TLG 1429 001 :: HIEROCLES :: Ἠθικὴ στοιχείωσις Ἠθικὴ στοιχείωσις Citation: Column — (line) | |||
t | Ἱεροκλέους Ἠθικὴ Στοιχείωσις | ||
1(a) | ΧΕἰ αἰσθάνεται τὸ ζῶιον ἑαυτοῦ | ||
1 | Τῆς ἠθικῆς στοιχειώσεως ἀρχὴν ἀρίστην ἡγοῦμαι τὸν περὶ τοῦ πρώτου οἰκείου τῶι ζώιωι λόγον, ο..ω οὐ χεῖ‐ ρον ἐνθυμηθῆναι πρῶτον ἄνωθεν ἀρξαμένοις ὁποία τις ἡ γένεσις τῶν ἐμψύχων ἐστὶ καὶ τίνα τὰ πρῶτα συμβαίνοντα τῶι | ||
---|---|---|---|
5 | ⸏ζώιωι. Τὸ τοίνυν σπέρμα καταπεσὸν εἰς ὑστέραν ἔν τε και‐ ρῶι τῶι προσήκοντι καὶ ἅμα ὑπ’ ἐρρωμένου τοῦ ἀγγείου συλληφθὲν οὐκέτι ἠρεμεῖ, καθάπερ τέως, ἀλλ’ ἀνακινηθὲν ἄρ‐ χεται τῶν ἰδίων ἔργων, παρά τε τοῦ κυοφοροῦντος σώματος ἐπι‐ σπώμενον τὴν ὕλην διαπλάττει τὸ ἔμβρυον κατά τινας ἀ‐ | ||
10 | παραβάτους τάξεις, ἕωσπερ οὗ πρὸς τέλος ἀφίκηται καὶ πρὸς ἀπό‐ ⸏τεξιν εὐτρεπὲς ἀπεργάσηιται τὸ δημιούργημα. Τοῦτον μέντοι πάντα τὸν χρόνον (λέγω δὲ τὸν ἀπὸ συλλή‐ ψεως μέχρι ἀποτέξεως) διαμένει φύσις, τοῦτ’ ἔστι πνεῦ‐ μα, μεταβεβληκὸς ἐκ σπέρματος καὶ ὁδῶι κεινού‐ | ||
15 | μενον ἀπ’ ἀρχῆς εἰς τέλος· ἤδη δὲ κατὰ μὲν τὰ πρῶτα τοῦ χρόνου παχύτερόν πώς ἐστι πνεῦμα ἡ φύσις καὶ μακρὰν ἀ‐ φεστηκυῖα ψυχῆς, κατόπιν δὲ τούτων κἀπειδὰν | ||
σχεδὸν ἥκηι τῆς ἀποτέξεως, ἀπολεπτύνεται ῥιπι‐ ζομένη τοῖς συνεχέσιν ε..... καὶ .. τ̣ο̣ τυχ̣όν ἐστι ψυχῆι | 7 | ||
20 | διὸ δὴ καὶ θύραζε χωρήσασα ἱκανοῦται τῶι περιέχοντι, ὥστε οἷον στομωθεῖσα πρὸς αὐτοῦ μεταβαλεῖν εἰς ψυχήν. καθάπερ γὰρ τὸ ἐν τοῖς λίθοις πνεῦ‐ μα ταχέως ὑπὸ πληγῆς ἐκπυροῦται διὰ τὴν πρὸς ταύ‐ την τὴν μεταβολὴν ἑτοιμότητα, τὸν αὐτὸν τρόπον | ||
25 | καὶ φύσις ἐμβρύου πέπονος ἤδη γεγονότος οὐ βραδύνει τὸ μεταβάλλειν εἰς ψυχὴν ἐμπεσοῦ‐ σα τῶι περιέχοντι. ταύτηι δὲ πᾶν τὸ ἐκπεσὸν ὑ‐ στέρας εὐθέως ἐστὶ ζῶιον, κἂν τἄλλα τῶν δικαί‐ ων ἀπολείπηται ῥυθμῶν, ὡς δὴ μυθολογεῖται περὶ | ||
30 | τῶν τῆς ἄρκτου ἐκγόνων .....συν.......τ...ηι. Τοὐντεῦθεν ἐνθυμητέον ἐστίν, ὅτι πᾶν ζῶιον τοῦ μὴ ζώιου δυοῖν ἔχει διαφοράν, αἰσθήσει τε καὶ ὁρμῆι· ὧν θατέρου μὲν οὐδὲν πρὸς τὸ παρὸν δε‐ όμεθα· βραχέα δὲ δοκεῖ γε περὶ τῆς αἰσθήσεως εἰ‐ | ||
35 | πεῖν· φέρει γὰρ εἰς γνῶσιν τοῦ πρώτου οἰκείου, ὃν δὴ λόγον ἀρχὴν ἀρίστην ἔφαμεν ἔσε‐ ⸏σθαι τῆς ἠθικῆς στοιχειώσεως. Οὐκ ἀγνοητέον ὅτι Χ τὸ ζῶιον εὐθὺς ἅμα τῶι γενέσθαι αἰσθάνεται ἑαυ‐ τοῦ· καὶ δεῖ μὲν ἕν̣εκα τῶν βραδυτέρων λεχθῆ‐ | ||
40 | ναί τινα πρὸς ὑπόμνησιν τούτου· παρεμπίπτων δ’ ἕτερος λόγος ἐφ’ ἑαυτὸν ἡμᾶς καλεῖ πρό‐ τερον· οὕτω γὰρ αὖ βραδεῖς καὶ πόρρω συνέσεως ἔ‐ νιοι τυγχάνουσιν ὥστε καὶ τοῖς ὅλοις ἀγνοεῖν ⸏εἰ τὸ ζῶιον αἰσθάνεται ἑαυτοῦ. Δοκοῦσι γὰρ τὴν αἴσθησιν | ||
45 | ὑπὸ τῆς φύσεως αὐτῶι δεδόσθαι πρὸς τὴν τῶν ἐκτὸς ἀν‐ τίληψιν, οὐκέτι δὲ καὶ πρὸς τὴν ἑαυτοῦ. κατὰ δὴ τοὺς οὕτως ὀ̣..........διο..α..γενουτ..η προκαταστησα......μ.. ἑαυτῶν αἰσθάνεσθαι τὰ ζῶια πειρᾶσθαι α..α..ην ὅτι καὶ ἀλ.... | 9 | |
1(50) | ⸏θεν α̣ὐτοῖς το....μ..χ.θιτοίνυν ἐπὶ νοῦν ι.. τὰ ζῶια πρῶτον μὲν μερῶν τῶν ἰδίων αἰσθάνεται. ταύτηι δὲ καὶ τὰ μὲν πτηνὰ τῆς τῶν πτερύγων πρὸς τὸ ἵπτασθαι παρασκευ‐ ῆς κἀπιτηδειότητος ἀντιλαμβάνεται, τῶν δὲ χερσαίων ἕκαστον τῶν ἑαυτοῦ μερῶν, καὶ ὅτι ἔχει καὶ πρὸς ἣν ἔχει | ||
55 | χρείαν, ἡμεῖς τε αὐτοὶ ὀφθαλμῶν καὶ ὤτων καὶ τῶν ἄλ̣λων. τῆι‐ δε γοῦν κἀπειδὰν μὲν ἰδεῖν ἐθέλωμεν τι, τοὺς ὀφθαλμοὺς ἐν‐ τείνομεν ὡς ἐπὶ τὸ ὁρατόν, οὐχὶ δὲ τὰ ὦτα, κἀπειδὰν ἀκοῦσαι, τὰ ὦτα παραβάλλομεν καὶ οὐχὶ τοὺς ὀφθαλμούς, καὶ περι‐ πατῆσαι μὲν ἐθέλοντες οὐ χερσὶν ἐπὶ τοῦτο χρώμε‐ | ||
60 | θα, ποσὶν δὲ καὶ τοῖς ὅλοις σκέλεσιν, καὶ κατά γε τὰ αὐτὰ δὴ οὐ σκέλεσιν ἀλλὰ ταῖς χερσίν, ἐπειδὰν λαβεῖν | ||
