TLG 1427 003 :: HERODORUS :: Fragmenta

HERODORUS Hist.
(Heracleota: 5–4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 28–41.

  • Frr. 1–64
  • fr. 6 verba Latina solum.

Citation: Fragment — (line)

t1-34

Ο ΚΑΘ’ ΗΡΑΚΛΕΑ ΛΟΓΟΣ.

1

Schol. ad Apollon. Rhod. I, 747: Ἡ Τάφος νῆσος ἐστὶ μία τῶν Ἐχινάδων, ἣν ᾤκησαν Τηλεβόαι, οἱ πρότεροι τὴν Ἀκαρνανίαν οἰκοῦντες, ἄνδρες λῃστρι‐ κώτατοι τὸν τρόπον. Καὶ εἰς Ἄργος ἐπελθόντες τὰς τοῦ
5Ἠλεκτρύωνος βόας ἀπήλασαν τοῦ πατρὸς Ἀλκμήνης. Γενομένης δὲ μάχης, καὶ ὁ Ἠλεκτρύων καὶ οἱ τούτου παῖδες ἀνῃρέθησαν. Διὸ Ἀλκμήνη μετέστη, καὶ ἀνε‐ κήρυξεν τὸν ἑαυτῆς γάμον τῷ τιμωρησομένῳ τὸν πα‐ τρῷον φόνον. Τιμωρησάμενος δὲ Ἀμφιτρύων ἔγημεν.
10[Ἡ ἱστορία σαφῶς παρ’ Ἡσιόδῳ. Περὶ δὲ τῆς μάχης] Ἡρόδωρος ἱστορεῖ, ὅτι Περσέως καὶ Ἀνδρομέδας τέσ‐ σαρες παῖδες ἐγένοντο, Ἀλκαῖος, Σθένελος, Μήστωρ, Ἠλεκτρύων, καὶ κοινὴν ἔσχον τὴν βασιλείαν μετὰ τὸν Περσέως θάνατον. Μήστορος δὲ θυγάτηρ Ἱπποθόη, ἧς
15καὶ Ποσειδῶνος Πτερέλας· τοῦ δὲ, Τηλεβόας καὶ Τάφος. [Ὡς δέ τινες, Πτερέλα τοῦ Τηλεβόου ἐγένοντο παῖδες οἱ καλούμενοι Τηλεβόαι.] Ἐλθόντες δὲ ἀπῄτουν Ἠλε‐ κτρύωνα τὰ τῆς μάμμης ἑαυτῶν [τῆς μητρὸς] Ἱπποθόης. Ἀντιστάντες δὲ αὐτοῖς οἱ Ἠλεκτρυωνίδαι ἀνῃρέθησαν
20ὑπ’ αὐτῶν, Πτερέλα παῖδες Τηλεβόας καὶ Τάφος· ἀφ’ ὧν ἡ νῆσος. Τηλεβόαι οὖν οἱ Τάφιοι, ἤτοι ὅτι τῆλε οἰκοῦντες ἀπὸ Ἄργους τὰς βοῦς ἀπήλασαν, ἢ ἀπὸ Τηλεβόου τοῦ Πτερέλα τοῦ βασιλέως υἱοῦ, οὗ ἀδελφὸς
Τάφιος· ἀφ’ οὗ καὶ ἡ νῆσος.28

2

Stephan. Byz. v. Ἄργος: Τὸ ἐθνικὸν Ἀργεῖος ... καὶ Ἀργείωνες λέγονται ... λέγονται καὶ πατρωνυμικῶς (sc. Ἀργειάδαι), ὡς οἱ πολλοὶ καὶ Ἡρόδωρος.

3

Athenaeus XI: Ἀρχαιότατον δ’ ἐστὶ ποτήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλ‐ κμήνῃ, ἔδωκε δῶρον τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ ἱστορεῖ καὶ Ἡρόδωρος ὁ Ἡρακλεώ‐
5της.

4

Schol. Theocrit. XIII, 9: Ἀριστοτέλης φησὶν ὑπὸ Ῥαδαμάνθυος παιδευθῆναι τὸν Ἡρακλέα, Ἡρόδωρος δὲ ὑπὸ τῶν βουκόλων Ἀμφιτρύωνος.

5a

Idem. XIII, 56: Ἐχρῆτο δὲ Ἡρακλῆς τοῖς Σκυ‐ θικοῖς τόξοις, διδαχθεὶς παρά τινος Σκύθου Τευτάρου, ὡς ἱστορεῖ Ἡρόδωρος καὶ Καλλί‐ μαχος.

5b

Natalis Com.: Hercules jaculandi artem fuit a Teutaro Scytha pastore, ut ait Isacius (Tze‐ tzes?), edoctus.

5c

Tzetz. Lyc. 662: Τεσσάρων δὲ πηχέων ἦν ὁ Ἡρα‐ κλῆς, καὶ ποδὸς ἑνὸς, καθάπερ ὁ Ποντικὸς Ἡρόδωρος ἱστορεῖ.

5d

Schol. Pind. Nem. III, 87: Ἡρόδωρος γοῦν ἐν Οἰδίποδί φησι τῶν ἄλλων αὐτὸν (Ἡρακλέα) περιτ‐ τεύειν, ὥστε τὸ ὅλον σῶμα πηχῶν εἶναι τεσσάρων καὶ ποδός.

6

Tzetzes Hist. 54, III: Hercules insigni corporis magnitudine et proce‐ ritate fuisse dicitur: quippe quem scripserit Hera‐ clides Ponticus (lege Herodorus P.) quattuor cu‐
5bitorum et unius pedis longitudinis fuisse. Ion praeterea et Herodorus in Oedipode Herculem tres dentium ordines habuisse igneumque splendorem
ex oculis effudisse.29

7

Athenaeus XIII: Ἐν ἑπτὰ ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδω‐ ρος ἱστορεῖ.

