TLG 1416 001 :: (H)EREN(N)IUS PHILO :: De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας) (epitome operis Herennii Philonis) (e cod. Paris.suppl. gr. 1238) (H)EREN(N)IUS PHILO Gramm.
Hist., Eranius Philo De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας) (epitome operis Herennii Philonis) (e cod. Paris.suppl. gr. 1238)
Citation: Alphabetic letter — entry — (line) | ||
t1 | ΕΡΕΝ〈Ν〉ΙΟΥ ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΔΙΑΦΟΡΟΥΣ ΣΗΜΑΣΙΑΣ | |
alpha1 | ἀρχὴ τοῦ α | |
1 | ἆθλον ἐπάθλου διαφέρει. ἄθλον μὲν γὰρ καλεῖται αὐτὸς ὁ ἀγών, ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον. | |
---|---|---|
alpha2 | ἄστρον ἀστέρος διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συνιστάμενον σχῆμα, ἀστὴρ δὲ αὐτὸς ὁ | |
λάμπων. | 125 | |
alpha3 | ἀστρολογία ἀστρονομίας διαφέρει. ἀστρονομία μέν ἐστιν ἡ κατάληψις τῶν ἀστέρων, ἀστρολογία δὲ ἡ τὰ ἐκ τῶν κινήσεων τῶν ἀστέρων ἀποτελέσματα δηλοῦσα ἐπιστήμη. | |
alpha4 | ἀράχνη ἀράχνου διαφέρει. ἀράχνη μὲν γάρ ἐστι τὸ λεπτότατον ὕφος τοῦ ζῴου, τουτέστι τοῦ ἀράχνου· ἀράχνης δέ ἐστιν αὐτὸ τὸ ζῷον, ἀρσενικῶς ἐκφωνούμενος. | |
alpha5 | ἀνὴρ ἀνθρώπου διαφέρει. ἀνὴρ μὲν γάρ ἐστι κυρίως | |
ὁ ἐπ’ ἀρετῇ τινι διαπρέπων, ἄνθρωπος δὲ ὁ ἐπὶ μηδενὶ διαπρέπων. | 126 | |
alpha6 | ἀνάθημα ἀναθέματος διαφέρει. ἀνάθημα μὲν γάρ ἐστιν, τὸ διὰ τοῦ η γραφόμενον, τὸ ἀνιερούμενόν τε καὶ ἀνα‐ τιθέμενον ἱερῷ τινι τόπῳ· ἀνάθεμα δέ, διὰ τοῦ ε ἐκφερόμενον, τὸ ὕβρεως ἐχόμενον καὶ ἀναθεματισμοῦ. | |
alpha7 | ἄγροικος βαρυτόνως καὶ ἀγροῖκος προπερισπωμένως διαφέρει. ἄγροικος μὲν βαρυτόνως ὁ γνώσεως ἄμοιρος· ἀγροῖκος | |
δὲ προπερισπωμένως ὁ ἐν ἀργῷ διατρίβων 〈ἢ〉 ὁ μὴ ἥμερος, ἴσος τῷ ἄγριος. | 127 | |
alpha8 | ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. ἀποκήρυκτος μέν ἐστιν ὁ ἐπ’ ἀδικήμασί τισι τῆς οἰκίας ἐκβληθείς· ἐκποίητος δὲ ὁ δοτὸς εἰσποιητός. | |
alpha9 | ἀπεκήρυξε καὶ ἐπεκήρυξε διαφέρει. κηρῦξαι μὲν καὶ ἀποκηρῦξαι λέγουσιν ἐπὶ το〈ῦ〉 ὑπὸ κήρυκα ἀποδόσθαι τι. Μέ‐ νανδρος (fr. 658 Koe.—Th.2) ‘ἀπεκήρυξεν αὐτὴν Ἀγαμέμνων‘, | |
5 | οἷον ὑπὸ κήρυκι ἐπώλησεν. ἐπικηρῦξαι δὲ τὸ ὑποσχέσθαι χρή‐ ματα δώσειν τῷ συλλαβόντι καὶ ἀποκτείναντί τινα τῶν κατα‐ δικασθέντων. | |
alpha10 | ἀπαράσκευος ἀπαρασκευάστου διαφέρει. ὁ μὲν γὰρ | |
δι’ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος ἂν λέγοιτο, ὁ δὲ ἐξ ἑτέρου ἀπαρασκεύαστος. ὁ μὲν γὰρ ἀρχιερεὺς 〈ὁ〉 μονομάχους δοῦναι 〈θέλων〉 ἀπαράσκευος· οἱ δὲ μονομάχοι ἀπαρασκεύαστοι. | 128 | |
5 | τὸ μὲν γὰρ διὰ τὸ παθητικὴν ἔχειν ἔμφασιν ὑφ’ ἕτερον πίπτει, τὸ δὲ αὐτεξούσιόν ἐστιν. ὁ οὖν ἐναλλάσσων ταῦτα ἀκυρολογεῖ. | |
alpha11 | ἁλίπαστον ἁλισπάρτου διαφέρει. τὸ μὲν γὰρ ἁλσὶ πεπασμένον κρέας ἢ ἰχθὺν ἔλεγον ἁλίπαστον, ἁλίσπαρτον δὲ τὴν ἁλσὶ κατεσπαρμένην χώραν· τῶν γὰρ ἀρχαίων τινὲς βαρ‐ βάρων δυσμενῶς διακείμενοι πρὸς τ[οὺς Ἕλληνας τ]ὰς χώρας | |
5 | αὐτῶν κατέσπειρον ἁλσὶν εἰς τὸ μηκέτι δύνασθαι φέρειν καρ‐ πούς· ὅθεν καὶ ὁ βίος τοὺς ᾐκι〈σ〉μένους δεινῶς καὶ δυσθερά‐ πευτα ἔχοντας τὰ σώματα ἁλισπάρτους καλεῖ. | |
alpha12 | ἄγειν καὶ φέρειν διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα· φέρεται δὲ τὰ ἄψυχα. καὶ Ὅμηρος (Il. v 483 sq.)· ‘οὐ τί μοι ἐνθάδε τοῖον, οἷον 〈κ’ ἠὲ〉 φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν‘. | |
5 | καὶ πάλιν (od. iv 622)· | |
‘οἱ δ’ ἦγον μὲν μῆλα, φέρον δ’ εὐήνορα οἶνον‘. | 129 | |
alpha13 | ἄρρωστος ἀρρωστοῦντος διαφέρει. ἄρρωστος μὲν γάρ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τι κατὰ τὰς ὀρέξεις· ἀρρωστεῖ δὲ ὁ νοσῶν. οὕτως Ἀριστοτέλης (fr. om. r.)· | |
alpha14 | αὖθις καὶ αὖθι χωρὶς τοῦ ς διαφέρει. τὸ μὲν γὰρ αὖθις πάλιν ἢ μετὰ ταῦτα, τὸ δὲ αὖθι καὶ τὸ αὐτόθι. κακῶς | |
οὖν Καλλίμαχός φησιν (fr. 1, 35 Pf.)· ‘αὖθι τόδ’ ἐκδύοιμι, τό μοι βάροσ‘, | 130 | |
5 | ἀντὶ τοῦ μετὰ ταῦτα. καὶ ἐν τῇ Ἑκάλῃ (fr. 238, 4 Pf.)· ‘τῷ 〈ῥα〉, πᾶτερ, μεθίει με, σόον δέ κεν αὖθι δέχοιο‘, ἀντὶ τοῦ πάλιν. | |
alpha15 | ἀρρωδεῖν καὶ ὀρρωδεῖν ἐναντίον ἀλλήλοις. τὸ μὲν γὰρ ὀρρωδεῖν διὰ τοῦ ο σημαίνει τὸ εὐλαβεῖσθαι· ἐξηγοῦνται δὲ τὴν λέξιν οὕτως· ὄρρος λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος, ὅντινα ταῦρον λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος | |
5 | ὀρροπύγιον καλεῖται, οὔχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως εἴρηται, ὄρρος ὢν ὁ τῆς πυγῆς καὶ οἱονε̣ὶ̣ ὀρροπύγιον. οἱ δὲ εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ τὰ ἄλογα τῶν ζῴων ὑποστέλ〈λ〉ειν εἴωθε τὴν οὐρὰν ὅτε τι εὐλαβεῖται. εὐλόγως οὖν ἀπὸ τοῦ παρακολουθοῦν‐ | 131 |
10 | τος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν Περσέα εἰσάγει λέγοντα (Andromed. fr. 130 n.2)· ‘τὰς γὰρ συμφορὰς τῶν κακῶς πεπραγότων οὐπώποθ’ ὕβρις’, αὐτὸς ὀρρωδῶν παθεῖν‘. καὶ τὸ [μὲν] ὀρρωδεῖν τοιοῦτον· τὸ δὲ ἀρρωδεῖν 〈τὸ ἐναντίον〉, | |
15 | τοῦτ’ ἔστιν οὐκ εὐλαβεῖσθαι, ἀλλὰ καταφρονεῖν καὶ τεθαρρη‐ κέναι. | |
alpha16 | ἀπόνοια ἀνοίας διαφέρει. ἀπόνοια 〈μὲν〉 μανία τίς ἐστιν καὶ ὑπερηφανία μισουμένη· ἡ δὲ ἄνοια στέρησις οὖ[σα] | |
φρονήσεως ἐλεεῖται μᾶλλον ἢ μισεῖται. | 132 | |
alpha17 | ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι μὲν γὰρ [τὸ] κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ βοηθεῖν. | |
alpha18 | ἀτελὲς καὶ ἀτέλε〈σ〉τον διαφέρει. ἀτελὲς μὲν γ[ὰρ] τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον τελεσθῆναι. | |
οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀ[κυ]ρολογοῦσιν. | 133 | |
alpha19 | ἀπολογεῖσθαι τοῦ ἀπολογίζεσθαι διαφέρει. ἀπολογί‐ ζεσθαι μὲν γὰρ ῥητέον τὸ ἀποδοῦναι τὸν λόγον τῶν δαπανη‐ μάτων· καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι οἱ ἀριθμητικοὶ λέγουσιν. ἀπολογεῖσθαι δὲ τὸ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν. | |
alpha20 | αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. τὸ μὲν γὰρ α[ἰτῶ] ἐπὶ τοῦ λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ αἰτοῦμαι ἐπὶ τοῦ χρῆσθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Δυσκόλῳ (fr. 123 et 410 Koe.— Th. 2) διαστέλλει τὴν διαφοράν· | |
5 | ‘οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενοσ‘. | |
alpha21 | αἰδὼς καὶ αἰσχύνη διαφέρει. ἡ μὲν γὰρ αἰδώς ἐστιν ἐντροπὴ πρὸς ἕκαστον ὅν 〈τισ〉 σεβασμίως ἔχει, αἰσχύνη δὲ | |
ἐφ’ οἷς ἕκαστος ἁμαρτάνων αἰσχύνεται ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ μεθύσκεσθαι. | 134 | |
5 | διαστέλλει δὲ καὶ Ἀριστόξενος ὁ μουσικὸς (fr. 42a Wehrli) ἐν Νόμῳ παιδευτικῷ. φησὶ γοῦν διαφορὰν τήνδε νομιστέον αἰδοῦς καὶ αἰσχύνης, ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχὴν πρ[ο]σέρχεται οὕτω δια‐ | |
10 | κείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ 〈διὰ〉 τὸ σέβεσθαι καὶ τιμᾶν τὰς προειρημένας ὑπεροχάς. ἡ δὲ αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς εἶναι | |
καὶ 〈ἔπειτα πρὸσ〉 ἑαυτόν· αἰσχύνεται γὰρ καὶ ἑαυτόν. | 135 | |
alpha22 | ἄμητος καὶ ἀμητὸς διαφέρει. ἄμητος γὰρ ὁ καιρὸς τοῦ θέρους· ἀμητὸς δὲ ὁ θερισμός, οἱονεὶ αὐτὸς ὁ ἀμώμενος καρπός. | |
alpha23 | ἀπολείπει καὶ ἐκβάλλει 〈διαφέρει〉. ἀπολείπει μὲν ἡ | |
γυνὴ τὸν ἄνδρα, ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. | 136 | |
alpha24 | ἀντικρὺ μὲν τὸ ἐπ’ εὐθείας ὀξυτόνως· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς. | |
alpha25 | ἀμφὶ μὲν τὸ περί, ἀμφὶς δὲ χωρίς, ἀμφοτέρωθεν. | 137 |
alpha26 | ἀκτ[α]ὶ μὲν οἱ πετρώδεις τόποι οἱ ἐν θαλάσσῃ πα‐ ρακείμενοι, θῖνες δὲ οἱ αἰγιαλοί. | |
alpha27 | ἀπο̣φορὰ κ̣α̣ὶ̣ εἰσφορὰ διαφέρει. ἀποφορὰ γάρ ἐστι τὸ ὑπὸ τῶν ὑποτεταγμένων δούλων τελούμενον τοῖς δεσπόταις· τὸ δὲ ὑπὸ τῶν πολιτῶν δημοσίᾳ διδόμενον ἀποτέλεσμα εἰσφορά. | |
alpha28 | ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τρίτῳ Περὶ Ἀττικῆς προσῳδίας (fr. 12 Vels.). ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα καθάπερ ἐν τῇ συ‐ | |
νηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ [βίας] ἀφαίρεσιν δηλώσει· ἐὰν | 138 | |
