δὲ τῶν μικρῶν τινας ἀμαυροὺς τίθησιν, ἀγνοεῖ· ἔγγιστα γὰρ ἐπὶ τοῦ τροπικοῦ οἱ πόδες αὐτοῦ κεῖνται· ὁ μὲν γὰρ ἐπὶ τοῦ ἀριστεροῦ | ||
5 | βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις κζʹ, ὁ δὲ ἐπὶ τοῦ | ||
1.10.4 | δεξιοῦ μοίραις κγʹ ϛʹʹ. οὐδὲ μὴν τοῦτ’ ἔστιν εἰπεῖν, ὅτι τοὺς ὑφ’ ἡμῶν λεγομένους ἀστέρας ἐπὶ τῶν ποδῶν ἐκεῖνος ἐπὶ τῶν γονάτων τίθησιν· ὃν γὰρ ἡμεῖς φαμεν εἶναι ἐπὶ τοῦ δεξιοῦ ποδός, κἀκεῖνος λέγει ἐν τούτοις· | ||
5 | 174 | λαιοῦ δὲ κεράατος ἄκρον καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο εἷς ἀστὴρ ἐπέχει. | |
1.10.5 | Ἑξῆς δέ φησι· | ||
483 | λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπ’ αὐτοῦ Περσέως. πολὺ δὲ καὶ ἐν τούτοις ἀποσφάλλεται τῆς ἀληθείας. | ||
5 | ὁ γὰρ ἐν μέσῳ τῷ σώματι τοῦ Περσέως λαμπρὸς ἀστὴρ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις μʹ· τοῦ τρο‐ πικοῦ ἄρα βορειότερός ἐστι μοίραις ιϛʹ, ὅ ἐστι πλεῖον ἥμισυ μέρος ζῳδίου. πολλῷ ἄρα μᾶλλον ὁ ἀριστερὸς ὦμος βορειότερός ἐστι τοῦ θερινοῦ τροπικοῦ· κεῖται | ||
10 | γὰρ ὁ Περσεὺς τῇ θέσει, ὥστε τὰ μὲν πρὸς τῇ κεφαλῇ μέρη εἶναι αὐτοῦ πρὸς ἄρκτους, τοὺς δὲ πόδας πρὸς μεσημβρίαν, μικρὸν πρὸς ἀνατολὰς τῆς κεφαλῆς ἀπο‐ κλινούσης. | ||
1.10.6 | Περὶ δὲ τῆς Ἀνδρομέδας φησίν· | 98 | |
484 | Ἀνδρομέδης 〈δὲ〉 μέσην ἀγκῶνος ὕπερθεν δεξιτερὴν ἐπέχει. ἀγνοεῖ δὲ καὶ κατὰ τοῦτο· καὶ γὰρ οἱ ἐν τῷ δεξιῷ | ||
5 | αὐτῆς ὤμῳ βορειότεροί εἰσι τοῦ τροπικοῦ· τριῶν γὰρ ὄντων ἀστέρων ὁ νοτιώτερος αὐτῶν βορειότερός ἐστι τοῦ ἰσημερινοῦ πλεῖον μοίραις λʹ. τῶν δὲ ἐν τῇ δεξιᾷ χειρὶ τριῶν ὁ πρὸς μεσημβρίαν βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις λβʹ. δῆλον οὖν ἐκ τούτων, ὅτι ὁ | ||
10 | ἀγκὼν βορειότερός ἐστιν ἱκανῶς τοῦ τροπικοῦ, καὶ οὐ νοτιώτερος, ὡς Ἄρατός φησιν. | ||
1.10.7 | Ἑξῆς δὲ λέγει· | ||
487 | ὁπλαὶ δ’ Ἵππειοι καὶ ὑπαύχενον Ὀρνίθειον ἄκρῃ σὺν κεφαλῇ. τίνας μὲν οὖν ἀστέρας ἐτίθει ἐπὶ ταῖς ὁπλαῖς τοῦ | ||
5 | Ἵππου, ἄδηλον. ἐκ μέντοι τῶν ἐπὶ τοῦ Ὄρνιθος λεγο‐ μένων οὕτως· | ||
279 | κατὰ δεξιὰ χειρὸς Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων, λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου· | ||
10 | δόξειεν ἂν συνεγγίζειν τῇ ἀληθείᾳ. ὁ γὰρ ἐν ἄκρᾳ τῇ 〈ἀριστερᾷ〉 πτέρυγι βορειότερός ἐστι τοῦ ἰσημερινοῦ | ||
1.10.8 | μοίραις κγʹ. τοῦ δὲ Ὄρνιθος τὸ μὲν ῥύγχος βορειό‐ τερόν ἐστι τοῦ ἰσημερινοῦ μοίραις κεʹ καὶ κʹʹ, ὁ δὲ ἐχόμενος αὐτοῦ καὶ ὡς ἂν ἐν τῷ λάρυγγι κείμενος | ||
βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις λαʹ. δῆλον | 100 | ||
5 | οὖν ὅτι οὔτε ἡ κεφαλὴ τοῦ Ὄρνιθος οὔτε ὁ τράχηλος δύναται ἐπὶ τοῦ θερινοῦ τροπικοῦ κεῖσθαι κύκλου. | ||
1.10.9 | Ἑξῆς δέ φησι· | ||
488 | καλοί τ’ Ὀφιούχεοι ὦμοι αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον. ἐν δὲ τούτοις τελέως ἀγνοεῖ· τῶν γὰρ τοῦ Ὀφιούχου | ||
5 | ὤμων ὁ μὲν δεξιὸς πολλῷ ἔγγιον κεῖται τοῦ ἰση‐ μερινοῦ ἤπερ τοῦ τροπικοῦ, ὁ δὲ ἀριστερὸς τρίτῳ μέρει ἑνὸς ζῳδίου νοτιώτερός ἐστι τοῦ τροπικοῦ· ὁ μὲν γὰρ δεξιὸς ὦμος βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις ἔγγιστα ζʹ, ὁ δὲ ἀριστερὸς ὡς ἔγγιστα μοίραις ιεʹ. | ||
1.10.10 | Ἑξῆς δέ φησιν· | ||
490 | ἡ δ’ ὀλίγον φέρεται νοτιωτέρη, οὐδ’ ἐπιβάλλει, Παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος, οἱ μὲν ἅμ’ ἄμφω | ||
5 | ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρ’ αἰδῶ τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου, | ||
495 | Καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις ὀρθόν, ἵν’ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν. | ||
10 | ταῦτά μοι δοκεῖ συμφώνως τοῖς φαινομένοις εἰρηκέναι· τῶν τε γὰρ ἐν τῷ στήθει τοῦ Λέοντος ὁ μὲν νοτιώτατος καὶ λαμπρότατος, ὃν δή τινες ἐν τῇ καρδίᾳ τιθέασι, μικρῷ νοτιώτερός ἐστι τοῦ τροπικοῦ· ὁ δὲ μετὰ τοῦτον πρὸς [τὰς] ἄρκτους αὐτοῦ κείμενος μικρῷ βορειότερός | ||
1.10.11 | ἐστι τοῦ θερινοῦ τροπικοῦ· καὶ τῶν ἐν τοῖς μηροῖς | ||
καὶ σκέλεσι τοῦ Λέοντος τεσσάρων λαμπρῶν ὁ μὲν δεύτερος ἀπ’ ἄρκτου ἐν τοῖς μηροῖς κείμενος βορειό‐ τερός ἐστι τοῦ τροπικοῦ, ὁ δὲ τρίτος καὶ ἐν τοῖς σκέλεσι | 102 | ||
5 | κείμενος νοτιώτερός ἐστι τοῦ τροπικοῦ. δῆλον οὖν ὅτι διὰ μήκους ὑπ’ αὐτοῦ ὁ Λέων τέμνεται ὑπὸ τὸ | ||
1.10.12 | στῆθος καὶ τὴν λαγόνα. τῶν δ’ ἐν τῷ Καρκίνῳ ἀστέ‐ ρων τῶν περὶ τὸ Νεφέλιον κειμένων τεσσάρων ὁ μὲν 〈νοτιώτερος τῶν ἀπὸ δύσεωσ〉 νοτιώτερός ἐστι τοῦ τροπικοῦ οὐκ ἔλασσον ἢ μοίρᾳ αʹ, ὁ δὲ βορειότερος | ||
5 | αὐτῶν βορειότερός ἐστι τοῦ θερινοῦ τροπικοῦ 〈οὐκ〉 ἔλασσον ἢ μοίρᾳ αʹ. τῶν δ’ ἀπ’ ἀνατολῆς περὶ τὸ Νεφέλιον κειμένων δύο ἀστέρων ὁ μὲν νοτιώτερος ἐπ’ αὐτοῦ σχεδὸν κεῖται τοῦ τροπικοῦ, ὁ δὲ βορειότερος [καὶ] πρὸς [τὰς] ἄρκτους αὐτοῦ ἀπέχει μοίρας ὡς | ||
10 | ἔγγιστα βʹ ϛʹʹ. δῆλον οὖν ὅτι καὶ τὸ περὶ τὸν Καρ‐ κίνον συμφώνως ἔγγιστα ἀποδέδωκε τοῖς φαινομένοις. | ||
1.10.13 | Διαληπτέον μέντοι γε, ὅτι τὰ περὶ τοῦ Καρκίνου καὶ τοῦ Λέοντος καὶ 〈τῆσ〉 Παρθένου καὶ 〈τὰ περὶ〉 τοὺς τοῦ Ἵππου πόδας, ἔτι δὲ καὶ τὰ περὶ τὸν Περσέα καὶ τὰ γόνατα τοῦ Ἡνιόχου καὶ τὰς κεφαλὰς τῶν Διδύμων | ||
5 | ἔτι πρότερον Ἀράτου Εὔδοξος ἀναγέγραφεν, ᾧ καὶ | ||
1.10.14 | νομίζομεν κατηκολουθηκέναι τὸν Ἄρατον. τοῦ μέντοι γε Ὀφιούχου τὴν κεφαλήν, καὶ οὐχὶ τοὺς ὤμους, φησὶν Εὔδοξος ἐπὶ τοῦ τροπικοῦ κεῖσθαι, ὅπερ ἐστὶ μὲν καὶ αὐτὸ ψεῦδος· συνεγγίζει μέντοι τῷ τροπικῷ ἡ κεφαλὴ | ||
5 | μᾶλλον ἢ οἱ ὦμοι· νοτιωτέρα γάρ ἐστι τοῦ θερινοῦ τρο‐ πικοῦ μοίραις ὡς ἔγγιστα ζʹ. τοῦ δὲ Ὄρνιθος ὁ Εὔδοξός φησι τὸν αὐχένα καὶ τὴν ἀριστερὰν πτέρυγα κεῖσθαι | ||
ἐπὶ τοῦ τροπικοῦ, τῆς δὲ Ἀνδρομέδας τὴν δεξιὰν χεῖρα. | 104 | ||
1.10.15 | δῆλον οὖν ἐκ τῶν εἰρημένων, ἐφ’ ὅσον καὶ ἐν τούτοις μᾶλλον ὁ ἕτερος αὐτῶν παρὰ τὸν ἕτερον διαλλάττει. ἰδίᾳ δὲ ὁ Εὔδοξος τὸν αὐχένα τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, καὶ τὴν δεξιὰν χεῖρα τοῦ Ἐνγόνασί φησιν | ||
5 | ἐπὶ τοῦ τροπικοῦ κεῖσθαι, ὅπερ καὶ συνεγγίζει τῷ φαινομένῳ. | ||
1.10.16 | Περὶ δὲ τῶν ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ ὁ μὲν Ἄρατός φησιν οὕτως· | ||
501 | ἄλλος δ’ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν· | ||
5 | ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν αἴνυται, ἀλλ’ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ | ||
505 | καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δὲ τὸ κέντρον Σκορπίου, ἐν καὶ τόξον ἀγαυοῦ Τοξευτῆρος. τὰ μὲν οὖν ἄλλα πάντα συμφωνεῖ τοῖς φαινομένοις· | ||
10 | οἱ μέντοι γε ἐν τῷ κέντρῳ τοῦ Σκορπίου νοτιώτεροί εἰσι τοῦ χειμερινοῦ τροπικοῦ πλέον ἢ μοίραις ηʹ. μᾶλλον οὖν τὰ μέσα τοῦ Σκορπίου ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ κεῖται κύκλου. | ||
1.10.17 | Ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως τούτῳ ἀπο‐ φαίνεται. τοῦ δὲ Ποταμοῦ τὴν καμπήν φησι κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ καὶ τοῦ Κυνὸς τοὺς πόδας καὶ τὴν οὐράν. κεῖσθαι δ’ ἐπ’ αὐτοῦ φησι καὶ τὸ Θηρίον, ὃ | ||
5 | ἔχει ὁ Κένταυρος. ἀγνοεῖ δὲ κατὰ τοῦτο· πολλῷ γὰρ νοτιώτερόν ἐστι τὸ Θηρίον τοῦ χειμερινοῦ τροπικοῦ. | ||
1.10.18 | Περὶ δὲ τοῦ ἰσημερινοῦ ὁ μὲν Ἄρατος οὕτως λέγει· | 106 | |
515 | σῆμα δέ τοι Κριὸς Ταύροιό τε γούνατα κεῖται, Κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου, Ταύρου δὲ σκελέων, ὅσση περιφαίνεται ὀκλάς. | ||
5 | ἐν δὲ τούτοις ἠγνόηται τὰ περὶ τὸν Κριόν· ὅλος γὰρ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ· μόνος δὲ ὁ ἐν τοῖς ὀπισθίοις ποσὶν αὐτοῦ κείμενος ἀστὴρ ἐπ’ αὐτοῦ τοῦ ἰσημερινοῦ φέρεται. | ||
1.10.19 | Ἑξῆς δέ φησιν· | ||
518 | ἐν δέ τέ οἱ ζώνη ἐυφεγγέος Ὠρίωνος καμπή τ’ αἰθομένης Ὕδρης, ἔνι οἱ καὶ ἐλαφρὸς Κρητήρ, ἐν δὲ Κόραξ. | ||
5 | ἡ μὲν οὖν τοῦ Ὠρίωνος ζώνη κεῖται ἐπὶ τοῦ ἰσημερινοῦ· ἡ δὲ σπεῖρα τοῦ Δράκοντος καὶ ὁ Κρατὴρ καὶ ὁ Κόραξ πολλῷ νοτιώτεροί εἰσι τοῦ ἰσημερινοῦ, πλὴν εἰ ἄρα τὰ πρὸς τὴν οὐρὰν τοῦ Κόρακος συνεγγίζει τῷ ἰσημερινῷ. | ||
520 | Ἔνι δέ, φησίν, ἀστέρες οὐ μάλα πολλοὶ | ||
1.10.20 | Χηλάων· ἐν τῷ δ’ Ὀφιούχεα γούνατα κεῖται. τῶν μὲν οὖν Χηλῶν ὁ ἐν τῇ βορείᾳ χηλῇ λαμπρὸς ἀστὴρ μόνος συνεγγίζει τῷ ἰσημερινῷ, οἱ δὲ λοιποὶ πολλῷ νοτιώτεροί εἰσιν αὐτοῦ. τὰ δὲ γόνατα τοῦ | ||
5 | Ὀφιούχου νοτιώτερά ἐστι τοῦ ἰσημερινοῦ, τὸ μὲν ἀρι‐ στερὸν μοίραις γʹ ϛʹʹ, τὸ δὲ δεξιὸν πλεῖον ἢ μοίραις ιʹ. | ||
1.10.21 | Ἑξῆς δέ φησιν· | ||
522 | οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλὰ μάλ’ ἐγγὺς Ζηνὸς ἀητεῖται μέγας ἄγγελος· ἡ δὲ κατ’ αὐτὸν Ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται. | ||
5 | συνεγγίζει δὲ καὶ ταῦτα τῇ ἀληθείᾳ. | 108 | |
1.10.22 | Ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως εἴρηκε. τῶν δὲ Χηλῶν τὰ μέσα φησὶν ἐπὶ τοῦ ἰσημερινοῦ κεῖσθαι, τοῦ δὲ Ἀετοῦ τὴν ἀριστερὰν πτέρυγα, τοῦ δὲ Ἵππου καὶ τὴν ὀσφύν, καὶ ἔτι τῶν Ἰχθύων τὸν βορειότερον | ||
1.10.23 | αὐτῶν. οὔτε δὲ ὁ Ἀετὸς ἐπιβάλλει τῷ ἰσημερινῷ, ὅ τε ἐπὶ τῆς ὀσφύος τοῦ Ἵππου βορειότερός ἐστι τοῦ ἰσημερινοῦ πλεῖον ἢ μοίραις γʹ ϛʹʹ. ὅ γε μὴν βορειό‐ τερος τῶν Ἰχθύων βορειότερός ἐστι τοῦ ἰσημερινοῦ | ||
5 | ἔγγιστα μοίραις ιʹ. | ||
1.10.24 | Ὁ δὲ Ἄτταλος περὶ τῶν ἐν τοῖς εἰρημένοις κύκλοις ἀστέρων τὸν μὲν κατὰ μέρος λόγον παραπέμπει, γράφει δὲ ταῦτα· „ἐν οἷς δὲ διασαφεῖ, διὰ τίνων ἀστέρων „ἕκαστος τῶν τριῶν παραλλήλων διήκει, ὅτι παρα‐ | ||
5 | „πέμπει ὁλοσχερῶς, οὐ δυναμένων διέρχεσθαι τῶν „κύκλων δι’ ὧν φησιν ἀστέρων αὐτοὺς διήκειν, διὰ „τὸ παρηκολουθηκέναι σε διὰ τῆς διόπτρας ἐπεσκεμ‐ | ||
1.10.25 | „μένον αὐτά, παρῆκα νῦν διασαφεῖν.“ πρῶτον μὲν οὖν ἔδει καὶ τῶν λοιπῶν χάριν τῶν φιλομαθούντων, εἴπερ παρηκολούθει, ὑποδεῖξαι, τίνες τε αὐτῶν νοτι‐ ώτεροι καὶ βορειότεροι ἐφαίνοντο τοῦ θερινοῦ τρο‐ | ||
1.10.26 | πικοῦ καὶ πόσῳ· ἔπειτα πρὸς τὸ αὐτὸ τοῦτο μόνον κατανοῆσαι, διότι οὐ φέρονται κύκλοι διὰ τῶν εἰρη‐ μένων ἀστέρων, οὐ χρεία διόπτρας· πολλῷ γὰρ τῶν μὲν νοτιωτέρων ὑπαρχόντων, τῶν δὲ βορειοτέρων, | ||
5 | αὐτόθεν ἀναβλέψαντι φανερὸν γίνεται, διότι οὐ δυνατὸν διὰ τῶν λεγομένων ἀστέρων γραφῆναι ἢ τὸν ἰσημερινὸν | ||
ἢ παράλληλόν τινα τούτῳ κύκλον. | 110 | ||
1.11.1 | Χωρὶς δὲ τῶν εἰρημένων τριῶν κύκλων ὁ Εὔδοξος καὶ τοὺς ἐπὶ τοῦ ἀρκτικοῦ κύκλου κειμένους ἀστέρας διασαφεῖ. καί φησιν ἐπ’ αὐτοῦ κεῖσθαι τόν τε ἀρι‐ στερὸν ὦμον τοῦ Ἀρκτοφύλακος, καὶ τὰ ἄνωθεν τοῦ | ||
5 | Στεφάνου, καὶ τὴν κεφαλὴν τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως, τῆς δὲ Λύρας καὶ τῆς δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν, τοῦ δὲ Κηφέως τὸ στῆθος, τῆς δὲ Κασσιεπείας τὰ ἄνωθεν· εἶτα ὑπὸ τοὺς ἐμπροσθίους πόδας τῆς Μεγάλης Ἄρκτου 〈μεταξὺ τῆς Ἄρκτου〉 καὶ | ||
10 | τοῦ Λέοντος ἄχρι πρὸς τὸν ὦμον τοῦ Ἀρκτοφύλακος 〈φέρεσθαι αὐτόν.〉 | ||
1.11.2 | 〈Ὁ μὲν οὖν ἀριστερὸς ὦμος τοῦ Ἀρκτοφύλακοσ〉 νοτιώτερός ἐστι τοῦ ἀεὶ φανεροῦ τοῦ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πλεῖον ἢ μοίραις δʹ. ἀπὸ γὰρ τοῦ βορείου πόλου ἀπέχει μοίρας μαʹ δʹʹ· ὁ δὲ ἀεὶ φανερὸς | ||
5 | κύκλος ἀπέχει μοίρας λζʹ. „τὰ δὲ ἄνωθεν τοῦ Στε‐ φάνου καὶ τῆς Λύρασ“ ὁλοσχερέστερον εἴρηται· οὐ γὰρ συνεγγίζει ταῦτα τῷ ἀεὶ φανερῷ κύκλῳ, ἀλλ’ ἑκάτερον αὐτῶν πολλῷ νοτιώτερόν ἐστιν· ὁ μὲν γὰρ βορειότερος τῶν ἐν τῇ Λύρᾳ ἀπέχει ἀπὸ τοῦ βορείου | ||
1.11.3 | πόλου μοίρας μθʹ. ἡ δὲ κεφαλὴ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως βορειοτέρα μέν, ἐγγὺς δὲ τοῦ ἀεὶ φανεροῦ κύκλου φέρεται· ὁ γὰρ νοτιώτερος αὐτῶν καὶ ἐπὶ τοῦ ἀριστεροῦ κροτάφου κείμενος ἀπέχει ἀπὸ τοῦ πόλου | ||
1.11.4 | μοίρας λζʹ, ὅσας καὶ ὁ ἀεὶ φανερὸς κύκλος. τοῦ δὲ | ||
Κηφέως τὸ στῆθος βορειότερόν ἐστι τοῦ ἀεὶ φανεροῦ κύκλου, ὡς πρότερον ὑποδεδείχαμεν. τῆς 〈δὲ〉 δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν καὶ τῆς Κασσιεπείας | 112 | ||
5 | ὁ ποὺς ἐπὶ τοῦ 〈ἀεὶ〉 φανεροῦ κύκλου φέρεται· ὁ μὲν γὰρ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοίρας μʹ· ὁ δὲ βορειότερος τῶν ἐν τῇ Κασσιεπείᾳ, ὅς ἐστιν ἐν τοῖς ποσίν, ἀπέχει ἀπὸ | ||
1.11.5 | τοῦ πόλου μοίρας ληʹ. καὶ οἱ πόδες δὲ τῆς Μεγάλης Ἄρκτου βορειότεροι φέρονται τοῦ ἀεὶ φανεροῦ κύκλου. ὁ μὲν γὰρ ἡγούμενος αὐτῶν ἀπέχει ἀπὸ τοῦ βορείου πόλου περὶ μοίρας κδʹ, ὁ δὲ ἑπόμενος περὶ μοίρας κεʹ. | ||
5 | εὐλόγως οὖν φησι τὸν ἀεὶ φανερὸν „φέρεσθαι μεταξὺ τῆς Ἄρκτου καὶ τοῦ Λέοντοσ“. | ||
1.11.6 | Ἐπὶ δὲ τοῦ ἀεὶ ἀφανοῦς κύκλου τὰ μὲν ἐπ’ αὐτοῦ φερόμενα ἄστρα οὐχ ὁρᾶται· „ἐγγυτάτω δέ, φησίν, „αὐτοῦ ἐστι τοῦ τε ὕδατος τοῦ Ποταμοῦ τὰ ἄκρα καὶ „τῆς Ἀργοῦς τὸ ἔδαφος καὶ τὸ πηδάλιον· εἶτα τὸ Θηρίον | ||
5 | „καὶ τὸ Θυμιατήριον· ἔτι δὲ τοῦ Τοξότου τὰ ὀπίσθια „σκέλη. ὁ δὲ ἐξ Αἰγύπτου ὁρώμενος ἀστήρ ἐστιν ἐν αὐτῷ.“ | ||
1.11.7 | Τούτων δὲ τὰ μὲν ἄλλα, ἐπεὶ κατὰ συνεγγισμὸν εἴρηται, οὐκ ἂν διστάζοιτο. ὁ δὲ καλούμενος Κάνωπος οὐκ ὀρθῶς λέγεται ἐν αὐτῷ τῷ ἀφανεῖ κύκλῳ φέρεσθαι· ἔστι γὰρ οὗτος ὁ νοτιώτερος τῶν ἐν τῷ Πηδαλίῳ καὶ | ||
5 | λαμπρός. ἀπέχει δὲ οὗτος ἀπὸ τοῦ 〈νοτίου〉 πόλου | ||
1.11.8 | περὶ μοίρας ληʹ ϛʹʹ. ὁ δὲ ἐν Ἀθήναις ἀεὶ ἀφανὴς κύκλος ἀπέχει ἀπὸ τοῦ πόλου περὶ μοίρας λζʹ, ὁ δὲ ἐν Ῥόδῳ περὶ μοίρας λϛʹ. δῆλον οὖν ὅτι ὁ ἀστὴρ οὗτος βορειότερός ἐστι τοῦ ἐν τῇ Ἑλλάδι ἀφανοῦς | ||
5 | κύκλου καὶ δύναται ὑπὲρ γῆς φερόμενος βλέπεσθαι. | ||
καὶ δὴ καὶ θεωρεῖται ἐν τοῖς περὶ τὴν Ῥόδον τόποις. | 114 | ||
1.11.9 | Πάλιν δὲ ὁ Εὔδοξος διασαφεῖ καὶ τοὺς ἐπὶ τῶν κολούρων λεγομένων κύκλων κειμένους ἀστέρας καί φησιν ἐπὶ μὲν τοῦ ἑνὸς αὐτῶν κεῖσθαι τὸ μέσον τῆς Μεγάλης Ἄρκτου, καὶ τοῦ Καρκίνου τὸ μέσον, καὶ | ||
5 | τὸν αὐχένα τοῦ Ὕδρου, καὶ τῆς Ἀργοῦς τὸ μεταξὺ τῆς | ||
1.11.10 | τε πρύμνης καὶ τοῦ ἱστοῦ· εἶτα μετὰ τὸν ἀφανῆ πόλον τὴν οὐρὰν τοῦ Νοτίου Ἰχθύος, καὶ τὸ μέσον τοῦ Αἰγόκερω, καὶ τὸ μέσον τοῦ Ὀϊστοῦ· τοῦ δὲ Ὄρνιθος διὰ τοῦ αὐχένος καὶ τῆς δεξιᾶς πτέρυγος καὶ διὰ τῆς | ||
5 | ἀριστερᾶς χειρὸς τοῦ Κηφέως γράφεσθαι αὐτόν, καὶ διὰ τῆς καμπῆς τοῦ Ὄφεως, καὶ παρὰ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου. | ||
1.11.11 | Περὶ μὲν οὖν τῆς Ἄρκτου ὁλοσχερῶς ἀγνοεῖ· οἱ γὰρ ἡγούμενοι αὐτῆς, ὁ ἐν τῇ κεφαλῇ καὶ ὁ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἀμφότεροι ἐν τῷ τοῦ Λέοντος δωδεκατημορίῳ κεῖνται. πῶς οὖν δυνατὸν τὸ μέσον | ||
1.11.12 | τῆς Ἄρκτου ἐν τῇ ἀρχῇ τοῦ Καρκίνου κεῖσθαι; τῆς δὲ κεφαλῆς τοῦ Ὕδρου οἱ ἡγούμενοι ἐπέχουσι Καρκίνου πλεῖον ἢ μοίρας ιʹ. δῆλον οὖν ὅτι πολλῷ πλεῖον ὑπολείπεται τοῦ εἰρημένου κύκλου ὁ αὐχὴν τοῦ Ὕδρου. | ||
1.11.13 | περὶ δὲ τῆς Ἀργοῦς οὐχ ὑγιῶς εἴρηται. τῶν δ’ ἐν τῇ οὐρᾷ τοῦ Νοτίου Ἰχθύος ὁ μάλιστα ἡγούμενος ἐπέχει τοῦ Αἰγόκερω πλεῖον ἢ μοίρας κγʹ· τοσοῦτον ἄρα ὑπολείπεται τοῦ προειρημένου κύκλου καὶ οὐκ ἐπ’ | ||
1.11.14 | αὐτοῦ φέρεται. ὁ δὲ Ὀϊστὸς ὅλος ὑπολείπεται τοῦ προειρημένου κύκλου καὶ οὐ διὰ μέσου τέμνεται ὑπ’ αὐτοῦ· ὁ γὰρ ἡγούμενος ἐν αὐτῷ ἀστὴρ ἐπέχει τοῦ Αἰγόκερω μοῖραν αʹ· οὐκ ἄρα δυνατὸν διχοτομεῖσθαι | ||
1.11.15 | αὐτὸν ὑπὸ τοῦ προειρημένου κύκλου. ὁμοίως δὲ καὶ ὁ Ὄρνις ὅλος πρὸς ἀνατολὰς κεῖται τοῦ εἰρημένου κύκλου· ὁ γὰρ ἡγούμενος ἐν αὐτῷ καὶ ἐπ’ ἄκρου τοῦ ῥύγχους ἐπέχει 〈τοῦ Αἰγόκερω〉 μοίρας αʹ ϛʹʹ· τῶν | 116 | |
5 | δὲ ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι ὁ μάλιστα πρὸς δύσιν κείμενος ἐπέχει τοῦ Αἰγόκερω πλεῖον ἢ μοίρας ϛʹ ϛʹʹ· οὐκ ἄρα δυνατὸν οὔτε τὸν αὐχένα τοῦ Ὄρνιθος οὔτε τὴν δεξιὰν πτέρυγα αὐτοῦ ἐπὶ τοῦ εἰρημένου κύκλου | ||
1.11.16 | κεῖσθαι. τοῦ γε μὴν Κηφέως ἡ ἀριστερὰ χεὶρ πολὺ ὅλως παραλλάσσει τὸν εἰρημένον κύκλον πρὸς ἀνατολάς· καὶ γὰρ οἱ ἐν τῇ κεφαλῇ αὐτοῦ οἱ ἡγούμενοι μάλιστα τοῦ Ὑδροχόου ἐπέχουσι πλεῖον ἢ μοίρας ιʹ, ὁ δὲ ἐν | ||
5 | τῇ ἀριστερᾷ χειρὶ λαμπρὸς ἀστήρ, ὃν ἐν τῷ ὤμῳ τινὲς τιθέασι, τοῦ Ὑδροχόου ἐπέχει μοίρας κεʹ· παρὰ μικρὸν οὖν δύο ζῴδια παραλλάσσει. περὶ μέντοι τῆς καμπῆς τοῦ Ὄφεως καὶ τῆς οὐρᾶς τῆς Μικρᾶς Ἄρκτου ὀρθῶς ἀπεφήνατο. | ||
1.11.17 | Ἐν δὲ τῷ ἑτέρῳ κολούρῳ φησὶ κεῖσθαι πρῶτον μὲν τὴν ἀριστερὰν χεῖρα τοῦ Ἀρκτοφύλακος καὶ τὰ μέσα αὐτοῦ κατὰ μῆκος· εἶτα τὰ μέσα τῶν Χηλῶν κατὰ πλάτος καὶ τοῦ Κενταύρου τὴν δεξιὰν χεῖρα καὶ | ||
5 | τὰ ἐμπρόσθια γόνατα· μετὰ δὲ τὸν ἀφανῆ πόλον 〈τὴν〉 καμπήν τε τοῦ Ποταμοῦ καὶ 〈τοῦ〉 Κήτους τὴν κεφαλὴν καὶ τοῦ Κριοῦ τὰ νῶτα κατὰ πλάτος καὶ τοῦ Περσέως τὴν κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα. | ||
1.11.18 | Ἡ μὲν οὖν ἀριστερὰ χεὶρ τοῦ Ἀρκτοφύλακος ὑπο‐ λείπεται τοῦ εἰρημένου κύκλου ὡς ἥμισυ μέρος ζῳδίου καὶ οὐκ ἐπ’ αὐτοῦ φέρεται τοῦ διὰ τῶν ἰσημερινῶν | ||
σημείων κύκλου, ὡς Εὔδοξός φησιν· ὁ γὰρ ἡγούμενος | 118 | ||
5 | τῶν ἐν αὐτῇ ἐπέχει Χηλῶν πλεῖον ἢ μοίρας ιγʹ. | ||
1.11.19 | ἀγνοεῖ δὲ καὶ μέσον αὐτοῦ τὸ σῶμα κατὰ μῆκος ὑπὸ τοῦ εἰρημένου κύκλου τέμνεσθαι λέγων· ὁ μὲν γὰρ ἐπὶ τῆς κεφαλῆς ἀστὴρ ἐπέχει Χηλῶν περὶ μοίρας ιϛʹ καὶ δίμοιρον, ὁ δὲ ἐν τῷ δεξιῷ ποδὶ ἐπέχει Χηλῶν | ||
5 | περὶ μοίρας κδʹ ϛʹʹ δʹʹ, ὁ δὲ ἐν τῇ ζώνῃ λαμπρὸς | ||
1.11.20 | ἐπέχει Χηλῶν περὶ μοίρας ιδʹ καὶ γʹʹ. ὁ δὲ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ Κενταύρου ὑπολείπεται τοῦ εἰρημένου κύκλου περὶ τέταρτον μέρος ζῳδίου· ἐπέχει γὰρ Χηλῶν μοίρας ηʹ. ἡ δὲ κεφαλὴ τοῦ Κήτους ὑπολείπεται μὲν | ||
5 | τοῦ προειρημένου κύκλου, οὐ πολὺ δέ· ὁ γὰρ Σύν‐ δεσμος τῶν Ἰχθύων, ὃς κεῖται κατὰ τὴν κεφαλὴν τοῦ Κήτους ἐπὶ τῆς λοφίας αὐτοῦ, ἐπέχει Κριοῦ μοίρας | ||