8

Schol. Pind. Nem. III, 104: Ἡρόδωρος δὲ καὶ δίς φησι μανῆναι τὸν

9

Tatianus ap. Justin. Martyr.: Πῶς οὐκ ἂν ἠλίθιον πείθεσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθ’ Ἡρακλέα λόγου, γῆν ἄνω κη‐ ρύττουσιν, κατεληλυθέναι τε ἀπ’ αὐτῆς λέοντα τὸν
5ὑφ’ Ἡρακλέους φονευθέντα;30

10a

Aristoteles H. A. VI, 5: Ὁ δὲ γὺψ νεοττεύει μὲν ἐπὶ πέτραις ἀπροσβάτοις· διὸ σπάνιον ἰδεῖν νεοτ‐ τιὰν γυπὸς καὶ νεοττούς· καὶ διὰ τοῦτο καὶ Ἡρόδωρος ὁ Βρύσωνος τοῦ σοφιστοῦ πατήρ φησιν εἶναι τοὺς γῦ‐
5πας ἀφ’ ἑτέρας γῆς ἀδήλου ἡμῖν, τοῦτό τε λέγων ση‐ μεῖον ὅτι οὐδεὶς ἑώρακε γυπὸς νεοττιὰν, καὶ ὅτι πολλοὶ ἐξαίφνης φαίνονται ἀκολουθοῦντες τοῖς στρατεύμασιν.

10b

Id. ibid. IX, 12: Γυπὸς δὲ λέγεται ὑπό τινων ὡς οὐδεὶς ἑώρακεν οὔτε νεοττὸν οὔτε νεοττιάν· ἀλλὰ διὰ τοῦτο Ἡρόδωρος ὁ τοῦ Βρύσωνος τοῦ σοφιστοῦ πα‐ τὴρ ἀπό τινος ἑτέρας εἶναι μετεώρου γῆς ἔλεγεν, τε‐
5κμήριον τοῦτο λέγων καὶ τὸ φαίνεσθαι ταχὺ πολλούς· ὅθεν δὲ, μηδενὶ εἶναι δῆλον.

10c

Plutarch. Qu. Rom. 93: Cur ad au‐ spicia maxime usi sunt vulturibus? ... ἢ ὅτι τῶν ὀρνί‐ θων ἥκιστα συνεχὴς καὶ συνήθης οὗτος; οὐδὲ γὰρ νεοττιᾷ γυπὸς ἐντυχεῖν ῥᾳδίως ἔστιν, ἀλλὰ πόρρωθέν
5ποθεν ἐξαπίνης καταίρουσι. Διὸ καὶ σημειώδης ἡ ὄψις αὐτῶν ἐστιν. Ἢ καὶ τοῦτο παρ’ Ἡρακλέους ἔμαθον; εἰ λέγει ἀληθῶς Ἡρόδωρος, ὅτι πάντων μάλιστα γυ‐ ψὶν ἐπὶ πράξεως ἀρχῇ φανεῖσιν ἔχαιρεν Ἡρακλῆς, ἡγού‐ μενος δικαιότατον εἶναι τὸν γῦπα τῶν σαρκοφάγων
10ἁπάντων· πρῶτον μὲν γὰρ οὐδενὸς ἅπτεται ζῶντος οὐδ’ ἀποκτίννυσιν ἔμψυχον οὐδὲν, ὡς ἀετοὶ καὶ ἱέρα‐ κες καὶ τὰ νυκτίνομα· χρῆται δὲ τοῖς ἄλλοις ἀποθανοῦ‐ σιν. Ἔπειτα καὶ τούτων τὰ ὁμόφυλα παρίησι· πετει‐ νοῦ γὰρ οὐδεὶς ἑώρακε γευόμενον, ὡς ἀετοὶ καὶ ἱέρακες
15μάλιστα τὰ συγγενῆ διώκουσι καὶ κόπτουσι. Καίτοι κατ’ Αἰσχύλον, Ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; Ἀνθρώποις τε, ὡς ἔπος εἰπεῖν, ἀβλαβέστατός ἐστιν, οὔτε καρπὸν ἀφανίζων, οὔτε φυτὸν, οὔτε ζῷον ἥμε‐
20ρον κακουργῶν. Εἰ δὲ, ὡς Αἰγύπτιοι μυθολογοῦσι, θῆλυ πᾶν τὸ γένος ἐστὶ, καὶ κυΐσκονται δεχόμενοι κατα‐ πνέοντα τὸν ἀπηλιώτην, ὥσπερ τὰ δένδρα τὸν ζέφυρον, καὶ παντάπασιν ἀπλανῆ τὰ σημεῖα καὶ βέβαια γίνεσθαι πιθανόν ἐστιν ἀπ’ αὐτῶν· ἐν δὲ τοῖς ἄλλοις αἱ περὶ τὰς
25ὀχείας σοβήσεις, ἔτι δὲ ἁρπαγαὶ καὶ φυγαὶ καὶ διώξεις
πολὺ τὸ θορυβῶδες καὶ ἀκατάστατον ἔχουσι.31

11

Aristot. De generat. an. III, 5: Καὶ οἱ ἁλιεῖς περὶ τῆς κυήσεως τῶν ἰχθύων τὸν εὐήθη λέγουσι λόγον καὶ τεθρυλημένον, ὅνπερ καὶ Ἡρόδωρος ὁ μυθολόγος, ὡς κυϊσκομένων τῶν ἰχθύων ἐκ τοῦ ἀνακάπτειν τὸν θο‐
5ρὸν, οὐ συνορῶντες ὅτι τοῦτ’ ἐστὶν ἀδύνατον.