2 | ἢ δοῦναί τι βουλώμεθα. διὸ πρώτη πίστις τοῦ αἰ‐ σθάνεσθαι τὸ ζῶιον ἅπαν ἑαυτοῦ ἡ τῶν μερῶν καὶ τῶν ἔργων, ὑπὲρ ⸏ὧν ἐδόθη τὰ μέρη, συναίσθησις· δευτέρα δὲ ὅτι οὐδὲ τῶν πρὸς ἄμυναν παρασκευασθέντων αὐτοῖς ἀναισθήτως διά‐ | ||
5 | κειται. καὶ γὰρ ταῦροι μὲν εἰς μάχην καθιστάμενοι ταύροις ἑτέροις ἢ καί τισιν ἑτερογενέσι ζώιοις τὰ κέρατα προΐσχον‐ ται, καθάπερ ὅπλα συμφυᾶ πρὸς τὴν ἀντίταξιν. οὕτω δ’ ἔχει καὶ τῶν λοιπῶν ἕκαστον πρὸς τὸ οἰκεῖον καί, ἵν’ οὕτως εἴπω, συμ‐ φυὲς ὅπλον. τὰ μὲν γὰρ ὁπλαῖς, τὰ δὲ ὀδοῦσι, τὰ δὲ χαυλι‐ | ||
10 | οδοῦσι, τὰ δὲ κέντροις, τὰ δὲ ἰοῖς οἷον ὠχυρωμένα τού‐ τοις ἐν ταῖς πρὸς ἕτερα διαμίλλαις ἐπὶ τὴν ἄμυναν | ||
χρῆται. τὸ δὲ δὴ τῆς πτυάδος καλουμένης ἀσπίδος οὐδ’ ἱστορίας ἀνάξιον· τοσαύτηι γὰρ ἄρα χαλεπότη‐ τι περίεστι τὸ θηρίον τῶν ὁμωνύμων τε καὶ ὁμογενῶν, ὥστε ἄνευ | 11 | ||
15 | δήγματος, οἷον βέλος ἀφιεῖσα τὸν ἰὸν ἐφ’ ὅ, τι ἂν θέληι τῶν ζώιων, οὐκ ἔλαττον τῶν ἑτέρων ἀναιρεῖν ἀσπίδων· ἧι δὴ καὶ πόρρωθεν, ἐπειδὰν κατά τινος παροξυνθῆι, προσπτύουσα ⸏τὸν ἰὸν οὐδὲν δεῖται δήγματος ἐμβολῆς. Καὶ μὴν τί‐ να τε ἀσθενῆ τῶν ἐν αὑτοῖς καὶ τίνα ῥωμαλέα καὶ δυσ‐ | ||
20 | ⸏παθῆ συναισθάνεται τὰ ζῶια. Ταύτηι καὶ ταῦρος μέν, ὁπότε φράττοιτο πρὸς τὴν ἐπιβουλήν, τάττει πρὸ παντὸς τοῦ λοι‐ ποῦ σώματος τὰ κέρατα· χελώνη δὲ συναισθανομένη τινὸς ἐπι‐ θέσεως τὴν κεφαλὴν καὶ τοὺς πόδας τῶι ὀστρακώδει μέρει ἑαυτῆς ὑποστέλλει, τῶι σκληρῶι καὶ δυσμεταχει‐ | ||
25 | ρίστωι τὰ εὐάλωτα· τὸ δὲ παραπλήσιον ποιεῖ καὶ ὁ κοχλίας κατειλούμενος εἰς τὸ κερατῶδες, ὁπότε κινδύ‐ ⸏νου συναίσθοιτο. Ἥ γε μὴν ἄρκτος οὐκ ἀμαθὴς ἔοικεν εἶναι τῆς περὶ τὴν κεφαλὴν εὐπαθίας, ὅθεν παιομένη ξύλοις ἤ τισιν ἑτέροις, θραῦσαι τοῦτο δυναμένοις | ||
30 | τὸ μέρος, ταύτηι ἐπιτίθησι τὰς χεῖρας ἀποδεξομένας τὴν τῶν πληγῶν βίαν· κἂν εἰπ.ε........ δεηθείη τοῦ βαλανείου .................... κρημνοῦ, πάλιν ὑπ................... ἐφίησιν ἑ‐ ⸏αυτήν. Ποιεῖ δὲ τὸ τοιόνδε ......· πηδῆσαι μὲν | ||
35 | γάρ ἐστιν εὐπετέστατον ζῶιον, οὐδενὸς δήπου λειπό‐ μενον ἑτέρου τῶν ἰσομεγεθῶν ἐν τῶι ἅλλεσθαι· καὶ δῆτα καὶ αὐτοῦ τοῦ ὁπόσον ἔ..... τὸ διάστημα συναισθάνεται· εἰ δ’ οὖν διωκομένη τοῦ ῥήγματος μὴ θαρρήσειεν ἑαυτῆι ὡς εἰς τὸ καταντικρὺ δυ‐ | ||
40 | νησομένη διαλέσθαι, ῥιπτεῖ ἑαυτὴν εἰς τοὔδα‐ φος, ῥιπτεῖ δ’ οὐχ ὡς ἔτυχεν, ἀλλ’ ἐμφυσήσασα γὰρ ἑαυτὴν ἐφ’ ὅσον οἵατ’ ἐστί, κατὰ τὸ ἐνδεχόμενον ἀσκῶι ποι‐ | ||
ήσασα πεπνευματωμένωι παραπλησίαν, καταφέρε‐ ται, τὰ σκέλη καὶ τὴν κεφαλὴν ἐπαίρουσα καὶ τοῖς ἐμπεφυ‐ | 13 | ||
45 | σημένοις μέρεσι μηχανωμένη τὰ χαλεπὰ τοῦ πτώμα‐ ⸏τος ἐκλῦσαι. Τὰ δὲ τῆς ἐλάφου τίς οὐκ ἂν θαυμάσει‐ εν; δῶμεν γὰρ ἀνίσως ἔχειν κατά τε τὰ σκέλη καὶ τὰ κέ‐ ρατα, καὶ ταῦτα μὲν ὑπερφυῶς εὐμεγέθη καὶ θαυμάσια τὴν ὄψιν εἶναι, τὰ δὲ σκέλη κομιδῆ λεπτὰ καὶ | ||
2(50) | ῥάιδια καταφρονηθῆναι· ἀλλ’ ὅμως, κρείττονα τῆς ὄψεως διδάσκαλον τῶν καθ’ ἑαυτὴν ἔχουσα τὴν φύσιν, τοῖς μέν, καίπερ οὖσι λεπτοῖς, πιστεύει καὶ οὔτε πρὸς ὑ‐ περβολὰς τάχους οὔτε πρὸς μεγέθη πηδημάτων ἀπέγνωκεν αὐτῶν· τῶν δὲ κεράτων καὶ μάλα σφόδρα | ||
55 | τῆς ἀσυμμετρίας κατέγνωκεν, ὡς παρ’ αὐτὸ τοῦτο δυσχρήστων πρός τε τὴν ἄλλην διάζησιν καὶ πο‐ λὺ δὴ διαφερόντως, ὁπότε κατεπείγοι τὸ φεύγειν. ταύτηι μὴν καὶ τῆς αὐξήσεως τῶν κεράτων τὴν ἀμετρί‐ αν ἐπιτίνους’, ἀφικομένη πρὸς κρημνοὺς ἤ τινας | ||
60 | πέτρας ἐξόχους, ἐκ διαστήματος ἐπιφερο‐ μένη περιράσσει τὰ κέρατα, οὐ τοῖς μέσοις | ||
3(a) | Εἰ αἰσθάνεται τὰ ζῶια τῶν ἐν ἑτέροις δυνάμεων | ||
b | Χεἰ διηνεκῶς αἰσθάνεται ἑαυτοῦ τὸ ζῶιον. | ||