1.11.21 | γʹ δʹʹ. καὶ μὴν οὐδὲ τοῦ Κριοῦ τὰ νῶτα ἐπὶ τοῦ εἰρημένου κύκλου κεῖται, ἀλλὰ ὑπολείπεται πλεῖον ἢ τρίτον μέρος ζῳδίου· ὁ γὰρ ἐν μέσῳ τῷ νώτῳ αὐτοῦ κείμενος ἀστὴρ ἐπέχει Κριοῦ μοίρας ιαʹ ϛʹʹ. ὁμοίως δὲ | ||
5 | καὶ τοῦ Περσέως ἥ τε δεξιὰ χεὶρ καὶ ἡ κεφαλὴ ὑπολεί‐ πονται τοῦ εἰρημένου κύκλου περὶ τρίτον μέρος ζῳδίου. | ||
2t1 | ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ. | ||
2.1.1 | Τοῖς προειρημένοις, ὦ Αἰσχρίων, περὶ τῶν ὑπὸ | ||
Ἀράτου καὶ Εὐδόξου καταγεγραμμένων ἐν τοῖς Φαινο‐ μένοις συνάψωμεν νῦν τὸν περὶ συνανατολῆς καὶ συγκαταδύσεως τῶν ἄστρων λόγον, ὑποδεικνύντες, ὅσα | 120 | ||
5 | τε δεόντως ὑπ’ αὐτῶν εἴρηται, καὶ ἐν οἷς διαφωνοῦντες [οὐ] πρὸς τὰ φαινόμενα τὰς ἀποφάσεις πεποίηνται. | ||
2.1.2 | Πρῶτον μὲν οὖν ὁ Ἄρατος ὑποδεῖξαι βουλόμενος, πῶς διὰ τῆς ἀνατολῆς καὶ τῆς δύσεως τῶν ἄστρων ἐπιγνωσόμεθα τὴν ὥραν τῆς νυκτός, λέγει ταυτί· | ||
559 | οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη | ||
5 | μοιράων σκέπτεσθαι, ὅτ’ ἀντέλλωσιν ἕκασται· αἰεὶ γὰρ τάων γε μιῇ συνανέρχεται αὐτὸς ἠέλιος. τὰς δ’ ἄν κε περισκέψαιο μάλιστα εἰς αὐτὰς ὁρόων· ἀτὰρ εἰ νεφέεσσι μέλαιναι γίνοιντ’ ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν, | ||
10 | σήματ’ ἐπερχομένῃσιν ἀρηρότα ποιήσασθαι. αὐτὸς δ’ ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη Ὠκεανός, τά τε πολλὰ περιστρέφεται ἑοῖ αὐτῷ, νειόθεν ὁππῆμος κείνων φορέῃσιν ἑκάστην. φησὶν οὖν ἐν τούτοις μάλιστα μὲν ἡμᾶς ἐπιγνώσεσθαι | ||
15 | τὴν ὥραν, ἐὰν αὐτῶν τι τῶν δώδεκα ζῳδίων θεωρῶμεν | ||
2.1.3 | ἀνατέλλον. τὸν γὰρ γινώσκοντα, ἐν ᾧ ἐστι ζῳδίῳ ὁ ἥλιος καὶ καθ’ ὃ μέρος αὐτοῦ, καὶ διότι ἐν πάσῃ νυκτὶ ἓξ ζῴδια ἀνατέλλει, ῥᾳδίως ὑπελάμβανε συνήσειν ἐκ τοῦ ἀνατέλλοντος ζῳδίου τὴν τῆς νυκτὸς ὥραν. εἰ | ||
5 | μέντοι γε ἢ διὰ ὄρη ἢ διὰ νέφη μὴ εἴη φανερὸν τὸ ἀνατέλλον ζῴδιον, ἐκ τῶν λοιπῶν ἀστέρων τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ κύκλου, κειμένων δ’ ἐγγὺς τοῦ ὁρίζοντος, ἐπιγνώσεσθαι ἡμᾶς τὸ ἀνατέλλον ζῴδιον, ἐὰν ἴδωμεν, ποῖα τῶν ἄστρων ἑκάστῳ ζῳδίῳ συνανατέλλει ἢ ἀντι‐ | 122 | |
10 | καταδύνει. | ||
2.1.4 | Πρῶτον μὲν οὖν ἀγνοεῖ, ὑπολαμβάνων ἀρκεῖν πρὸς τὸ τὴν ὥραν ἐπιγνῶναι τῆς νυκτὸς τὸ συλλογίσασθαι, πόσα ἔτι ζῴδια καταλείπεται εἰς τὴν τοῦ ἡλίου ἀνατολήν· τοῦτο γὰρ ἐγίνετο 〈ἄν〉, εἰ ἐν ἴσῳ χρόνῳ ἕκαστον τῶν | ||
5 | ζῳδίων ἀνέτελλεν. ἐπεὶ δὲ μεγάλην εἶναι συμβαίνει διαφορὰν ἐν ταῖς ἀνατολαῖς τῶν δώδεκα ζῳδίων, ἀγνοήσει τὴν τῆς νυκτὸς ὥραν ὁ τῷ προειρημένῳ | ||
2.1.5 | συλλογισμῷ χρώμενος. μάλιστα δ’ ἄν τις θαυμάσειε, πῶς καὶ ὁ Ἄτταλος συγκατατίθεται τούτῳ· λέγει γὰρ τὸν τρόπον τοῦτον· „ἐν δὲ τοῖς ἐχομένοις πειρᾶται „ὑποδεικνύειν, πῶς ἄν τις διὰ τῶν ἄστρων δύναιτο | ||
5 | „τὴν ὥραν τῆς νυκτὸς ἐπιγινώσκειν. ἐπεὶ γάρ ἐστιν „ἀρχὴ νυκτὸς ἡλίου δύσις, ὁ δὲ ἥλιος ἀεὶ ἔν τινι τῶν „δώδεκα ζῳδίων ἐστίν, δῆλον ὅτι τῷ γινώσκοντι, ἐν „τίνι τε ζῳδίῳ ὁ ἥλιός ἐστι καὶ ἐν πόστῃ μοίρᾳ τοῦ „ζῳδίου, ῥᾴδιόν ἐστιν ἐπιγνῶναι, καὶ ποῖον ζῴδιον ἐν | ||
2.1.6 | „ἀρχῇ τῆς νυκτὸς ἀνατέλλει καὶ ποία μοῖρα. τῇ γὰρ „ὑπὸ τοῦ ἡλίου κατεχομένῃ μοίρᾳ ἡ κατὰ διάμετρον „κειμένη τὴν ἀνατολὴν κατὰ τὴν ἀρχὴν τῆς νυκτὸς „ποιήσεται. τοῦτο δὲ προϊστορηκὼς καὶ ἐπεγνωκώς, | ||
5 | „ὅτι ἐν πάσῃ νυκτὶ ἓξ ζῴδια πρὸς τῇ ἀνατολῇ ἀν‐ „ίσχουσι, γνώσεται, καὶ πόσον τῆς νυκτὸς παρεληλυθός | ||
„ἐστι, καὶ πόσον ἔτι λοιπὸν ἕως τῆς τοῦ ἡλίου ἀνατολῆς.“ | 124 | ||
2.1.7 | Μετὰ δὲ ταῦτα λέληθεν ἀμφοτέρους αὐτούς, ὅτι οὐδ’ ἂν αὐτὸ τὸ ζῴδιον βλέπῃ τις ἀνατεταλκός, δυνατόν ἐστιν ἀκριβῶς τὴν ὥραν τῆς νυκτὸς συλλογίσασθαι κατὰ τὸν προειρημένον τρόπον. εἰ μὲν γὰρ ἕκαστον | ||
5 | τῶν ἠστερισμένων καὶ βλεπομένων ζῳδίων συνεπληροῦτο καὶ ἓν δωδεκατημόριον τοῦ ζῳδιακοῦ κύκλου, παρ’ αὐτὴν μόνην τὴν ἐν ταῖς ἀνατολαῖς τῶν χρόνων | ||
2.1.8 | ἀνισότητα διεπίπτομεν 〈ἄν〉. ἐπεὶ δὲ οὔτε τοῖς δωδε‐ κατημορίοις ἴσα ἐστὶ τὰ φαινόμενα ζῴδια, οὔτ’ ἐν τοῖς ἰδίοις κεῖται τόποις ἅπαντα, ἀλλὰ τινὰ μὲν αὐτῶν ἐλάσσονά ἐστι τοῦ δωδεκατημορίου, τινὰ δὲ πολλῷ | ||
5 | μείζονα, καθάπερ εὐθέως ὁ μὲν Καρκίνος οὐδὲ τὸ τρίτον μέρος ἐπέχει τοῦ δωδεκατημορίου, ἡ δὲ Παρθένος καὶ τοῦ Λέοντος καὶ τῶν Χηλῶν ἐπιλαμβάνει, τῶν δὲ Ἰχθύων ὁ νοτιώτερος ὅλος σχεδὸν ἐν τῷ τοῦ Ὑδροχόου κεῖται δωδεκατημορίῳ, πῶς ἂν εἴη δυνατὸν ἐκ τῆς | ||
10 | τοιαύτης τῶν δώδεκα ζῳδίων ἐπιτολῆς 〈τὴν〉 τῆς | ||
2.1.9 | νυκτὸς ὥραν συλλογίσασθαι; ὅταν δέ τινα αὐτῶν μηδὲ ἐν τῷ ζῳδιακῷ κύκλῳ τυγχάνῃ ὅλα κείμενα, ἀλλὰ πολλῷ βορειότερα, καθάπερ ἔχει ὅ τε Λέων καὶ ὁ βορειό‐ τερος τῶν Ἰχθύων, δῆλον ὅτι πολλῷ μᾶλλον ἀγνοήσει | ||
5 | τὴν ὥραν ὁ ἐκ τῆς ἀνατολῆς τῶν φαινομένων ζῳδίων | ||
2.1.10 | συλλογισμὸς αὐτῶν. εὐθέως οὖν 〈ἐπεὶ〉 τοῦ ἠστερισ‐ μένου Καρκίνου ἀνατεταλκότος ἡ τοῦ Λέοντος κεφαλὴ ἀναφέρεται ἐν τῷ ὑποκειμένῳ ὁρίζοντι, συνανατελλούσης αὐτῇ τῆς ηʹ μοίρας τοῦ Καρκίνου, ὁ Ἄρατος θεωρῶν τὴν | ||
5 | κεφαλὴν τοῦ Λέοντος ἀνατέλλουσαν καὶ ὑπολαμβάνων τὸ κατὰ τὸν Λέοντα δωδεκατημόριον ἀναφέρεσθαι, | 126 | |
2.1.11 | τρισὶν ὅλοις ἡμιωρίοις ἀγνοήσει. πάλιν ὁ [μὲν] Σκορπίος ἄρχεται μὲν δύνειν ἀνατελλούσης Κριοῦ μοίρας ιγʹ μέσης, ὅλος δὲ ὑπὸ τὸν ὁρίζοντα γίνεται ἀνατελλούσης τῆς ϛʹ μοίρας τοῦ Ταύρου. ἀποδεδείχαμεν | ||
5 | γὰρ τὰ τοιαῦτα πάντα ἐν τοῖς περὶ τῶν συνανατολῶν. | ||
2.1.12 | δῆλον οὖν ὅτι, χωρὶς τοῦ ἐν ἀνίσοις χρόνοις τὰ δώδεκα ζῴδια ἀναφέρεσθαι, διὰ τὸ καὶ ἀνισομεγέθη εἶναι τὰ ζῴδια καὶ ἀτάκτως κεῖσθαι πολὺ διαμαρτήσεται τῇ ὥρᾳ ὁ πρὸς τὸν φαινόμενον ἀστερισμὸν τῶν δώδεκα | ||
5 | ζῳδίων τὸν συλλογισμὸν ποιούμενος. | ||
2.1.13 | Ὅτι μὲν οὖν ἀδύνατον ἀκριβῶς ἢ ὡς ἔγγιστα τὴν τῆς νυκτὸς ὥραν ἐπιγνῶναι εἰς τὸ πρὸς τῇ ἀνατολῇ ζῴδιον ἀναβλέψαντας, ἐκ τῶν εἰρημένων ἐστὶ φανερόν. | ||
2.1.14 | ἐχομένως δὲ ὑποθέμενοι, τὰς συνανατολὰς αὐτῷ καὶ τὰς ἀντικαταδύσεις τῶν ἄστρων πρὸς τὰ δωδεκατημόρια τοῦ ζῳδιακοῦ κύκλου πεπραγματεῦσθαι, καὶ μὴ πρὸς τὰ ἠστερισμένα, ἐπισκεψώμεθα καὶ τὸ ἐν αὐταῖς συμ‐ | ||
5 | φώνως ἢ διαφώνως λεγόμενον πρὸς τὰ ἐν τῷ κόσμῳ φαινόμενα. | ||
2.1.15 | Προδιειλήφθω δὲ πρῶτον, ὅτι τὴν διαίρεσιν τοῦ ζῳδιακοῦ κύκλου ὁ μὲν Ἄρατος πεποίηται ἀπὸ τῶν τροπικῶν τε καὶ ἰσημερινῶν σημείων ἀρχόμενος, ὥστε ταῦτα τὰ σημεῖα ἀρχὰς εἶναι ζῳδίων, ὁ δὲ Εὔδοξος | ||
5 | οὕτω διῄρηται, ὥστε τὰ εἰρημένα σημεῖα μέσα εἶναι, τὰ μὲν τοῦ Καρκίνου καὶ τοῦ Αἰγόκερω, τὰ δὲ τοῦ | ||
Κριοῦ καὶ τῶν Χηλῶν. | 128 | ||
2.1.16 | Ὁ μὲν οὖν Ἄρατος διὰ τούτων μάλιστα φανερὸς γίνεται τὰ εἰρημένα σημεῖα ἐν ταῖς ἀρχαῖς τιθεὶς τῶν κατὰ ταῦτα δωδεκατημορίων. περὶ γὰρ τῶν τεσσάρων κύκλων λέγων, τῶν δύο τροπικῶν καὶ τοῦ ἰσημερινοῦ | ||
5 | καὶ τοῦ ζῳδιακοῦ, τοὺς μὲν τρεῖς φησιν ἀνατέλλειν τε καὶ δύνειν παραλλήλως ἑαυτοῖς, καὶ ἕκαστον αὐτῶν καθ’ ἓν καὶ τὸ αὐτὸ σημεῖον ἀνατέλλειν καὶ πάλιν δύνειν, τὸν δὲ ζῳδιακὸν ἐν τῇ τοιαύτῃ περιφερείᾳ τοῦ ὁρίζοντος τὰς ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι, ἡλίκην | ||
10 | παραχωρεῖ ἐν αὐτῷ ἀπὸ τῆς τοῦ Αἰγόκερω ἀνατολῆς | ||
2.1.17 | ἕως τῆς τοῦ Καρκίνου ἀνατολῆς. λέγει δὲ οὕτως· | ||
534 | καὶ τὰ μὲν ἀντέλλει τε καὶ αὐτίκα νειόθι δύνει πάντα παραβλήδην, μία δέ σφεων ἐστὶν ἑκάστου ἑξείης ἑκάτερθε κατηλυσίη ἄνοδός τε. | ||
5 | αὐτὰρ ὅ γ’ Ὠκεανοῖο τόσον παραμείβεται ὕδωρ, ὅσσον ἀπ’ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα Καρκίνον εἰς ἀνιόντα κυλίνδεται. δῆλον οὖν ἐκ τούτων, ὅτι τὰ τροπικὰ σημεῖα ἐν ταῖς ἀρχαῖς ὑποτίθεται, τὸ μὲν ἐν τῇ τοῦ Καρκίνου, τὸ δὲ | ||
10 | ἐν τῇ τοῦ Αἰγόκερω· τὴν γὰρ ὑπὸ τούτων τῶν σημείων ἐν ταῖς ἀνατολαῖς αὐτῶν ἀποτεμνομένην τοῦ ὁρίζοντος | ||
2.1.18 | περιφέρειαν ὁ ζῳδιακὸς ἀνατέλλων ἐπιπορεύεται. δόξαι δ’ ἂν ἐμφαίνειν τοῦτο καὶ ἐξ ὧν περὶ τοῦ Λέοντος λέγων φησίν· | ||
149 | ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι, | ||
5 | αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι | ||
ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι. περὶ γὰρ τὴν τοῦ Κυνὸς ἀνατολὴν καὶ τὰ καύματα μάλιστα γίνεται· αὕτη δὲ γίνεται μετὰ τριάκοντα ἔγγιστα ἡμέρας ἀπὸ τῆς θερινῆς τροπῆς. μετὰ τοσαύτας | 130 | ||
10 | ἄρα ἡμέρας ἔγγιστα κατ’ αὐτὸν ὁ ἥλιος ἐν τῇ ἀρχῇ τοῦ Λέοντος γίνεται. ἐν ταύτῃ τῇ τροπῇ τοίνυν τὴν ἀρχὴν ἐπέχει τοῦ Καρκίνου. | ||
2.1.19 | Καὶ ὑπὸ τῶν ἀρχαίων δὲ μαθηματικῶν πάντων σχεδὸν ἢ τῶν πλείστων τοῦτον τὸν τρόπον ὁ ζῳδιακὸς κύκλος διῄρητο. | ||
2.1.20 | Ὅτι δὲ Εὔδοξος τὰ τροπικὰ σημεῖα κατὰ μέσα τὰ ζῴδια τίθησι, δῆλον ποιεῖ διὰ τούτων· „δεύτερος δέ „ἐστι κύκλος, ἐν ᾧ 〈αἱ〉 θεριναὶ τροπαὶ γίνονται· ἔστι „δ’ ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου.“ καὶ πάλιν | ||
5 | φησί· „τρίτος δ’ ἐστὶ κύκλος, ἐν ᾧ αἱ ἰσημερίαι „γίνονται· ἔστι δ’ ἐν τούτῳ τά τε τοῦ Κριοῦ μέσα καὶ „τὰ τῶν Χηλῶν· τέταρτος δέ, ἐν ᾧ 〈αἱ〉 χειμεριναὶ „τροπαὶ γίνονται· ἔστι δ’ ἐν τούτῳ τὰ μέσα τοῦ | ||
2.1.21 | „Αἰγόκερω.“ ἐκφανέστερον δ’ ἔτι διὰ τούτων ἀπο‐ δίδωσι· περὶ γὰρ τῶν κολούρων λεγομένων κύκλων, οἳ γράφονται διά τε τῶν πόλων καὶ διὰ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων, φησὶν οὕτως· „ἕτεροι δ’ | ||
5 | „εἰσὶ δύο κύκλοι, τέμνοντες ἀλλήλους δίχα καὶ πρὸς „ὀρθάς, διὰ τῶν πόλων τοῦ κόσμου. ἔστι δ’ ἐν „τούτοις ἄστρα τάδε· πρῶτος ὁ πόλος ὁ ἀεὶ φανερὸς „τοῦ κόσμου, εἶτα τὸ μέσον τῆς Ἄρκτου κατὰ πλάτος „καὶ τοῦ Καρκίνου τὸ μέσον.“ καὶ μετ’ ὀλίγον φησίν | ||
10 | „ἥ τε οὐρὰ τοῦ Νοτίου Ἰχθύος καὶ τὸ μέσον τοῦ | ||
2.1.22 | „Αἰγόκερω.“ ἐν δὲ τοῖς ἑξῆς φησιν ἐν τῷ ἑτέρῳ τῶν | ||
διὰ τῶν πόλων κύκλων κεῖσθαι σὺν τοῖς ἄλλοις, οἷς ἐξαριθμεῖται, καὶ τὰ μέσα τῶν Χηλῶν κατὰ πλάτος καὶ τοῦ Κριοῦ τὰ νῶτα κατὰ πλάτος. | 132 | ||
2.1.23 | Προδιαληπτέον καὶ τοῦτο, ὅτι τὰς ἀρχὰς ἑκάστου τῶν δώδεκα ζῳδίων ὑποτιθέμενος ὁ Ἄρατος ἐπὶ τῆς ἀνατολῆς διασαφεῖ, ὅσα τῷ προειρημένῳ αὐτῷ ζῳδίῳ συνανατέταλκεν ἢ ἀντικαταδέδυκε τῶν ἐκτὸς τοῦ | ||
5 | ζῳδιακοῦ ἄστρων· ὃ καὶ συντείνει μάλιστα πρὸς τὸ ἐκ τῶν ἄλλων ἄστρων συλλογίζεσθαι τὸ μέλλον ἀνα‐ | ||
2.1.24 | τέλλειν δωδεκατημόριον τοῦ ζῳδιακοῦ. δῆλον δὲ ποιεῖ τοῦτο καὶ ἐπὶ τῆς τῶν Ἰχθύων ἀνατολῆς λέγων οὕτως· εἰπὼν γὰρ περὶ τοῦ Ὕδρου, ὅτι τὰ μὲν ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας τοῦ Ὑδροχόου ἀναφερομένου | ||
5 | 〈οὐκέτι〉 μετέωρά ἐστιν, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα οἱ Ἰχθύες κατάγουσιν, ἐπιφέρει· | ||
704 | οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δ’ ὀπίσσω, | ||
10 | τείνεται, Ὠκεανοῖο νέον ὁπότε προγένωνται Ἰχθύες ἀμφότεροι. τὰ μέν οἱ κατὰ δεξιὰ χειρὸς αὐτοὶ ἐφέλκονται, τὰ δ’ ἀριστερὰ νειόθεν ἕλκει Κριὸς ἀνερχόμενος. διὰ γὰρ τοῦ „νέον ὁπότε προγένωνται Ἰχθύεσ“ δηλοῖ | ||
15 | οὐκ ἄλλο τι ἢ „ὅταν ἄρχωνται οἱ Ἰχθύες ἀνατέλλειν“. | ||
2.1.25 | ἔτι δὲ αὐτὸ τοῦτο φανερὸν ποιεῖ καὶ ἐπὶ τῆς Ἀργοῦς. τῆς γὰρ Παρθένου ἀνατελλούσης φησὶ τὴν πρύμναν | ||
αὐτῆς ἀνατέλλειν [ὅλην]· τὰ δὲ λοιπὰ αὐτῆς ἕως τοῦ ἱστοῦ ἀνατέλλειν, ὅταν ὅλη ἡ Παρθένος ἀνατείλῃ· | 134 | ||
5 | προειπὼν γάρ· | ||
596 | οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει Παρθένος ἀντέλλουσα, μετ’ ὀλίγον φησί· | ||
603 | φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους | ||
10 | ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς. ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατ’ αὐτόν, Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται. | ||
2.1.26 | Καὶ ὁ Εὔδοξος δέ, ᾧ κατηκολούθηκεν ὁ Ἄρατος, τὸν αὐτὸν τρόπον ὑποτίθεται ἐν ταῖς Συνανατολαῖς τὰς ἀρχὰς τῶν ζῳδίων ἐπὶ τῆς ἀνατολῆς. ὥστε καὶ ἐκ τούτου φανερὸν γίνεσθαι τὸ προκείμενον. | ||
2.2.1 | Τούτων δὲ προυποδεδειγμένων νῦν ἐπισκεψώμεθα τὰς ὑπ’ αὐτῶν ἀποδιδομένας συνανατολάς τε καὶ ἀντικαταδύσεις. | ||
2.2.2 | Ὑποθέμενος τοίνυν ὁ Ἄρατος ἐπὶ τῆς ἀνατολῆς τὴν ἀρχὴν τοῦ Καρκίνου, φησὶ τοῦ μὲν Στεφάνου δεδυ‐ κέναι τὸ ἥμισυ, τοῦ δὲ Νοτίου Ἰχθύος τὸ ἕως τῆς ῥάχεως, τοῦ δὲ Ἐνγόνασι τὰ ὑπὲρ τὴν γαστέρα, τὸν | ||
5 | δὲ Ὀφιοῦχον ἕως τῶν ὤμων, τὸν δὲ Ὄφιν, ὃν ἔχει ὁ | ||
Ὀφιοῦχος, ἕως τοῦ αὐχένος, τοῦ δὲ Ἀρκτοφύλακος | 136 | ||
2.2.3 | πλέον μέρος ἢ τὸ ἥμισυ. ἀνατέλλειν δέ φησι τοῦ Ὠρίωνος τὴν ζώνην καὶ τοὺς ὤμους. τὰ εἰρημένα τοίνυν ἄστρα τοῖς Διδύμοις κατ’ αὐτὸν ἃ μὲν συνανα‐ τέλλει, ἃ δὲ ἀντικαταδύνει. | ||
2.2.4 | Ὁ δὲ Εὔδοξος ἐξαριθμούμενος, ὅσα ἐστὶν ὑπὲρ γῆς τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν, φησὶ τὸν Ἐνγόνασιν ὅλον εἶναι φανερόν, τοῦ δὲ Στεφάνου τὸ ἥμισυ, καὶ τὴν τοῦ Ἀρκτοφύλακος κεφαλήν, καὶ τὴν τοῦ Ὀφιούχου | ||
5 | κεφαλήν, καὶ τὴν οὐρὰν τοῦ ἐχομένου Ὄφεως, τῶν δὲ πρὸς νότον 〈τὸν〉 Ὠρίωνα ὅλον, καὶ τοῦ Νοτίου Ἰχθύος τὸ πρὸς τὴν κεφαλήν. | ||
2.2.5 | Ὁ μὲν οὖν Στέφανος κατὰ τὸν Ἄρατον ἔγγιστα συμφωνεῖ· ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις ἄρχεται μὲν δύνειν ἀνατελλούσης 〈τῆσ〉 γʹ καὶ κʹ μοίρας τῶν Διδύμων, ὅλος δὲ δύνει ἀνατελλούσης 〈μέσησ〉 τῆς | ||
5 | δʹ μοίρας τοῦ Καρκίνου. κατὰ μέντοι γε τὸν Εὔδοξον δῆλον ὅτι διαφωνεῖ, ἐπείπερ ἡ ἀρχὴ τοῦ Καρκίνου κατ’ αὐτὸν κατὰ μέσον ἐστὶ τὸ τῶν Διδύμων δωδεκατη‐ | ||
2.2.6 | μόριον. ἵνα δὲ μὴ διὰ παντὸς ἐπισημαινώμεθα τοῦτο, διαληπτέον καθόλου, διότι μὴ ὁμοίως ἀναγράφουσιν ἀμφοτέροις οὐ δυνατὸν ἑκατέρῳ αὐτῶν συμφωνεῖν τὸ φαινόμενον. δεῖ δὲ κἀκεῖνο διειληφέναι, διότι πάντα | ||
5 | μὲν πλὴν ὀλίγων τινῶν ὁμοίως ἀμφότεροι ἀναγράφουσι τὰ περὶ τὰς ἀνατολάς· ὁ γὰρ Ἄρατος τοῖς ὑπὸ τοῦ Εὐδόξου λεγομένοις ἠκολούθηκε· συμφωνοῦσι μέντοι γε αἱ ὑπ’ αὐτῶν ἀναγεγραμμέναι συνανατολαὶ τῇ κατὰ τὸν Ἄρατον μᾶλλον τοῦ ζῳδιακοῦ διαιρέσει ἤπερ | ||
10 | 〈τῇ〉 κατὰ τὸν Εὔδοξον. ἔσται δὲ τοῦτο φανερὸν ἐκ | ||
τῶν κατὰ μέρος περὶ αὐτῶν ῥηθησομένων. | 138 | ||
2.2.7 | Τοῦ δὲ Νοτίου Ἰχθύος τὸ πλεῖστον μέρος δεῖ ὑπὲρ γῆν εἶναι, καὶ οὐχὶ τὸ πρὸς τῇ κεφαλῇ μόνον, ὥς φασιν· ἄρχεται μὲν γὰρ δύνειν ἀνατελλούσης 〈τῆσ〉 δʹ καὶ κʹ μοίρας 〈τῶν〉 Διδύμων, ἔσχατον δὲ δύνει ἀνατελλούσης | ||
2.2.8 | 〈μέσησ〉 τῆς ιηʹ μοίρας τοῦ Καρκίνου. τοῦ δὲ Ἐνγόνασιν ἡ κεφαλὴ μόνον δέδυκε καὶ ὁ δεξιὸς ὦμος σὺν τῇ χειρί· ὁ δ’ ἀριστερὸς ὦμος καὶ τὸ λοιπὸν σῶμα ἔτι ἐστὶν ὑπὲρ γῆν· τοῦ μὲν γὰρ δεξιοῦ ὤμου δύνοντος | ||
5 | ἀνατέλλει ἡ ζʹ καὶ κʹ μοῖρα τῶν Διδύμων, τοῦ δὲ ἀριστεροῦ ὤμου δύνοντος ἀνατέλλει ἡ ηʹ μοῖρα τοῦ Καρκίνου. τοῦ δὲ ἀριστεροῦ ὤμου ἔτι ὕστερον δύνουσιν οἱ ἐν ταῖς πλευραῖς. οὐκ ἄρα τὸ ἀπὸ τῆς γαστρὸς μέρος αὐτοῦ ἕως τῆς κεφαλῆς δέδυκεν, ὡς Ἄρατός | ||
2.2.9 | φησι. τὰ δὲ περὶ τὸν Ὀφιοῦχον συμφώνως ἀποδιδόασι τῷ φαινομένῳ ὅ τε Ἄρατος καὶ ὁ Εὔδοξος· οἱ μὲν γὰρ ὦμοι τοῖς Διδύμοις ἀντικαταδύνουσιν, ὁ δὲ ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης τῆς βʹ μοίρας τοῦ Καρκίνου. | ||
2.2.10 | τοῦ δὲ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἡ οὐρὰ μόνον ὑπὲρ γῆς ἐστιν, ὡς ὁ Εὔδοξός φησι, καὶ οὐχ ἡ κεφαλὴ 〈μόνον δέδυκεν〉, ὡς ὁ Ἄρατος. ἡ μὲν γὰρ κεφαλὴ αὐτοῦ δύνει ἀνατελλόντων μέσων μάλιστα τῶν Διδύ‐ | ||
5 | μων, ὁ δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ δύνει ἀνατελλούσης τῆς θʹ μοίρας τοῦ Καρκίνου. | ||
2.2.11 | Περὶ δὲ τοῦ Ἀρκτοφύλακος ὁλοσχερῶς δοκοῦσί μοι ἀγνοεῖν· φασὶ γὰρ αὐτὸν τέσσαρσι ζῳδίοις ἀντικαταδύ‐ | ||
2.2.12 | νειν, Κριῷ τε καὶ Ταύρῳ καὶ Διδύμοις καὶ Καρκίνῳ. ὁ μὲν γὰρ Ἄρατος τοῦ Ταύρου πρὸς τῇ ἀνατολῇ ὄντος φησί· | ||
721 | δύνει δ’ Ἀρκτοφύλαξ ἤδη πρώτῃ ἐπὶ μοίρῃ | ||
τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν· | 140 | ||
5 | ὥστε τῷ Κριῷ ἀνατέλλοντι ἄρχεσθαι αὐτὸν ἀντικατα‐ δύνειν. ἀκολούθως δὲ ταύτῃ τῇ ὑποθέσει καὶ τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν λέγει ταυτί· | ||
579 | οὐδ’ ἂν ἔτ’ Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν, μείων ἠμάτιος, τὸ δ’ ἐπὶ πλέον ἔννυχος ἤδη· | ||
10 | τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην Ὠκεανὸς δέχεται. | ||
2.2.13 | ὁ δὲ Εὔδοξος γράφει οὕτως· „ὅταν ὁ Κριὸς ἀνατέλλῃ, „τῶν μὲν πρὸς ἄρκτους τοῦ Ἀρκτοφύλακος οἱ πόδες „δύνουσι, τῶν δὲ πρὸς νότον τοῦ Θηρίου τὸ λοιπόν.“ ἐν δὲ τῇ ἀρχῇ τοῦ περὶ τῶν ἀνατολῶν λόγου διελθών, | ||
5 | ὅσα ἐπὶ δύσεως καὶ ἀνατολῆς ἐστιν ἀρχομένου τοῦ Καρκίνου ἀνατέλλειν, ἑξῆς φησιν· „ὅταν δ’ ὁ Καρκίνος „ἀνατέλλῃ, τῶν μὲν πρὸς ἄρκτους οὐθὲν ἀνίσχει, „τῶν δὲ πρὸς νότον ὁ Λαγωός, καὶ τοῦ Κυνὸς τὰ „ἐμπρόσθια, καὶ ὁ Προκύων, καὶ τοῦ Ὕδρου ἡ κεφαλή· | ||
10 | „δύνει δὲ τῶν μὲν πρὸς ἄρκτους ἡ τοῦ Ἀρκτοφύλακος „κεφαλή.“ δῆλον οὖν ὅτι καὶ κατὰ τὸν Εὔδοξον τὰ μὲν πρῶτα μέρη τοῦ Ἀρκτοφύλακος ἀντικαταδύνει τῷ Κριῷ, τὰ δὲ ἔσχατα τῷ Καρκίνῳ. | ||
2.2.14 | Οὔτε δὲ τέσσαρσι ζῳδίοις ὁ Ἀρκτοφύλαξ ἀντικατα‐ δύνει, ὡς οὗτοί φασιν, ἀλλὰ δυσὶ μόνον καὶ ἔλασσον ἢ ἡμίσει· οὔτε Κριῷ ἄρχεται ἀντικαταδύνειν, ἀλλὰ τὴν μὲν ἀρχὴν ποιεῖται τῆς δύσεως ἀνατελλούσης 〈τῆσ〉 | ||
5 | ϛʹ μοίρας τοῦ Ταύρου, ὅλος δὲ δύνει, πλὴν τῆς | ||
ἀριστερᾶς χειρὸς καὶ τοῦ ἀγκῶνος, ἀνατελλούσης | 142 | ||
2.2.15 | 〈μέσησ〉 τῆς ιθʹ μοίρας τοῦ Καρκίνου. διαληπτέον δέ, ὅτι περὶ τοῦ Ἀρκτοφύλακος ὁ Ἄρατος συμφώνως λέγει τοῖς φαινομένοις, εἰ καὶ ὅλως ἠγνόηται τὸ τέσσαρσι ζῳδίοις αὐτὸν ἀντικαταδύνειν· τοῦ γὰρ Κριοῦ | ||
5 | ἀνατεταλκότος καὶ τῷ Ταύρῳ καὶ τοῖς Διδύμοις 〈λέγει αὐτὸν ἀντικαταδύνειν〉· τοῦ δὲ Καρκίνου ἀρχο‐ μένου ἀνατέλλειν, ὅς ἐστι λοιπὸς τῶν τεσσάρων ζῳδίων, οἷς ἀντικαταδύνει καὶ κατ’ αὐτὸν ὁ Ἀρκτοφύλαξ, εὐλόγως αὐτός φησι, μηκέτι πολὺ αὐτοῦ καὶ ὑπὲρ γῆν | ||
