TLG 1416 007 :: (H)EREN(N)IUS PHILO :: De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis) (e codd. Paris suppl. gr. 1270 + Leid. Voss. Misc. 14 + Bodl. d’Orville B 131 + Vat. regin. 131 + Laur. 42)

(H)EREN(N)IUS PHILO Gramm. Hist., Eranius Philo
(Byblius: A.D. 1–2)

De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis) (e codd. Paris suppl. gr. 1270 + Leid. Voss. Misc. 14 + Bodl. d’Orville B 131 + Vat. regin. 131 + Laur. 42)

Source: Palmieri, V. (ed.), ”‘Eranius‘ Philo, De differentia significationis” [Revue d’histoire des textes 11] 1981: 62–76.

  • Dup. partim 1416 001
  • Dup. partim 〈AMMONIUS〉 Gramm. (0708 001)

Citation: Alphabetic letter — entry — (line)

t

1

ΕΡΑΝΙΟΥ ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΗΜΑΣΙΑΣ ΚΑΤ’ ΑΛΦΑΒΗΤΟΝ

alpha

t

〈Ἀρχὴ τοῦ Α〉

alpha

1

ἆθλον ἐπάθλου διαφέρει. ἆθλον μὲν γὰρ καλεῖται ὁ ἀγών, ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον.

alpha

2

ἄστρον ἀστέρος διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συ‐ νιστάμενον σχῆμα, ἀστὴρ δὲ ὁ μονομερής.

alpha

3

ἀστρολογία ἀστρονομίας διαφέρει. ἀστρονομία μέν ἐστιν ἡ κατάληψις τῶν ἄστρων, ἀστρολογία δὲ ἡ τὰ ἐκ τῶν κινήσεων τῶν ἀστέρων ἀποτελέσματα δηλοῦσα ἐπιστήμη.

alpha

4

ἀράχνη καὶ ἀράχνης διαφέρει. ἀράχνη μὲν γάρ ἐστι τὸ λεπτότατον ὕφασμα τοῦ ζῴου· ἀράχνης δέ ἐστιν αὐτὸ τὸ ζῷον, ἀρσενικῶς ἐκφωνούμε‐ νον.

alpha

5

ἀνὴρ ἀνθρώπου διαφέρει. ἀνὴρ μὲν γάρ ἐστι κυρίως ὁ ἐπ’ ἀρετῇ δια‐ πρέπων, ἄνθρωπος δὲ ὁ ἐπὶ μηδενὶ διαπρέπων.

alpha

6

ἄγροικος βαρυτόνως καὶ ἀγροῖκος προπερισπωμένως διαφέρει. ἄγροικος μὲν γὰρ ὁ γνώσεως ἄμοιρος ἢ ὁ ἐν τῷ ἀγρῷ οἰκῶν· ἀγροῖκος δὲ προπερισπω‐ μένως ὁ μὴ ἥμερος, ἴσος τῷ ἄγριος.

alpha

7

ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ
ἐπ’ ἀδικήμασί τισι τῆς οἰκίας ἐκβληθείς, ἐκποίητος δὲ ὁ δοτὸς εἰς ποιητά.62

alpha

8

ἀπεκήρυξε καὶ ἐπικήρυξε διαφέρει. κηρύξαι μὲν γὰρ καὶ ἀποκηρύξαι λέγεται ἐπὶ τῷ ὑπὸ κήρυκι ἀποδεδόσθαι τι. Μένανδρος (fr. 658 Koerte—Thier‐ felder2):
«ἀπεκήρυξεν αὐτὴν Ἀγαμέμνων»,
5οἷον ὑπὸ κήρυκι ἐπώλησεν. ἐπικηρύξαι δὲ τὸ ὑποσχέσθαι χρήματα.

alpha

9

ἀρνειοὶ καὶ ἄρνες διαφέρουσιν. ἀρνειοὶ μὲν γὰρ οἱ τέλειοι, ἄρνες δὲ οἱ νέοι.