5 | δὲ βαρυτόνως ἁρπάγην ὡς ἀνάγκην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ (fr. 657 Koe. —Th.2) ἀνα‐ γινώσκομεν· ‘ποτήριον, τράπεζαν, ἁρπάγην κάτω, κάδον‘. | |
10 | καὶ ἐν τῇ Ὑδροχόῳ (fr. 180 Keo.—Th.2)· ‘τὸν παῖδα δὲ οὐ † δίδομεν ἀλλ’ ἁρπαγήν, ἣν αὐτὸ[ς] κατεσκεύασεν‘. καὶ Ἀριστοφάνης ἐν Νιόβῳ (fr. nov.). | |
alpha29 | ἀσφόδελος καὶ ἀσφοδελὸς κατὰ τὸν ὀξὺν τόνον δια‐ φέρει 〈παρὰ〉 τοῖς Ἀττικοῖς· ἄλλοι τε καὶ Τρύφων (fr. 14 Vels.) ἐν τῷ δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας· τὸ βαρυτονού‐ | |
μενον γὰρ τὸ φυτὸν παρὰ τοῖς παλαι̣οῖς, [ὀ]ξυτονούμενον δὲ | 139 | |
5 | τὸν τόπον, ἐν ᾧ ὁ ἀσφόδελος γίνεται· αὐτὸς δέ τι ὁ Τρύφων προκρίνει ὁμοτόνως τῷ φυτῷ καὶ τὸν τόπον ἐκφέρειν· πολλάκις 〈γάρ〉, φησίν, τοῖς περιεχομένοις τὰ περιέχοντα ὁμοτόνως λέγε‐ ται. καὶ σκόροδα γὰρ αὐτὰ λέγομεν καὶ τὸν τόπον ἔνθα συμβέ‐ βηκε ταῦτα πιπράσκεσθαι· ὁμοίως κρόκον αὐτὸ τὸ ἄνθος καὶ | |
10 | τὸν τόπο[ν] ἐν ᾧ φύε̣ται. | |
alpha30 | ἀνδραγαθία ἀνδρείας διαφέρει. ἀνδρεία μὲν γάρ ἐστι δύναμις σώματος ἐπαινουμένη· ἀνδραγαθία̣ δὲ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν. | |
alpha31 | ἅμα καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν | |
ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. ἅμα μὲν 〈οὖν Σόλων〉 ἐγένετο 〈Ἀνα‐ χάρσιδι τῷ〉 Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασεν, ὁμοῦ μέντοι οὐκέτι· οὐδὲ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, | 140 | |
5 | ἀλλ’ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος δὲ δια‐ στέλλει (Il. iv 450 sq. viii 64 sq.)· ‘ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν‘, κατὰ τὸν αὐτὸν χρόνον. καὶ (Il. iii 1) ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι‘, | |
10 | καὶ (Il. xxiii 362) ‘οἱ δ’ ἅμα πάντες ἐφ’ ἵπποισι〈ν〉 μάστιγας ἄειραν‘ ἐπὶ τόπου δέ (od. xv 365)· ‘τῇ ὁμοῦ ἐτρεφόμην‘, | |
καὶ πάλιν (Od. xii 67) | 141 | |
15 | ‘ἀλλά γ’ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν‘, ἀντὶ τοῦ ἐν τῷ αὐτῷ τόπῳ· ‘οὗ περ δὴ δύο παῖδ’ ἔλαβε κρείων Ἀγαμέμνων ἐν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ’ ἴσχον ὠκέας ἵππουσ‘ (Il. xi 126 sq.). ἔσθ’ ὅτε δ’ Ὅμηρος τὸ ὁμοῦ ἐπὶ χρονικοῦ | |
20 | τάσσει ἐπιρρήματος, ὥς φησιν Ἀσκληπιάδης (FHG iii 299)· ‘εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούσ‘ (Il. i 61), εἰ μὴ ἄρα τις εἴπῃ καὶ νῦν τὸ ὁμοῦ ἐν τῷ αὐτῷ τόπῳ, οἷον «ἐν Τροίᾳ ὅ τε πόλεμος καὶ ὁ λοιμὸς δαμάζει τοὺς | |
25 | Ἀχαιούς». | |
alpha32 | αἶνος καὶ παροιμία διαφέρει. ὁ μὲν γὰρ αἶνός ἐστι λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς | |
ἀνθρώπων παραίνεσιν, ὥς φησι Λουκίλλιος ὁ Ταρραῖος ἐν τῷ πρώτῳ Περὶ παροιμιῶν (fr. 1 Linn.). οἷον ἀπὸ μὲν ἀλόγων | 142 | |
5 | ζῴων ὡς παρ’ Ἀρχιλόχῳ (fr. 174 W.). ‘αἶνός τις ἀνθρώπων ὅδε, ὡς ἆρ’ ἀλώπηξ καἰετὸς ξυνωνίην ἔθεντο‘, καὶ τὰ ἑξῆς. καὶ πάλιν ὅταν λέγῃ (fr. 185, 1—2 W.) | |
10 | ‘ἐρῶ τιν’ ὑμῖν 〈αἶνον, ὦ〉 Κηρυκίδη, ἀχνυμένη σκυτάλη‘, εἶτα ἐπιφέρει (fr. 185, 3—6 W.) ‘πίθηκος ᾔ〈ει〉 θηρίων ἀποκριθείς μοῦνος ἐν ἐσχατιήν. | |
15 | τῷ δ’ ἆρ’ ἀλώπηξ κερδαλέη συνήντετο | |
πυκνὸν ἔχουσα νόον‘. καὶ Ἡσίοδος (Opp. 202 sqq.)· ‘νῦν δ’ αἶνον βασιλεῦσιν ἐρῶ φρονέουσι καὶ αὐτοῖς· ὧδ’ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον | 143 | |
20 | ὕψι μάλ’ ἐν νεφέεσσιν ἔχων ὀνύχεσ〈σ〉ι μεμαρπώσ‘. ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ (fr. 194, 6—8 Pf.)· ‘ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε Τμώλῳ δάφνην ἐλαίῃ νεῖκος οἱ πάλαι Λυδοί 〈λέγουσι θέσθαι〉‘, | |
25 | καὶ τὰ ἑξῆς. καὶ ἔστιν αἶνος ἐξηπλωμένη παροιμία· παροιμία δὲ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καί τι ἔξωθεν ἐκδεχομένη, οἷον· «μένε βοῦς ποτε βο‐ τάνη〈ν〉» καὶ «κισσὸς μετὰ Ἀνθεστήρια». | |
alpha33 | ἄρτι καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονι‐ κὸν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου τελείου ἔργου, ὥστε ἁμαρτάνειν Σαπφὼ λέγουσαν (fr. 123 L.—P., cf. 123 et 103, 10 Voigt) | |
5 | ‘ἀρτίως ἡ χρ[υσοπέδ]ι[λος] Αὔωσ‘, | |
ἀντὶ χρονικοῦ τοῦ ἄρτι. παρὰ δὲ τοῖς Ἀττικοῖς τὸ μὲν ἀρτίως σημαίνει πα[ρε]στώσης τῆς ὥρας, τὸ δὲ ἄρτι παρατατικὸν 〈καὶ ἐπὶ παρῳχηκότος χρόνου〉. | 144 | |
alpha34 | ἆρα καὶ ἄρα διαφέρει. ὁ μὲν γὰρ κατὰ περισπωμένην λεγόμενος σύνδεσμος ἀπορη〈μα〉τικός ἐστιν, ὅτε διαποροῦντες λέγομεν· «ἆρά γε πῶς ἕξει τὸ πρᾶγμα;». ὁ δὲ κατὰ συστολὴν συλλογιστικός· «〈εἰ ἡμέρα ἐστίν, φῶς ἐστίν〉· ἀλλὰ μὴν ἡμέρα | |
5 | ἐστίν, 〈φῶς ἄρα ἐστίν〉». «εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον | |
ἡμῖν ἄρα ἐστίν». | 145 | |
alpha35 | αἴθε καὶ ὤφελον διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμφα‐ τον πρόσωπον· τὸ δὲ ὤφελον ἐμφαίνει πρόσωπα, οἷον· ὤφελον ἐγώ, ὤφελον σύ, ὤφελον ἐκεῖνος. ἄλλως τε τὸ μὲν αἴθε ἐστὶν ἐπίρρημα, τὸ δὲ ὤφελον ῥῆμα καὶ ἐπίρρημα. | |
alpha36 | ἆθλος ἀρσενικῶς καὶ ἆθλον οὐδετέρως διαφέρει. ἀρ‐ σενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον· Ὅμ̣[ηρ]ος ‘ο[ὗτο]ς μὲν δὴ ἄεθλος ἀάατος ἐκτε〈τέ〉λεσται‘ | |
5 | (Od. xxii 5), ἐπὶ δὲ τῶν ἐπάθλων· | |
‘ἀέθλια ἐπαγαγόντεσ‘ (Il. xxii 736). | 146 | |
beta1 | ἀρχὴ τοῦ β | |
beta37 | βωμὸς καὶ ἑστία καὶ ἐσχάρα καὶ μέγαρον διαφέρει, καθὰ καὶ Ἀμμώνιος ὁ Λα〈μπ〉τρεὺ[ς] (FGrH 361 f 1 a) ἐν τῷ πρώτῳ Περὶ θυσιῶν φησιν· ‘βωμοὶ μὲν οἱ προ〈σ〉βά‐ σεις ἔχοντες, ἐσχάρα δὲ ἡ πρὸ̣ς̣ βιωτικὴν γινομένη χρῆσιν ἐπὶ | |
5 | γῆς· τὰ δὲ πολυτελῆ ἑστία〈ι〉· τὸ δὲ μέγαρον ἡ περιῳκοδομη‐ μένη ἑστία 〈 〉 σημαίνει τὸν οἶκον· ‘ἑστίην τ’ Ὀδυσσῆος ἀμύμονος, ἣν ἀφικάνων‘ (Hom. Od. xiv 159 xvii 156 xix 304 xx 231), καὶ ἀνέστιος ὁ ἄοικος. παρ’ Ἡσιόδῳ (Theog. 454) καὶ ἡ σωματοειδὴς θεὸς | 147 |
10 | ‘Ἑστίην καὶ Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον‘. ὣς δ̣ὲ Νεάνθης ὁ Κυζικηνὸς (FGrH 84 f 7) ἐν τρίτῳ τῶν Κατὰ πόλιν βωμούς φησι θεῶν, ἐσχάρας δ’ ἡρώων. παρὰ δ’ Εὐριπίδῃ (fr. 628 n.2) ἐσχάρα ἀντὶ τοῦ βωμοῦ κεῖται ἐν Πλεισθένει· | |
15 | ‘μηλοσφαγῆτε δαιμόνων ἐπ’ ἐσχάραισ‘. καὶ Σοφοκλῆς (fr. 730 Radt) ἐν Χρύσῃ. | |
beta38 | βασιλεὺς καὶ κοίρανος διαφέρει. βασιλεὺς μὲν γάρ ἐστιν ὁ πατρόθεν ἢ ἐκ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν 〈τὸ〉 τοῦ βασιλέως ἔργον ἐπιτελῶν, οἷος ἧν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς· | |
5 | ‘ὣς ὅ γε κοιρανέων δίεπε στρατόν‘ (Hom. Il. ii 207). ἡγεμὼν δέ ἐστιν ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, ὥς φησιν Ὅμηρος (Il. iii 1)· ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι‘. | 148 |
beta39 | βούλει καὶ βούλῃ διαφέρει. ὅτ̣ι̣ τὸ μὲν βούλει ὁριστι‐ κῶς λέγουσιν, οἷον «βούλει χολάσαι με», τὸ 〈δὲ〉 βούλῃ δι‐ στακτικῶς νοοῦσιν· «ἐὰν βούλῃ, πορευόμεθα». βουλῇ δὲ πε‐ ρισπωμένως τὴν γνώμην σημαίνει. | |
gamma1 | ἀρχὴ τοῦ γ | |
gamma40 | γαμήλιον καὶ 〈ἐπι〉θαλάμιον διαφέρει. ἐπιθαλάμιον γάρ ἐστι τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα· γα‐ μήλιον δὲ ὃ οὐ περιώρισται χρόνῳ. | |
gamma41 | γαμήλια καὶ γαμηλία διαφέρει. γαμήλια τὰ τελού‐ μενα ἐν τῇ ἡμέρᾳ καθ’ ἣν ὁ γάμος ἐκτελεῖται, ἢ τὰ δῶρα τὰ | |
διδόμενα ἐν γάμῳ. γαμηλία δὲ ἡ εἰς τοὺς φράτορας διδομένη ἐγγραφὴ καὶ εἰσαγωγὴ ἐπὶ γάμοις, ἣν ὠνόμαζον καὶ κουρεῶτιν. | 149 | |
5 | οἱ δέ φασι γαμηλίαν θυσίαν, ἣν ἔθυον τοῖς δημόταις οἱ εἰς τοὺς ἐφήβους ἐγγραφόμενοι καὶ μέλλοντες γαμεῖν. ἐγίνετο δὲ ἡ θυσία Ἥρᾳ καὶ Ἀφροδίτῃ καὶ Χάρισι γαμηλίαις· ἢ θυσία τοῖς τῷ δήμῳ θεοῖς. | |
gamma42 | γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει. Ἀλε‐ ξίων (fr. 1 Berndt) ἐν τῇ ἐπιτομῇ τῶν Διδύμου (p. 378 Schmidt) | |
Συμμίκτων φησὶν οὕτως· ‘ἐκ τῶν Ἀριστοφάνους (frr. 37—66 Sl.) Περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως μέχρι γήρως. βρέφος μὲν | 150 | |
5 | γὰρ τὸ γεννηθὲν ἀρτίως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τι‐ θηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχό‐ μενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δὲ ἐχομένην ταύ‐ της ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, | |