10 | καὶ ὑπὸ γῆν ὑπὸ τοῦ ὁρίζοντος ἀπολαμβάνεσθαι, καθάπερ καὶ ἐγίνετο τῶν Διδύμων ἀνατελλόντων, ἀλλὰ τὸ μὲν πλεῖον ὑπὸ γῆν 〈εἶναι〉, τὸ δὲ ἔλασσον ὑπὲρ γῆν φαίνεσθαι· τὸ μὲν γὰρ „ἠμάτιον“ σημαίνει τὸ ὑπὲρ γῆν τοῦ κόσμου, τὸ δὲ „ἔννυχον“ τὸ ὑπὸ γῆν. | ||
2.2.16 | φανερὸν δὲ τοῦτο διὰ πλειόνων αὐτὸς ποιεῖ, καθάπερ εὐθέως ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως· | ||
575 | αὐτὰρ ὅ γ’ ἐξόπιθεν τετραμμένος, ἀλλ’ ὁ μὲν οὔπω γαστέρι νειαίρῃ, τὰ δ’ ὑπέρτερα νυκτὶ φορεῖται. | ||
2.2.17 | τὰ μέντοι γε ἐπιφερόμενα οὐδὲν ἔτι πρὸς αὐτὴν τὴν δύσιν αὐτοῦ τείνοντα λέγει, ἀλλ’ ὡς συμβεβηκὸς αὐτῷ· | ||
582 | ὁ δ’ ἐπὴν φάεος κορέσηται, βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης, | ||
5 | 〈ἦμος ὅτ’ ἠελίοιο κατερχομένοιο δύηται. | ||
κεῖναί οἱ καὶ νύκτες ἐπ’ ὀψὲ δύοντι λέγονται.〉 ὅταν γὰρ ταῖς Χηλαῖς ἄρχηται συγκαταδύνειν τοῦ ἡλίου ἐν αὐταῖς ὄντος, ἐν ᾧ καταδύνει καιρῷ αἱ νύκτες | 144 | ||
2.2.18 | ἐπ’ Ἀρκτούρῳ λέγονται. ὁ δὲ ὅλην τε τὴν ἡμέραν ὑπὲρ γῆς φέρεται διὰ τὸ τῇ Παρθένῳ αὐτὸν συνανα‐ τέλλειν καὶ δύνει πλείονα χρόνον ἢ τὸ ἥμισυ τῆς νυκτός, ἐπεὶ τοῖς τέσσαρσι ζῳδίοις συγκαταδύνει. ὅτι | ||
5 | δὲ τῇ Παρθένῳ κατ’ αὐτὸν συνανατέλλει, φανερὸν ποιεῖ ἐν τούτοις· | ||
607 | οὐδ’ ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι, ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα, Βοώτης, ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο. | ||
2.2.19 | Οὐ μόνον δὲ ὁ Ἄρατος καὶ ὁ Εὔδοξος, ἀλλὰ καὶ οἱ λοιποὶ μαθηματικοὶ πάντες σχεδόν, ὅσοι περὶ τοῦ Βοώτου λόγον πεποίηνται, ὁμοίως τούτοις ἀπο‐ πεπλάνηνται νομίζοντες, τέσσαρσι ζῳδίοις αὐτὸν συγ‐ | ||
2.2.20 | καταδύνειν. Ἄτταλος δὲ καὶ περὶ τοῦ τὴν ἀρχὴν τῆς δύσεως αὐτὸν ποιεῖσθαι μὴ τῷ Σκορπίῳ συγκαταφερό‐ μενον, ὡς ἡμεῖς ἐδείκνυμεν, ἀλλὰ ταῖς Χηλαῖς, ἱκανῶς διαβεβαιοῦται, λέγων τὸν τρόπον τοῦτον· „ἔνιοι γάρ, | ||
5 | „οὔτε τοῖς φαινομένοις παρακολουθοῦντες οὔτε τὰ „ὑπὸ τοῦ ποιητοῦ λεγόμενα δυνάμενοι συνεῖναι, δια‐ | ||
2.2.21 | „φόρους ἀποφάσεις πεποίηνται περὶ αὐτοῦ. καὶ τινὲς „μέν φασιν αὐτὸν τῇ Παρθένῳ πρῶτον ἄρχεσθαι συγ‐ „καταδύνειν, εἶτα [ἐν] τοῖς ἐφεξῆς τρισὶ ζῳδίοις, ἔνιοι „δὲ ἄρχεσθαι μὲν ἀπὸ τοῦ Σκορπίου, λήγειν δὲ ἐπὶ | ||
5 | „τὸν Ὑδροχόον. ὧν τισι καὶ σὺ παρατέτευχας ἐλεγχο‐ | 146 | |
2.2.22 | „μένοις ὑφ’ ἡμῶν καὶ μετατιθεμένοις. καθόλου δὲ „καὶ τοῦ φαινομένου τοῦτο συνιστάντος καὶ τοῦ „ποιητοῦ σαφῶς λέγοντος, ὅτι ὅλος μὲν δεδυκὼς „γίνεται 〈τοῦ〉 Λέοντος πρὸς τῇ ἀνατολῇ ὄντος, | ||
5 | „ἄρχεται δὲ δύεσθαι, ὅταν ὁ Ταῦρος μέλλῃ ἀνατέλλειν, „τὸ δὲ κατὰ διάμετρον αὐτῷ κείμενον ζῴδιον, ὁ Σκορ‐ „πίος, πρὸς τῇ δύσει ὑπάρχῃ, αἱ δὲ Χηλαὶ ἀρτίως „κατενηνεγμέναι ὦσιν, αἷς ἅμα συγκαταφέρεσθαι ἄρχεται „ὁ Ἀρκτοφύλαξ, φανερὸν εἶναι νομίζω, διότι τοὺς ἀντι‐ | ||
10 | „δοξοῦντας ἡμῖν περὶ τούτου παντελῶς ἀπείρους εἶναι „τῶν φαινομένων συμβέβηκε.“ | ||
2.2.23 | Καλῶς μὲν οὖν εἶχεν, εἰ μὴ μόνον ἀναποδείκτῳ φάσει χρώμενος ἔλεγε τοὺς ἀντιδοξοῦντας ἐλεγχομένους ὑπ’ αὐτοῦ μετατίθεσθαι, ἀλλὰ καὶ νῦν ἔγγραπτον ἐτίθει τὴν ἀπόδειξιν, ἵνα καὶ οἱ λοιποὶ τῶν ἀντιδοξούντων | ||
5 | πεισθῶσιν, ὅτι ταῖς Χηλαῖς ἄρχεται συγκαταδύνειν, | ||
2.2.24 | καὶ οὐ τῷ Σκορπίῳ. πλὴν ἐπεὶ οὕτως παραλέλοιπεν, οὐκ ἄχρηστον ἂν εἴη διὰ βραχέων ὑπομνῆσαι, δι’ ὧν πειθόμεθα τῷ Σκορπίῳ πρώτως αὐτὸν συγκαταδύνειν· τὸν μὲν γὰρ ἐπὶ πλεῖον περὶ αὐτοῦ λόγον ἐν τῇ τῶν | ||
5 | συνανατολῶν πραγματείᾳ κατακεχωρίκαμεν. | ||
2.2.25 | Νοείσθω δὲ νῦν ἐπὶ τοῦ ὁρίζοντος πρὸς τῇ δύσει κείμενος ὁ νοτιώτατος ἀστὴρ τῶν ἐν τῷ ἀριστερῷ ποδὶ τοῦ Ἀρκτοφύλακος. ἀλλὰ ἔστιν οὗτος ὁ ἀστὴρ βορειό‐ τερος τοῦ ἰσημερινοῦ κύκλου μοίραις κζʹ καὶ τρίτῳ | ||
5 | μέρει μοίρας, οἵων ἐστὶν ὁ διὰ τῶν πόλων κύκλος | ||
2.2.26 | μοιρῶν τξʹ. διὰ δὴ τοῦτο ὁ γραφόμενος παράλληλος | ||
τῷ ἰσημερινῷ κύκλος διὰ τοῦ προειρημένου ἀστέρος τὴν ὑπὲρ γῆς περιφέρειαν ἔχει τοιούτων τμημάτων ιεʹ λείπουσαν κʹ μέρει ὡς ἔγγιστα, οἵων ἐστὶν ὅλος ὁ | 148 | ||
5 | κύκλος τμημάτων κδʹ. τὸ ἥμισυ ἄρα τῆς εἰρημένης περιφερείας, τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἕως δύσεως, τῶν αὐτῶν τμημάτων ἐστὶν ζʹ καὶ ὡς ἔγγιστα ἡμίσους. | ||
2.2.27 | ἀλλ’ ὁ εἰρημένος ἀστὴρ κεῖται ὡς κατὰ παράλληλον κύκλον περὶ 〈τὴν〉 αʹ μοῖραν τῶν Χηλῶν. δύνοντος ἄρα αὐτοῦ δεῖ μεσουρανεῖν ὡς κατὰ παράλληλον κύκλον 〈μέσην〉 τὴν κδʹ μοῖραν τοῦ Αἰγόκερω· ταύτης δὲ ἐπὶ | ||
5 | τοῦ παραλλήλου μεσουρανούσης δεῖ ἐν τῷ ζῳδιακῷ μεσουρανεῖν τὴν βʹ καὶ κʹ μοῖραν τοῦ Αἰγόκερω. ἀλλ’ ἐν τῷ ζῳδιακῷ τῆς βʹ καὶ κʹ τοῦ Αἰγόκερω μοίρας μεσουρανούσης, ἐν τῷ ὑποκειμένῳ ὁρίζοντι δεῖ ἀνα‐ | ||
2.2.28 | τέλλειν τὴν ϛʹ μάλιστα μοῖραν τοῦ Ταύρου. ἕκαστον γὰρ τῶν εἰρημένων ἀποδείκνυται διὰ τῶν γραμμῶν ἐν ταῖς καθόλου περὶ τῶν τοιούτων ἡμῖν συντεταγμέ‐ ναις πραγματείαις. ὁ ἄρα ἀριστερὸς ποὺς τοῦ Βοώτου | ||
2.2.29 | ἀντικαταδύνει τῇ ϛʹ μοίρᾳ τοῦ Ταύρου. ὅτι δὲ καὶ πρῶτος ὁ ἀριστερὸς ποὺς τοῦ Βοώτου δύνει, χωρὶς τοῦτ’ ἀποδέδεικται ἐν τῷ περὶ αὐτοῦ λόγῳ, φανερὸν δ’ ἂν εἴη καὶ ἐξ αὐτῆς τῆς θέσεως τοῦ Βοώτου· ὀρθὸς | ||
5 | γὰρ βεβηκὼς ὁ Βοώτης ἐγκλίνει τῇ θέσει οὕτως, ὥστε τὸν ἀριστερὸν πόδα, πολλῷ νοτιώτερον ὄντα τῆς κεφαλῆς, προηγεῖσθαι τοῦ διὰ τῶν πόλων καὶ τῆς κεφαλῆς αὐτοῦ γραφομένου κύκλου πλεῖον ἥμισυ καὶ τέταρτον μέρος ζῳδίου. | ||
2.2.30 | Περὶ δὲ τοῦ Ὠρίωνος συμφωνεῖ ὁ Εὔδοξος 〈τοῖς φαινομένοισ〉, ὑπολαμβάνων αὐτὸν τοῖς Διδύμοις ὅλον | ||
συνανατέλλειν. | 150 | ||
2.2.31 | Τοῦ δὲ Λέοντος ἀρχομένου ἀνατέλλειν ὁ μὲν Ἄρατός φησι τά τε 〈ἄλλα〉 σὺν τῷ Καρκίνῳ δεδυκέναι καὶ τὸν Ἀετόν, τοῦ δὲ Ἐνγόνασιν ἔτι τὸν ἀριστερὸν πόδα καὶ 〈τὸ〉 γόνυ ἀπολείπεσθαι, τὰ δὲ λοιπὰ δεδυκέναι. | ||
5 | ἀνατέλλειν δὲ τὴν κεφαλὴν τοῦ Ὕδρου, καὶ τὸν Λαγωόν, καὶ τὸν Πρόκυνα, καὶ τοὺς ἐμπροσθίους πόδας τοῦ | ||
2.2.32 | Κυνός. τῷ δὲ Ἀράτῳ ὁμοίως καὶ ὁ Εὔδοξος ἀπο‐ φαίνεται. τὰ οὖν εἰρημένα ἄστρα δῆλον ὅτι τῷ Καρκίνῳ κατ’ αὐτοὺς ἃ μὲν συνανατέλλει, ἃ δὲ ἀντι‐ καταδύνει. καὶ ἐπὶ τῶν ἄλλων ζῳδίων τὸ αὐτὸ διαλαμ‐ | ||
5 | βανέσθω. | ||
2.2.33 | Ἐν μὲν οὖν τοῖς λοιποῖς συμφωνοῦσι τοῖς φαινο‐ μένοις. τοῦ δ’ Ἐνγόνασιν οὐ μόνον τὸ ἀριστερὸν γόνυ καὶ ὁ ποὺς ἔτι ὑπὲρ γῆς ἐστιν, ἀλλὰ καὶ τὸ δεξιὸν γόνυ· δύνει γὰρ τοῦτο ἀνατελλούσης [τῆς τοῦ] | ||
2.2.34 | Λέοντος μοίρας ιϛʹ. ὁ δὲ Λαγωὸς οὐ μόνον τῷ Καρ‐ κίνῳ συνανατέλλει, ὡς ὁ Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τοῖς Διδύμοις· ἄρχεται μὲν γὰρ ἀνατέλλειν τῆς ζʹ καὶ κʹ μοίρας τῶν Διδύμων ἀναφερομένης, λήγει | ||
5 | δὲ ἀνατέλλων συνανατελλούσης αὐτῷ Καρκίνου μοίρας | ||
2.2.35 | ιβʹ μέσης. ὁ δὲ Κύων ὅλος τῷ Καρκίνῳ συνανατέλλει πλὴν τοῦ ἐν τῇ οὐρᾷ, καὶ οὐχ, ὡς ὁ Ἄρατός 〈φησιν〉, οἱ ἐμπρόσθιοι μόνον αὐτοῦ πόδες συνανατέλλουσι τῷ Καρκίνῳ. | ||
2.2.36 | Τῆς δὲ Παρθένου ἀρχομένης ἀνατέλλειν | ||
597 | Λύρη τότε (φησὶ) Κυλληναίη καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός· | ||
σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέχρι παρ’ αὐτὴν | 152 | ||
5 | 600 | οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται· δύνει δ’ Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν. ἀντέλλει δ’ Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρ’ αὐτὸν Κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς· | |
10 | 605 | ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατ’ αὐτόν, Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται. τῷ δὲ Ἀράτῳ τὰ αὐτὰ καὶ ὁ Εὔδοξος λέγει. καὶ μάλιστά γε ἐκ τούτων φανερός ἐστιν ὁ Ἄρατος ὡσανεὶ παραγράφων τὰ ὑπὸ τοῦ Εὐδόξου εἰρημένα. | |
2.2.37 | Ἐν μὲν οὖν τοῖς ἄλλοις συμφωνοῦσι τοῖς φαινο‐ μένοις. ὁ δὲ Ὀϊστὸς οὐ τῷ Λέοντι ἀντικαταδύνει μόνον, ἀλλὰ καὶ τῷ Καρκίνῳ· ἄρχεται μὲν γὰρ δύνειν ἀνατελλούσης μέσης τῆς ζʹ καὶ κʹ μοίρας τοῦ Καρκίνου, | ||
5 | λήγει δὲ δύνων ἀνατελλούσης μέσης τῆς βʹ μοίρας τοῦ | ||
2.2.38 | Λέοντος. ὁ δὲ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς οὐ τῷ Λέοντι ἄρχεται ἀντικαταδύνειν, ὡς οἱ περὶ τὸν Εὔδοξόν φασιν, ἀλλὰ τῇ Παρθένῳ· ὁ γὰρ ἡγούμενος μάλιστα καὶ νοτιώ‐ τατος τῶν ἐν αὐτῷ, ὃς δὴ καὶ λαμπρότατός ἐστι, δύνει | ||
5 | ἀνατελλούσης τῆς ζʹ μοίρας τῆς Παρθένου. | ||
2.2.39 | Τῆς δὲ Ἀργοῦς φησι τὴν πρύμναν μόνον συνανα‐ τέλλειν τῷ Λέοντι, καὶ αὐτὴν δεδιχοτομημένην κατὰ τὸν ἱστὸν ἀναφέρεσθαι, ἕως ἂν ὅλη ἡ Παρθένος ἀνα‐ | ||
2.2.40 | τείλῃ. ὁ μέντοι γε Ἄτταλος οὐ δυνάμενος κρατῆσαι τῆς διανοίας τοῦ ποιητοῦ, ἀλλ’ ὑπολαβὼν λέγειν αὐτὸν | ||
τῆς Παρθένου μελλούσης ἀνατέλλειν, ὅτι ἡ πρύμνα ἀνατέταλκεν ἕως μέσου τοῦ ἱστοῦ, φησὶ τὸ „ἅπασα“ | 154 | ||
2.2.41 | τῷ ἐσχάτῳ στίχῳ κενῶς προσκεῖσθαι. ἐκθέμενος γὰρ τῶν προειρημένων στίχων τοὺς ἐσχάτους [ρ], ἐπιφέρει ταυτί· „ἐν δὲ τούτοις τὸ ‘ἅπασα‘ προσαναπληρώματος „ἔχει τάξιν· εἴτε γὰρ ἐπὶ τὴν Ἀργὼ μεταβιβάσειέ τις | ||
5 | „αὐτό, ποιῶν τὸν λόγον τοιοῦτον· ‘ἡ δὲ πᾶσα θέει „γαίης ἱστὸν διχόωσα κατ’ αὐτόν, Παρθένος ἦμος „περαιόθεν ἄρτι γένηται‘, ὁμολογουμένως ἀναπληρώ‐ „ματος ἔχει τάξιν· εἴτ’ ἐπὶ τὴν Παρθένον, τὸ αὐτὸ „συμβήσεται, ἐὰν μή τις δέξηται, ὅτι ὅλην φησὶ τὴν | ||
2.2.42 | „Παρθένον ἀνατεταλκέναι· ὅπερ οὐ βούλεται λέγειν· εἰ „γὰρ ἡ Παρθένος ὅλη ἀνατέταλκε, δῆλον ὅτι αἱ Χηλαὶ „πρὸς τῷ ἀνατέλλειν εἰσί· κατὰ δὲ τοῦτον τὸν καιρὸν „ὅλην φησὶ τὴν Ἀργὼ ἀνατεταλκέναι, λέγων οὕτως· | ||
5 | 607 | „οὐδ’ ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι, „ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα, Βοώτης, „ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο· „Ἀργὼ δ’ εὖ μάλα πᾶσα μετήορος ἵσταται ἤδη.“ | |
2.2.43 | Δοκεῖ οὖν μοι πεπλανῆσθαι ὁ Ἄτταλος, οὐ συνιείς, ὅτι ἐπιθέτως λέγεται ὑπὸ τοῦ ποιητοῦ τὸ „ἱστὸν διχόωσα κατ’ αὐτόν“, καὶ οὐχ, ὅτι „ἀνατέλλει ἕως | ||
2.2.44 | μέσου τοῦ ἱστοῦ“. ὁ δὲ ἑξῆς λόγος ἐστὶ τοιοῦτος· τῆς Παρθένου ἀρχομένης ἀνατέλλειν ὅ τε Κύων ἀνατέταλκε καὶ ἡ πρύμνα τῆς Ἀργοῦς· αὐτὴ μέντοι, ἡμίσεια οὖσα | ||
ἕως τοῦ ἱστοῦ, ἀναφέρεται, ἕως ἂν ὅλη ἡ Παρθένος | 156 | ||
5 | ἀνατείλῃ. κέχρηται δὲ τούτῳ τῷ σχήματι τῆς ἐκφορᾶς ὁ Ἄρατος καὶ ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως· | ||
618 | τοῦ μὲν ἄρ’ οἴη κνήμη σὺν Χηλῇσι φαείνεται ἀμφοτέρῃσιν, αὐτὸς δ’ εἰς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ | ||
10 | Σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα τόξων· οἱ γάρ μιν φορέουσι. | ||
2.2.45 | Τῶν γὰρ Χηλῶν ἀρχομένων ἀνατέλλειν τὸν Βοώτην φησὶν ὅλον ἀνατεταλκέναι καὶ τὴν Ἀργώ, τοῦ δὲ Ὕδρου τὰ πρὸς τὴν οὐρὰν μόνον ὑπὸ γῆς εἶναι· ἀνατεταλκέναι δὲ τοῦ Ἐνγόνασι τὴν δεξιὰν κνήμην μόνον ἕως τοῦ | ||
5 | γόνατος, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα πλὴν τῆς ἀριστερᾶς χειρὸς 〈καὶ τῆς κεφαλῆσ〉 ὑπὲρ γῆν εἶναι τοῦ Σκορπίου πρὸς τῇ ἀνατολῇ ὄντος· τὴν δὲ ἀριστερὰν χεῖρα καὶ τὴν κεφαλὴν μετέωρον φαίνεσθαι τοῦ Τοξότου ἀνα‐ | ||
2.2.46 | τέλλοντος. ἀνατέλλειν δέ φησιν ἅμα ταῖς Χηλαῖς καὶ τὸ ἥμισυ τοῦ Στεφάνου καὶ τὴν οὐρὰν τοῦ Κενταύρου· δύνειν δὲ πάλιν τό τε σῶμα τοῦ Ἵππου ὅλον, καὶ τὴν οὐρὰν τοῦ Ὄρνιθος, καὶ τὴν κεφαλὴν τῆς Ἀνδρομέδας, | ||
5 | καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας, τοῦ δὲ Κηφέως „κεφαλήν τε καὶ χεῖρα καὶ ὤμουσ“, καὶ τὸ πλεῖστον μέρος τοῦ Ποταμοῦ. ὁμοίως δὲ καὶ ἐν τούτοις ὁ Ἄρατος τρόπον τινὰ παραγέγραφε τὰ τοῦ Εὐδόξου. | ||
2.2.47 | Τὰ μὲν οὖν λοιπὰ ὑπ’ αὐτῶν ὑγιῶς εἴρηται. περὶ δὲ τοῦ Κενταύρου ὁλοσχερῶς ἠγνοήκασιν· οὔτε γὰρ ἡ οὐρὰ αὐτοῦ καὶ καθόλου τὰ ὀπίσθια πρῶτα ἀνα‐ | ||
τέλλει, ἀλλὰ ὁ ἀριστερὸς ὦμος· πολλῷ γάρ ἐστι βορειό‐ | 158 | ||
5 | τερος· οὔτε τῇ Παρθένῳ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ ταῖς Χηλαῖς· ὁ γὰρ ἀριστερὸς ὦμος αὐτοῦ | ||
2.2.48 | συνανατέλλει τῇ ιʹ μοίρᾳ τῶν Χηλῶν. τῆς δὲ Ἀνδρο‐ μέδας οὐ μόνον ἡ κεφαλὴ δέδυκε τῶν Χηλῶν πρὸς | ||
2.2.49 | τῇ ἀνατολῇ οὐσῶν, ἀλλὰ καὶ αἱ χεῖρες ἀμφότεραι. τὸ δὲ Κῆτος οὐ τῇ Παρθένῳ ἄρχεται ἀντικαταδύνειν, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Λέοντι· τῶν γὰρ ἐν τῇ οὐρᾷ αὐτοῦ δύο λαμπρῶν ὁ μὲν νοτιώτερος ἀντικαταδύνει | ||
5 | μέσῃ τῇ ζʹ καὶ κʹ μοίρᾳ τοῦ Λέοντος· τὸ μέντοι γε λοιπὸν σῶμα τοῦ Κήτους οὐχ ὅλον τῇ Παρθένῳ ἀντι‐ καταδύνει, ἀλλ’ ἕως τῆς λοφίας, ὡς ὁ Ἄρατός φησι. | ||
2.2.50 | τοῦ δὲ Κηφέως ἡ κεφαλὴ μόνον δύνει· οἱ δὲ ὦμοι αὐτοῦ ἐν τῷ ἀεὶ φανερῷ τμήματι κεῖνται, καθάπερ προειρήκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο ἀγνοοῦσιν, ἀλλὰ καὶ καθ’ ὅ φασι τῇ Παρθένῳ ἀντικαταδύνειν | ||
5 | τὴν κεφαλὴν αὐτοῦ· οὐ γὰρ τῇ Παρθένῳ, ἀλλὰ ταῖς Χηλαῖς ἄρχεται ἀντικαταδύνειν· ὁ γὰρ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης [τῶν] Χηλῶν ηʹ μοίρας [τῆς] μέσης. | ||
2.2.51 | Τοῦ δὲ Σκορπίου ἀρχομένου ἀνατέλλειν ὁ Ἄρατός φησι δύνειν μὲν τά τε λοιπὰ μέρη τοῦ Ποταμοῦ, καὶ τὰ λοιπὰ μέρη τῆς Ἀνδρομέδας καὶ τοῦ Κήτους, καὶ τοῦ Κηφέως τὰ ἀπὸ τῶν ὤμων μέχρι τῆς ζώνης, καὶ | ||
5 | τὴν Κασσιέπειαν ὅλην πλὴν τὸ ἀπὸ τῶν ποδῶν ἕως | ||
2.2.52 | τῶν γονάτων. ἀνατέλλειν δέ φησι τό τε λοιπὸν τοῦ Στεφάνου, καὶ τὴν οὐρὰν τοῦ Ὕδρου, καὶ τοῦ Κενταύ‐ ρου τὸ λοιπὸν σῶμα πλὴν τῶν ἐμπροσθίων ποδῶν. | ||
ἀνατέλλειν δέ φησι καὶ τὸ Θηρίον, ὃ ἔχει ὁ Κένταυρος, | 160 | ||
5 | καὶ τοῦ Ὀφιούχου τὴν κεφαλὴν καὶ τὰς χεῖρας, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, τὴν κεφαλὴν ἕως τῆς πρώτης σπείρας, καὶ τοῦ Ἐνγόνασι τὰ λοιπὰ πλὴν τῆς | ||
2.2.53 | κεφαλῆς καὶ τῆς ἀριστερᾶς χειρός. ὁ δὲ Εὔδοξος τὰ μὲν λοιπὰ ὁμοίως ἀναγράφει· τὴν δὲ κεφαλὴν τοῦ Ὀφιούχου οὐ γράφει ἀνατέλλειν, ἀλλὰ τὴν ἀριστερὰν μόνον χεῖρα· τὰ δὲ ἄλλα καὶ τὸ Θηρίον οὐ τοῦ | ||
5 | Σκορπίου, ἀλλὰ τοῦ Τοξότου ἀνατέλλοντος ὑπὲρ γῆν [καὶ] φαίνεσθαι. | ||
2.2.54 | Καὶ τὰ μὲν ἄλλα συμφώνως ἀναγράφουσι τοῖς φαινομένοις. τὸ δὲ Θηρίον οὐ ταῖς Χηλαῖς 〈μόνον συνανατέλλει, ὡς ὁ Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τῷ Σκορπίῳ· ἄρχεται μὲν γὰρ ἀνατέλλειν τῆς αʹ καὶ κʹ | ||
5 | μοίρας τῶν Χηλῶν ἀναφερομένης,〉 τὸ δὲ λοιπὸν τῷ Σκορπίῳ μέσῳ μάλιστα συναναφέρεται, ὡς καὶ ὁ Εὔδοξός φησι. δῆλον ὅτι καὶ ταῖς Χηλαῖς μέρος τι | ||
2.2.55 | αὐτοῦ δεῖ κατὰ τὸν Εὔδοξον συνανατέλλειν. ὁ δὲ Ἄρατος ἀγνοεῖ ἐν τοῖς περὶ τὸν Ὀφιοῦχον· ἡ γὰρ ἀριστερὰ χεὶρ αὐτοῦ μόνον ταῖς Χηλαῖς συνανατέλλει, ἡ δὲ κεφαλὴ καὶ ἡ δεξιὰ χεὶρ τῷ Σκορπίῳ. | ||
2.2.56 | Τοῦ δὲ Τοξότου μέλλοντος ἀνατέλλειν ὁ Ἄρατός φησι τὴν κεφαλὴν τοῦ Ἐνγόνασι καὶ τὴν ἀριστερὰν χεῖρα ἀνατεταλκέναι, καὶ τὸ σῶμα τοῦ Ὀφιούχου, καὶ τὴν οὐρὰν τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, καὶ τὴν | ||
5 | Λύραν, καὶ τοῦ Κηφέως τὰ ἀπὸ τῆς κεφαλῆς ἕως τοῦ | ||
2.2.57 | στήθους. δύνειν δέ φησι τόν τε Κύνα ὅλον, καὶ τὸν Ὠρίωνα, καὶ τὸν Λαγωόν, καὶ τοῦ Ἡνιόχου τὰ ἀπὸ τῶν ποδῶν ἕως τῆς ζώνης μέρη· τὴν δὲ Αἶγά φησι | ||
καὶ τοὺς Ἐρίφους, ὧν ἐστιν ἡ μὲν ἐπὶ τοῦ ἀριστεροῦ | 162 | ||
5 | ὤμου, οἱ δ’ ἐν τῇ ἀριστερᾷ χειρί, ἔτι δὲ τὴν κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα τῷ Τοξότῃ ἀντικαταδύνειν, τὰ δὲ πρὸς τοὺς πόδας τῷ Σκορπίῳ. δύνειν δέ φησι καὶ τὸν Περσέα χωρὶς τοῦ δεξιοῦ γόνατος καὶ τοῦ ποδός, καὶ τῆς Ἀργοῦς τὴν πρύμναν. | ||
2.2.58 | Ἐν δὲ τούτοις τὰ μὲν ἄλλα συμφωνεῖ τοῖς φαινο‐ μένοις. ἡ δὲ ἀριστερὰ χεὶρ τοῦ Ἐνγόνασι ταῖς Χηλαῖς συνανατέλλει, καὶ οὐ τῷ Σκορπίῳ· καὶ γὰρ αὐτὸς ὁ ἀριστερὸς ὦμος αὐτοῦ πολὺ προηγούμενος τῆς χειρὸς | ||
5 | ὡσανεὶ διωργυιωμένου αὐτοῦ, καθάπερ καὶ αὐτὸς ὁ Ἄρατός φησι, τῇ γʹ μοίρᾳ τοῦ Σκορπίου συνανατέλλει. οὐχ ἡ κεφαλὴ οὖν μόνον αὐτοῦ τῷ Σκορπίῳ συνανα‐ φέρεται. διὸ καὶ ἐν τοῖς πρότερον περὶ τὴν τοῦ Σκορπίου ἀνατολὴν ἀγνοεῖ λέγων· | ||
10 | 672 | κάρη δ’ ἑτέρης μετὰ χειρὸς τόξῳ ἀνέλκονται. | |
2.2.59 | κατηκολούθηκε δὲ καὶ κατὰ τοῦτο τῷ Εὐδόξῳ. διαφω‐ νοῦσι δὲ πρὸς τὸ φαινόμενον καὶ ἐν τοῖς περὶ τοῦ Κηφέως· ἥ τε γὰρ κεφαλὴ αὐτοῦ μόνον δύνει καὶ ἀνατέλλει, οἱ δὲ ὦμοι καὶ τὸ στῆθος ἐν τῷ ἀεὶ φανερῷ | ||
5 | τμήματι φέρονται· χωρίς τε τούτων τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ ἀστέρων ὁ μὲν προηγούμενος τῇ ηʹ καὶ κʹ μοίρᾳ τοῦ Σκορπίου συνανατέλλει, ὁ δὲ ἔσχατος ἀναφερόμενος καὶ νοτιώτερος ὢν τῶν ἐν τῇ κεφαλῇ συνανατέλλει [τοῦ] Τοξότου ϛʹ μοίρᾳ μέσῃ, ὥστε | ||
10 | μὴ μόνον τῷ Σκορπίῳ τὴν κεφαλὴν τοῦ Κηφέως | ||
2.2.60 | συνανατέλλειν, ἀλλὰ καὶ τῷ Τοξότῃ. ὁ δὲ Περσεὺς | ||
ὅλος τῷ Σκορπίῳ ἀντικαταδύνει καὶ οὐχ, ὡς οὗτοί φασιν, ὁ δεξιὸς ποὺς καὶ τὸ δεξιὸν γόνυ τῷ Τοξότῃ | 164 | ||
2.2.61 | ἀντικαταφέρεται. ἠγνοήκασι δὲ καὶ τὰ περὶ τὴν Ἀργώ· ἄρχεται γὰρ ἀντικαταδύνειν οὐ τῷ Σκορπίῳ, ἀλλὰ μέσαις ταῖς Χηλαῖς. ἔδει οὖν ἀρχομένου τοῦ Σκορπίου ἀνατέλλειν λέγειν τὴν τῆς Ἀργοῦς πρύμναν δεδυκέναι, | ||
5 | καὶ μὴ τοῦ Τοξότου ἀναφερομένου. | ||
2.3.1 | Πάλιν δὲ τοῦ Αἰγόκερω πρὸς τῇ ἀνατολῇ ὄντος, τῷ Τοξότῃ φασὶν ἀντικαταδύνειν τήν τε Ἀργὼ ὅλην καὶ τὸν Πρόκυνα, συνανατέλλειν δὲ τόν τε Ὄρνιθα, καὶ τὸν Ἀετόν, καὶ τὸν Ὀϊστόν, καὶ τὸ Θυμιατήριον. | ||
2.3.2 | Τὰ μὲν οὖν ἄλλα συμφώνως ὑπ’ αὐτῶν λέγεται τοῖς φαινομένοις. τὰ δὲ κατὰ τὸν Ὄρνιθα ἠγνόηται μὲν ὑπ’ ἀμφοτέρων, μᾶλλον δὲ ὑπὸ τοῦ Ἀράτου. ὁ μὲν γὰρ Εὔδοξος τῷ Σκορπίῳ φησὶ συνανατέλλειν τὴν | ||
5 | δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος, τῷ δὲ Τοξότῃ τὸ λοιπὸν αὐτοῦ σῶμα. ἐξ ὧν δῆλον ὅτι τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος κατὰ τὸν Εὔδοξον δεῖ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου συναναφέρεσθαι. ὁ δὲ Ἄρατός | ||
