TLG 1421 001 :: HERMIPPUS :: Fragmenta

HERMIPPUS Gramm. Hist., fiq Hermippus Astronomus
(Smyrnaeus: 3 B.C.)

Fragmenta

Source: Wehrli, F. (ed.), Hermippos der Kallimacheer [Die Schule des Aristoteles, suppl. 1] Basel: Schwabe, 1974: 11–41.

  • De magis: fr. 3
  • Βίοι: frr. 5–17, 19–71, 73–79, 81–94
  • Φαινόμενα. Καταστηρισμοί(?): frr. 95–98, 101–102
  • Fragmenta incertae sedis: frr. 103–104

Citation: Fragment — (line)

3

Diogenes Laertius I 8: Ἀριστοτέλης δ’ ἐν πρώτῳ περὶ φιλοσοφίας
καὶ πρεσβυτέρους εἶναι τῶν Αἰγυπτίων (sc. τοὺς Μάγους φησί)· καὶ δύο κατ’ αὐτοὺς εἶναι ἀρχάς, ἀγαθὸν δαίμονα καὶ κακὸν δαίμονα· καὶ τῷ μὲν ὄνομα εἶναι Ζεὺς καὶ Ὠρομάσδης, τῷ δὲ Ἅιδης καὶ Ἀρειμάνιος. φησὶ δὲ τοῦτο11
5καὶ Ἕρμιππος ἐν τῷ πρώτῳ περὶ Μάγων καὶ Εὔδοξος ἐν τῇ περιόδῳ καὶ Θεόπομπος ἐν τῇ ὀγδόῃ τῶν Φιλιππικῶν.

5

Oxyrhynchus Papyri 1367 fr. 2: Ἡρακλείδου τοῦ Σαραπίωνος ἐπιτομὴ τῶν Ἑρμίππου περὶ νομοθετῶν καὶ ἑπτὰ σοφῶν καὶ Πυθαγόρου.

6

Diogenes Laertius I 42: Ἕρμιππος δ’ ἐν τῷ περὶ τῶν σοφῶν ἑπτακαίδεκά φησιν, ὧν τοὺς ἑπτὰ ἄλλους ἄλλως αἱρεῖσθαι. εἶναι δὲ Σόλωνα Θαλῆν Πιττακὸν Βίαντα Χείλωνα 〈Μύσωνα〉 Κλεόβουλον Περίανδρον Ἀνάχαρσιν Ἀκουσίλαον Ἐπιμενίδην Λεώφαντον Φερεκύδην Ἀριστόδημον
5Πυθαγόραν Λᾶσον Χαρμαντίδου ἢ Σισυμβρίνου ἢ ὡς Ἀριστόξενος (fr. 86 W) Χαβρίνου Ἑρμιονέα, Ἀναξαγόραν.

7

Plutarchus Solon II: ὁ δ’ οὖν Σόλων, τὴν οὐσίαν τοῦ πατρὸς ἐλατ‐ τώσαντος εἰς φιλανθρωπίας τινάς, ὥς φησιν Ἕρμιππος, καὶ χάριτας, οὐκ ἂν ἀπορήσας τῶν βουλομένων ἐπαρκεῖν, αἰδούμενος δὲ λαμβάνειν παρ’ ἑτέρων ἐξ οἰκίας γεγονὼς εἰθισμένης ἑτέροις βοηθεῖν, ὥρμησε νέος ὢν ἔτι πρὸς
5ἐμπορίαν.

8

Plutarchus Solon XI: πεισθέντες γὰρ ὑπ’ ἐκείνου (sc. Σόλωνος) πρὸς τὸν πόλεμον (sc. contra Cirrhaeos) ὥρμησαν οἱ Ἀμφικτυόνες, ὡς ἄλλοι τε πολλοὶ μαρτυροῦσι καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Πυθιονικῶν ἀναγραφῇ, Σόλωνι τὴν γνώμην ἀνατιθείς. οὐ μέντοι στρατηγὸς ἐπὶ τοῦτον ἀπεδείχθη
5τὸν πόλεμον, ὡς λέγειν φησὶν Ἕρμιππος Εὐάνθη τὸν Σάμιον. οὔτε γὰρ Αἰσχίνης ὁ ῥήτωρ τοῦτ’ εἴρηκεν, ἔν τε τοῖς τῶν Δελφῶν ὑπομνήμασιν Ἀλκμαίων, οὐ Σόλων Ἀθηναίων στρατηγὸς ἀναγέγραπται.12

9

Diogenes Laertius I 101: λέγει δὲ αὐτὸν (sc. Ἀνάχαρσιν) Σωσι‐ κράτης ἐλθεῖν εἰς Ἀθήνας κατὰ τὴν τεσσαρακοστὴν ἑβδόμην ὀλυμπιάδα ἐπὶ ἄρχοντος Εὐκράτους. Ἕρμιππος δὲ πρὸς τὴν Σόλωνος οἰκίαν ἀφικόμενον τῶν θεραπόντων τινὶ κελεῦσαι μηνῦσαι ὅτι παρείη πρὸς αὐτὸν Ἀνάχαρσις
5καὶ βούλοιτο αὐτὸν θεάσασθαι ξένος τε, εἰ οἷόν τε, γενέσθαι. καὶ ὁ θεράπων εἰσαγγείλας ἐκελεύσθη ὑπὸ τοῦ Σόλωνος εἰπεῖν αὐτῷ, ὅτιπερ ἐν ταῖς ἰδίαις πατρίσι ξένους ποιοῦνται. ἔνθεν ὁ Ἀνάχαρσις ἑλὼν ἔφη νῦν αὐτὸν ἐν τῇ πατρίδι εἶναι καὶ προσήκειν αὐτῷ ξένους ποιεῖσθαι. ὁ δὲ καταπλαγεὶς τὴν ἑτοιμότητα εἰσέφρησεν αὐτὸν καὶ μέγιστον φίλον ἐποιήσατο.

10

Plutarchus Solon VI: πρὸς Θαλῆν δ’ εἰς Μίλητον ἐλθόντα τὸν Σόλωνα θαυμάζειν, ὅτι γάμου καὶ παιδοποιίας τὸ παράπαν ἠμέληκε. καὶ τὸν Θαλῆν τότε μὲν σιωπῆσαι, διαλιπόντα δ’ ὀλίγας ἡμέρας ἄνδρα παρα‐ σκευάσαι ξένον, ἀρτίως ἥκειν φάσκοντα δεκαταῖον ἐξ Ἀθηνῶν. πυ‐
5θομένου δὲ τοῦ Σόλωνος, εἰ δή τι καινὸν ἐν ταῖς Ἀθήναις, δεδι‐ δαγμένον ἃ χρὴ λέγειν τὸν ἄνθρωπον· „οὐδέν, εἰπεῖν, ἕτερον, εἰ μὴ νὴ Δία νεανίσκου τινὸς ἦν ἐκφορὰ καὶ προὔπεμπεν ἡ πόλις. ἦν γὰρ υἱός, ὡς ἔφασαν, ἀνδρὸς ἐνδόξου καὶ πρωτεύοντος ἀρετῇ τῶν πολιτῶν· οὐ παρῆν δέ, ἀλλ’ ἀποδημεῖν ἔφασαν αὐτὸν ἤδη πολὺν χρόνον.“ „ὡς δυστυχὴς
10ἐκεῖνος, φάναι τὸν Σόλωνα, τίνα δ’ ὠνόμαζον αὐτόν;“ „ἤκουσα, φάναι, τοὔνομα, τὸν ἄνθρωπον, ἀλλ’ οὐ μνημονεύω· πλὴν ὅτι πολὺς λόγος ἦν αὐτοῦ σοφίας καὶ δικαιοσύνης.“ οὕτω δὴ καθ’ ἑκάστην ἀπόκρισιν τῷ φόβῳ προσαγόμενον τὸν Σόλωνα καὶ τέλος ἤδη συντεταραγμένον αὐτὸν ὑποβαλεῖν τοὔνομα τῷ ξένῳ, πυνθανόμενον, μὴ Σόλωνος ὁ τεθνηκὼς ὠνομάζετο. φήσαντος δὲ τοῦ ἀνθρώπου,
15τὸν μὲν ὁρμῆσαι παίειν τὴν κεφαλὴν καὶ τἆλλα ποιεῖν καὶ λέγειν ἃ συμβαίνει τοῖς περιπαθοῦσι, τὸν δὲ Θαλῆν ἐπιλαβόμενον αὐτοῦ καὶ γελάσαντα· „ταῦτά τοι, φάναι, ὦ Σόλων, ἐμὲ γάμου καὶ παιδοποιίας ἀφίστησιν, ἃ καὶ σὲ κατ‐ ερείπει τὸν ἐρρωμενέστατον. ἀλλὰ θάρρει τῶν λόγων ἕνεκα τούτων· οὐ γάρ εἰσιν ἀληθεῖς.“ ταῦτα μὲν οὖν Ἕρμιππος ἱστορεῖν φησι Πάταικον, ὃς ἔφασκε
20τὴν Αἰσώπου ψυχὴν ἔχειν.

11

Diogenes Laertius I 33: Ἕρμιππος δ’ ἐν τοῖς Βίοις εἰς τοῦτον (sc. Θαλῆν) ἀναφέρει τὸ λεγόμενον ὑπό τινων περὶ Σωκράτους. ἔφασκε γάρ,
φησί, τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ τύχῃ· πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον· εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή· τρίτον ὅτι Ἕλλην καὶ13
5οὐ βάρβαρος.

12

Diogenes Laertius I 72: ἐτελεύτησε δὲ (sc. Χίλων), ὥς φησιν Ἕρμιππος, ἐν Πίσῃ, τὸν υἱὸν Ὀλυμπιονίκην ἀσπασάμενος πυγμῆς. ἔπαθε δὲ τοῦτο ὑπερβολῇ τε χαρᾶς καὶ ἀσθενείᾳ πολυετίας. καὶ αὐτὸν πάντες οἱ κατὰ τὴν πανήγυριν ἐντιμότατα παρέπεμψαν.

13

Athenaeus 442f.: ἐν δὲ τῇ πεντηκοστῇ ὁ Θεόπομπος περὶ Μηθυμ‐ ναίων τάδε λέγει (FGrHist 115 F 227) καὶ τὰ μὲν ἐπιτήδεια προσφερομέ‐ νους πολυτελῶς μετὰ τοῦ κατακεῖσθαι καὶ πίνειν, ἔργον δ’ οὐδὲν ἄξιον τῶν ἀναλωμάτων ποιοῦντας ἔπαυσεν οὖν αὐτοὺς τούτων Κλεομένης ὁ τύραννος
5ὁ καὶ τὰς μαστροποὺς τὰς εἰθισμένας προαγωγεύειν τὰς ἐλευθέρας γυναῖκας 〈καὶ〉 τρεῖς ἢ τέτταρας τὰς ἐπιφανέστατα πορνευομένας ἐνδήσας εἰς σάκκους καταποντίσαι τισὶν προστάξας. καὶ Ἕρμιππος δὲ ἐν τοῖς περὶ τῶν ἑπτὰ σοφῶν Περίανδρον τὸ αὐτὸ ποιῆσαι.

14

Diogenes Laertius I 106: Μύσων Στρύμωνος, ὥς φησι Σωσι‐ κράτης Ἕρμιππον παρατιθέμενος, τὸ γένος Χηνεύς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται .... λέγεται δὴ πρός τινος Ἀνα‐ χάρσιδος πυνθανομένου εἴ τις αὐτοῦ σοφώτερος εἴη, τὴν Πυθίαν εἰπεῖν
5ἅπερ προείρηται ἐν τῷ Θαλοῦ βίῳ ὑπὲρ Χίλωνος·
Οἰταῖόν τινά φημι Μύσων’ ἐνὶ Χηνὶ γενέσθαι
σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσι· ....... ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασί·
Ἠτεῖον τινά φημι
10καὶ ζητοῦσι τί ἐστιν ὁ Ἠτεῖος. Παρμενίδης μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δ’ ἐν Διαδοχαῖς ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δ’ ὁ Ἡρακλείδου τοῦ Ποντικοῦ Κρῆτά φησιν εἶναι. Ἠτείαν γὰρ πόλιν εἶναι Κρήτης· Ἀναξίλαος δ’ Ἀρκάδα.