10 | οἱ δὲ μελλέφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τρι〈α〉κατίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν· Ἀχαιοὶ 〈δὲ〉 κούρους, καὶ † ἀρεσδαῖες † ἀγούρους, ὡσαύτως καὶ Ἀττι‐ | |
κοί. ὁ δὲ μετὰ ταῦτα μειράκιον ἢ μεῖραξ, εἶτα νεανίσκος καὶ | 151 | |
15 | νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς—ὃν καὶ ὠμογέ‐ ροντα καλοῦσιν—, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατό‐ γηρωσ‘. | |
gamma43 | γράμμα στοιχείου διαφέρει. στοιχεῖον μὲν γάρ ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οὗ τὸ γράμμα σημεῖον ἢ τύπος ἢ σχῆμα· ὡς ἐν τῷ «τρίγωνον τυποῦσθαι τὸ Δ· τρίγραμ‐ μον εἶναι τὸ Δ· στρογγύλον δὲ τυποῦσθαι τὸ Ο». τὸ δὲ στοι‐ | |
5 | χεῖον τὸ ὁλόκληρον, οἷον α β γ καὶ τὰ λοιπὰ στοιχεῖα. λέγεται μέντοι καταχρηστικῶς καὶ τὰ στοιχεῖα γράμματα. ἤδη μέντοι καὶ τὰ συγγράμματα οἱ παλαιοὶ ἔλεγον γράμματα· 〈 〉 καὶ πάλιν (Callim. epigr. 23, 3—4 Pf.)· ‘ἀλλὰ Πλάτωνος | |
10 | ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενοσ‘. καὶ ἐν τῇ συνηθείᾳ φαμέν· «πολλὰ οἶδε γράμματα». οὐ γὰρ τῶν εἴκοσι τεσσάρων, ἀλλὰ πολλῶν γραμμάτων ἔμπειρός ἐστιν. | |
ταύτῃ καὶ γραμματικὸς ὁ̣ πολλῶν ἔμπειρος λόγος. | 152 | |
delta1 | ἀρχὴ τοῦ δ | |
delta44 | δίσκος καὶ σόλος διαφέρει. δίσκος μὲν γάρ ἐστι λίθος τετρημένος, φησὶ Τρύφων (fr. 105 Vels.) ἐν πέμπτῳ Περὶ Ἑλληνισμοῦ· σόλος δὲ χαλκοῦν ὁλοσφύρωτον, ὡς καὶ Ὅμηρος ‘σόλον αὐτοχόωνον‘ (Il. xxiii 826), | |
5 | καὶ ἀλλαχοῦ (Od. viii 186) ‘λάβε δίσκον‘, [εἶ]τα ἐπιφέρει (Od. viii 190) ‘βόμβησε〈ν〉 δὲ λίθοσ‘. καὶ Πίνδαρος (Isthm. 1, 25)· | |
10 | ‘λιθίνοις ὁπόταν δίσκοισι‘. | 153 |
delta45 | δικαστὴς καὶ διαιτητὴς διαφέρει. δικαστὴς μὲν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ σύμφωνον αἱρεθεὶς συμβάσεως χάριν. Μένανδρος (fr. 316 Keo.—Th.2) ἐν Παιδ〈ίῳ〉· | |
5 | ‘εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν‘. | |
delta46 | διέφθαρται καὶ διέφθορε διαφέρει. διέφθαρται μὲν ὑφ’ ἑτέρων, διέφθορε δὲ ἕτερον. Ἀριστοφάνης (fr. 568 K.) ἐν Ὥραις· | |
‘διέφθορας τὸν ὅρκον ἡμῶν‘. Μένανδρος ἐν 〈Ἀ〉δελφοῖς (fr. 5 Keo.—Th.2)· | 154 | |
5 | ‘εἰ δ’ ἔστιν οὗτος τὴν κόρην διεφθορώσ‘. Ὅμηρος (Il. xv 128) ‘φρένας ἠλέ, διέφθορασ‘, ἀντὶ τοῦ διέφθαρκας ἑαυτοῦ τὰς φρένας. | |
delta47 | δυσπειθὴς ἀπειθοῦς διαφέρει. ὁ μὲν γὰρ δυσκόλως παραδέχεται τὸν πιστικὸν λόγον, ὁ δὲ ἀπειθὴς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι. | |
delta48 | ‘Δημήτηρ καὶ Δάματερ διαφέρει παρὰ Ἀττικοῖσ‘, φησὶ Τρύφων (fr. 107 Vels.). ‘Δημήτηρ γὰρ ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ‘. | |
delta49 | δοῦλοι καὶ οἰκέται καὶ θεράποντες διαφέρουσι παρὰ | |
τοῖς ἀρχαίοις. δοῦλοι μὲν γὰρ τῶν ἡδ̣ο̣ν̣ῶ̣ν λέγονται καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέως, οἰκέται δὲ δεσποτῶν, θε‐ ράποντες δὲ οἱ ὑποτεταγμένοι φίλοι, ὑφ’ ὧν θεραπεύονται οἱ | 155 | |
5 | προσήκοντες. | 156 |
delta50 | διαβόητος καὶ ἐπιβόητος διαφέρει. διαβόητος μὲν γὰρ ὁ ἐπ’ ἀρετῇ ἐπεγνωσμένος· ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην. Ἀνακρέων (pmg 354) ἐν δευτέρῳ· ‘καὶ μ’ ἐπιβόητον κατὰ γεί〈τονας ποιήσεισ〉‘. | |
5 | τοῦτον ἔνιοι τῶν ποιητῶν ἐπίφατον καλοῦσι καὶ ἐπίρρητον. | |
delta51 | διπλοῦν καὶ διπλάσιον, φησίν, διαφέρει. διπλοῦν μὲν γὰρ τῶν κατὰ μέγεθος, διπλάσιον δὲ τῶν κατὰ ἀριθμόν, οἷον «διπλάσια χρήματα». ἐπὶ τῶν διπλουμένων τὸ διπλοῦν, ὥσπερ ἐπὶ τῶν πτυσσομένων ἱματίων· «διπλοῦν ο̣ὖν τὸ ἱμάτιον», | |
5 | οὐκέτι «διπλάσιον». διπλάσιον γὰρ ἐπὶ τῶν ἄλλων τῶν κατὰ μέγεθος ἢ πλῆθος διαφερόντων ἢ διάστημα, οἷον «διπλάσιον οὗτος ἔχει τούτου» καὶ «διπλάσιον ἀφέστηκεν ἥδε ἡ πόλις | |
τῆσδε», οὐχὶ «διπλοῦν». | 157 | |
delta52 | διχότομος βαρυτόνως ὡς ἀντίτυπος καὶ διχοτόμος παροξυτόνως ὡς οἰκοδόμος διαφέρει. τὸ μὲν γάρ ἐστι παθητικόν, τὸ δὲ ἐνεργητικόν· ἂν μὲν γὰρ βαρυτονήσωμεν, δηλοῖ τὰ εἰς δύο διῃρημένα· ἂν δὲ 〈παρ〉οξυτονήσωμεν, τὰ εἰς δύο διαιροῦντα. | |
delta53 | δοάσατο καὶ δοιάσατο διαφέρει, ὅτι τὸ μὲν δοάσατο ἔδοξε, τὸ δὲ δοιάσατο σὺν τῷ ι ἐδίστασεν. | |
epsilon1 | ἀρχὴ τοῦ ε | |
epsilon54 | ἐλεάτρος καὶ ἐδέατ〈ρ〉ος διαφέρει. ἐλέατρος μὲν γάρ ἐστιν ὁ μάγειρος παρὰ τοὺς ἐλεούς—ἐλεοί εἰσιν αἱ μαγειρικαὶ τράπεζαι—. ἐδέατρος δὲ ὁ προγεύ〈σ〉της παρὰ τὰ ἐδέσματα. | 158 |
epsilon55 | ἐπίτιμος καὶ ἐπιτίμιος διαφέρει. ἐπίτιμος μὲν γὰρ ὁ ἔντιμος, ἐπιτίμιος δὲ ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος· ἀφ’ οὗ τὴν ἐπίπληξιν ἐπιτίμησίν φαμεν καὶ ‘ἐπιτίμησον αὐτῷ‘ (Luc. 17, 3) ἀντὶ τοῦ ἐπίπληξον. | |
epsilon56 | ἔνδοξος καὶ ἐπίδοξος διαφέρει. ὁ μὲν γάρ ἐστιν 〈ὁ〉 ἐπίσημος, ἐπίδοξος δὲ ὁ προσδοκώμενος. | |
epsilon57 | ἑταῖρος καὶ φίλος διαφέρει. ὁ μὲν γὰρ φίλος καὶ ἑταῖρος, ὁ δὲ ἑταῖρος οὐ πάντη φίλος. ἔστι γὰρ ὁ ἑταῖρος καὶ | |
συνεργός. διὸ καὶ Ὅμηρος ἐπὶ τοῦ ἀνέμου (Od. xi 7 xii 149) ‘πλησί〈στι〉ον ἐσθλὸν ἑταῖρον‘. | 159 | |
epsilon58 | ἔκγονος καὶ ἀπόγονος, φασίν, διαφέρει πρόδηλον. ἔκγονος μὲν γὰρ ὁ υἱός, ἀπόγονος δὲ ἤτοι υἱωνὸς ἢ ἔτι ἄπωθεν. καταχρῶνται δ’ ἔσθ’ ὅτε οἱ ῥητορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ. | |
epsilon59 | ἕλκος, ὠτειλή, τραῦμα, πληγὴ διαφέρει. ἕλκος μὲν | |
γὰρ τὸ χρόνιον πάθος μόνον ἐκ σιδήρου γενόμενον· ἔσθ’ ὅτε δὲ καὶ ἐκ τοῦ αὐτομάτου· εἴρηται δὲ παρὰ τὸ διελκοῦσθαι τὴν σάρ[κ]α. ὠτειλὴ δέ ἐστιν ἡ ἐκ τοῦ σύνεγγυς σιδήρου πληγή· | 160 | |
5 | τραῦμα δὲ τρῶσις σιδήρου γινομένη ἐφ’ ὑγιοῦ〈σ〉 σώματος· πληγὴ δὲ ἡ ἐκ χειρὸς πλῆξις. | |
epsilon60 | ἐπίκουροι καὶ βοηθοὶ διαφέρει. ἐπίκουροι μὲν γάρ εἰ‐ σιν οἱ τοῖς πολεμουμένοις ἐπικο〈υ〉ροῦντες καὶ συλλαμβανόμε‐ νοι, βοηθοὶ δὲ καὶ σύμμαχοι τῶν πολεμούντων. Ὅμηρος δι’ ὅλης τῆς ποιήσεως ἐφύλαξε τὴν διαφοράν· ἐπίκουροι γάρ εἰσι | |
5 | τοῖς Τρωσὶ πολεμουμένοις· βοηθοὶ καὶ σύμμαχοι τοῖς Ἕλλησιν· οὐκ ἔστιν οὖν 〈παρ’〉 αὐτῷ ἐπίκουρον Ἑλλήνων λεγόμενον εὑρεῖν, | |
ἀλλὰ Τρώων. | 161 | |
epsilon61 | ἕρκος καὶ ἑρκίον διαφέρει. ἕρκος ἐπὶ πόλεων, ἑρκίον ἐπὶ ἐπαύλων. | |
epsilon62 | ἑτερόφθαλμος καὶ μονόφθαλμος διαφέρει. ἑτερόφθαλ‐ μος μὲν 〈ὁ〉 κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον τῶν ὀφθαλ‐ μῶν, μονόφθαλμος δὲ ὁ μόνον ὀφθαλμὸν ἐσχηκώς, ὡς 〈ὁ〉 Κύ‐ κλωψ. | |
epsilon63 | ἐοικότα εἰκότων διαφέρει. τὰ μὲν γὰρ πίστεως ἐχό‐ | |
μενα εἰκότα, τὰ δὲ ἐμφερῆ ἐοικότα. | 162 | |
epsilon64 | εὐφυὴς καὶ εὐμαθὴς διαφέρει παρὰ Ἀττικοῖς· εὐφυῆ μὲν γὰρ λέγουσι τὸν σκωπτικόν, εὐμαθῆ δ̣ὲ̣ τὸν πρὸς μάθησιν εὖ πεφυκότα. | |
epsilon65 | ἐξανέψιοι καὶ ἀνεψιοὶ διαφέρει. καὶ ὅτι βαρυτόνως Ἀττικ[οὶ] προφέρονται τοὔνομα φησὶ Τρύφων (fr. 8 Vels.) ἐν τῷ δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας· ‘ἐξανέψιοι ὡς ἀμέριμνοι, ἀναστελλομένης—φησίν—τῆς ὀξείας ἐκ τοῦ ἀνεψιοῦ ὀνόματος | |
5 | ὀξυτονουμένου‘. | 163 |
epsilon66 | ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει. ἐχθρὸς μὲν γὰρ ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ δι’ ὅπλων χωρῶν πρὸς τοὺς πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τόν ποτε φίλον ἔχθραν δια‐ τηρῶν καὶ δυσδιαλλάκτως ἔχων. | |
epsilon67 | ἐξελεύθερος καὶ ἀπελεύθερος διαφέρει. ἐξελευθέρους μὲν γὰρ λέγουσι τοὺς διὰ χρέος προσθέτους τοῖς δανεισταῖς γενομένους, ἔπειτα ἀπολυθέντας, εἴτα ἐλευθερωθέντας· ἀπελευ‐ θέρους δὲ συνήθως τοὺς ἐκ δούλ[ου] ἐλευθερωμένους, ὥς φησι | |
5 | Τρύφων (fr. om. Vels.) ἐν πέμπτῳ Περὶ Ἑλληνισμοῦ. | 164 |
epsilon68 | ἐπικήδειον καὶ θρῆνος διαφέρει. ἐπικήδειον μὲν γάρ ἐστι 〈τὸ〉 ἐπὶ τῷ κήδει, θρῆνος δὲ τὸ ἐν οἱῳδήποτε χρόνῳ, ὣς Τρύφων (fr. 114 Vels.). Ἀριστοκλῆς δὲ ὁ Ῥόδιος ἐν τῷ Περὶ ποιητικῆς ἔμπαλίν φησιν· ‘θρῆνος δέ ἐστιν ᾠδὴ τῆς συμφορᾶς | |
5 | οἰκεῖον 〈ὄνομα〉 ἔχουσα· ὀδυρμὸν γὰρ ἔχει σὺν ἐγκωμίῳ τοῦ τελευτήσαντος. τινὲς μὲν οὖν κοινῶς εἶπον θρήνους, οἱ δὲ δια‐ φέρειν θρῆνόν τε καὶ ἐπικήδειον· τὸν γὰρ θρῆνον ᾄδεσθαι παρ’ αὐτῇ τῇ συμφορᾷ πρὸ τῆς ταφῆς καὶ μετὰ τὴν ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον τῆς κηδείας, ᾀδόμενον ὑπὸ τῶν θεραπαι‐ | |