2.3.3 | φησι τῷ Τοξότῃ μόνον συνανατέλλειν αὐτόν. τῇ δὲ ἀληθείᾳ οἱ μὲν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι τοῦ Ὄρνιθος τοῖς ἐσχάτοις μέρεσι τῶν Χηλῶν συνανατέλλουσιν· ὁ δὲ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι, ὃς δὴ καὶ ἔσχατος ἀνα‐ | ||
5 | τέλλει, τῇ βʹ καὶ κʹ μοίρᾳ τοῦ Τοξότου συναναφέρεται. | ||
2.3.4 | Τοῦ δὲ Ὑδροχόου ἀρχομένου ἀνατέλλειν φησὶ συν‐ ανατεταλκέναι τῷ Αἰγόκερῳ τοῦ Ἵππου τήν τε κεφαλὴν | ||
καὶ τοὺς πόδας, δύνειν δὲ τὰ ὀπίσθια τοῦ Κενταύρου, καὶ τοῦ Ὕδρου τὸ ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης | 166 | ||
5 | σπείρας. ὁ δὲ Εὔδοξός φησι καὶ τὴν Κασσιέπειαν ἀνατέλλειν καὶ τὸν Δελφῖνα. | ||
2.3.5 | Ἃ μὲν οὖν κοινῇ εἰρήκασι, σχεδὸν συμφωνεῖ τοῖς φαινομένοις, πλὴν ὅτι ἡ κεφαλὴ τοῦ Ὕδρου τοῖς ἐσχάτοις μέρεσι τοῦ Τοξότου ἄρχεται ἀντικαταδύνειν, καὶ οὐ τῷ Αἰγόκερῳ. τοῦ δὲ Ἵππου οὐ μόνον ἡ κεφαλὴ καὶ | ||
5 | οἱ πόδες ἀνατετάλκασιν, ἀλλὰ καὶ οἱ ὦμοι καὶ τὸ στῆθος. | ||
2.3.6 | Παρέχει δέ τισιν ἐπίστασιν, πῶς ἐπὶ τῶν ἄλλων ζῳδίων ὁ Ἄρατος τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτιθέ‐ μενος καὶ οὕτως τὰς τῶν ἄλλων ἄστρων ἀνατολὰς καὶ δύσεις διασαφῶν τὸν Ὑδροχόον μέσον ἀνατέλλειν ὑπο‐ | ||
5 | τίθεται, λέγων οὕτως· | ||
693 | Ἵππος δ’ Ὑδροχόοιο μέσον περιτελλομένοιο ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται. | ||
2.3.7 | τούτου δ’ ἀπορουμένου ὁ Ἄτταλός φησιν ἁμάρτημα εἶναι, δεῖν δὲ γράφειν οὕτως· „Ἵππος δ’ Ὑδροχόοιο νέον περιτελλομένοιο.“ λανθάνει δὲ τόν τε Ἄτταλον καὶ τοὺς ἄλλους τὸ βούλημα τοῦ ποιητοῦ, τάχα δὲ καὶ | ||
5 | τὸ φαινόμενον. ὁ γὰρ Ὑδροχόος, τῇ θέσει κείμενος ἀπὸ μεσημβρίας πρὸς ἄρκτους, τὰ μὲν κατὰ τὸ στῆθος καὶ τὴν κεφαλὴν μέρη πολὺ ἐκπίπτοντα τοῦ ζῳδιακοῦ κύκλου εἰς τὸ πρὸς ἄρκτους μέρος, τὰ δὲ κατὰ τοὺς πόδας νοτιώτερα ἔχει τοῦ ζῳδιακοῦ κύκλου· ἐν δὲ τῷ | ||
2.3.8 | ζῳδιακῷ τὰ μέσα αὐτοῦ κεῖται. ἐπεὶ οὖν τὰ δωδεκατη‐ μόρια τοῦ ζῳδιακοῦ κύκλου ὑποτίθεται ἀναφερόμενα, | ||
διὰ τοῦτο ὁ Ἄρατος λέγει τοῦ Ὑδροχόου κατὰ μέσον τὸ σῶμα ἀνατέλλοντος „ὁ Ἵππος ποσσί τε καὶ κεφαλῇ | 168 | ||
5 | ἀνελίσσεται“, καὶ οὐχὶ τὸ μέσον τοῦ ἐν τῷ δωδεκατη‐ μορίῳ μήκους, ὡς οἵ τε πολλοὶ καὶ ὁ Ἄτταλος ἐκδέχεται. | ||
2.3.9 | ἀναγκαῖον οὖν εἶναι δοκεῖ μοι, μὴ μετατιθέναι τὸν στίχον, ὡς ὁ Ἄτταλος ὑποδεικνύει, ἐν πᾶσί γε δὴ τοῖς ἀντιγράφοις οὕτως αὐτοῦ γραφομένου. | ||
2.3.10 | Ὁ δὲ Εὔδοξος ἀγνοεῖ περί τε τῆς Κασσιεπείας καὶ τοῦ Δελφῖνος· οὐ γὰρ τῷ Αἰγόκερῳ συνανατέλλουσιν, ἀλλ’ ἡ μὲν Κασσιέπεια τοῖς δυσί, τῷ τε Τοξότῃ καὶ τῷ Αἰγόκερῳ· ἄρχεται μὲν γὰρ συνανατέλλειν τῇ αʹ | ||
5 | καὶ κʹ μοίρᾳ τοῦ Τοξότου, ἔσχατον δὲ συνανατέλλει τῇ ιβʹ μοίρᾳ τοῦ Αἰγόκερῳ. ὁ δὲ Δελφὶς ὅλος τῷ Τοξότῃ συνανατέλλει ἀπὸ 〈μέσησ〉 τῆς κʹ αὐτοῦ μοίρας ἕως 〈μέσησ〉 τῆς κδʹ. | ||
2.3.11 | Τῆς δὲ ἀρχῆς τῶν Ἰχθύων ἀνατελλούσης ὁ μὲν Ἄρατός φησι δεδυκέναι τά τε λοιπὰ τοῦ Ὕδρου καὶ τὸν Κένταυρον, ἀνατεταλκέναι δὲ τὸν Νότιον Ἰχθὺν οὐχ ὅλον, ἀλλὰ παρὰ μικρόν, καὶ τῆς Ἀνδρομέδας τὰ | ||
2.3.12 | δεξιὰ μέρη κατὰ μῆκος. ὁ δὲ Εὔδοξος ἐν μὲν τῷ ἑνὶ συντάγματι, ᾧ δὴ καὶ ὁ Ἄρατος κατακολουθεῖ, καὶ τοῦ Περσέως τὴν δεξιὰν χεῖρά φησιν ἀνατέλλειν, ἐν δὲ τῷ Ἐνόπτρῳ, ὅλον αὐτὸν ἀνατεταλκέναι πλὴν μικροῦ | ||
5 | τινος· τοῦ δὲ Ὕδρου τὸ μέχρι πρὸς τὸν Κόρακα δύνειν. | ||
2.3.13 | Δοκεῖ δέ μοι ὁ Εὔδοξος περὶ τοῦ Περσέως κατὰ τοῦτο μόνον διαφωνεῖν πρὸς τὸ φαινόμενον, καθ’ ὅσον φησὶν αὐτοῦ μόνον τὴν δεξιὰν χεῖρα συνανατέλλειν τῷ Ὑδροχόῳ· τὸ γὰρ ἥμισυ σχεδὸν αὐτοῦ μέρος τῷ | ||
5 | Ὑδροχόῳ συνανατέλλει. ὁ γοῦν ἐν μέσῳ τῷ σώματι | ||
λαμπρὸς ἱκανῶς ἀστὴρ 〈τῇ〉 ζʹ καὶ κʹ μοίρᾳ τοῦ | 170 | ||
2.3.14 | Ὑδροχόου συναναφέρεται. ὁ δὲ Ἄρατος ἀγνοεῖ, τὸν Ὕδρον ὅλον τῷ Ὑδροχόῳ ὑπολαμβάνων ἀντικαταδύνειν. ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ ὑπὲρ τὴν κεφαλὴν τοῦ Κενταύ‐ ρου κείμενος δύνει ἀνατελλούσης τῆς ιαʹ μοίρας τῶν | ||
5 | Ἰχθύων. βέλτιον οὖν ὁ Εὔδοξος ἀποφαίνεται, λέγων | ||
2.3.15 | τοῦ Ὕδρου τὴν οὐρὰν ἔτι ὑπολείπεσθαι. περὶ δὲ τοῦ Κενταύρου ἀμφότεροι ἀγνοοῦσιν. οὐ γὰρ ὅλος ἀντι‐ καταδέδυκε τῶν Ἰχθύων ἀρχομένων ἀναφέρεσθαι, ἀλλ’ ἔτι αὐτοῦ τὰ ἐμπρόσθια ὑπὲρ τὸν ὁρίζοντά ἐστιν· ἡ | ||
5 | γὰρ κεφαλὴ καὶ ὁ δεξιὸς ὦμος αὐτοῦ τοῖς Ἰχθύσιν | ||
2.3.16 | ἀντικαταδύνει. διαφωνοῦσι δὲ ἀμφότεροι πρὸς τὸ φαινόμενον καὶ περὶ τοῦ Νοτίου Ἰχθύος, ὅλον αὐτὸν ἔγγιστα τῷ Ὑδροχόῳ ὑπολαμβάνοντες συνανατέλλειν. τοὐναντίον γὰρ τὸ πλεῖστον αὐτοῦ μέρος τοῖς Ἰχθύσι | ||
5 | συναναφέρεται· ὁ μὲν γὰρ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ τῇ γʹ μοίρᾳ τῶν Ἰχθύων συνανατέλλει, ὁ δὲ ἐν τᾷ ῥύγχει λαμπρὸς 〈μέσῃ〉 τῇ αʹ καὶ κʹ μοίρᾳ τῶν Ἰχθύων. | ||
2.3.17 | περὶ δὲ τῆς Ἀνδρομέδας ὁλοσχερῶς ἠγνοήκασιν ἀμφό‐ τεροι· οὐ γὰρ τῷ Ὑδροχόῳ καὶ τοῖς Ἰχθύσι συνανα‐ τέλλει, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Αἰγόκερῳ καὶ τῷ Ὑδροχόῳ· πρώτη μὲν γὰρ ἡ δεξιὰ χεὶρ αὐτῆς συνανα‐ | ||
5 | τέλλει μέσῳ μάλιστα τῷ Αἰγόκερῳ, ἐσχάτη δὲ ἡ ἀριστερὰ συναναφέρεται 〈μέσῃ〉 τῇ δʹ καὶ κʹ μοίρᾳ τοῦ Ὑδροχόου. | ||
2.3.18 | Περὶ δὲ τῆς τοῦ Κριοῦ ἀνατολῆς ὁ Ἄρατος λέγων τὰ μὲν δεξιά φησι τῆς Ἀνδρομέδας οἱ Ἰχθύες | ||
708 | αὐτοὶ ἐφέλκονται, τὰ δ’ ἀριστερὰ νειόθεν ἕλκει Κριὸς ἀνελκόμενος. τοῦ καὶ περιτελλομένοιο | ||
5 | ἑσπερόθεν κεν ἴδοιο Θυτήριον, αὐτὰρ ἐν ἄλλῃ Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους· αὐτὴ δὲ ζώνη καί κ’ ἀμφήριστα πέλοιτο ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρῳ. | 172 | |
2.3.19 | γράφεται μὲν οὕτως ὁ ἔσχατος στίχος· εἰκὸς μέντοι γε ἠγνοῆσθαι τὸ „λήγοντι“. ἐξ ἀρχῆς γὰρ πάντων τῶν ζῳδίων τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτίθεται, καὶ οὐχὶ μεσοῦντα ἢ λήγοντα· ἐπὶ γὰρ τῶν ἄλλων ἄστρων | ||
5 | τινὰ μὲν μέρη μεσούντων τῶν ζῳδίων, τινὰ δ’ ἀρχο‐ | ||
2.3.20 | μένων ἢ ληγόντων δύνει ἢ ἀνατέλλει. ὅθεν καὶ ὁ Ἄτταλος κατά γε τοῦτο ὀρθῶς συνεώρακε τὸ ἀγνόημα· καὶ δεῖ τοι ἢ ὡς ἐκεῖνός φησι γράφεσθαι· „ἢ Κριῷ ἀνιόντι φαείνεται ἢ ἐπὶ Ταύρῳ,“ ἢ νὴ Δία, οὕτως· | ||
5 | „ἢ Κριῷ λήγουσα φαείνεται,“ ὥστε τὸ „λήγουσα“ | ||
2.3.21 | ἐπὶ τὴν ζώνην ἀναφέρεσθαι. λέληθε μέντοι γε αὐ‐ τὸν τὸ βούλημα τοῦ ποιητοῦ καὶ ἐν τούτοις· λέγει γὰρ οὕτως· „ἡμεῖς μέντοι καὶ ἐπὶ τούτῳ τῷ τε „ποιητῇ συμφώνως καὶ τοῖς φαινομένοις ἀκολούθως | ||
5 | „οἰόμεθα δεῖν γράφεσθαι τὸ ποίημα τὸν τρόπον „τοῦτον· | ||
712 | „αὐτὴ δὲ ζώνη καί κ’ ἀμφήριστα πέλονται „ἢ Κριῷ ἀνιόντι φαείνεται ἢ ἐπὶ Ταύρῳ, „σὺν τῷ πασσυδίῃ ἀνελίσσεται. | ||
2.3.22 | „ἐπεὶ γὰρ μέλλοντος μὲν τοῦ Κριοῦ ἀνατέλλειν ὁ | ||
„Περσεὺς ὁμολογουμένως μέχρι τῶν ὤμων ἐκφανὴς „γίνεται, ἅμα δὲ τῷ ἄρξασθαι ἀναφέρεσθαι τὸν Κριὸν „εὐθέως ἔκδηλος ἡ τοῦ Περσέως ζώνη γίνεται διὰ | 174 | ||
5 | „τὸ βραχὺ παντελῶς παραλλάσσειν τῆς τοῦ Κριοῦ „ἀρχῆς τὴν φάσιν αὐτῆς, διστάζει, πότερον κατὰ τὴν „τοῦ Κριοῦ μέλλοντος ἀνατέλλειν ἀρχὴν ὑποθῆται „〈αὐτὴν〉 φανερὰν ἤδη γίνεσθαι, ἢ ἐπὶ τὸ μᾶλλον „ὁμολογούμενον ἔλθῃ, διότι τοῦ Ταύρου μέλλοντος | ||
10 | „ἀναφέρεσθαι ἐκφανής ἐστι τοῦ Περσέως ἡ ζώνη μετὰ | ||
2.3.23 | „τοῦ λοιποῦ σώματος. καὶ τοῦτον τὸν τρόπον γραφο‐ „μένου τοῦ ποιήματος τά τε φαινόμενα σωθήσεται, „καὶ τὰ περὶ τῆς ζώνης ὁ ποιητὴς οὐ μόνον ἐμπείρως, „ἀλλὰ καὶ ἀκριβῶς ἐξηγούμενος ἂν φαίνοιτο.“ | ||
2.3.24 | Πρῶτον μὲν οὖν ἐν τούτοις ὁ Ἄτταλος ἀγνοεῖ, νομίζων ἐπὶ τοσοῦτον τὴν ἀκρίβειαν ἐν τοῖς Φαινο‐ μένοις ὑπὸ Ἀράτου διειλῆφθαι, ὥστε περὶ αὐτῶν τῶν ἐν τῇ ζώνῃ τοῦ Περσέως ἀστέρων διστάζειν αὐτόν, | ||
5 | πότερον τῆς ἀρχῆς τοῦ Κριοῦ ἐπ’ ἀνατολῆς οὔσης καὶ αὐτὴ ἤδη φανερά ἐστι σὺν τοῖς ὤμοις καὶ τῇ κεφαλῇ | ||
2.3.25 | ἢ μετ’ ὀλίγον. χωρὶς γὰρ τοῦ ὁλοσχερῶς μὴ μόνον τὸν Ἄρατον, ἀλλὰ καὶ τὸν Εὔδοξον ἐν τοῖς Φαινομένοις ἀναστρέφεσθαι, καθάπερ ἐπιδεδείχαμεν, ἔτι καὶ οὐ μόνον ἐπὶ τῆς τοῦ Περσέως ζώνης τοῦτ’ ἂν παρὰ τῷ | ||
5 | Ἀράτῳ διστάζοιτο, ἀλλὰ καὶ ἐπὶ πάντων 〈τῶν〉 δυσὶν | ||
2.3.26 | ἢ καὶ πλείοσι ζῳδίοις συνανατελλόντων. τελέως δ’ ἀγνοεῖν δόξειεν 〈ἂν〉 ὁ Ἄτταλος καὶ τὰ φαινόμενα, | ||
ὑπολαμβάνων κατὰ ἀλήθειαν οὕτως εἶναι δισταζόμενα 〈τὰ〉 περὶ τὴν ζώνην τοῦ Περσέως, καθάπερ προ‐ | 176 | ||
5 | είρηκεν. οὐ γὰρ μόνον ἡ ζώνη τοῦ Περσέως φαίνεται ὑπὲρ γῆν τοῦ Κριοῦ ἀρχομένου ἀνατέλλειν, ἀλλὰ καὶ ὅλος σχεδὸν ὁ Περσεὺς πλὴν τοῦ ἀριστεροῦ ποδὸς καὶ | ||
2.3.27 | τοῦ γόνατος. ὁ μὲν γὰρ δεξιὸς αὐτοῦ ποὺς συνανατέλλει τῇ ηʹ μοίρᾳ τῶν Ἰχθύων, ὁ δὲ ἐν τῷ δεξιῷ γόνατι τῇ ζʹ μοίρᾳ· ὁ δὲ ἐν τῷ γοργονίῳ καὶ τῇ ἀριστερᾷ χειρὶ κείμενος λαμπρὸς ἀστήρ, ὃς μικρὸν προηγεῖται | ||
5 | τοῦ ἀριστεροῦ μηροῦ, τῇ ιγʹ μοίρᾳ τῶν Ἰχθύων συνανα‐ φέρεται. μόνη δὲ αὐτοῦ ἡ ἀριστερὰ κνήμη τῷ Κριῷ | ||
2.3.28 | συνανατέλλει. δῆλον οὖν ὅτι ἀγνοεῖ, λέγων τά τε φαινό‐ μενα σωθήσεσθαι καὶ τὸν Ἄρατον ἐμπείρως καὶ ἀκριβῶς τὰ περὶ τῆς τοῦ Περσέως ζώνης φανεῖσθαι ἐξηγούμενον. | ||
2.3.29 | Δοκεῖ δέ μοι διηπορῆσθαι ὁ Ἄρατος παρὰ τὴν αὐτὴν αἰτίαν, παρ’ ἣν καὶ ὁ Εὔδοξος, ᾧ κατηκολού‐ θηκεν ὁ Ἄρατος. ἐν μὲν γὰρ τῷ συντάγματι τῷ περὶ τῶν φαινομένων γράφει, ὅτι τοῖς Ἰχθύσι συνανατέλλει | ||
5 | τὰ δεξιὰ τοῦ Περσέως, ὥστε τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῇ ἀνατολῇ οὔσης τὰ δεξιὰ μόνον τοῦ Περσέως μέρη κατ’ αὐτὸν ὑπὲρ γῆν φαίνεσθαι· ἐν δὲ τῷ ἑτέρῳ συντάγματι, ὃ ἐπιγράφεται „Ἔνοπτρον“, τοῖς Ἰχθύσι | ||
2.3.30 | φησὶν αὐτὸν ὅλον πλὴν ὀλίγου συνανατέλλειν. ἐν πᾶσιν οὖν σχεδὸν τοῖς περὶ τὰς ἀνατολὰς τῶν ἄστρων συμφωνούντων ἀλλήλοις τῶν δύο συνταγμάτων, περὶ δὲ τοῦ Περσέως διαφόρου τῆς ἀναγραφῆς οὔσης, | ||
5 | εὐλόγως ὁ Ἄρατος, διαπορῶν, ποίᾳ τις κατακολουθήσει ἀποφάσει, ἀμφήριστόν φησιν εἶναι καὶ δισταζόμενον, πότερον καὶ ἡ ζώνη τοῦ Περσέως μετὰ τῶν ὤμων καὶ | ||
τῆς κεφαλῆς τοῦ Κριοῦ ἀνατέλλοντος μετέωρος φαίνεται ἢ τοῦ Ταύρου ἀναφερομένου, ὡς τὸ ἕτερον τῶν τοῦ | 178 | ||
2.3.31 | Εὐδόξου συνταγμάτων περιέχει. οὐ παρὰ τὸ τῇ αἰσθήσει οὖν δύσκριτον εἶναι διὰ μικρότητα τῆς διαφορᾶς, ὡς ὁ Ἄτταλος ὑπέλαβεν, ἀμφήριστόν φησιν εἶναι, πότερον ἡ ζώνη τοῦ Περσέως ὑπὲρ γῆν ἤδη φαίνεται τῆς ἀρχῆς | ||
5 | τοῦ Κριοῦ πρὸς τῷ ὁρίζοντι οὔσης, ἢ ἀρχομένου ἤδη ἀνατέλλειν τοῦ Ταύρου, τότε καὶ αὐτὴ ἀναφέρεται, ἀλλὰ 〈παρὰ〉 τὸ μὴ ἔχειν εἰπεῖν διὰ τὸ ἑκατέρως παρα‐ δεδόσθαι. | ||
2.3.32 | Διχῶς δὲ γραφομένου, ἐν μέν τισιν ἀντιγράφοις „καὶ κ’ ἀμφήριστα πέλοιτο“, ἐν δέ τισι „καὶ κ’ ἀμφή‐ ριστα πέλονται“, δεῖ γράφειν „πέλοιτο“, καὶ οὐχ, ὡς ὁ Ἄτταλος, „πέλονται“. τῷ γὰρ ἂν συνδέσμῳ τὸ | ||
5 | „πέλοιτο“ καταλλήλως λέγεται. οὐδὲ γὰρ περισπᾶσθαι δεῖ διὰ τὸ πληθυντικῶς ἐκφέρεσθαι τὸ „ἀμφήριστα“· σύνηθες γάρ ἐστι τὸ σχῆμα τοῦτο τῆς ἐκφορᾶς. | ||
2.3.33 | Τῆς δὲ ἀρχῆς τοῦ Ταύρου ἀνατελλούσης φησὶν ὁ Ἄρατός τε καὶ ὁ Εὔδοξος τὸν Περσέα ὅλον φαίνεσθαι ὑπὲρ γῆν, καὶ τοῦ Ἡνιόχου τὴν ἀριστερὰν χεῖρα, ἐν ᾗ οἱ Ἔριφοι κεῖνται, καὶ τὸν ἀριστερὸν πόδα, καὶ τοῦ | ||
5 | Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας. δεδυκέναι δέ φησι τοῦ Βοώτου τι μέρος. | ||
2.3.34 | Ἀγνοοῦσιν οὖν τὰ ἀριστερὰ μόνον ὑπολαμβάνοντες τοῦ Ἡνιόχου τῷ Κριῷ συνανατέλλειν· ὁ μὲν γὰρ δεξιὸς ὦμος αὐτοῦ τῇ βʹ καὶ κʹ μοίρᾳ τοῦ Κριοῦ συνανα‐ φέρεται, ὁ δὲ βορειότερος τῶν ἐν τῇ κεφαλῇ ἔτι πρό‐ | ||
5 | τερον τοῖς Ἰχθύσι συνανατέλλει, ὥστε καὶ κατὰ τοῦτο ἀγνοεῖν αὐτούς, λέγω δέ, καθ’ ὅσον ὑπολαμβάνουσι | ||
πρώτως τῷ Κριῷ τὸν Ἡνίοχον συναναφέρεσθαι. | 180 | ||
2.3.35 | ὁμοίως δὲ κατὰ δύο τρόπους καὶ τὰ περὶ τοῦ Κήτους ἠγνοήκασιν. οὔτε γὰρ τῷ Κριῷ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ τοῖς Ἰχθύσιν· οὔτε ἕως τῆς λοφίας μόνον ἀναφέρεται σὺν τῷ Κριῷ, ἀλλὰ ὅλον σχεδὸν | ||
5 | πλὴν τῶν ἐν τῇ κεφαλῇ ὁ ἐν ἄκρῳ τῷ χελυνίῳ λαμπρός. | ||
2.3.36 | ὅτι γε μὴν οὐδὲ ὁ Βοώτης τῷ Κριῷ ἄρχεται ἀντικατα‐ φέρεσθαι, ὥς φασιν, ἀλλὰ τῷ Ταύρῳ, προειρήκαμεν ἀνωτέρω. | ||
2.3.37 | Τῶν δὲ Διδύμων ἀρχομένων ἀνατέλλειν ὁ Ἄρατος δύνειν μέν φησι τοὺς πόδας τοῦ Ὀφιούχου „μέσφ’ αὐτῶν γονάτων“, ἀνατέλλειν δὲ τὸ Κῆτος καὶ τοῦ Ποταμοῦ τὰ πρῶτα. | ||
2.3.38 | Ταῦτα δὲ συμφώνως τοῖς φαινομένοις ὑπ’ αὐτῶν εἴρηται. | ||
2.4.1 | Ἃ μὲν οὖν ἐδόκει μοι χρήσιμα εἶναι τῶν ὑπὸ Ἀράτου καὶ Εὐδόξου λεγομένων ἐν τοῖς Φαινομένοις | ||
2.4.2 | ἐπισκέψασθαί τε καὶ ὑπογράψαι, ταῦτά ἐστιν. ἑξῆς δὲ ὑποτάξω περὶ ἑκάστου τῶν ἀπλανῶν ἄστρων ἐπὶ κεφαλαίου, τίνι τε τῶν δώδεκα ζῳδίων συνανατέλλει καὶ συγκαταδύνει, καὶ ἀπὸ πόστης μοίρας τοῦ ζῳδίου | ||
5 | ἀρξάμενον ἕως πόστης μοίρας ἔσχατον ἀνατέλλει ἢ | ||
[συγκατα]δύνει ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ καθόλου ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν | 182 | ||
2.4.3 | ιδʹ καὶ ἡμιωρίου. τὰς δὲ κατὰ μέρος αὐτῶν ἀποδείξεις ἐν ἄλλοις συντετάχαμεν οὕτως, ὥστε ἐν παντὶ τόπῳ σχεδὸν τῆς οἰκουμένης δύνασθαι παρακολουθεῖν ταῖς διαφοραῖς τῶν συνανατολῶν καὶ συγκαταδύσεων. | ||
2.4.4 | Πρῶτον μὲν οὖν ἐκθησόμεθα τὰς τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου συνανατολάς τε καὶ συγκαταδύσεις, ἔπειτα δὲ τὰς τῶν νοτιωτέρων, ἐπὶ πᾶσι δὲ τὰς τῶν δώδεκα ζῳδίων· λέγω δὲ τῶν ἠστερισ‐ | ||
5 | μένων, ἐπειδήπερ ἃ μὲν μείζονα τόπον ἐπέχει τοῦ δωδεκατημορίου, ἃ δὲ ἐλάσσονα. ἔτι δὲ καὶ πολλῷ τινὰ μὲν βορειότερα, τινὰ δὲ νοτιώτερα ὄντα τοῦ ζῳδιακοῦ πολὺ προτερεῖ καὶ ὑστερεῖ ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τῶν κατ’ αὐτὰ δωδεκατημορίων. | ||
2.4.5 | Προσδιασαφήσομεν δὲ ἐφ’ ἑκάστου καὶ τό τε μεσου‐ ρανοῦν ἐν τῷ ζῳδιακῷ κύκλῳ ζῴδιον καὶ τὴν μοῖραν αὐτοῦ, πρὸς δὲ τούτοις τοὺς μεσουρανοῦντας ἀπλανεῖς ἀστέρας ἐν ταῖς ἀρχαῖς καὶ τελευταῖς τῶν ἀνατολῶν | ||
5 | καὶ δύσεων οἱουδήποτε ἄστρου, καὶ ἔτι ἐν πόσαις ὥραις ἰσημεριναῖς ἕκαστον τῶν ἄστρων ἢ δύνει ἢ | ||
2.4.6 | ἀνατέλλει. ἕκαστον δὲ τούτων διασαφήσομεν κατὰ συνεγγισμὸν ἕως ἀδιαφόρου παραλλαγῆς. διότι γὰρ ἡ τοιαύτη πραγματεία πολλῷ τε τῶν ὑπὸ τῶν ἀρχαίων συντεταγμένων ἐστὶν εὐχρηστοτέρα καὶ πρὸς πολλὰ | ||
5 | συντείνει τῶν κατὰ ἀστρολογίαν θεωρημάτων, εὐκατα‐ | ||
νόητον εἶναί σοι νομίζω. | 184 | ||
2.5.1 | Ὁ μὲν οὖν Βοώτης συνανατέλλει τῷ ζῳδιακῷ ἀπὸ τῆς ἀρχῆς τῆς Παρθένου ἕως ζʹ καὶ κʹ μοίρας τῆς Παρθένου· μεσουρανεῖ δ’ ἀνατέλλοντος αὐτοῦ τοῦ ζῳδιακοῦ τμῆμα τὸ ἀπὸ Ταύρου ζʹ καὶ κʹ μοίρας μέσης | ||
5 | ἕως Διδύμων κζʹ μοίρας. καὶ πρῶτος μὲν ἀστὴρ τοῦ Βοώτου ἀνατέλλει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἀρχομένου μὲν ἀνατέλλειν τοῦ Βοώτου ὅ τε ἀριστερὸς ὦμος τοῦ | ||
10 | Ὠρίωνος καὶ ὁ ἀριστερὸς πούς, ὡς ἡμιπήχιον προηγού‐ μενοι τοῦ μεσημβρινοῦ. λήγοντος δὲ αὐτοῦ μεσου‐ ρανεῖ τοῦ Κυνὸς ὁ ἐπὶ τῶν ἰσχίων λαμπρός. Ἀνατέλλει δὲ ὅλος ὁ Βοώτης ἐν ὥραις ἰσημεριναῖς δυσὶν ὡς ἔγγιστα. | ||
2.5.2 | Τοῦ δὲ Στεφάνου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ τοῦ ζῳδιακοῦ τμῆμα τὸ ἀπὸ Παρθένου ζʹ καὶ κʹ μοίρας ἕως Χηλῶν εʹ μοίρας μέσης· μεσουρανεῖ δὲ τὸ ἀπὸ Διδύμων ϛʹ καὶ κʹ μοίρας μέσης ἕως Καρκίνου | ||
5 | μοίρας εʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τοῦ Στεφάνου ὁ προηγούμενος τοῦ λαμπροτάτου, ἔσχατος δὲ ὁ βορειότερος τῶν ὡς πρὸς ἀνατολὰς καὶ ἄρκτους κειμένων τοῦ λαμπροτάτου. Μεσουρανεῖ δὲ ἀστὴρ ἐν μὲν τῇ ἀρχῇ τῆς ἀνατολῆς | ||
10 | τοῦ Κυνὸς ὁ ἐπὶ τῶν ἰσχίων, ἔσχατον δὲ ὁ προηγού‐ μενος τῆς τοῦ Ὕδρου κεφαλῆς, ὁ ἐκφανής, ὅς ἐστιν | ||
〈ἐν τοῖς νοτίοις ποσὶ〉 τοῦ Καρκίνου, καὶ τῆς Ἄρκτου ὁ βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις ποσὶ δύο ἀστέρων, ἔγγιστα δὲ καὶ τῶν περὶ τὸ Νεφέλιον τοῦ | 186 | ||
15 | Καρκίνου κειμένων οἱ πρὸς δύσιν. Ἀνατέλλει δὲ ὁ Στέφανος ἐν δυσὶ μέρεσι μιᾶς ὥρας. | ||
2.5.3 | Τοῦ δὲ Ἐνγόνασιν ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Παρθένου μοίρας ιαʹ ἕως Σκορπίου μοίρας ηʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων ηʹ μέσης ἕως Λέοντος ιδʹ μοίρας. καὶ πρῶτοι μὲν ἀστέρες | ||
5 | τοῦ Ἐνγόνασιν ἀνατέλλουσιν ὅ τε ἐν τῷ δεξιῷ ποδὶ καὶ ὁ ἐν τῷ δεξιῷ γόνατι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἀνατέλλοντος τοῦ Ἐνγόνασιν πρῶτος μὲν τῶν ἐν τοῖς ποσὶ τῶν | ||
10 | Διδύμων τεσσάρων ὁ δεύτερος ἀπὸ δύσεως, ἔσχατος δὲ τοῦ Λέοντος ὁ νοτιώτερος τῶν δύο τῶν περὶ τὸν λαμπρὸν τὸν ἐπὶ τῆς ὀσφύος κειμένων. Ἀνατέλλει δὲ ὁ Ἐνγόνασιν ἐν ὥραις τέσσαρσι καὶ τρισὶ πεμπτημορίοις ὡς ἔγγιστα. | ||
2.5.4 | Τοῦ δὲ Ὀφιούχου ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν θʹ καὶ κʹ μοίρας ἕως Σκορπίου γʹ καὶ κʹ μοίρας· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος γʹ μοίρας ἕως Παρθένου γʹ. καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσι | ||
5 | τοῦ Ὀφιούχου οἱ ἐν τῇ ἀριστερᾷ χειρί, ἀλλὰ μὴν καὶ [οἱ] ἐν τῷ Ὄφει κείμενοι, ἔσχατος δὲ τῶν ἐν τῷ δεξιῷ ποδὶ αὐτοῦ τεσσάρων ὁ δεύτερος ἀπὸ δύσεως. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν [ὁ] τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει τοῦ Λέοντος λαμπρῶν ὁ δεύτερος | ||
10 | ἀπ’ ἄρκτου, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ τοῦ Κόρακος. | ||
Ἀνατέλλει δὲ ὁ Ὀφιοῦχος ἐν ὥραις δυσί. | 188 | ||
2.5.5 | Τοῦ δὲ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ηʹ ἕως Τοξότου μοίρας αʹ μέσης· μεσουρανεῖ δὲ [ὁ] ἀπὸ Καρκίνου ηʹ μέσης ἕως Παρθένου ιδʹ. καὶ πρῶτος | ||
