TLG 1429 002 :: HIEROCLES :: Fragmenta ethica (ap. Stobaeum)

HIEROCLES Phil.
(A.D. 2)

Fragmenta ethica (ap. Stobaeum)

Source: von Arnim, J. (ed.), Hierokles. Ethische Elementarlehre (Papyrus 9780) [Berliner Klassikertexte 4] Berlin: Weidmann, 1906: 48–63.

Citation: Page — (line)

48

(3)

Stobäus Ecl. I p. 63, 6 W Ἱεροκλέους ἐκ τοῦ Τίνα τρόπον θεοῖς χρηστέον.
5 Ἔτι προσδιαληπτέον καὶ ταῦθ’ ὑπὲρ τῶν θεῶν, ὡς εἰσὶν ἄτρεπτοι καὶ ἀραρότες τοῖς κρίμασιν, ὥστε τοῦ δόξαντος μηδέποτε 〈τοῦ〉 ἀπ’ ἀρχῆς ἐξίστασθαι. μία γάρ τις ἦν τῶν ἀρετῶν καὶ ἡ ἀμεταπτωσία καὶ βεβαιότης, ἣν εἰκὸς οὐχ ἥκιστα κἀν θεοῖς εἶναι παρέχουσαν τὸ ἱδρυμένον καὶ ἔμπεδον τῶν ἅπαξ αὐ‐ τοῖς δοξάντων. ἐξ οὗ δῆλον, ὡς οὐδὲ τὰς κολάσεις, ἃς ἔκρινέ τισιν ἐπι‐
10θεῖναι τὸ δαιμόνιον, πιθανὸν παρίεσθαι. καὶ γὰρ ἀναλογίσασθαι ῥᾴδιον, ὡς εἰ μεταβάλλουσιν οἱ θεοὶ τὰς αὑτῶν κρίσεις καὶ ὃν ἔγνωσαν κολάσαι παριᾶσιν ἀκόλαστον, οὔτε καλῶς καὶ δικαίως διοικοῖεν 〈ἂν〉 τὰ κατὰ τὸν κόσμον, οὔτε ἀπολογισμὸν εἰκότα φέρειν ἂν δύναιντο μετανοίας. καὶ τὰ τοιαῦτα ἔοικεν αὐτοσχεδίως καὶ μετ’ οὐδενὸς λέγειν ἡ ποιητική (Hom. Ι 499—501)
15
καὶ θυσίαισι καὶ εὐχωλῇς ἀγανῇσι
λοιβῇ τε κνίσῃ τε παρατρωπῶς’ ἄνθρωποι
λισσόμενοι, ὅτε κέν τις ὑπερβαίῃ καὶ ἁμάρτῃ καὶ τὸ (Ι 497)
στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
20συνόλως τε πᾶν εἴ τι τούτοις εἴρηται παραπλησίως. Stobäus Ecl. I p. 64, 1 W Ἐν ταὐτῷ. Ἀλλ’ οὐ μὴν οὐδὲ ἐκεῖνο παρετέον, ὡς εἰ καὶ μὴ κακῶν αἴτιοι τυγ‐
χάνουσιν οἱ θεοί, τῶν γε τοιούτων ἔνια προσάπτουσί τισι καὶ περιβάλλουσιν48

49

ἀξίους σωματικαῖς τε ἐλαττώσεσι καὶ ταῖς τῶν ἐκτός, οὐ κακοηθείᾳ χρώ‐ μενοι κἀξεπίτηδες δυσχρηστῆσαι ἄνθρωπον οἰόμενοι δεῖν, ἀλλ’ ἐν τρόπῳ κολάσεως. καθάπερ γὰρ λοιμοὶ καὶ αὐχμοί, ἔτι δὲ ἐπομβρίαι καὶ σεισμοὶ καὶ πᾶν τὸ τοιόνδε τὰ μὲν πολλὰ γίγνεται δι’ αἰτίας ἑτέρας τινὰς φυσικω‐
5τέρας, ἔστι δ’ ὅτε καὶ ὑπὸ θεῶν, ἐπειδὰν καιρὸς ᾖ δημοσίᾳ καὶ κοινῇ τὰ πολλῶν ἀμπλακήματα κολασθῆναι, τὸν αὐτὸν τρόπον καὶ πρὸς ἕνα χρῶνταί ποτε θεοὶ σωματικοῖς ἐλαττώμασι καὶ τοῖς ἐκτός, 〈ἐσ〉 αὐτοῦ μέντοι κόλα‐ σιν, ἐπιστροφὴν δὲ καὶ προαίρεσιν ἀμείνω τῶν ἄλλων. Stobäus Ecl. II p. 181, 8 W
10Ἱεροκλέους ἐκ τοῦ Τίνα τρόπον θεοῖς χρηστέον. Πολὺ δέ μοι δοκεῖ συμβάλλεσθαι πρὸς τὸ καλῶς χρῆσθαι θεοῖς καὶ τὸ διειληφέναι, ὡς οὐδενός ποτε κακοῦ γίγνεται θεὸς αἴτιος, ἀλλὰ ταῦτα μὲν ἐκ τῆς κακίας ἀπαντᾷ μόνης, οἱ δὲ θεοὶ τὸ ἐφ’ ἑαυτοῖς ἀγαθῶν τέ εἰσιν αἴτιοι καὶ τῶν εὐχρήστων, ἡμεῖς δέ ἐσμεν οἱ τὰς εὐεργεσίας αὐτῶν οὐ προσιέ‐
15μενοι, περιβάλλοντες δ’ ἑαυτοὺς κακοῖς αὐθαιρέτοις. ἤδη καιρὸν ἔχειν μοι τὸ ποιητικὸν ἐκεῖνο δοκεῖ κατὰ τὸν τόπον τοῦτον, ὡς δὴ οἱ «βροτοὶ» τοὺς «θεοὺς αἰτιόωνται» (Hom. Od. α 32) ὡς ἐξ αὐτῶν ἐπιπεμπομένων τῶν κακῶν,
οἱ δὲ καὶ αὐτοὶ
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν.
20ἐπεί τοί γε ὡς ὁ θεὸς οὐδαμῇ οὐδαμῶς κακῶν αἴτιός ἐστιν, ἐκ πολλῶν 〈ἂν〉 νοήσειέ τις, πρὸς δὲ τὸ παρὸν ἀποχρήσειεν ἂν ἴσως ὁ Πλάτωνος ἐκεῖ‐ νος λόγος (Rep. I p. 335D). οὐ γὰρ θερμοῦ φησι τὸ ψύχειν ἀλλὰ τοῦ ἐναντίου, οὐδὲ ψυχροῦ τὸ θερμαίνειν ἀλλὰ τοῦ ἐναντίου· οὕτως οὖν οὐδὲ ἀγαθοποιοῦ τὸ κακοποιεῖν, ἀλλὰ τοὐναντίου. καὶ μὴν ἀγαθὸς ὁ θεός, πεπλη‐
25ρωμένος εὐθὺς ἀπ’ ἀρχῆς ταῖς ἁπάσαις ἀρεταῖς, ὥστ’ οὐκ ἂν κακοποιητι‐ κὸς ὁ θεὸς εἴη οὐδέ τινι κακῶν αἴτιος, πάντα δὲ τοὐναντίον παρέχων ἀγαθὰ τοῖς λαβεῖν βουλομένοις ἅπασι, χαριζόμενος δὲ σὺν τοῖς ἀγαθοῖς καὶ τῶν μέσων, ὅσα κατὰ φύσιν ἡμῖν ἐστι [τὰ] ποιητικά τε τῶν κατὰ φύσιν. ἓν
δὲ καὶ μόνον αἴτιον τῶν κακῶν 〈ἡ κακία〉. ***49

