TLG 1419 004 :: HERMAS :: Fragmentum in F (cod. Paris. gr. 1143)

HERMAS Scr. Eccl.
(A.D. 2)

Fragmentum in F (cod. Paris. gr. 1143)

Source: Whittaker, M. (ed.), Die apostolischen Väter I. Der Hirt des Hermas [Die griechischen christlichen Schriftsteller 48, 2nd edn.] Berlin: Akademie–Verlag, 1967: 118.

Citation: Chapter — section — (line)

110

.

1

... ἐγὼ ὁ ποιμὴν ὁ ἄγγελος τῆς μετανοίας ἔδειξα καὶ ἐλάλησα τῷ δούλῳ τοῦ θεοῦ. ἐὰν πεισθῆτε [ἐν] αὐτοῖς καὶ ἀκούσητε τῶν ῥημάτων μου 〈καὶ πορευ‐ θῆτε ἐν αὐτοῖσ〉 καὶ κατορθώσητε τὰς ὁδοὺς ὑμῶν, ζῆσαι δύνασθε. ἐὰν δὲ παραμείνητε τῇ δολιότητι καὶ μνησικακίᾳ, οὐδεὶς τῶν τοιούτων ζήσει

110

.

2

τῷ θεῷ. ταῦτα πάντα λελάληται ὑμῖν τὰ ῥήματα. λέγει 〈μοι〉 ὁ ποιμήν· Πάντα με ἐπηρώτησας; Ναί, φημί, κύριε. Τί ὅτι, φησίν, οὐκ ἐπηρώτησάς 〈με〉 περὶ τῶν τύπων τῶν λίθων τῶν ἀπεληλυθότων εἰς

110

.

3

τὴν οἰκοδομήν, ὧν ἐξεπληρώσαμεν; Ἐπελαθόμην, φημί, κύριε. Ἄκουε νῦν, φησί, περὶ αὐτῶν· οὗτοί εἰσιν οἱ νῦν ἀκούσαντες τῶν ἐντολῶν μου καὶ μετανοήσαντες ἐξ ὅλης καρδίας αὐτῶν, καὶ ἐπεῖδεν ὁ θεὸς τὴν μετάνοιαν αὐτῶν καλὴν καὶ καθαρὰν καὶ δυναμένους παραμεῖναι ἐν
5μετανοίᾳ αὐτῶν. ἐκέλευσεν οὖν τὰς ἁμαρτίας αὐτῶν τὰς προτέρας ἐξαλειφθῆναι. οἱ γὰρ τύποι οὗτοι αἱ ἁμαρτίαι αὐτῶν ἦσαν. ἐξωμαλίσθησαν
οὖν εἰς τὸ μηκέτι φαίνεσθαι αὐτάς.118