5 | μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ ὁ βορειό‐ τερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν τῷ ἀκρο‐ στολίῳ τῆς Ἀργοῦς λαμπρός, ὡς ἡμιπήχιον ὑπολει‐ πόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὅ τε Προτρυγητὴρ | ||
10 | καὶ ὁ βορειότερος ὦμος τῆς Παρθένου, ὡς πηχυαῖον διάστημα τοῦ μεσημβρινοῦ ὑπολειπόμενος ἑκάτερος αὐτῶν. Ἀνατέλλει δὲ ὁ Ὄφις ἐν ὥραις τέσσαρσι καὶ ἡμιωρίῳ. | ||
2.5.6 | Τῆς δὲ Λύρας ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας θʹ μέσης ἕως Σκορπίου ιηʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιγʹ μέσης ἕως Λέοντος μοίρας ϛʹ καὶ κʹ. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ ἀνατέλλει τῆς Λύρας ὁ ἀπ’ ἄρκτων παρακείμενος τῷ λαμπροτάτῳ, ἔσχατος δὲ ὁ πρὸς ἀνατολὰς τῶν ἐν τῷ ζυγώματι αὐτῆς δύο λαμπρῶν. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Λέοντος ὁ νοτιώτερος τῶν δύο τῶν 〈ἐξ ἑκατέρου μέρους παρα‐ | ||
10 | κειμένων τῷ〉 ἐπὶ τῆς ὀσφύος λαμπρῷ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Λέοντος λαμπρός, καὶ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι τῆς Παρθένου, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ἡ Λύρα ἐν τέσσαρσι πεμπτημορίοις | ||
15 | μιᾶς ὥρας. | 190 | |
2.5.7 | Τοῦ δὲ Ὄρνιθος ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν ζʹ καὶ κʹ μοίρας μέσης ἕως [τοῦ] Τοξότου βʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τοῦ Λέοντος ἕως Χηλῶν ιʹ μοίρας μέσης. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ ἀνατέλλει ὁ βορειότατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι 〈ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῇ ἀριστερᾷ πτέρυγι〉. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν τῇ καρδίᾳ τοῦ Λέοντος λαμπρός, ἔσχατος δὲ τοῦ Κενταύρου ὁ νοτιώτερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον, καὶ ὁ Ἀρκτοῦρος, | ||
10 | ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Ὄρνις ἐν ὥραις τέσσαρσι καὶ δυσὶ πεμπτημορίοις. | ||
2.5.8 | Τοῦ δὲ Κηφέως μόνα τὰ πρὸς τῇ κεφαλῇ μέρη ἀνατέλλει. συνανατέλλει δὲ αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας ζʹ καὶ κʹ μέσης ἕως Τοξότου ϛʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοίρας θʹ μέσης | ||
5 | ἕως Παρθένου αʹ καὶ κʹ. 〈καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ προηγούμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ.〉 Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Κόρακος ὁ ἐν τῇ οὐρᾷ λαμπρός, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ | ||
10 | μεσημβρινοῦ, ἔσχατος δὲ ὁ ἀριστερὸς ἀγκὼν τῆς Παρ‐ θένου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Κηφεὺς ἐν τρισὶν ἔγγιστα τεταρτη‐ μορίοις ὥρας μιᾶς. | ||
2.5.9 | Τῆς δὲ Κασσιεπείας ἀνατελλούσης συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου βʹ καὶ κʹ μοίρας ἕως Αἰγόκερω ιβʹ· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας ιαʹ ἕως Σκορπίου γʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ | ||
5 | ἀνατέλλει ὁ ἐν τῷ θρόνῳ αὐτῆς λαμπρός, ἔσχατος δὲ | ||
ὁ ἐν τῇ κεφαλῇ. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Κενταύρου ὁ νοτιώτερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον, 〈ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ,〉 καὶ ὁ Ἀρκτοῦρος, | 192 | ||
10 | ἔσχατος δὲ ὁ μέσος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου, καὶ τοῦ Στεφάνου ὁ προηγούμενος τοῦ λαμπροῦ. Ἀνατέλλει δὲ ἡ Κασσιέπεια ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει. | ||
2.5.10 | Τῆς δὲ Ἀνδρομέδας ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω ιεʹ μοίρας ἕως Ὑδροχόου μοίρας δʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου ϛʹ μέσης ἕως Τοξότου ηʹ μέσης. καὶ πρῶτος | ||
5 | μὲν ἀστὴρ ἀνατέλλει αὐτῆς ὁ βορειότερος τῶν ἐν τῇ δεξιᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Στεφάνου ὁ ἐχόμενος τοῦ λαμπροῦ, ἔσχατος δὲ ὁ ἀριστερὸς ἀγκὼν τοῦ Ἐνγόνασιν. | ||
10 | Ἀνατέλλει δὲ ἡ Ἀνδρομέδα ἐν ὥραις δυσὶ καὶ ὀγδόῳ μέρει. | ||
2.5.11 | Τοῦ δὲ Ἵππου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ τῆς ἀρχῆς τοῦ Αἰγόκερω ἕως Ὑδροχόου μοίρας αʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν αʹ καὶ κʹ μέσης ἕως Τοξότου ϛʹ μέσης. καὶ πρῶτος | ||
5 | μὲν αὐτοῦ ἀστὴρ ἀνατέλλει ὁ νοτιώτερος τῶν ἐμπρο‐ σθίων ποδῶν, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν 〈τῶν Χηλῶν〉 ὁ ἐν μέσῃ τῇ νοτίᾳ χηλῇ, ἔσχατοι δὲ τοῦ Ὀφιούχου οἱ παρὰ τὸν δεξιὸν ὦμον τρεῖς ἐπ’ εὐθείας κείμενοι, | ||
10 | ἐκτὸς ὄντες αὐτοῦ, καὶ τοῦ Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ. | ||
Ἀνατέλλει δὲ ὁ Ἵππος ἐν ὥραις τρισί. | 194 | ||
2.5.12 | Τοῦ δὲ Ὀϊστοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτᾷ ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου μοίρας εʹ ἕως Τοξότου ιʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου ιθʹ ἕως Παρ‐ θένου εʹ καὶ κʹ. καὶ πρῶτοι μὲν 〈ἀστέρεσ〉 ἀνατέλλουσιν | ||
5 | οἱ ἐν τῇ γλυφίδι, ἔσχατος δὲ ὁ ἐν τῇ ἀκίδι. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν τῷ ἀριστερῷ ἀγκῶνι τῆς Παρθένου, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὁ Στάχυς, μικρὸν προηγού‐ μενος τοῦ μεσημβρινοῦ, καὶ ὁ ὑπὸ τὸν ἀριστερὸν | ||
10 | ὦμον τοῦ Κενταύρου. Ἀνατέλλει δὲ ὁ Ὀϊστὸς ἐν τρίτῳ μέρει ὥρας. | ||
2.5.13 | Τοῦ δὲ Ἀετοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας θʹ ἕως Τοξότου ιδʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου δʹ καὶ κʹ ἕως Παρθένου λʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει | ||
5 | τοῦ Ἀετοῦ ὁ βορειότερος τῶν ἐν ταῖς πτέρυξι δύο μικρῶν, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ Στάχυς, ἔσχα‐ τος δὲ τοῦ Κενταύρου ὁ βορειότερος τῶν ἐν τῇ κεφαλῇ. | ||
10 | Ἀνατέλλει δὲ ὁ Ἀετὸς ἐν δυσὶ πεμπτημορίοις τῆς ὥρας. | ||
2.5.14 | Τοῦ δὲ Δελφῖνος ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου μοίρας κʹ μέσης ἕως Τοξότου δʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ηʹ μέσης ἕως Χηλῶν ιγʹ. καὶ πρῶτοι μὲν ἀστέρες ἀνα‐ | ||
5 | τέλλουσιν οἱ ἡγούμενοι τῶν ἐν τῷ ῥόμβῳ τεσσάρων, ἔσχατος δὲ τῶν ἐν τῇ οὐρᾷ ὁ νοτιώτερος. | ||
Μεσουρανεῖ δὲ 〈ἀστὴρ〉 πρῶτος μὲν ὁ ἀριστερὸς ποὺς τῆς Παρθένου, ἔσχατος δὲ τοῦ Κενταύρου ὁ βορειότατος τῶν ἐν τῷ θύρσῳ, καὶ τῆς Παρθένου ὁ | 196 | ||
10 | ἀπ’ ἄρκτου κείμενος τοῦ δεξιοῦ γόνατος καὶ τοῦ ποδός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Δελφὶς ἐν τετάρτῳ μέρει μιᾶς ὥρας. | ||
2.5.15 | Τοῦ δὲ Περσέως ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω εʹ καὶ κʹ μοίρας ἕως Κριοῦ ιδʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου ιϛʹ μέσης ἕως Αἰγόκερω ηʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ | ||
5 | ἀνατέλλει ὁ ἐν τῇ ἅρπῃ νεφελοειδής, ἔσχατοι δὲ οἱ ὑπὲρ τὴν Πλειάδα ἐν τῷ ἀριστερῷ ποδὶ κείμενοι. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρός, καὶ τοῦ Ἐνγόνασιν ὁ προηγού‐ μενος τοῦ δεξιοῦ ὤμου ἐν τῷ βραχίονι, ἔσχατος δὲ | ||
10 | τοῦ Αἰγόκερω ὁ βορειότερος τῶν ἐν τοῖς γονατίοις, καὶ τοῦ Ὄρνιθος ὁ βορειότερος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Περσεὺς ἐν ὥραις τρισὶ καὶ ἡμίσει καὶ τρίτῳ μέρει ὥρας. | ||
2.5.16 | Τοῦ δὲ Ἡνιόχου ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ιαʹ μέσης ἕως Ταύρου ιϛʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου κʹ μοίρας ἕως Αἰγόκερω θʹ καὶ κʹ. καὶ πρῶτοι μὲν ἀστέρες ἀνα‐ | ||
5 | τέλλουσιν οἱ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί. Μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τοῦ Τοξότου ὁ ἡγούμενος τῶν ἐν τῇ ἐφαπτίδι καὶ ὁ μέσος τῶν ἐν τῷ νώτῳ, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ὁ | ||
10 | δεύτερος ἀπ’ ἄκρας τῆς οὐρᾶς ἀριθμούμενος· ἔσχατος δὲ μεσουρανεῖ ὁ ἐν τῷ ῥύγχει τοῦ Ἵππου λαμπρός, καὶ τοῦ Ὄρνιθος ὁ ἑπόμενος 〈τῶν〉 ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κηφέως ὁ νοτιώτερος τῶν προηγουμένων τοῦ δεξιοῦ ὤμου δύο ἐκφανῶν. | 198 | |
15 | Ἀνατέλλει δὲ ὁ Ἡνίοχος ἐν ὥραις τρισί. | ||
2.61a | Περὶ μὲν οὖν τὰς ἀνατολὰς τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου ταῦτα συμβαίνει ἐν τῇ προειρημένῃ τοῦ κόσμου ἐγκλίσει, περὶ δὲ τὰς καταδύσεις τὰ τοιαῦτα. | ||
2.61b | Τοῦ Βοώτου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας ϛʹ ἕως Αἰγόκερω μοίρας ιθʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας βʹ καὶ κʹ ἕως Κριοῦ δʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει | ||
5 | ὁ νοτιώτατος τῶν ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατος δὲ ὁ βορειότατος τῶν ἐν τῷ κολλορόβῳ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀπλανῶν πρῶτος μὲν τοῦ Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἀπὸ νότου παρακειμένων | ||
10 | τοῖς ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ τοῦ Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδής, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, καὶ ὁ Σύνδεσμος τῶν λίνων. Δύνει δὲ ὁ Βοώτης ἐν ὥραις ἰσημεριναῖς τέσσαρσι καὶ δυσὶ μέρεσιν ὥρας. | ||
2.6.2 | Τοῦ δὲ Στεφάνου δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας γʹ καὶ κʹ ἕως Αἰγόκερω δʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τῶν Ἰχθύων | ||
ἕως Ἰχθύων μοίρας ιδʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ | 200 | ||
5 | δύνει ὁ λαμπρότατος τῶν ἐν τῷ Στεφάνῳ, ἔσχατος δὲ ὁ ἀμαυρότερος καὶ ἔσχατος ὢν τῆς ἑπομένης περιφερείας. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῶν Ἰχθύων τοῦ νοτιωτέρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ πρὸς νότον αὐτοῦ κειμένου παραλληλογράμμου | ||
10 | οἱ ἡγούμενοι, ἔσχατοι δὲ ὅ τε ἐν μέσῳ τῷ σώματι τῆς Κασσιεπείας, καὶ ὁ ἐν τῇ ἀριστερᾷ χειρὶ τῆς Ἀνδρο‐ μέδας. Δύνει δὲ ὁ Στέφανος ἐν ὥρᾳ μιᾷ ὡς ἔγγιστα. | ||
2.6.3 | Τοῦ δὲ Ἐνγόνασι δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου μοίρας ιδʹ ἕως Ὑδροχόου μοίρας ιϛʹ· μεσουρανεῖ δὲ ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας γʹ καὶ κʹ ἕως Ταύρου μοίρας ηʹ μέσης. καὶ πρῶτος | ||
5 | μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν τῷ ἀριστερῷ ποδί. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων 〈πρῶτος μὲν〉 τοῦ [μὲν] ἐν τῷ Ὑδροχόῳ ὕδατος ὁ ἑπόμενος τῶν ἐν τῇ τετάρτῃ συστροφῇ, τοῦ δὲ Ἵππου ὁ βορειότερος τῶν | ||
10 | ἐν τῷ σώματι συνεχῶν, τοῦ δὲ Κηφέως ὁ ἀριστερὸς ὦμος, 〈ὡσ〉 ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἑπομένων λαμπρῶν, καὶ ὁ πρὸς μεσημβρίαν κείμενος 〈αὐτοῦ〉 ἀκατονόμαστος 〈καὶ〉 | ||
15 | λαμπρός. Δύνει δὲ ὁ Ἐνγόνασιν ἐν ὥραις τέσσαρσι καὶ τρισὶ πεμπτημορίοις ὡς ἔγγιστα. | ||
2.6.4 | Τοῦ δὲ Ὀφιούχου δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας ιαʹ ἕως Αἰγόκερω μοίρας βʹ· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω εʹ καὶ κʹ ἕως Ἰχθύων ιαʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν | ||
5 | τῷ ἀριστερῷ ποδί, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Αἰγόκερω ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ, καὶ τοῦ Ὄρνιθος ὁ νοτιώτατος τῶν ἐν τῇ ἀριστερᾷ πτέρυγι, ἔσχατος δὲ τῆς Κασσιεπείας ὁ ἐν τῇ κεφαλῇ καὶ ὁ ἐν | 202 | |
10 | τῷ δίφρῳ μικρός, καὶ τῆς Ἀνδρομέδας ὁ βορειότατος τῶν ἐν τῷ στήθει, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Ὀφιοῦχος ἐν ὥραις τρισὶν ὡς ἔγγιστα. | ||
2.6.5 | Ὅταν δὲ ὁ Ὄφις δύνῃ, ὃν ἔχει ὁ Ὀφιοῦχος, συγκατα‐ δύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας ϛʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω μοίρας θʹ· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας ηʹ ἕως Ἰχθύων κʹ μέσης. καὶ | ||
5 | πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν τῷ σώματι, κοινοὶ ὄντες καὶ τῆς ἀριστερᾶς χειρὸς τοῦ Ὀφιούχου, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν ὁ ἐν τῷ δεξιῷ ποδὶ τοῦ Κηφέως, καὶ ὁ ἐν μέσῃ τῇ | ||
10 | κάλπιδι τοῦ Ὑδροχόου, ἔσχατος δὲ τοῦ τε βορειοτέρου Ἰχθύος ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, καὶ τῆς Κασσιε‐ πείας ὁ ἐν τῷ γόνατι. Δύνει δὲ ὁ Ὄφις ἐν ὥραις τρισὶν ὡς ἔγγιστα. | ||
2.6.6 | Τῆς δὲ Λύρας δυνούσης συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας δʹ ἕως Ὑδροχόου μοίρας ιβʹ· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ γʹ καὶ κʹ μέσης ἕως Ταύρου γʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος | ||
5 | τῶν ἐν τῷ ζυγώματι 〈δύο〉 λαμπρῶν, ἔσχατος δ’ ὁ ἀπ’ ἄρκτων παρακείμενος τῷ λαμπρῷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων 〈ἀστέρων〉 πρῶτος μὲν | ||
ὁ μέσος τῶν ἐν τῇ οὐρᾷ τοῦ Κριοῦ, ἔσχατος δὲ τῶν μεταξὺ τοῦ τε ὀξυτάτου τῆς Πλειάδος καὶ τῶν Ὑάδων | 204 | ||
10 | τῶν ἐπὶ τοῦ ἀριστεροῦ μετώπου 〈τοῦ Ταύρου〉 ὁ βορειό‐ τερος [αὐτῶν] καὶ ἐκφανέστερος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως, καὶ τῆς μεγάλης περιφερείας τοῦ ἀπὸ τοῦ Ὠρίωνος Ποταμοῦ ὁ δεύτερος τῶν ἀπ’ ἄρκτου καὶ λαμπρός, ὑπολειπόμενος τοῦ | ||
15 | μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ ὁ μεταξὺ τῆς τε ἀποτο‐ μῆς τοῦ Ταύρου καὶ τοῦ ἐν τῇ ὠμοπλάτῃ, προηγού‐ μενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως. Δύνει δὲ ἡ Λύρα ἐν δυσὶ μέρεσιν ὥρας. | ||
2.6.7 | Τοῦ δὲ Ὄρνιθος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας εʹ μέσης ἕως Ἰχθύων μοίρας ιδʹ· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας δʹ καὶ κʹ μέσης ἕως Διδύμων ιβʹ. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ δύνει ὁ ἐν τῷ ῥύγχει, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ μηρῷ λαμπρός, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν | ||
10 | Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως τῶν ἐν τοῖς ποσὶ καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν, προηγού‐ μενοι τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον. Δύνει δὲ ὁ Ὄρνις ἐν ὥραις τρισὶ καὶ ἕκτῳ μέρει. | ||
2.6.8 | Τοῦ δὲ Κηφέως δύνει τὰ περὶ τὴν κεφαλὴν μέρη μόνον. καὶ συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας ηʹ μέσης ἕως Κριοῦ ιδʹ· μεσουρα‐ νεῖ δὲ ἀπὸ Καρκίνου μοίρας θʹ ἕως Καρκίνου μοί‐ | ||
5 | ρας ιδʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει 〈ὁ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ ὁ βορειότερος αὐτῶν〉. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ τε Καρκίνου ὁ νοτιώτερος τῶν ἀπ’ ἀνατολῆς περὶ | 206 | |
10 | τὸ Νεφέλιον κειμένων, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Ἀργοῦς ὁ ἐν τῷ ἀκροστολίῳ λαμπρός, ἔσχατοι δὲ τῆς τε Ἄρκτου ὁ ἐν τοῖς ἐμπρο‐ σθίοις γόνασι λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Καρκίνου ὁ μέσος τῶν τριῶν | ||
15 | τῶν περὶ τὴν νοτίαν χηλήν, καὶ τοῦ Ὕδρου ὁ ἐπὶ τῆς ἐκφύσεως τοῦ τραχήλου, καὶ τῆς Ἀργοῦς ὁ ἐν μέσῳ τῷ τοίχῳ λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. 〈Δύνει δὲ ὁ Κηφεὺς ἐν τρίτῳ μέρει ὥρας.〉 | ||
2.6.9 | Τῆς δὲ Κασσιεπείας δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας αʹ καὶ κʹ ἕως Ταύρου δʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας δʹ καὶ κʹ μέσης ἕως Παρθένου εʹ. καὶ πρῶτος | ||
5 | μὲν ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τοῖς ποσί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Λέοντος ὅ τε ἐμπρόσθιος ποὺς καὶ τῶν ἐν τῇ κεφαλῇ ὁ βορειότερος τῶν ἑπομένων, καὶ τοῦ Ὕδρου | ||
10 | ὁ λαμπρότατος, ἔσχατοι δὲ τοῦ τε Δράκοντος ὁ δεύτερος τῶν ἀπὸ τῆς οὐρᾶς λαμπρῶν, καὶ τοῦ Κόρακος ὅ τε ἐν τῷ ῥύγχει καὶ ὁ ἐν τῇ κεφαλῇ. Δύνει δὲ ἡ Κασσιέπεια ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας. | ||
2.6.10 | Τῆς δὲ Ἀνδρομέδας δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων βʹ καὶ κʹ μοίρας μέσης ἕως Κριοῦ ηʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων | ||
αʹ καὶ κʹ μέσης ἕως Λέοντος βʹ. καὶ πρῶτος μὲν | 208 | ||
5 | ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν ὅ τε ἐν τῷ ῥύγχει τῆς Μεγάλης Ἄρκτου, καὶ ὁ ἐν τῇ κεφαλῇ τοῦ ἡγουμένου Διδύμου, καὶ τοῦ Κυνὸς ὁ | ||
10 | βορειότατος τῶν ἐν τῇ κεφαλῇ· ἔσχατον δὲ μεσουρα‐ νοῦσι τοῦ τε Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ ὁ μέσος τῶν ἐν τῷ τραχήλῳ τοῦ Λέοντος τριῶν ἐπ’ εὐθείας, καὶ τοῦ Ὕδρου ὁ τρίτος τῶν μετὰ τὸν λαμπρὸν πρὸς ἀνατολὰς τεσσάρων. | ||
15 | Δύνει δὲ ἡ Ἀνδρομέδα ἐν ὥραις τρισὶν ὡς ἔγγιστα. | ||
2.6.11 | Τοῦ δὲ Ἵππου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ιγʹ μέσης ἕως Ἰχθύων μοίρας ιγʹ· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου δʹ μέσης ἕως Διδύμων ιαʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ | ||
5 | δύνει ὁ ἐν τῷ στόματι αὐτοῦ λαμπρός, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός. Μεσουρανοῦσι δὲ τῶν ἄλλων 〈ἀστέρων〉 πρῶτοι μὲν ὅ τε βορειότερος τῶν μεταξὺ τοῦ ὀξέος τῆς Πλειάδος καὶ τῶν Ὑάδων τῶν ἐν τῷ ἀριστερῷ μετώπῳ 〈τοῦ | ||
10 | Ταύρου〉, καὶ τοῦ Ταύρου ὁ ἐν τῇ ὠμοπλάτῃ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατοι δὲ μεσου‐ ρανοῦσι τῶν Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως ποὺς καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν. Δύνει δὲ ὁ Ἵππος ἐν ὥραις δυσὶ καὶ ἡμιωρίῳ. | ||
2.6.12 | Τοῦ δὲ Ὀϊστοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ζʹ καὶ κʹ μέσης ἕως Ὑδροχόου μοίρας βʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ | ||