50

Ταῦτα χρὴ διειληφέναι, ὡς τῶν μὲν ἀγαθῶν αἰτίων ὄντων τῶν θεῶν, τῶν δὲ κακῶν τῆς κακίας. τίνα οὖν ἡμῖν τοῦ κακῶς πάσχειν αἴτια; ἐπει‐ δὴ τῶν μέσων ἐστί τινα παρὰ φύσιν καὶ δύσχρηστα ἢ νὴ Δία ποιητικὰ τῶν τοιούτων, ἄξιον καὶ περὶ τούτων τὴν νυνὶ διάληψιν ἔχειν, οἷον νόσου λέγω,
5πηρώσεως, θανάτου, πενίας, δόξης καὶ τῶν παραπλησίων. πολλὰ τοίνυν πέφυκεν αὐτῶν περαίνειν καὶ ἡ κακία· καὶ δι’ ἀκρασίαν καὶ λαγνείαν πολ‐ λαὶ μὲν γίνονται νόσοι, πολλαὶ δὲ πηρώσεις· διά τε ἀδικίαν πολλοὶ μὲν ἐχει‐ ροκοπήθησαν καὶ ἄλλας τοιαύτας ἀνεδέξαντο λώβας, πολλοὶ δὲ καὶ ὅλως ἀπέ‐ θανον. ἐμποδίζεται δὲ πυκνὰ καὶ ἡ φιλάνθρωπος ἰατρικὴ πρὸς τὴν ἑαυ‐
10τῆς πρόθεσιν ὑπὸ τῆς κακίας· ἄπρακτα γὰρ γίνεται τὰ βοηθήματα τῆς τέχνης δι’ ἀπείθειαν καὶ ἀκρασίαν καὶ φυγοπονίαν τῶν νοσούντων. καὶ μὴν πολλοὺς μὲν ἀπειργάσατο πτωχοὺς καὶ ἀπόρους ἀσωτία καὶ πολυτέλεια, πολλοὺς δὲ ἀδόξους αἰσχροκέρδεια καὶ μικροπρέπεια. μετά γε μὴν τὴν κακίαν δευτέρα τῶν τοιούτων πρόφασις ἡ ὕλη. τὰ μὲν γὰρ μετέωρα καὶ ὑπὲρ ἡμᾶς, ὡς ἂν ἐκ
15τῆς εἰλικρινεστάτης οὐσίας γεγονότα, δι’ ὁμαλοῦ πορεύεται, πάντων ἐν αὐ‐ τοῖς κατὰ τοὺς τῆς φύσεως λόγους περαινομένων, τὰ δ’ ἐπίγεια καθάπερ ὑποστάθμην καὶ ἰλὺν ἔχοντα τὴν ὅλων τὴν οὐσίαν **** Stobäus Anthol. III p. 730, 17 Hense Ἱεροκλέους ἐκ τοῦ Πῶς πατρίδι χρηστέον.
20 Μετὰ τὸν περὶ θεῶν λόγον εὐλογώτατόν ἐστιν ὑποθέσθαι πῶς πατρίδι χρηστέον. ἔστι γὰρ ὡσανεὶ δεύτερός τις θεὸς αὕτη 〈ἢ〉 νὴ Δία πρῶτος καὶ μείζων γονεύς· παρ’ ὃ δὴ καὶ ὁ τοὔνομα τῷ πράγματι θέμενος οὐκ ἀνεν‐ τρεχὲς ἔθετο, παρασχηματίσας μὲν τῷ πατρί, θηλυκῶς δ’ ἐξενεγκών, ἵν’ οἷον μῖγμα τυγχάνοι τῆς τε τοῦ πατρὸς καὶ τῆς μητρῴας 〈ἀξίασ〉. καὶ δὴ οὗτος
25μὲν ὁ λόγος ὑπαγορεύει πατρίδα τιμᾶν ἐπίσης τοῖς δυσὶ γονεῦσι τὴν μίαν, ὥστε θατέρου μὲν τῶν γειναμένων ὁποτερουοῦν καὶ δὴ προκρίνειν τὴν πατρίδα, προτιμᾶν δ’ αὐτῆς μηδ’ ἅμα τοὺς δύο, δι’ ἴσης δὲ μοίρας ἄγειν.
ἀλλ’ ἕτερος αὖ λόγος ἐστίν, ὃς παρακαλεῖ καὶ προτιμᾶν αὐτὴν τῶν γονέων50

51

ἅμα τοῖν δυεῖν, καὶ οὔτοι μόνον τούτων, ἀλλὰ καὶ γυναικὸς σὺν αὐτοῖς καὶ τέκνων καὶ φίλων καὶ ἁπαξαπλῶς μετὰ θεοὺς τῶν ἄλλων ἁπάντων. Stobäus Anthol. III p. 731, 16 Hense Ἐν ταὐτῷ.
5 Ὥσπερ οὖν ἀνόητος μὲν ὁ τῶν πέντε δακτύλων τὸν ἕνα προκρίνων, εὐλόγιστος δὲ ὁ τοὺς πέντε τοῦ ἑνός· ὁ μὲν γὰρ ἀτιμάζει καὶ τὸν προ‐ κεκριμένον, ὁ δ’ ἐν τοῖς πέντε καὶ τὸν ἕνα περισῴζει· τοῦτον δ’ αὖ τὸν τρόπον καὶ ὁ μὲν ἑαυτὸν τῆς πατρίδος πλέον σῴζειν βουλόμενος πρὸς τῷ δρᾶν ἀθέμιτα καὶ ἄλλως ἀνόητος ἱμείρων ἀδυνάτων, ὁ δὲ ἑαυτοῦ προτιμῶν
10τὴν πατρίδα θεοφιλής τε καὶ τοῖς λογισμοῖς ἀραρώς. εἴρηται δ’ ὅμως, ὡς κἂν εἰ μὴ συναριθμοῖτό τις τῷ συστήματι, κατ’ ἰδίαν δ’ ἐξετάζοιτο, καθή‐ κειν τῆς ἑαυτοῦ σωτηρίας τὴν τοῦ συστήματος προκρίνειν, ὅτι τὴν ὡς πολί‐ του σωτηρίαν ἀνύπαρκτον ἀπέφαινεν ἡ τῆς πόλεως ἀπώλεια, καθάπερ καὶ τὴν [ὡς] δακτύλου, ὡς μέρους χειρός, ἡ τῆς χειρὸς ἀναίρεσις. καὶ δὴ
15κατὰ τούτων ἡμῖν συγκεκεφαλαιώσθω, διότι χρὴ τὸ κοινῇ συμφέρον τοῦ ἰδίᾳ μὴ χωρίζειν, ἀλλ’ ἓν ἡγεῖσθαι καὶ ταὐτόν· τό τε γὰρ τῇ πατρίδι συμ‐ φέρον κοινόν ἐστι καὶ τῶν κατὰ μέρος ἑκάστῳ (τὸ γὰρ ὅλον δίχα τῶν με‐ ρῶν ἐστιν οὐδέν) τό τε τῷ πολίτῃ συμφέρον προσήκει καὶ τῇ πόλει, ἐάν γε ὡς πολίτῃ συμφέρον λαμβάνηται. καὶ γὰρ 〈τὸ〉 τῷ χορευτῇ ὡς χορευ‐
20τῇ λυσιτελὲς καὶ τῷ ὅλῳ χορῷ κερδαλέον ἂν εἴη. τοῦτον οὖν τὸν λόγον ἐνθέμενοι πάντα ταῖς διανοίαις πολὺ φῶς ἕξομεν ἐν τοῖς κατὰ μέρος, ὥστε ἐν μηδενὶ παραλιπεῖν καιρῷ τὸ πρὸς τὴν πατρίδα καθῆκον. Stobäus Anthol. III p. 733, 7 Hense Ἐν ταὐτῷ.
25 Ὧν οὕνεκά φημι δεῖν ἀποικονομεῖσθαι πᾶν καὶ πάθος καὶ νόσημα τῆς ἑαυτοῦ ψυχῆς τὸν πατρίδι χρησόμενον καλῶς. δεῖ δὲ καὶ τοὺς νόμους τῆς πατρίδος καθάπερ τινὰς θεοὺς δευτέρους συντηρεῖν αὐτόν τε βιοῦντα
κατὰ τὴν τούτων ὑφήγησιν, κἂν εἰ παραβαίνειν τις αὐτοὺς ἢ νεοχμοῦν ἐπι‐51

52

χειροίη, σπουδῇ πάσῃ κωλύοντα καὶ πάντα τρόπον ἐναντιούμενον. οὐ γὰρ ἀγαθὸν ἐπιτήδευμα πόλει δι’ ἀτιμίας ἀγόμενοι νόμοι καὶ τὰ νέα προκρινό‐ μενα τῶν παλαιῶν. ὅθεν καὶ τῶν ψηφισμάτων καὶ τῆς παραθέρμου ταύτης καινουργίας εἰρκτέον τοὺς αὐθαδέστερον ἐπὶ τοῦτ’ ἰόντας. ἀποδέχομαι δ’ οὖν
5ἔγωγε καὶ τὸν τῶν Λοκρῶν νομοθέτην Ζάλευκον, ὃς ἐνομοθέτησε τὸν και‐ νὸν εἰσοίσοντα νόμον βρόχου περικειμένου τῷ τραχήλῳ τοῦτο ποιεῖν, ὡς ἀκαρὴς οἴχοιτο πνιγείς, εἰ μὴ μάλα σφόδρα λυσιτελῶς τῷ κοινῷ παραδιατάττοιτο τὴν ἐξ ἀρχῆς τῆς πολιτείας κατάστασιν. οὐδὲν δ’ ἧττον τῶν νόμων καὶ τὰ ἔθη φυλακτέον τά γε ὄντως πάτρια καὶ τάχα που πρεσβύτερα καὶ τῶν
10νόμων αὐτῶν· ἐπεὶ τά γε χθιζὰ ταῦτα καὶ πρωιζά, τὰ νῦν εἰς ἅπασαν εἰσηγμένα πόλιν οὔτε πάτρια ἡγητέον καὶ τάχ’ οὐδὲ ἔθη τὸ σύνολον. εἶτα τὸ μὲν ἔθος ἄγραφός τις εἶναι βούλεται νόμος, καλὸν ἐπιγεγραμμένος νο‐ μοθέτην τὴν τῶν χρωμένων ἁπάντων εὐαρέστησιν, ἴσως δέ που καὶ τοῖς φύσει δικαίοις ἐγγὺς βάλλων.
15Stobäus Florileg. III p. 7, 13 Meineke 21 Ἱεροκλέους ἐκ τοῦ περὶ γάμου. Ἀναγκαιότατός ἐστιν ὁ περὶ τοῦ γάμου λόγος. ἅπαν μὲν γὰρ ἡμῶν τὸ γένος ἔφυ πρὸς κοινωνίαν, πρώτη δὲ καὶ στοιχειωδεστάτη τῶν κοινωνιῶν ἡ κατὰ τὸν γάμον. οὔτε γὰρ πόλεις ἂν ἦσαν μὴ ὄντων οἴκων, οἶκός τε
20ἡμιτελὴς μὲν τῷ ὄντι ὁ τοῦ ἀγάμου, τέλειος δὲ καὶ πλήρης ὁ τοῦ γεγαμη‐ κότος. 22 Ἐν ταὐτῷ. Οὐκοῦν ἔχομεν ἐν τοῖς περὶ οἴκων ἀποδεδειγμένον, ὡς τῷ σοφῷ προ‐ ηγούμενος μέν ἐστιν ὁ μετὰ γάμου βίος, ὁ δ’ ἄνευ γυναικὸς κατὰ περί‐
25στασιν· ὥστ’ ἐπειδὴ χρὴ μὲν ἐν οἷς γε δυνάμεθα μιμεῖσθαι τὸν ἔχοντα νοῦν, τούτῳ δὲ προηγούμενόν ἐστι τὸ γαμεῖν, δῆλον ὅτι καὶ ἡμῖν ἂν εἴη καθῆ‐ κον, εἴ γε μή τις εἴη περίστασις ἐμποδών. καὶ δὴ τοῦτο μὲν πρῶτον· ἔοικε δὲ καὶ πρὸ τοῦ σοφοῦ παρακαλεῖν ἡμᾶς ἡ καὶ αὐτὸν τὸν σοφὸν ἐπὶ τὸν γάμον ἐξοτρύνουσα φύσις, ἥ τις οὐ συναγελαστικοὺς ἡμᾶς ἀπειργάσατο
30μόνον, ἀλλὰ καὶ συνδυαστικούς, μετὰ τοῦ ἕν τε καὶ κοινὸν ἔργον ὑποθεῖ‐52