alpha

10

ἀπαράσκευος καὶ ἀπαρασκεύαστος διαφέρει. ὁ μὲν γὰρ δι’ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος ἂν λέγοιτο, ὁ δὲ ἐξ ἑτέρου ἀπαρασκεύαστος.

alpha

11

ἁλίπαστον ἁλισπάρτου διαφέρει. τὸ μὲν γὰρ ἁλσὶ πεπασμένον κρέας ἁλί‐ παστον λέγεται, ἁλίσπαρτος δὲ ἡ ἁλσὶ κατεσπαρμένη χώρα, ὥς τινες τῶν πα‐ λαιῶν πεποιήκασιν. δυσμενῶς γὰρ πρὸς τοὺς Ἕλληνας διακείμενοι, τὰς χώρας αὐτῶν ἁλσὶ κατέσπειρον εἰς τὸ μηκέτι δύνασθαι φέρειν καρπούς.

alpha

12

ἄγειν καὶ φέρειν διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα· φέρεται δὲ τὰ ἄψυχα.

alpha

13

ἄρρωστος ἀρρωστοῦντος διαφέρει. ἄρρωστος μὲν γάρ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τι κατὰ τὰς ὀρέξεις, ἀρρωστεῖ δὲ ὁ νοσῶν· οὕτως Ἀριστοτέλει δοκεῖ (fr. om. Rose).

alpha

14

αὖθις καὶ αὖθις χωρὶς τοῦ ς διαφέρει. αὖθις μὲν γὰρ τὸ πάλιν ἢ μετὰ
ταῦτα, αὖθι δὲ τὸ αὐτόθι.63

alpha

15

ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει. τὸ μὲν γὰρ ὀρρωδεῖν σημαίνει τὸ εὐλαβεῖσθαι, καθὰ Εὐριπίδης τὸν Περσέα εἰσάγει λέγοντα (Andromed. fr. 130 Nauck2
«τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων
5
οὐπώποθ’ ὕβρις’, αὐτὸς ὀρρωδῶν παθεῖν». τὸ δὲ ἀρρωδεῖν τὸ ἐναντίον, τοῦτ’ ἔστιν οὐκ εὐλαβεῖσθαι, ἀλλὰ θαρρεῖν καὶ καταφρονεῖν.

alpha

16

ἀπόνοια ἀνοίας διαφέρει. ἀπόνοια μὲν γὰρ μανία τίς ἐστι καὶ ὑπερη‐ φανία μισουμένη· ἡ δὲ ἄνοια στέρησις φρενῶν οὖσα ἐλεεῖται μᾶλλον ἢ μισεῖ‐ ται.

alpha

17

ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι γάρ ἐστι τὸ κολάζειν τοὺς ἀδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν.

alpha

18

ἀτελὲς καὶ ἀτέλεστον διαφέρει. ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετε‐ λεσμένον, ἀτέλεστον δὲ τὸ μὴ δυνάμενον τελεσθῆναι.

alpha

19

αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. τὸ μὲν γὰρ αἰτῶ ἐπὶ τοῦ λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ αἰτοῦμαι ἐπὶ τοῦ χρῆσθαι εἰς ἀπόδοσιν, ὡς καὶ Μέναν‐ δρος (fr. 410 Koerte—Thierfelder2) διαστέλλει τὴν διαφοράν·
«οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος».
5οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν.

alpha

20

αἰδὼς καὶ αἰσχύνη διαφέρει. αἰδὼς μὲν γάρ ἐστιν ἡ ἐντροπὴ πρὸς ἕκαστον οὕτω σεβασμίως ἔχειν, αἰσχύνη δὲ ἐφ’ οἷς ἕκαστος ἁμαρτάνων αἰσχύ‐ νεται, ὡς τὸ «αἰδεῖται μὲν τὸν πατέρα, αἰσχύνεται δὲ μεθύσκεσθαι».