μοίρας ιδʹ ἕως Κριοῦ μοίρας κʹ μέσης. καὶ πρῶτοι | 210 | ||
5 | μὲν ἀστέρες δύνουσιν οἱ ἐν τῇ γλυφίδι, ἔσχατος δὲ ὁ ἐν τῇ ἀκίδι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ ὤμῳ, καὶ τοῦ Κριοῦ ὁ βορειότερος τῶν ὑπὲρ τὴν οὐρὰν τριῶν ἐπ’ εὐθείας | ||
10 | ἀκατονομάστων, καὶ ὁ ἐν τῷ νώτῳ αὐτοῦ, προηγού‐ μενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους ὁ ἡγούμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τριῶν λαμπρῶν· ἔσχατοι δὲ μεσουρανοῦσι τοῦ Περσέως ὁ ἐν μέσῳ τῷ σώματι λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, | ||
15 | καὶ τοῦ Κήτους ὁ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Ὀϊστὸς ἐν τρίτῳ μέρει ὥρας. | ||
2.6.13 | Τοῦ δὲ Ἀετοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ιζʹ μέσης ἕως Αἰγόκερω γʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας βʹ ἕως Κριοῦ μοίρας ηʹ. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν | ||
5 | οἱ ἐν ταῖς πτέρυξι δύο μικροί, ἔσχατος δὲ ὁ βορειό‐ τερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆς Ἀνδρομέδας ὁ ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ Κήτους ὁ | ||
10 | νοτιώτερος τῶν ἑπομένων ἐν τῷ τετραπλεύρῳ, ἔσχατος δὲ τοῦ Τριγώνου ὁ ἑπόμενος τῶν ἐν τῇ βάσει, προ‐ ηγούμενος 〈τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους ὁ προηγούμενοσ〉 τῶν ἐν τῇ βορείᾳ σιαγόνι. | ||
Δύνει δὲ ὁ Ἀετὸς ἐν τρίτῳ μέρει ὥρας. | 212 | ||
2.6.14 | Τοῦ δὲ Δελφῖνος δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας βʹ ἕως Ὑδροχόου μοίρας ηʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ κʹ μέσης ἕως Κριοῦ θʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει | ||
5 | ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ ἑπομένῃ πλευρᾷ τοῦ ῥόμβου. Μεσουρανοῦσι δὲ τῶν λοιπῶν ἀστέρων πρῶτοι μὲν ὅ τε ἐν μέσῳ τῷ σώματι τοῦ Περσέως λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ ὁ ἑπόμενος τῶν | ||
10 | ἐν τῇ νοτίᾳ σιαγόνι τοῦ Κήτους, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατοι δὲ ὁ ἐν τῷ ἀριστερῷ γόνατι τοῦ Περσέως, καὶ τῆς Πλειάδος τὸ βορειότερον μέρος τῆς ἡγουμένης πλευρᾶς. Δύνει δὲ ὁ Δελφὶς ἐν ἡμιωρίῳ. | ||
2.6.15 | Τοῦ δὲ Περσέως δύνοντος συγκαταδύνει μὲν αὐτᾷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας βʹ ἕως Ταύρου μοίρας θʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος ϛʹ μέσης ἕως Παρθένου ιʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει τῶν | ||
5 | ἐν τῷ γοργονίῳ ὁ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ γόνατι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν ὅ τε ἐν τῇ γαστρὶ τοῦ Λέοντος, ὡς ἡμιπήχιον ὑπο‐ λειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ὁ τέταρτος | ||
10 | τῶν μετὰ τὸν λαμπρὸν 〈πρὸς ἀνατολὰς τεσσάρων〉, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Ἀργοῦς ὁ ἔσχατος τῶν ἐν τῇ τρόπει· ἔσχατον δὲ μεσουρανοῦσι ὅ τε ἐν τῇ οὐρᾷ τοῦ Κόρακος καὶ ὁ ἐν τοῖς ποσὶν αὐτοῦ. | ||
15 | Δύνει δὲ ὁ Περσεὺς ἐν ὥραις δυσὶ καὶ τρίτῳ μέρει. | 214 | |
2.6.16 | Τοῦ δὲ Ἡνιόχου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας γʹ καὶ κʹ ἕως Καρκίνου βʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου βʹ ἕως Χηλῶν βʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ | ||
5 | ἀριστερῷ ποδί, ἔσχατοι δὲ οἱ ἐν τῇ κεφαλῇ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ καὶ τοῦ Στεφάνου ὁ βορειότατος, ἔσχατον δὲ 〈τῶν Χηλῶν〉 ὁ ἐν μέσῃ τῇ νοτίᾳ χηλῇ. | ||
10 | Δύνει δὲ ὁ Ἡνίοχος μικρῷ πλεῖον ἢ ἐν ὥραις τρισίν. | ||
2.6.17 | Εἰρηκότες δὴ περὶ πάντων τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ ἄστρων περὶ τῶν λοιπῶν ἐν τῷ ἐχομένῳ ἀποδώσομεν, στοχαζόμενοι τῆς συμμετρίας τοῦ συν‐ τάγματος. | ||
3t1 | ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ. | ||
3.11a | Προειρηκότες, ὦ Αἰσχρίων, ἐν τῷ πρὸ τούτου συντάγματι περὶ τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου, τίνι τε ζῳδίῳ τῶν δώδεκα ἕκαστον αὐτῶν συνανα‐ τέλλει καὶ συγκαταδύνει, καὶ τί ζῴδιον ἀνατέλλοντος | ||
5 | αὐτοῦ ἢ δύνοντος μεσουρανεῖ, καὶ τίνες τῶν ἀπλανῶν | ||
ἀστέρων ἐπὶ τοῦ μεσημβρινοῦ γίνονται ἀρχομένου τε αὐτοῦ ἀνατέλλειν ἢ δύνειν καὶ πάλιν λήγοντος, ἔτι δ’ ἐν πόσαις ἰσημεριναῖς ὥραις ἕκαστον ἀνατέλλει ἣ δύνει, νῦν ὑπογράψομεν τὰ αὐτὰ περὶ ἑκάστου τῶν τε νοτιω‐ | 216 | ||
10 | τέρων τοῦ ζῳδιακοῦ ἄστρων καὶ αὐτῶν τῶν δώδεκα ζῳδίων. | ||
3.11b | Τῶν μὲν οὖν νοτιωτέρων τοῦ ζῳδιακοῦ κύκλου ὅταν μὲν ὁ Ὕδρος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας ιθʹ μέσης ἕως Χηλῶν ιϛʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας γʹ μέσης | ||
5 | ἕως Καρκίνου ιηʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῷ χάσματι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ τε Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδής, καὶ ὁ Σύνδεσμος τῶν | ||
10 | Ἰχθύων, ὡς ἡμιπήχιον ὑπολειπόμενος 〈τοῦ μεσημβρινοῦ, καὶ ὁ ἑπόμενοσ〉 τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ λαμπρῶν τριῶν, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Λέοντος ὁ νοτιώτερος τῶν ἡγουμένων ἐν τῇ κεφαλῇ, καὶ τῆς Ἀργοῦς ὁ | ||
15 | βορειότερος τῶν ἐν μέσῳ τῷ ἱστῷ. Ἀνατέλλει δὲ ὁ Ὕδρος ἐν ὥραις ἑπτὰ καὶ ιεʹ μέρει. | ||
3.1.2 | Ὅταν δὲ ὁ Κρατὴρ ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος μοίρας ζʹ καὶ κʹ μέσης ἕως Παρθένου μοίρας ιαʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ταυροῦ αʹ καὶ κʹ μέσης ἕως Διδύμων ηʹ μέσης. καὶ | ||
5 | πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῇ βάσει τεσσάρων, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῷ | ||
κύτει ἓξ ἀστέρων. Μεσουρανοῦσι δὲ πρῶτοι μὲν ἀστέρες οἱ ἐν τῇ κεφαλῇ τοῦ Ἡνιόχου κατὰ τὸ μέσον αὐτῶν, ἔσχατοι | 218 | ||
10 | δὲ τῶν τε Διδύμων ὁ δεύτερος ἀπὸ δύσεως τῶν ἐν τοῖς ποσὶ τεσσάρων, καὶ ὁ ὑπὸ τὸν Λαγωὸν λαμπρὸς ἀστὴρ ἀκατονόμαστος ὤν. Ἀνατέλλει δὲ ὁ Κρατὴρ ἐν ὥρᾳ μιᾷ καὶ τετάρτῳ μέρει. | ||
3.1.3 | Ὅταν δὲ ὁ Κόραξ ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Παρθένου μοίρας ιϛʹ ἕως Παρθένου μοίρας γʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων μοίρας ιδʹ ἕως Διδύμων μοίρας βʹ καὶ κʹ. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ τῆς ὀσφύος, ἔσχατος δὲ ὁ ἐν τοῖς ποσί. Μεσουρανεῖ δὲ πρῶτος μὲν 〈ἀστὴρ〉 ὁ ἐν τῇ ἡγου‐ μένῃ χειρὶ τοῦ ἡγουμένου Διδύμου, καὶ ὁ δεξιὸς ποὺς τοῦ ἑπομένου Διδύμου, ἔσχατος δὲ τῶν τε Διδύμων | ||
10 | ὁ τρίτος ἀπὸ δύσεως τῶν ἐν τοῖς ὤμοις 〈τριῶν〉, καὶ τοῦ Κυνὸς ὁ ἐν τῇ ἐκφύσει τῶν ἐμπροσθίων μερῶν, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Κόραξ ἐν τρισὶ πεμπτημορίοις μιᾶς ὥρας. | ||
3.1.4 | Ὅταν δὲ ὁ Κένταυρος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιʹ ἕως Τοξότου μοίρας δʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου ιβʹ ἕως Παρ‐ θένου ιζʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ | ||
5 | ἐν τῷ ἀριστερῷ ὤμῳ, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐμ‐ προσθίων ποδῶν. Μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τῆς τε Ἀργοῦς | ||
ὁ ἀπὸ δύσεως τῶν ἐν τῷ καταστρώματι λαμπρῶν, καὶ τοῦ Ὕδρου τῆς νοτίας σιαγόνος ὁ ἑπόμενος, ἔσχατος | 220 | ||
10 | δὲ ὁ Προτρυγητήρ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Κένταυρος ἐν ὥραις τέσσαρσι καὶ τρίτῳ μέρει ὥρας. | ||
3.1.5 | Τοῦ δὲ Θηρίου ἀνατέλλοντος, ὃ ἔχει ὁ Κένταυρος, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ γʹ καὶ κʹ μοίρας τοῦ Σκορπίου ἕως Τοξότου μοίρας αʹ καὶ κʹ· μεσου‐ ρανεῖ δὲ ἀπὸ Παρθένου γʹ ἕως Ζυγοῦ ιʹ. καὶ πρῶτος | ||
5 | μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῷ ἡγουμένῳ τῶν ὀπισθίων ποδῶν· ἔστι δὲ οὗτος ὁ βορειότερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον τοῦ Κενταύρου· ἔσχατος δὲ ὁ νοτιώτατος πάντων καὶ ἐν ἄκρῳ τῷ 〈σώματι〉 ἐπὶ τῆς ὀσφύος [ὑπο]κείμενος. Μεσουρανεῖ δὲ πρῶτος 〈μὲν〉 ἀστὴρ [ὁ] τῶν ἐν τῇ | ||
10 | κεφαλῇ τοῦ Λέοντος 〈ὁ〉 βορειότερος τῶν ἑπομένων καὶ ὁ ἐν τοῖς ἐμπροσθίοις αὐτοῦ ποσίν, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος τῆς Μεγάλης Ἄρκτου λαμπρός, καὶ τοῦ ὑπὸ τὸν Κρατῆρα ὀρθογωνίου τριγώνου 〈ὁ〉 ἐπὶ τῆς ὀρθῆς κείμενος. | ||
15 | Ἀνατέλλει δὲ τὸ Θηρίον ἐν ὥραις δυσὶ καὶ τετάρτῳ μέρει. | ||
3.1.6 | Ὅταν δὲ τὸ Θυμιατήριον ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας ιεʹ ἕως Τοξότου μοίρας γʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας βʹ ἕως Χηλῶν μοίρας ιαʹ. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ τοῦ ἐπιπύρου, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῇ βάσει. Μεσουρανεῖ δὲ πρῶτος μὲν ἀστὴρ τοῦ τε Βοώτου | ||
ὁ νοτιώτερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κενταύρου ὁ ἐν τοῖς ἐμπροσθίοις ποσὶ λαμπρός, ἔσχατος | 222 | ||
10 | δὲ τῆς Παρθένου ὁ ἀπ’ ἄρκτου τοῦ δεξιοῦ γόνατος καὶ τοῦ δεξιοῦ ποδός, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ τὸ Θυμιατήριον ἐν ἡμιωρίῳ. | ||
3.1.7 | Ὅταν δὲ ὁ Νότιος Ἰχθὺς ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ιζʹ μέσης ἕως Ἰχθύων αʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου δʹ ἕως Τοξότου εʹ καὶ κʹ μέσης. καὶ πρῶτος | ||
5 | μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ ῥύγχει λαμπρός. Μεσουρανεῖ δὲ πρῶτος μὲν 〈ἀστὴρ〉 τοῦ τε Τοξότου ὁ ἐν μέσῳ τῷ τόξῳ, καὶ τοῦ Ὀφιούχου ὁ νοτιώτερος τῶν ἐν τῷ δεξιῷ ὤμῳ, ὡς ἡμιπήχιον ὑπολειπόμενος | ||
10 | τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τοῦ Τοξότου ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τῆς Λύρας ὁ ἡγού‐ μενος τῶν ἐν τῷ ζυγώματι δύο λαμπρῶν, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. | ||
15 | Ἀνατέλλει δὲ ὁ Ἰχθὺς ἐν 〈ὥρᾳ μιᾷ καὶ〉 δυσὶ πεμπτημορίοις μιᾶς ὥρας. | ||
3.1.8 | Ὅταν δὲ τὸ Κῆτος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας κʹ ἕως Ταύρου ζʹ· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου δʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω βʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ | ||
5 | ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ τῶν ἐν τῷ τετραπλεύρῳ λαμπρῶν ὁ νοτιώτερος τῶν | ||
ἑπομένων. Μεσουρανεῖ δὲ πρῶτος μὲν 〈ἀστὴρ〉 τῆς Λύρας ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι, ἔσχατος δὲ τοῦ Ὄρνιθος | 224 | ||
10 | ὁ ἐν τῇ οὐρᾷ λαμπρός. Ἀνατέλλει δὲ τὸ Κῆτος ἐν ὥραις δυσίν. | ||
3.1.9 | Ὅταν δὲ ὁ Ὠρίων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου ηʹ καὶ κʹ μέσης ἕως Καρκίνου μοίρας γʹ· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας θʹ ἕως Ἰχθύων ιγʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν | ||
5 | τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν ὁ δεξιὸς ποὺς τοῦ Κηφέως, καὶ τῶν ἐν τῇ κάλπιδι τοῦ Ὑδροχόου ὁ μέσος, ἔσχατος δὲ τῆς τε Κασσιεπείας ὁ ἐν τῷ δίφρῳ μικρός, καὶ τῆς Ἀνδρομέδας ὁ βορειότατος τῶν ἐν τῷ | ||
10 | στήθει. Ἀνατέλλει δὲ ὁ Ὠρίων ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει. | ||
3.1.10 | Ὅταν δὲ ὁ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ιγʹ ἕως Καρκίνου μοίρας ιʹ· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας ζʹ καὶ κʹ ἕως Ἰχθύων βʹ καὶ κʹ. καὶ πρῶτος | ||
5 | μὲν ἀστὴρ ἀνατέλλει τοῦ ἐν τῇ μεγάλῃ περιφερείᾳ παραλληλογράμμου καὶ ἐγγὺς τοῦ Κήτους κειμένου ὁ ἡγούμενος τῶν βορειοτέρων, ἔσχατος δὲ ὁ λαμπρότατος καὶ ὁ ἡγούμενος καὶ ὁ νοτιώτατος πάντων. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε | ||
10 | Αἰγόκερω ὁ ἑπόμενος τῶν ἀπ’ ἄρκτου παρακειμένων | ||
τοῖς ἐν τῇ οὐρᾷ, καὶ τοῦ Ὄρνιθος ὁ νοτιώτερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατος δὲ τῆς τε Κασσιεπείας ὁ ἐν τοῖς γόνασι, καὶ τῶν Ἰχθύων τοῦ βορειοτέρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. | 226 | ||
15 | Ἀνατέλλει δὲ ὁ Ποταμὸς ἐν ὥραις τρισὶ καὶ τρισὶ πεμπτημορίοις. | ||
3.1.11 | Τοῦ δὲ Λαγωοῦ ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ζʹ καὶ κʹ ἕως Καρκίνου ιβʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας δʹ ἕως Ἰχθύων μοίρας εʹ καὶ κʹ. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ ἀνατέλλει τῶν ἐν τοῖς ὠσὶ τεσσάρων ὁ ἡγού‐ μενος τῶν βορειοτέρων, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις ποσί. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Ἵππου ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός, καὶ τοῦ Κηφέως ὁ | ||
10 | ἀριστερὸς πούς, ἔσχατος δὲ τοῦ Κήτους τῶν ἐν τῷ τετραπλεύρῳ ὁ βορειότερος τῶν ἡγουμένων. Ἀνατέλλει δὲ ὁ Λαγωὸς ἐν ὥρᾳ μιᾷ καὶ πέμπτῳ μέρει. | ||
3.1.12 | Ὅταν δὲ ὁ Κύων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας ιεʹ ἕως Λέοντος μοίρας εʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας ηʹ καὶ κʹ ἕως Κριοῦ δʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρῳ τῷ ἐμπροσθίῳ καὶ βορειο‐ τέρῳ ποδί, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν ὁ ἐν τοῖς ποσὶ τῆς Κασσιεπείας, καὶ ὁ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδὶ τῆς Ἀνδρομέδας, μικρὸν προηγούμενος τοῦ | ||
10 | μεσημβρινοῦ, ἔσχατος δὲ τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ μηρῷ λαμπρός, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. Ἀνατέλλει δὲ ὁ Κύων ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας. | 228 | |
3.1.13 | Τοῦ δὲ Πρόκυνος ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου δʹ μοίρας μέσης ἕως Καρκίνου μοίρας θʹ· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας ιεʹ ἕως Ἰχθύων μοίρας κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ | ||
5 | ἀνατέλλει ὁ ἡγούμενος καὶ διπλοῦς, ἔσχατος δὲ ὁ ἑπό‐ μενος καὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων 〈πρῶτος μὲν〉 τῆς τε Κασσιεπείας ὁ ἐν μέσῳ τῷ σώματι, καὶ τοῦ Κήτους τῶν ἐν τῇ οὐρᾷ τεσσάρων οἱ ἑπόμενοι· ἔσχατοι δὲ | ||
10 | μεσουρανοῦσι τῆς τε Ἀνδρομέδας ὁ ἑπόμενος τῶν ἐν τῇ ζώνῃ, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν 〈ἡγου‐ μένων〉 ἐν τῷ τετραπλεύρῳ. Ἀνατέλλει δὲ ὁ Προκύων ἐν τρίτῳ μέρει ὥρας. | ||
3.1.14 | Τῆς δὲ Ἀργοῦς ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος μοίρας ϛʹ ἕως Χηλῶν μοίρας δʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ ϛʹ καὶ κʹ μέσης ἕως Καρκίνου δʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ | ||
5 | ἀνατέλλει ὁ ὑπὸ τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Κυνὸς ὡς τριπλοῦς, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τοῦ πλοίου καὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ Περσέως ὁ ἐν τῷ ἀριστερῷ μηρῷ, καὶ ὁ νοτιώτατος τῶν ἐν τῇ | ||
10 | ἀποτομῇ τοῦ Ταύρου, ἔσχατος δὲ ὁ προηγούμενος τῆς τοῦ Ὕδρου κεφαλῆς ὁ ἐκφανής, ὅς ἐστιν ἐν τοῖς νοτίοις ποσὶ τοῦ Καρκίνου. 〈Ἀνατέλλει δὲ ἡ Ἀργὼ ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.〉 | 230 | |
3.2.1 | Ἑξῆς δὲ ἐροῦμεν περὶ τῆς καταδύσεως τῶν νοτιω‐ τέρων τοῦ ζῳδιακοῦ κύκλου. Ὅταν μὲν οὖν δύνῃ ὁ Ὕδρος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων θʹ καὶ κʹ μοίρας ἕως | ||
5 | Παρθένου ιαʹ· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιθʹ μέσης ἕως Τοξότου ιθʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τῷ χάσματι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ | ||
10 | μὲν τοῦ τε Δράκοντος ὁ τρίτος ἀπὸ τῆς οὐρᾶς λαμπρός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Βοώτου ὁ ἐν τῇ ζώνῃ λαμπρός, καὶ 〈τῶν Χηλῶν〉 ὁ προηγούμενος τοῦ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ λαμπροῦ [καὶ τοῦ Ὕδρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὡς ἡμιπήχιον | ||
15 | προηγούμενος τοῦ μεσημβρινοῦ]· ἔσχατον δὲ μεσουρα‐ νοῦσι τοῦ τε Δράκοντος ὁ νοτιώτερος κρόταφος, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Τοξότου ὁ ἡγούμενος τῶν ἐν τῇ ἐφαπτίδι. Δύνει δὲ ὁ Ὕδρος ἐν ὥραις τέσσαρσι. | ||
3.2.2 | Τοῦ δὲ Κρατῆρος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας αʹ καὶ κʹ ἕως Λέοντος ιγʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας ιβʹ μέσης ἕως Τοξότου ἀρχῆς. καὶ πρῶτος μὲν ἀστὴρ δύνει | ||
5 | ὁ βορειότερος τῶν ἐν τῇ βάσει, ἔσχατος δὲ ὁ νοτιώ‐ | ||
τερος καὶ ὁ βορειότερος τῶν ἐν τῷ κύτει. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Σκορπίου ὁ τρίτος 〈καὶ ὁ τέταρτοσ〉 καὶ ὁ πέμπτος σφόνδυλος τῶν μετὰ τὸ στῆθος, καὶ τοῦ Ἐνγόνασιν | 232 | ||
10 | ὁ τρίτος ἀπὸ τοῦ δεξιοῦ ὤμου ἐν τῷ βραχίονι κεί‐ μενος, προηγούμενος [δὲ] τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, ἔσχατον δὲ τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῇ ἐκφύσει τοῦ ἀριστεροῦ μηροῦ, καὶ τοῦ Τοξότου ἡ ἀκίς. Δύνει δὲ ὁ Κρατὴρ ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει. | ||
3.2.3 | Τοῦ δὲ Κόρακος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος ***** ********** ********** | ||
3.2.5 | 〈Τοῦ δὲ Θηρίου δύνοντος, ὃ ἔχει ὁ Κένταυρος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Λέοντοσ〉 θʹ καὶ κʹ μοίρας μέσης ἕως Χηλῶν ιαʹ· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ιʹ ἕως Αἰγόκερω ϛʹ μέσης. καὶ πρῶτος | ||
5 | μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ὀπισθίοις μηροῖς, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Δράκοντος ὁ ἐν τῷ χάσματι, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Ἐνγόνασιν ὁ | ||