53

ναι τῷ συνδυασμῷ· λέγω δὲ τὴν παίδων γένεσιν καὶ βίου διεξαγωγὴν εὐ‐ σταθοῦς. δικαία δὲ διδάσκαλος ἡ φύσις, ὅτι τῇ παρ’ αὐτῆς κατασκευῇ σύμ‐ φωνον τὴν ἐκλογὴν χρὴ γίνεσθαι τῶν καθηκόντων. ζῇ γοῦν ἕκαστον τῶν ζῴων ἑπομένως τῇ ἑαυτοῦ φυσικῇ κατασκευῇ, καὶ νὴ Δία τὸ φυτὸν ἅπαν
5ὡσαύτως κατὰ τὸ ἐπὶ αὐτῶν λεγόμενον ζῆν, πλὴν οὐκ ἐκλογισμῷ καὶ ἀριθ‐ μήσει τινὶ χρώμενα καὶ ταῖς ἀπὸ τῶν βασανιζομένων ἐκλογαῖς, ἀλλὰ τὰ μὲν φυτὰ τῇ φύσει ψιλῇ (ψυχῆς γάρ ἐστιν ἀμέτοχα), τὰ δὲ ζῶια φαντασίαις τε σπώσαις ἐπὶ τὰ οἰκεῖα καὶ ἐξελαυνούσαις προθυμίαις. ἡμῖν δὲ ἡ φύσις ἔδωκε τὸν λόγον τά τε ἄλλα πάντα καὶ σὺν πᾶσι, μᾶλλον δὲ πρὸ πάντων αὐτὴν
10κατοψόμενον τὴν φύσιν, ὅπως ὡς πρός τινα σκοπὸν εὐφεγγῆ τε καὶ ἀραρότα τεταμένος ταύτην, ἐκλεγόμενός τε τὸ σύμφωνον αὐτῇ πᾶν καθηκόντως βι‐ οῦντας ἡμᾶς ἀπεργάζοιτο. Stobäus Florileg. III p. 8, 19 Meineke Ἐν ταὐτῷ.
15 Ὅθεν καὶ οὐκ ἂν ἁμάρτοι τις ἀτελῆ φήσας οἰκίαν τὴν ἄνευ γάμου, τῷ μήτε τὸ ἄρχον ἄνευ τοῦ ἀρχομένου δύνασθαι νοηθῆναι μήτ’ ἄνευ τοῦ ἄρ‐ χοντος τὸ ἀρχόμενον· οὗτος γὰρ ὁ λόγος εὖ μάλα μοι δοκεῖ δυσωπεῖν τοὺς ἠλλοτριωμένους πρὸς γάμον. Ἐν ταὐτῷ.
20 Φημὶ τοίνυν καὶ σύμφορον εἶναι τὸν γάμον πρῶτον μὲν ὅτι θεῖον ὡς ἀληθῶς φέρει καρπὸν τὴν παίδων γένεσιν, οἳ παραστάται μὲν ἡμῖν οἷον συμ‐ φυεῖς ἔτι καὶ αὐτοῖς ἐῤῥωμένοις ἐν ἁπάσαις γίγνονται πράξεσιν, ἀγαθοὶ δὲ ἐπίκουροι κάμνουσιν ὑφ’ ἡλικίας καὶ γήρᾳ πιεζομένοις, οἰκεῖοι μὲν ἐν εὐ‐ πραγίαις εὐφροσύνης κοινωνοί, συμπαθεῖς δὲ ἐν τοῖς ἐναντίοις καιροῖς διά‐
25δοχοι τῶν ἀνιαρῶν. ἔπειτα καὶ πρὸς γένεσιν τέκνων λυσιτελὴς ἡ μετὰ γυναικὸς συμβίωσις. πρῶτον μὲν γὰρ ἀποτετρυμένους τοῖς θυραίοις καμάτοις ὑποδέχεται θεραπευτικῶς ἀναλαμβάνουσα καὶ μετ’ ἐπιμελείας ἀνακτωμένη πά‐ σης· ἔπειτα τῶν ὄντων δυσχερῶν ἐν τῇ διανοίᾳ λήθην ἐντίθησι. τὰ γὰρ σκυθρωπὰ τοῦ βίου περὶ μὲν τὴν ἀγορὰν ἢ τὸ γυμνάσιον ἢ τὸ χωρίον ἢ
30καθόλου πάσης μερίμνης ἀσχολίας καὶ περὶ τοὺς φίλους τε καὶ συνήθεις δια‐
τρίβουσιν ἡμῖν οὐκ ἔστι πρόχειρα τοῖς ἀναγκαίοις ἐπιπροσθούμενα περισπα‐53

54

σμοῖς· ἀνεθεῖσι δ’ ἐκ τούτων εἴς τε τὴν οἰκίαν ἐπανελθοῦσι καὶ οἷον εὐσχό‐ λοις τὴν ψυχὴν γενομένοις ἐμπελάζει καιρῷ χρώμενα τούτῳ τοῦ ἀνιᾶν ἡμᾶς, ὅταν γε ἔρημος εὐνοίας καὶ μονήρης ὁ βίος ᾖ. γυνὴ δὲ παροῦσα μεγάλη γίνεται καὶ πρὸς ταῦτα παρηγορία, πυνθανομένη τι περὶ τῶν ἐκτὸς ἢ περὶ
5τῶν ἔνδον ἀναφέρουσα καὶ συνδιασκεπτομένη καί τινα διάχυσιν κἀξ ἀπλάστου προθυμίας εὐφροσύνην παρέχουσα. καὶ μὴν οἵα μέν ἐστιν ἐν ἑορταῖς συν‐ επιμεληθῆναι θυσιῶν καὶ ἱερουργιῶν, οἵα δ’ ἐν ἀνδρὸς ἀποδημίαις εὐσταθῆ διατηρῆσαι καὶ μὴ παντάπασιν ἀπροστάτητον τὸν οἶκον, οἵα δὲ κηδεμὼν οἰ‐ κετῶν, οἵα δὲ ἐν νόσοις [οἵα δὴ] παραστάτις, μακρὸς ἂν γένοιθ’ ὁ λόγος
10πάντ’ ἐπεξιὼν τὰ κατὰ μέρος. ἀρκεῖ γὰρ κεφάλαιον εἰπεῖν, ὡς δεῖ μὲν ἅπασιν ἀνθρώποις πρὸς μετρίαν τοῦ βίου διεξαγωγὴν δυοῖν, συγγενικῆς ἐπικουρίας καὶ συμπαθοῦς εὐνοίας· οὔτε δὲ συμπαθέστερόν τι γυναικὸς εὕροιμεν ἂν οὔτε τέκνων συγγενέστερον. παρέχει δ’ ἑκάτερον ὁ γάμος. πῶς οὖν οὐχὶ λυσιτελέστατον ἡμῖν; ἀλλ’ ἔγωγε καὶ καλὸν ἡγοῦμαι τὸν μετὰ γάμου βίον.
15τίς γὰρ ἕτερος τοιοῦτος γένοιτ’ ἂν οἰκίας κόσμος οἷός ἐστιν ὁ κατὰ τὴν ἀνδρὸς καὶ γυναικὸς κοινωνίαν; οὐ μὲν δὴ πολυτελεῖς οἶκοι καὶ ὀρθόστρωτοι τοῖχοι καὶ περίστοα τοῖς ὑπὸ τῆς ἀπειραγαθίας θαυμαζομένοις λίθοις διακεκοσμη‐ μένα οὐδὲ ζωγραφία καὶ ψαλιστοὶ μυῤῥινῶνες οὐδ’ ἄλλο τι τῶν ἐκπληττόν‐ των τοὺς ἠλιθίους κάλλος ἐστὶν οἰκίας, ἀλλὰ ζεῦγος ἀνδρὸς καὶ γυναικός,
20συγκαθειμαρμένων ἀλλήλοις καὶ καθιερωμένων θεοῖς γαμηλίοις γενεθλίοις ἐφεστί‐ οις, συμφωνούντων μὲν ἀλλήλοις καὶ πάντα κοινὰ πεποιημένων μέχρι καὶ τῶν σωμάτων, μᾶλλον δὲ καὶ αὐτῶν τῶν ψυχῶν, καὶ περὶ προστασίαν μὲν ἐχόντων τὴν ἐπιβάλλουσαν τοῦ οἴκου καὶ τῶν θεραπόντων, ἀνατροφὴν δὲ καὶ κηδεμονίαν τῶν τέκνων, ἐπιμέλειαν δὲ οὔτε σύντονον οὔτε μὴν ῥᾴθυμον,
25ἀλλ’ ἐμμελῆ καὶ καθηρμοσμένην τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. τί γὰρ ἂν γένοιτο «κρεῖσσον καὶ ἄρειον» κατὰ τὸν θαυμασιώτατον Ὅμηρον (Od. ζ 182sq.) «ἢ ὅθ’ ὁμοφρονέοντε νοήμασιν οἰκί’ ἔχητον ἀνὴρ ἠδὲ γυνή;» διὸ καὶ πολλάκις ἐθαύ‐ μασα τοὺς ὡς βαρὺν ἡγουμένους τὸν μετὰ γυναικὸς βίον. οὐ γὰρ δὴ γυνὴ μὰ Δία βάρος ἢ φορτίον ἐστί, καθάπερ οὖτοι δοκοῦσιν· ἀλλ’ ἥδε μὲν κἀκ
30τῶν ἐναντίων κοῦφόν τι καὶ ῥᾷστα φέρεσθαι δυνάμενον, μᾶλλον δὲ καὶ τῶν ὄντως ἐπαχθῶν καὶ βαρέων κουφιστικόν. οὐδὲν γὰρ οὕτω φορτικόν ἐστι τῶν ὄντων, ὥστε μὴ ῥᾷστον εἶναι συμφρονοῦσί γε ἀνδρὶ καὶ γυναικὶ καὶ κοινῇ φέρειν αὐτὸ βουλομένοις. βαρὺ δέ ἐστιν ὡς ἀληθῶς ἀφροσύνη καὶ δύσοι‐
στον τοῖς αὐτὴν κεκτημένοις, ὑφ’ ἧς δὴ καὶ τὰ φύσει κοῦφα γίνεται βαρέα,54