alpha

21

ἄμητος καὶ ἀμητὸς διαφέρει. ἄμητος γὰρ ὁ καιρὸς τοῦ θέρου, ἀμητὸς
δὲ ὁ θερισμός.64

alpha

22

ἀπολείπει καὶ ἐκβάλλει διαφέρει. ἀπολείπει μὲν ἡ γυνὴ τὸν ἄνδρα, ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα.

alpha

23

ἀντικρὺ μὲν τὸ ἐπ’ εὐθείας, ὀξυτόνως· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς.

alpha

24

ἀμφὶ μὲν σημαίνει τὸ περί, ἀμφὶς δὲ τὸ χωρίς, ἀμφοτέρωθεν.

alpha

25

ἀκταὶ μὲν οἱ πετρώδεις τόποι ἐν τῇ θαλάσσῃ, θῖνες δὲ οἱ αἰγιαλοί.

alpha

26

ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει. ἀποφορὰ γάρ ἐστι τὸ ὑποτεταγμένων δούλων τελούμενον τοῖς δεσπόταις, τὸ δὲ ὑπὸ τῶν πολιτῶν δημοσίᾳ διδόμενον τέλος εἰσφορά.

alpha

27

ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει. ἁρπαγὴ μὲν γὰρ ἡ αἰφνίδιος ἁρπαγὴ καὶ ἀφαίρεσις μετὰ βίας, ἁρπάγη δὲ ὡς ἀνάγκη 〈...〉.

alpha

28

ἀσφόδελος τὸ φυτόν, ἀσφοδελὸς δὲ τόπος, ἐν ᾧ ὁ ἀσφόδελος γίνε‐ ται.

alpha

29

ἀνδραγαθία ἀνδρείας διαφέρει. ἀνδρεία μὲν γάρ ἐστι δύναμις σώματος ἐπαινουμένη· ἀνδραγαθία 〈δὲ〉 τῆς κατὰ ψυχὴν ἀρετῆς μαρτυρία.

alpha

30

ἅμα καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. ἅμα μὲν οὖν ἐγένοντο Σκύθαι, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμα‐ σαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλ’ οἱ μὲν Ἕλληνες Ἀθήνησιν, οἱ δὲ ἐν Σκυθίᾳ.65

alpha

31

αἶνος καὶ παροιμία διαφέρει. ὁ μὲν γὰρ αἶνος, ὃς καὶ παραίνεσις λέ‐ γεται, ἔστι λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώ‐ πων παραίνεσιν· παροιμία δὲ τὴν ἀπὸ τοῦ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδεούσαν τοῦ αἴνου.

alpha

32

ἄρτι καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου καὶ τελείου.

alpha

33

ἄρα καὶ ἆρα διαφέρει. ὁ μὲν γὰρ μετὰ περισπωμένης λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅταν διαποροῦντες λέγομεν· «ἆρα πῶς ἕξει τὸ πρᾶγμα;». ὁ δὲ κατὰ συστολὴν ἐπὶ παρῳχηκότος χρόνου, ὡς τό· «ἀλλ’ ἃ μὲν ἄρα κράτιστε βασιλεῦ 〈...〉».

alpha

34

αἴθε καὶ ὤφελον διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμφατον πρόσωπον· τὸ δὲ ὤφελον ἐμφαίνει πρόσωπον. ἄλλως τε τὸ μὲν αἴθε ἐστιν ἐπίρρημα, τὸ δὲ ὤφελον ῥῆμα καὶ ἐπίρρημα.

alpha

35

ἆθλος ἀρσενικῶς καὶ ἆθλον οὐδετέρως διαφέρει. ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον.

beta

t

Ἀρχὴ τοῦ Β

beta

36

βασιλεὺς καὶ κοίρανος καὶ ἡγεμὼν διαφέρει. βασιλεὺς μὲν γάρ ἐστιν ὁ πατρόθεν ἢ ἐκ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν, ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμε‐ νος.66

beta

37

βίος μὲν λέγεται ἡ λογικὴ ζωή, ζωὴ δὲ ἡ χρῆσις τῆς ψυχῆς· καὶ βιοῦν ἐπὶ ἀνθρώπων μόνον λέγεται, ζῆν δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἐπὶ ζῴων.