15a

Proclus in Hesiodi Opera et Dies 41 (Scholia in Hesiodum ed. Gaisford, Oxonii 1820): Ἕρμιππος γὰρ ἐν τῷ τῶν ἑπτὰ σοφῶν περὶ τῆς ἀλίμου λέγει (μέμνηται δὲ τῆς ἀλίμου καὶ Ἡρόδωρος ἐν τῷ πέμπτῳ τοῦ καθ’ Ἡρακλέα λόγου καὶ Πλάτων ἐν γʹ τῶν Νόμων)· Ἐπιμενίδην φησὶ
5μικρόν τι ἐδεσμάτιον προσφερόμενον ὧδε διὰ ὅλην τελεῖν τὴν ἡμέραν. ἦν δ’ ἐξ
ἀσφοδέλου καὶ μαλάχης, ὅπερ αὐτὸν ἄλιμον καὶ ἄδιψον ἐποίει.14

15b

Athenaeus 58f.: Ἕρμιππος δ’ ὁ Καλλιμάχειος καὶ εἰς τὴν καλου‐ μένην φησὶν ἄλιμον προσέτι τε ἄδιψον ἐμβάλλεσθαι τὴν μαλάχην οὖσαν χρησιμωτάτην.

16

Diogenes Laertius VIII 88: ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπι‐ φανέστατος ἐγένετο (sc. Εὔδοξος), γράψας τοῖς ἰδίοις πολίταις νόμους, ὥς φησιν Ἕρμιππος ἐν τετάρτῃ περὶ τῶν ἑπτὰ σοφῶν, καὶ ἀστρολογούμενα καὶ γεωμετρούμενα καὶ ἕτερ’ ἄττα ἀξιόλογα.

17

Diogenes Laertius I 117: φησὶ δ’ Ἕρμιππος πολέμου ἐφεστῶτος Ἐφεσίοις καὶ Μάγνησι βουλόμενον (sc. τὸν Φερεκύδην) τοὺς Ἐφεσίους νικῆσαι πυθέσθαι τινὸς παριόντος πόθεν εἴη. τοῦ δ’ εἰπόντος „ἐξ Ἐφέσου, “ „ἕλκυσόν με τοίνυν, ἔφη, τῶν σκελῶν καὶ θὲς εἰς τὴν τῶν Μαγνήτων χώραν,
5καὶ ἀπάγγειλόν σου τοῖς πολίταις μετὰ τὸ νικῆσαι αὐτόθι με θάψαι. ἐπεσκη‐ φέναι τε ταῦτα Φερεκύδην.“ ὁ μὲν 〈οὖν〉 ἀπήγγειλεν, οἱ δὲ μετὰ μίαν ἐπελθόν‐ τες κρατοῦσι τῶν Μαγνήτων καὶ τόν τε Φερεκύδην μεταλλάξαντα θάπτουσιν αὐτόθι καὶ μεγαλοπρεπῶς τιμῶσιν.

19

Diogenes Laertius VIII 1: Πυθαγόρας Μνησάρχου δακτυλιογλύφου, ὥς φησιν Ἕρμιππος Σάμιος, ἢ ὡς Ἀριστόξενος (fr. 11 a W) Τυρρηνὸς ἀπὸ μιᾶς τῶν νήσων ἃς κατέσχον Ἀθηναῖοι Τυρρηνοὺς ἐκβαλόντες.

20

Diogenes Laertius VIII 40: Ἕρμιππος δέ φησι πολεμούντων Ἀκραγαντίνων καὶ Συρακοσίων ἐξελθεῖν τὸν Πυθαγόραν μετὰ τῶν συνήθων καὶ προστῆναι τῶν Ἀκραγαντίνων. τροπῆς δὲ γενομένης περικάμπτοντα αὐτὸν τὴν τῶν κυάμων χώραν ὑπὸ τῶν Συρακοσίων ἀναιρεθῆναι, τούς τε
5λοιπούς, ὄντας πρὸς τοὺς πέντε καὶ τριάκοντα, ἐν Τάραντι κατακαυθῆναι θέλοντας ἀντιπολιτεύεσθαι τοῖς προεστῶσι. καὶ ἄλλο τι περὶ Πυθαγόρου φησὶν ὁ Ἕρμιππος· λέγει γὰρ ὡς γενόμενος ἐν Ἰταλίᾳ κατὰ γῆς οἰκίσκον
ποιήσαι καὶ τῇ μητρὶ ἐντείλαιτο τὰ γινόμενα εἰς δέλτον γράφειν σημειουμένην καὶ τὸν χρόνον, ἔπειτα καθιέναι αὐτῷ ἔστ’ ἂν ἀνέλθῃ. τοῦτο ποιῆσαι τὴν15
10μητέρα. τὸν δὲ Πυθαγόραν μετὰ χρόνον ἀνελθεῖν ἰσχνὸν καὶ κατεσκελε‐ τευμένον, εἰσελθόντα τ’ εἰς τὴν ἐκκλησίαν φάσκειν ὡς ἀφῖκται ἐξ Ἅιδου. καὶ δὴ καὶ ἀνεγίνωσκεν αὐτοῖς τὰ συμβεβηκότα. οἱ δὲ σαινόμενοι τοῖς λεγο‐ μένοις ἐδάκρυόν τε καὶ ᾤμωζον καὶ ἐπίστευον εἶναι τὸν Πυθαγόραν θεῖόν τινα, ὥστε καὶ τὰς γυναῖκας αὐτῷ παραδοῦναι ὡς καὶ μαθησομένας τι τῶν
15αὐτοῦ· ἃς καὶ Πυθαγορικὰς κληθῆναι. καὶ ταῦτα μὲν ὁ Ἕρμιππος.

21

Athenaeus 213f. (Posidonium secutus): καὶ μετ’ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀποδείξας ὁ φιλόσοφος (sc. Athenion) καὶ τὸ τῶν Πυθαγορικῶν ἀναδείξας δόγμα 〈τὸ〉 περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλοσοφία ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε
5Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν καὶ Ἕρμιππος ὁ Καλλιμάχειος, εὐθέως καὶ οὗτος τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶν—παρὰ τὰ Ἀριστοτέλους καὶ Θεο‐ φράστου δόγματα· ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέγουσαν· μὴ παιδὶ μάχαιραν—ἐκποδὼν εὐθὺς ἐποιήσατο, φύλακας δ’ ἐπὶ τὰς πύλας κατέστησεν, ὡς νύκτωρ πολλοὺς τῶν Ἀθηναίων εὐλαβουμένους τὸ μέλλον κατὰ τῶν
10τειχῶν αὑτοὺς καθιμήσαντας φεύγειν.

22

Iosephus Adv. Apionem I 22 (163): αὐτοῦ (sc. Πυθαγόρου) μὲν οὖν οὐδὲν ὁμολογεῖται σύγγραμμα, πολλοὶ δὲ τὰ περὶ αὐτὸν ἱστορήκασι, καὶ τούτων ἐπισημότατός ἐστιν Ἕρμιππος, ἀνὴρ περὶ πᾶσαν ἱστορίαν ἐπι‐ μελής. λέγει τοίνυν ἐν τῷ πρώτῳ τῶν περὶ Πυθαγόρου βιβλίων, ὅτι Πυθαγόρας,
5ἑνὸς αὐτοῦ τῶν συνουσιαστῶν τελευτήσαντος τοὔνομα Καλλιφῶντος τὸ γένος Κροτωνιάτου, τὴν ἐκείνου ψυχὴν ἔλεγε συνδιατρίβειν αὐτῷ καὶ νύκτωρ καὶ καθ’ ἡμέραν· καὶ ὅτι παρεκελεύετο μὴ διέρχεσθαι τόπον, ἐφ’ ὃν ἂν ὄνος ὀκλάσῃ, καὶ διψίων ὑδάτων ἀπέχεσθαι καὶ πάσης ἀπέχειν βλασφημίας. εἶτα προστίθησι μετὰ ταῦτα καὶ τάδε· „ταῦτα δὲ ἔπραττεν καὶ ἔλεγε τὰς Ἰουδαίων καὶ Θρᾳκῶν
10δόξας μιμούμενος καὶ μεταφέρων εἰς ἑαυτόν.“ λέγεται γὰρ ὡς ἀληθῶς ὁ ἀνὴρ ἐκεῖνος πολλὰ τῶν παρὰ Ἰουδαίοις νομίμων εἰς τὴν αὑτοῦ μετενεγκεῖν φιλοσοφίαν.

23

Diogenes Laertius VIII 10: ἀπείχοντο δὲ (sc. οἱ Πυθαγόρειοι) καὶ σοροῦ κυπαρισσίνης διὰ τὸ τὸ τοῦ Διὸς σκῆπτρον ἐντεῦθεν πεποιῆσθαι, ὥς φησιν Ἕρμιππος ἐν δευτέρῳ περὶ Πυθαγόρου.

24

Athenaeus 163e: ἦν δ’ ὁ Διόδωρος οὗτος τὸ μὲν γένος Ἀσπένδιος, Πυθαγορικὸς δὲ δόξας εἶναι ὑμῶν τῶν Κυνικῶν τρόπον ἔζη, κομῶν καὶ ῥυπῶν καὶ ἀνυποδητῶν. ὅθεν καὶ Πυθαγορικὸν τὸ τῆς κόμης ἔδοξαν εἶναί
τινες ἀπὸ τοῦ Διοδώρου προαχθέν, ὥς φησιν Ἕρμιππος.16

25

Diogenes Laertius VIII 51: Ἐμπεδοκλῆς, ὥς φησιν Ἱππόβοτος, Μέτωνος ἦν υἱὸς τοῦ Ἐμπεδοκλέους, Ἀκραγαντῖνος. τὸ δ’ αὐτὸ καὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἱστοριῶν 〈λέγει, προσιστορῶν〉 ἐπίσημον ἄνδρα γεγονέναι τὸν Ἐμπεδοκλέα τὸν πάππον τοῦ ποιητοῦ. ἀλλὰ καὶ Ἕρμιππος
5τὰ αὐτὰ τούτῳ φησίν.

26

Diogenes Laertius VIII 56: Ἕρμιππος δ’ οὐ Παρμενίδου, Ξενο‐ φάνους δὲ γεγονέναι ζηλωτήν (sc. Ἐμπεδοκλέα), ᾧ καὶ συνδιατρῖψαι. καὶ μιμήσασθαι τὴν ἐποποιίαν· ὕστερον δὲ τοῖς Πυθαγορικοῖς ἐντυχεῖν.

27

Diogenes Laertius VIII 69: Ἕρμιππος δέ φησι Πάνθειάν τινα Ἀκραγαντίνην ἀπηλπισμένην ὑπὸ τῶν ἰατρῶν θεραπεῦσαι αὐτὸν (sc. Ἐμπε‐ δοκλέα) καὶ διὰ τοῦτο τὴν θυσίαν ἐπιτελεῖν· τοὺς δὲ κληθέντας εἶναι πρὸς τοὺς ὀγδοήκοντα.

28

Diogenes Laertius IX 26: ὁ δὴ Ζήνων—καθελεῖν δὲ θελήσας Νέαρχον τὸν τύραννον—οἱ δὲ Διομέδοντα—συνελήφθη, καθά φησιν Ἡρακλεί‐ δης ἐν τῇ Σατύρου ἐπιτομῇ.—Ἀντισθένης δ’ ἐν ταῖς διαδοχαῖς—τέλος ἀποτραγόντα τὴν γλῶτταν προσπτύσαι αὐτῷ (sc. τῷ τυράννῳ), τοὺς δὲ πολίτας
5παρορμηθέντας αὐτίκα τὸν τύραννον καταλεῦσαι. ταῦτα δὲ σχεδὸν οἱ πλείους λέγουσιν. Ἕρμιππος δέ φησιν εἰς ὅλμον αὐτὸν βληθῆναι καὶ κατακοπῆναι. καὶ εἰς αὐτὸν ἡμεῖς εἴπομεν οὕτως· ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες ἄνδρα τύραννον
κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν,
10ἀλλ’ ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.

29

Diogenes Laertius IX 4: Ἕρμιππος δέ φησι λέγειν αὐτὸν (sc.
Ἡράκλειτον) τοῖς ἰατροῖς εἴ τις δύναται 〈τὰ〉 ἔντερα ταπεινώσας 〈τὸ〉 ὑγρὸν ἐξερᾶσαι· ἀπειπόντων δέ, θεῖναι αὑτὸν εἰς τὸν ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολίτοις καταπλάττειν. οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ17
5ταφῆναι ἐν τῇ ἀγορᾷ.