55

τά τε ἄλλα καὶ γυνή. τῷ ὄντι γὰρ καὶ συχνοῖς [γὰρ] δή τισιν ἀφόρητος ἐγένετο ὁ γάμος, ἀλλ’ οὐχὶ παρ’ ἑαυτοῦ οὐδὲ τῷ φύσει τοιάνδε τὴν μετὰ γυναικὸς εἶναι κοινωνίαν· ἀλλ’ ὅταν γαμῶμεν ἃς μὴ δεῖ, μετὰ τοῦ καὶ αὐτοὶ παντά‐ πασιν ἀπειροβίως διακεῖσθαι καὶ ἀπαρασκεύως ἔχειν πρὸς τὸ ἀγαγεῖν ὡς χρὴ
5τὴν ἐλευθέραν ἄγεσθαι, τὸ τηνικαῦτα συμβαίνει χαλεπὴν καὶ ἀφόρητον γίνε‐ σθαι τὴν κοινωνίαν. ἀμέλει καὶ ταύτῃ χωρεῖ τοῖς πολλοῖς ὁ γάμος. οὐ γὰρ ἐπὶ παίδων γενέσει καὶ βίου κοινωνίᾳ ἄγονται γυναῖκας, ἀλλ’ οἳ μὲν διὰ προι‐ κὸς ὄγκον, οἳ δὲ δι’ ἐξοχὴν μορφῆς, οἳ δὲ δι’ ἄλλας τινὰς τοιουτοτρόπους αἰτίας, αἷς χρώμενοι κακοῖς συμβούλοις, οὐδὲν περὶ τῆς διαθέσεως καὶ τοῦ
10ἤθους τῆς νύμφης πολυπραγμονήσαντες, ὄλεθρον αὑτῶν θύουσι τὸν γάμον, καὶ θύραις κατεστεμμέναις τύραννον ἀντὶ γυναικὸς ἐπεισάγουσιν ἑαυτοῖς, καὶ ταῦτα μηδὲ ἐφ’ ὁποσονοῦν ἀνταρκέσαι δυνάμενοι καὶ τὴν περὶ τῶν πρωτείων ἅμιλλαν ἀγωνίσασθαι. φανερὸν οὖν ὡς οὐ δι’ αὑτὸν, ἀλλὰ διὰ ταῦτα πολλοῖς βαρὺς καὶ ἀφόρητος ὁ γάμος γίνεται. χρὴ δ’ οὔτ’ ἀναίτια, φησίν (Hom. Od. υ 135),
15αἰτιᾶσθαι οὔτ’ ἔγκλημα πραγμάτων ποιεῖσθαι τὴν αὑτῶν ἀσθένειαν καὶ περὶ τὴν χρῆσιν αὐτῶν 〈ἄγνοιαν〉· ἐπεί τοι καὶ ἀλόγιστον ἄλλως πανταχόθεν μὲν ἀφορ‐ μὰς ζητεῖν φιλιῶν καί τινας προσποιεῖσθαι φίλους καὶ ἑταίρους οἷον συμμάχους ἐσομένους πρὸς τὰ τοῦ βίου δυσχερῆ, τὴν δὲ καὶ παρὰ τῆς φύσεως καὶ παρὰ τῶν νόμων καὶ παρὰ τῶν θεῶν διδομένην ἀνδράσιν συμμαχίαν τε καὶ βοή‐
20θειαν, τουτέστι τὴν ἐκ γυναικὸς καὶ τέκνων, μὴ ζητεῖν τε καὶ προσποιεῖσθαι. Stobäus Florileg. 75, 14 (III p. 72, 4 Mein.) Ἐν δὲ τῷ περὶ τοῦ γάμου καὶ τῆς παιδοποιΐας τόπῳ θετέος ἐστὶ καὶ ὁ 〈περὶ〉 τῆς πολυτεκνίας λόγος. κατὰ φύσιν γάρ πως καὶ ἀκόλουθον τῷ γάμῳ τὸ πάντα ἢ τά γε πλεῖστα τῶν γεννωμένων ἀνατρέφειν· ἀλλ’ ἐοίκασιν
25οἱ πλείους ἀπειθεῖν τῇ παραινέσει δι’ αἰτίαν οὐ μάλα πρεπώδη. διὰ γὰρ φιλοπλουτίαν καὶ τὸ πάμμεγα κακὸν ἡγεῖσθαι τὴν πενίαν τοῦτο πάσχουσι. πρῶτον μὲν δὴ λογιστέον, ὡς οὐχ ἑαυτοῖς μόνον παραστάτας καὶ γηροβο‐ σκοὺς καὶ πάσης τύχης τε καὶ περιστάσεως κοινωνοὺς γεννῶμεν, οὐδ’ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν γονέων ἡμῶν κατὰ πολλά γε. καὶ γὰρ
30εὐχαριστίαν ἔχει πρὸς αὐτοὺς ἡ παιδοποιΐα τῷ, κἂν εἴ τι πάθοιμεν ἡμεῖς πρότερον, καταλείπειν ἐκείνοις ἀνθ’ ἡμῶν αὐτοὺς γηροβοσκούς· καλὸν δὲ
πάππος ὑπὸ σφετέρων ἐκγόνων χειραγωγούμενός τε καὶ τῆς ἄλλης ἐπιμελείας55

56

ἀξιούμενος· ὥστε πρῶτον μὲν εὐχάριστα πράττοιμεν ἂν εἰς γονέας τοὺς ἑαυτῶν, παίδων ἐπιμελούμενοι γενέσεως. εἶτα καὶ ταῖς εὐχαῖς τε καὶ σπου‐ δαῖς τῶν ἡμᾶς γειναμένων συνεργήσομεν· εὐθὺ γὰρ ὅτε πρῶτον περὶ τὴν ἡμετέραν εἶχον γένεσιν, διανοίᾳ χρώμενοι τοῦ χύσιν αὐτῶν εἰς πλεῖστον λαβεῖν
5τὴν διαδοχὴν καὶ παῖδας ἐκ παίδων ὑπολιπέσθαι, καὶ γάμου προὐνόησαν καὶ τῆς ἡμετέρας σπορᾶς καὶ ἀνατροφῆς. ὅθεν γαμοῦντες μὲν καὶ παιδοποιού‐ μενοι πράττοιμεν ἂν οἷον μέρη τῆς ἐκείνων εὐχῆς· τὰ δ’ ἐναντία φρονή‐ σαντες ἐγκόπτοιμεν ἂν αὐτῶν τῇ προαιρέσει. καὶ μὴν κινδυνεύει πᾶς ὁ θελοντὴς καὶ περιστάσεως ἄνευ γάμον ἐκκλίνων καὶ παιδοποιΐαν παρανοίας
10κρίνειν τοὺς ἑαυτοῦ γονέας, ὡς οὐ σὺν ὀρθοῖς λογισμοῖς περὶ γάμου πεπρα‐ γματευμένους. ἔνθα δὴ καὶ τὴν ἀνομολογίαν φωράσειεν ἄν τις εὐπετῶς. πῶς γὰρ οὐ μάχης πλῆρες εὐαρεστεῖν μὲν τῷ ζῆν καὶ μένειν ἐν αὐτῷ, ὡς καθηκόντως εἰς τὸν βίον ὑπὸ τῶν σπειράντων παρηγμένον, τὸ δ’ αὐτὸν ἑτέ‐ ρους γεννῆσαι τῶν ἀδοκίμων ὑπολαμβάνειν; ἀλλὰ γὰρ πρῶτον μέν, ὡς ἔφην,
15ἐντεθυμῆσθαι χρή, διότι γεννῶμεν οὐχ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ τοῖς δι’ οὓς γεγόναμεν αὐτοί· ἔπειτα καὶ ὑπὲρ φίλων τε καὶ συγγενῶν. κεχαρισμένον γὰρ καὶ τούτοις ἐστὶ παῖδας ἐξ ἡμῶν ἰδεῖν, διά τε τὴν εὔνοιαν καὶ οἰκειότητα καὶ δὴ καὶ διὰ τὴν ἀσφάλειαν. διορμίζεται γὰρ ὑπὸ τοῦ τοιούτου τοῖς προσ‐ ήκουσιν ὁ βίος ἀνὰ λόγον ταῖς ἐπὶ πολλῶν ἀγκυρῶν σαλευούσαις ναυσίν. ὅθεν
20κατὰ τὸν φιλοσυγγενῆ καὶ φιλεταῖρόν ἐστιν ἡ περὶ γάμον καὶ τέκνα σπουδή. παρακαλεῖ δ’ εὖ μάλα καὶ ἡ πατρὶς ἐπὶ ταὐτόν. καὶ σχεδὸν οὐδ’ ἑαυτοῖς οὕτως ὡς τῇ πατρίδι φυτεύομεν παῖδας, τῆς μεθ’ ἡμᾶς προνοούμενοι τάξεως καὶ τῷ κοινῷ παρέχοντες τοὺς διαδεξομένους ἡμᾶς. ὅθεν ὁ μὲν ἱερεὺς ἴστω τῇ πόλει τῇ ἑαυτοῦ ἱερέας ὀφείλων, ὁ δ’ ἄρχων ἄρχοντας, ὁ δὲ δημη‐
25γόρος δημηγόρους, καὶ ὡς ἁπλῶς εἰπεῖν ὁ πολίτης πολίτας. καθάπερ οὖν χορῷ μέν ἐστι κεχαρισμένη ἡ τῶν χορευτῶν διαμονή, στρατεύματι δὲ ἡ τῶν στρατιωτῶν, οὕτω καὶ πόλει ἡ τῶν πολιτῶν. ἀλλ’ εἰ μὲν ἦν ὀλιγοχρόνιόν τι σύστημα πόλις, ὅ τε βίος αὐτῆς κατὰ βίον ἀνθρώπου τὴν συμμετρίαν ἐλάμ‐ βανεν, οὐδὲν ἔδει διαδοχῆς. ἐπεὶ δ’ εἰς πολλὰς γενεὰς ἐξικνεῖται, δαίμονι δὴ
30εὐδαιμονεστέρῳ χρησαμένη, καὶ εἰς μακροὺς αἰῶνας πόλις, φανερὸν ὡς οὐ τοῦ παρόντος ἐστοχάσθαι δεῖ μόνον, ἀλλὰ καὶ τοῦ μετέπειτα, τήν τε ἰδίαν μὴ περιο‐ ρᾶν χώραν ἔρημον, ἀλλ’ ἐπ’ ἐλπίσιν ἱδρυμένην ταῖς ἀπὸ τῶν ἡμετέρων τέκνων. Stobäus Florileg. 79, 53 (III p. 95, 30 Mein.) Μετὰ τὸν περὶ θεῶν καὶ πατρίδος λόγον τίνος μᾶλλον ἂν προσώπου
35μνησθείη τις πρῶτον ἢ γονέων; ὅθεν λεκτέον περὶ τούτων, οὓς δευτέρους καὶ56