12

Id. ibid. c. 6: Φασὶ γὰρ τὴν μὲν ὕαιναν πολλοὶ, τὸν δὲ τρόχον Ἡρόδωρος ὁ Ἡρακλεώτης, δύο αἰδοῖα ἔχειν, ἄρρενος καὶ θήλεος, καὶ τὸν μὲν τρόχον αὐτὸν αὑτὸν ὀχεύειν, τὴν δὲ ὕαιναν ὀχεύειν, καὶ ὀχεύεσθαι
5παρ’ ἔτος.

13

Schol. Platon. Phaed.: Ἡρόδωρος καὶ Ἑλλάνικός φασιν ὡς ὅτε τὴν ὕδραν Ἡρα‐ κλῆς ἀνῄρει τὴν Ἥραν αὐτῷ καρκίνον ἐφορμῆσαι, πρὸς δύο δὲ οὐ δυνάμενον μάχεσθαι, σύμμαχον ἐπι‐
5καλέσασθαι τὸν Ἰόλεων, καὶ ἔντευθεν ῥηθῆναι τὴν παροιμίαν.

14

Schol. Apoll. Rh. I, 127: Περὶ δὲ τοῦ κάπρου καὶ Ἡρόδωρός φησιν, ὅτι ἐπὶ τὰς πύλας τῶν Μυκηνῶν κομίσας αὐτὸν ἀπέθετο.

15

Schol. Apoll. Rh. II, 786 ad verba [αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ (sc. Δασκύλῳ) δάμασσεν (Ἡρακλῆς) καὶ Φρύγας]. Τινὲς γράφουσι Μυγδόνας [ἀντὶ τοῦ καὶ Φρύγας], ἵνα ᾖ, ὁμοῦ Μυσοὺς καὶ
5Μυγδόνας ὑπέταξε τῷ πατρί μου. Ὅτι δὲ Φρύγας ἐχειρώσατο τοῖς Μαριανδυνοῖς, καὶ Νύμφις ἱστορεῖ. Διὸ καὶ οὕτω γράφει· εἰ δὲ γράφοιτο Μυγδόνας, ἤτοι τοὺς Βέβρυκας ἀπὸ Μυγδόνος βασιλέως αὐτῶν οὕτω κέ‐ κληκεν· ἢ ῥητέον ὅτι Μοίριδι (leg. vid. Ἡροδώρῳ)
10κατηκολούθησεν. οὗτος γὰρ Μυγδόνας ἔφησε καταπολε‐ μῆσαι τὸν Ἡρακλέα.

16

Plutarch. Thes. c. 26: Οἱ δὲ πλείους, ὧν ἐστὶ καὶ Φερεκύδης καὶ Ἑλλάνικος καὶ Ἡρόδωρος, ὕστε‐ ρόν φασιν Ἡρακλέους ἰδιόστολον πλεῦσαι τὸν Θησέα καὶ τὴν Ἀμαζόνα (Ἀντιόπην) λαβεῖν αἰχμάλωτον,
5πιθανώτερα λέγοντες· οὐδεὶς γὰρ ἄλλος ἱστόρηται τῶν μετ’ αὐτοῦ στρατευσάντων Ἀμαζόνα λαβεῖν αἰχμά‐
λωτον.32

17

Plutarch. Thes. 29: Πολλῶν δὲ τότε τοῖς ἀρί‐ στοις ἄθλων γενομένων, Ἡρόδωρος μὲν οὐδενὸς οἴεται τὸν Θησέα μετασχεῖν, ἀλλὰ μόνοις Λαπίθαις τῆς Κεν‐ ταυρομαχίας.

18

Tzetzes Lycophr. 522: Ἡρόδωρος δὲ ταῖς ἀληθείαις οὔ φησι τειχίσαι τὴν πόλιν (Tro‐ iam) Ποσειδῶνα καὶ Ἀπόλλωνα, ἀλλὰ Λαομέδοντα χρήματα καταθέμενον ἐκ τῆς θυσίας αὐτῶν, ἀναλῶσαι
5ταῦτα εἰς τὴν τοῦ τείχους κατασκευήν.

19

Schol. Hesiod. Op. et Dies 41: Μέμνηται δὲ τῆς ἀλίμου καὶ Ἡρόδωρος ἐν τῷ πέμπτῳ τοῦ καθ’ Ἡρακλέα λόγου καὶ Πλάτων ἐν γʹ τῶν Νό‐ μων.

20

(t)

E LIBRO DECIMO.33
1 Constantin. Porph. De adm. Imp. c. 23: Ἰβη‐ ρίαι δύο, ἡ μὲν πρὸς ταῖς Ἡρακλείαις στήλαις, ἀπὸ Ἴβηρος ποταμοῦ, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ περὶ γῆς βʹ ... Ταύτης δὲ πολλά φασιν ἔθνη διαι‐
5ρεῖσθαι, καθάπερ Ἡρόδωρος ἐν τῇ δεκάτῃ τῶν καθ’ Ἡρα‐ κλέα γέγραφεν ἱστορίᾳ, οὕτως· «Τὸ δὲ Ἰβηρικὸν γένος τοῦτο, ὅπερ φημὶ οἰκεῖν τὰ παράλια τοῦ διάπλου, διώ‐ ρισται ὀνόμασιν ἓν γένος ἐὸν κατὰ φῦλα. Πρῶτον μὲν οἱ ἐπὶ τοῖς ἐσχάτοις οἰκοῦντες τὰ πρὸς δυσμέων Κύνητες ὀνο‐
10μάζονται, ἀπ’ ἐκείνων δὲ ἤδη πρὸς βορέαν ἰόντι Γλῆτες, μετὰ δὲ Ταρτήσιοι, μετὰ δὲ Ἐλβυσίνιοι, μετὰ δὲ Μα‐ στιηνοί, μετὰ δὲ Καλπιανοί, ἔπειτα δὲ ἤδη ὁ Ῥοδανός.»

21

Stephan. Byz.: Πευκέτιοι, ἔθνος περὶ τὸ Ἰόνιον πέ‐ λαγος. Τὸ ἐθνικὸν Πευκετιεύς. Ἡρόδωρος δὲ καὶ Πευ‐ κετεῖς αὐτοὺς καλεῖ.