10 | νίδων καὶ τῶν σὺν αὐταῖς, τὸ δὲ ἐπικήδειον ἔπαινον εἶναι τοῦ | |
τελευτήσαντος μετά τινος μετρίου σχετλιασμοῦ‘. | 165 | |
epsilon69 | ἐμεῖο καὶ ἐμοῖο 〈 〉 σύναρθρον τοῦ ἐμοῦ, οἷον «παῖ‐ δα ἐμεῖο», «τοῦ ἐμοῦ παιδός». καὶ (Hom. Il. xxiv 486) ‘μνῆσαι πατρὸς σοῖο‘ ἀντὶ «τοῦ σοῦ πατρός». | |
epsilon70 | ἐρωτᾶν καὶ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατὰ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λε‐ γόμενα, αὐτὸν οὐδὲν ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ θέλειν κεφα‐ | |
λαιώδη τινὰ λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγματος. | 166 | |
5 | ὁ γοῦν Τηλέμαχός φησι πρὸς Νέστορα (Hom. Od. iii 80) ‘εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω‘, καὶ Ἀχιλλεύς φησιν (Il. xi 611) ‘ἀλλ’ ἴθι νῦν, Πάτροκλε Διὶ φίλε, Νέστορ’ ἔρηαι‘. ὅτι δὲ τὸ πυνθάνεσθαι ἐπὶ ψιλοῦ τοῦ ἀκούειν τῶν λεγόντων | |
10 | τάσσεται, φανερὸν ἐκ τοῦ λέγειν Τηλέμαχον (Od. ii 314) ‘νῦν δ’ ὅτε 〈δὴ〉 μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι‘. καὶ Ὀδυσσεύς φησιν (Od. xiii 256) ‘πυνθανόμην Ἰθάκησ‘. | |
15 | κατὰ δὲ τοὺς φιλοσόφους ἐρώτησίς ἐστι φράσις συμβολικὴν ἀπό‐ κρισιν ζητοῦσα, οἷον· «ναί, οὔ, ἀμφίβολον, σαφές, ἄδηλον»· αὗται γὰρ αἱ πέντε ἀποφάσεις συμβολικαὶ καλοῦνται. ἔστι μέντοι γε ὅτε οὐχ οὕτως, ἀλλ’ ἑτέρως ἀποκρινόμεθα πρὸς τὰς ἐρωτήσεις, οἷον· «ἡμέρα ἐστίν;» καὶ οὕτως· φήσομεν γάρ· | |
20 | «ἡμέρα ἐστίν», «ἡμέρα», «ἔστιν». πεῦσις δέ ἐστι λέξις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι, οἷον· «ποῦ οἰκεῖ Ἀρί‐ στων;» φήσεις γάρ· «ἐν τῷδε τῷ τόπῳ»· (Hom. Il. vi 377) ‘πῇ ἔβη Ἀνδρομάχη;‘ ἡ δὲ ἀποκρίνεται ὅτι (Il. vi 386) | |
25 | ‘ἐπὶ πύργον ἔβη μέγα[ν] Ἰλίου‘. οὐκ ἦν γὰρ ἐνταῦθα συμβολικῶς «ναί» ἢ «οὔ». κατά τι οὖν περὶ τῆς διαφορᾶς ταύτης δια̣φέρονται οἱ φιλόσοφοι σύμφω‐ | |
νον τοῖς προειρημένοις· πυνθανόμενοι περὶ τῆς διαφορᾶς φασιν· | 167 | |
epsilon71 | ‘ἐρώτησις πεύσεως καὶ ἀνακρίσεως διαφέρει. ἐρώτη‐ σις μὲν γάρ ἐστι σύντομος ἀπόκρισις, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δὲ δευτέρων ἐξέτασισ‘. | |
epsilon72 | ἔσται το〈ῦ〉 γενήσεται διαφέρει. ἔσται μὲν γὰρ καὶ τὰ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα, οἷον «νέ‐ ος πρεσβύτης ἔσται, τῷ ἀτέκνῳ παῖδες γενήσονται». | |
epsilon73 | εὑρεῖν καὶ εὕρασθαι διαφέρει. εὑρεῖν μὲν γὰρ καὶ ἐν τῇ συνηθείᾳ, εὕρασθαι δὲ οἷον πορίσασθαι. Μένανδρος ἐν Δυ‐ σκόλῳ (489)· ‘εὕρηκ’ ἐγὼ τού〈του〉 τέχνην‘. | |
5 | Δίφιλος (fr. 68 K. = iv 408 M.) ἐν Πύρρᾳ· | |
‘δῶρον δ’ ἐμαυτὴν πὰρ θεῶν εὑρημένην‘. | 168 | |
epsilon74 | ἐρᾶν τοῦ ποθεῖν διαφέρει. ἐρᾶν μέν ἐστι τῶν ἐν ὄψει, ποθεῖν δὲ τὰ ἀπόντα. διαστέλλει δὲ καὶ Ὅμηρος (Il. xiv 328)· ‘ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ‘, πρὸς τὴν Ἥραν ὁ Ζεύς φησι παροῦσαν. ἐπὶ δὲ τοῦ ἀπόντος | |
5 | (Od. xi 202) ‘ἀλλά με σός τε πόθος σά τε μήδεα‘. φυλάσσεται ἄκρως Ὅμηρος τὰς τοιαύτας διαφοράς. | |
epsilon75 | εὔμορφος εὐειδοῦς διαφέρει. εὔμορφος μὲν γάρ ἐστιν ὁ τὴν μορφὴν εὖ ἔχων, οἷον εὐπρόσωπος· καὶ γὰρ τὸ τὴν ὄψιν πως σχηματίζειν 〈μορφάζειν〉 λέγομεν. εὐειδὴς δὲ ὁ τὸ εἶδος | |
καλὸν ἔχων, οἷον ἅπαν τὸ σῶμα. | 169 | |
epsilon76 | ἔνδον πρὸς τὸ ἔσω διαφέρει. ἔνδον μὲν γὰρ τὸ ἐν τόποις, ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι. ἁμαρτάνει γοῦν ὁ λέγων «ἔνδον εἰσέρχομαι» ἢ «ἔσω ἐστὶν ὁ παῖς». Σοφοκλῆς τὴν δια[φο]ρὰν συγχεῖ· | |
5 | φησὶ γοῦν ἐν Τραχιν〈ί〉αις (202 sq.) ‘γυναῖκες, αἵ τ’ ἔσω στέγης αἴ τ’ ἐκτόσ‘, δέον εἰπεῖν «γυναῖκες, αἵ τ’ ἔνδον στέγης». καὶ Εὐριπίδης ἐν Ἡρακλεῖ (cf. Heraclid. 584) | |
10 | ‘γέροντα τὴν δ’ ἔσω γραῖαν δόμων‘ ἀντὶ τοῦ ἔνδον. καὶ Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητὴς Καλαθηφόροις (fr. 40 K. = iii 224 M.) ‘ὅπως δὲ πε〈ύ〉σεσθ’· ἔστι τις γέρων ἔσω;‘ δέον εἰπεῖν «ἔνδον». | |
epsilon77 | ἐνταυθοὶ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. ἐνταυθοῖ | |
μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν [δηλοῖ], ἐνταῦθα δὲ καὶ τὴν ἐν τόπῳ καὶ εἰς τόπον· ὁμοίως καὶ τὸ ἐνθάδε. τὸ δὲ ἔνθα καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος τοῦ | 170 | |
5 | τότε. ἐπὶ μὲν τοῦ ἐνταυθοῖ Ὅμηρος (Od. xviii 105) ‘ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τ’ ἀπερύκων‘, ἐπὶ δὲ τοῦ ἐνταῦθα Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (380 sq.) ‘ἐνταῦθα πέμψειν ἔνθα μήποθ’ ἡλίου φέγγος κατόψει‘. | |
10 | ἔχει γὰρ καὶ τὴν εἰς τόπον σημασίαν καὶ τὴν ἐν τόπῳ. ὁμοίως δὲ καὶ ἐφ’ οὗ φησιν ἡ Καλυψώ (Hom. Od. v 208) ‘ἐνθάδε κ’ αὖθι μένων 〈σὺν ἐμοὶ〉 τόδε δῶμα φυλάσσοισ‘. καὶ ὁ Ἕκτωρ φησίν (Il. xvi 836)· ‘σὲ δέ τ’ ἐνθάδε γῦπες ἔδονται‘. | |
15 | ταῦτα γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. τὴν δ’ εἰς τόπον ‘τοῦδ’ αὐτοῦ λυκάβαντος ἐλεύσετ[αι] ἐνθάδ’ Ὀδυσσεύσ‘ (Od. xiv 161). ἐπὶ δὲ τοῦ ἔνθα· ἐν μὲν τόπῳ (cf. Od. iii 109) ‘Αἴας κεῖται ἀρήϊος ἔνθ’ Ἀχιλλεύσ‘, εἰς δὲ τόπον (Od. ix 142) | |
20 | 〈‘ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν‘, ἀντὶ χρονικοῦ δ’ ἐπιρρήματος τοῦ τότε〉 (Il. v 1) ‘ἔνθ’ α〈ὖ〉 Τυδεΐδῃ Διομήδει Παλλὰς Ἀθήνη‘. | |
epsilon78 | ἔνθα σημαίνει γʹ· τὸ τότε, ὡς τὸ (Il. i 22) ‘ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοί‘· τὸ ὅπου, ὡς τὸ (Od. ix 142) | |
‘ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν‘. | 171 | |
5 | τὸ ἐν τούτῳ ἢ ἐκείνῳ τόπῳ, ὡς τὸ (Od. iii 109 sq.) ‘ἔνθα μὲν Αἴας κεῖται 〈ἀρήϊοσ〉, ἔνθα δ’ Ἀχιλλεύς, ἔνθα δὲ Πάτροκλοσ‘. | |
epsilon79 | ἐξ ὅσου, ἐξ ὅτου· ἐξ ὅσου μὲν χρόνου, ἐξ ὅτου δὲ ἐξ οὕτινος. | |
epsilon80 | ἐπιστρεφὴς εὐστραφοῦς διαφέρει. ἐπιστρεφὴς μὲν γὰρ ὁ ἐπιμελής, εὐστραφὴς δὲ ὁ ἐπιδέξιος ἐν ταῖς μεταβολαῖς. | |
epsilon81 | εὐθύς, εὐθὺ καὶ εὐθέως διαφέρει. εὐθὺς μὲν γάρ ἐστιν ὁ κανών· εὐθὺ δὲ το〈ῦ〉 γυμνασίου, ἀντὶ τοῦ κατ’ εὐθείαν τοῦ γυμνασίου ἢ εὐθεῖ τῷ κανόνι· τὸ δὲ εὐθέως ἀντὶ χρονικοῦ ἐπιρ‐ ρήματος. ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει, καθὰ καὶ Μένανδρος | |
5 | ἐν Δυσκόλῳ (50.52) ‘τί φῄς; ἰδὼν ἐνταῦθα παῖδ’ ἐλευθέραν ἐρῶν ἀπῆλθες 〈εὐθύσ〉;‘ καὶ Ἀριστοφάνης ὁ γραμματικὸς (fr. 369 Sl.) ἐν τῷ Πρὸς τοὺς Πίνακας Καλλιμάχου (fr. om. Pf.) Περὶ Ἀντιφάνους | |
10 | διαστέλλει τὴν λέξιν. τινὰς μέντοι φησὶ τῶν ἀρχαίων καὶ τὸ εὐθὺς ἀντὶ χρονικοῦ κεχρῆσθαι. φησὶ γοῦν κατὰ λέξιν· ‘δεῖ δὲ τὸ μὲν εὐθὺ λέγειν ἐπί τινος εὐθέος, οἷον, ἐὰν μὲν ᾖ θῆλυ τὸ ὄνομα, «εὐθεῖα ἡ βακτηρία», ἐὰν δὲ ἄρσεν, «εὐθὺς ὁ κα‐ νών», ἐὰν δὲ τὸ οὐδέτερον καλούμενον, «εὐθὺ τὸ ξύλον». | 172 |
15 | οἱ δὲ ἀρχαῖοι ἐνίοτε τὸ εὐθὺ ἐτίθεσαν καὶ ἐπὶ ὁδοῦ τῆς οὔσης ἐπί τινα τόπον, αὐτοῦ· 〈 〉. τὸ δὲ κατὰ 〈 〉 (com. fr. adesp. 582 K. = iv 601 M.) ‘ε̣ὐ̣θὺς ἔσομ’ ἐλεύθεροσ‘ καὶ (com. fr. adesp. 583 K. = iv 601 M.) | |
20 | ‘ὡς τοῦτ’ εἶδεν, εὐθὺς ἤγετ’ ἄνω κάτω‘. | |
epsilon82 | ἐνθύμημα καὶ ἐνθύμιο[ν] διαφέρει. τὸ μὲν γὰρ ἐνθύ‐ | |
μημα ποιὸν λόγου σχῆμα, τὸ δ’ ἐνθύμιον παρὰ τοῖς ἀρχαίοις ἐτίθετο ἀντὶ τοῦ προστροπαίου· ὁ γοῦν Ἀντιφῶν (fr. 2 γ 10 Bl.—Th.) ἐν τοῖς Φονικοῖς φησι ‘τεθνεὼς οὗτος ἡμῖν ἐνθύμιον | 173 | |
5 | γενήσεται‘. | |
zeta1 | ἀρχὴ τοῦ ζ | |
zeta83 | ζῆλος καὶ ζηλοτυπία διαφέρει. ζηλοτυπία μὲν γάρ ἐστι τὸ ἐν μίσει ὑπάρχον· ζῆλος δὲ ἡ μίμησις τοῦ καλοῦ· ‘ζηλοῖ δέ τε γείτονα γείτων‘, (Hes. Opp. 23). ζηλοτυπεῖ δὲ ἡ Ἥρα τὸν Ἡρακλέα καὶ τὴν | |
5 | Σελήνην καὶ τὴν Σεμέλην. | 174 |
zeta84 | ζώνη καὶ ζώνιον διαφέρει. ζώνη μὲν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τὸ τῆς γυναικός. | |
eta1 | ἀρχὴ τοῦ η | |
eta85 | ἡσυχάζειν καὶ σιγᾶν, φησίν, διαφέρει. ἡσυχάζειν μὲν γάρ ἐστι τὸ ἀτρεμεῖν δι’ ὅλου τοῦ σώματος, σιγᾶν δὲ τὸ μὴ λαλεῖν. | |
eta86 | ἡμέρα ἠοῦς διαφέρει. ἡμέρα μὲν γάρ ἐστι τὸ ἀσώ‐ ματον, ἣν Ἡσίοδος (Theog. 124) Νυκτὸς γενεαλογεῖ | |
‘Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρα‘. ἠὼς δέ, ἣν Ἡσίοδος (Theog. 371 sq. 374) Θείας ὑποτίθεται | 175 | |