1 | τῆς βίας χρωμένη, μετὰ δὲ πάσης σφοδρότητος, ἔστ’ ἂν ⸏ἀποκαυλίσηι τὰ πλεονάζοντα. Πρὸς τούτοις τοίνυν ἡ ἀσπὶς ὅτι μὲν εὐπαθέσι καὶ τῆς τυχούσης ἐπιβουλῆς ἥττοσι κέ‐ χρηται τοῖς οὐραίοις μέρεσι, ὅπλον δ’ ἐπὶ τὴν ἑαυ‐ | ||
5 | τῆς σωτηρίαν πεπόρισται τὸ στόμα σαφῶς εὑρε‐ θήσεται κατειληφυῖα. διωκομένη γοῦν εἴ τινι φω‐ λειῶι προστυχὴς γένοιτο, τῆς καταδύσεως ἀπὸ τῶν κατ’ οὐρὰν ἄρχεται μερῶν, ὑστάτην ἀποκρύπτουσα τὴν κεφαλήν, τέως | ||
δ’ αὐτὴν ἐπ’ ἀσφαλείαι τῶν λοιπῶν προϊσχομένη. τὸ | 15 | ||
10 | δὲ τοῦ κάστορος ἔτι θαυμασιώτερον· ζῶιον δ’ ἐστὶ ποτά‐ μιον ἐπιεικῶς τε περὶ τὸν Νεῖλον πλεονάζον. οὗτος γὰρ δοκεῖ μοι μηδ’ ὧν εἵνεκα διώκεται μορίων ἀγνο‐ εῖν. πρόφασις γὰρ αὐτοῦ τῆς θήρας ἀνθρώποις οἱ ὄρχεις, ἐπειδὴ τὸ παρὰ τοῖς ἰατροῖς περιβόητον καστόρειον ταῦτ’ ἐστὶ | ||
15 | τοῦ ζώιου τὰ μόρια. διωκόμενος δὲ πρὸς πολὺ μάλιστα μὲν δηλοῖ ἀπο‐ δρᾶναι μηχανώμενος ὑγιὴς καὶ ἄρτιος· εἰ δὲ φαίνοι‐ το κρείττων ἡ ἀνάγκη, τοῖς ὀδοῦσι τοῖς αὐτὸς αὐτοῦ τοὺς ὄρχεις σχίσας ῥιπτεῖ· καὶ τοῦτο γίνεται τοῖς μὲν διώκου‐ ⸐σι πέρας τῆς θήρας, ἐκείνωι δὲ αἴτιον σωτηρίας. Τί | ||
20 | μὴν ἔδει ταῦτα λέγειν, ὅπου γε τὰ ζῶια καὶ τῶν ἐν ἑτέροις ἀσθενειῶν καὶ δυνάμεων ἀντίληψιν ἔχει, καὶ τίνα μὲν αὐτοῖς ἐπίβουλα, πρὸς τίνα δὲ αὐτοῖς ἀνοχαὶ καὶ οἷον σύμβασις ἀδιάλυτος. λέων μὲν γοῦν, εἰ μὲν ταύρωι μά‐ χοιτο, εἰς τὰ κέρατα δέδορκεν αὐτοῦ, τῶν δ’ ἄλλων τοῦ ζώιου | ||
25 | μερῶν καταπεφρόνηκεν· ἐν δὲ ταῖς πρὸς τὸν ὄναγρον δια‐ μίλλαις παντοῖός ἐστι προσέχων τοῖς λακτίσμασι καὶ τὰς ὁπλὰς φεύγειν σπεύδων. ὅ γε μὴν ἰχνεύμων τὸν πρὸς τὴν ἀσπί‐ δα πόλεμον οὐκ ἀστρατηγήτως διατίθεται, τό τε τῶν δηγμάτων τοῦ θηρίου φυλαττόμενος ὀλέθριον καὶ ὥς ἐστι | ||
30 | τάχους ...α............... ἑαυτόν· εἶθ’ ἡ α.......ι........... κυλίσας πλεονάκις, ὥσ‐ τε .................... καθίησιν τισι ...λα..................τησας ἐπῆιρε .. οὐρὰν ......... τὴν ἀσπίδα ἀντορθιάσαι | ||
35 | τῶι στερεῶι ζ......... τοῦ ἰχνεύμονος μέρει, λυομένου δὲ τοῦ πηλοῦ ... ἁλλόμενον ἐπὶ τὸν τράχηλον τοῦ θηρίου καὶ .........ου...... διὰ τὸ περὶ τὸν τρά‐ χηλον διατ.....η.ες. κρείττων δὲ γενόμενος τού‐ ⸏του ῥαῖστα τοῦ θηρίου περιγίνεται παρὰ τ......ας· ἀλλὰ δήπου | 17 | |
40 | καὶ τὰ κατοικίδια νεόττια ......ρ.αντος μὲν α̣λ̣ ... ἢ ταύρου κατ’ οὐδέτερον τούτων φοβεῖται, γαλῆς δὲ ἢ ἱέρακος, τέτριγέν τε καὶ ὡς ἔχει τάχους ὑπὸ ⸏τὰς μητρώας καταδύεται πτέρυγας. καὶ μὴν ὁ λέων γυ‐ μνοῦ μὲν ἀνδρὸς ῥᾶιον καταφρονεῖ, σιβύνην δ’ ἐν χε‐ | ||
45 | ⸏ροῖν ἔχοντι μεθ’ ἥττονος ἐπιτίθεται θράσους. Δοκεῖ δέ μοι καὶ σύμπαν τὸ γένος τῶν ἀλόγων, οὐ τῶν ἀφυεστέρων μόνον, ἀλλὰ καὶ τῶν τάχεσιν ἢ μεγέθε‐ σιν ἢ δυνάμεσιν ὑπερφερόντων ἡμᾶς ὅμως αἰσθό‐ μενον τῆς περὶ τὸν λόγον ὑπεροχῆς, ἀποτρέπεσθαι καὶ ἐκ‐ | ||
3(50) | κλίνειν τὸν ἄνθρωπον, οὐκ ἂν εἰ μὴ καὶ τῶν ἐν ἑτέροις προτερημάτων ἀντιληπτικῶς εἶχε τὰ ζῶια ⸏τούτου οὕτως γενομένου. Ἀλλὰ γὰρ λοιπὰ μέν ἐστιν, ἃ συνηγορεῖ τῶι τὸ ζῶιον αἰσθάνεσθαι ἑαυτοῦ, ὅσα δὲ εἰς τὸ παρὸν ἥρμοτ‐ τεν, ἀποχρήσει τὰ λεγόμενα· καὶ ἐφεξῆς οὐ χεῖρον ὀλί‐ | ||
55 | γα καὶ περὶ τοῦ διανεκῆ καὶ ἀδιάλειπτον εἶναι τῶι ζώιωι τὴν ἑαυτοῦ ⸐συναίσθησιν ἐπελθεῖν. Πρῶτον τοίνυν οὐκ ἀγνοητέον ὡς, Χκαθάπερ τὸ σῶμα τοῦ ζώιου θικτόν ἐστιν, ἵν’ οὕτως εἴπω, καὶ ἁπτόν, οὕτω καὶ ἡ ψυχή· καὶ γὰρ αὐτὴ τοῦ γένους ἐστὶ τῶν σω‐ μάτων, ὥσπερ τοῖς οἰκείοις τοῦτο παρίσταται λό‐ | ||
60 | γοις, οἷς παραδόξους ἀποφαί..νουσι τὰς τῶν ἄλλων ..................... φοράς. σῶμα | ||
4 | δὲ οὖσα θίξιν, ὡς ἔφην, οἷον προσέρεισιν καὶ λ...σιν καὶ βολὴν καὶ πρόσβλησιν καὶ πᾶν εἴ τι τούτοις παραπλήσιόν ἐστιν ἐπιδέχεται. Δεύτερον δὲ ἐπὶ τῶιδε προσενθυμητέον ὡς οὐχὶ καθάπερ ἐν ἀγγείωι τῶι σώματι περιείργεται ἡ | ||