57

ἐπιγείους τινὰς θεοὺς εἰπὼν οὐκ 〈ἂν〉 ἁμάρτοι τις, ἕνεκά γε τῆς ἐγγύτητος, εἰ θέμις εἰπεῖν, καὶ θεῶν ἡμῖν τιμιωτέρους. προλαβεῖν δ’ ἀναγκαῖόν ἐστιν, ὡς μόνον μέτρον τῆς πρὸς αὐτοὺς εὐχαριστίας ἡ διηνεκὴς καὶ ἀνένδοτος προ‐ θυμία πρὸς τὸ ἀμείβεσθαι τὰς εὐεργεσίας αὐτῶν· ἐπεί τοί γε πολὺ κατα‐
5δεέστερα, κἂν πάνυ πολλὰ πράξωμεν ὑπὲρ αὐτῶν. ἀλλ’ ὅμως κινδυνεύει καὶ ταῦτ’ ἐκείνων ἔργα τυγχάνειν, ὅτι καὶ ἡμᾶς τοὺς ταῦτα πράττοντας ἐκεῖ‐ νοι πεποιήκασιν. ὥσπερ οὖν τὰ ὑπὸ Φειδίου καὶ τῶν ἄλλων τεχνιτῶν ἀπερ‐ γασθέντα, εἴπερ καὶ αὐτὰ ἕτερά τινα κατεσκεύαζεν, οὐκ ἂν ὀκνήσαιμεν καὶ ταῦτα τῶν τεχνιτῶν ἔργα φάσκειν· οὕτως εἰκότως καὶ τὰ ὑφ’ ἡμῶν δρώμενα
10λέγοιμεν ἂν εἶναι τῶν γονέων ἡμῶν ἔργα, δι’ οὓς καὶ ἡμεῖς γεγόναμεν, καὶ οὐχὶ τἄλλα μέν, οὐχὶ δὲ καὶ τὰ ὑπὲρ αὐτῶν πραττόμενα τῶν γονέων. πρὸς οὖν τὴν εὐμαρῆ τῶν ἐπ’ αὐτοὺς καθηκόντων αἵρεσιν κεφαλαιώδη τινὰ χρὴ προβαλλομένους λόγον, τοῦτον ἐν προχείρῳ διηνεκὲς ἔχειν, ὡς οἱ γο‐ νεῖς ἡμῶν θεῶν εἰκόνες καὶ νὴ Δία θεοὶ ἐφέστιοι καὶ εὐεργέται καὶ συγγενεῖς
15δανεισταί τε καὶ κύριοι καὶ φίλοι βεβαιότατοι. θεῶν τε γὰρ εἰκόνες ὁμοιό‐ ταται καὶ ὑπὲρ τὰς τῶν τεχνῶν δυνάμεις καθιγμέναι τῆς ἐμφερείας. θεοί τε 〈γὰρ〉 ἑστιοῦχοι καὶ συνδίαιτοι ἡμῖν, ἔτι δ’ εὐεργέται μέγιστοι καὶ παρεσχη‐ μένοι τὰ μέγιστα καὶ μὰ Δί’ οὐχὶ μόνον ἃ ἔχομεν, ἀλλὰ καὶ ὁπόσα παρέχειν ἐβουλήθησαν ἅ τε κἂν εὔξαιντο. πρὸς δὲ τούτοις συγγενεῖς ἔγγιστα καὶ
20τῆς πρὸς ἑτέρους αἴτιοι συγγονῆς. δανεισταὶ δὲ τῶν τιμιωτάτων, μόνα ἀπαιτοῦντες ὧν καὶ ἡ ἀπόδοσις πάλιν ἐστὶν ἡμῶν εὐεργεσία. τί γὰρ τηλι‐ κοῦτον παιδὶ κέρδος, ἡλίκον ἐστὶ τὸ πρὸς τοὺς γειναμένους εὐσεβὲς καὶ εὐχάριστον; κύριοί γε μὴν δικαιότατα. τίνος γὰρ 〈ἂν〉 κτῆμα μᾶλλον εἴημεν ἢ ἐκείνων δι’ οὓς ἐσμέν; οὐ μὴν ἀλλὰ καὶ φίλοι καὶ παραστάται διηνεκεῖς
25καὶ αὐτόκλητοι παντὸς καιροῦ καὶ πάσης περιστάσεως ἐπίκουροι. ἐπεὶ δὲ τῶν προκατηριθμημένων ἁπάντων τὸ ἐξοχώτατον ἦν ὄνομα γονεῦσι, καθὸ θεοὺς αὐτοὺς ἀπεκαλοῦμεν, τῇ τοιᾷδε ἐπινοίᾳ προσθετέον ἕτερον καὶ νο‐ μιστέον ἑαυτοὺς καθάπερ ἐν ἱερῷ τῇ οἰκίᾳ ζακόρους τινὰς καὶ ἱερέας, ὑπ’ αὐτῆς κεχειροτονημένους καὶ καθιερωμένους τῆς φύσεως, ἐγκεχειρίσθαι τὴν
30τῶν γονέων θεραπείαν. ὅθεν καὶ διελόντες τῆς ἐπιμελείας τὸ μὲν εἰς σῶμα τὸ δ’ εἰς ψυχήν, καθ’ ἑκάτερον αὐτῶν μεθ’ ἑκάστης προθυμίας, πείθεσθαί
γε τῷ λόγῳ τι βουλόμενοι, τὸ καθῆκον ἐκπληρώσομεν. τοῦ μὲν οὖν σώ‐57