5 | ‘Θεία δ’ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ’, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει, γείνατο‘· ἐπὶ δὲ τῆς σωματοειδοῦς (Hom. Od. xv 250) ‘ἀλλ’ ἤτοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠώσ‘. | |
eta87 | ἦις, ἦσθα, φησίν, διαφέρει παρὰ το[ῖς] Ἀττικοῖς. τὸ μὲν γὰρ ἦσθα τὸν παρῳχημένον χρόνον δηλοῖ, τὸ δὲ ᾖς τὸν μέλλοντα. ὁ γοῦν Ἕκτωρ φησίν (Hom. Il. xxii 233)· ‘Δηΐφοβ’, ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα‘. | |
5 | καὶ Μένανδρος ἐν Κόλακι (50 sq. Keo.—Th.2) ‘ἄνθρωπε, πέρυσι νεκρὸς ἦσθα καὶ πτωχός, νυν〈ὶ〉 δὲ πλουτεῖσ‘. ἐπὶ δὲ τοῦ ᾖς πάλιν Μένανδρος (fr. 454 Keo.—Th.2) ἐν Ψευ‐ δηρακλεῖ | |
10 | ‘ὑπὲρ μὲν οἴνου μηδὲ γρύ, τίτθη, λέγε, ἂν τἆλλα δ’ ᾖς ἄμεμπτο[ς], ἕκτην ἐπὶ δέκα | |
Βοηδρομιῶνος ἐνδελεχῶς ἕξεις ἀεί‘. καὶ καθόλου πάντα οὕτως λέγεται ἐπὶ τοῦ μέλλοντος καὶ κατὰ τὴν 〈ἡμ〉ετέραν συνήθειαν, οἷον «ἐὰν νοῇς· ἐὰν λαλῇς· ἐὰν | 176 | |
15 | ᾖς ἀγαθός». ὁ γοῦν λέγων πρός τινα «ᾖς ποτε πλούσιος», ἀγνοήσει τὴν διαφοράν· δέον γὰρ ἦν φάναι «ἦσθα». ἦ πάλιν τάσσει Ὅμηρος ἀντὶ τοῦ ἔφη (Il. i 528 xvii 209) ‘ἦ 〈καὶ〉 κυανέῃσιν‘. διαφέρει δὲ τὰ ῥήματα τῇδε, ὅτι τὸ μὲν ἦ ἐπὶ μόνου τοῦ τρίτου | |
20 | τάσσεται προσώπου, τὸ δὲ ἔφη ἐπὶ τῶν τριῶν· ἔφην ἐγώ, ἔφης σύ, ἔφη ἐκεῖνος. | |
eta88 | ἠγγύα καὶ ἠγγυᾶτο διαφέρει. ἠγγύα, ὡμολόγει δώ‐ σειν· ἠγγυᾶτο ὁ λαμβάνων. ἐγγυῶ τὸ ὁμολογῶ δοῦναι· ἐγγυῶ‐ μαι δὲ τὸ λαμβάνω καὶ ἐν χερσὶ φυλάττω. ὅθεν καὶ ἐγχειρίσαι τὸ δοῦναι· ἐγγύη γὰρ ἡ ἐπὶ ἀσφαλείᾳ πίστις καὶ ἡ ἀσφαλὴς | |
5 | καὶ ἐστηριγμένη δόσις. | 177 |
theta1 | ἀρχὴ τοῦ θ | |
theta89 | θεωρὸς καὶ θεατὴς διαφέρει. ὁ μὲν γὰρ εἰς θεοὺς πεμ‐ πόμενος, θεωρός, θεατὴς δὲ ἀγώνων καὶ θεάτρων. Εὐριπίδης ἐν Ἴωνι (301) ‘πότερον θεατὴς ἢ χάριν μαντευμάτων‘, | |
5 | τουτέστι θεωρός. καὶ Αἰσχύλος (fr. 289 Radt) ‘βοᾷς τοσούτου πράγματος θεωρὸς ὤν‘. ἁμαρτάνουσιν οἱ λέγοντες «θεωρῆσαί με δεῖ τὸν ἀγῶνα», δέον εἰπεῖν «θεάσασθαι». διαστέλλει δὲ ταῦτα ἐπιμελῶς Λυσιμαχί‐ δης (fgrh 366 f 9) ἐν τῷ πρὸς Κεκίλιον (cf. fr. 155 Of.) Περὶ | |
10 | τῶν παρὰ τοῖς Ἀττικοῖς ῥήτορσιν, καὶ πολλὰς παρεισβάσεις ποιεῖται. καὶ ἔστι τὸ θεάσασθαι, ὥσπερ πρόκειται, παρὰ τὴν θέαν· τὸ θεωρεῖν, φησίν, οὐκ ἄλλο τι ἢ τὸ φροντίζειν. διὸ καὶ τοὺς οὐχὶ θυμάτων ἕνεκα πεμπομένους, τοῦ δὲ συνθῦσαι χάριν καὶ εὐσεβεῖν, πάντες ὀνομάζουσι 〈θεωρούσ〉· καὶ 〈τὸ〉 τοῖς | |
15 | Ἀθηναίοις διδόμενον θεωρικὸν οὐ διὰ τὰς θέας, ὡς Κεκίλιος ὑπέλαβεν, ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς δίδοσθαι ἕνεκα τοῦ εἰς θεοὺς εὐσεβεῖν καὶ ἐπιθύειν καὶ εὐφραίνεσθαι. | 178 |
theta90 | θύεσθαι τοῦ σφάττεσθαι διαφέρει. ὅτι τὸ μὲν θύεσθαι ἐπὶ τιμῇ θεοῦ· καὶ μαντεύεσθαι διὰ σπλάγχνων θύεσθαί φαμεν. τὸ δὲ σφάττεσθαι καθ’ ἥντινα οὖν αἰτίαν φονεύεσθαι. καὶ τὸ μὲν ἐπ’ ἀλόγου, τὸ δὲ ἐπ’ ἀνθρώπου τάσσεται. | |
theta91 | θηβαῖοι καὶ Θηβαγενεῖς διαφέρει. Δίδυμος (p. 238 Schmidt) ἐν Ὑπομνήματι τῶν παιάνων Πινδάρου φησίν (fr. 66 Sn.—M.)· “καὶ τὸν τρίποδα ἀπὸ 〈τούτου〉 Θηβαγενεῖς πέμπουσι τῶν χρυσέων εἰς Ἰσμήνιον πρῶτον. τίς δέ ἐστιν ἡ διαφορὰ τῶν | |
5 | Θηβαγενῶν πρὸς Θηβαίους, Ἔφορός φησιν οὕτως (FGrH 70 f 21)· ‘οὗτοι μὲν οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν, τοὺς δὲ τοῖς Ἀθηναίοις ὁμόρους προσοικοῦντας ἰδίᾳ Θηβαῖοι προσηγά‐ γοντο πολλοῖς ἔτεσιν ὕστερον· οἱ ο〈ὖ〉ν σύμμικτοι μὲν ἦσαν πολλαχόθεν, ἐνέμοντο δὲ τὴν ὑπὸ τὸ〈ν〉 Κιθαιρῶν〈α〉 χώραν | |
10 | καὶ τὴν ἀπεναντίον τῆς 〈Εὐ〉βοίας· ἐκαλοῦντο οἱ μὲν σύμπαν‐ τες Θηβαγενεῖς, ὅτι προσεγένοντο τοῖς ἄλλοις Βοιωτοῖς διὰ Θηβαίων‘.” | |
theta92 | θύουσι καὶ θύονται διαφέρει. θύουσι μὲν οἱ τὰ ἱερεῖα | |
σφάζοντες, θύονται δὲ οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι. | 179 | |
theta93 | θύραν καὶ θυραίαν φησὶ διαφέρειν. θυραία μὲν γάρ ἐστι τὸ μέλλον πρὸς ἐκκοπὴν θύρας, θύρα δὲ ἡ ἐξ ἀρχῆς γινο‐ μένη, ὡς Μένανδρος (fr. 331 Keo.—Th.2) ἐν Παρακαταθήκῃ. | |
theta94 | θαλαμὰς ὡς ἀγαθὰς καὶ θαλάμας ὡς μεγάλας δια‐ φέρειν φασίν, ὡς Τρύφων (fr. 9 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτόνως, δηλώσει τὸ τῶν Διοσκο〈ύ〉ρων· ἐὰν δὲ βαρυτονήσωμεν, θαλάμας ὡς μεγάλας, τὰς καταδύσεις | |
5 | μηνύσει. | |
theta95 | θόλος καὶ θολὸς διαφέρει. θόλος τὸ οἰκοδόμημα, ὃ νῦν | |
καμάραν καλοῦσιν· θολὸς δὲ τὸ μέλαν τῆς σηπίας. | 180 | |
theta96 | θής, λάτρις, ἀμφίπολος, ἄτμενος διαφέρειν φησίν. θὴς μὲν γὰρ ὁ ἐπὶ μισθῷ δουλεύων. λάτρις δὲ ὁ κατὰ πολε‐ μικὴν περίστασιν ἁλοὺς καὶ εἰς δουλείαν ταχθείς. ἀμφίπολος δὲ καὶ ἄρσενος καὶ θηλείας ὄνομα. ἄτμενος δὲ οὐ μόνον ὁ δοῦλος, | |
5 | ἀλλὰ καὶ ὁ ὑποτεταγμένος ἐλεύθερος. | 181 |
iota1 | ἀρχὴ τοῦ ι | |
iota97 | ἴσθι καὶ γίνου διαφέρειν φασίν. τὸ μὲν ἐπὶ τοῦ γίνω‐ σκε τάσσεται· Ὅμηρος (Od. xi 223 sq.) ‘[τα]ῦτα δὲ πάντα ἴσθ’, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί‘. | |
5 | καὶ τὸ πληθυντικὸν «ἴστε», τουτέστι «γινώσκετε». καὶ Εὐ‐ ριπίδης ἐν Χρυσίππῳ (fr. om. N.—Sn.2) ‘σιγῶ 〈 〉‘. Μένανδρος (herois fr. 5 Keo.—Th.2) ‘εὖ ἴσθι‘. | |
10 | Σοφο[κλῆς] ἐν Παλαμήδ̣[ει] (fr. 478 Radt) ‘ἔφηβος ἴσθι μοῦνον‘, ἀντὶ τοῦ γίνου. καὶ Αἰσχύλος ἐν Χοηφόροις (cf. V. 147) ‘ἡμῖν ἠὼς ἴσθι‘. καὶ ἐν Ἀλόπῃ (fr. om. Radt, at vide Eur. Inus fr. 406, 1 N. —Sn.2) | |
15 | ‘μὴ δὲ σκυθρωπὸς ἴσθι‘. | |
〈 〉 ‘ταῦτ’ ἴστε νόμου‘ (fr. Ign.) | 182 | |
iota98 | ἰταλοὶ καὶ Ἰταλιῶται διαφέρει. Ἰταλοὶ μὲν γάρ εἰ‐ σιν οἱ ἐξ ἀρχῆς τὴν χώραν οἰκήσαντες, Ἰταλιῶται 〈δὲ〉 ὅσοι τῶν Ἑλλήνων ἐπῴκησαν μετὰ ταῦτα. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιωτῶν. | |
iota99 | ἰσθμὸς καὶ πορθμὸς διαφέρει. ἰσθμὸς μὲν γάρ ἐστι στενὴ δίοδος ἠπείρου ἀμφιθαλάσσης· πορθμὸς δὲ στενὸς καθ’ ἑκάτερον μέρος ἠπείρους ἔχων ἑτερογενεῖς. | |
iota100 | ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρειν φησὶν Ἡρακλείδης (fr. 5 Cohn). ἱκέσθαι μὲν γάρ ἐστιν ἀντὶ 〈τοῦ〉 ἐλθεῖν, ἀφι‐ | |
κέσθαι δὲ ἀντὶ τοῦ ἐπανελθεῖν. Ὅμηρος τηρεῖ τὴν διαφοράν (Il. xiii 644 sq.) | 183 | |
5 | ‘Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο π〈τ〉ολεμίζων ἐς Τροίην· ο〈ὐ〉δ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν‘ καὶ πάλιν (Od. vii 80) ‘ἵκετο δ’ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην‘. | |
iota101 | ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρειν φησὶ Πτολεμαῖος (FGrH 199 f 1) ἐν πρώτῳ Περὶ Ἡρῴδου τοῦ βασιλέως. Ἰουδαῖοι μὲν γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί· Ἰδουμαῖοι δὲ τὸ μὲν ἀρχῆθεν οὐκ Ἰδουμαῖοι, ἀλλὰ Φοίνικες καὶ Σύροι, | |
5 | κρατηθέντες δὲ 〈ὑπ’ αὐτῶν καὶ ἀναγκασθέντεσ〉 περιτέμνεσθαι καὶ συντελεῖν εἰς τὸ ἔθνος καὶ τὰ αὐτὰ νόμιμα ἡγεῖσθαι, ἐκλήθησαν Ἰδουμαῖοι. χρῆ 〈δὲ〉 γινώσκειν ὥς 〈τινεσ〉 τῶν Ἑλλήνων τῶν συγγραφέων—τῶν θείων γραφῶν ἀπείρων ὄντων—τοῦ περὶ Ἰουδαίων καὶ Ἰδουμαίων διήμαρτον λόγου. | |
10 | Ἰουδαῖοι μὲν γὰρ οἱ ἐξ Ἰούδα τετάρτου παιδὸς 〈Ἰακὼβ〉 ἐκλή‐ θησαν· οὗτοι δὲ ἐκ γένους εἰσὶν Ἀβραάμ· Ἰδουμαῖοι δὲ Ἠσαῦ τοῦ ἀδελφοῦ Ἰακώβου παιδὸς Ἰσαὰκ υἱοῦ Ἀβραὰμ ἀπόγονοι | |
πεφύκασιν ἐξ Ἐδώμ. | 184 | |
kappa1 | ἀρχὴ τοῦ κ | |
kappa102 | κύριος καὶ δεσπότης διαφέρει. κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ καὶ υἱῶν ὁ πατήρ, δεσπότης δὲ ἀργυρωνήτων. | |
kappa103 | κυεῖν καὶ τίκτειν διαφέρει. κυεῖν μὲν γὰρ τὸ ἔγκυον εἶναι, τίκτειν δὲ τὸ ἀπαλλάττεσθαι τοῦ κυεῖν. Εὐριπίδης ἐν Ἀντιόπῃ (fr. 207 n.2) | |
‘κυοῦσα τίκτω‘. | 185 | |
kappa104 | κομᾶν τοῦ γαυριᾶν διαφέρει. 〈κομᾶν μὲν τὸ γαυριᾶν〉 ἐπί τινι ἔλεγον οἱ ἀρχαῖοι, φησὶ Τρύφων (fr. om. Vels.)· τὸ δὲ νῦν κομᾶν κυρίως 〈τὸ κουριᾶν〉. Σιμωνίδης ἐν πρώτῳ ἰάμβῳ (fr. 10 a W.) | |
5 | ‘καὶ μήτ’ ἄλουτος γα〈υ〉ρία ὤν, μήθ’ ὕδωρ θαύμαζε, μηδὲ κ̣ουρία γενειάδα, μηδὲ ῥύπο〈υ〉 χιτῶνα ἕσσον ἐν χροΐ‘. | |
kappa105 | κωφὸς καὶ ἐνεὸς ὁ αὐτὸς παρὰ τοῖς ἀρχαίοις ἐλέ‐ γ[ετο], ὁ μὴ φθεγγόμενος. Ὅμηρος (Il. xiv 16) ‘κύματι κωφῷ‘, τὸ ‘ἀψόφῳ‘. καὶ ἡ Πυθία φησίν (Parke—Wormell, The Delphic | |
5 | Oracle, ii n. 52 = Herod. i 47, 3, 2)· | |