beta

38

βλέφαρα μὲν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ ἐπὶ τῶν βλεφάρων τρίχες.

beta

39

βοῦς μὲν ὁ τέλειος, μόσχος δὲ ὁ νεογνός, ἀφ’ οὗ καὶ μοσχεία ἡ νέα.

gamma

t

Ἀρχὴ τοῦ Γ

gamma

40

γαμήλιον καὶ ἐπιθαλάμιον διαφέρει. ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα· γαμήλιον δὲ ὃ οὐ περιώρισται χρόνῳ.

gamma

41

γαμήλια καὶ γαμηλία διαφέρει. γαμήλια μὲν γὰρ τὰ τελούμενα ἐντῇ ἡμέρᾳ, ἐν ᾗ ὁ γάμος τελεῖται· γαμηλία δὲ ἡ εἰς τὸν χαρτοφύλακα διδομένη ἐγγραφή.

gamma

42

γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει. λεκτέον δὲ περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως μέχρι γήρως· βρέφος μὲν γὰρ τὸ γεννη‐ θὲν ἀρτίως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἐχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ,
5παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι· μετὰ ταῦτα ἡλι‐ κιώτης, εἶτα ἔφηβος. ὁ δὲ μετὰ ταῦτα μειράκιον ἢ μεῖραξ, εἶτα νεανίσκος καὶ νεανίας· ὁ δὲ τριακονταέτης ἀνήρ, εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα
καλοῦσιν, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως.67

delta

t

Ἀρχὴ τοῦ Δ

delta

43

δοῦλοι, οἰκέται καὶ θεράποντες διαφέρουσιν. δοῦλοι μὲν γὰρ καὶ τῶν ἡδονῶν λέγονται καὶ πάντες οἱ ὑποτεταγμένοι τῷ βασιλεῖ, οἰκέται δὲ οἱ ἀργυ‐ ρώνητοι, θεράποντες δὲ οἱ ὑποτεταγμένοι φίλοι, ὑφ’ ὧν θεραπεύονται οἱ προσή‐ κοντες, ὡς Ἀχιλλεὺς καὶ Πάτροκλος.

delta

44

διαβόητος καὶ ἐπιβόητος διαφέρει. διαβόητος μὲν γὰρ ὁ ἐπ’ ἀρετῇ βοώμενος, ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην.

delta

45

διπλοῦν καὶ διπλάσιον διαφέρει. διπλοῦν μὲν γὰρ κατὰ τὸ μέγεθος, διπλάσιον δὲ κατὰ τὸν ἀριθμόν.

epsilon

t

Ἀρχὴ τοῦ Ε

epsilon

46

ἔνδοξος καὶ ἐπίδοξος διαφέρει. ὁ μὲν γάρ ἐστιν ἐπίσημος, ἐπίδοξος δὲ ὁ προσδοκώμενος.

epsilon

47

ἑταῖρος καὶ φίλος καὶ ξένος διαφέρει. ἑταῖρος μὲν γὰρ ὁ συνεργὸς καὶ ἐν παντὶ συναιρόμενος, φίλος δὲ ὁ ἀπὸ συμποσίου γεγονώς, ξένος δὲ ὁ ἀπὸ ξενιτείας φίλος.

epsilon

48

ἔκγονος καὶ ἀπόγονος διαφέρει. ἔκγονος μὲν γὰρ ὁ υἱός, ἀπόγονος δὲ ὁ τοῦ υἱοῦ υἱός.

epsilon

49

ἐπίκουροι καὶ βοηθοὶ διαφέρουσιν. ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις ἐπικουροῦντες, ὡς τοῖς Τρωσίν· βοηθοὶ δὲ οἱ σύμμαχοι τῶν πολεμούντων, ὡς τῶν Ἑλλήνων.