58

ματος ἕνεκα βραχὺς ὁ λόγος, εἰ καὶ ἀναγκαῖος· προνοήσομεν γὰρ τροφῆς αὐτῶν ἐλευθερίου καὶ πρὸς τὴν ἀσθένειαν τοῦ γήρως ἡρμοσμένης· ἔτι δὲ κοίτης καὶ ὕπνου ἀλείμματός τε καὶ λουτροῦ καὶ ἐσθῆτος καὶ ἁπαξαπλῶς τῶν ἕνεκα τοῦ σώματος ἀναγκαίων, ὡς κατὰ μηδὲν τούτων ἐνδείας ποτὲ
5πειραθεῖεν, μιμούμενοι τὴν αὐτῶν ἐκείνων περὶ τὴν ἡμετέραν ἀνατροφήν, ὅτ’ ἦμεν νεογνοί, κηδεμονίαν· ὥστε προσαναγκάζειν ἑαυτοὺς καὶ μαντικόν τι προσφέρεσθαι 〈πρὸς τὴν〉 θεραπείαν, κἀξευρίσκειν, εἴπερ αὐτοὶ μὴ λέ‐ γοιεν, πρὸς τίνα μάλιστα ῥέπουσιν αὐτοῖς αἱ προθυμίαι τῶν τῷ σώματι προσ‐ αγομένων. πολλὰ γὰρ αὖ κἀκεῖνοι περὶ ἡμῶν ἐμαντεύσαντο, πολλάκις ἀνάρ‐
10θροις ἔτι καὶ κλαυθμώδεσι φωναῖς ὅτι μὲν δεόμεθα τινῶν σημηνάντων, τίνα δ’ ἐστὶν ὧν δεόμεθα διασαφῆσαι μὴ δυνηθέντων. κἂν εἰ ἡμῖν καὶ αὐτῶν τούτων τῶν καθ’ ἡμᾶς γεγονότων διδάσκαλοι γεγόνασιν, ὧν ἄξιοι τυγχάνειν εἰσὶ παρ’ ἡμῶν, ταῦθ’ ἡμᾶς διὰ τοῦ προπαρασχεῖν ἡμῖν διδάξαντες. ταῖς δὲ ψυχαῖς αὐτῶν παρασχετέον πρῶτον μὲν τὴν εὐθυμίαν, ἣ μάλιστα γένοιτ’ ἂν
15ἐκ τοῦ συναναστρέφεσθαι νύκτωρ τε καὶ μεθ’ ἡμέραν αὐτοῖς, εἰ μή τι κωλύοι, συμπεριπατοῦντας συναλειφομένους συνδιαιτωμένους. καθάπερ γὰρ τοῖς μα‐ κρὰν στελλομένοις ἀποδημίαν πρὸς εὐθυμίαν εἰσὶν ἐν τρόπῳ γινόμεναι προ‐ πομπίας τῶν οἰκειοτάτων τε καὶ φιλτάτων συναναστροφαί, τὸν αὐτὸν τρόπον καὶ τοῖς γονεῦσιν νενευκόσιν ἤδη πρὸς τὴν ἄφοδον ἐν τοῖς μάλιστα κεχα‐
20ρισμέναι καὶ προσφιλεῖς εἰσιν αἱ τῶν τέκνων προσεδρίαι. καὶ μέντοι κἂν εἴ τί που γένοιντο παραμαρτάνοντες (ὁποῖα δὴ πολλὰ φιλεῖ γενέσθαι περὶ τοὺς πλείονας καὶ ἰδιωτικώτερον ἠγμένους), ἐπανορθωτέον μέν, ἀλλ’ οὐ μετ’ ἐπι‐ πλήξεως μὰ Δία, καθάπερ ἔθος πρὸς τοὺς ἐλάττονας ἢ ἴσους ποιεῖν, ἀλλ’ ὡς μετὰ παρακλήσεως, καὶ οὐχ ὡς δι’ ἀμαθίαν ἁμαρτάνοντας, ἀλλ’ ὡς παρο‐
25ρῶντας τῷ μὴ ἐφεστακέναι, πάντως δ’ ἂν ἰδόντας εἴπερ ἐπέστησαν. ἀνιαραὶ γὰρ τοῖς τηλίκοις καὶ μάλιστα αἱ ἐκτενῶς νουθετήσεις, ἀναγκαία δὲ μετὰ παρα‐ κλήσεως καί τινος φιλοτεχνίας ἴασις τῶν παρορωμένων. φέρει δ’ ἐπὶ τὴν εὐθυμίαν αὐτοῖς καὶ τὸ τῶν θητικωτέρων εἶναι δοκούντων ὑπηρετημάτων ἅπτεσθαί ποτε τοὺς παῖδας, ὥστε καὶ πόδας ὑπονίψαι καὶ κλίνην στορέσαι
30καὶ παραστῆναι διακονουμένους. εὐφραίνοιντο γὰρ οὐκ ὀλίγως παρὰ τῶν φιλ‐ τάτων χειρῶν τὰς ἀναγκαίας ὑπηρεσίας λαμβάνοντες καὶ διακόνοις χρώμενοι τοῖς σφετέροις ἔργοις. μάλιστα δ’ ἂν εἴη γονεῦσι κεχαρισμένον καὶ τὸ φαί‐
νεσθαι τιμῶντας τοὺς παῖδας, οὓς ἂν ἐκεῖνοι στέργωσιν καὶ περὶ πολλοῦ58

59

ποιῶνται. διὸ συγγενεῖς αὐτῶν στερκτέον καὶ ἐπιμελείας ἀξιωτέον, φίλους θ’ ὡσαύτως καὶ δῆτα καὶ ἑκάστους τοὺς ἐκείνοις κεχαρισμένους. ἀφ’ ἧς ἀφορ‐ μῆς εὕρεσις ἡμῖν ὑπογράφεται καὶ ἑτέρων πλειόνων καθηκόντων οὐ σμικρῶν οὐδὲ τῶν τυχόντων. ἐπεὶ γὰρ χάρις ἐστὶ γονεῦσι τῶν στεργομένων ὑπ’ αὐ‐
5τῶν κηδεμονία, μάλιστα δ’ ἔχουσι πρὸς ἡμᾶς οὕτως, δῆλον ὡς οὐ τὰ τυ‐ χόντα ἂν αὐτοῖς χαριζοίμεθα προνοοῦντες αὑτῶν. Stobäus Florileg. 84, 20 (Vol. III p. 126, 11 Mein..) Πρώτη μὲν οὖν ὑποθήκη μάλα σαφὴς ἐπιεικῶς τε εὔπορος, πρὸς δὲ καὶ κοινή. κατὰ παντὸς μὲν γὰρ εἰπεῖν προσώπου ὑγιὴς ὁ λόγος, ὡς σαφὴς
10ἡ ὁτουοῦν χρῆσις ἒκ [τε] τοῦ ἑαυτὸν μὲν ἐκεῖνον, ἐκεῖνον δὲ ἑαυτὸν ὑποθέσθαι. καὶ γὰρ οἰκέτῃ χρῷτ’ ἄν τις καλῶς, ἐνθυμηθεὶς πῶς ἂν ἠξίωσεν ἐκεῖνον αὐτῷ προσφέρεσθαι, εἴπερ ἐκεῖνος μὲν ἦν δεσπότης, αὐτὸς δὲ δοῦ‐ λος· ὁ δ’ ὅμοιος λόγος καὶ γονεῦσι περὶ τέκνων καὶ παισὶ περὶ τῶν γεινα‐ μένων καὶ συνόλως πᾶσι περὶ πάντων. ἐξαιρέτως δ’ ἐστὶν εὔπορος ἡ παραί‐
15νεσις κατὰ τὸν τῶν ἀδελφῶν τόπον· ἐπειδήπερ οὐδὲν δεῖ προϋποθέσθαι τὸν σκεπτόμενον πῶς ἀδελφῷ χρηστέον, λαβεῖν δ’ ἐξ ἑτοίμου παρὰ τῆς φύ‐ σεως 〈τὴν〉 τοῦ προσώπου ταυτότητα. καὶ δῆτα καὶ πρῶτος οὗτος εἰρήσθω λόγος, ὡς τοῦτον χρὴ προσφέρεσθαι τὸν τρόπον ἀδελφῷ, ὅνπερ ἄν τις ἐκεῖ‐ νον ἀξιώσειεν [ἂν] ἑαυτῷ. νὴ Δία, φήσει τις, ἀλλ’ ἐγὼ μέν εἰμι μέτριος καὶ
20ἐπιεικής, ὁ δ’ ἀδελφὸς σκαιὸς καὶ δυσομίλητος. οὐκ ὀρθῶς δὲ ἐρεῖ. πρῶ‐ τον μὲν ἴσως οὐδ’ ἀληθεύσει. ἱκανὴ γὰρ ἡ φιλαυτία τὰ μὲν ἴδια μεγαλο‐ ποιῆσαι καὶ ἀποκυδᾶναι, τὰ δὲ τῶν ἄλλων κατασμικρῦναι καὶ διαφαυλίσαι· πολλὰ γοῦν διὰ ταύτην οἱ κακίους σφᾶς αὐτοὺς προκρίνουσι τῶν κατὰ πολὺ βελτιόνων. ἔπειτα, κἂν ὄντως τοιοῦτος ᾖ 〈ὁ〉 ἀδελφός, ἀλλὰ σύ γε, φαίην
25ἄν, ἀμείνων εὑρέθητι καὶ νίκησον αὐτοῦ τὴν ἀγριότητα ταῖς εὐποιΐαις. ἐπεί τοί γε οὐδὲ πολλὴ χάρις τοῖς εὐγνώμοσι προσενεχθῆναι μετρίως· ἀλλ’ ἀνδρὸς ἔργον καὶ πολλῆς ἄξιον ἀποδοχῆς, τὸν ἀβέλτερον καὶ σκαιὸν πραῦναι τοῖς ἐς αὐτὸν πραττομένοις. καὶ γὰρ οὐδὲ πάμπαν ἐπ’ ἀδύνατον ἡ παράκλησις· ἀλλ’ ἔνεστι γὰρ κἀν τοῖς ἀτοπώτατα διακειμένοις σπέρματα μεταβολῆς τῆς
30ἐπὶ τὸ κρεῖττον τιμῆς τε καὶ ἀγαπήσεως τῶν εὐεργετησάντων. οὐ γὰρ δὴ ζῷα μὲν ἄγρια καὶ φύσει πρὸς τὸ γένος ἡμῶν ἐκπεπολεμωμένα, πρὸς βίαν ἀχθέντα καὶ τὴν πρώτην κατασχεθέντα δεσμοῖς ἢ γαλεάγραις, χρόνοις ὕστε‐
ρον τιθασὰ γίγνεται καθημερούμενα ποιαῖς τημελείαις καὶ τῇ καθ’ ἡμέραν59

