TLG 1416 002 :: (H)EREN(N)IUS PHILO :: De adfinium vocabulorum differentia (lexeis additae e similibus epitomis operis ejusdem cum titulis aliis e codicibus variis aliis)

(H)EREN(N)IUS PHILO Gramm. Hist., Eranius Philo
(Byblius: A.D. 1–2)

De adfinium vocabulorum differentia (lexeis additae e similibus epitomis operis ejusdem cum titulis aliis e codicibus variis aliis)

Source: Nickau, K. (ed.), Ammonii qui dicitur liber de adfinium vocabulorum differentia. Leipzig: Teubner, 1966: 156–159.

Dup. partim 1416 001, 007, 1643 003, 4098 001 passim

Citation: Lexical entry — (line)

1

ἆθλον ἐπάθλου διαφέρει. ἆθλον μὲν γὰρ καλεῖται αὐτὸς ὁ ἀγών, ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον. Eren. Er. Egud.

2

ἀμφὶ μὲν σημαίνει τὸ περί, τὸ δὲ ἀμφὶς ποτὲ μὲν σημαί‐ ν〈ε〉ι τὸ περί, ποτὲ δὲ τὸ χωρὶς ἀμφοτέρωθεν. Pt. Eren. Er.

3

ἀμῦναι καὶ ἐπαμῦναι τινὲς ταὐτὸ ᾠήθησαν εἶναι, καὶ οὐ καλῶς· διαφέρει γάρ. ἀμῦναι οὖν ἐστι τὸ ἀνταμείψασθαι τὸν ἠδικηκότα, ἐπαμῦναι δὲ τὸ βοηθῆσαι. Ὅμηρος (Ε 685)· ‘ἀλλ’ ἐπάμυνον‘. Egud.

4

ἀμφισβήτησις ἀγνοίας διαφέρει. ἄγνοια μὲν γάρ ἐστι παντελῶς ἀνεπιστημοσύνη τοῦ προκειμένου, ἀμφισβήτησις δὲ ἡ ἑτέρου πρὸς ἕτερον ἀμφιβολία περὶ τοῦ προκειμένου πράγ‐ ματος. Egud.

5

ἀνάθημα ἀναθέματος διαφέρει. ἀνάθημα μὲν γάρ ἐστι, τὸ διὰ τοῦ η γραφόμενον, τὸ ἀνιερούμενόν τε καὶ ἀνατι‐ θέμενον 〈ἐν〉 ἱερῷ τινι τόπῳ· ἀνάθεμα δέ, διὰ τοῦ ε ἐκφερό‐ μενον, τὸ ὕβρεως ἐχόμενον καὶ ἀναθεματισμοῦ. Eren.

6

ἀνὴρ ἀνθρώπου διαφέρει. ἀνὴρ μὲν γὰρ κυρίως λέγεται ὁ ἐπ’ ἀρετῇ τινι διαπρέπων, ἄνθρωπος δὲ ὁ ἐπὶ μηδενί τινι διαπρέπων. Eren. Er. Egud.156

7

ἀπαράσκευος ἀπαρασκευάστου διαφέρει. ὁ μὲν γὰρ δι’ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος ἂν λέγοιτο, ὁ δὲ δι’ ἑτέρου ἀπαρασκεύαστος. Pt. Eren. Er. Egud. ὁ μὲν γὰρ ἄρχων ὁ μονομάχους δοῦναι θέλων ἀπαράσκευος λέγεται
5Eren. Sym. Egud. οἱ δὲ μονομάχοι ἀπαρασκεύαστοι Eren. Sym. Egud. Pt. τὸ μὲν γὰρ διὰ τὸ παθητικὴν ἔχειν ἔμφασιν ὑφ’ ἕτερον πίπτει, τὸ δὲ αὐτεξούσιόν ἐστιν. ὁ οὖν ἐναλλάσσων ταῦτα ἀκυρολογεῖ. Eren. Sym. (Egud. valde mutil.)

8

ἄποικοι μὲν οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκῆσαι, ἔποικοι δὲ οἱ ἐν πόλει. Laur.

9

ἀπολείπει καὶ ἐκβάλλει διαφέρει. ἀπολείπει μὲν ἡ γυνὴ τὸν ἄνδρα, ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. Eren. Er.

10

ἀπόνοια ἀνοίας διαφέρει Eren. Er. Egud. ἀπόνοια μὲν γὰρ μανία τίς ἐστιν καὶ ὑπερηφανία μισουμένη· ἡ δὲ ἄνοια στέ‐ ρησις οὖσα φρονήσεως ἐλεεῖται μᾶλλον ἢ μισεῖται. Eren. Er.

11

ἀστρολογία ἀστρονομίας διαφέρει. ἀστρονομία μὲν γάρ ἐστιν ἡ κατάληψις τῶν ἄστρων, ἀστρολογία δὲ ἡ τὰ ἐκ τῶν κινήσεων τῶν ἀστέρων ἀποτελέσματα δηλοῦσα ἐπιστήμη.
Eren. Er. Egud.157

12

βοῦς μόσχου διαφέρει. βοῦς μὲν γάρ ἐστι ὁ τέλειος· μόσχος δὲ ὁ νεογνός, ἀφ’ οὗ καὶ μοσχεία ἡ νέα φυτεία. Er. Egud.