5 | ψυχὴ κατὰ τὰ περιισχόμενα ταῖς πιθάκναις ὑγρά, συμ‐ πεφύραται δὲ δαιμονίως καὶ συγκέκραται κατὰ πᾶν, ὡς μηδὲ τοὐλάχιστον τοῦ μίγματος μέρος τῆς ὁποτέρου αὐτῶν ἀ‐ μοιρεῖν μετοχῆς· προσφερεστάτη γὰρ ἡ κρᾶσις τοῖς ἐπὶ τοῦ διαπύρου σιδήρου γινομένοις· ἐκεῖ τε γὰρ ὁμοίως κἀνταῦ‐ | ||
10 | θα δι’ ὅλων ἐστὶν ἡ παράθεσις. ταύτηι καὶ τὰ τῆς συμπαθίας ἐστὶν ἀμ‐ φοῖν κατακορῆ. θάτερον γὰρ τῶι ἑτέρωι συμπαθὲς καὶ οὔτε τῶν σωματικῶν παθῶν ἀνήκοος ἡ ψυχὴ οὔτε αὖ τέλεον ἐκ‐ κεκώφηται πρὸς τὰ τῆς ψυχῆς δεινὰ τὸ σῶμα. διὰ τοῦτο κα‐ θάπερ φλεγμοναῖς τῶν καιρίων τοῦ σώματος τόπων ἕπεται | ||
15 | παρακοπὴ καὶ ἀλλόκοτος φορὰ τῆς διανοίας ἢ καὶ ὅλης τῆς φαν‐ ταστικῆς παραποδισμὸς ἕξεως, οὕτως καὶ λύπαις καὶ φόβοις καὶ ὀργαῖς καὶ ὅλως τοῖς τῆς ψυχῆς πάθεσι συνδιατίθεται τὸ σῶμα μέχρις ἑτεροχροίας καὶ τρόμου σκελῶν προέσεώς τε οὔ‐ ρου..........ντων ἔτι ...νης ἐπισχέσεως καὶ τοῦ ὅλου | ||
20 | ...c̣.ου μεταμορφώσεως. οὐ γὰρ ἂν οὕτως ἦν εὐτρεπῆ πρὸς μετά‐ δοσιν καὶ μετάληψιν παθῶν, εἰ μὴ τρόπον ἀλλήλοις, ὃν ἔ‐ φαμεν, συνεκέκρατο. τρίτον γε μὴν ἐπὶ τούτοις οὐκ ἂν οὐδὲ τὸν Μαργείτην ἀντειπεῖν νομίζω, ὡς οὐκ ἔστιν ἡ ψυ‐ χὴ δύναμις αἰσθητική· ταύτηι γὰρ καὶ φύσεως πλεο‐ | ||
25 | νάζει καὶ προσέτι τῶι ὁρμητικὴ τυγχάνειν· ἐπεί τοι λελείψεται φύσις μόνον ἀντὶ ψυχῆς ὁρμῆς καὶ αἰσθή‐ ⸏σεως στερομένη. Τίνος μὴν ἔτι δεῖ τετάρτου τὰ | ||
..ντα; ἢ δῆλον ὡς ὃν τρόπον εἴληχεν ἡ ψυχὴ τῆς κινή‐ σεως παραστῆσαι; κινδυνεύει δ’ οὐκ ἰδία αὐτῆς κατά γε τὴν | 19 | ||
30 | πιθανωτάτην δόξαν εἶναι τῆς ....... οὐδὲ ἄφετος, ἀλλὰ κοι‐ νὴ ....ξ............ ἐπιφάνειαν ἄκρον .. ................... τόνον δὴ καὶ τὴν τονικὴν κίνησιν ..............χε τρόπος οὔτε .. ..ς ............ κινήσεων. ἦν δ’ ἄρα καὶ ἡ ψυ‐ | ||
35 | χὴ ......σε......... κινοῖτ’ ἂν καὶ αὐτὴ τὸν ..........ω......... ἐφ’ ἑκάτερα .......... ..υσι......υ.δ.......ιδίους καθῃρημέν... ⸏α..ηι......ται.. τὰς ...... κεινήσεις. Ἐπεὶ τοίνυν ἐξ ἀμφοτέρων ἐστὶ τὸ ζῶιον ... σύνθετον, ἐκ σώμα‐ | ||
40 | τος καὶ ψυχῆς, ἄμφω δ’ ἐστὶ θικτὰ καὶ πρόσβλητα καὶ τ.ρ ἐρείσει δὴ ὑπόπτωτα, ἔτι δὲ δι’ ὅλων κέκραται, καὶ θά‐ τερον μέν ἐστιν αὐτῶν δύναμις αἰσθητική, τὸ δ’ αὐτὸ τοῦτο καὶ τρόπον, ὃν ὑπεδείξαμεν, κεινεῖται, δῆλον ὅτι δι‐ ανεκῶς αἰσθάνοιτ’ ἂν τὸ ζῶιον ἑαυτοῦ. τεινομένη γὰρ ἔ‐ | ||
45 | ξω ἡ ψυχὴ μετ’ ἀφέσεως προσβάλλει πᾶσι τοῦ σώματος τοῖς μέρεσιν, ἐπειδὴ καὶ κέκραται πᾶσι, προσβάλλου‐ σα δὲ ἀντιπροσβάλλεται· ἀντιβατικὸν γὰρ καὶ τὸ σῶμα, καθάπερ καὶ ἡ ψυχή· καὶ τὸ πάθος συνερειστικὸν ὁμοῦ καὶ ἀντερειστικὸν ἀποτελεῖται. καὶ ἀπὸ τῶν ἀκροτά‐ | ||
4(50) | των μερῶν εἴσω νεῦον ἐπὶ τὴν ἡγεμονίαν τ.... θους c.. ἀναφέρεται, ὡς ἀντίληψιν γίνεσθαι 〈τῶν〉 μερῶν ἁπάντων τῶν τε τοῦ σώματος καὶ τῶν τῆς ψυχῆς· τοῦ‐ ⸐το δέ ἐστιν ἴσον τῶι τὸ ζῶιον αἰσθάνεσθαι ἑαυτοῦ. Μαρτύρια δὲ .... πιστὰ τῶν λόγων τὰ συμβαίνοντα· πιθανὸν μὲν γάρ ἐστιν, εἴ‐ | ||
55 | περ ὅλως ποθ’ ἑαυτοῦ γίνεται τὸ ζῶιον ἀνεπαίσθη‐ | ||
τον, ἐν τῷ ὕπνου πάντως χρόνῳ μάλιστα τοῦτο συμβαίνειν. ὁρῶμεν δ’ ὡς καὶ τότε, οὐ μάλα μὲν τοῖς πολλοῖς εὐπαρα‐ κολουθήτως, συναισθάνεται δ’ οὖν ἑαυτοῦ τὸ ζῶιον. ἀπό‐ >χρη δὲ πρὸς τὴν ὑπὲρ παντὸς τοῦ γένους διάληψιν τὰ | 21 | ||
60 | ἐφ’ ἡμῶν τῶν ἀνθρώπων ἀπαντῶντα παραθέσθαι· καὶ γὰρ περὶ χιμῶνος ὥραν παραγυμνωθέντες μέρη τινὰ τοῦ σώματος, | ||
5 | εἰ καὶ βαθυτάτωι πεπιεσμένοι τύχοιμεν ὕπνωι, ὅμως ἐφελκόμεθα τὰ ἐνεύναια καὶ περισκέπομεν τὰ ψυ‐ χόμενα, τά τε ἕλκη φυλάττομεν ἀπρόσκρουστα καὶ ἄθλητα κοιμώμενοι βαθέως, ὡς ἂν ἐγρηγορύιαι, ἵν’ οὕτω φῶ, χρώ‐ | ||