22a

Steph. Byz.: Καλαμένθη, ἥτις καὶ Καλαμίνθη, πόλις Λιβύης. Ἑκαταῖος Περιηγήσει. Κρεῖττον οὖν ὡς Ἡρόδοτος [Ἡρόδωρος?] διὰ τοῦ ι, πόλις Φοινίκων.

22b

Steph. Byz: Καν‐ θηλία, πόλις περὶ Καρχηδόνα. Ἑκαταῖος Ἀσίᾳ. Ἡρόδοτος (Ἡρόδωρος?).

23

Schol. Apoll. Rh. II, 1248: Ἡρόδωρος ξένως περὶ τῶν δεσμῶν τοῦ Προμηθέως ταῦτα· εἶναι γὰρ αὐ‐ τὸν Σκυθῶν βασιλέα φησὶ, καὶ μὴ δυνάμενον παρέχειν τοῖς ὑπηκόοις τὰ ἐπιτήδεια, διὰ τὸ τὸν καλούμενον Ἀε‐
5τὸν ποταμὸν ἐπικλύζειν τὰ πεδία, δεθῆναι ὑπὸ τῶν Σκυθῶν· ἐπιφανέντα δὲ Ἡρακλέα, τὸν μὲν ποταμὸν ἀποστρέψαι εἰς τὴν θάλασσαν· καὶ διὰ τοῦτο μεμυθεῦ‐ σθαι ἀνῃρηκέναι τὸν ἀετὸν Ἡρακλέα· τὸν δὲ Προμηθέα λῦσαι τῶν δεσμῶν.

24a

Clem. Alex. Strom. I, c. 15.: Ἡρόδωρος δὲ τὸν Ἡρακλέα μάντιν καὶ φυσικὸν γενόμενον ἱστορεῖ παρὰ Ἄτλαντος τοῦ βαρβάρου τοῦ Φρυγὸς διαδέχεσθαι τοὺς τοῦ κόσμου κίονας, αἰνιττο‐
5μένου τοῦ μύθου τὴν τῶν οὐρανίων ἐπιστήμην μαθήσει διαδέχεσθαι.

24b

Cram. Anecd. Paris.: Ἐγέννησε δὲ Ζεὺς καὶ ἕτερον υἱὸν ὀνόματι Ἡρακλῆ μετὰ Ἀλκμήνης τῆς Θηβαίας, ὃς ἐκλήθη τριέσπερος, etc., etc. ὃν γράφουσι δορὰν λέοντος φοροῦντα καὶ ῥόπαλον φέροντα, τρία μῆ‐
5λα κρατοῦντα· ἅπερ τρία μῆλα ἀφελέσθαι αὐτὸν ἐμυθο‐ λόγησαν, τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα· τουτέστι νικήσαντα τὸν πολυποίκιλον τῆς πικρᾶς ἐπιθυμίας λο‐ γισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας, ἔχοντα περι‐ βόλαιον φρόνημα ὡς δορὰν λέοντος· καὶ οὕτως ἀφείλετο
10τὰ μῆλα, ὅπερ ἐστὶ τρεῖς ἀρετὰς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυρεῖν, τὸ μὴ φιληδονεῖν· διὰ γὰρ τὸ ῥόπα‐ λον τῆς καρτερικῆς ψυχῆς, καὶ τῆς δορᾶς τοῦ θρασυτά‐ του σώφρονος λογισμοῦ, ἐνίκησε τὸν υἱὸν τῆς φαύλης ἐπιθυμίας· φιλοσοφήσας μέχρι θανάτου, καθὼς Ἡρόδο‐
15τος ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους Ἡρακλεῖς ἱστορεῖ γεγενῆ‐ σθαι ἑπτά.34

25

Schol ad Apollon. Rhod. II, 354: Ἄκρα κατὰ τὴν Ἡράκλειαν, ἣν Ἀχερούσιον καλοῦσιν οἱ ἐπιχώριοι. Ἡρόδωρος δὲ καὶ Εὐφορίων ἐν τῷ Ξενίῳ ἐκείνῃ φασὶ τὸν Κέρβερον ἀνῆχθαι ὑπὸ τοῦ Ἡρακλέους, καὶ ἐμέσαι
5χολήν· ἐξ ἧς φυῆναι τὸ καλούμενον ἀκόνιτον φάρμακον. Ἄνδρων δὲ etc.

26

Schol. Sophocl. Trachin. 253: [Πραθεὶς Ὀμφάλῃ ἐνιαυτὸν ἐξέπλησεν] Ὁ δὲ Ἡρόδωρος τρία ἔτη λέγει.

27a

Apollodor. I, 118, 1: Ἡρόδωρος δὲ αὐτὸν (Ἡρακλέα) οὐδὲ τὴν ἀρχήν φησι πλεῦσαι τότε (sc. μετὰ τῶν Ἀργοναυτῶν), ἀλλὰ παρ’ Ὀμφάλῃ δουλεύειν.