13

γαμήλια καὶ γαμηλία διαφέρει. γαμήλια τὰ τελού‐ μενα ἐν τῇ ἡμέρᾳ καθ’ ἣν ὁ γάμος ἐκτελεῖται, ἢ τὰ δῶρα τὰ διδόμενα ἐν γάμῳ. γαμηλία δὲ ἡ εἰς τοὺς φράτορας διδομένη ἐγγραφὴ καὶ εἰσαγωγὴ ἐπὶ γάμοις ἣν ὠνόμαζον καὶ κουρεῶ‐
5τιν. οἱ δέ φασιν γαμηλίαν θυσίαν ἣν ἔθυον τοῖς δημόταις οἱ εἰς τοὺς ἐφήβους ἐγγραφόμενοι καὶ μέλλοντες γαμεῖν· ἐγίνετο δὲ ἡ θυσία Ἥρᾳ καὶ Ἀφροδίτῃ καὶ Χάρισι γαμηλίαις· ἢ θυσία τοῖς τῷ δήμῳ θεοῖς. Eren.

14

ἕρκος καὶ ἑρκίον διαφέρει. ἕρκος ἐπὶ πόλεων, ἑρκίον ἐπὶ ἐπαύλεων. Eren. Er.

15

ἡσυχάζειν καὶ σιγᾶν διαφέρει Eren. Egud. ἡσυχάζειν μὲν γὰρ τὸ ἠρεμεῖν καὶ ἀτρεμεῖν δι’ ὅλου τοῦ σώματος, σιγᾶν δὲ ἐπὶ γλώττης μόνον, τὸ μὴ λαλεῖν. Eren. Er. Egud. Pt.

16

θόλος καὶ θολ{ι}ὸς διαφέρει. θόλος τὸ οἰκοδόμημα ὃ νῦν καμάραν καλοῦσι· θολ{ι}ὸς τὸ μέλαν τῆς ση†τηό†ς. Eren.

17

τὸ ἱππῆς τοῦ ἱππέας διαφέρει. ἱππῆς μὲν γὰρ λέγου‐ σιν οἱ Ἀττικοὶ ἐπὶ ὀνομαστικῆς πτώσεως, ἱππέας δὲ ἐπὶ αἰτια‐ τικῆς ἐπιτεταμένως· ὁμοίως βασιλῆς καὶ βασιλέας καὶ τἆλλα προσηγορικά Pt.

18

μηρία καὶ μηροὶ διαφέρει. μηρία μὲν γὰρ τὰ {ἐν}ἁγι‐ ζόμενα τοῖς θεοῖς, μηροὶ δὲ 〈καὶ〉 τὰ μὴ οὕτως ἔχοντα. Eren. Er.158

19

μνᾶται καὶ μνηστεύεται διαφέρει. μνᾶται μὲν ὁ ἀνὴρ γυναῖκα, μνηστεύεται δὲ ἡ γυνὴ ἄνδρα. Eren. Er.

20

τὸ μὲν οὐδέποτε καὶ ἐπὶ τοῦ παρεληλυθότος καὶ ἐπὶ τοῦ μέλλοντος λέγεται, τὸ δὲ οὐδεπώποτε ἐπὶ μόνου παρε‐ ληλυθότος· ὥστε οἱ λέγοντες ‘οὐδεπώποτε γενήσεται‘ σολοι‐ κίζουσιν. Pt.

21

πάγετος μὲν τὸ κρύος, παγετὸς δὲ ὁ χειμών. Eren. Er.

22

τύραννοι καὶ βασιλεῖς διαφέρουσιν. τύραννοι μὲν γὰρ οἱ ἐξ ὠμότητος ἢ ἁρπαγῆς τὴν βασιλείαν δεξάμενοι, βασι‐ λεῖς δὲ οἱ πατροπαράδοτον τὴν βασιλείαν ἔχοντες. Er.

23

φλαῦρον καὶ φαῦλον διαφέρει. φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ κοῦφον κακόν, φαῦλον δὲ τὸ μέγα Eren. Er., ὡς καὶ ἐν ἄλλοις παρεδηλώσαμεν. Er.

24

χρῆνα〈ι〉 δεῖν. Ἴσαιος (fr. 27 c Thalh.) πρὸς Τληπόλεμον· ‘ἐπειδὴ γοῦν οὐκ ἐδόκει χρῆναι πλέον δαν〈ε〉ίζεσθαι‘. χρὴ δεῖ, ἐχρῆν ἔδει. Pt.

25

χροῦς καὶ χρῶς διαφέρει. χροῦς μὲν γὰρ ἡ χροιὰ καὶ τὸ χρῶμα τῆς γαστρός· φαμὲν οὖν εὔχρουν καὶ ἄχρουν. χρῶς
δὲ τὸ σῶμα. Pt.159