5 | μενοι τῆι προσοχῆι, τῆι τε προτεραίαι συνταξάμενοί τισι νύκτωρ ἐπαναστήσεσθαι διεγρόμεθα τῆς ὡρισμένης ὥρας ἡκούσης. ἴδοις δ’ ἂν καὶ τὰς σπουδὰς τὰς περί τινα μέχρι τῶν ὕπνων ἐπακολουθούσας· ὁ μέν γε φίλοινος καταδαρθάνει πολλάκις οὐκ ἀφιεὶς ἐκ τῆς χειρὸς τὴν λάγυ‐ | ||
10 | νον· ὁ δὲ φιλάργυρος ἀπρὶξ ἐχόμενος τοῦ βαλλαντίου κοιμᾶται· τῆιδε μέντοι καὶ τὸν ἱκανῶς ἔχοντα πρὸς ἐπίκρι‐ σιν ἠθῶν οὐκ ἀπελπίζω κοιμωμένοις ἐπιστάντα δυ‐ νατῶς ἕξειν ἐκ τοῦ τρόπου τῆς κοιμήσεως γνῶναι, ποί‐ α τις ἡ τοῦ καθεύδοντος διάθεσις, πότερον ἐρρωμένη καὶ | ||
15 | τόνου πλήρης ἢ μαλθακωτέρα τοῦ δέοντος. οὐ γὰρ δὴ τεθνήξεσθαι μὲν προσδοκῶντες οἱ βραχεῖ c..... πρόνοιαν ποιοῦνται τοῦ καὶ νεκροὶ πεσεῖν εὐσχημόνως, κατὰ τὴν τραγικὴν παρθένον, οὐχὶ δὲ πολλῶι μᾶλλον εἰς τὰ τῶν κοιμωμένων σώματα διΐξεται τὰ τεκμήρια τῆς διαθέσεως· | ||
20 | ὡς δὴ καὶ ὁ Ἡρακλῆς εὕδει πιέζων χειρὶ δεξιᾶι ξύλον. ταῦ‐ τ’ οὖν ἅπαντα καὶ τὰ τούτοις ἐοικότα (μυρία δ’ ἐστὶ τὸ πλῆθος) | ||
ἐχεγγυωτάτη πίστις εἶναί μοι δοκεῖ τοῦ κἀν τοῖς ὕπνοις αἰ‐ σθάνεσθαι ἡμᾶς ἑαυτῶν. καὶ οὐκ ἐφ’ ἡμῶν μὲν ἀληθὴς ὁ λόγος, οὐχὶ δὲ κἀπὶ τῶν ἄλλων ζώιων· μὴ γὰρ καὶ λεπτο‐ | 23 | ||
25 | τέρων ἐκεῖνα προσδεᾶ εὕροιμεν ἂν ὕπνων, ἅτε ῥώμηι σωμάτων πρὸς πέψιν εὐφυεστέρως ἔχοντα καὶ διὰ τοῦθ’ ἧττον μακρῶν καὶ βαθέων ὕπνων χρήζοντα· ἵνα μὴ ..ν.υ λέγω τὸ συχνόν· ἀλλὰ γὰρ καὶ ὁ τοῦ κοιμᾶσθαι τρόπος ... οὐχὶ τῆς λεπτότητος μόνον αὐτῶν, ἀλλὰ καὶ | ||
30 | τῆς ἑαυτῶν ἐν τῶι καταδαρθάνειν ἀντιλήψεως ἀπο.. .....c............θεῖναι καιρ.. ...................όμενον π.... ...................μαλεν.... .................. αὐτοὺς τὸ ζῶιον αἰσθή.. | ||
35 | ................ αἰσθάνεται ἑαυτοῦ .....π̣.............. καὶ ..καιρω ... καὶ ω...... αἰσθαν...........διο.. ...σαι προ...ν μέντοι .......... τὴν ἀπο... κατὰ τὰ λεχθέντα ἡμῖν καὶ αἰσθάνεται ......... τὸ ζῶιον | ||
40 | α... ἀδιαλίπτως δῆλον ὅτι το.......... τὴν ἀ‐ πότεξιν· καὶ γὰρ αὐτὴ μέρος ἐστὶ τοῦ χρόνου ....ω....... τοῦτο μὲν ἰσχυρότατον ὂν ἐξ ἑτοίμου φαίνεται πρὸς συνηγορίαν εἰλῆφθαι. φέρε δὲ μετὰ τοῦτο ἐννοη‐ θῶμεν, τίνι τῶν χρόνων ἀναθεῖναι πρέποι ἂν τὸ συμβαῖ‐ | ||
45 | νον, ἀφελομένους τοῦ πρώτου· καί μοι τῶν ἀντιλεγόντων τις ἀποκρινάσθω, ἐν τίνι τῶν χρόνων ἄρχεται τὸ ζῶιον τῆς ἑαυ‐ τοῦ ἀντιλήψεως· ὃν γὰρ ἂν εἴπηι τις, οὐδὲν ἐρεῖ περιτ‐ τότερον ἔχοντα τοῦ πρώτου· τὴν γοῦν αἰσθητικὴν δύ‐ ναμιν, ἧς δεῖ πρὸς τὸ αἰσθάνεσθαι τὸ ζῶιον ἑαυτοῦ, οὐκ ἐν | ||
5(50) | μὲν τῶι δευτέρωι τῶν χρόνων ἢ τῶι τρίτωι ἤ τινι τῶν ἄλλων ἔχει τὸ ζῶιον, ἐν δὲ τῶι πρώτωι ταύτης ἐστέρηται, ἀλλ’ ἀ‐ φ’ οὗ ἂν ἦι χρόνου ζῶιον, εὐθὺς αἰσθητικόν ἐστι. μετὰ ταῦτα | ||
τοίνυν οὐκ ἄν μοι δοκεῖ τις ἀντειπεῖν, ὡς οὐχὶ πάντως τινὸς τῶν ἐκτὸς αἰσθάνεται τὸ ζῶιον· καὶ γὰρ ὁρᾶι, ὅ‐ | 25 | ||
55 | σα γε μὴ ὑπότυφλα τίκτεται, καὶ ἀκούει· εἰ δὲ μή, γεύεται μὲν καὶ ἅπτεται· διὰ τοῦτο καὶ τὰ μὲν ἐπὶ θηλὰς μητρώας ὁρμήσαντα σπᾶι τὸ γάλα, τὰ δ’ ὑπὸ πτέρυξι τῆς γειναμένης καταδύεται, τὸ ἀπηνὲς ἐκτρεπό‐ μενα τοῦ περιέχοντος, τὰ δὲ κλαυμυρίζεται οἷον τυπτόμενα | ||
60 | ...... ὑπὸ τοῦ ἀέρος. εἰς τί ποτ’ οὖν φέρει οὗτος ὁ λό‐ γος; εἰς πάνυ καλὴν καὶ ἀναντίλεκτον ὑπόμνησιν. | ||
6(a) | εἰ αἰσθανόμενον ἑαυτοῦ χαίρει τὸ ζῶιον | ||
b | καὶ οἰκειοῦται ἑαυτῶι. | ||
1 | τοῦ προκειμένου· καθόλου γὰρ οὐ συντε‐ λεῖται τῶν ἐκτός τινος ἀντίληψις δίχα τῆς ἑ‐ αυτῶν αἰσθήσεως. μετὰ γὰρ τῆς τοῦ λευκοῦ φέρε εἰπεῖν αἰσθήσεως καὶ ἑαυτῶν αἰσθανόμεθα λευκαινομένων καὶ μετὰ 〈τῆσ〉 | ||
5 | τοῦ γλυκέως γλυκαζομένων καὶ μετὰ τῆς τοῦ θερμοῦ θερμαινομένων κἀπὶ τῶν ἄλλων τἀνάλογον· ὥστ’ ἐπει‐ δὴ πάντως μὲν γεννηθὲν εὐθὺς αἰσθάνεταί τινος τὸ ζῶιον, τῆι δ’ ἑτέρου τινὸς αἰσθήσει συμπέφυκεν 〈ἡ〉 ἑαυ‐ τοῦ, φανερὸν ὡς ἀπ’ ἀρχῆς αἰσθάνοιτ’ ἂν ἑαυτῶν τὰ | ||