30

Diogenes Laertius II 13: Ἕρμιππος δ’ ἐν τοῖς Βίοις φησὶν ὅτι καθείρχθη ἐν τῷ δεσμωτηρίῳ τεθνηξόμενος (sc. Ἀναξαγόρας). Περικλῆς δὲ παρελθὼν εἶπεν εἴ τι ἔχουσιν ἐγκαλεῖν αὑτῷ κατὰ τὸν βίον (sc. οἱ Ἀθηναῖοι). οὐδὲν δὲ εἰπόντων· „καὶ μὴν ἐγώ, ἔφη, τούτου μαθητής εἰμι· μὴ οὖν διαβολαῖς
5ἐπαρθέντες ἀποκτείνητε τὸν ἄνθρωπον, ἀλλ’ ἐμοὶ πεισθέντες ἄφετε.“ καὶ ἀφείθη· οὐκ ἐνεγκὼν δὲ τὴν ὕβριν ἑαυτὸν ἐξήγαγεν. ἔστι καὶ ἡμῶν εἰς αὐτόν· ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν,
καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας. ἀλλ’ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δ’ αὑτὸν
10ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.

31

Diogenes Laertius IX 43: τελευτῆσαι δὲ τὸν Δημόκριτόν φησιν Ἕρμιππος τοῦτον τὸν τρόπον. ἤδη ὑπεργήρων ὄντα πρὸς τῷ καταστρέφειν εἶναι. τὴν οὖν ἀδελφὴν λυπεῖσθαι ὅτι ἐν τῇ τῶν Θεσμοφορίων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴ οὐ ποιήσειν· τὸν δὲ θαρρεῖν εἰπεῖν
5καὶ κελεῦσαι αὑτῷ προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι. τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν αὑτὸν τὴν ἑορτήν· ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖς δ’ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο, ὥς φησιν Ἵππαρχος, ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιούς.

32

Diogenes Laertius II 38: ἀπηνέγκατο μὲν οὖν τὴν γραφὴν (sc.
κατὰ Σωκράτους) ὁ Μέλητος, εἶπε δὲ τὴν δίκην Πολύευκτος, ὥς φησι Φαβωρῖ‐ νος ἐν Παντοδαπῇ ἱστορίᾳ· συνέγραψε δὲ τὸν λόγον Πολυκράτης ὁ σοφιστής, ὥς φησιν Ἕρμιππος, ἢ Ἄνυτος, ὥς τινες· προητοίμασε δὲ πάντα Λύκων18
5ὁ δημαγωγός.

33

(n1)

Papyrus Herculanensis ed. W. Crönert, Rh. M. 57, 1902, 286.
n2cf. id. Kolotes und Menedemos 133, Leipzig 1906:
1Ξα]νθί̣π[πη οἰκι[α ... ἀνθρῶ[π ταστερ ... Ἕρμιππός φησι
5... ἐπεὶ δ’ Αἰ]σχίνης ἑωρᾶτο πιε‐ ζούμ]ενος ὑπὸ τῆς πενί‐ ας ... ] ἀπὸ τοῦ λόγου
10καὶ ἐθίζεσθαι Σ]ωκράτους πα

34

Diogenes Laertius VI 2: φησὶ δ’ Ἕρμιππος, ὅτι προείλετο (sc. Ἀντισθένης) ἐν τῇ τῶν Ἰσθμίων πανηγύρει ψέξαι τε καὶ ἐπαινέσαι Ἀθηναίους Θηβαίους Λακεδαιμονίους· εἶτα μέντοι παραιτήσασθαι ἰδόντα πλείους ἐκ τῶν πόλεων ἀφιγμένους. ὕστερον δὲ παρέβαλε Σωκράτει κτλ.

35

Diogenes Laertius II 120: γηραιὸν δὲ τελευτῆσαί φησιν Ἕρμιππος
(sc. τὸν Στίλπωνα), οἶνον προσενεγκάμενον ὅπως θᾶττον ἀποθάνῃ.19

36

Diogenes Laertius II 109: φησὶ δ’ Ἕρμιππος περὶ αὐτοῦ (sc. Ἀλεξίνου), ὡς ἄρα ἀπελθὼν ἐκ τῆς Ἤλιδος εἰς Ὀλυμπίαν αὐτόθι φιλοσοφοίη. τῶν δὲ μαθητῶν αὐτοῦ πυνθανομένων, διὰ τί τῇδε κατοικεῖ, φάναι βούλεσθαι αἵρεσιν συστήσασθαι ἣν Ὀλυμπικὴν κληθήσεσθαι. τοὺς δὲ καὶ τοῖς ἐφοδίοις
5θλιβομένους καὶ τὸ χωρίον νοσερὸν καταγνόντας ἀπελθεῖν, καὶ τοῦ λοιποῦ διατρίβειν ἔρημον τὸν Ἀλεξῖνον σὺν οἰκέτῃ μόνῳ· ἔπειτα μέντοι νηχόμενον ἐν τῷ Ἀλφειῷ νυχθῆναι καλάμῳ καὶ οὕτω τελευτῆσαι.

37

Suda F 359: Φίλισκος Αἰγινήτης ὁ διδάξας γράμματα Ἀλέξανδρον τὸν Μακεδόνα. αὐτὸς δὲ ἀκουστὴς ἦν τοῦ Κυνὸς Διογένους. κατὰ δὲ Ἕρμιπ‐ πον Στίλπωνος.

38

Diogenes Laertius II 142: διὰ ταῦτα δὴ καὶ τὴν ἄλλην φιλίαν ὑποπτευθεὶς (sc. Μενέδημος) προδιδόναι τὴν πόλιν αὐτῷ (sc. Ἐρετρίαν Ἀντιγόνῳ Γονάτᾳ) διαβάλλοντος Ἀριστοδήμου ὑπεξῆλθεν καὶ διέτριβεν ἐν Ὠρωπῷ ἐν τῷ τοῦ Ἀμφιάρεω ἱερῷ. ἔνθα χρυσῶν ποτηρίων ἀπολομένων,
5καθά φησιν Ἕρμιππος, δόγματι κοινῷ τῶν Βοιωτῶν ἐκελεύσθη μετελθεῖν. ἐντεῦθεν ἀθυμήσας λαθραίως παρεισδὺς εἰς τὴν πατρίδα καὶ τήν τε γυναῖκα καὶ τὰς θυγατέρας παραλαβὼν πρὸς Ἀντίγονον ἐλθὼν ἀθυμίᾳ τὸν βίον κατ‐ έστρεψεν.

39

Diogenes Laertius VI 99: φησὶ δ’ Ἕρμιππος ἡμεροδανειστὴν αὐτὸν (sc. Μένιππον) γεγονέναι καὶ καλεῖσθαι· καὶ γὰρ ναυτικῷ τόκῳ δα‐ νείζειν καὶ ἐξενεχυριάζειν, ὥστε πάμπλειστα χρήματα ἀθροίζειν· τέλος δ’
ἐπιβουλευθέντα πάντων στερηθῆναι καὶ ὑπ’ ἀθυμίας βρόχῳ τὸν βίον μεταλλάξαι.20

40

Diogenes Laertius VIII 85: γέγραφε δὲ (sc. Φιλόλαος) βιβλίον ἕν, ὅ φησιν Ἕρμιππος λέγειν τινὰ τῶν συγγραφέων Πλάτωνα τὸν φιλόσοφον παραγενόμενον εἰς Σικελίαν πρὸς Διονύσιον ὠνήσασθαι παρὰ τῶν συγγενῶν τοῦ Φιλολάου ἀργυρίου Ἀλεξανδρινῶν μνῶν τετταράκοντα καὶ ἐντεῦθεν
5μεταγεγραφέναι τὸν Τίμαιον.

41

Diogenes Laertius III 2: τελευτᾷ δ’ (sc. Πλάτων), ὥς φησιν Ἕρμιππος, ἐν γάμοις δειπνῶν, τῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιοὺς ἔτος ἓν πρὸς τοῖς ὀγδοήκοντα.

42

Diogenes Laertius V 91: Ἕρμιππος δὲ λιμοῦ κατασχόντος τὴν χώραν φησὶν αἰτεῖν τοὺς Ἡρακλεώτας τὴν Πυθίαν λύσιν. τὸν δὲ Ἡρακλείδην διαφθεῖραι χρήμασι τούς τε θεωροὺς καὶ τὴν προειρημένην, ὥστ’ ἀνελεῖν ἀπαλλαγήσεσθαι τοῦ κακοῦ, εἰ ζῶν μὲν Ἡρακλείδης ὁ Εὐθύφρονος χρυσῷ
5στεφάνῳ στεφανωθείη πρὸς αὐτῶν, ἀποθανὼν δὲ ὡς ἥρως τιμῷτο. ἐκομίσθη ὁ δῆθεν χρησμὸς καὶ οὐδὲν ὤναντο οἱ πλάσαντες αὐτόν, αὐτίκα γὰρ ἐν τῷ θεάτρῳ στεφανούμενος ὁ Ἡρακλείδης ἀπόπληκτος ἐγένετο, οἱ τε θεωροὶ καταλευσθέντες διεφθάρησαν. ἀλλὰ καὶ ἡ Πυθία τὴν αὐτὴν ὥραν κατιοῦσα ἐς τὸ ἄδυτον καὶ ἐπιστᾶσα ἑνὶ τῶν δρακόντων δηχθεῖσα παραχρῆμα
10ἀπέπνευσε. καὶ τὰ μὲν περὶ τοῦ θανάτου αὐτοῦ τοσαῦτα.

43

Diogenes Laertius IV 44: ἐτελεύτησε δέ (sc. Ἀρκεσίλαος), ὥς φησιν Ἕρμιππος, ἄκρατον ἐμφορηθεὶς πολὺν καὶ παρακόψας, ἤδη γεγονὼς
ἔτος πέμπτον καὶ ἑβδομηκοστόν, ἀποδεχθεὶς πρὸς Ἀθηναίων ὡς οὐδείς.21

44

Diogenes Laertius V 1: Ἀριστοτέλης Νικομάχου καὶ Φαιστίδος Σταγειρίτης. ὁ δὲ Νικόμαχος ἦν ἀπὸ Νικομάχου τοῦ Μαχάονος τοῦ Ἀσκλη‐ πιοῦ, καθά φησιν Ἕρμιππος ἐν τῷ περὶ Ἀριστοτέλους.

45

Diogenes Laertius V 2: φησὶ δ’ Ἕρμιππος ἐν τοῖς Βίοις ὅτι πρεσβεύοντος αὐτοῦ (sc. Ἀριστοτέλους) πρὸς Φίλιππον ὑπὲρ Ἀθηναίων σχολάρχης ἐγένετο τῆς ἐν Ἀκαδημείᾳ σχολῆς Ξενοκράτης· ἐλθόντα δὴ αὐτὸν καὶ θεασάμενον ὑπ’ ἄλλῳ τὴν σχολήν, ἑλέσθαι περίπατον τὸν ἐν Λυκείῳ καὶ
5μέχρι μὲν ἀλείμματος ἀνακάμπτοντα τοῖς μαθηταῖς συμφιλοσοφεῖν, ὅθεν Περιπατητικοὺς προσαγορευθῆναι (οἱ δ’ ὅτι ἐκ νόσου περιπατοῦντι Ἀλεξάνδρῳ συμπαρὼν διελέγετο ἄττα). ἐπειδὴ δὲ πλείους ἐγίνοντο, ἤδη καὶ ἐκάθισεν εἰπών·
αἰσχρὸν σιωπᾶν, Ξενοκράτη δ’ ἐᾶν λέγειν.
10καὶ πρὸς θέσιν συνεγύμναζε τοὺς μαθητάς, ἅμα καὶ ῥητορικῶς ἐπασκῶν. (ἔπειτα μέντοι ἀπῆρε πρὸς Ἑρμίαν τὸν εὐνοῦχον, Ἀταρνέων ὄντα τύραννον.)

