TLG 1416 004 :: (H)EREN(N)IUS PHILO :: De aetatum cognitione (= Γνῶσις περὶ ἡλικιῶν (epitome opusculi sub nomine Herennii Philonis) (e codd. Ambrosiano C 222 + Berol. Phill. 1527) (H)EREN(N)IUS PHILO Gramm.
Hist., Eranius Philo De aetatum cognitione (= Γνῶσις περὶ ἡλικιῶν (epitome opusculi sub nomine Herennii Philonis) (e codd. Ambrosiano C 222 + Berol. Phill. 1527) Citation: (Line) | ||
1t | ΕΡΕΝΝΙΟΥ ΦΙΛΩΝΟΣ | |
---|---|---|
2t | ΓΝΩΣΙΣ ΤΩΝ ΗΛΙΚΙΩΝ | |
3 | Βρέφος μὲν τὸ γεννηθὲν εὐθέως, παιδίον 〈δὲ〉 τὸ τρεφόμε‐ νον ὑπὸ τῆς τιθηνοῦ ἔτι, παιδάριον 〈δὲ〉 τὸ ἤδη περιπατοῦν | |
5 | καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὰ δὲ ἐχόμενα ταύτης οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦτα ἔφηβος· Κυρηναῖοι δὲ τοὺς ἐφήβους τριακατίους καλοῦσιν, Κρῆ‐ | |
10 | τες δὲ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν μετασχεῖν δρόμων. μεῖραξ δὲ ἢ μειράκιον ὁ μετὰ ταῦτα, εἶτα νεανίσκος, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς—ὃ καὶ ὠμογέρων—, εἶτα γέρων, | |
εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως. | 236 |