10 | ζῶια. τοῖς δ’ ὅλοις οὐκ ἀγνοητέον, ὡς ἡγεμονικὴ πᾶ‐ σα δύναμις ἀφ’ ἑαυτῆς ἄρχεται· ταύτηι καὶ ἡ μὲν ἕξις, συνέχουσα τὸ καθ’ ἑαυτήν, πρότερον ἑαυτῆς ἐστι συνε‐ κτική· καὶ γὰρ οὐδ’ ἂν συνεῖχε ἄλλο τι πρᾶγμα, τὰ μόρια εἰσπαραδεδεγμένη, εἰ μὴ τοῖς ἑαυτῆς τοῦτο προ‐ | ||
15 | παρεῖχε μορίοις· ἥ τε φύσις, ἡ συνέχουσα καὶ σώζουσα καὶ τρέφουσα καὶ αὔξουσα τὸ φυτόν, αὐτῶν τούτων πρότε‐ ρον αὐτὴ μετέχει παρ’ αὑτῆς. ὁ δὲ παραπλήσιος λόγος | ||
κατὰ πάσης ἀρχῆς, ὥστε καὶ ἡ αἴσθησις, ἐπειδὴ καὶ αὐ‐ τὴ δύναμίς ἐστιν ἀρχική, προσεχέστερον δέ ἐστι χρῆ‐ | 27 | ||
20 | μα ἢ ἕξις τε καὶ φύσις, δῆλον ὅτι ἄρχοιτ’ ἂν ἀ‐ φ’ ἑαυτῆς καὶ πρὶν τῶν ἑτέρων τινὸς ἀντιλαβέσθαι, ἑ‐ αυτῆς αἰσθάνοιτο. παντὸς οὖν τοῦ προγεγονότος λόγου κοινὸν θώμεθα κεφάλαιον, ὡς ἅμα τῆι γενέσει τὸ ζῶιον αἰσθάνεται ἑαυτοῦ. Μετὰ ταῦτ’ οὖν δῆλον | ||
25 | / ὅτι φαντασίας τινὸς ἑαυτοῦ γενομένης αὐτῶι c..ον ἴσχει (πῶς γὰρ ἂν ἄλλως δύναιτο;) περὶ ⸏/ τῆς φαντασίας καὶ τούτωι πείθεται ἐπ’ αὐτὴν ...ν ἐπιστῆσαι πάντως· ἢ μέντοι εὐαρεστεῖ τῆι φαντασίαι, ἣν ἑαυτοῦ εἴληφεν, ἢ δυσαρεστεῖ | ||
30 | ἢ ἀρρεπῶς ἴσχει· τὴν γὰρ ἑαυτοῦ ......ν οὐδέν ἐστι .... .....................ς τῶν ἐκ τ.... ...................... ζῶιον τῆι ἑαυτοῦ ................... εὐαρεστοῦν γ.... ..................... ἠλλοτρίωται | ||
35 | ........................ διαμένει χρόνον ........................ρτε̣..κάτης ......................τι οἰκεία .. .εθ..............θο.... ἀλλ’ ἐκ τῶν ε ..τ.......μεν... φέρομενο... σώζειν δύ‐ | ||
40 | ναται ..........· ἔχοι δ’ ἂν τὴν αἰτίαν καὶ ἡ φύσις, ὡς μάτην τὰ τοιαῦτα καμοῦσα φαί‐ νέσθαι, εἰ μὴ μέλλει τὸ ζῶιον εὐθὺ γενόμενον ἀρέ‐ σειν ἑαυτῶι. διὰ ταῦτα οὐκ ἄν μοι δοκεῖ τις, οὐδὲ Μαργείτης ὤν, εἰπεῖν ὥς τε γεννη‐ | ||
45 | θὲν τὸ ζῶιον ἑαυτῶι τε καὶ τῆι φαντασίαι τῆι ἑαυτοῦ δυσαρεστεῖ· καὶ μὴν οὐδ’ ἀρρεπῶς ἴ‐ σχει· οὐχ ἧττον γὰρ τῆς δυσαρεστήσεως καὶ αὐ‐ τὸ τὸ μὴ εὐαρεστεῖν πρός τε ὄλεθρον τοῦ ζώιου καὶ πρὸς κατάγνωσιν φέρει τῆς φύσεως· ὅθεν ὁ συν‐ | 29 | |
6(50) | λογισμὸς οὗτος ἀναγκάζει ὁμολογεῖν ὅτι τὸ ζῶιον, τὴν πρώτην αἴσθησιν ἑαυτοῦ λαβόν, εὐ‐ θὺς ὠικειώθη πρὸς ἑαυτὸ καὶ τὴν ἑαυτοῦ σύστα‐ ⸐σιν. φαίνεται δ’ ἔμοιγε καὶ αὐτὰ τὰ γινόμενα βεβαιοῦν τὸν λόγον. τί γάρ; οὐχὶ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕ‐ | ||
55 | καστον ποιεῖ τὸ ἐπιβάλλον ὑπὲρ τῆς ἑαυτοῦ συντηρή‐ σεως, ἐκκλεῖνον μὲν πᾶσαν ἐπιβουλὴν πόρ‐ ρωθεν καὶ διαφεύγειν μηχανώμενον ἀπαθὲς ἐκ τῶν σφαλερῶν, ...τον δ’ ἐπὶ τὰ σωτήρια καὶ πάντ’ ἀ‐ γαθὰ καὶ ποριζόμενον τὰ πρὸς διαμονήν. οὐ γὰρ δὴ | ||
60 | μόνον τὰ τοῖς κάλλεσι καὶ μεγέθεσιν ὑπερ‐ βάλλοντα καί τισιν ἀλκαῖς ἢ τάχεσι δια‐ | ||
7 | φέροντα τοιαῦτα περὶ τὴν ἑαυτῶν ὄντα συντήρησιν εὕροιμεν ἄν, ἀλλὰ καὶ τὰ μικρὰ καὶ εὐτελῆ καὶ τὴν ἄλλως εἰδεχθῆ. δεινὴ γὰρ ἡ φύσις καὶ τοῖς τοιοῖσδε σφῶν αὐτῶν ἐντῆξαι σφοδρὸν εἵμερον, τῶι τὴν σωτηρίαν ἄλλως | ||
5 | ἄπορον ὑπάρχειν. ταύτηι ἄρα δοκεῖ μοι καὶ τὰ νεαρὰ παιδάρια μὴ ῥαιδίως φέρειν κατακλειόμενα ζοφεροῖς οἴ‐ κοις καὶ πάσης φωνῆς ἀμετόχοις. ἐντείνοντα γὰρ τὰ αἰσθητή‐ ρια καὶ μηδὲν μήτ’ ἀκοῦσαι μήτ’ ἰδεῖν δυνάμενα φαντασί‐ αν ἀναιρέσεως αὑτῶν λαμβάνει καὶ διὰ τοῦτο δυσανασχε‐ | ||
10 | τεῖ. διὸ καὶ φιλοτέχνως αἱ τίτθαι παρεγγυῶσιν αὐτοῖς ἐπιμύειν τοὺς ὀφθαλμούς· παρηγορεῖ γὰρ τὸν φόβον τὸ ἐθελου‐ σίαι καὶ μὴ ὑπ’ ἀνάγκης γενέσθαι τὴν ἀ....... τῶν ὁρατῶν. τινὰ δὲ αὐτῶν καὶ δίχα παρεγγυήσεως τοὺς ὀφθαλμοὺς ἐπι‐ μύει, τῶι πληκτικῶι .....τα ............ | ||
