TLG 1419 002 :: HERMAS :: Fragmenta (ap. Antiochum) Fragmenta (ap. Antiochum) Citation: Chapter — section — (line) | ||
1083-4 | καλόν ἐστι κρατεῖν τὴν ἁπλότητα καὶ τὴν ἀκακίαν καὶ εἶναι ὡς τὰ νήπια τὰ μὴ γινώσκοντα τὴν πονη‐ ρίαν τὴν ἀπολλύουσαν τὴν ζωὴν τῶν ἀνθρώπων, καὶ μὴ εἶναι μνησικάκους μήτε παρανόμους (Hg.: μηδὲ παραμόνους) τῇ κακίᾳ, ἀλλ’ ἀποθέσθαι τὰς | |
5 | κακίας καὶ τὰς πονηρίας καὶ τὰς πικρίας τὰς παρανόμους (Hg.: παραμόνους) καὶ γενέσθαι ἓν πνεῦμα καὶ τὰ σχήματα (Hg.: σχίσματα) τὰ πονηρὰ ἀνα‐ τρέψαι. | |
---|---|---|
1084-6 | ἵνα ὅταν ἔλθῃ ὁ κύριος τῶν προβάτων χαρῇ ἐπ’ αὐτῷ καὶ ἐπὶ τοῖς προβάτοις εὐφρανθῇ. χαρήσεται δέ, ἐὰν πάντα ὑγιῆ εὑρεθῇ καὶ μὴ διαπεπτωκότα τινὰ ἐξ αὐτῶν. ἐὰν δὲ εὑρεθῇ τινα ἐξ αὐτῶν διαπεπτωκότα, οὐαὶ τοῖς ποιμέσιν ἔσται. | |
5 | ἐὰν δὲ καὶ αὐτοὶ οἱ ποιμένες εὑρεθῶσιν διαπεπτωκότες, τί ἐροῦσιν τῷ δεσπότῃ τοῦ ποιμνίου; ὅτι ἀπὸ τῶν προβάτων διέπεσαν; οὐ πιστευθήσονται· ἄπιστον γὰρ πρᾶγμά ἐστιν, ποιμένα ὑπὸ προβάτων παθεῖν τι. μᾶλλον δὲ κολασθήσονται διὰ τὸ ψεῦδος αὐτῶν. εἰδότες οὖν ὅτι λίαν δι’ αὐτοὺς ἀποδοῦ‐ | |
ναι λόγον δεῖ ... | 101 | |
1092-4 | ἵνα καὶ τὸ πνεῦμα ὑγιὲς γένηται, ὥσπερ αὐτὸ ἔλαβεν ὁ ἄνθρωπος. ἐὰν γάρ τις κναφεῖ δώσῃ ἱμάτιον καινὸν καὶ ὑγιές, καὶ τοῦτο θέλει κομίσασθαι, ὁ δὲ κναφεὺς σχίσας τὸ ἱμάτιον ἀποδώσει, ἆρα λήψεται αὐτό; οὐχὶ μαχήσεται καὶ ὑβρίσει λέγων αὐτῷ· | |
5 | Ἱμάτιόν σοι ὑγιὲς ἔδωκα· διὰ τί αὐτὸ ἔσχισας καὶ πεποίηκας ἄχρηστον; εἰ οὖν οὕτως περὶ ἱματίου λυπεῖταί τις καὶ μάχεται, ὅτι οὐκ ἀπείληφεν ὑγιὲς τὸ ἱμάτιον, τί δοκοῦμεν ἡμεῖς παθεῖν ὑπὸ τοῦ κυρίου, τὸ πνεῦμα λαβόντες ὑγιές, καὶ τοῦτο λυπήσαντες καὶ ἀχρειώσαντες, μὴ ἐν σεμνότητι πολι‐ τευσάμενοι; καὶ εἰς οὐδεμίαν χρῆσιν δύναται εἶναι τῷ κυρίῳ ἑαυτοῦ· ἡ γὰρ | |
10 | χρῆσις τοῦ πνεύματος ὑφ’ ἡμῶν κατεφθάρη. | 103 |