27b

Idem II, 133, 4: Καθ’ ὃν δὲ χρόνον ἐλάτρευε παρ’ Ὀμφάλῃ, λέγεται τὸν ἐπὶ Κόλχους πλοῦν γενέσθαι, καὶ τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, καὶ Θησέα παραγενόμενον ἐκ Τροιζῆνος εἰς Ἰσθμὸν καθᾶραι. —

28

Athenaeus II: Οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κρο‐ τωνιάτης ἔφη, ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν, ἐξ οὗ τὴν Ἑλένην γεννηθῆναι· τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠο‐ τοκεῖν, καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίο‐
5νας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ. Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι· Τούς τε λευκίππους κούρους τέκνα Μολιόνας κτάνον ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους.
10ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ ἀργυρέῳ.35

29

Schol. Pind. Ol. V, 10: [Βωμοὺς ἕξ.] Ἡρόδωρός φησι τὸν Ἡρακλέα ἐν Ὀλυμπίᾳ ἱδρύσασθαι δώδεκα θεῶν ἀγάλματα, συμβώμους δὲ αὐτοὺς ποιῆσαι ἓξ βω‐ μοὺς κατασκευάσαντα. Ἄλλως· Ὀλυμπίασι βωμοί εἰ‐
5σιν ἓξ δίδυμοι τοῖς δώδεκα θεοῖς ἀνιδρυμένοι, ἑνὸς ἑκά‐ στου βωμοῦ δύο θεοῖς καθωσιωμένου· πρῶτος Διὸς καὶ Ποσειδῶνος, δεύτερος Ἥρας καὶ Ἀθηνᾶς, τρίτος Ἑρ‐ μοῦ καὶ Ἀπόλλωνος, τέταρτος Χαρίτων καὶ Διονύσου, πέμπτος Ἀρτέμιδος καὶ Ἀλφειοῦ, ἕκτος Κρόνου καὶ
10Ῥέας, ὥς φησιν Ἡρόδωρος. Ἱστορεῖ περὶ τῶν ἓξ βωμῶν Ἡρόδωρος γραμματι‐ κός· Ἐλθὼν δὲ εἰς τὴν Ἦλιν τὸ ἐν Ὀλυμπίᾳ ἱερὸν ἱδρύσατο Διὸς Ὀλυμπίου, καὶ Ὀλυμπίαν τοῦ θεοῦ ὁμώ‐ νυμον τὴν χώραν ἔθετο· ἔθυσε δὲ αὐτῷ αὐτόθι. Καὶ ἄλ‐
15λοις θεοῖς βωμοὺς ἓξ τῷ ἀριθμῷ, συμβώμων τῶν ιβʹ θεῶν, καὶ πρῶτον μὲν τοῦ Διὸς τοῦ Ὀλυμπίου, ᾧ σύμ‐ βωμον ἐποίησε τὸν Ποσειδῶνα· βʹ Ἥρας καὶ Ἀθηνᾶς, γʹ Ἑρμοῦ καὶ Ἀπόλλωνος, δʹ Χαρίτων καὶ Διονύσου, εʹ Ἀρτέμιδος καὶ Ἀλφειοῦ, ϛʹ Κρόνου καὶ Ῥέας.

30

Stephan. Byz.: Κασσώπη, πόλις ἐν Μολοσσοῖς. Τὸ ἐθνικὸν Κασσωπαῖος καὶ Κασσώπιος. Ἡρόδωρος δὲ Κασ‐ σώπους αὐτούς φησιν, ἴσως κακῶς.

31

(t)

E LIBRO XVII.
1 Athenaeus IX: Τὸν δὲ τῷ χερνίβῳ ῥά‐ ναντα παῖδα, διδόντα κατὰ χειρὸς Ἡρακλεῖ ὕδωρ, ὃν ἀπέκτεινεν ὁ Ἡρακλῆς κονδύλῳ, Ἡρόδωρος δ’ ἐν ἑπτα‐ καιδεκάτῃ τοῦ καθ’ Ἡρακλέα λόγου Εὔνομον (sc. φησὶ
5καλεῖσθαι).

32

Steph. Byz.: Δρυόπη ... ὁ πολίτης Δρυοπαῖος, ὡς Ἡρόδωρος, ὃν παρατίθησι Ἐπαφρόδιτος.

33

Schol. Eurip. Hippolyt. 545: Ἡρόδωρος δέ φη‐ σιν, ὅτι τοῦ τῆς Ἰόλης γάμου προκειμένου τοξείας ἐπά‐ θλου, Ἡρακλέα νικήσαντα ἀπαξιοῦσθαι τοῦ γάμου· διὸ καὶ κατὰ κράτος ἑλεῖν τὴν Οἰχαλίαν, καὶ τοὺς ἀδελφοὺς
5αὐτῆς ἀνελεῖν, Εὔρυτον δὲ φυγεῖν εἰς Εὔβοιαν.36

34

Plutarch. Thes. c. 30: Γαμῶν ὁ Πειρίθους Δηι‐ δάμειαν ἐδεήθη τοῦ Θησέως ἐλθεῖν καὶ τὴν χώραν ἱστο‐ ρῆσαι καὶ συγγενέσθαι τοῖς Λαπίθαις. Ἐτύγχανε δὲ καὶ τοὺς Κενταύρους κεκληκὼς ἐπὶ τὸ δεῖπνον. Ὡς δὲ
5ἠσέλγαινον ὕβρει, καὶ μεθύοντες οὐκ ἀπείχοντο τῶν γυ‐ ναικῶν, ἐτράποντο πρὸς ἄμυναν οἱ Λαπίθαι· καὶ τοὺς μὲν ἔκτειναν αὐτῶν, τοὺς δὲ πολέμῳ κρατήσαντες ὕστε‐ ρον ἐξέβαλον ἐκ τῆς χώρας τοῦ Θησέως αὐτοῖς συμμα‐ χομένου καὶ συμπολεμοῦντος. Ἡρόδωρος δὲ ταῦτα
10πραχθῆναι φησὶν οὐχ οὕτως, ἀλλὰ τοῦ πολέμου συνε‐ στῶτος ἤδη τὸν Θησέα βοηθοῦντα τοῖς Λαπίθαις παρα‐ γενέσθαι, καὶ τότε πρῶτον ὄψει γνωρίσαι τὸν Ἡρακλέα ποιησάμενον ἔργον ἐντυχεῖν αὐτῷ περὶ Τραχῖνα πε‐ παυμένῳ πλάνης ἤδη καὶ ἄθλων· γενέσθαι δὲ μετὰ τιμῆς
15καὶ φιλοφροσύνης καὶ πολλῶν ἐπαίνων ἀμφοτέροις τὴν ἔντευξιν. Οὐ μὴν ἀλλὰ μᾶλλον ἄν τις πρόσχοι τοῖς πολ‐ λάκις ἐντυχεῖν αὐτοὺς ἀλλήλοις ἱστοροῦσι· καὶ τὴν μύη‐ σιν Ἡρακλεῖ γενέσθαι Θησέως σπουδάσαντος καὶ τὸν πρὸ τῆς μυήσεως καθαρμὸν, ὡς δεομένῳ διά τινας πρά‐
20ξεις ἀβουλήτους.

t35-60

ΑΡΓΟΝΑΥΤΙΚΑ.