‘καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέ[ο]ντος ἀκούω‘. παραλλήλως γὰρ ἔταξαν. νῦν δὲ κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμέ‐ νην ἔχων. | 186 | |
kappa106 | κίθαριν καὶ κιθάραν διαφέρειν φησὶν Ἀριστόξενος (fr. 102 Wehrli) ἐν τῷ Περὶ ὀργάνων. κίθαριν μὲν γὰρ εἶναι τὴν λύραν καὶ τοὺς χρωμένους αὐτῇ κιθαριστάς, οὓς ἡμεῖς λυ‐ ρῳδούς φαμεν, κιθάραν δὲ ᾗ χρῶνται οἱ κιθαρῳδοί. καὶ Αἰσχί‐ | |
5 | νης ἐν τῷ Κατὰ Τιμάρχου (1, 41) διαστέλλων φησὶν οὕτω· ‘εἶχε περὶ αὑτὸν κιθαριστὰς καὶ κιθαρῳδούσ‘. | |
kappa107 | κατοίκισις καὶ κατοίκησις διαφέρει, ὥς φησιν Ἀπολ‐ λωνίδης ὁ Νικαεὺς ἐν πρώτῳ Περὶ κατεψευσμένων ἱστροριῶν. | |
καὶ λέγει· ‘κατοίκισις μὲν γάρ ἐστιν ἡ ἐφ’ ἑτέρων γινομένη ἵδρυσις· κατοίκησις δὲ ἐπὰν αὐτοί τινες οἰκήσουσι πόλεις ἢ τό‐ | 187 | |
5 | πον καταλαβόντες τινά. οἷον Ἀθηναῖοι κατῴκησαν μὲν περὶ τὴν νῦν ἀκρόπολιν, κατῴκισαν δ̣ὲ Ἴωνας. καὶ ἔστι παρὰ μὲν τὸ κα‐ τοικεῖν ἡ κατοίκησις, παρὰ δὲ τὸ κατοικίζειν ἡ κατοίκισισ‘. | |
kappa108 | λίβανος καὶ λιβανωτὸς διαφέρει. Λίβανος μὲν γάρ ἐστι τὸ ὄρος 〈καὶ τὸ δένδρον〉, λιβανωτὸς δὲ τὸ ἀπὸ τοῦ δένδρου δάκρυον θυμιώμενον. Εὐριπίδης (Bacch. 144) συγχεῖ ἐναντίως ὡς ἐπὶ 〈τοῦ〉 θυμιᾶν τὸ λίβανον· καὶ Σοφοκλῆς ἐν Τηρεῖ (fr. | |
5 | 595a Radt)· καὶ Σαπφὼ (fr. 44, 30 L.—P. = 44, 30 Voigt) ἐ̣ν̣ δευτέρῳ λίβανον τὸ λιβανωτὸν λέγει. | |
kappa109 | λῆμμα μέν ἐστι διὰ βʹ μμ τὸ κέρδος, λῆμα δὲ δι’ | |
ἑνὸς μ ἡ ἀνδρεία. | 188 | |
kappa110 | λαχεῖν καὶ κληρώσασθαι διαφέρει. λαγχάνει μὲν γὰρ εἷς ἀπὸ πάντων, κληροῦνται δὲ πάντες. | |
kappa111 | λέχος καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν ἡ κλί‐ νη, εὐνὴ δὲ ἡ ἐπ’ αὐτῆς στρωμνή. φησὶ γοῦν Πηνελόπη (Hom. Od. xxiii 179 sq.) ‘ἐμβάλετ’ εὐνήν, | |
5 | δέμνια καὶ χλαίνασ‘. | |
ἐξηγεῖται δὲ (ibid. 180) τὴν εὐνήν, ὅ ἐστι δέμνια καὶ χλαῖναι. | 189 | |
kappa112 | λυχνίον καὶ λυχνοῦχος διαφέρει. λυχνίον μὲν γάρ ἐστιν ἡ λυχνία, ὥς φησιν Ἀντιφάνης ἐν Ἀφ[ροδίτῃ] (fr. 55, 2 K.), λυχνοῦχος δὲ ὁ φανός. Μένανδρος (fr. 291 Keo.—Th.2) ἐν Νομοθέτῃ | |
5 | ‘ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθοσ‘. | 190 |
lambda1 | ἀρχὴ τοῦ λ | |
lambda113 | λαβεῖν καὶ δέξασθαι διαφέρει. λαβεῖν μὲν γάρ ἐστι τὸ ἀνελέσθαι ἀπὸ τοῦ μηδὲν διδόντος· Ὅμηρος (Il. xv 229) ‘ἀλλὰ σύ γ’ ἐν χε〈ί〉ρ〈εσ〉σι λάβ’ αἰγίδα θυσ〈σ〉ανόεσ〈σ〉αν‘. δέξασθαι δὲ τὸ παρά τινος προτεινόμενον· καὶ ἐσχημάτισται | |
5 | παρὰ τὴν δεξιάν, ἡ δ’ αὐτὴ δεξιὰ παρὰ τὸ δέξασθαι· ‘Θέμιστι δὲ καλλιπαρήῳ δέκτο δέπας περικαλλέσ‘ (Hom. Il. xv 87 sq.) | |
mu1 | ἀρχὴ τοῦ μ | |
mu114 | μεῖραξ καὶ μειράκιον ὅτι διαφέρει εἴρηται ἐν τῇ | |
περὶ τοῦ γέροντος καὶ πρεσβύτου διαφορᾷ (Gl. 42). νῦν δὲ κατ’ ἄλλην ἔννοιαν Ἀριστοφάνης (fr. nov.) τὴν ὀνομασίαν κατέ‐ ταξε· φησὶ γοῦν ἐν Γήρᾳ | 191 | |
5 | ‘〈τὴν〉 μείρακ’ ἰδὼν πληκτιζομένην 〈τοὺσ〉 ὄρχεις μειρακίῳ τῷ‘. ὑπομνηματιζόμενος Δίδυμος (fr. nov.) τὸ δρᾶμα καὶ προσθεὶς | |
τὸν στίχον ἐπιλέγει ὅτι μεῖραξ μὲν θῆλυ, μειράκιον δὲ ἄρρεν. | 192 | |
mu115 | μνήμη καὶ μνεία διαφέρει. εἴ τι μὲν γάρ ἐστι μνήμη, τοῦτο οὐ πάντως μνεία· εἴ τι δὲ μνεία, τοῦτο εὐθέως μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατ’ ἀνα‐ νέωσιν λεγόμενος· ὁ γὰρ μιμνησκόμενος πάντως καὶ μέμνηται, | |
5 | ὁ δὲ μεμνημένος οὐ πάντως καὶ μέμνηται. ἔτι μνήμη ἐστὶν ἡ τῷ μνημονευτικῷ συνοικοῦσα, μνεία δὲ προγεγονότος τινὸς ὑπόμνησις, ὥστε ὁ τούτοις ἐναλλὰξ χρώμενος ληρεῖ. | |
mu116 | μεταβαλεῖν τοῦ μεταμορφοῦσθαι καὶ ἀλ〈λ〉οιοῦσθαι καὶ ἑτεροιοῦσθαι διαφέρει. μεταβολὴ μέν ἐστι πάθος κοινόν· καὶ γὰρ καιρῶν γίνονται μεταβολαὶ καὶ πράξεων καὶ ἀφροδι‐ σίων. ὁ γοῦν Εὐριπίδης ἐν Ὀρέστῃ (234) παριστῶν τὴν δύναμιν | |
5 | τῆς λέξεώς φησιν· ‘μεταβολὴ πάντων γλυκύ‘. | |
μεταμόρφωσις δὲ μορφῆ〈σ〉 μεταχαρακτηρ〈ισμ〉ὸς καὶ μετα‐ τύπωσις σώματος εἰς ἕτερον χαρακτῆρα〈. ἀλλοίωσις δὲ οὐ μό‐ νον μετασχηματισμὸς χαρακτῆροσ〉, ὥς φησιν Ὅμηρος (Od. | 193 | |
10 | xvi 181) ‘ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἢ τὸ πάροιθεν‘, ἀλλὰ καὶ τῆς προτέρας ὑπολήψεως ποίησις ἑτέρα. ἑτεροίωσις δὲ ὡς ἀφ’ ἑτέρου σώματος εἰς ἕτερον μεταβολή, ὡς Νιόβη εἰς λίθον. | |
mu117 | μισητὴ ὀξυτόνως καὶ μισήτη βαρυτόνως διαφέρει παρὰ Ἀττικοῖς, ὥς φησι Τρύφων (fr. 10 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, φησίν, τὴν ἀξίαν μίσους δηλοῖ, ἐὰν δὲ βαρυτονήσωμεν, καταφερὴς | |
5 | πρὸς συνουσίαν. τὴν 〈δὲ〉 διαφορὰν τ[ῶν σημαινο]μένων καὶ παρὰ Δωριεῦσί φησι φυλάττεσθαι καὶ παρ’ Ἴωσιν· ‘μισήτη γυνή‘ ὁ Ἀρχίλ[ο]χος (fr. 206 W.). | |
mu118 | μάχη καὶ πόλεμος διαφέρει. μάχη μὲν ἡ ἐν πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή. | 194 |
mu119 | μηρία καὶ μηροὶ διαφέρει. μηρία μὲν γὰρ τὰ ἐνα‐ γιζόμενα τοῖς θεοῖς, μηροὶ δὲ τὰ μὴ οὕτως ἔχοντα. | |
mu120 | μνᾶται καὶ μνηστεύεται διαφέρει. μνᾶται μὲν ὁ ἀνὴρ γυναῖκα, μνηστεύεται δὲ ἡ γυνὴ ἄνδρα. | |
nu1 | ἀρχὴ τοῦ ν | |
nu121 | νεαρὸν νεαλοῦς καὶ προσφάτου διαφέρει. νεαρὸν μὲν | |
γάρ ἐστι τὸ νεωστὶ ὕδωρ κομισθέν· ἔγκειται γὰρ τῇ λέξει τὸ ἀρύειν. πρόσφατον δὲ τὸ κρέας· πεποίηται γὰρ ἀπὸ τοῦ φάσαι, ὅ ἐστι φονεῦσαι· ὅθεν καὶ τὸ φάσγανον. νεαλὲς δὲ τὸ νεωστὶ | 195 | |
5 | ἑαλωκός, οἷον ἰχθύς· δύναται δὲ καὶ τὸ ἁλσὶ νεωστὶ πεπασμένον. | |
nu122 | νῆες τῶν πλοίων διαφέρει. Δίδυμος (p. 321 Schmidt) ἐν Ἱστορικῷ φησιν οὕτως· ὅτι διαφέρουσιν αἱ νῆες τῶν πλοίων. αἱ μὲν γὰρ ν̣ῆ̣έ̣ς̣ εἰσι στρογγύλαι, αἱ δὲ στρατιώτιδες. Ἀριστο‐ τέλης (fr. 614 R.) δέ φησιν ἐν τοῖς Δικαιώμασι τῶν πόλεων | |
5 | οὕτως· ‘ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀλέξανδρος ὁ Μολοττός, | |
αὐτὸν καταπεμψαμένων Ταραντίνων ἐπὶ τὸν πρὸς τοὺς βαρβά‐ ρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατιωτικοῖσ‘. | 196 | |
nu123 | νηρεΐδας καὶ Νηρέως θυγατέρας φασὶ διαφέρειν. Δίδυμος (p. 300 schmidt) ἐν Ὑπομνήματι Βακχυλίδου Ἐπινί‐ κων (cf. 1, 8 et 13, 123 Sn.—M.) κατὰ λέξιν· ‘εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν Νηρέως θυγατέρων, καὶ | |
5 | τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων κοινότερον Νηρεΐδας [κ]αλεῖσθαι· καὶ τὰς μὲν γνησίας ἓξ τὸν ἀριθμόν, πλείους 〈 〉 τοῖς Περὶ τῆς Εὐρώπης (FHG iii p. 154 fr. 25b) τὸν τρόπον τοῦτον‘. πιθανὸν οὖν τὰς μὲν ἐκ μιᾶς, ἐκ Δωρίδος, γνησιωτέρας τῶν ἄλλων | |
10 | οὔσας Νηρέως θυγατέρας λέγεσθαι, τὰς δὲ συμμίκτους αὐτῶν | |
Νηρεΐδας. | 197 | |
nu124 | νῦν καὶ νυνὶ σὺν τῷ ι διαφέρει, φησὶν Ἡρακλείδης (fr. 4 Cohn) ἐν τῷ πρώτῳ Περὶ καθολικῆς προσῳδίας. τὸ μὲν γὰρ καθολικὸν ἐπίρρημα τάσσεσθαι ἐπὶ τῶν τριῶν χρόνων, ἐνε‐ στῶτος, παρῳχημένου, μέλλοντος, οἷον «νῦν δ〈ι〉ῆλθεν ὁ ἀγών, | |
5 | νῦν ἔσται ὁ ἀγών»· τὸ δὲ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος. | |
nu125 | νεανίσκος καὶ νεανίας διαφέρει. εἴρηται ἐν τῇ τοῦ γέροντος καὶ πρεσβύτου διαφορᾷ (Gl. 42). | |
xi1 | ἀρχὴ τοῦ ξ | |
xi126 | ξόανον, βρέτας, ἄγαλμα διαφέρει. ξόανον μὲν γάρ | |
ἐστι τὸ ἐξεσμένον εἴδωλον ξύλινον ἢ ἐλεφάντινον, βρέτας δὲ τὸ βροτῷ ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐξ ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ Πάριον 〈ἢ ἔκ〉 τινος ἑτέρου λίθου κατεσκευα‐ | 198 | |
5 | σμένον. | |
omicron1 | ἀρχὴ τοῦ ο | |
omicron127 | οἰκεῖοι καὶ οἰκῆες, φησίν, διαφέρει. οἰκεῖοι μὲν γὰρ οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δὲ πάντες οἱ ἐν τῇ αὐ‐ τῇ οἰκίᾳ ὄντες, εἴτε οἰκέται εἴτε ἐλεύθεροι. φησὶ γοῦν Ἕκτωρ (Hom. Il. vi 365 sq.)· | |
5 | ‘οἶκόνδ’ ἐσελεύσομαι, ὄφρα ἴδω〈μαι〉 | |
οἰκῆασ‘. (Hom. Il. v 412 sq.) ‘μὴ δὴν Αἰγιάλεια, περίφρων Ἀδρηστίνη, ἐξ ὕπνου γο〈ό〉ωσα φίλους οἰκῆας ἐγείρῃ‘, | 199 | |
10 | καὶ ἐν Ὀδυσσείᾳ (xiv 4) ‘κήδετο οἰκήων, οὓ〈σ〉 κτήσατο δῖος Ὀδυσσεύσ‘. | |
omicron128 | οἶκτος οἰκτισμοῦ διαφέρει. οἶκτος μὲν γὰρ ο〈ἰ〉κτι‐ | |
ζομένου ἔλεος, οἰκτισμὸς δὲ ὁ λόγος τοῦ οἰκτείροντος. | 200 | |
omicron129 | ὀρνιθευτὴς ὀρνιθοσκόπου διαφέρει. ὀρνιθευτὴς ὁ θη‐ ρεύων, ὀρνιθοσκόπος ὁ μάντις. | |