15 | ⸏οὐκ ἐξαρκοῦντα. Τοσαύτη δ’ ἄρα περιουσία τεκμηρίων ἐστὶ τῶι τὸ ζῶιον οἰκειοῦσθαι ἑαυτῶι, ὥστ’ ἤδη κἀν τοῖς παρὰ φύσιν ἔξεστιν ὑπομιμνήσκειν ὑγιὲς ὂν τὸ ἀξιούμενον. .....φιλ.... πρᾶγμα χαλεπόν· καὶ τοῦ μὴ θερα‐ πεύειν ἑαυτοὺς ....ω..... ὅμως τὴν καταρχήν | 31 | |
20 | γε ἡ πρὸς ἑαυτοὺς οἰκείωσις παρέχει, δι’ ἣν οἰστός ἐστιν ἕ‐ καστος ἑαυτῶι, κἂν ἄλλοις ἀφόρητος ἦι. ἕλκη γοῦν τὰ δυσοσμότατα καὶ πρὸς τὴν ὄψιν ἀπηνέστατα φέρο‐ μεν ἑαυτῶν καὶ τὴν ἄλλην ἀηδίαν ὑπὸ τῆς φιλαυτίας ἐπι‐ σκοτουμένην. τὸ δὲ θαυμασιώτατον· τί γάρ ἐστιν εἰδεχθέστερον | ||
25 | .ακία. εἴγε καρκινώματα μὲν καὶ ὀχθώδεις ἐ‐ παυξήσεις σαρκῶν μελανίαι τε καὶ σηπεδόνες ...... πρὸς ὄψιν ἀτερπῆ .....το...ει.... ......π.η.νε. ἀλλὰ .........τοσουτ... ...... περὶ τούτων, ὥστε οὐ ....δυνατὸν εἶναι ... | ||
30 | ......χ..ν............. οὖν ἃ ῥέπει ... ....................... τὴν γίνεται ..... .........................αι σφῶν ... .......................δοναι.. ....................... φιλαυτία | ||
35 | ...........................μεν.. ........................ι..... .........................ο.βαιω ⸐......ι..........ν...........χ’ οὖν φη‐ .........................ονι.των ἤδη | ||
40 | .................................... ........................ ἅμα τῆι γενέσει ⸏τὸ ζῶιον ............... ἦν ἂν ὅτι ....... το...γα................ πρώτους χρόνους .. γενέσεως ἀ̣πὸ τοῦ διασώζειν καὶ συντηρεῖν ἑαυ‐ | ||
45 | τὸ προβῆναι ...α........ τὴν εἰρημένην οἰκείω‐ | ||
σιν, εὐθὺς .............. ὁρμὴ καὶ τὸ σω‐ τήριον ἐπι............. ἐστὶν ἡ λελεγμένη οἰκεί‐ ωσις· διὸ φαίνεται τὸ ζῶιον ἅμα τῆι γενέσει αἰσθάνε‐ σθαί τε αὑτοῦ καὶ οἰκειοῦσθαι ἑαυτῶι καὶ τῆι ἑαυ‐ | 33 | ||
7(50) | ⸏τοῦ συστάσει· ἐνταῦθα μὲν οὖν τοῦ λόγου γενόμενος οὐ‐ κ ἂν ἀκαίρως διασαφοίην τῆς φαντασίας τὸν τρόπον. οὐ γὰρ ἐπειδὰν π̣ρῶτον γένηται τὸ ζῶιον, ἀλλὰ χρόνον μὲν τὸν καίριον .. γεν̣ομένης ἤδη τῆς διαρθρώσεως, τρα‐ νὴς .... γίνεται καὶ διηκριβωμένη ητ... | ||
55 | ..ο.........ότητα· τρανότητος ... ν.ν....... μετὰ ῥώμης διατετορευμένην ὡς ⸏...σαφ......... τῶν ἰδιωμάτων ἀποτελεῖται· τὸ δὲ κατ’ ἀρχὰς κἀν τῆι πρώτηι γενέσει οὐχ οὗ‐ τος ὁ τρόπος οὔτε τῆς φαντασίας οὔτε τῆς αἰσθήσεως ἀλλὰ | ||
60 | ἀσαφής ἐστιν ἔτι καὶ συγκεχυμένος ὁλοσχερεῖ τε τῆι ..... χρώμενος· καὶ μάλ’ εἰκότως· αὐτή τε γὰρ | ||
8 | ἡ ...ω.ς ἔτι παχεῖα καὶ .........σαι φαντασίαν ἰσχυράν· δεύτερον .......... τῶν πραγμάτων διὰ τὴν σύγχυσιν ἡ ....τ̣ησις τρίτον δὲ ἀγύμναστος ω........σην το | ||
5 | αἰσθητὸν ἅπαν αὐτοῦ περιδράξασθαι καὶ ὡς ἀκριβῶς ἐν‐ τὸς γενέσθαι πραγμάτων· διὰ ταῦτα .. ἡ φαντασία ἀο‐ ριστώδης ..τηνικαῦτα ..........νι... αἴσ‐ θησις, ἀλλὰ μεῖον ἔχουσα καὶ δι.......... ὡς τοιά‐ ⸏δε καὶ ὡς πρὸς τοιόνδε· εἰκασίαις δὲ διαφόροις περὶ τοῦ | ||
10 | συμβαίνοντος ἐμβάλλουσι δύ’ ἄνδρες ἀπὸ τῆς αἱρέσεως, Χρύ‐ σιππός τε καὶ Κλεάνθης, ὧν ὁ μὲν Χρύσιππος λέγει· «οὐκ ἂν μέρος τι τῶν σαυτοῦ ................. | ||
μὲν γὰρ ἀλεεινὸν ....................... . ἢ σάρκινον ..................... | 35 | ||
15 | ἑτέρου δὲ ....ους ἡ ἑτέρα ......... .. τούτων ἀοριστώδης ἥ τε φαντασία καὶ ἡ ἀντίληψις ..........εται τὸν ............... περὶ τὴν π.ρ. .....ε.ν· ὁ δὲ .....ετε......... καθάπερ ...........................τυγχα | ||
20 | ...........................ωσιν τοῦ ..........................νεοττός ...................... ἰδέαν καὶ μορ‐ φὴν ..μ........ πρὸς ....... κατ’ ἀρχὰς ἡ ... φαντασία τε καὶ ἀντίληψις ὁλοσχερής τις | ||
25 | .......... καὶ ὡς ἔθος ἡμῖν ὀνομάζειν δ.. ............ευτα.. ἐπὶ τοc........νο. .ν..... καὶ περὶ τῆς ἀοριστώδους φαντασίας .. | ||