35

Schol. Apoll. Rh. II, 1144: Ἡρόδωρος δέ φησιν, ἐξ Ἀθάμαντος καὶ Θεμιστοῦς γενέσθαι παῖδας, Σχοι‐ νέα, Ἐρύθριον, Λεύκωνα, Πτῷον· νεωτάτους δὲ Φρί‐ ξον καὶ Ἕλλην· οὓς διὰ τὴν Ἰνοῦς ἐπιβουλὴν ἐκχωρῆ‐
5σαι. Τελευτῆσαι δὲ τὴν Ἕλλην κατὰ Πακτύην φασὶν (l. φησὶν), ὡς καὶ Ἑλλάνικος μαρτυρεῖ. Ἰνοῦς δὲ καὶ Ἀθάμαντος Λέαρχος καὶ Μελικέρτης.

36

Idem II, 1123: Τούτους δὲ (sc. τοὺς Φρίξου παῖ‐ δας) Ἡρόδωρός φησιν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγα‐ τρός.

37

Idem I, 46: Ἡρόδωρος δὲ Πολυφήμην φησὶν εἶναι τὴν Ἰάσονος μήτερα, τὴν Αὐτολύκου.

38

Idem I, 1299: Ἡρόδωρός φησιν μὴ συμπεπλευ‐
κέναι αὐτόν (Herculem) τε καί τινας ἄλλους.37

39

Idem I, 23: Ἡρόδωρος δύο εἶναι Ὀρφεῖς φησιν· ὧν τὸν ἕτερον συμπεπλευκέναι τοῖς Ἀργοναύταις. Ζη‐ τεῖται δὲ διὰ τί Ὀρφεὺς ἀσθενὴς ὢν συνέπλει τοῖς ἥρω‐ σιν· ὅτι μάντις ὢν ὁ Χείρων ἔχρησε μὴ δύνασθαι τὰς
5Σειρῆνας παρελθεῖν αὐτοὺς Ὀρφέως μὴ συμπλέοντος. Οὕτως Ἡρόδωρος.

40

Idem I, 71: [Ἐριβώτης.] Ἡρόδωρος ἐν τοῖς Ἀρ‐ γοναυτικοῖς τοῦτον Εὐρυβάτην καλεῖ, καί φησιν αὐτὸν Τελέοντος υἱόν.

41

Idem I, 139: Apollonius Ἄβαντος φησὶ νομισθῆ‐ ναι τὸν Ἴδμονα. Συμμαρτυρεῖ δὲ αὐτῷ καὶ Ἡρόδωρος.

42

Idem I, 211: [Ζήτης καὶ Καλαΐς] Τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν· οἱ μὲν γὰρ ἐκ Θρᾴκης, ὡς Ἀπολλώνιος, Ἡρόδωρος δὲ ἐκ Δαυλίδος, Δοῦρις δὲ ἐξ Ὑπερβορέων.

43

Idem. I, 186: Ab Apollonio inter Argonautas recensetur Neptuni filius ὁ πτολίεθρον ἀγαυοῦ Μιλή‐ τοιο νοσφισθεὶς Ἐργῖνος. Ad haec schol.: Ὁ δὲ Μί‐ λητος, ἀφ’ οὗ καὶ ἡ πόλις Μίλητος, Εὐξανθίου τοῦ
5Μίνωος ἦν· οἱ δέ φασιν αὐτὸν Ἀπόλλωνος καὶ Ἀρείας τῆς Κλεόχου· ἐκλήθη δὲ Μίλητος, ὅτι ἐκρύβη ἀπὸ τῆς μητρὸς ἐν μίλακι. Καὶ Ἀριστόκριτος φησὶν ὅτι Ἀρεία θυγάτηρ ἐγένετο Κλεόχου, ἧς καὶ Ἀπόλλωνος γενέσθαι βρέφος, καὶ τοῦτο
10ἐκτεθῆναι εἰς μίλακα. Τὸν δὲ Κλέοχον ἀνελέσθαι, καὶ ὀνομάσαι ἀπὸ τῆς μίλακος Μίλητον. Τοῦτον δὲ ἀνδρω‐ θέντα, καὶ φθονούμενον ὑπὸ τοῦ Μίνωος, ἀναχωρῆσαι εἰς τὴν Σάμον· ἀφ’ οὗ καὶ τόπος ἐστὶ [ἐκεῖ] Μίλητος· καὶ ἀπὸ τῆς Σάμου μεταβὰς εἰς τὴν Καρίαν, ἔκτισε
15πόλιν, Μίλητον ἀφ’ ἑαυτοῦ καλέσας. Μαρτυρεῖ δὲ καὶ Ἡρόδωρος.

44

Idem I, 773: Ὅτι δὲ ἐμίγησαν οἱ Ἀργοναῦται ταῖς Λημνίαις Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς Ἀργοναυτικοῖς.