epsilon

50

ἕρκος καὶ ἑρκίον διαφέρει. ἕρκος ἐπὶ πόλεων, ἑρκίον ἐπὶ ἐπαύλεων.68

epsilon

51

ἐοικότα εἰκότων διαφέρει. τὰ μὲν γὰρ πίστεως ἐχόμενα εἰκότα, τὰ δὲ ἐμφερῆ ἐοικότα.

epsilon

52

ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει. ἐχθρὸς μὲν γάρ ἐστιν ὁ πρό‐ τερον φίλος, πολέμιος δὲ ὁ δι’ ὅπλων χωρῶν πρὸς τοὺς πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τούς ποτε φίλους ἔχθραν διατηρῶν.

epsilon

53

ἐρωτᾶν καὶ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατὰ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδὲν ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ θέλειν κεφαλαιώδη τινὰ λαβεῖν ἀπόφασιν.

epsilon

54

ἐρώτησις πεύσεως καὶ ἀνακρίσεως διαφέρει. ἐρώτησις μὲν γάρ ἐστι ζήτησις ἀποκρίσεως συντόμως, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρι‐ σις δὲ δευτέρα ἐξέτασις.

epsilon

55

ἔσται τοῦ γενήσεται διαφέρει. ἔσται μὲν γὰρ τὰ νῦν ὄντα, γενήσεται δὲ τὰ γεννήσεως τευξόμενα.

epsilon

56

ἐρᾶν τοῦ ποθεῖν διαφέρει. ἐρᾶν μὲν γάρ ἐστι τὰ ἐν ὄψει, ποθεῖν δὲ τὰ ἀπόντα.

epsilon

57

εὔμορφος εὐειδοῦς διαφέρει. εὔμορφος μὲν γάρ ἐστιν ὁ εὐπρόσωπος, εὐειδὴς δὲ ὁ τὸ εἶδος καλὸν ἔχων, οἷον ἅπαν τὸ σῶμα.

epsilon

58

ἔνδον πρὸς τὸ ἔσω διαφέρει. ἔνδον μὲν γάρ, λέγομεν, ἔστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι.

epsilon

59

ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν
τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν εἰς τόπον καὶ ἐν τόπῳ· ὁμοίως καὶ τὸ ἐνθάδε. τὸ δὲ ἔνθα καὶ τὴν εἰς τόπον καὶ ἐν τόπῳ καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος· σημαίνει δὲ καὶ τὸ τότε, ὡς τό·69
5
«ἔνθ’ ἄλλοι μὲν πάντες 〈...
οἴκοι ἔσαν〉» (α 11 sq.), καὶ τὸ ὅπου, ὡς τό·
«ἔνθα μὲν Αἴας κεῖται» (γ 109), καὶ τό·
10«ἔνθα κατεπλέομεν» (ι 142).

epsilon

60

ἐξόσου καὶ ἐξότου διαφέρει. ἐξόσου μὲν χρόνου, ἐξότου δὲ ἐξ οὕτι‐ νος.

epsilon

61

εὐθὺς καὶ εὐθὺ διαφέρει. εὐθὺς μὲν γὰρ ἀντὶ τοῦ εὐθέως, εὐθὺ δὲ ἀντὶ τοῦ κατ’ εὐθεῖαν.

zeta

t

Ἀρχὴ τοῦ Ζ

zeta

62

ζῆλος καὶ ζηλοτυπία διαφέρει. ζηλοτυπία γάρ ἐστι τὸ ἐν μίσει ὑπάρ‐ χον, ζῆλος δὲ ἡ μίμησις τοῦ καλοῦ.

zeta

63

ζώνη ζωνίου διαφέρει. ζώνη μὲν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τῆς γυναι‐ κός.

eta

t

Ἀρχὴ τοῦ Η

eta

64

ἡσυχάζειν καὶ σιγᾶν διαφέρει. ἡσυχάζειν μὲν τὸ ἀτρεμεῖν δι’ ὅλου, τὸ δὲ σιγᾶν ἐπὶ γλώττης μόνον.