28-51 | [Break in Text (point at which text breaks off for an unknown length)] | 37 | |
9(a) | [..........]τιτο τέλος | ||
1 | ............τηρίων τῆς συστάσεως .... .............οις καὶ ὅ̣λοις γένεσι ... οἰ‐ κειωτικαί· ὅτι δὲ ἡ μὲν πρὸς ἑαυτὸ εὐνοητική, στερ‐ κτικὴ δὲ ἡ συγγενική· καλεῖται γὰρ ...... | ||
5 | πολλοῖς ......ιν, ἡ δὲ πρὸς τὰ ἐκτὸς χρήματα αἱ‐ ρετική. καθάπερ οὖν στερκτικῶς μὲν κατὰ τοῦτο οἰ‐ κειούμεθα τοῖς τέκνοις, αἱρετικῶς δὲ τοῖς ἐκ‐ τὸς χρήμασιν, οὕτω καὶ τὸ ζῶιον ἑαυτῶι μὲν ...... .....ῶς, τοῖς δὲ πρὸς τὴν χρῆσιν τὴν συστηματικὴν φέ‐ | ||
10 | ρουσιν ἐκλεκτικῶς ....νι. κοινοῦ .... ὀνό‐ ματος .......................... ............ καὶ γὰρ ἡ μέν ἐστι κ........ ............την· ἡ δὲ πρὸς ........... | ||
........... ἀγωγήν ............... | 39 | ||
11(8) | ........................... παραπλήσιον ...................ου των ..χόντων ...το γὰρ | ||
10 | παλι.................... τοῦ τῆς πατρίδος γὰρ καλῶς ......................... τῆς φύ‐ σεως ............................ ............................ πρῶτον μὲν ... οὐ ........ ἐσμὲν ζῶιον, ἀλλὰ συναγελαστικὸν καὶ | ||
15 | δεόμενον ἑτέρου· διὰ τοῦτο καὶ κατὰ πόλεις οἰκοῦμεν· οὐ‐ δεὶς γὰρ ἄνθρωπος ὃς οὐχὶ πόλεώς ἐστι μέρος· ἔπειτα καὶ ῥαιδίως συντιθέμεθα φιλίας· ἐκ γὰρ τοῦ συνεστια‐ θῆναι ἢ τοῦ συγκαθίσαι ἐν θεάτρωι ἢ εἰς τὸ αὐτὸ κατα‐ στῆναι .......... τὸ δὲ θαυμασιώτατον· πολλάκις γὰρ | ||
20 | ...τ.δ..ε....... λαβόντες γὰρ παρὰ τὴν μάχης ὥραν δηλοῦσιν .........ν εὐνοίας καὶ .... | ||
12 | .............................. οἰκείων ἀρχ̣ῆ̣ς̣ ...................... .... τῶν λοιπῶν .................... τα των ἐν ἡμ̣...................... | ||
5 | τοῖς αλον......................... νάντων περὶ ....................... κενῶς ὕλη ........................ ⸐ὡς ἐνταῦθα ....................... δὸν ἔτεμε........................ | ||
10 | αις ἔτι καὶ τ....................... τοῖς φιλοσόφοις .................... δὲ μία μὲν φύσις .................... ἀντίπραξιν ........................ | ||
τὸν ἀκαρῆ δ....................... | 41 | ||
15 | ⸏μένη τὴν κατάλυσιν ................... ἔχουσα καὶ προσκ..................... ἀνατεταμένη ....................... μὴ καλῶν ὡς ἀγαθῶν ................ μεγα‐ λόψυχον καὶ κατ...................... | ||
20 | τό τε τῶν πράξεων ................... τι καὶ λαμπηδ....................... .............................. .............................. ἀλλ’ οὖν ...νο...................... | ||
25 | .....λ.οω....................... | ||
38 | κω............................ μεν............................ | ||
40 | μεν............................ ... τε τέχνης ..................... ...τω ἵνα μὲν ὁ δο................... καὶ τοῦ βουλήματος ................... ἡ κατεργασαμένη τ.................... | ||
45 | ν..... τέρου..................... .............................. .............................. αὐτὴ τὸν ἀ........................ εὑρεθῆναι δ...................... ἀν‐ | ||
12(50) | θρώπων καὶ ..το..................... κατεσκεύασεν ....................... κρωματ.......................... ηφα............................ ⸐ως τέλος ................... μετὰ τοῦ‐ | ||
55 | το προσενθυμητέον .................... | ||
τὸ τέλος ἡμῖν ἐ..................... τέλος κ....τ...................... δὲ ἔννοιαν .νc..................... ου ἐπειδὴ καὶ ...................... | 43 | ||
60 | κρατιστ.......................... βαλεῖν .......................... της ἐπ.......................... | ||
σιως ὀρχηc....................... | 45 |