46

Athenaeus 589c: Ἀριστοτέλης δ’ ὁ Σταγιρίτης οὐκ ἐξ Ἑρπυλ‐ λίδος τῆς ἑταίρας ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, ὥς φησιν Ἕρμιππος ἐν τῷ περὶ Ἀριστοτέλους πρώτῳ, ἐπιμελείας φάσκων τῆς δεούσης τετυχηκέναι ἐν ταῖς τοῦ φιλοσόφου διαθήκαις;

47a

PSI Nr. 1093 ed. Norsa—Vitelli. cf. B. Snell, Gesammelte Schriften 115f., Göttingen 1965: [Ἕρμ]ιππος δ’ ἐν [τῶι πρ]ώιτωι πε[ρὶ Ἀρ]ιστοτέλους [Λάβυν] Δελφὸν εὐ[νοῦχ]όν φησιν ε̣ἰ̣[ρηκένα]ι̣ αὐτὸ (sc. τὸ γνῶθι σαυτόν) νε[ωκόρον] ὄν[τ]α τοῦ Πυθίου.

47b

I. Bekker, Anecdota Graeca I 233. cf. Clemens Stromateis I cap. XIV 60, 3 (Chamaileon fr. 2 W): γνῶθι σαυτόν· ἀπόφθεγμα, οἱ δὲ Χείλωνός φασιν. Ἕρμιππος δὲ Δελφὸν εὐνοῦχόν φησιν εἰρηκέναι τὸ γνῶθι
σαυτὸν καὶ ἐν τῷ ναῷ ἐπιγράψαι.22

47c

Schol. Platon. Phileb. 48c: γνῶθι σαυτόν· ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων. λέγουσι δὲ οἱ μὲν Χίλωνος εἶναι τὸ ἀπόφθεγμα, οἱ δὲ Λάβυος εὐνούχου τινὸς νεωκόρου.

48

Athenaeus 696a: τούτων λεχθέντων ὁ Δημόκριτος ἔφη· ἀλλὰ μὴν καὶ τὸ ὑπὸ τοῦ πολυμαθεστάτου γραφὲν Ἀριστοτέλους εἰς Ἑρμείαν τὸν Ἀταρνέα οὐ παιάν ἐστιν, ὡς ὁ τὴν τῆς ἀσεβείας κατὰ τοῦ φιλοσόφου γραφὴν ἀπ‐ ενεγκάμενος Δημόφιλος †εἰς αἰδωτε† παρασκευασθεὶς ὑπ’ Εὐρυμέδοντος, ὡς
5ἀσεβοῦντος καὶ ᾄδοντος ἐν τοῖς συσσιτίοις ὁσημέραι εἰς τὸν Ἑρμείαν παιᾶνα. ὅτι δὲ παιᾶνος οὐδεμίαν ἔμφασιν παρέχει τὸ ᾆσμα, ἀλλὰ τῶν σκολίων ἕν τι αὐτὸ εἶδός ἐστιν ἐξ αὐτῆς τῆς λέξεως φανερὸν ὑμῖν ποιήσω·
Ἀρετὰ πολύμοχθε γένει βροτείῳ,
θήραμα κάλλιστον βίῳ,
10σᾶς πέρι, παρθένε, μορφᾶς καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας. τοῖον ἐπὶ φρένα βάλλεις καρπὸν ἰσαθάνατον χρυσοῦ τε κρείσσω
15καὶ γονέων μαλακαυγήτοιό θ’ ὕπνου. σεῦ δ’ ἕνεκεν 〈καὶ〉 ὁ δῖος Ἡρακλέης Λήδας τε κοῦροι πόλλ’ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν.
20σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ’ Ἀίδα δόμον ἦλθον. σᾶς δ’ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος ἀελίου χήρωσεν αὐγάς.
25τοιγὰρ ἀοίδιμος ἔργοις
ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι,
Μναμοσύνας θύγατρες
Διὸς ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίου. ἐγὼ μὲν οὐκ οἶδα εἴ τις τι κατιδεῖν ἐν τούτοις δύναται παιανικὸν ἰδίωμα,
23
30σαφῶς ὁμολογοῦντος τοῦ γεγραφότος τετελευτηκέναι τὸν Ἑρμείαν δι’ ὧν εἴρηκεν· σᾶς γὰρ φιλίου μορφᾶς Ἀταρνέος ἔντροφος ἠελίου χήρωσεν αὐγάς. οὐκ ἔχει δ’ οὐδὲ τὸ παιανικὸν ἐπίρρημα, καθάπερ ὁ εἰς Λύσανδρον τὸν Σπαρ‐ τιάτην γραφεὶς ὄντως παιάν, ὅν φησι Δοῦρις ἐν τοῖς Σαμίων ἐπιγραφομένοις Ὥροις ᾄδεσθαι ἐν Σάμῳ.
35 παιὰν δ’ ἐστὶν καὶ ὁ εἰς Κρατερὸν τὸν Μακεδόνα γραφείς, ὃν ἐτεκτήνατο Ἀλεξῖνος ὁ διαλεκτικός, φησὶν Ἕρμιππος ὁ Καλλιμάχειος ἐν τῷ πρώτῳ περὶ Ἀριστοτέλους. ᾄδεται δὲ καὶ οὗτος ἐν Δελφοῖς, λυρίζοντός γέ τινος παιδός. καὶ ὁ εἰς Ἀγήμονα δὲ τὸν Κορίνθιον, Ἀλκυόνης πατέρα, ὃν ᾄδουσι Κορίνθιοι, ἔχει τὸ παιανικὸν ἐπίφθεγμα. παρέθετο δὲ αὐτὸν Πολέμων ὁ
40περιηγητὴς ἐν τῇ πρὸς Ἀράνθιον ἐπιστολῇ. καὶ ὁ εἰς Πτολεμαῖον δὲ τὸν πρῶτον Αἰγύπτου βασιλεύσαντα παιάν ἐστιν, ὃν ᾄδουσι Ῥόδιοι· ἔχει γὰρ τὸ ἰὴ παιὰν ἐπίφθεγμα, ὥς φησι Γόργων ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν. ἐπ’ Ἀντιγόνῳ δὲ καὶ Δημητρίῳ φησὶ Φιλόχορος Ἀθηναίους ᾄδειν παιᾶνας τοὺς πεποιημένους ὑπὸ Ἑρμοκλέους τοῦ Κυζικηνοῦ, ἐφαμίλλων γενομένων
45τῶν παιᾶνας ποιησάντων 〈πολλῶν〉 καὶ τοῦ Ἑρμοκλέους προκριθέντος. ἀλλὰ μὴν καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῇ ἀπολογίᾳ τῆς ἀσεβείας, εἰ μὴ κατ‐ έψευσται ὁ λόγος, φησίν· „οὐ γὰρ ἄν ποτε Ἑρμείᾳ θύειν ὡς ἀθανάτῳ προ‐ αιρούμενος ὡς θνητῷ μνῆμα κατεσκεύαζον, καὶ ἀθανατίζειν τὴν φύσιν βου‐ λόμενος ἐπιταφίοις ἂν τιμαῖς ἐκόσμησα.“

49

Didymus in Demosth. Phil. X col. 6, 51 p. 27 Diels—Schubart: ἀλλὰ̣ γὰρ [ἔτ]ι διαλλάττουσι καὶ π[ερὶ τὴν σύλ]ληψ̣ι̣ν̣ α̣ὐτοῦ (sc. Ἑρμίου τοῦ Ἀταρνέως τυράννου) καὶ τὸν θάνατον. Ἕρμι[ππος] γὰρ ἐν τῷ περὶ Ἀρ[ι]στο‐ τέλους Β ἐν τ̣ο[ῖς δεσμο]ῖς φη[σὶ]ν αὐτὸν τελευτῆσαι, οἱ δ’ ὑπ[ὸ βασιλ]έως
5βασα[νισ]θέντα ἀνασταυρωθῆνα[ι

50

Plutarchus Alexander LIII: λέγεται δέ ποτε πολλῶν παρακεκλη‐
μένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας ὁ Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν, ὥστ’ ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπ’ αὐτόν· εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι κατ’24
5Εὐριπίδην (Bacch. 267) τὸν λαβόντα τῶν λόγων καλὰς ἀφορμὰς οὐ μέγ’ ἔργον εὖ λέγειν. „ἀλλ’ ἔνδειξαι, φάναι, τὴν σαυτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶ βελτίους γένωνται μαθόντες ἃ πλημμελοῦσιν.“ οὕτω δὴ τὸν ἄνδρα πρὸς τὴν παλινῳδίαν τραπόμενον πολλὰ παρρησιάσασθαι κατὰ τῶν Μακε‐
10δόνων, καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως εἰπεῖν. ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς. ἐφ’ ᾧ πικρὸν καὶ βαρὺ ἐγγενέσθαι μῖσος τοῖς Μακεδόσιν, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν, ὡς οὐ τῆς δεινότητος ὁ Καλλισθένης ἀλλὰ τῆς δυσμενείας Μακεδόσιν
15ἀπόδειξιν δέδωκε. ταῦτα μὲν οὖν ὁ Ἕρμιππός φησι τὸν ἀναγνώστην τοῦ Καλλισθένους Στροῖβον Ἀριστοτέλει διηγεῖσθαι, τὸν δὲ Καλλισθένην συνέντα τὴν ἀλλοτριότητα τοῦ βασιλέως δὶς ἢ τρὶς ἀπιόντα πρὸς αὑτὸν εἰπεῖν (Homer Φ 107) κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων.

51

Athenaeus 21 a: Ἕρμιππος δέ φησι Θεόφραστον παραγίνεσθαι εἰς τὸν Περίπατον καθ’ ὥραν λαμπρὸν καὶ ἐξησκημένον, εἴτα καθίσαντα διατί‐ θεσθαι τὸν λόγον οὐδεμιᾶς ἀπεχόμενον κινήσεως οὐδὲ σχήματος ἑνός. καί ποτε ὀψοφάγον μιμούμενον ἐξείραντα τὴν γλῶσσαν περιλείχειν τὰ χείλη.

52

Diogenes Laertius II 55: φησὶ δ’ Ἀριστοτέλης ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ τῷ πατρὶ χαριζό‐ μενοι. ἀλλὰ καὶ Ἕρμιππος ἐν τῷ περὶ Θεοφράστου καὶ Ἰσοκράτην Γρύλλου φησὶ ἐγκώμιον γεγραφέναι.

53

Diogenes Laertius V 41: Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν (sc. Θεόφραστον) ἐν φορείῳ περιφέρεσθαι· καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην
τὸν Κυρηναῖον.25

54

Subscriptio in Theophrasti Metaphysica p. 38 Ross‐ Fobes: τοῦτο τὸ βιβλίον Ἀνδρόνικος μὲν καὶ Ἕρμιππος ἀγνοοῦσιν, οὐδὲ γὰρ μνείαν αὐτοῦ ὅλως πεποίηνται ἐν τῇ ἀναγραφῇ τῶν Θεο‐ φράστου βιβλίων. Νικόλαος δὲ ἐν τῇ θεωρίᾳ τῶν Ἀριστοτέλους μετὰ
5τὰ φυσικὰ μνημονεύει αὐτοῦ λέγων εἶναι Θεοφράστου.

55

Theophrastus Historia plantarum VII Subscriptio cod. Urbinat. (cf. Moraux 211, 3): Θεοφράστου περὶ φυτῶν ἱστορίας τὸ ηʹ. Ἕρμιππος δὲ περὶ φρυγανικῶν καὶ ποιωδῶν, Ἀνδρόνικος δὲ περὶ φυτῶν ἱστορίας.

56

Athenaeus 252c: Ἀττάλου δὲ τοῦ βασιλέως ἐγένετο κόλαξ καὶ διδάσκαλος Λυσίμαχος, ὃν Καλλίμαχος μὲν Θεοδώρειον ἀναγράφει, Ἕρμιπ‐ πος δ’ ἐν τοῖς Θεοφράστου μαθηταῖς καταλέγει. οὗτος δ’ ὁ ἀνὴρ καὶ περὶ τῆς Ἀττάλου παιδείας συγγέγραφε βίβλους πᾶσαν κολακείαν ἐμφαινούσας.

57

Diogenes Laertius V 67: ἦν δὲ καὶ καθαρώτατος τὴν στολήν (sc. Λύκων), ὡς ἀνυπερβλήτῳ χρῆσθαι μαλακότητι ἱματίων, καθά φησιν Ἕρμιππος.