eta

65

ἠγγύα καὶ ἠγγυᾶτο διαφέρει. ἠγγύα μὲν γὰρ ἤγουν ὡμολόγει δώσειν, ἠγγυᾶτο δὲ ὁ λαμβάνων.

eta

66

ἡμέρα ἠοῦς διαφέρει. ἡμέρα μὲν γάρ ἐστι τὸ ἀσώματον, ἠὼς δὲ
«ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει» (Hes. Theog. 372).70

eta

67

ἀντὶ τοῦ ἔφη φησὶν Ὅμηρος. διαφέρει δὲ ὅτι τὸ μὲν ἦ ἐπὶ μόνου τρίτου τάσσεται προσώπου, τὸ δὲ ἔφην, ἔφης, ἔφη ἐπὶ πάντων.

theta

t

Ἀρχὴ τοῦ Θ

theta

68

θεωρὸς καὶ θεατὴς διαφέρει. θεωρὸς μὲν γὰρ ὁ εἰς θεοὺς πεμπόμε‐ νος, θεατὴς 〈δὲ〉 τοῦ ἀγῶνος καὶ τῶν θεάτρων, ὡς καὶ Εὐριπίδης ἐν Ἴωνι (v. 301)·
«πότερον θεατὴς ἢ χάριν μαντευμάτων;»
5ἁμαρτάνουσι γοῦν οἱ ἐναλλάσσοντες ταῦτα.

theta

69

θή, λάτρις καὶ ἀμφίπολος διαφέρει. θὴς μὲν γὰρ ὁ μισθωτός, λάτρις δὲ ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ δουλεύων, ἀμφίπολος δὲ ἐπὶ θηλείας ἡ ταῖς κοίταις ὑποτεταγμένη.

iota

t

Ἀρχὴ τοῦ Ι

iota

70

ἰσθμὸς καὶ πορθμὸς διαφέρει. ἰσθμὸς μὲν γὰρ ἡ μέσον δύο θαλασσῶν γῆ, πορθμὸς δὲ ἡ μέσον δύο γαιῶν θάλασσα.

iota

71

ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει. ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφι‐ κέσθαι δὲ τὸ ἐπανελθεῖν.

iota

72

Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν. Ἰουδαῖοι μὲν γὰρ οἱ ἐξ Ἰούδα τοῦ τετάρτου παιδὸς Ἰακὼβ κληθέντες, Ἰδουμαῖοι δὲ οἱ ἐξ Ἰσαῦ τοῦ ἀδελφοῦ
Ἰακώβ.71

kappa

t

〈Ἀρχὴ τοῦ Κ〉

kappa

73

κύριος καὶ δεσπότης διαφέρει. κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ καὶ 〈τῶν〉 υἱῶν ὁ πατήρ, δεσπότης δὲ ὁ ἀργυρωνήτων.

kappa

74

κωφὸς καὶ ἐννεὸς ὁ αὐτὸς παρὰ τοῖς ἀρχαίοις ἐλέγετο, ἤγουν ὁ μὴ φθεγγόμενος, ὡς Ὅμηρος (Ξ 16)
«κύματι κωφῷ» ἦ ἀψόφῳ. καὶ ἡ Πυθία
5«καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω»

lambda

t

Ἀρχὴ τοῦ Λ

lambda

75

λῆμμα μὲν διὰ δύο μμ τὸ κέρδος, λῆμα δὲ δι’ ἑνὸς μ ἡ ἀνδρεία.

lambda

76

λέχος καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπ’ αὐτῆς στρωμνή.

lambda

77

λαβεῖν καὶ δέξασθαι διαφέρει. λαβεῖν μὲν γάρ ἐστι τὸ ἀνελέσθαι μηδε‐ νὸς διδόντος, δέξασθαι δὲ τὸ παρά τινος προτεινόμενον.

mu

t

Ἀρχὴ τοῦ Μ

mu

78

μάχη καὶ πόλεμος διαφέρει. μάχη μὲν γὰρ ἡ ἐν πολέμοις ἐστὶν ἐνέργεια,
πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή.72

mu

79

μηρία καὶ μηρὸς διαφέρει. μηρία μὲν γὰρ τὰ ἐναγιζόμενα τοῖς θεοῖς, μηρὸς δὲ τὰ μὴ οὕτως ἔχοντα.