10 | ἀριστερὸς ἀγκών, προηγούμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ, ἔσχατον δὲ τοῦ τε Δράκοντος τῶν ἐν τῇ πρώτῃ σπείρᾳ τριῶν λαμπρῶν ὁ ἡγούμενος, καὶ τοῦ Ὄρνιθος ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι, μικρὸν ὑπολειπό‐ | ||
μενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὀϊστοῦ ὁ ἐπὶ τῆς | 234 | ||
15 | ἀκίδος, καὶ τοῦ Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τῷ προσώπῳ. Δύνει δὲ τὸ Θηρίον ἐν ὥραις δυσί. | ||
3.2.6 | Τοῦ δὲ Θυμιατηρίου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος ιθʹ μοίρας μέσης ἕως Χηλῶν θʹ· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου εʹ ἕως Αἰγόκερω εʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος | ||
5 | τῶν ἐν τῷ χείλει καὶ διπλοῦς, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ βάσει. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, καὶ τοῦ Τοξότου ὁ μέσος τῶν ἐν τῷ τόξῳ, | ||
10 | ἔσχατον δὲ τοῦ Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τοῖς κέρασι λαμπρῶν. Δύνει δὲ τὸ Θυμιατήριον ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει. | ||
3.2.7 | Ὅταν δὲ ὁ Νότιος Ἰχθὺς δύνῃ, συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας δʹ καὶ κʹ ἕως Αἰγόκερω ιηʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας γʹ ἕως Κριοῦ μοίρας βʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει | ||
5 | ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ἔσχατος δὲ ὁ ἐν τῷ ῥύγχει λαμπρὸς σφόδρα. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τῶν Ἰχθύων τοῦ νοτιωτέρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ἔσχατον δὲ τῆς τε Ἀνδρομέδας ὁ ἀριστερὸς πούς, καὶ | ||
10 | τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ ἐν τᾷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἑπομένων. Δύνει δὲ ὁ Ἰχθὺς ἐν ὥρᾳ μιᾷ καὶ τέσσαρσι πεμπτη‐ | ||
μορίοις. | 236 | ||
3.2.8 | Τοῦ δὲ Κήτους δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ζʹ καὶ κʹ μέσης ἕως Κριοῦ ιδʹ· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας βʹ καὶ κʹ ἕως Καρκίνου μοίρας ιεʹ μέσης. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ δύνειν ἄρχεται ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῷ βορείῳ χελυνίῳ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ἡνιόχου ὁ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ καὶ ὁ ἐν τῷ δεξιῷ ποδί, ἔσχατον δὲ τῆς τε Ἄρκτου ὁ | ||
10 | ἐν τοῖς ἐμπροσθίοις σκέλεσι λαμπρός, καὶ τῆς Ἀργοῦς ὁ ἐν μέσῳ τῷ τοίχῳ λαμπρός, προηγούμενος τοῦ μεσημ‐ βρινοῦ ὡς ἡμιπήχιον. Δύνει δὲ τὸ Κῆτος ἐν ὥραις τέσσαρσι λειπούσαις ὀγδόῳ μέρει. | ||
3.2.9 | Τοῦ δὲ Ὠρίωνος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ζʹ ἕως Ταύρου μοίρας λʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιβʹ ἕως. Παρ‐ θένου μοίρας ιγʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν | ||
5 | τῷ ἀριστερῷ ποδί, ἔσχατοι δὲ οἱ βορειότατοι τῶν ἐν τῷ κολλορόβῳ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς Μεγάλης Ἄρκτου ὁ ἐν τοῖς ὀπισθίοις γόνασι, καὶ τοῦ Λέοντος ὁ ἀπὸ νότου τῷ ἐπὶ τῆς ὀσφύος | ||
10 | λαμπρῷ παρακείμενος, ἔσχατον δὲ τῆς Παρθένου ὁ ἀριστερὸς ὦμος. Δύνει δὲ ὁ Ὠρίων ἐν ὥραις δυσὶν ὡς ἔγγιστα. | ||
3.2.10 | Ὅταν δὲ ὁ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς δύνῃ, συγ‐ καταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ζʹ ἕως Ταύρου μοίρας εʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων δʹ ἕως Λέοντος ιʹ μέσης. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ δύνει ὁ ἡγούμενος καὶ λαμπρότατος πάντων, ἔσχατος δὲ ὁ πρῶτος καὶ ἀπὸ μεσημβρίας παρακείμενος τῷ ποδὶ τοῦ Ὠρίωνος. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς δύσεως τῶν τε Διδύμων ὁ Πρόπους, μικρὸν | 238 | |
10 | ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λαγωοῦ οἱ ἐν μέσῳ τῷ σώματι δύο· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Λέοντος ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, καὶ τῆς Ἄρκτου ὁ ἐν τοῖς ὀπισθίοις γόνασιν, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. | ||
15 | Δύνει δὲ ὁ Ποταμὸς ἐν ὥραις τέσσαρσι καὶ ἡμίσει καὶ πέμπτῳ μέρει ὥρας. | ||
3.2.11 | Τοῦ δὲ Λαγωοῦ δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας ζʹ καὶ κʹ μέσης ἕως Ταύρου ιδʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας λʹ ἕως Λέοντος μοίρας αʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν | ||
5 | τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς τε Ἄρκτου [τοῦ πλινθίου] ὁ ἐπὶ τῶν ὤμων αὐτῆς, καὶ τοῦ Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Λέοντος ὁ ἐν τῇ καρδίᾳ, καὶ τῆς Ἀργοῦς ὁ βορειότερος | ||
10 | τῶν ἐν τῇ ἀποτομῇ, μικρὸν προηγούμενος τοῦ μεσημ‐ βρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Λέοντος ὅ τε ὀπίσθιος ποὺς καὶ ὁ ἐν τοῖς ὀπισθίοις σκέλεσι, καὶ τοῦ Κρατῆρος ὁ νοτιώτατος τῶν ἐν τῇ βάσει. Δύνει δὲ ὁ Λαγωὸς ἐν ὥρᾳ μιᾷ καὶ τρίτῳ μέρει. | ||
3.2.12 | Τοῦ δὲ Κυνὸς δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ιαʹ ἕως Ταύρου μοίρας θʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιζʹ ἕως Παρθένου ιαʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς | ||
5 | ὀπισθίοις ποσὶ λαμπρός, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν | ||
ἐν τῇ κεφαλῇ ἐκφανῶν. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς τε Ἄρκτου ὁ ἡγούμενος τῶν ἐν τοῖς ὀπισθίοις ποσί, καὶ τοῦ Λέοντος ὁ ἐπὶ τῆς ὀσφύος· ἔσχατον δὲ | 240 | ||
10 | μεσουρανοῦσι τοῦ τε Κόρακος ὁ ἐν τοῖς ποσί, καὶ τῆς Παρθένου ὁ νοτιώτερος ὦμος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως. Δύνει δὲ ὁ Κύων ἐν τρισὶν ἡμιωρίοις. | ||
3.2.13 | Τοῦ δὲ Πρόκυνος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ιεʹ ἕως Διδύμων μοίρας ιηʹ· μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τῶν Χηλῶν ἕως Χηλῶν μοίρας δʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγού‐ | ||
5 | μενος καὶ διπλοῦς, ἔσχατος δὲ ὁ ἑπόμενος καὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Βοώτου ὁ μέσος τῶν ἐν τῷ ἀριστερῷ ποδί, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κενταύρου ὁ βορειότερος τῶν ἐν τῇ κεφαλῇ, ὡς ἡμιπήχιον προηγού‐ | ||
10 | μενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Ἄρκτου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὑπολειπόμενος μικρὸν τοῦ μεσημβρινοῦ, καὶ τοῦ Βοώτου ὁ βορειότερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Ὕδρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Κενταύρου ὁ δεξιὸς ὦμος. | ||
15 | Δύνει δὲ ὁ Προκύων ἐν πέμπτῳ μέρει ὥρας. | ||
3.2.14 | Τῆς δὲ Ἀργοῦς δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας ιϛʹ ἕως Διδύμων μοίρας ιηʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας ιζʹ ἕως Χηλῶν μοίρας εʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ λαμπρότατος | ||
5 | καὶ νοτιώτατος τῶν ἐν τῷ πηδαλίῳ, ὅν τινες Κάνωπον προσαγορεύουσιν, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν | ||
〈μέσῳ〉 τῷ ἱστῷ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Λέοντος τῶν ἐν τῇ κεφαλῇ ὁ νοτιώτερος | 242 | ||
10 | τῶν ἡγουμένων, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ὁ μετὰ τὴν ἔκφυσιν τοῦ τραχήλου μικρός· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Μεγάλης Ἄρκτου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Βοώτου ὁ βορειότερος τῶν ἐν τῷ ἀριστερῷ ποδί, ὡς ἡμιπήχιον | ||
15 | προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Κενταύρου ὁ δεξιὸς ὦμος, μικρὸν προηγούμενοι τοῦ μεσημβρινοῦ. Δύνει δὲ ἡ Ἀργὼ ἐν ὥραις πέντε ὡς ἔγγιστα. | ||
3.31a | Ἐπεὶ δὲ τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ κύκλου κειμένων ἄστρων ἀποδεδώκαμεν τὰ συμβαίνοντα περὶ τὴν ἑκάστου αὐτῶν ἀνατολήν τε καὶ δύσιν, ἑξῆς ἀποδώσομεν τὰς αὐτῶν τῶν δώδεκα ζῳδίων συνανατολάς τε καὶ συγ‐ | ||
5 | καταδύσεις. | ||
3.31b | Τοῦ μὲν οὖν Καρκίνου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων γʹ καὶ κʹ μοίρας ἕως Καρκίνου ιηʹ· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων εʹ ἕως Κριοῦ αʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρᾳ | ||
5 | τῇ βορείᾳ χηλῇ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν ὁ | ||
ἐν τῇ κεφαλῇ τῆς Ἀνδρομέδας λαμπρός, ἔσχατος δὲ τοῦ τε Κριοῦ τῶν ἐν τῇ κεφαλῇ τριῶν λαμπρῶν ὁ ἡγούμενος, καὶ ὁ πρὸς μεσημβρίαν κείμενος τοῦ Κήτους | 244 | ||
10 | κατὰ μέσον αὐτοῦ τὸ σῶμα ἀκατονόμαστος καὶ λαμπρός, καὶ τῶν ἐν τῷ τετραπλεύρῳ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἑπομένων, καὶ τῆς Ἀνδρομέδας ὁ ἀριστερὸς πούς, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Καρκίνος ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ | ||
15 | μέρεσιν ὥρας. | ||
3.3.2 | Ὅταν δὲ ὁ Λέων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας ηʹ μέσης ἕως Λέοντος ιθʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων κʹ ἕως Ταύρου ιβʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν | ||
5 | τῇ κεφαλῇ ὁ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν τοῖς ὀπισθίοις ποσί. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆς τε Ἀνδρομέδας ὁ ἑπόμενος τῶν ἐν τῇ ζώνῃ, καὶ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἡγου‐ | ||
10 | μένων, ἔσχατος δὲ τῶν τε Ὑάδων ὁ λαμπρότατος, καὶ τοῦ Ἡνιόχου ὁ ἐν τῷ ἀριστερῷ ἀγκῶνι, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Λέων ἐν ὥραις τρισὶ καὶ τετάρτῳ μέρει. | ||
3.3.3 | Τῆς δὲ Παρθένου ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος μοίρας βʹ καὶ κʹ ἕως Χηλῶν ηʹ μοίρας· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας ιεʹ μέσης ἕως Καρκίνου θʹ μοίρας. καὶ πρῶτος | ||
5 | μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ τεσσάρων ὁ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Ἡνιόχου ὁ ἐπὶ τοῦ ἀριστεροῦ ὤμου λαμπρός, | 246 | |
10 | ἔσχατος δὲ τῆς τε Ἀργοῦς ὁ ἐν τῷ ἀκροστολίῳ λαμπρός, καὶ τοῦ Ὕδρου ὁ βορειότερος τῶν ἐν τῷ χάσματι, ὑπο‐ λειπόμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον. Ἀνατέλλει δὲ ἡ Παρθένος ἐν ὥραις τρισὶ καὶ τέσσαρσι πεμπτημορίοις. | ||
3.3.4 | Ὅταν δὲ αἱ Χηλαὶ ἀνατέλλωσι, συνανατέλλει μὲν αὐταῖς ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιϛʹ ἕως Σκορ‐ πίου μοίρας ϛʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου ιηʹ ἕως Λέοντος ιαʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ νοτιώ‐ | ||
5 | τερος τῶν ἐν ἄκραις ταῖς χηλαῖς λαμπρῶν, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος ὁ νοτιώτερος τῶν ἡγουμένων, καὶ τῆς Ἀργοῦς ὁ βορειότερος τῶν ἐν | ||
10 | μέσῳ τῷ ἱστῷ, ἔσχατος δὲ τοῦ Λέοντος ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ δύο ἀστέρων. Ἀνατέλλουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ μιᾷ καὶ τρισὶ πεμπτημορίοις. | ||
3.3.5 | Τοῦ δὲ Σκορπίου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας γʹ ἕως Τοξότου θʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ηʹ μέσης ἕως Παρθένου γʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ | ||
5 | ἀνατέλλει ὁ βορειότατος τῶν ἐν τῷ μετώπῳ, ἔσχατος δὲ ὁ τρίτος σφόνδυλος ἀπὸ τῶν ἐν τῷ κέντρῳ ἀριθμού‐ μενος, ἕκτος δὲ ὢν τῶν μετὰ τοὺς ἐν τῷ στήθει. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τῆς Μεγάλης Ἄρκτου ὁ ἐν τῷ στήθει λαμπρός, καὶ τοῦ Ὕδρου τῶν | 248 | |
10 | μετὰ τὸν λαμπρότατον τεσσάρων [τῶν πρὸ τοῦ Κρατῆρος] ὁ τρίτος ἀπὸ δύσεως, ἔσχατος δὲ ὅ τε Στάχυς καὶ τοῦ Κενταύρου ὁ ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον προηγού‐ μενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Σκορπίος ἐν ὥραις τρισὶ λειπούσαις | ||
15 | δεκάτῳ μέρει. | ||
3.3.6 | Τοῦ δὲ Τοξότου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας ϛʹ μέσης ἕως Αἰγόκερω ιηʹ· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου κʹ μέσης ἕως Σκορπίου θʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνα‐ | ||
5 | τέλλει ὁ ἐν τῇ ἀκίδι, ἔσχατος δὲ ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆς Παρθένου ὁ ἐν τῷ ἀριστερῷ ἀγκῶνι, μικρὸν προ‐ ηγούμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τοῦ τε Σκορπίου | ||
10 | ὁ μέσος τῶν ἐν τῷ στήθει 〈καὶ〉 λαμπρότατος, καὶ ὁ 〈ἡγούμενος τῶν〉 ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ Ὀφιούχου, καὶ τοῦ Στεφάνου ὁ τρίτος ἀπὸ τοῦ λαμπροῦ ἐπὶ τὰ ἑπόμενα, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Τοξότης ἐν ὥραις τρισίν. | ||
3.3.7 | Ὅταν δὲ ὁ Αἰγόκερως ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας θʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω ζʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιθʹ μέσης ἕως Σκορπίου ιηʹ. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τοῖς κέρασι λαμπρῶν, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Βοώτου τῶν ἐν τῇ ζώνῃ ὁ λαμπρότατος, καὶ τῶν | 250 | |
10 | Χηλῶν ὁ προηγούμενος ἄκρας τῆς βορείας χηλῆς, καὶ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως ὁ τρίτος ἀπ’ ἄκρας τῆς οὐρᾶς ἀριθμούμενος λαμπρός, ὡς ἡμιπήχιον προηγού‐ μενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ Ἐνγόνασιν ὅ τε δεξιὸς ὦμος καὶ ὁ ἀπ’ ἄρκτων παρα‐ | ||
15 | κείμενος τοῖς ἐν τῇ δεξιᾷ κνήμῃ. Ἀνατέλλει δὲ ὁ Αἰγόκερως ἐν ὥρᾳ μιᾷ καὶ ἡμίσει καὶ τρίτῳ μέρει. | ||
3.3.8 | Ὅταν δὲ ὁ Ὑδροχόος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ϛʹ ἕως Ὑδροχόου αʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοίρας ζʹ καὶ κʹ ἕως Τοξότου ζʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνα‐ | ||
5 | τέλλει ὁ ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν ὁ ἐν τῇ κεφαλῇ τοῦ Βοώτου, ἔσχατος δὲ τοῦ Τοξότου ὁ βορειό‐ τερος τῶν ἐν τῷ τόξῳ, καὶ τοῦ Ὀφιούχου οἱ παρὰ τὸν | ||
10 | δεξιὸν ὦμον τρεῖς ἐπ’ εὐθείας ἀκατονόμαστοι, καὶ τοῦ Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Ὑδροχόος ἐν ὥραις δυσὶ καὶ δυσὶ | ||
μέρεσιν ὥρας. | 252 | ||
3.3.9 | Ὅταν δὲ οἱ Ἰχθύες ἀνατέλλωσι, συνανατέλλει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ζʹ ἕως Κριοῦ ιϛʹ· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας ϛʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω μοίρας θʹ. καὶ πρῶτος μὲν ἀστὴρ | ||
5 | ἀνατέλλει ὁ ἐν ἄκρῳ τῷ ῥύγχει τοῦ νοτιωτέρου Ἰχθύος, ἔσχατος δὲ ὁ ἐν τῷ Συνδέσμῳ τῶν λίνων. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ μηροῦ, καὶ τοῦ Σκορπίου ὁ ἀπ’ ἄρκτων παρακείμενος τοῖς ἐν τῷ | ||
10 | κέντρῳ· ὁ δὲ ἐν τῇ κεφαλῇ τοῦ Ἐνγόνασιν ὑπολείπεται τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τοῖς γόνασιν [αὐτοῦ], καὶ τοῦ Ὄρνιθος ὁ ἐν τῷ λάρυγγι καὶ ὁ ἐν τῷ ἀγκῶνι τῆς δεξιᾶς πτέρυγος. | ||
15 | Ἀνατέλλουσι δὲ οἱ Ἰχθύες ἐν ὥραις τρισὶ καὶ δεκάτῳ μέρει. | ||
3.3.10 | Τῷ δὲ Κριῷ συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ιθʹ μέσης ἕως Κριοῦ αʹ καὶ κʹ· μεσου‐ ρανεῖ δὲ ἀπὸ Τοξότου μοίρας δʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω ιδʹ. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ | ||
5 | τοῦ ἐμπροσθίου ποδός, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων 〈πρῶτος μὲν〉 τῆς τε Λύρας ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι, καὶ τοῦ Τοξότου ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, ὡς δύο μέρη | ||
10 | πήχεως προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ | ||
μεσουρανεῖ τοῦ τε Ὑδροχόου ὁ ἑπόμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, καὶ τοῦ Αἰγόκερω ὁ ἐν τῷ στήθει, καὶ τοῦ Δελφῖνος ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ. Ἀνατέλλει δὲ ὁ Κριὸς ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ πεμπτη‐ | 254 | ||
15 | μορίοις. | ||
3.3.11 | Τοῦ δὲ Ταύρου ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας ζʹ ἕως Ταύρου μοίρας θʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας βʹ καὶ κʹ μέσης ἕως Ὑδροχόου θʹ. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ ἀνατέλλει ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τεσσάρων, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ δεξιῷ κέρατι. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, ἔσχατος δὲ τοῦ Κηφέως ὁ προηγούμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν καὶ ὁ δεξιὸς | ||
10 | αὐτοῦ πούς, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημ‐ βρινοῦ, καὶ ὁ μέσος τῶν ἐν τῇ κάλπιδι τοῦ Ὑδροχόου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Ταῦρος ἐν ὥρᾳ μιᾷ καὶ ὀγδόῳ μέρει. | ||
3.3.12 | Τῶν δὲ Διδύμων ἀνατελλόντων συνανατέλλει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας βʹ μέσης ἕως Διδύμων λʹ· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας ιαʹ μέσης ἕως Ἰχθύων θʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ | ||
5 | ἀνατέλλει ὁ ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ ἡγουμένου Διδύμου, ἔσχατος δὲ ὁ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ ἑπο‐ μένου Διδύμου. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Κηφέως ὁ ἐν τῷ σώματι λαμπρός, καὶ τοῦ Ὑδρο‐ | ||
10 | χόου ὁ ἐν τῷ δεξιῷ ποδὶ λαμπρός, καὶ τοῦ Νοτίου | ||