58

Diogenes Laertius V 78 (Demetr. Phal. fr. 69 W): φησὶ δ’ αὐτὸν (sc. Δημήτριον) Ἕρμιππος μετὰ τὸν Κασσάνδρου θάνατον φοβηθέντα Ἀντί‐ γονον παρὰ Πτολεμαῖον ἐλθεῖν τὸν Σωτῆρα· κἀκεῖ χρόνον ἱκανὸν διατρίβοντα συμβουλεύειν τῷ Πτολεμαίῳ πρὸς τοῖς ἄλλοις καὶ τὴν βασιλείαν τοῖς ἐξ
5Εὐρυδίκης περιθεῖναι παισί. τοῦ δὲ οὐ πεισθέντος ἀλλὰ παραδόντος τὸ διάδημα τῷ ἐκ Βερενίκης, μετὰ τὴν ἐκείνου τελευτὴν ἀξιωθῆναι πρὸς τούτου παραφυλάτ‐ τεσθαι ἐν τῇ χώρᾳ μέχρι τι δόξει περὶ αὐτοῦ. ἐνταῦθα ἀθυμότερον διῆγε· καί πως ὑπνώττων ὑπ’ ἀσπίδος τὴν χεῖρα δηχθεὶς τὸν βίον μεθῆκε. καὶ
τέθαπται ἐν τῷ Βουσιρίτῃ νομῷ πλησίον Διοσπόλεως.26

59

Diogenes Laertius VII 184: τοῦτον (sc. Χρύσιππον) ἐν τῷ Ὠιδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντ’ ἔτη, κατὰ τὴν τρίτην καὶ
5τετταρακοστὴν 〈καὶ ἑκατοστὴν〉 ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς.

60

Diogenes Laertius X 2: φησὶ δ’ Ἕρμιππος γραμματοδιδάσκαλον αὐτὸν (sc. Ἐπίκουρον) γεγενῆσθαι, ἔπειτα μέντοι περιτυχόντα τοῖς Δη‐ μοκρίτου βιβλίοις ἐπὶ φιλοσοφίαν ᾆξαι. διὸ καὶ τὸν Τίμωνα φάσκειν περὶ αὐτοῦ·
5ὕστατος αὖ φυσικῶν καὶ κύντατος ἐκ Σάμου ἐλθὼν γραμμοδιδασκαλίδης ἀναγωγότατος ζωόντων.

61

Diogenes Laertius X 15: τελευτῆσαι δ’ αὐτὸν (sc. Ἐπίκουρον) λίθῳ τῶν οὔρων ἐπισχεθέντων, ὥς φησι καὶ Ἕρμαρχος ἐν ἐπιστολαῖς (fr. 47 Krohn), ἡμέρας νοσήσαντα τετταρεσκαίδεκα. ὅτε καί φησιν Ἕρμιππος ἐμβάντα αὐτὸν εἰς πύελον χαλκῆν κεκραμένην ὕδατι θερμῷ καὶ αἰτήσαντα
5ἄκρατον ῥοφῆσαι τοῖς τε φίλοις παραγγείλαντα τῶν δογμάτων μεμνῆσθαι οὕτω τελευτῆσαι.

62

Marcellinus Vita Thucydidis 18: ὁ δὲ Ἕρμιππος καὶ ἀπὸ τῶν Πεισιστρατιδῶν αὐτὸν (sc. τὸν Θουκυδίδην) λέγει τῶν τυράννων ἕλκειν τὸ γένος, διὸ καὶ διαφθονεῖν αὐτόν φησιν ἐν τῇ συγγραφῇ τοῖς περὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, λέγοντα ὡς οὐκ ἐγένοντο τυραννοφόνοι· οὐ γὰρ ἐφόνευσαν
5τὸν τύραννον, ἀλλὰ τὸν ἀδελφὸν τοῦ τυράννου Ἵππαρχον.27

63

Athenaeus 505d: Ἕρμιππος δὲ ἐν τῇ περὶ Γοργίου· ὡς ἐπεδή‐ μησε, φησί, ταῖς Ἀθήναις Γοργίας μετὰ τὸ ποιήσασθαι τὴν ἀνάθεσιν τῆς ἐν Δελφοῖς ἑαυτοῦ χρυσῆς εἰκόνος, εἰπόντος τοῦ Πλάτωνος, ὅτε εἶδεν αὐτόν· „ἥκει ἡμῖν ὁ καλός τε καὶ χρυσοῦς Γοργίασ“ ἔφη ὁ Γοργίας „ἦ καλόν γε
5αἱ Ἀθῆναι [καὶ] νέον τοῦτον Ἀρχίλοχον ἐνηνόχασιν“.

64

Hypothesis Isocrates II ad Nicoclem: Ἕρμιππος δέ φησιν ἐν τῷ περὶ τοῦ Ἰσοκράτους, παρατιθέμενος Εὔανδρόν τινα κατὰ τῶν σοφιστῶν εἰρηκότα, ὡς ὅτι λαβὼν εἴκοσι τάλαντα παρὰ τοῦ Νικοκλέους αὐτὸς ὁ Ἰσο‐ κράτης, ἔπεμψεν αὐτῷ τὸν λόγον τοῦτον, τελευτήσαντος τοῦ Εὐαγόρου, ὥσπερ
5καὶ τούτῳ βουλόμενος χρήσιμος γενέσθαι μετὰ τὴν τοῦ πατρὸς τελευτήν.

65

Athenaeus 592d: Ἕρμιππος δ’ ἐν τῷ περὶ Ἰσοκράτους προβαίνοντά φησι τῇ ἡλικίᾳ τὸν Ἰσοκράτη ἀναλαβεῖν Λαγίσκαν τὴν ἑταίραν εἰς τὴν οἰκίαν, ἐξ ἧς καὶ γενέσθαι αὐτῷ θυγάτριον. μνημονεύει δ’ αὐτῆς Στράττις ἐν τούτοις (I p. 712 Kock)
5καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι τόν τ’ αὐλοτρύπην αὐτὸν ...

66

Hypothesis Isocrates V Philippus: ἔγραψε δὲ ὁ Ἰσοκράτης τὸν λόγον γέρων ὤν, μικρὸν πρὸ τῆς ἑαυτοῦ καὶ Φιλίππου τελευτῆς, ὥς φησιν ὁ
Ἕρμιππος.28

67

Harpocration Εὐθίας? Ὑπερείδης ὑπὲρ Φρύνης. τῶν ἐπὶ συκο‐ φαντίᾳ διαβεβλημένων ἦν ὁ Εὐθίας. τὸν μέντοι λόγον αὐτῷ τὸν κατὰ Φρύνης Ἀναξιμένην πεποιηκέναι φησὶν Ἕρμιππος.

68a1

Athenaeus 590c: Ὑπερείδης δ’ ὁ ῥήτωρ ἐκ τῆς πατρῴας οἰκίας τὸν υἱὸν ἀποβαλὼν Γλαύκιππον Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν ἀνέλαβε καὶ ταύτην μὲν ἐν ἄστει εἶχεν, ἐν Πειραιεῖ δὲ Ἀρισταγόραν, Φίλαν δ’ ἐν Ἐλευσῖνι ἣν πολλῶν ὠνησάμενος χρημάτων εἶχεν ἐλευθερώσας, ὕστερον δὲ
5καὶ οἰκουρὸν αὐτὴν ἐποιήσατο, ὡς Ἰδομενεὺς ἱστορεῖ (FGrHist 338 F 14). ἐν δὲ τῷ ὑπὲρ Φρύνης λόγῳ Ὑπερείδης ὁμολογῶν ἐρᾶν τῆς γυναικὸς καὶ οὐδέπω τοῦ ἔρωτος ἀπηλλαγμένος τὴν προειρημένην Μυρρίνην εἰς τὴν οἰκίαν εἰσήγαγεν. ἦν δ’ ἡ Φρύνη ἐκ Θεσπιῶν. κρινομένη δ’ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ ἀπέφυγεν· διόπερ ὀργισθεὶς ὁ Εὐθίας οὐκ ἔτι εἶπεν ἄλλην δίκην,
10ὥς φησιν Ἕρμιππος. ὁ δὲ Ὑπερείδης συναγορεύων τῇ Φρύνῃ, ὡς οὐδὲν ἤνυε λέγων ἐπίδοξοί τε ἦσαν οἱ δικασταὶ καταψηφιούμενοι, παραγαγὼν αὐτὴν εἰς τοὐμφανὲς καὶ περιρρήξας τοὺς χιτωνίσκους γυμνά τε τὰ στέρνα ποιήσας τοὺς ἐπιλογικοὺς οἴκτους ἐκ τῆς ὄψεως αὐτῆς ἐπερρητόρευσεν δει‐ σιδαιμονῆσαί τε ἐποίησεν τοὺς δικαστὰς τὴν ὑποφῆτιν καὶ ζάκορον Ἀφρο‐
15δίτης ἐλέῳ χαρισαμένους μὴ ἀποκτεῖναι. καὶ ἀφεθείσης ἐγράφη μετὰ ταῦτα ψήφισμα, μηδένα οἰκτίζεσθαι τῶν λεγόντων ὑπέρ τινος μηδὲ βλεπόμενον τὸν κατηγορούμενον ἢ τὴν κατηγορουμένην κρίνεσθαι.

68a, 2

Athenaeus 342c: καὶ Ἕρμιππος δέ φησιν ἐν τρίτῳ περὶ τῶν Ἰσοκράτους μαθητῶν ἑωθινὸν τὸν Ὑπερείδην ποιεῖσθαι ἀεὶ τοὺς περι‐ πάτους ἐν τοῖς ἰχθύσι.

68b

Ps. Plutarchus De vitis decem oratorum 849a: μετὰ τὰ περὶ Κραννῶνα συμβάντα ἐξαιτηθεὶς ὑπὸ Ἀντιπάτρου (sc. Ὑπερείδης) καὶ μέλλων ἐκδίδοσθαι ὑπὸ τοῦ δήμου ἔφυγεν ἐκ τῆς πόλεως εἰς Αἴγιναν ἅμα τοῖς κατεψηφισμένοις· καὶ συμβαλὼν Δημοσθένει καὶ περὶ τῆς διαφορᾶς
5ἀπολογησάμενος ἀπαλλαγεὶς ἐκεῖθεν ὑπ’ Ἀρχίου τοῦ φυγαδοθήρου ἐπικληθέν‐ τος, Θουρίου μὲν τὸ γένος ὑποκριτοῦ δὲ τὰ πρῶτα τότε δὲ τῷ Ἀντιπάτρῳ βοηθοῦντος, ἐλήφθη πρὸς βίαν ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος ἐχόμενος 〈τοῦ〉 ἀγάλματος. καὶ ἀχθεὶς πρὸς Ἀντίπατρον εἰς Κόρινθον ἔπειτα βασανιζόμενος
διέφαγε τὴν γλῶτταν, ὥστε μηδὲν ἐξειπεῖν τῶν τῆς πόλεως ἀπορρήτων δυνηθῆναι·29
10καὶ οὕτως ἐτελεύτησε Πυανεψιῶνος ἐνάτῃ ἱσταμένου. Ἕρμιππος δέ φησιν αὐτὸν γλωττοτομηθῆναι εἰς Μακεδονίαν ἐλθόντα καὶ ῥιφῆναι ἄταφον, Ἀλφί‐ νουν δὲ ἀνεψιὸν ὄντα αὐτῷ, ἢ ὥς τινες Γλαύκιππον τὸν υἱὸν διὰ Φιλοπείθους τινὸς ἰατροῦ λαβόντα ἐξουσίαν τοῦ σώματος καῦσαι αὐτὸν καὶ τὰ ὀστᾶ κομίσαι εἰς Ἀθήνας τοῖς προσήκουσι, παρὰ τὰ Ἀθηναίων καὶ Μακεδόνων δόγματα·
15οὐ μόνον γὰρ κελεῦσαι αὐτοὺς φυγεῖν, ἀλλὰ μηδ’ ἐν τῇ οἰκείᾳ ταφῆναι. οἱ δ’ ἐν Κλεωναῖς ἀποθανεῖν αὐτὸν λέγουσιν, ἀπαχθέντα μετὰ τῶν ἄλλων, ὅπου γλωττοτομηθῆναι καὶ διαφθαρῆναι ὃν προείρηται τρόπον. τοὺς δ’ οἰκείους τὰ ὀστᾶ λαβόντας θάψαι †τε† ἅμα τοῖς γονεῦσι πρὸ τῶν ἱππάδων πυλῶν, ὥς φησιν Διόδωρος ἐν τῷ τρίτῳ περὶ μνημάτων.———————
20 ἐγένετο δὲ καὶ πρὸς τὰ ἀφροδίσια καταφερής (sc. Ὑπερείδης), ὡς ἐκβαλεῖν μὲν τὸν υἱὸν εἰσαγαγεῖν δὲ Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν, ἐν Πειραιεῖ δ’ ἔχειν Ἀρισταγόραν, ἐν Ἐλευσῖνι δ’ ἐν τοῖς ἰδίοις κτήμασι Φίλαν τὴν Θη‐ βαίαν, εἴκοσι μνῶν λυτρωσάμενος. ἐποιεῖτό τε τὸν περίπατον ἐν τῇ ἰχθυοπώλιδι ὁσημέραι. ὡς εἰκὸς δὲ καὶ [δίκη] Φρύνῃ τῇ ἑταίρᾳ ἀσεβεῖν κρινομένῃ συνεξ‐
25ετάσθη. αὐτὸς γὰρ τοῦτο ἐν ἀρχῇ τοῦ λόγου δηλοῖ. μελλούσης δ’ αὐτῆς ἁλί‐ σκεσθαι παραγαγὼν εἰς μέσον καὶ περιρρήξας τὴν ἐσθῆτα ἐπέδειξε τὰ στέρνα τῆς γυναικός. καὶ τῶν δικαστῶν εἰς τὸ κάλλος ἀπιδόντων ἀφείθη.