mu

80

μνᾶται καὶ μνηστεύεται διαφέρει. μνᾶται μὲν γὰρ ὁ ἀνὴρ γυναῖκα, μνηστεύεται δὲ ἡ γυνὴ ἄνδρα.

nu

t

Ἀρχὴ τοῦ Ν

nu

81

νῆες τῶν πλοίων διαφέρουσιν. νῆες μὲν αἱ φορτηγοί, αἳ καὶ μέγισταί εἰσιν· πλοῖα δὲ τὰ προμήκη καὶ στρατιωτικά.

nu

82

νῦν καὶ νυνὶ διαφέρει. τὸ μὲν γὰρ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος, τὸ δὲ νῦν ἐπὶ τῶν τριῶν χρόνων, ὡς τό· «νῦν ἔσται ὁ ἀγών, νῦν ἡ μάχη πέπαυ‐ ται».

omicron

t

〈Ἀρχὴ τοῦ Ο〉

omicron

83

οὗτος καὶ οὑτοσὶ διαφέρει. οὑτοσὶ μὲν γὰρ μετὰ τοῦ ι δεικτικὸν μό‐ νον, οὗτος δὲ δεικτικὸν καὶ ἀναφορικόν.

omicron

84

οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν μετὰ τοῦ θ μακρῷ διαφέρει. τὸ μὲν γὰρ οὐδὲν δῆλον, 〈τὸ δὲ οὐθὲν〉 ἐκ τοῦ οὔτε καὶ τοῦ ἓν σύγκειται, ἤγουν οὔτε ἓν οὔτε δύο.

omicron

85

ὀλίγον καὶ μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὀλίγον ἐπὶ ἀριθμοῦ, τὸ δὲ
μικρὸν ἐπὶ μεγέθους τέτακται.73

omicron

86

ὄρθρος καὶ πρωῒ διαφέρει. ὄρθρος μὲν γὰρ ἡ πρὸ ἀνατολῆς ὥρα, πρωῒ δὲ τὸ ἐκ τῆς ἡλίου περιωπῆς φῶς, ὡς καὶ τὸ ὀψὲ καὶ ἑσπέρα.

omicron

87

οὕνεκα καὶ εἵνεκα διαφέρει. τὸ μὲν γὰρ οὕνεκα σημαίνει τὸ ὅτι, τὸ δὲ εἵνεκα ἀντὶ τοῦ χάριν.

omicron

88

ὅτι καὶ διότι διαφέρει. τὸ μὲν γὰρ διότι αἰτίαν, τὸ δὲ ὅτι ποτὲ μὲν αἰτίαν, ποτὲ δὲ βεβαίωσιν· αὐτίκα ὅτι μὲν ἐκλείπει ἡ σηλήνη ἴσμεν, διότι δὲ οὐκέτι.

omicron

89

οἴκαδε τοῦ εἰς οἶκον διαφέρει. τὸ μὲν γὰρ εἰς τὴν οἰκίαν βαδίζειν οἴκαδέ φαμεν, τὸ δὲ εἰς ἑτέραν εἰς οἶκον.

pi

t

Ἀρχὴ τοῦ Π

pi

90

πρεσβεύεσθαι τοῦ πρεσβεύειν διαφέρει. πρεσβεύεσθαι μὲν τὸ πέμπειν πρέσβεις, πρεσβεύειν δὲ τὸ πέμπεσθαι πρεσβευτὴν οἱ Ἀττικοὶ λέγουσιν.

pi

91

πόλις καὶ ἄστυ διαφέρει. πόλις μὲν τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κα‐ τασκευὴ τῆς πόλεως.

pi

92

πάγετος μὲν τὸ κρύος, παγετὸς δὲ ὁ χειμών.