Ἰχθύος ὁ ἐν τῷ ῥύγχει λαμπρός· ἔσχατος δὲ μεσου‐ ρανεῖ τῆς Ἀνδρομέδας ὁ μέσος τῶν ἐν τῷ δεξιῷ ὤμῳ τριῶν. Ἀνατέλλουσι δὲ οἱ Δίδυμοι ἐν ὥρᾳ μιᾷ καὶ ἡμίσει | 256 | ||
15 | καὶ τρίτῳ μέρει. | ||
3.4.1 | Πάλιν δὲ τοῦ μὲν Καρκίνου δύνοντος συγκατα‐ δύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ζʹ καὶ κʹ μέσης ἕως Καρκίνου κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιζʹ ἕως Σκορπίου ιβʹ. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ δύνει ὁ ἐν τοῖς 〈νοτίοισ〉 ποσὶ τοῦ Καρκίνου ἐκφανὴς καὶ ἐπ’ εὐθείας κείμενος τοῖς πρὸς δύσιν [τοῖς νοτιωτέροις] τῶν περὶ τὸ Νεφέλιον τὸ ἐν τῷ Καρκίνῳ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ τοῦ Καρκίνου. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων 〈ἐν μὲν τῇ | ||
10 | ἀρχῇ〉 τοῦ τε Βοώτου ὁ δεξιὸς πούς, καὶ τῶν Χηλῶν ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρός· ἔσχατον δὲ μεσου‐ ρανοῦσι τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῷ δεξιῷ βραχίονι, τρίτος ὢν ἀπὸ τοῦ δεξιοῦ ὤμου, καὶ τοῦ Σκορπίου ὁ τρίτος καὶ ὁ τέταρτος καὶ ὁ πέμπτος σφόνδυλος τῶν | ||
15 | μετὰ τὸ στῆθος. Δύνει δὲ ὁ Καρκίνος ἐν ὥρᾳ μιᾷ καὶ τρισὶ πεμπτη‐ μορίοις. | ||
3.4.2 | Τοῦ δὲ Λέοντος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας αʹ καὶ κʹ μέσης ἕως Παρθένου μοίρας ιδʹ· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας ιγʹ ἕως Τοξότου αʹ καὶ κʹ μέσης. καὶ πρῶτος | ||
5 | μὲν ἀστὴρ δύνει τοῦ Λέοντος ὁ ἐν τοῖς ἐμπροσθίοις | ||
ποσίν, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς δύσεως τοῦ τε Ἐνγόνασιν ὁ δεξιὸς πούς, καὶ τοῦ Ὀφιούχου τὸ ἀριστερὸν γόνυ, ὡς ἡμιπήχιον ὑπο‐ | 258 | ||
10 | λειπόμενον τοῦ μεσημβρινοῦ, καὶ τοῦ Σκορπίου ὁ πρῶτος σφόνδυλος· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Δράκοντος ὁ βορειότερος κρόταφος, καὶ τοῦ Τοξότου ὁ ἐν μέσῳ τῷ νώτῳ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. | ||
15 | Δύνει δὲ ὁ Λέων ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας. | ||
3.4.3 | Τῆς δὲ Παρθένου δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος ζʹ καὶ κʹ μοίρας ἕως Χηλῶν ϛʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ιαʹ ἕως Αἰγόκερω ιϛʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ | ||
5 | πτέρυγι, ἔσχατος δὲ ὁ ἐν τῷ βορείῳ ποδί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε 〈Ὄφεως, ὃν ἔχει ὁ〉 Ὀφιοῦχος, ὁ δεύτερος ἀπ’ ἄκρας τῆς οὐρᾶς, καὶ τοῦ Τοξότου τῶν ἐν τῷ τετραπλεύρῳ ὁ ἡγούμενος τῶν ἀμαυροτέρων ἀντιγωνίων· | ||
10 | ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ὄρνιθος ὁ ἐν μέσῳ τῷ σώματι λαμπρός, καὶ τοῦ Δελφῖνος τῶν ἐν τῷ ῥόμβῳ ὁ νοτιώτερος τῶν ἑπομένων. Δύνει δὲ ἡ Παρθένος ἐν ὥραις δυσὶ καὶ 〈τρίτῳ καὶ〉 πέμπτῳ μέρει. | ||
3.4.4 | Ὅταν δὲ αἱ Χηλαὶ δύνωσι, συγκαταδύνει μὲν αὐταῖς ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιζʹ μέσης ἕως Σκορπίου μοίρας ιεʹ· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας ιʹ ἕως Αἰγόκερω μοίρας ηʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρός, ἔσχατος | ||
δὲ ὁ ἐν μέσῃ τῇ βορείᾳ χηλῇ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος ὁ νοτιώτατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ἔσχατον δὲ ὁ ἐν τῷ στόματι τοῦ Ἵππου | 260 | ||
10 | λαμπρός. Δύνουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ μιᾷ καὶ τετάρτῳ μέρει. | ||
3.4.5 | Τοῦ δὲ Σκορπίου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιγʹ μέσης ἕως Σκορπίου μοίρας ϛʹ· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω ζʹ μέσης ἕως Αἰγόκερω βʹ καὶ κʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ | ||
5 | ἐπὶ τοῦ τρίτου σφονδύλου κείμενος, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ μετώπῳ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος ὁ μέσος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὑπολειπόμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ, καὶ τοῦ | ||
10 | Αἰγόκερω ὁ βορειότερος τῶν ἐν τοῖς γόνασιν· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως. | ||
15 | Δύνει δὲ ὁ Σκορπίος ἐν ὥρᾳ μιᾷ. | ||
3.4.6 | Τοῦ δὲ Τοξότου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας γʹ ἕως Τοξότου ζʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας κʹ ἕως Ἰχθύων εʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει | ||
5 | ὁ λαμπρὸς ὁ ἐν τῷ ἐμπροσθίῳ ποδί, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ ἐφαπτίδι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κηφέως ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρί, καὶ τοῦ | ||
Ὄρνιθος ὁ ἐν τῷ ἀγκῶνι τῆς ἀριστερᾶς πτέρυγος, καὶ | 262 | ||
10 | τοῦ Αἰγόκερω ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, προηγού‐ μενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Κηφέως ὁ ἀριστερὸς πούς, καὶ τοῦ Ἵππου ὁ ἐν τῷ ὀμφαλῷ. Δύνει δὲ ὁ Τοξότης ἐν ὥραις τρισί. | ||
3.4.7 | Τοῦ δὲ Αἰγόκερω δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας βʹ ἕως Αἰγόκερω μοίρας δʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας ιαʹ μέσης ἕως Κριοῦ θʹ. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τοῖς γονατίοις, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς Κασσιεπείας ὁ ἀμαυρότερος τῶν ἐν τῷ δίφρῳ, καὶ τῆς Ἀνδρομέδας ὁ βορειότερος τῶν ἐν τῷ στήθει· | ||
10 | ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Περσέως ὁ ἀριστερὸς ὦμος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως 〈καὶ τοῦ Κήτους ὁ ἐπὶ τῆς λοφίασ〉. Δύνει δὲ ὁ Αἰγόκερως ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας. | ||
3.4.8 | Τοῦ δὲ Ὑδροχόου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ιηʹ μέσης ἕως Ὑδρο‐ χόου ιεʹ· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας γʹ ἕως Ταύρου ζʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ | ||
5 | ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ κάλπιδι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδὴς ὤν, καὶ τῆς Ἀνδρομέδας ὁ ἀριστερὸς πούς, μικρὸν προηγού‐ | ||
10 | μενος τοῦ μεσημβρινοῦ, ὁμοίως δὲ καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, ἔσχατον δὲ ὁ ἐν τῇ ὠμοπλάτῃ τοῦ Ταύρου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημ‐ βρινοῦ, καὶ τῶν Ὑάδων ὁ ἐν τῷ ῥύγχει, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. | 264 | |
15 | Δύνει δὲ ὁ Ὑδροχόος ἐν ὥραις δυσὶ καὶ ὀγδόῳ μέρει. | ||
3.4.9 | Τῶν δὲ Ἰχθύων δυνόντων συγκαταδύνει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας γʹ καὶ κʹ ἕως Κριοῦ μοίρας εʹ· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας ιζʹ ἕως Καρκίνου ϛʹ. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρῳ | ||
5 | τῷ ῥύγχει 〈τοῦ νοτιωτέρου Ἰχθύος, ἔσχατοι δὲ οἱ ἐν ἄκρῳ τῷ ῥύγχει〉 τοῦ βορειοτέρου Ἰχθύος. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ταύρου ὁ ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ κέρατος, καὶ τοῦ Ἡνιόχου ὁ ἀριστερὸς ὦμος, ὡς | ||
10 | ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Ἄρκτου ὁ βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι, καὶ τοῦ Καρκίνου τῶν περὶ τὸ Νεφέλιον τὸ ἐν αὐτῷ κειμένων τεσσάρων οἱ δύο πρὸς δύσιν, καὶ τοῦ Καρκίνου ὁ ἐν τοῖς νοτίοις ποσί. | ||
15 | Δύνουσι δὲ οἱ Ἰχθύες ἐν ὥραις τρισὶ καὶ ἡμιωρίῳ. | ||
3.4.10 | Τοῦ δὲ Κριοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας θʹ καὶ κʹ ἕως Κριοῦ μοίρας ϛʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων μοίρας θʹ καὶ κʹ ἕως Καρκίνου θʹ καὶ κʹ. καὶ πρῶτος μὲν | ||
5 | ἀστὴρ δύνει ὁ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ | ||
ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κυνὸς ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὡς ἡμιπήχιον ὑπολειπό‐ μενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Πηδαλίου ὁ ἐν μέσῃ | 266 | ||
10 | τῇ νοτίᾳ πλευρᾷ, ἔσχατον δὲ τῆς τε Ἄρκτου ὁ ἡγού‐ μενος τῶν ἐν τοῖς ὀπισθίοις ποσίν, ὡς ἡμιπήχιον προ‐ ηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λέοντος τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει λαμπρῶν ὁ τρίτος ἀπ’ ἄρκτων, ὡς δύο μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. | ||
15 | Δύνει δὲ ὁ Κριὸς ἐν ὥραις δυσί. | ||
3.4.11 | Τοῦ δὲ Ταύρου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας κʹ ἕως Ταύρου μοίρας ϛʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας βʹ καὶ κʹ μέσης ἕως Παρθένου ζʹ. καὶ πρῶτος μὲν ἀστὴρ | ||
5 | δύνει ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τεσσάρων, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ ἀριστερῷ κέρατι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὕδρου ὁ νοτιώτατος τῶν ἐν τῷ τραχήλῳ τριῶν [ἔγγιστα] τῶν ἀπ’ ἄρκτου κειμένων τοῦ λαμπροῦ, | ||
10 | ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Παρθένου ὁ ἐν μέσῃ τῇ ἀριστερᾷ πτέρυγι, μικρὸν προηγούμενος τοῦ μεσημ‐ βρινοῦ, καὶ τοῦ Κόρακος ὁ ἐν μέσῳ τῷ σώματι μικρός. Δύνει δὲ ὁ Ταῦρος ἐν ὥραις τρισί. | ||
3.4.12 | Τῶν δὲ Διδύμων δυνόντων συγκαταδύνει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας δʹ ἕως Καρκίνου βʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοίρας ιζʹ ἕως Χηλῶν βʹ καὶ κʹ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει | ||
5 | ὁ καλούμενος Πρόπους, ἔσχατος δὲ ὁ ἐν τῇ δεξιᾷ χειρὶ | ||
τοῦ ἑπομένου Διδύμου. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ ὅ τε Προτρυγητὴρ καὶ τῆς Παρθένου ὁ δεξιὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον | 268 | ||
10 | δὲ μεσουρανεῖ τῶν Χηλῶν ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ λαμπρός, ὡς δύο μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνουσι δὲ οἱ Δίδυμοι ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει. | ||
3.51a | Χωρὶς δὲ τῆς ἐν ταῖς συνανατολαῖς καὶ 〈συγκατα‐〉 δύσεσι θεωρίας εὔχρηστον εἶναι νομίζω καὶ τὸ παρα‐ κολουθεῖν ἡμᾶς, τίνες τῶν ἀπλανῶν ἀστέρων ἀπέχουσιν ἀπ’ ἀλλήλων κατὰ τὸ ἑξῆς ὡριαῖα ἰσημερινὰ διαστήματα. | ||
5 | τοῦτο γὰρ ἡμῖν εὔχρηστόν ἐστι πρός τε τὸ τὴν ὥραν τῆς νυκτὸς ἀκριβῶς συλλογίζεσθαι καὶ πρὸς τὸ τοὺς ἐκλειπτικοὺς τῆς σελήνης χρόνους καὶ ἕτερα πλείονα κατανοεῖν τῶν ἐν ἀστρολογίᾳ θεωρημάτων. | ||
3.51b | Ἐπὶ μὲν οὖν τοῦ διὰ τῶν τροπικῶν σημείων καὶ διὰ τῶν πόλων γραφομένου κύκλου κεῖται ἀστὴρ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Κυνός, ἐν τῷ τὸ θερινὸν τροπικὸν σημεῖον ἔχοντι ἡμικυκλίῳ κείμενος. ἀπὸ τούτου τοῦ | ||
5 | ἀστέρος ἀπέχει ὡριαῖον διάστημα τοῦ τε Ὕδρου ὁ ἐν τῇ ἐκφύσει τοῦ τραχήλου κείμενος, ἔγγιστα δὲ καὶ τῆς Ἄρκτου ὁ ἐν τοῖς ἐμπροσθίοις γόνασι λαμπρός. | ||
3.5.2 | Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει 〈περὶ | ||
τὴν ἀρχὴν τοῦ Λέοντοσ〉 τῶν ἐν τῷ Λέοντι ὁ προ‐ ηγούμενος μικρῷ μεῖον ἢ πῆχυν τοῦ ἐν τῇ καρδίᾳ λαμπροῦ μικρὸς ἀστήρ. οὐδὲ δάκτυλον προηγεῖται | 270 | ||
5 | οὗτος ὁ ἀστερίσκος τοῦ διὰ τῶν πόλων κύκλου τὸ δεύτερον ὡριαῖον διάστημα ἀφορίζοντος. | ||
3.5.3 | Τὸ δὲ τρίτον ὡριαῖον διάστημα περὶ μέσον τὸν Λέοντα ἀφορίζει τοῦ Λέοντος ὁ νοτιώτερος τῶν δύο τῶν ἐξ ἑκατέρου μέρους παρακειμένων τῷ ἐπὶ τῆς ὀσφύος λαμπρῷ. | ||
3.5.4 | Τὸ δὲ τέταρτον ὡριαῖον διάστημα περὶ τὴν ἀρχὴν τῆς Παρθένου ἀφορίζει τοῦ ὑπὸ τὸν Κρατῆρα ὀρθο‐ γωνίου τριγώνου ὁ ἐπὶ τῆς ὀρθῆς γωνίας κείμενος ἀστήρ· ὁ δὲ ἐπὶ τῆς ὀσφύος τῆς Μεγάλης Ἄρκτου | ||
5 | λαμπρὸς ἔλασσον ἢ κʹ μέρος ὥρας ὑπολείπεται τοῦ τὴν τετάρτην ὥραν ἀφορίζοντος κύκλου. | ||
3.5.5 | Τὴν δὲ πέμπτην ὥραν ἀφορίζει περὶ μέσην τὴν Παρθένον ἀκριβῶς μὲν οὐδεὶς ἀστήρ, τῷ δὲ δεκάτῳ μέρει ὥρας πλέον ὑπολειπόμενος ὅ τε Προτρυγητὴρ καὶ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τῆς Παρθένου κείμενος | ||
5 | λαμπρὸς ἀστήρ. | ||
3.5.6 | Τὴν δὲ ἕκτην ὥραν ἀφορίζει ἐπὶ τοῦ διὰ τῶν ἰσημερινῶν σημείων κύκλου ἔγγιστα μὲν τοῦ Κενταύρου ὁ ἐχόμενος τῶν ἐν τῷ νοτιωτάτῳ μέρει τοῦ θύρσου λαμπρῶν καὶ ὡς ἡμιπήχιον διεστηκότων, οἳ κεῖνται | ||
5 | κατὰ μέσον πως τὸ στῆθος τοῦ Κενταύρου· τοῦ δὲ Βοώτου ὁ μέσος τῶν ἐν τῷ ἀριστερῷ ποδὶ ὡς κʹ μέρος ὡριαίου διαστήματος ὑπολείπεται τοῦ τὰς ἓξ | ||
ὥρας ἀφορίζοντος κύκλου. | 272 | ||
3.5.7 | Τῶν δὲ μεταξὺ τοῦ φθινοπωρινοῦ ἰσημερινοῦ σημείου καὶ τοῦ χειμερινοῦ τροπικοῦ ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον ὡριαῖον 〈διάστημα〉 ἐπὶ τοῦ περὶ μέσας τὰς Χηλὰς κύκλου ἀφορίζει ὡς ἔγγιστα | ||
5 | τοῦ τε Βοώτου ὁ ἀριστερὸς ὦμος καὶ 〈τῶν Χηλῶν〉 ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρὸς ἀστήρ, ὁ μὲν ὦμος ἀδιαφόρως πλεῖον ὑπολειπόμενος, ἡ δὲ χηλὴ ὡς λʹ μέρος 〈ὥρασ〉 προηγουμένη τοῦ εἰρημένου διὰ τῶν πόλων κύκλου. | ||
3.5.8 | Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Σκορπίου [τοῦ τε Ὀφιούχου] ὁ βορειό‐ τερος τῶν [ἐν τῇ δεξιᾷ χειρὶ] δύο ἀστέρων λαμπρῶν, οἳ κεῖνται ἐν τῷ σώματι τοῦ Ὄφεως [μετὰ τὸ δεξιὸν | ||
5 | γόνυ τοῦ Ὀφιούχου]· τοῦ δὲ Στεφάνου ὁ προηγού‐ μενος τοῦ λαμπροῦ ὡς λʹ μέρος ὥρας ὑπολείπεται τοῦ διὰ τῶν πόλων κύκλου, ὁμοίως δὲ καὶ ὁ μέσος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου τριῶν λαμπρῶν ἀστέρων. | ||
3.5.9 | Τὴν δὲ τρίτην ὥραν ἀφορίζει περὶ τὸ μέσον τοῦ Σκορπίου τοῦ Ἐνγόνασιν ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου κείμενος ἀστὴρ καὶ ὁ ἐν μέσῃ τῇ δεξιᾷ κνήμῃ αὐτοῦ, ὡς λʹ μέρος ὥρας πρὸς ἀνατολὰς παραλλάσσων. | ||
3.5.10 | Τὴν δὲ τετάρτην ὥραν ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Τοξότου τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, καὶ τῆς Μικρᾶς Ἄρκτου οἱ λαμπρότατοι καὶ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ τεσσάρων, καὶ τοῦ | ||
5 | Ὀφιούχου τῶν ἐν τῷ δεξιῷ ὤμῳ ὁ βορειότερος. | 274 | |
3.5.11 | Τὴν δὲ πέμπτην ὥραν ἀφορίζει περὶ μέσον τὸν Τοξότην τοῦ Τοξότου ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ὡς λʹ μέρος ὥρας πρὸς ἀνατολὰς παραλλάσσων. | ||
3.5.12 | Τὴν δὲ ἕκτην ὥραν ἀφορίζει ἐπὶ τοῦ διὰ τῶν τροπικῶν σημείων κύκλου ὡς ἔγγιστα τῶν ἐν τῷ 〈σώματι τοῦ Ἀετοῦ〉 τριῶν λαμπρῶν ὁ βορειότερος, ὡς κʹ μέρος μιᾶς ὥρας ὑπολειπόμενος τοῦ κύκλου. | ||
3.5.13 | Τῶν δὲ μεταξὺ τοῦ χειμερινοῦ τροπικοῦ σημείου καὶ τοῦ ἐαρινοῦ 〈ἰσημερινοῦ〉 ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον ὡριαῖον διάστημα 〈ἐπὶ τοῦ περὶ μέσον τὸν Αἰγόκερω κύκλου〉 ἀφορίζει τοῦ Δελφῖνος ὁ βορειό‐ | ||
5 | τερος τῶν ἡγουμένων ἐν τῷ ῥόμβῳ, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἐν τῷ νώτῳ. | ||
3.5.14 | Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Ὑδροχόου ὁ ἐν τῷ στόματι τοῦ Ἵππου λαμπρὸς ἀστήρ, καὶ τοῦ Κηφέως ὁ νοτιώτερος τῶν προηγουμένων τοῦ δεξιοῦ ὤμου. | ||
3.5.15 | Τὸ δὲ τρίτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσον τὸν Ὑδροχόον ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ τοῦ Κηφέως τριῶν ἀστέρων ἐπ’ εὐθείας κειμένων, καὶ τοῦ Ἵππου τῶν ἐν τῷ τραχήλῳ δύο ἀστέρων ὁ βορειότερος, ὡς | ||
5 | λʹ μέρος ὥρας προηγούμενος τοῦ διὰ τῶν πόλων κύκλου. | ||
3.5.16 | Τὸ δὲ τέταρτον ὡριαῖον διάστημα ἀφορίζει περὶ | ||
τὴν ἀρχὴν τῶν Ἰχθύων τῆς Ἀνδρομέδας τῶν ἐν τῇ δεξιᾷ χειρὶ ἀστέρων ὁ νοτιώτατος, ὡς κʹ μέρος ὥρας ὑπολειπόμενος τοῦ διὰ τῶν πόλων κύκλου. | 276 | ||
3.5.17 | Τὸ δὲ πέμπτον ὡριαῖον διάστημα περὶ μέσους τοὺς Ἰχθύας ἀφορίζει τῆς Κασσιεπείας ὁ ἐν μέσῳ τῷ σώματι καὶ τρίτος ἀπὸ τῆς κεφαλῆς ἀριθμούμενος. | ||
3.5.18 | Τὸ δὲ ἕκτον ὡριαῖον διάστημα ἀφορίζει ἐπ’ αὐτοῦ ἔγγιστα τοῦ διὰ τῶν ἰσημερινῶν σημείων καὶ 〈διὰ〉 τῶν πόλων γραφομένου κύκλου [οὐκέτι] ὁ ἐπὶ τῆς κορυφῆς κείμενος 〈τοῦ Τριγώνου〉 τοῦ ὑπὲρ τὸν Κριὸν | ||
5 | κειμένου, ὅ τε ἡγούμενος τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ τριῶν λαμπρῶν, ὡς κʹ μέρος ὥρας ὑπολειπόμενος τοῦ κύκλου. | ||
3.5.19 | Τῶν δὲ μεταξὺ τοῦ 〈ἐαρινοῦ〉 ἰσημερινοῦ καὶ τοῦ θερινοῦ 〈τροπικοῦ〉 σημείου ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον 〈ὡριαῖον〉 διάστημα 〈ἐπὶ τοῦ περὶ μέσον τὸν Κριὸν κύκλου〉 ἀφορίζει ὁ λαμπρότατος τῶν ἐν | ||
5 | τῷ γοργονίῳ, ὃ ἔχει ὁ Περσεὺς ἐν τῇ ἀριστερᾷ χειρί. | ||
3.5.20 | Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Ταύρου τοῦ Περσέως τῶν περὶ τὸ δεξιὸν γόνυ πέντε ἀστέρων ὁ ἑπόμενος τῶν ἐπ’ εὐθείας τριῶν. | ||
3.5.21 | Τὸ δὲ τρίτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσον τὸν Ταῦρον τῶν ἐν τῇ δορᾷ, ἣν ἔχει ὁ Ὠρίων ἐν τῇ ἀριστερᾷ χειρί, ὁ τέταρτος καὶ ὁ ἕβδομος, καὶ τοῦ Ταύρου ὁ ἐν μέσοις τοῖς κέρασιν ἐκφανής, ἰσό‐ | ||
5 | πλευρον ἔγγιστα τρίγωνον ποιῶν μετὰ τῶν ἐν ἄκροις | ||
τοῖς κέρασι λαμπρῶν. | 278 | ||
3.5.22 | Τὸ δὲ τέταρτον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τῶν Διδύμων τοῦ Ταύρου τῶν ἐπ’ εὐθείας ἄκρῳ τῷ δεξιῷ κέρατι πρὸς ἀνατολὰς κειμένων δύο μικρῶν καὶ ἐκφανῶν ὄντων ἀστερίσκων ὁ ἑπόμενος | ||
5 | αὐτῶν· εἰσὶ δὲ οὗτοι καὶ ἐν τῷ κολλορόβῳ τοῦ Ὠρίωνος ἐπὶ τοῦ βορείου πέρατος. ἔγγιστα δὲ τὴν τετάρτην ἀφορίζει καὶ τοῦ Λαγωοῦ ὁ νοτιώτερος τῶν ἐν μέσῳ τῷ σώματι δύο λαμπρῶν. | ||
3.5.23 | Τὸ δὲ πέμπτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσους τοὺς Διδύμους τῶν τε Διδύμων ὁ μέσος τῶν ἐν τοῖς γόνασι τριῶν λαμπρῶν, ὡς λʹ μέρος ὥρας προηγούμενος τοῦ διὰ τῶν πόλων κύκλου, καὶ τοῦ | ||
5 | Κυνὸς ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός. | 280 |