60

τροφῇ· ἄνθρωπος δὲ οὐχ ὅπως ἀδελφός, ἀλλὰ κἂν μηδὲν προσήκων τύχῃ, οὐ τῷ παντὶ μᾶλλον ἐπιμελείας ἀξιούμενος μεταβάλλει πρὸς τὸ ἡμερώτερον, κἂν ὑπερβολὴν μὴ ἀπολίπῃ σκαιότητος. μιμητέον οὖν ἐπὶ παντὸς μὲν ἀν‐ θρώπου, πολὺ δὲ διαφερόντως ἐπ’ ἀδελφοῦ τὸ τοῦ Σωκράτους· ἐκεῖνος γὰρ
5πρὸς τὸν εἰπόντα «ἀποθανοῦμαι εἰ μή σε τιμωρησαίμην» ἔφη «ἀποθανοῦμαι εἰ μή σε φίλον ποιήσω». ἀλλὰ γὰρ ταῦτα μὲν ταύτῃ. μετὰ ταῦτα δ’ ἐνθυμητέον, ὅτι τρόπον τινὰ οἱ ἀδελφοὶ ταὐτοῦ μέρη τυγχάνουσιν, ὥσπερ οἱ ἐμοὶ ὀφθαλμοὶ ἐμοῦ καὶ ὡσαύτως σκέλη τε καὶ χεῖρες καὶ τὰ λοιπά. καὶ γὰρ οὗτοι τοῦτον ἔχουσιν
10τὸν τρόπον, εἴ γε πρὸς τὸν οἶκον ἐξετάζοιντο. ὥσπερ οὖν οἱ ὀφθαλμοὶ καὶ αἱ χεῖρες, εἴπερ ἕκαστον ἰδίαν ψυχὴν καὶ νοῦν λάβοι, περιέποι ἂν τὰ λοιπὰ πάσῃ μηχανῇ διὰ τὴν εἰρημένην κοινωνίαν, τῷ μηδ’ αὐτὰ τὸ ἴδιον ἔργον οἷάτε εἶναι παρέχειν καλῶς δίχα τῆς τῶν ἑτέρων παρουσίας· οὕτως δεῖ καὶ ἡμᾶς, ἀνθρώπους γε ὄντας καὶ ψυχὴν ὁμολογοῦντας ἔχειν, μηδὲν παριέναι
15σπουδῆς ὑπὲρ τοῦ δεόντως προσφέρεσθαι τοῖς ἀδελφοῖς. καὶ γὰρ αὖ καὶ πλεῖόν τι παρὰ τὰ μέρη συλλαμβάνειν ἀλλήλοις ἀδελφοὶ πεφύκασιν, εἴ γε ὀφθαλμοὶ μὲν 〈συν〉ορῶσιν ἀλλήλοις παρὼν παρόντι καὶ χεὶρ συνεργάζεται παροῦσα χειρὶ παρούσῃ· ἡ δ’ ἀδελφῶν σύμπραξις ἀλλήλοις πολυχουστέρα πώς ἐστι. πράττουσι γὰρ τὰ κοινῇ διαφέροντα καὶ διεστηκότες τοῖς τόποις πάμπαν,
20μέγα θ’ ὑπάρχουσιν ἀλλήλων ὄφελος κἂν μυρίον ᾖ τὸ διάστημα. ὅλως δὲ ἐν‐ θυμητέον ὡς ὁ βίος ἡμῖν κινδυνεύει μακρός τις εἶναι καὶ πολυετὴς πόλεμος, τοῦτο μὲν διὰ τὴν αὐτῶν τῶν πραγμάτων φύσιν ἐχόντων τι ἀντίτακτον, τοῦτο δὲ διὰ τὰς ἐξαιφνιδίους καὶ ἀπροσδοκήτους ἐπιδρομὰς τῆς τύχης, πολὺ δὲ μάλιστα δι’ αὐτὴν τὴν κακίαν οὔτε βίας τινὸς ἀπεχομένην οὔτε δόλου
25καὶ κακῶν στρατηγημάτων. ὅθεν καλῶς ἡ φύσις, ὡς ἂν ἐφ’ ἃ γεννᾷ μὴ ἀγνοοῦσα, παρήγαγεν ἡμῶν ἕκαστον τρόπον τινὰ μετὰ συμμαχίας. οὐδεὶς οὖν ἐστι μόνος οὐδ’ ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης, ἀλλ’ ἐκ γονέων καὶ μετ’ ἀδελφῶν καὶ συγγενῶν καὶ ἄλλων οἰκείων. μέγας δὲ βοηθὸς ὁ λόγος, καὶ τοὺς ὀθνείους καὶ μηδὲν καθ’ αἷμα προσήκοντας ἐξιδιούμενος ἀφθονίαν τε
30παρέχων συμμάχων. διὰ τοῦτο κατὰ φύσιν ἡμῖν σπουδὴ καὶ ὁντινοῦν προσαγα‐
γέσθαι καὶ φιλοποιήσασθαι. γίγνεται οὖν ἤδη τὸ πρᾶγμα τελεωτάτη μανιῶν,60

61

τοῖς μὲν οὐδὲν ἐκ φύσεως ἔχουσι φίλτρον πρὸς ἡμᾶς ἐθέλειν συγκραθῆναι καὶ τῇ γνώμῃ εἰς ἐφ’ ὅσον ἐνδέχεται πλεῖστον χέαι τὴν οἰκειότητα, τῶν δὲ ἐξ ἑτοίμου καὶ παρ’ αὐτῆς χορηγουμένων τῆς φύσεως κατημεληκέναι βοηθῶν κἀπικούρων, οἵους δὴ συμβέβηκεν εἶναι τοὺς ἀδελφούς.
5Stobäus Florileg. 84, 23 (Vol. III p. 134, 1 Mein..) Ἱεροκλέους ἐκ τοῦ πῶς συγγενέσι χρηστέον. Τοῖς εἰρημένοις περὶ γονέων χρήσεως καὶ ἀδελφῶν γυναικός τε καὶ τέκνων ἀκόλουθόν ἐστι προσθεῖναι καὶ τὸν περὶ συγγενῶν λόγον, συμπε‐ πονθότα μέν πως ἐκείνοις, δι’ αὐτὸ δὲ τοῦτο συντόμως ἀποδοθῆναι δυνά‐
10μενον. ὅλως γὰρ ἕκαστος ἡμῶν οἷον κύκλοις πολλοῖς περιγέγραπται, τοῖς μὲν σμικροτέροις, τοῖς δὲ μείζοσι, καὶ τοῖς μὲν περιέχουσι, τοῖς δὲ περι‐ εχομένοις, κατὰ τὰς διαφόρους καὶ ἀνίσους πρὸς ἀλλήλους σχέσεις. πρῶτος μὲν γάρ ἐστι κύκλος καὶ προσεχέστατος, ὃν αὐτός τις καθάπερ περὶ κέντρον τὴν ἑαυτοῦ γέγραπται διάνοιαν· ἐν ᾧ κύκλῳ τό τε σῶμα περιέχεται καὶ τὰ
15τοῦ σώματος ἕνεκα παρειλημμένα. σχεδὸν γὰρ ὁ βραχύτατος καὶ μικροῦ δεῖν αὐτοῦ προσαπτόμενος τοῦ κέντρου κύκλος οὗτος. δεύτερος δὲ ἀπὸ τούτου καὶ πλέον μὲν ἀφεστὼς τοῦ κέντρου, περιέχων δὲ τὸν πρῶτον, ἐν ᾧ τε‐ τάχαται γονεῖς ἀδελφοὶ γυνὴ παῖδες. ὁ δ’ ἀπὸ τούτων τρίτος, ἐν ᾧ θεῖοι καὶ τηθίδες, πάπποι τε καὶ τῆθαι, καὶ ἀδελφῶν παῖδες, ἔτι δὲ ἀνεψιοί. μεθ’ ὃν
20ὁ τοὺς ἄλλους περιέχων συγγενεῖς. τούτῳ δ’ ἐφεξῆς ὁ τῶν δημοτῶν καὶ μετ’ αὐτὸν ὁ τῶν φυλετῶν, εἶθ’ ὁ πολιτῶν, καὶ λοιπὸν οὕτως ὁ μὲν ἀστυ‐ γειτόνων, ὁ δὲ ὁμοεθνῶν. ὁ δ’ ἐξωτάτω καὶ μέγιστος περιέχων τε πάντας τοὺς κύκλους ὁ τοῦ παντὸς ἀνθρώπων γένους. τούτων οὖν τεθεωρημένων, κατὰ τὸν ἐντεταμένον ἐστὶ περὶ τὴν δέουσαν ἑκάστων χρῆσιν τὸ ἐπισυνάγειν
25πως τοὺς κύκλους ὡς ἐπὶ τὸ κέντρον καὶ τῇ σπουδῇ μεταφέρειν ἀεὶ τοὺς ἐκ τῶν περιεχόντων εἰς τοὺς περιεχομένους. κατὰ τὸν φιλοίκειον γοῦν ἐστὶ γονέας μὲν καὶ ἀδελφούς .... οὐκοῦν κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ τῶν συγγενῶν τοὺς μὲν πρεσβυτέρους καὶ 〈τὰσ〉 πρεσβυτέρας ὡς πάππους 〈ἢ〉 θείους ἢ τηθίδας, τοὺς δ’ ὁμήλικας ὡς ἀνεψιούς, τοὺς δὲ νεωτέρους ὡς παῖδας
30ἀνεψιῶν. ὥστε εἴρηται διὰ συντόμων ὑποθήκη σαφὴς πῶς χρὴ προσφέρεσθαι61