69

Dionysius Halic. De Isaeo 1: γενέσεως δὲ καὶ τελευτῆς τοῦ ῥήτορος ἀκριβῆ χρόνον εἰπεῖν οὐκ ἔχω οὐδὲ δὴ περὶ τοῦ βίου τἀνδρός, οἷός τις ἦν, οὐδὲ περὶ τῆς προαιρέσεως τῶν πολιτευμάτων, οὐδὲ ἀρχὴν εἰ προείλετό τινα ἢ πολιτείαν, οὐδ’ ὅλως περὶ τῶν τοιούτων οὐδενὸς διὰ τὸ μηδὲ τοιαύτῃ
5περιτυγχάνειν ἱστορίᾳ. οὐδὲ γὰρ ὁ τοὺς Ἰσοκράτους μαθητὰς ἀναγράψας Ἕρμιππος, ἀκριβὴς ἐν τοῖς ἄλλοις γενόμενος, ὑπὲρ τοῦδε τοῦ ῥήτορος οὐδὲν εἴρηκεν ἔξω δυεῖν τούτων, ὅτι διήκουσε μὲν Ἰσοκράτους, καθηγήσατο δὲ Δημοσθένους.

70

Harpocratio Isaeus: εἷς μέν ἐστι τῶν ιʹ ῥητόρων οὗτος, μαθητὴς δὲ Ἰσοκράτους, διδάσκαλος δὲ Δημοσθένους, Ἀθηναῖος τὸ γένος, καθά φησιν Ἕρμιππος ἐν βʹ περὶ τῶν Ἰσοκράτους μαθητῶν. Δημήτριος δ’ ἐν τοῖς περὶ ὁμωνύμων ποιητῶν Χαλκιδέα φησὶν αὐτὸν εἶναι.30

71

Plutarchus Demosthenes V: Ἕρμιππος δέ φησιν ἀδεσπότοις ὑπομνήμασιν ἐντυχεῖν, ἐν οἷς ἐγέγραπτο τὸν Δημοσθένη συνεσχολακέναι Πλάτωνι καὶ πλεῖστον εἰς τοὺς λόγους ὠφελῆσθαι, Κτησιβίου δὲ μέμνηται λέγοντος παρὰ Καλλίου τοῦ Συρακουσίου καί τινων ἄλλων τὰς Ἰσοκράτους
5τέχνας καὶ τὰς Ἀλκιδάμαντος κρύφα λαβόντα τὸν Δημοσθένη καταμαθεῖν.

73

Plutarchus Demosthenes XXX: τὸ δὲ φάρμακον Ἀρίστων μὲν ἐκ τοῦ καλάμου φησὶ λαβεῖν αὐτόν, ὡς εἴρηται. Πάππος δέ τις, οὗ τὴν ἱστορίαν Ἕρμιππος ἀνείληφε, φησὶ πεσόντος αὐτοῦ παρὰ τὸν βωμὸν ἐν μὲν τῷ βιβλίῳ γεγραμμένην ἐπιστολῆς ἀρχὴν εὑρεθῆναι „Δημοσθένης Ἀντιπά‐
5τρῳ“ καὶ μηδὲν ἄλλο. θαυμαζομένης δὲ τῆς περὶ τὸν θάνατον ὀξύτητος διηγήσασθαι τοὺς παρὰ ταῖς θύραις Θρᾷκας, ὡς ἔκ τινος ῥακίου λαβὼν εἰς τὴν χεῖρα προσθοῖτο τῷ στόματι καὶ καταπίοι τὸ φάρμακον· αὐτοὶ δ’ ἄρα χρυσίον ᾠήθησαν εἶναι τὸ καταπινόμενον· ἡ δ’ ὑπηρετοῦσα παιδίσκη, πυνθα‐ νομένων τῶν περὶ τὸν Ἀρχίαν, φαίη πολὺν εἶναι χρόνον ἐξ οὗ φοροίη τὸν
10ἀπόδεσμον ἐκεῖνον ὁ Δημοσθένης ὡς φυλακτήριον.31

74

Plutarchus Demosthenes XI: Αἰσίωνα δέ φησιν Ἕρμιππος ἐπερωτηθέντα περὶ τῶν πάλαι ῥητόρων καὶ τῶν καθ’ αὑτὸν εἰπεῖν, ὡς ἀκούων μὲν ἄν τις ἐθαύμασεν ἐκείνους εὐκόσμως καὶ μεγαλοπρεπῶς τῷ δήμῳ δια‐ λεγομένους, ἀναγινωκόμενοι δ’ οἱ Δημοσθένους λόγοι πολὺ τῇ κατασκευῇ
5καὶ δυνάμει διαφέρουσιν.

75

Suda s. v. Δημοσθένης 454: Ἀθηναῖος, υἱὸς Δημοσθένους καὶ Κλεοβούλης, ῥήτωρ, τῶν δήμων Παιανιεύς· ἐπιμελὴς μᾶλλον ἢ εὐφυής, ὡς Ἕρμιππος ἱστορεῖ· καὶ πρὸς τὰς ἡδονὰς ἀκόλαστος, ὡς καὶ τοῦτό φησιν ὁ αὐτός. ὅθεν καὶ νέος μὲν ὢν Βάταλος ἐκλήθη, ὡς καὶ γυναικείᾳ ἐσθῆτι πολ‐
5λάκις χρησάμενος· Ἀργὰς δὲ μετὰ τὸ εἰς ἄνδρας τελέσαι· ὅπερ ἐστὶν ὄνομα ὄφεως. ἐπεθύμησε δὲ ῥητορικῆς Καλλίστρατον θεασάμενος τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. διήκουσε δὲ Ἰσαίου τοῦ Ἰσοκράτους μαθητοῦ, καὶ τοῖς λόγοις ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφιπολίτου, σοφιστεύοντος ἐν Ἀθήναις, καὶ Πολυκράτους καὶ Ἀλκιδάμαντος τοῦ Γοργίου μαθητοῦ καὶ αὐτοῦ μέντοι
10Ἰσοκράτους. συνεφιλολόγησε δὲ Αἰσχίωνι τῷ Ἀθηναίῳ καὶ Θεοπόμπῳ τῷ Χίῳ φιλοσόφῳ. διηκροάσατο δὲ καὶ Εὐβουλίδου τοῦ διαλεκτικοῦ καὶ Πλάτωνος.

76

Plutarchus Demosthenes XXVIII: Ἕρμιππος δὲ τὸν Ἀρχίαν ἐν τοῖς Λακρίτου τοῦ ῥήτορος μαθηταῖς ἀναγράφει.

77

Athenaeus 451 e: Θεοδέκτην δὲ τὸν Φασηλίτην φησὶν Ἕρμιππος ἐν τοῖς περὶ τῶν Ἰσοκράτους μαθητῶν ἱκανώτατον γεγονέναι ἀνευρεῖν τὸν προβληθέντα γρῖφον καὶ αὐτὸν προβαλεῖν ἑτέροις ἐπιδεξίως, οἷον τὸν περὶ τῆς σκιᾶς. ἔφη γὰρ εἶναί τινα φύσιν, ἣ περὶ τὴν γένεσιν καὶ φθίσιν ἐστὶ μεγίστη,
5περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. λέγει δὲ οὕτως·
τίς φύσις οὔθ’ ὅσα γαῖα φέρει τροφὸς οὔθ’ ὅσα πόντος
οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν,
ἀλλ’ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη,
ἐν δὲ μέσαις ἀκμαῖς μικρά, γήρᾳ δὲ πρὸς αὐτῷ
10
μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων. κἀν τῷ Οἰδίποδι δὲ τῇ τραγωδίᾳ τὴν νύκτα καὶ τὴν ἡμέραν εἴρηκεν αἰνιτ‐ τόμενος·
εἰσὶ κασίγνηται διτταί, ὧν ἡ μία τίκτει
τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦς’ ὑπὸ τῆσδε τεκνοῦται.
32

78

Athenaeus 21 c: Ἕρμιππος δέ φησι Θεόκριτον τὸν Χῖον ὡς ἀπαίδευτον μέμφεσθαι τὴν Ἀναξιμένους περιβολήν.

79

Vita Aeschinis, Aeschinis orationes ed. Schultz p. 5, Martin‐ de Budé I p. 7: ὅτι μαθητὴς ἐγένετο (sc. Αἰσχίνης), ὡς μὲν Δημήτριος ὁ Φαληρεύς φησι (fr. 171 W), Σωκράτους τοῦ φιλοσόφου, εἶθ’ ὕστερον Πλάτωνος, ὡς δὲ Καικίλιος (126 a p. 108 Ofenloch) καὶ Ἰδομενεὺς (FGrHist
5338 F 13) καὶ Ἕρμιππος ἱστοροῦσιν, οὐκ ἤκουσε τούτων τῶν ἀνδρῶν μαθή‐ σεως χάριν. φασὶ γὰρ ὡς ὅτι οὐδὲν τοῦ χαρακτῆρος τοῦ Πλατωνικοῦ σώζει, οὔτε τὸ ἀκριβὲς καὶ καθαρὸν οὔτε τὸ ἀπέριττον καὶ εὔρυθμον, ἀλλὰ κεχηνυῖά πώς ἐστιν αὐτοῦ ἡ ἰδέα τοῦ λόγου καὶ ἄτεχνος μὲν καὶ προπετὴς καὶ εὐχερῶς ἐπὶ τὸ λοιδορεῖν αἰσχρῶς καὶ ἀπρεπῶς ῥήτορι ἐξαγομένη, ἔχουσα δέ τι καὶ
10εὐφυὲς καὶ εὐάγωγον καὶ οἷον ἂν γένοιτό τινι ἐκ φύσεως καὶ μελέτης ἀφανοῦς.

81

Origenes Contra Celsum I 15 p. 67 Koetschau: λέγεται δὲ καὶ Ἕρμιππος ἐν τῷ πρώτῳ περὶ νομοθετῶν ἱστορηκέναι Πυθαγόραν τὴν ἑαυτοῦ φιλοσοφίαν ἀπὸ Ἰουδαίων εἰς Ἕλληνας ἀγαγεῖν.