45

Idem I, 943: Γηγενέες: Τούτων καὶ Ἡρόδωρος μνημονεύει ἐν τοῖς Ἀργοναυτικοῖς· καὶ ὅτι ἐπολέμησαν
Ἡρακλεῖ. Οἱ μὲν οὖν γηγενεῖς παρὰ Κύζικον ᾤκουν, οἱ38

46a

Idem I, 1024: Μακριέων: Ἦσαν δὲ ἀστυγείτο‐ νες τῶν Δολιόνων οἱ Μάκρωνες. Οἱ δὲ ἔθνος Βεχείρων φασὶ τοὺς Μάκριας, οἵτινες ἀεὶ πολεμοῦσι τοῖς Κυζι‐ κηνοῖς· ἦσαν δὲ τὰ πολεμικὰ ἔργα ἠσκηκότες, ὡς ἱστο‐
5ροῦσι Φιλοστέφανός τε καὶ Ἡρόδωρος, οἱ τὰ περὶ τῶν βίων αὐτῶν γεγραφότες.

46b

Cod. Paris.: Εἰσὶ δ’ οἳ καὶ Βεχείρων ἔθνος φασὶν τοὺς Μάκρωνας, οἵτινες ἀεὶ πολεμοῦσι Κυζικηνοῖς, ὅμο‐ ροι ὄντες καὶ ἠσκηκότες καλῶς τὰ πολεμικὰ, ὥς φησι Φιλοστέφανος κ. τ. λ.

47

Id. II, 532: Ἡρόδωρος δὲ ἐπὶ τοῦ [αὐτοῦ] βωμοῦ φησι τεθυκένει τοὺς Ἀργοναύτας, ἐφ’ οὗ Ἄργος ὁ Φρίξου ἐπανιὼν ἐτεθύκει.

48

Idem II, 684: Ἡρόδωρος οὖν φησὶν ἑῷον τὸν Ἀπόλλωνα προσ‐ αγορεύεσθαι, καὶ βωμὸν αὐτοῦ εἶναι ἐν τῇ νήσῳ, οὐ καθὸ ὄρθρῳ ἐπεφάνη αὐτοῖς, ἀλλὰ καθὸ οἱ Ἀργοναῦται
5ὄρθρου εἰς αὐτὴν κατέπλευσαν.

49

Idem II, 752: Φασὶ δὲ αὐτὸν (sc. Λύκον τὸν τῶν Μαριανδυνῶν βασιλέα) υἱὸν εἶναι Δασκύλου τοῦ Ταν‐ τάλου, καὶ Ἀνθεμοεισίας τῆς Λύκου τοῦ ποταμοῦ (ὡς μαρτυρεῖ καὶ Νύμφις ἐν τῷ αʹ τῆς Ἡρακλείας,
5καὶ Ἡρόδωρος παριστορῶν)· ὑπεδέξατο δὲ τοὺς ἥρωας, ὥς τινες, διὰ τὸ τὸν Πέλοπα, τὸν θεῖον αὐτοῦ, τιμη‐ θῆναι παρὰ τῶν Ἑλλήνων· ἅμα δὲ καὶ διὰ τὸν Ἀμύ‐ κου καὶ τῶν Βεβρύκων φόνον· ἐχθροὶ γὰρ ἦσαν τοῖς Μαριανδυνοῖς οἱ Βέβρυκες.

50

Idem II, 901: Ἔτυχον γὰρ μέχρι εʹ σταδίων ἀναπλεύσαντες, διὰ τοῦ Ἀχέροντος καθορ‐ μισάμενοι, ὥς φησι καὶ Ἡρόδωρος ἐν τοῖς Ἀργοναύ‐
5ταις.

51

Idem III, 594: Ὄτι δὲ χρησμὸς ἦν Αἰήτῃ δεδο‐ μένος, ὑπὸ τῶν αὑτοῦ ἐγγόνων ἀπολέσθαι, καὶ Ἡρό‐ δωρος ἐν τοῖς Ἀργοναύταις ἱστορεῖ· τούτου ἕνεκα καὶ τὴν ζεῦξιν τῶν ταύρων λέγει αὐτὸν ἐπινοῆσαι.

52

Idem II, 1211: Τὰ δ’ αὐτὰ περὶ τοῦ Τυφῶνος καὶ Ἡρόδωρος φησίν· ἔνθα καὶ
περὶ τῆς Νύσης ἱστορεῖ, λέγων,39
5 Ἔστι δέ τις Νύση, ὕπατον κέρας ἀνθέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων. Ὁ δὲ Καύκασος διήκει ἀπὸ τῆς Ἀρμενίων χώρας ἕως Κόλχων· ἡ δὲ Σερβωνὶς λίμνη διάκειται περὶ τὸ Πη‐ λούσιον τῆς Αἰγύπτου.

53

Schol. Apoll. Rh. IV, 87: Ὁ μὲν Ἀπολλώνιος μετὰ τὸ φυγεῖν τὴν Μήδειαν ἐκ τοῦ Αἰήτου οἴκου πε‐ ποίηκε ὑπισχνουμένην τὸ κῶας τῷ Ἰάσονι· ὁ δὲ τὰ Ναυπακτικὰ γράψας συνεκφέρουσαν αὐτὴν ποιεῖ τὸ
5κῶας κατὰ τὴν φυγὴν, ἐν τῷ οἴκῳ κείμενον τοῦ Αἰήτου· ὁ δὲ Ἡρόδωρος, μετὰ τὴν ἀνάζευξιν τῶν Ἀργοναυτῶν ἀποσταλῆναι τὸν Ἰάσονα ὑπὸ τοῦ Αἰήτου ἐπὶ τὸ κῶας· τὸν δὲ πορευθέντα φονεῦσαί τε τὸν δράκοντα καὶ τὸ κῶας ἀπενεγκεῖν πρὸς Αἰήτην· τὸν δὲ δόλῳ καλέσαι
10αὐτοὺς ἐπὶ δεῖπνον.