omicron130 | οὗτος καὶ οὑτοσὶ διαφέρει. οὑτοσὶ σὺν τῷ ι δεικτι‐ κὸν μόνον, τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν. δεικτικὸν μέν (Hom. Il. x 341)· ‘οὗτός τοι, Διόμηδες, ἀπὸ στρατοῦ‘, | |
5 | ἀναφορικὸν δέ (Hes. Opp. 293)· ‘οὗτος μὲν πανάριστος, ὃς αὐτῷ πάντα νοήσει‘. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦτον καὶ τουτονί. | |
omicron131 | οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ μακρῷ διαφέρει. οὐδὲν γὰρ λέγεται τὸ ἐν τῷ καθόλου, οἷον ὅταν λέγωμεν· «οὐ‐ δὲν ἐν κόσμῳ κενόν». τὸ δὲ διὰ τοῦ θ λεγόμενον συνείληπται | |
ἐκ τοῦ οὔτε καὶ τοῦ ἕν, οἷον «οὔτε ἓν οὔτε δύο». ὁ οὖν ἐναλ‐ | 201 | |
5 | λάσσων ἁμαρτάνει· διὸ καὶ Ζηνόδοτον εὐθύνουσι γράφοντα ‘οὐθὲν ἀκιδνότερον‘ διὰ τοῦ θ (ad Hom. Od. xviii 130). | |
omicron132 | ὀλίγον καὶ μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὑπ’ ἀριθμῷ, τὸ δὲ ἐπὶ μεγέθους τάσσεται. οὕτω Νικίας (loc. Ign.) ἐν Ὑπομνήματι Ἑκάλης ἐπὶ στί[χ]ου (Callim. fr. 470b Pf.)· ‘–⏔– ὀλίγην τε παρὲκ νησῖδα ⏑–⏓‘. | |
5 | ‘τὴν μικρὰν ὑπαλλακτικῶς. τὸ μὲν γὰρ ὀλίγον ἐπ’ ἀριθμῷ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθει τάσσεται‘. καὶ Ὅμηρος ἀδιαφόρως (Od. xx 259)· ‘ὀλίγην τε τρά[πε]ζαν‘, ἀντὶ τοῦ μικράν. | |
omicron133 | ὅσια καὶ ἱερὰ διαφέρει. ὅσια μὲν γὰρ τὰ ἰδιωτικά, ὧν ἐφίεταί τ[ις] καὶ ἔξεστι προσάψασθαι, ἱερὰ δὲ τὰ τῶν θεῶν, | |
ὧν οὐκέτι ἔξεστι προσάψασθαι. Δημοσθένης ἐν τῷ Κατὰ Τι‐ μοκράτους (Or. 24, 9) λέγει· ‘ὥστε τίθησι τοῦτον τὸν νόμον, δι’ | 202 | |
5 | οὗ τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ‘. ἔλεγον δὲ ὁμοίως· βέβηλα μὲν τὰ ὅσια οἱονεὶ βάσιμα ὄντα, ἀβέβηλα δὲ τὰ ἱερὰ οἱονεὶ μὴ βάσιμα. | |
omicron134 | ὄρθρος καὶ πρωῒ διαφέρει. ὄρθρος μὲν ἡ πρὸ ἀνατο‐ | |
λῆς ὥρα, καθ’ ἣν ἐξ ὕπνου ἀναστάντες ὄρθιοι γινόμεθα, πρωῒ δὲ τὸ πρῶτον καθὰ Ὅμηρος (Il. viii 530 xviii 277.303)· ‘πρωῒ δ’ ὑπηοῖοι‘. | 203 | |
5 | καὶ Ἡσίοδος (fr. 313 Merk.—W.) τελευτῆσαί τινά φησι ‘πρωῒ μάλ’ ἠΐθεον‘. | |
omicron135 | ὀψὲ καὶ ἑσπέρα διαφέρει. ἑσπέρα μὲν γάρ [ἐ]στι τὸ μετὰ τὴν δύσιν τοῦ ἡλίου κατάστημα. ὀψὲ δὲ μετὰ πολὺ τῆς δύσεως καὶ κα[θό]λου μετὰ πολὺν χρόνον. Ὅμηρός φησιν (loc. Ign.)· | |
5 | ‘ὅτε δ’ ἦν ὀψὲ εἶπε‘. | |
omicron136 | οὕνεκα καὶ εἵνεκα διαφέρει. τὸ μὲν γὰρ οὕνεκα ση‐ | |
μαίνει τὸ ὅτι, τὸ δὲ εἵνεκα χάριν. ‘οὕνεκα τὸν Χρύσην‘ (Hom. Il. i 11) καὶ (Hom. Il. xix 325) | 204 | |
5 | ‘εἵνεκα ῥιγεδανῆς Ἑλένησ‘. ἥμαρτεν οὖν ὁ Καλλίμαχος (fr. 1, 3 Pf.) εἰπών· ‘εἵνεκα οὐχ ἓν [ἄει]σμα‘. | |
omicron137 | ὀφλεῖν καὶ ὀφείλειν διαφέρει. ὀφλεῖ μὲν γάρ τις ἐπὶ | |
τῇ δίκῃ, ὀφείλει δὲ ὡς καὶ ἡμ[εῖς] φαμεν. | 205 | |
omicron138 | ὅτι καὶ διότι διαφέρει. τὸ μὲν γὰρ διότι αἰτίαν δηλοῖ· τὸ δὲ ὅτι ὁτὲ μὲν αἰτίαν, ὁτὲ δὲ βεβαίωσιν. αὐτίκα ὅτι μὲν ἐκλείπει ἡ σελήνη ἴσμεν, διότι δὲ οὐκέτι. | |
omicron139 | οἴκαδε τοῦ εἰς οἶ[κον] διαφέρει. τὸ μὲν γὰρ εἰς τὴν ἰδίαν οἰκίαν βαδίζειν, οἴκαδέ φαμεν, τὸ δὲ εἰς ἑτέραν, εἰς οἶκον. | |
pi1 | ἀρχὴ τοῦ π | |
pi140 | πόνηρον, ὡς σόλοικον, καὶ πονηρόν, ὡς νοσερόν, δια‐ φέρειν φασίν· ὁμοίως 〈μόχθηροσ〉 καὶ μοχθηρός. πονηρὸς μὲν γάρ | |
ἐστιν ὀξυτόν[ως] ὁ κακοήθης, βαρυτόνως δὲ ὁ ἐπίπονος· ὅτι δὲ ὀξυτονεῖν ὁ λόγος ἀπαιτεῖ ἐξ ἀνάγκης σαφές. πᾶν γὰρ παρώ‐ | 206 | |
5 | νυμον εἰς ρος λῆγον σχηματιζόμενον τοῖς γένεσιν ὀξύτονόν ἐστιν, | |
οἷον κάματος καματηρός, ὄλισθος ὀλισθηρός, μέλι μελιτηρός. εἰ καὶ πόνος καὶ μόχθος τὰ πρωτότυπα, πονηρὸς καὶ μοχθηρὸς ὀξυτόνως. εἰ δ’ Ἀττικοὶ βαρυτονοῦσιν, οὐ θαυμαστόν· χαίρου‐ σι γὰρ τῇ βαρύτητι. ἀδελφέον οὖν λέγουσιν· ὡς ἔθος οὖν τι | 207 | |
10 | τηροῦντες, οὕτω προηνέγκαντο. | |
pi141 | πρεσβεύεσθαι τοῦ πρεσβεύειν διαφέρει. πρεσβεύεσθαι | |
τὸ πέμπειν πρέσβεις, πρεσβεύειν δὲ τὸ πέμπεσθαι πρεσβ〈ε〉υτάς. | 208 | |
pi142 | πολῖται καὶ πατριῶται διαφέρει. πολῖται οἱ τῆς αὐτῆς πόλεως μετέχοντες, πατριῶται δὲ οἱ 〈μὴ〉 κατὰ τὸν νό‐ μον ἐν τῇ αὐτῇ ὄντες. | |
pi143 | πόλις καὶ ἄστυ διαφέρει. πόλις μὲν τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως. | |
pi144 | πάγετος μὲν τὸ κρύος, παγετὸς δὲ ὁ χειμών. | |
pi145 | πάτρια καὶ πατρικοὶ καὶ πατρῷα διαφέρει. πατρῷα μὲν γὰρ τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα· πατρικοὶ δὲ φίλοι ἢ ξένοι· πάτρια δὲ τὰ τῆς πατρίδος ἔθη. | 209 |
pi146 | πρόξενος καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει. πρό‐ ξενος μὲν γὰρ πόλεως καὶ ἔθνους, ὡς παρὰ Θουκυδίδῃ (cf. e.g. | |
ii 29, 1). ξένος δὲ εἷς ἑνός· καὶ ἰδιόξενος δὲ ὁ αὐτός. δορύξενος δὲ ὁ κατὰ πόλεμον γινόμενος φίλος· ἁλοὺς γὰρ καὶ ξενίων | 210 | |
5 | ἀξιωθείς, ἀφείθη πρὸ〈σ〉 τοῦ πολεμ〈ί〉ου λύτρα λαβόντος. | |
pi147 | πελαστὴς καὶ πενέ〈σ〉της διαφέρει. ὁ μὲν γάρ ἐστι 〈ὁ〉 πρόσφυξ, πενέ〈σ〉της δὲ ὁ πραθεὶς ἄλλοις 〈ἢ〉 κατὰ πόλεμον δουλωθείς, ὅπερ παρὰ Λάκωσιν οἱ Εἵλωτες. | |
pi148 | πλούσιος ἀφνειοῦ καὶ ὀλβίου διαφέρει. πλούσιος μὲν | |
γάρ ἐστιν ὁ πολλὴν οὐσίαν ἔχων· ἀφνειὸς δὲ ὁ ἀπὸ ἐνιαυτοῦ τὴν οὐσίαν συλλέγων· ὄλβιος δέ ἐστιν ὁ τελείαν τὴν εὐδαιμο‐ νίαν ἔχων. | 211 | |
pi149 | πένης καὶ πτωχὸς διαφέρει. πένης μὲν γὰρ ἀπὸ τοῦ ἐργάζεσθαί τι καὶ πονεῖν περὶ τὸν βίον· πτωχὸς δὲ ὁ ἐπαίτης, ὃν ἐτυμολογῶν Ὅμηρός φησιν (Od. xvii 227 sq.)· ‘ἀλλὰ πτώσσων κατὰ δῆμον | |
5 | βούλεται 〈αἰ〉τίζων‘. | |
pi150 | παρέχειν καὶ παρέχεσθαι διαφέρει. παρέχει μὲν γάρ τις ἐσθῆτας, ἐκπώματα καὶ τὰ τοιαῦτα· παρέχεται δὲ προθυ‐ | |
μίαν καὶ εὔνοιαν. | 212 | |
pi151 | πηδάλιον καὶ πλήθριον διαφέρει. πηδάλιον μὲν νηὸς λέγεται, πλήθριον δὲ σχεδίας. | |
pi152 | παιδί[σκη] καὶ παῖς διαφέρει. παιδίσκη μὲν γάρ ἐστιν ἡ ἐλευθέρα παρὰ Ἀττικοῖς, παῖς δὲ ἡ δούλη. | |
pi153 | παιδίον καὶ παιδάριον καὶ παιδίσκος καὶ παῖς δια‐ φέρει. παιδίον μὲν γάρ ἐστι τὸ τρεφόμενον ὑπὸ τῆς τίτθης, παι‐ δάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον, παιδί‐ σκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων | |
5 | μαθημάτων δυνάμενος ἰέναι. | |
pi154 | πλῆθος καὶ ὄχλος διαφέρει. ὄχλος μὲν γὰρ κυρίως | |
ἡ ὄχλησις, πλῆθος δὲ σύστημά τινων. | 213 | |
pi155 | πῇ, ποῖ, ποῦ διαφέρει. τὼ μὲν γὰρ εἰς τόπον, τὸ δὲ ἐν τόπῳ· πῇ καὶ ποῖ εἰς τόπον· ‘πῇ ἔβη Ἀνδρομάχη;‘ (Hom. Il. vi 377) καὶ ‘ποῖ φεύγεις;‘ (cf. Hom. Il. viii 94 Ar. Plut. 438 Eur. | |
5 | Or. 598). τὸ δὲ ποῦ ὅτι ἐν τόπῳ σαφές· ‘ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα;‘ (Hom. Il. x 406). | |
pi156 | πολεμικὸς καὶ αἰχμητὴς διαφέρει· πολεμικὸν μὲν γὰρ τὸν ἔμπειρον πολέμων, αἰχμητὴν δὲ τὸν ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενον. | |
pi157 | πῦς καὶ πεῖ καὶ πῶ καὶ τουτῶ διαφέρει παρὰ Δωριεῦ‐ σιν. τὸ μὲν γὰρ πῦς τὴν εἰς τόπον σημασίαν δηλοῖ· τὸ δὲ πεῖ | |
τὴν ἐν τόπῳ· τὸ δὲ πῶ τὴν ἐκ τόπου, ὁμοίως δὲ καὶ τουτῶ (cf. Sophron. fr. 85 K.). ὥσθ’ οἱ δωρίζοντες καὶ λέγοντες «πεῖ | 214 | |
5 | πορεύῃ;» ἁμαρτάνουσιν· τὸ γὰρ πεῖ τὴν ἐν τόπῳ δηλοῖ. Σώφρων (fr. 5 K.)· ‘πεῖ γὰρ 〈ἁ〉 ἄσφαλτος;‘. (fr. 5 K.)· ‘πεῖ ἐσσί, λειοκόνιτε; —οὕτα‘, ἀντὶ τοῦ «ποῦ εἶ;». ὅταν δὲ εἰς τόπον θέλῃ εἰπεῖν, φησίν (fr. 75 K.)· ‘πῦς εἰς μυχὸν καταδύῃ;‘ του‐ τέστιν «εἰς τὴν ἄβυσσον». | |
rho1 | ἀρχὴ τοῦ ρ | |
rho158 | ῥ[ὶς] καὶ μυκτὴρ διαφέρει. ῥὶς μὲν ἡ ἀπὸ τοῦ μεσο‐ φρύο〈υ〉 μέχρι τοῦ χείλους καταγωγή, μυκτὴρ δὲ αἱ τῆς ῥινὸς κατα〈τ〉ρήσεις, δι’ ὧν ἔξεισι τὸ ὑγρὸν ἀπομυσσομένων. | |
rho159 | ῥέφανον καὶ ῥάφανον διαφέρει〈ν φασὶ〉 παρὰ τοῖς Ἴωσι καὶ τοῖς Ἀττικοῖς. ῥέφανον μὲν γὰρ εἶναι ἣν καὶ ἡμεῖς φαμεν, ῥάφανον δὲ τὴν κράμβην. | 215 |
rho160 | ῥεῖθρον ῥεύματος διαφέρει. ῥεῖθρον μὲν γάρ ἐστιν | |
ὁ τόπος δι’ οὗ φέρεται 〈τὸ ῥεῦμα〉, ῥεῦμα δὲ αὐτὸ τὸ [ὕδωρ]. | 216 | |
sigma1 | ἀρχὴ τοῦ ς | |
sigma161 | σταφυλὴν ὀξυτόνως καὶ σταφύλην βαρυτόνως δια‐ φέρει Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 42 Baege) ἐν τῷ δευτέρῳ Περὶ 〈τῶν〉 ἐν Ὀδυσσείᾳ προσῳδιῶν. τὸ μὲν βαρύτονον, φησίν, ὄνομα ἐπὶ τῆς καθι〈ε〉μένης μολιβδίδος παρὰ τοῖς ἀρχιτέκτοσι | |
5 | τίθεται, τὸ δὲ ὀξύτονον ἐπὶ τῆς ὀπώρας. ὁ δ’ αὐτὸς 〈ἐν τῷ δευ‐ τέρῳ〉 Περὶ τῶν ἐν Ἰλιάδι προσῳδιῶν κατὰ λέξιν φησίν· ‘σταφύλῃ ἐπὶ νῶτον ἐΐσας (Hom. Il. ii 765), σταφύλη βαρυτονητέον ὡς Νιόβη· ἔστι γὰρ οὐχ ὅμοιον τῇ συκῇ· τοῦτο γὰρ διαιρεῖται—συκέα—, ἐκεῖνο δὲ οὐ διαιρεῖται‘. | |