82

Oxyrhynchus Papyri 1367 fr. 1 col. I: Ἡρακλείδου Ἐπιτομὴ τῶν Ἑρμίππου Περὶ νομοθετῶν.
Ι [....]ᾳ.[...σ]υντ[......]α[....]ι̣ση δι[ὸ] καί τινες δ̣[ί]κ̣[η]ν̣ ἐπήνεγ‐ καν αὐ[τ]ῷ̣ ἑκατὸν καὶ ἐνενήκο[ν]τα ταλάντων ὡς παρὰ [Πτο]λεμαίου33
5λαβόντος. εἰς [τὴ]ν πόλιν ταύτην δ’ ἀ[πο]φυγόντος ἄλλην ἐπή[νε]γκαν ταλάντων [ἑκατὸν] πεντήκοντα. [κ]α[ὶ ὁ μ]ὲ̣ν εἰς Κόρινθον ᾤχε[το], καταδι̣κ̣ασθεὶς δὲ ἐπ̣[ω]λεῖτο πρὸς τὴν κ[α]ταδίκην μετὰ τῶν ὑ[π]αρχόντων. οὐδενὸς δὲ [τ]ῶν πολιτῶν ὠνουμ[έ]νου οἵ τε ἀγροὶ διεφθάρησαν καὶ ἡ οἰκ[ί]α συνέπεσεν. ΙΙ Δημώναξ ὁ βασι[λε]ὺς Μαντινέων· λέγε[ται] Κυρηναί[οις] νομο[θε]τῆσαι
10καὶ [ἐ]ς̣ Δελφοὺς [π]αραγενό[μ]ε̣ν̣[ος...] δ̣ι̣[δό]ναι τὰ [........]..[...] ε̣· γ̣ρα[........]κ̣ε̣[.συ]μμα...Μαντιν]έων [βα]σιλεὺς [ὁ Δημώ]ν̣αξ φ[....] ..[. ] [προ]σνίμας Βαρκαίο[ις....].α... ι̣τε.[.].[... ....]εν̣ Μα̣ν‐ τ[ιν...
spatium XXIX columnarum
15πρ[ δια[ ωσ[ [..].α κ̣αθ εν α̣[...]κ̣ουν[...].ο̣ν ἐξο̣ντ[....] [...]Λ̣ι̣β̣ύην η̣[...] μέ‐ [μ]νηται καὶ τοῦ Δ̣[η]μώ[να]κτος καὶ Ἡρόδο̣[το]ς [ὡς ὑ]πὸ Μαν[τ]ινέ[ων]
20[δο]θ̣είη Κ̣υ̣[ρη]να̣[ίοι]ς ἐκ [θε]ο̣προπί̣ου νομ[ο]θ[έτ]ης. ΙΙΙ [Ἀ]θ̣ηναί[ο]ις Κέκροπα τὸν [διφυ]ῇ̣ καὶ γηγενῆ βα[σι]λ̣[εύ]ο̣ντα πρῶτον [νομο]θετῆσαί φασι. τῶν [νόμ]ω̣ν δ’ αὐτοῦ τοὺς [......].δ̣ο̣ν εὐδοκιμῆ[σαι. Φι]λόχορος (FGrHist 328 F 96) δὲ τὰ τῶ̣[ν]...πρ..δια....ως..κον‐ [.....]α̣[......]κα.[.].α̣νι̣κ̣η̣σ̣[......] Βουζύγης νομο[θετῆ]σαι· μέμνη‐
25ται δ’ α[ὐτοῦ] καὶ Λᾶσος ὁ ποιη[τής]· Ἀρχίμαχον̣ δὲ φ[ασὶ θές] [θαι [τινὰς νόμου[ς καὶ] [δι]ορθ̣ῶσαι· χρησ̣[τοὺς δὲ] [τοὺ]ς̣ ὑπ’ αὐτὸν τεθ[έν]τας̣ [.].ν δὲ παραν̣[...] η̣νπ[.].ν χρωμεν̣[... ]εσ̣ι̣ο̣[.] βα[σ]ιλικ[...]υ̣ν̣ο̣[.
]ατε̣.[...]ατο.ολ[..]ν̣α[ ]ρωτ̣[...].. ταύτην οτ̣[. [....]κην̣ βουλευτὰ[ς ] ..τετ̣ρακοσίους· .[.

83

Athenaeus 154d: Ἕρμιππος δ’ ἐν αʹ περὶ νομοθετῶν τῶν μονο‐ μαχούντων εὑρετὰς ἀποφαίνει Μαντινεῖς Δημώνακτος ἑνὸς τῶν πολιτῶν συμβουλεύσαντος, καὶ ζηλωτὰς τούτων γενέσθαι Κυρηναίους.

84

Porphyrius De abstinentia IV 22 (Xenocrates fr. 98 Heinze): τῶν τοίνυν Ἀθήνησι νομοθετῶν Τριπτόλεμον παλαιότατον παρειλήφαμεν.
περὶ οὗ Ἕρμιππος ἐν δευτέρῳ περὶ τῶν νομοθετῶν γράφει ταῦτα· φασὶ δὲ καὶ Τριπτόλεμον Ἀθηναίοις νομοθετῆσαι, καὶ τῶν νόμων αὐτοῦ τρεῖς ἔτι34
5Ξενοκράτης ὁ φιλόσοφος λέγει διαμένειν Ἐλευσῖνι τούσδε· γονεῖς τιμᾶν, θεοὺς καρποῖς ἀγάλλειν, ζῷα μὴ σίνεσθαι. τοὺς μὲν οὖν δύο καλῶς παρα‐ δοθῆναι· δεῖ γὰρ τοὺς μὲν γονεῖς εὐεργέτας ἡμῶν γεγενημένους ἀντευποιεῖν ἐφ’ ὅσον ἐνδέχεται, τοῖς θεοῖς δὲ ἀφ’ ὧν ἔδωκαν ἡμῖν ὠφελίμων εἰς τὸν βίον ἀπαρχὰς ποιεῖσθαι. περὶ δὲ τοῦ τρίτου διαπορεῖ, τί ποτε διανοηθεὶς ὁ Τριπ‐
10τόλεμος παρήγγειλεν ἀπέχεσθαι τῶν ζῴων. πότερον γάρ, φησίν, ὅλως οἰόμενος εἶναι δεινὸν τὸ ὁμογενὲς κτείνειν ἢ συνιδὼν ὅτι συνέβαινεν ὑπὸ τῶν ἀνθρώπων τὰ χρησιμώτατα τῶν ζῴων εἰς τροφὴν ἀναιρεῖσθαι; βουλόμενον οὖν ἥμερον ποιῆσαι τὸν βίον πειραθῆναι καὶ τὰ συνανθρωπεύοντα καὶ μάλιστα τῶν ζῴων ἥμερα διασῴζειν. εἰ μὴ ἄρα διὰ τὸ προστάξαι τοῖς καρποῖς τοὺς θεοὺς
15τιμᾶν ὑπολαβὼν μᾶλλον ἂν διαμεῖναι τὴν τιμὴν ταύτην, εἰ μὴ γίγνοιντο τοῖς θεοῖς διὰ τῶν ζῴων θυσίαι. πολλὰς δὲ αἰτίας τοῦ Ξενοκράτους καὶ ἄλλας οὐ πάνυ ἀκριβεῖς ἀποδιδόντος ἡμῖν τοσοῦτον ἐκ τῶν εἰρημένων, ὅτι τοῦτο νενομοθέτητο ἐκ τοῦ Τριπτολέμου.

85

Plutarchus Lycurgus XXIII 2: ὁ δὲ Φαληρεὺς Δημήτριος οὐδεμιᾶς ἁψάμενον πολεμικῆς πράξεως ἐν εἰρήνῃ καταστήσασθαι τὴν πολιτείαν (sc. τὸν Λυκοῦργον φησί). ἔοικε δὲ καὶ τῆς Ὀλυμπιακῆς ἐκεχειρίας ἡ ἐπίνοια πρᾴου καὶ πρὸς εἰρήνην οἰκείως ἔχοντος ἀνδρὸς εἶναι. καίτοι φασί τινες,
5ὡς Ἕρμιππος μνημονεύει, τὸν Λυκοῦργον οὐ προσέχειν οὐδὲ κοινωνεῖν ἐν ἀρχῇ τοῖς περὶ τὸν Ἴφιτον, ἀλλὰ τυγχάνειν ἄλλως ἐπιδημοῦντα καὶ θεώμενον· ἀκοῦσαι δὲ φωνὴν ὥσπερ ἀνθρώπου τινὸς ἐξόπισθεν ἐπιτιμῶντος αὐτῷ καὶ θαυμάζοντος, ὅτι τοὺς πολίτας οὐ προτρέπεται κοινωνεῖν τῆς πανηγύρεως. ὡς δὲ μεταστραφέντος οὐδαμοῦ φανερὸς ὁ φθεγξάμενος ἦν, θεῖον ἡγησάμενον
10οὕτω πρὸς τὸν Ἴφιτον τραπέσθαι καὶ συνδιακοσμήσαντα τὴν ἑορτὴν ἐνδο‐ ξοτέραν καὶ βεβαιοτέραν καταστῆσαι.

86

Plutarchus Lycurgus V: πρῶτον μὲν ἀπεδήμησεν εἰς Δελφούς (sc. ὁ Λυκοῦργος). καὶ τῷ θεῷ θύσας καὶ χρησάμενος ἐπανῆλθε τὸν διαβόητον ἐκεῖνον χρησμὸν κομίζων, ᾧ θεοφιλῆ μὲν αὐτὸν ἡ Πυθία προσεῖπε καὶ θεὸν μᾶλλον ἢ ἄνθρωπον, εὐνομίας δὲ χρῄζοντι διδόναι καὶ καταινεῖν ἔφη τὸν
5θεὸν ἣ πολὺ κρατίστη τῶν ἄλλων ἔσται πολιτειῶν. ἐπαρθεὶς δὲ τούτοις προσ‐ ῆγε τοὺς ἀρίστους καὶ συνεφάπτεσθαι παρεκάλει, κρύφα διαλεγόμενος τοῖς φίλοις πρῶτον, εἶθ’ οὕτως κατὰ μικρὸν ἁπτόμενος πλειόνων καὶ συνιστὰς ἐπὶ τὴν πρᾶξιν. ὡς δ’ ὁ καιρὸς ἧκε, τριάκοντα τοὺς πρώτους ἐκέλευσε μετὰ
τῶν ὅπλων ἕωθεν εἰς ἀγορὰν προελθεῖν, ἐκπλήξεως ἕνεκα καὶ φόβου πρὸς35
10τοὺς ἀντιπράττοντας. ὧν εἴκοσι τοὺς ἐπιφανεστάτους Ἕρμιππος ἀνέγραψε. τὸν δὲ μάλιστα τῶν Λυκούργου ἔργων κοινωνήσαντα πάντων καὶ συμπραγμα‐ τευσάμενον τὰ περὶ τοὺς νόμους Ἀρθμιάδαν ὀνομάζουσιν.

87

Athenaeus 555b: καὶ γὰρ τὰς γαμετὰς ὁ καλὸς ἡμῶν ἑστιάτωρ ἐπαινῶν Ἕρμιππον ἔφη ἐν τοῖς περὶ νομοθετῶν ἱστορεῖν ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημά τι σκοτεινὸν πᾶσαι ἐνεκλείοντο αἱ κόραι, συνεγκλειομένων καὶ τῶν ἀγάμων νεανίσκων· καὶ ἕκαστος ἧς ἐπιλάβοιτο ταύτην ἀπῆγεν ἄπροικον.
5διὸ καὶ Λύσανδρον ἐζημίωσαν, ὅτι καταλιπὼν τὴν προτέραν ἑτέραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι.

88

Athenaeus 619b: ᾔδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παρ’ οἶνον, ὡς Ἕρμιππός φησιν ἐν ἕκτῳ περὶ νομοθετῶν.