pi

93

πλούσιος ἀφνειοῦ καὶ ὀλβίου διαφέρει. πλούσιος μὲν γὰρ ὁ πολλὴν περιουσίαν ἔχων, ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν οὐσίαν συλλέγων, ὄλβιος δέ ἐστιν ὁ τελείαν εὐδαιμονίαν ἔχων.74

pi

94

πένης καὶ πτωχὸς διαφέρει. πένης μὲν γὰρ ἀπὸ τοῦ ἐργάζεσθαί τι καὶ πονεῖν περὶ τὸν βίον, πτωχὸς δὲ ὁ ἐπαίτης.

pi

95

πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μὲν γὰρ ὁ ἔμπειρος τῶν πολέμων, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος.

rho

t

Ἀρχὴ τοῦ Ρ

rho

96

ῥέφανον καὶ ῥάφανον διαφέρει. ῥέφανον μὲν γὰρ τὸ παρ’ ἡμῖν λεγό‐ μενον, ῥάφανον δὲ ἡ κράμβη.

rho

97

ῥεῖθρον ῥεύματος διαφέρει. ῥεῖθρον μὲν γάρ ἐστιν ὁ τόπος δι’ οὗ φέρεται, ῥεῦμα δὲ τὸ ὕδωρ.

sigma

t

Ἀρχὴ τοῦ Σ

sigma

98

σημεῖον τέρατος διαφέρει. σημεῖον μὲν γάρ ἐστι τὸ ἐπὶ τοῦ ἀέρος γινόμενον, τέρας δὲ τὸ ἐν γῇ.

sigma

99

σημεῖον καὶ τεκμήριον διαφέρει. «τὰ μὲν παρῳχημένα σημείοις πιστοῦσθαι, τὰ δὲ μέλλοντα τεκμηρίοις» (Antiphontis fr. 72 Blass = Ar‐ tium Scriptores b x fr. 8 Radermacher).

tau

t

Ἀρχὴ τοῦ Τ

tau

100

τεῖχος καὶ τειχίον διαφέρει. τεῖχος μὲν γὰρ ἐπὶ πόλεων, τειχίον δὲ
ἐπὶ ἐπαύλεων.75

tau

101

τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν γὰρ τὸ τοῖς ἀδι‐ κουμένοις βοηθεῖν, τιμωρεῖσθαι δὲ τὸν ἀδικήσαντα· τιμωρὸς Πατρόκλου Ἀχιλλεύς, τιμωρεῖται δὲ Ἕκτορα.

tau

102

τοὔνεκα καὶ οὕνεκα διαφέρει. τὸ μὲν γάρ ἐστι τούτου ἕνεκα, τὸ δὲ οὕνεκα διότι.

tau

103

τήθη καὶ τηθὶς διαφέρει. τήθη μὲν γάρ ἐστιν ἡ μάμμη, τηθὶς 〈δὲ〉 ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή.

tau

104

τύραννοι καὶ βασιλεῖς διαφέρουσιν. τύραννοι μὲν γὰρ οἱ ἐξ ὠμότη‐ τος ἢ ἁρπαγῆς τὴν βασιλείαν δεξάμενοι, βασιλεῖς δὲ οἱ πατροπαράδοτον τὴν βασιλείαν ἔχοντες.

upsilon

t

Ἀρχὴ τοῦ Υ

upsilon

105

ὑποψία ὑφοράσεως διαφέρει. ὑποψία μὲν γάρ ἐστι κακοῦ τινος ὑπό‐ νοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον ταχθεῖσα.

upsilon

106

ὑπόσχεσις ἐπαγγελίας διαφέρει. ὑπισχνεῖται μὲν ὁ τὸ ἀξιωθὲν δι‐ δόναι μέλλων· ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν τι δυνάμενος ἢ βουλόμενος.

phi

t

〈Ἀρχὴ τοῦ Φ〉

phi

107

φλαῦρον καὶ φαῦλον διαφέρει. φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ
κοῦφον κακόν, φαῦλον δὲ τὸ μέγα, ὡς καὶ ἐν ἄλλοις παρεδηλώσαμεν.76