10 | Ἡρακλείδης δὲ ὁ ἡμέτερος (fr. 6 Cohn) ἡμαρτῆσθαί φησι παρὰ τοῖς ἑλληνίζουσιν ὀξυτόνως τὸ ὄνομα. οὐδὲν γὰρ τῶν εἰς λη λη‐ | |
γόντων θηλυκῶν ὀνομάτων, 〈ἀ〉μέτοχον γένους οὐδετέρου, παρα‐ τελευτῶντος τοῦ υ, ὀξυτονεῖται, ἀλλὰ πάντα 〈τὰ〉 ὑπὲρ δύο συλ‐ λαβὰς βαρυτονεῖται κατὰ τὸ υ, 〈οὐκ〉 ὀξυτονεῖται, βραχὺ ὂν τὸ | 217 | |
15 | στοιχεῖον, οἷον κρωβύλη, Καρδαμύλη, Φαισύλη—δοκεῖ δὲ αὕτη μία εἶναι τῶν τιθηνησαμένων τὸν Διόνυσον, ἃς ὁ Λυκοῦργος ‘〈σ〉εῦ〈ε〉 κατ’ ἠγάθεον Νυσήϊον‘ (Hom. Il. vi 133)— ἡδύλη, κορδύλη· ὅθεν καὶ τὸ σταφύλη βαρυτονητέον. οἱ οὖν ὀξυτονοῦντές φασιν ὅτι ἀπὸ βαρυτόνου ἀρσενικοῦ εἰς ος λήγον‐ | |
20 | τος τὰ εἰς η λήγοντα ὀξυτονεῖται· ἐὰν γὰρ τὰ ἀρσενικὰ ὀξυ‐ τονῇ τις, τὰ θηλυκὰ βαρύνεται, οἷον πόθος / ποθή, νόμος / νομή, ὦνος / ὠνή, τῖμος / τιμή, φόνος / φονή· ‘ἐν ἀργαλέῃσι φονῇσιν‘ (Hom. Il. x 521). καὶ τὸ ἔμπαλιν Δαναός / Δανάη. ‘ἐπεὶ οὖν‘, φησίν, ‘καὶ ἐπὶ | |
25 | τούτου ἀρσενικός ἐστι Στάφυλος—οὕτως γὰρ ἐλέγετο ὁ υἱὸς Διονύσου—, τὸ θηλυκὸν σταφυλὴ ὀξυτονητέον. πρὸς οὓς ῥητέον· ἰδοῦ κόγχος / κόγχη, φίλος / φίλη, μόνος / μόνη, μύλος / μύλη· καὶ ἐπὶ τὸ ὀξυτονεῖν· καλός / καλή, σοφός / σοφή καὶ μυρία ἄλλα ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δὲ ὀξυτόνοις | |
30 | τὰ ὀξύτονα· ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυ‐ τόνου ὠνομάσθαι καὶ τὸ θῆλυ βαρυτονεῖν σταφύλη〈ν〉‘. Τινὲς δὲ βοηθεῖν τῇ συνηθείᾳ καὶ ὀξυτονεῖν βουλόμενοί φα‐ | |
σιν· ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται σημαινομένου ὁμοτονεῖ, ὅσα δὲ διαλλάσσει τῷ σημαινομένῳ καὶ τόνῳ διαλλάξει. ὁ μὲν | 218 | |
35 | φίλος καὶ φίλη, καὶ ὁ ξένος καὶ ξένη καὶ τὰ προκείμενα ἀπα‐ ράλλακτά ἐστιν, διὸ καὶ ὁμοτονεῖ, τὰ διαφέροντα οὐκ ἔστιν· καθάπερ χόλος / χολή, τρόπος / τροπή, νόμος / νομή, γόνος / γονή, δόμος / δομή, στρόφος / στροφή, πόθος / ποθή—περὶ τούτου ἐντε‐ λῶς εἴρηται ἐν ἄλλοις ὅτι διαφέρει. εἰ οὖν ἐστι Στάφυλος | |
40 | ἀρσενικόν, διαφέρει δὲ τῷ σημαινομένῳ, ἡ σταφυλή—ὀπώρα— δεόντως ὀξυτονεῖται. [Τοσ]οῦτον μέντοι ὁ λόγος· τὸ μέντοι προκείμενον παρὰ τοῦ Ἡρακλείδου παρατήρημα ἰσχυρὸν καθὸ παραγγέλλει βαρ[υ]τονεῖν οὐ μόνον διὰ τὰ παρακολουθοῦντα ἰδιώματα τῷ ὀνόματι, ἀλλ’ ὅτι καὶ ὑπὲρ δύο συλλαβῶ̣ν· τὰ δὲ | |
45 | προκείμενα δισύλλαβα. ὥστε ἡ Πτολεμαίου ἀναιρεῖται παρατή‐ ρησις, καθ’ ἣν διαφέρει τοῖς̣ τόνοις τοὔνομα, φησίν, καὶ τῷ σημαινομένῳ. | |
sigma162 | σημεῖον τέρατος διαφέρει. σημεῖόν ἐστι τὸ ἐπὶ τοῦ | |
ἀέρος γινόμενον, τέρας δὲ τὸ ἐν γῇ. | 219 | |
sigma163 | συμμαχεῖν καὶ ἐπιμαχεῖν διαφέρει. συμμαχεῖν μὲν γάρ ἐστι τὸ σὺν αὐτοῖς εἶναι, ὥς φησι Δίδυμος (p. 334 Schmidt) εἴτε αὐτοῖς ἐπίοιεν πολέμιοι εἴτε αὐτοὶ ἑτέροις ἐπιστρατεύοιεν. ἐπιμαχεῖν δὲ 〈 〉 εἰπὼν ἐν τῇ πρώτῃ (Thuc. i 44, 1) Κερκυ‐ | |
5 | ραίοις Ἀθηναίους συμμαχίαν μὲν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ. | |
sigma164 | στρατόπεδον στρατοῦ διαφέρει. στρατόπεδον μὲν γάρ φησιν ὁ τόπος ἐν ᾧ ὁ στρατός ἐστιν, οἷον στρατο〈ῦ〉 πέδον· ὁ δὲ στρατὸς αὐτῶν τῶν στρατευομένων τὸ πλῆθος. Αἰσχύλος· | |
‘μεθεῖται στρατὸς στρατόπεδον λιπών‘ (Septem 79). | 220 | |
5 | ὁ δ’ Ὅμηρος συγχεῖ τὸν τόπον στρατὸν λέγων (Il. x 66)· ‘πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι‘ καὶ ἴσως Ἀττικῶς στρατὸν λέγει τὸν τόπον ἐν ᾧ ὁ στρατός, ὥσπερ ἐν ἄλλοις χρᾶται. φησὶ γοῦν (Hom. Od. xiii 407)· ‘δήεις τόν γε σύεσσι παρήμενον‘. | |
10 | σύεσσι γὰρ εἶπεν ἐν τῷ τόπῳ τῶν συῶν ἔνθα αὐλίζονται, δια‐ φέρων δέ (ibid. 407 sq.) ‘αἱ δὲ νέ̣μ̣[ονται] πὰρ Κόρακος πέτρῃ‘. συγχεῖ δὲ καὶ Θουκυδίδης (i 53, 3) τὴν διαφορὰν τοῦ στρατοῦ | |
15 | πρὸς τὸ στρατόπεδον· ‘〈τῶν δὲ Κερκυραίων τὸ μὲν στρατόπε‐ δον〉 ὅσον ἐπηκολούθησεν ἀνεβόησεν‘. καὶ Ἡρόδοτος ἐν πρώτῳ | |
(i 76, 4)· ‘τὸ μὲν στρατόπεδον δι’ ἀμφοτέρους οὕτως ἠγωνίζετο‘. | 221 | |
sigma165 | σημεῖον καὶ τεκμήριον διαφέρει. [Ἀν]τιφῶν ἐν πρώτῳ Τέχνης (fr. 72 Bl.—Th. = Artium Scriptores b x fr. 8 Rad.)· ‘τὰ μὲν παροιχόμενα σημεί[οις] πιστοῦσθαι, τὰ δὲ μέλ‐ λοντα τεκμηρίοισ‘. | |
sigma166 | σεῖο καὶ σοῖο διαφέρει ἐν τοῖς ἀκριβῶς ἀναγινώ‐ σκουσ[ιν]. σοῖο μὲν γάρ ἐστιν ἔναρθρος ἀντωνυμία, οἷον (Hom. Il. xxiv 486)· | |
‘μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλ[λεῦ]‘· | 222 | |
5 | σημαίνει γὰρ τοῦ σοῦ πατρός. ἡ δὲ σεῖο ἀσύναρθρος (ibid. 686) ‘σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα‘, 〈ἀντὶ «σοῦ ζῶντοσ»〉, οὐκέτι «τοῦ σ[οῦ] ζῶντος». καὶ φυλάσσεται ταῦτα παρ’ Ὁμήρῳ. | |
sigma167 | σκῶμμα γελοίου καὶ εὐτραπελισμοῦ καὶ γεφυρισμοῦ διαφέρει. σκῶμμα μὲν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον οἱονεὶ σκέμμα· γελοῖον δὲ τὸ ἐπὶ διαχύσει τῶν ἀκροωμένων, χωρίς τινος ὕβρεως· εὐτράπελον δὲ τὸ μετὰ σεμνό‐ | |
5 | τητος χαριέντως λεγόμενον—εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον—· γεφυρισμὸς δὲ ἀπὸ τοῦ ἐν Ἀθήνησιν ἐπὶ τῶν γεφυρῶν 〈ἐπιγράφειν〉 ἤτοι μέτρα ἢ καὶ δίχα μέτρων διασυρμούς | |
τινων περιέχοντα. | 223 | |
sigma168 | στῆναι καὶ σταθῆναι διαφέρει. τὸ μὲν γὰρ κατὰ προαίρεσιν ἰδίαν γίνεται, τὸ δὲ σταθῆναι ἐκ τῆς ἄλλου προαι‐ ρέσεως, οἷον· ἔστη ὁ ἄνθρωπος δι’ ἑαυτοῦ, ὁ ἀνδριὰς δὲ ἐστάθη ὑφ’ ἑτέρου. | |
sigma169 | σίσυρα καὶ σίσυρις διαφέρει, ὡς Ἐρατοσθένης δια‐ στέλλει (fr. 125 Str.). σίσυρα〈ν〉 μὲν γὰρ λέγει στέγαστρον αἰγείων δερμάτων τετριχωμένων, σίσυριν δὲ τὸ ἐκ τῶν κῳδίων | |
ῥαπτόμενον ἀμπεχόνιον. | 224 | |
tau1 | ἀρχὴ τοῦ τ | |
tau170 | τύραννοι καὶ βασιλεῖς διαφέρει. τύραννοι 〈δὲ καὶ〉 ἐπὶ βασιλέων ἐτάττοντο. Ἡρόδοτος (i 6, 1) ἐπὶ Κροίσου ‘τύραν‐ νος δὲ ἐθνέων‘, καὶ προβὰς (i 26, 1) ‘τελευτήσαντος δ’ Ἀλυάτ‐ | |
τεω διεδέξατο τὴν βασιλείαν‘. | 225 | |
tau171 | τροχὸς ὀξυτόνως ὡς σοφὸς καὶ τρόχος βαρυτόνως ὡς νόμος διαφέρει 〈παρ’ Ἀττικοῖσ〉. τροχὸς μὲν γὰρ ὁμοίως ἡμῖν φασιν ὀξυτονοῦντες· τρόχους δὲ ὡς λόγους τοὺς δρόμους. Εὐριπίδης ἐν Μηδείᾳ (46) 〈 〉· ὡς γὰρ λέγω / λόγος, πλέκω / | |
5 | πλόκος, φέρω / φόρος, οὕτω καὶ τρέχω / τρόχος. | |
tau172 | τρίετες βαρυτόνως καὶ τριετὲς ὀξυτόνως διαφέρει | |
Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 61 Baege). βαρυτονούμενον μὲν γάρ ἐστιν ἐπὶ χρόνου· δι’ οὗ καὶ Ὅμηρός φησιν (Od. ii 106 xxiv 141)· | 226 | |
5 | ‘ὣς τρίετες μὲν ἔληθε δόλῳ‘. ἐὰν 〈δὲ〉 ὀξυτονῆται «τριετές», ὡς εὐφυές, «τὸ παιδίον». | |
tau173 | τεῖχος καὶ τειχίον διαφέρει. τεῖχος ἐπὶ πόλεων, τει‐ χίον ἐπὶ ἐπαύλεων. | |
tau174 | τίτθη καὶ τιθηνὸς διαφέρει. Ἀριστοτέλης γοῦν ἐν τῷ Περὶ γονέων φησίν (Ar. Byz. fr. 296 Sl.)· ‘τίτθαι μὲν ἀπὸ 〈τοῦ τὸ〉 στῆθος παρέχειν 〈τὰσ〉 τροφούς· τιθηνοὶ δὲ | |
αἱ τὸν ἄλλον πόνον ἀναδεχόμεναι· λέγω δὲ περιφέρειν, προ〈σ〉‐ | 227 | |
5 | παίζειν, ἀποπλύνειν, λούειν κατὰ τὴν μίξιν καὶ τῆς ἄλλης τροφῆς τῆς μετὰ τὸν ἀπογαλακτισμὸν πάσης ἐπιμελείας ἔχειν‘. | |
tau175 | τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν γὰρ τὸ τοῖς ἀδικουμένοις βοηθεῖν, τιμωρεῖσθαι δὲ τὸν ἀδικήσαντα· τιμ[ω]ρ[ὸς] Πατρόκλου Ἀχιλλεύς, τιμωρεῖται δὲ Ἕκτορα. | |
tau176 | τοὔνεκα καὶ οὕνεκα διαφέρει. τὸ μὲν γάρ ἐστι τούτου ἕνεκα, τὸ δὲ οὕνεκα διότι. Καλλίμαχος δὲ ἥμαρτεν ἐν Ἑκάλῃ | |
(fr. 232 Pf.), δέον εἰπεῖν οὕνεκα, τοὔνεκα εἰπών. | 228 | |
tau177 | τήθη καὶ τηθὶς διαφέρει. τήθη μὲν γάρ ἐστιν ἡ μάμμη, τηθὶς δὲ ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή, ὡς Ἀρι‐ | |
στοτέλης (Ar. Byz. fr. 227 Sl.). | 229 | |
upsilon1 | ἀρχὴ τοῦ υ | |
upsilon178 | ὑποψία ὑφοράσεως διαφέρει. ὑποψία μὲν γάρ ἐστι κακοῦ τινος ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον. | |
upsilon179 | ὑπόσχεσις ἐπαγγελίας διαφέρει. ὑπισχνεῖται μὲν γὰρ ὁ τὸ ἀξιωθὲν διδόναι θέλων· ἐπαγγέλλεται δὲ ὁ δίχα πα‐ | |
ρακλήσεως παρέχειν τι βουλόμενος. χρὴ οὖν παρατηρεῖν. | 230 | |
phi1 | ἀρχὴ τοῦ φ | |
phi180 | φλαῦρον καὶ φαῦλον διαφέρει. φλαῦρον μὲν γάρ ἐστι | |
τὸ μικρὸν καὶ κοῦφον κακόν, φαῦλον δὲ τὸ μέγα. | 231 |