62

συγγενέσιν, ἐπειδὴ προεδιδάχθημεν πῶς τε χρηστέον ἑαυτοῖς καὶ πῶς γο‐ νεῦσι καὶ ἀδελφοῖς, ἔτι δὲ γυναικὶ καὶ τέκνοις, πρόσκειται δ’ ὅτι καὶ τούτοις μὲν ὁμοίως τιμητέον τοὺς ἐκ τοῦ τρίτου κύκλου, τούτοις δ’ αὖ πάλιν τοὺς συγγενεῖς. ἀφαιρήσεται μὲν γάρ τι τῆς εὐνοίας τὸ καθ’ αἷμα διάστημα πλέον
5〈ὄν〉· ἡμῖν δ’ ὅμως σπουδαστέα περὶ τὴν ἐξομοίωσίν ἐστιν. ἥκοι μὲν γὰρ ἂν εἰς τὸ μέτριον, εἰ διὰ τῆς ἡμετέρας αὐτῶν ἐνστάσεως ἐπιτεμνόμεθα τὸ μῆκος τῆς πρὸς ἕκαστον τὸ πρόσωπον σχέσεως. τὸ μὲν οὖν συνέχον καὶ πραγμα‐ τικώτερον εἴρηται· χρὴ δ’ ἐπιμετρεῖν καὶ κατὰ τὴν τῶν προσηγοριῶν χρῆσιν, τοὺς μὲν ἀνεψιοὺς καὶ θείους καὶ τηθίδας ἀδελφοὺς ἀποκαλοῦντας πατέρας
10τε καὶ μητέρας, τῶν δὲ συγγενῶν τοὺς μὲν θείους, τοὺς δὲ ἀδελφιδοῦς, τοὺς δὲ ἀνεψιούς, ὡς ἂν καὶ τὰ τῆς ἡλικίας παρήκῃ ἕνεκα τῆς ἐν τοῖς ὀνόμασιν ἐκτενείας. οὗτος γὰρ τῆς προσρήσεως ὁ τρόπος ἅμα μὲν ἂν ση‐ μεῖον οὐκ ἀμαυρὸν εἴη τῆς οὔσης ἡμῖν σπουδῆς περὶ ἑκάστους, ἅμα δ’ ἂν ἐποτρύνοι καὶ προσεντείνοι πρὸς τὴν ὑποδεδειγμένην οἷον συνολκὴν τῶν
15κύκλων. ἐνταῦθα μέντοι γενομένοις οὐκ ἄκαιρος τοῦ ῥηθέντος ἐπὶ γονέων διορισμοῦ φαντάζεται μνήμη. ἐλέγομεν γὰρ αὖ κατ’ ἐκεῖνον ἡνίκα τὸν τόπον ἦμεν, ἔνθα μητέρα πατρὶ συνεκρίναμεν, ὡς χρὴ τῇ μὲν μητρὶ τῆς στοργῆς, τῆς δὲ τιμῆς τῷ πατρὶ πλέον ἀπονέμειν· οἷς ἐπομένως καὶ δεῦρο τιθεῖμεν ἄν, ὡς τοὺς μὲν μητρόθεν προσήκοντας στέργειν πλέον πρέπει, τοὺς δ’ αὖ
20κατὰ πατέρα συγγενεῖς διὰ μείζονος ἄγειν τιμῆς. Stobäus Florileg. 85, 21 (Vol. III p. 150, 6 Mein.) Ἱεροκλέους ἐκ τοῦ Οἰκονομικοῦ. Πρὸ πάντων γε περὶ τῶν ἔργων, ὑφ’ ὧν οἶκος συνέχεται. ταῦτ’ οὖν διαιρετέον μὲν κατὰ τὸ πλεῖστον, 〈ὥστε〉 τῷ μὲν ἀνδρὶ τὰ κατ’ ἀγρὸν καὶ τὰ
25περὶ τὰς ἀγορὰς καὶ τὰ περὶ τὴν ἀστυπολίαν ἀνακεῖσθαι, τῇ δὲ γυναικὶ τὰ περὶ τὴν ταλασίαν καὶ σιτοπονίαν καὶ ὅλως τὰ κατοικίδια τῶν ἔργων. οὐδὲ μὴν ἀγεύστους ἀξιωτέον εἶναι τοὺς ἑτέρους τῶν ἑτέρων. γένοιτο γὰρ ἄν ποτε καὶ γυναικὶ κατ’ ἀγρὸν γενομένῃ καθῆκον τὸ τοῖς ἐργαζομένοις ἐπιστῆναι καὶ τὴν τοῦ οἰκοδεσπότου τάξιν ἐκπληρῶσαι, καὶ ἀνδρὶ περὶ τῶν κατὰ τὴν οἰκίαν
30ἐπιστροφὴν ποιήσασθαι καὶ τὰ μὲν διαπυθέσθαι, τὰ δὲ καὶ ἐπιδεῖν τῶν γινομέ‐ νων. οὕτω γὰρ ἂν ἐπισυνδέοιτο μᾶλλον τὰ τῆς κοινωνίας, εἰ συμμετέχοιεν ἀλλή‐
λοις τῶν ἀναγκαίων φροντίδων. δεῦρο μέντοι τοῦ λόγου γενόμενος οὐκ ἂν ὀκ‐62

63

νῆσαί μοι δοκῶ καὶ τῆς αὐτουργίας ποιήσασθαί τινα μνήμην, ἐπεὶ εἰκὸς τοῖς ὑπὲρ τῶν ἔργων εἰρημένοις καὶ τοῦτο προστεθῆναι. ὡς μὲν τοίνυν τἀνδρὶ καθήκει τῶν γεωργικῶν ἅπτεσθαι πόνων, τί καὶ λέγειν δεῖ; οὐ πολὺς γὰρ ὁ κατὰ τοῦτο δυσπειθής, ἀλλὰ καίπερ τοσαύτης τρυφῆς καὶ ἀπονίας τὸν νῦν
5κατεχούσης βίον, ὅμως σπάνιός ἐστιν 〈ὁ〉 μὴ καὶ δι’ ἑαυτοῦ προθυμούμενος ἔργων κοινωνῆσαι τῶν ὑπὲρ σπόρου καὶ φυτείας καὶ τῶν ἄλλων τῶν κατὰ γεωργίαν. δυσπειθέστερος δ’ ἴσως ὁ πρὸς θάτερα τῶν ἔργων, ὅσα γυναιξὶν ἀπονενέμηται, παρακαλῶν τὸν ἄνδρα λόγος. καὶ πάσχουσί γε οὐκ ἀπεικὸς οἱ καθαρειότεροι, μὴ καθ’ ἑαυτοὺς εἶναι τοπάζοντες ἅψασθαι ταλασίας. ἐπεὶ γὰρ
10ὡς ἐπὶ τὸ πλῆθος εὐτελεῖς ἀνθρωπίσκοι καὶ τὸ τῶν κατεαγότων καὶ γυννί‐ δων φῦλον ὡς τὴν ἐρίων ἐργασίαν καταφέρεται ζήλῳ θηλύτητος, οὐ δοκεῖ κατὰ τὸν ἀληθινώτερον ἄνδρα τυγχάνειν τὸ εἰς ταῦτα συγκαθιέναι· ὥστ’ ἔγωγε τάχ’ ἂν οὐδ’ ἂν αὐτὸς συμβουλεύσαιμι τοῖς μὴ τελείαν παρεσχημένοις πίστιν ὑπὲρ τῆς ἑαυτῶν ἀῤῥενότητος καὶ σωφροσύνης ἅπτεσθαι τοιοῦδέ τινος. εἰ
15μέντοι διὰ τοιοῦδε βίου πεποιήκοι τις [ἂν] ἑαυτὸν πάσης ὑπονοίας ἀτόπου κα‐ θαρεύοντα, τί κωλύσει καὶ κατὰ ταῦτα τῇ γυναικὶ κοινωνῆσαι τὸν ἄνδρα; τῶν μὲν γὰρ ἄλλων κατοικιδίων ἔργων μὴ καὶ τὸ πλέον ἀνδράσι προσήκειν ἡγη‐ τέον ἤπερ γυναιξίν. ἔστι γὰρ καματωδέστερα καὶ ῥώμης δεόμενα σωματικῆς, οἷον ἀλέσαι καὶ σταῖς μάξαι διασχίσαι τε ξύλα καὶ ὕδωρ ἀνιμῆσαι καὶ σκεύη
20μεταθεῖναι καὶ διατινάξαι στρώματα καὶ πᾶν τὸ τούτοις παραπλήσιον. καὶ τὰ μὲν ὑπὲρ ἀνδρῶν ἀποχρῴη ἄν· ἐπιμετρῆσαι δέ τι καὶ τὴν γυναῖκα πρέπον, ὥστε μὴ τῆς ταλασίας κοινωνεῖν μόνον ταῖς θεραπαίναις, ἀλλὰ καὶ τῶν ἄλ‐ λων ἔργων τῶν ἐπανδροτέρων. καὶ γὰρ σιτοπονίας ἅψασθαι κατὰ τὴν ἐλευ‐ θέραν εἶναί μοι δοκεῖ καὶ ὕδωρ ἀνιμῆσαι 〈καὶ〉 πῦρ ἀνακαῦσαι καὶ κλίνην κατα‐
25στρῶσαι καὶ πᾶν τὸ τούτοις ἐοικός. πολὺ δ’ ἂν ἀνδρὶ φαίνοιτο καλλίων τῷ γε ἑαυτῆς, καὶ μάλιστα νεᾶνις οὖσα καὶ μηδέπω τετρυμένη κυοφορίαις, εἰ καὶ τρύγης ἀμπέλων αὐτουργοῦσα συμμετάσχοι καὶ συλλογῆς ἐλαῶν, εἰ δὲ παρ‐ είκοι, καὶ σπόρου καὶ ἀρόσεως καὶ παραδόσεως ἐργαλείων τοῖς σκάπτουσιν ἢ φυτεύουσι. τοῦτον γὰρ τὸν τρόπον ἕνεκα τῶν ἔργων οἶκος προστατούμενος
30ὑπ’ ἀνδρὸς καὶ γυναικὸς ἄριστ’ ἄν μοι δοκεῖ κατά γε ταῦτα διεξάγεσθαι.63