54

Idem IV, 86: Ὁ μὲν Ἀπολλώνιος νυκτός φησι πεφευγέναι τὴν Μήδειαν ἐπὶ τὴν ναῦν, Αἰήτου συνέ‐ δριον ἔχοντος Κόλχων περὶ διαφθορᾶς τῶν ἡρώων· ὁ δὲ τὰ Ναυπακτικὰ πεποιηκὼς ὑπὸ Ἀφροδίτης φησὶ τὸν Αἰή‐
5την κατακοιμηθῆναι, ἐπιθυμήσαντα τῇ αὑτοῦ γυναικὶ [Εὐρυλύτῃ] συγγενέσθαι, δεδειπνηκότων παρ’ αὐτῷ τῶν Κόλχων καὶ κοιμωμένων· διὰ τὸ βούλεσθαι αὐτὸν ναῦν ἐμπρῆσαι· Δὴ τότ’ ἄρ’ Αἰήτῃ πόθον ἔμβαλε δῖ’ Ἀφροδίτη
10 Εὐρυλύτης φιλότητι μιγήμεναι, ἧς ἀλόχοιο, κηδομένη φρεσὶν ᾗσιν, ὅπως μετ’ ἄεθλον Ἰήσων νοστήσῃ οἶκόνδε σὺν ἀγχεμάχοις ἑτάροισιν. Ὁ δὲ Ἴδμων συνῆκε τὸ γεγονὸς, καί φησι· Φευγέμεναι μεγάροιο θοὴν διὰ νύκτα μέλαιναν·
15τὴν δὲ Μήδειαν τὴν ποδοψοφίαν ἀκούσασαν, ἀναστᾶ‐ σαν ἐξορμῆσαι. Λέγει δὲ καὶ Ἡρόδωρος ταῦτα.

55

Idem IV, 259: Ἡρόδωρος (ἐν τοῖς Ἀργοναύ‐ ταις) φησὶ διὰ τῆς αὐτῆς θαλάσσης ἐπανελθεῖν, δι’ ἧς καὶ ἐπορεύθησαν εἰς Κόλχους.

56

Idem II, 815: Περὶ τοῦ ἐν Μαριανδυνοῖς γενομέ‐ νου θανάτου τοῦ Ἴδμονος καὶ Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς περὶ Ἡρακλείας, ὡς Προμαθίδας εἶπε, καὶ Νύμφις ἐν τῷ
5Ἡρακλείας, ὡς Ἴδμων ὑπὸ συὸς ἐπλήγη.

57

Idem II, 848: Περὶ δὲ τὸν ἀγριέλαιον τὸν ἐπιπε‐ φυκότα τῷ Ἴδμονος τάφῳ ἐθέσπισεν ὁ θεὸς τοῖς Μεγα‐
ρεῦσι καὶ Βοιωτοῖς τὴν πόλιν κτίσαι· λέγει δὲ τὴν Ἡρά‐ κλειαν· ἐν γὰρ τῇ ἀγορᾷ τῶν Ἡρακλεωτῶν ὑπάρχει40
5ὁ τάφος (ὥς φησιν Ἡρόδωρος), ἐφ’ οὗ ἐστιν ὁ ἀγριέ‐ λαιος.

58

Idem. II, 854: Ὅτι ἐν τῇ Ἡρακλείᾳ τέθνηκεν καὶ ὁ Τῖφυς, εἶπε Νύμφις. Ἡρόδωρος δέ φησιν ὅτι οὐκ ἀπιόντων εἰς Κόλχους τέθνηκεν ὁ Τῖφυς, ἀλλ’ ὑποστρε‐ φόντων.

59

Idem II, 895: Ἡρόδωρος Ἐργῖνον φησὶ κυβερ‐ νῆσαι τὴν Ἀργὼ μετὰ τὸν θάνατον Τίφυος.

60

Athenaeus XI: Λυσανίας φησὶν ὁ Κυρη‐ ναῖος Ἡρόδωρον εἰρηκέναι· «Ἐπεὶ δὲ θύσαντες πρὸς δεῖπνον καὶ κρατῆρας καὶ εὐχὰς καὶ παιᾶνας ἐτρά‐ ποντο.»

t61-62

ΠΕΛΟΠΕΙΑ.

61

Athenaeus VI: Τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασι‐ λέων μεταβολαὶ, ἔτι τε τῆς τραγῳδίας ἡ πολλὴ, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος ὁ Ἡρακλεώτης,
5ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν.

62

Schol. Pindar. Pyth. XI, 25: Φερεκύδης δὲ Λαοδάμειαν λέγων αὐτὴν (nutricem Orestis). τὸν ταύτης φησὶ παῖδα ἀνῃρῆσθαι ὑπὸ Αἰγίσθου νομι‐ ζόμενον Ὀρέστην εἶναι· τὸν δὲ Ὀρέστην ἐκκλαπέντα
5εἶναι τριῶν ἐτῶν, ὡς Ἡρόδωρος ἐν Πελοπείᾳ

t64

INCERTA.

64

Schol. Odyss. V, 96: Φόρκυς δαίμων θαλάσσιος, τὸ πρότερον διατρίβων πρὸς τῷ Ἀρυμνίῳ λεγομένῳ ὄρει τῆς Ἀχαΐας, οἰκῶν τε τὴν Φόρκυνος ἀπ’ αὐτοῦ καλουμένην βῆσσαν. Κάτω φανὲν
5αὐτῷ καταλιπεῖν τὰς τρίβους ταύτας, ἀφίκετο εἰς τὴν Κεφαλληνίαν, καὶ τόπον ἐκλεξάμενος ἐπιτήδειον αὐτῷ ἐνταῦθα ᾤκησεν. Λέγεται δὲ Ἄμμος ὁ τόπος. Προσορ‐ μίσας [δὲ] εἰς τὸν τῆς Ἰθάκης λιμένα, ἠξίωσεν αὐτὸν ἀφ’ ἑαυτοῦ προσαγορεύεσθαι Φόρκυνος. Ἡ δὲ ἱστορία
10παρὰ Ἡροδότῳ (Ἡροδώρῳ?).41