89

Academicorum Philosophorum Index Herculanensis ed. S. Mekler p. 28 col. XI 1 ff.: Πελ]ληνέως [τ]οῦ Χαίρωνο[ς, ἐ]π̣ειδήπερ οὐ[θὲν] ἐνποδών ἐστι, παραθετέον ἃ κατεχώ[ρισε]ν Ἕρμιππος ἐν τῷ πε[ρὶ τ]ῶν ἀπὸ φιλοσοφίας εἰς [τυραννίδ]ας καὶ δυναστεί[ας μεθεσ]τηκότων· Χαί[ρ]ων
5δ’ ὁ [Πε]λ[λην]εὺς ἐν Ἀκαδημείαι μ[ὲν] παρὰ Πλάτ[ωνι] καὶ Ξενοκράτει [οὐκ] ἔμ[εινε]ν, ἀ̣[λλ]ὰ ν̣[ε]νικ̣η̣κὼς [δὶς πά]λην ἄνδ[ρα]ς, ἀπτὼς .... τρὶς .....τετα· [τρ]ὶς δὲ Πυθ̣[ίοις παλαίσα]ντα τὸν γεν̣[ναίοις ἄθλ]ο̣ις τ... τ.....στέφανον? ..ον .....ιαισοε̣ις..... ..... [Δικ]α̣ίαρχός φησιν ἰό̣ντα. ἀλλ’ ἀποδειξ̣άμενος διὰ τόλ̣μης̣ ἔργα κα[κήθους?] ..... ατων ..........
10νσοζω....... ἄρι]στος π[αλαιστή?]..... ῃ του.......α..ατ...... κατ]αφρονοῦν̣[τες?] ........ φη .. α περὶ.. ............ αν ........... τες........κον ὑπεν̣[αντίον] ..ν ἐν τῶι π̣ρὸς ....... Ἀντιπάτ[ρ]ου
ς......ῃ δι[ὰ] Κορράγ̣ο̣[υ— αὐ]τὸ[ν δὲ] μετὰ τού[το]υ̣ κα[ὶ τῶ]ν ἐμ Πελ‐ λοπονήσωι στρατιωτῶν κατασχ̣ό[ντ]α̣ τ̣ὴν πατρίδα τοὺς μὲν [πο]λίτας ἐγβα‐36
15λεῖν, το[ῖς] δού[λοις δὲ τὰ] κτήματά [τε τῶν] δ̣[εσπο]τ̣ῶν καὶ τὰς γυν[αῖκας] δοῦνα[ι]. Φαινίας δ’ αὐ[τὸν] λ̣έγει φιλότιμον ἐμ πλεο̣ν̣εξίαι γενόμενον καὶ τῆ[ς Ὀλ]υμπικῆς νίκης [οὐ] κατ’ ἀξία̣ν τύραννον [ἀν]αφανῆ[ν]αι [θ]εα[τρι]κόν. ἐ[πι]χ̣ειρῆσαι δ[έ] τινες αὐτὸν̣ λ̣έγο̣υσι κ[αὶ] πόλιν κτίσ[αι Χαι]ρών̣ει[αν] ἐγγ[ὺ]ς τῶ[ν καλ]ουμένω[ν] Μεγαρικ[ῶν ......] κεων· τε[λευτὴν δ’] αὐτῶ[ι]
20λέγε[ιν δεινῶς] ἐπισ[τα]μένω[ι καὶ γενομέν]ωι π[αρα]βο[λωτάτωι τὸν] χαρ[ακ]τῆ[ρα] ......... την ............... μεν ........... οδω ..... ωλισο. εντας ..τ .......τωσα ....ντας .....ν, ὁ δ’ εἰρημένος [τὴν Ξεν]οκράτ̣[ο]υ̣ς σχολὴν ........ μᾶλλο̣[ν] ἢ τὰ ........
frusta
25
lacuna
frusta π]ρὸς τοὺς α ... τοτια ... πρέσβεις α[ὐ]τῶι διὰ̣ Κ̣[ο]ρράγου καὶ τῶν μετὰ τούτου χιλίων ἐν Π̣ε[λο]πο̣ννήσωι .........

90

Stoicorum Index Herculanensis col. XVI ed. Traversa: Ἑρ]μίππῳ γρά(φεται ἐν) τῷ περὶ τῶν ἀ[πὸ φιλο]σοφίας εἰς δυνα[στεί]ας. με[τα]στάντω̣[ν

91

Athenaeus 162c: (Πεσαῖος....) ὃς περὶ ταῦτα (sc. sympotische Fragen) τὴν διάνοιαν ἀεὶ στρέφων πιστευθείς, ὥς φησιν Ἕρμιππος, ὑπ’ Ἀντιγόνου τὴν Ἀκροκόρινθον κωθωνιζόμενος ἐξέπεσεν καὶ αὐτῆς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ
5Σικυωνίου Ἀράτου, ὁ πρότερον ἐν τοῖς διαλόγοις πρὸς Ζήνωνα δια‐ μιλλώμενος ὡς ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός, μόνον τοῦτο διὰ τῶν ἔργων διαβεβαιωσάμενος ὁ καλὸς τοῦ Ζήνωνος οἰκετιεύς.

92

Stobaeus Ecl. III 5, 43: ἐκ τῆς Ἑρμίππου συναγωγῆς τῶν καλῶς ἀναφωνηθέντων ἐξ Ὁμήρου. Δημήτριος ὁ Φαληρεὺς εἰς σωφροσύνην ἔλεγεν ταῦτα ποιεῖν (sc. Ὅμηρον)
ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο (Odyss. XXIII 296).37

93

Athenaeus 327b: Ἕρμιππος δὲ ὁ Σμυρναῖος ἐν τοῖς περὶ Ἱπ‐ πώνακτος ὕκην ἀκούει τὴν ἰουλίδα. εἶναι δ’ αὐτὴν δυσθήρατον. διὸ καὶ Φιλητᾶν φάναι· οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε (fr. 20 Powell Collect. Alexandrina).

94

Vita Euripidis 5, Scholia in Euripidem ed. E. Schwartz I 5, 14: λέγει δὲ καὶ Ἕρμιππος Διονύσιον τὸν Σικελίας τύραννον μετὰ τὴν τελευτὴν τοῦ Εὐριπίδου τάλαντον τοῖς κληρονόμοις αὐτοῦ πέμψαντα λαβεῖν τὸ ψαλ‐ τήριον καὶ τὴν δέλτον καὶ τὸ γραφεῖον, ἅπερ ἰδόντα κελεῦσαι τοὺς φέροντας
5ἐν τῷ Μουσῶν ἱερῷ ἀναθεῖναι ἐπιγράψαντα τοῖς αὐτοῦ 〈καὶ〉 Εὐριπίδου ὀνόμασι· διὸ καὶ ξενοφιλώτατον κεκλῆσθαί φασι διὰ τὸ μάλιστα ὑπὸ ξένων φιλεῖσθαι· ὑπὸ γὰρ Ἀθηναίων ἐφθονεῖτο.

95

Achillis Vita Arati 5, Commentariorum in Aratum reliquiae p. 79 Maass: ἐπιτετευγμένως δὲ αὐτῷ (sc. Ἀράτῳ) ἐγράφη τὰ Φαινόμενα, ὡς παρευδοκιμηθῆναι πάντας ὑπ’ Ἀράτου (καὶ γὰρ Εὔδοξος ὁ Κνίδιος ἔγραψε Φαινόμενα καὶ Λᾶσος ὁ Μάγνης .... καὶ Ἕρμιππος καὶ Ἡγησιάναξ καὶ
5Ἀριστοφάνης ὁ Βυζάντιος καὶ ἄλλοι πολλοί), ὡς καὶ † Πτολεμαῖος μέμνηται
ὁ βασιλεὺς Ἰδιοφυέσιν † οὕτως·
πάνθ’ Ἡγησιάναξ τε καὶ Ἕρμιππος 〈τὰ〉 κατ’ αἴθρην
τείρεα καὶ πολλοὶ ταῦτα τὰ φαινόμενα
βίβλοις ἐγκατέθεντο, † ἀπὸ † σκοποῦ δ’ ἐφάμαρτον.
38
10ἀλλ’ ὅ γε λεπτολόγος σκῆπτρον Ἄρατος ἔχει.

96

Scriptorum astronomicorum Index Vaticanus codex 191 fol. 209b med, ed. E. Maass Aratea 121 (cf. Hermes 16, 385): Οἱ περὶ τοῦ ποιητοῦ (sc. Ἀράτου) συνταξάμενοι. Α Ἄτταλος Ῥόδιος. Ἀρίσταρχος Σάμιος. Ἀπολλώνιος γεωμέτρης. Ἀν‐
5τίγονος γραμματικός. Ἀγησιάναξ. Ἀρίστυλλοι δύο γεωμέτραι. Βόηθος. Γεμῖνος. Διόδοτος. Δίδυμος Κνίδιος. Ἐρατοσθένης. Ἕρμιππος. Εὐαίνετος. Ζήνων. Ἡλιόδωρος Στωικός. Θαλῆς. Ἵππαρχος Βιθυνός. Κράτης. Πύρρος Μάγνης. Παρμενίσκος γραμματικός. Σμίνθης. Τιμόθεος. Α* Ἀπολλώνιος γραμματικός. Ἀρίστυλλος μέγας. Ἀρίστυλλος μικρός.
10Ἀρίσταρχος γραμματικός. Ἀριστοφάνης. Ἀλέξανδρος Αἰτωλός. Ἀλέξανδρος Ἐφέσιος. Δίδυμος πονηρός. Εὐαίνετος ἕτερος. Ἕρμιππος Περιπατητικός. Καλλίμαχος Κυρηναῖος. Κλεόστρατος Τενέδιος. Νουμήνιος γραμματικός. Παρμενίδης.

97

Scriptorum astronomicorum Index Vaticanus codex 381 fol. 163b, ed. E. Maass Aratea 123 (cf. Hermes 16, 388):
Οἱ περὶ τοῦ πόλου συντάξαντες. Ἀπολλόδωρος (1) Ἀρίστυλλος (5) Ἄτταλος (9) Ἀρίσταρχος (13) Ἀπολ‐
5λώνιος (17) Ἀντίγονος (21) Βόηθος (25) Γεμῖνος (2) Διόδοτος (6) Δίδυμος (10) Διόδωρος (14) Εὔδωρος (18) Ἐρατοσθένης (22) Ἕρμιππος (26) Εὐαίνε‐ τος (3) Μηνόδοτος (7) Ζηνόδωρος (11) Ἡγησιάναξ (15) Θεόδωρος (19) Θαλῆς (23) Ἵππαρχος (27) Κράτης (4) Ζηνόδοτος (8) Πύρρος (12) Παρ‐ μενίσκος (16) Σμίνθης (20) Τιμόθεος (24).

98

Schol. Arat. Phaenom. 318 p. 403 Maass: κατηστέρισται δὲ εἰς τιμὴν τοῦ Ποσειδῶνος (sc. ὁ δελφίς)· ἐρασθέντος γὰρ τῆς Ἀμφιτρίτης αὐτοῦ συνήργησε τῷ γάμῳ. Ἕρμιππος δὲ ἐπὶ Ἀπόλλωνος τιμῇ ἡγησαμένου
Κρησὶν εἰς Δελφοὺς δελφῖνι ὁμοιωθέντος.39

101

Schol. Arat. Phaenom. 436 p. 423 Maass: ὁ Κένταυρος δυσὶν ὑποκέκλιται ζῳδίοις· ... αὐτὸν μὲν οὖν Ἕρμιππος Χείρωνά φησιν εἶναι, τὸ δὲ Θηρίον (442) σύμβολον θήρας, τὸ δὲ Θυτήριον (440) τοῦ Πηλέως γάμου
σημεῖον.40

102

Athenaeus 478a: Νικόμαχος (FGrHist 662) δ’ ἐν πρώτῳ περὶ ἑορτῶν Αἰγυπτίων φησί· τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, † τὴν δὲ ἀρχὴν ἣν † Ἕρμιππος ἀστρολογικὸς ὡς ὁ κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς· διὸ ἐκ τούτου σπένδεσθαι. Παγκράτης δ’ ἐν
5πρώτῳ Βοκχορηίδος (FGrHist 625)
αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο
νέκταρ ἐπ’ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.

103

Schol. Apollon. Rhod. IV 269: ὁ δὲ Νεῖλος οὕτω τὸ πρότερον ἐκαλεῖτο, Τρίτων. μετωνομάσθη δὲ ἀπὸ Νείλου τοῦ Κύκλωπος τοῦ Ταντάλου, βασιλεύσαντος τῆς χώρας, ὡς Ἕρμιππός φησιν.

104

Aelianus De natura animalium VII 40: πέπυσμαι δὲ καὶ Αἰθιόπων εἶναι ἔθνος, ἐν ᾧ βασιλεύει κύων, καὶ τῇ ἐκείνου ὁρμῇ πείθονται, κνυζωμένου τε ἴσασιν ὅτι μὴ θυμοῦται, καὶ ὑλακτοῦντος τὴν ὀργὴν συνιᾶσι. τοῦτο εἴ τῳ ἱκανὸς Ἕρμιππος τεκμηριῶσαι, μάρτυρά οἱ τοῦ λόγου ἐπαγόμενος
5Ἀριστοκρέωνα πειθέτω· ἐμὲ δὲ μὴ λαθὸν εἶτα ἐν καλῷ τῆς μνήμης ἀφίκετο.41