TLG 1412 001 :: Pseudo–HERACLITI EPISTULAE :: Epistulae

Pseudo–HERACLITI EPISTULAE Epist.
(Incertum)

Cf. et HERACLITUS Phil. (0626)
Cf. et HERACLITI EPHESII EPISTULAE (1411)

Epistulae

Source: Denis, A.–M. (ed.), Fragmenta pseudepigraphorum quae supersunt Graeca [Pseudepigrapha veteris testamenti Graece 3] Leiden: Brill, 1970: 157–160.

  • *Epistula quarta: pp. 157–158
  • *Epistula septima: pp. 158–160

Citation: Epistle — section — (line)

4

t

δʹ. ΗΡΑΚΛΕΙΤΟΣ ΕΡΜΟΔΩΡΩΙ

4

.

1

Ἤδη μηκέτι τοῖς ἑαυτοῦ χαλέπαινε, Ἑρμόδωρε. Εὐθυκλῆς ὁ Νικοφῶντος τοῦ συλήσαντος προπέρυσι τὴν θεὸν ἀσεβείας με γέγραπται, ἄνδρα σοφίᾳ προύχοντα ἀπαιδευσίᾳ νικῶν, ὡς ὅτι ἐπέγραψα τῷ βωμῷ οὗ ἐπέστησα τὸ ἐμὸν ὄνομα, θεοποιῶν ἄνθρωπον ὄντα ἐμαυτόν. εἶτα κριθήσομαι ὑπὸ ἀσεβοῦς ἐν ἀσεβέσι.
5τί οἴει; δόξω αὐτοῖς εὐσεβὴς εἶναι ἐναντία φρονῶν οἷς αὐτοὶ περὶ θεῶν νομί‐ ζουσιν; εἰ καὶ πεπηρωμένην ἔκρινον ὄψιν, τυφλότητα ἂν ἔλεγον τὴν ὅρασιν. ἀλλ’ ὦ ἀμαθεῖς ἄνθρωποι, διδάξατε πρῶτον ἡμᾶς τί ἐστιν ὁ θεός, ἵνα ἀσεβεῖν λέγοντες πιστεύησθε.

4

.

2

ποῦ δ’ ἐστὶν ὁ θεός; ἐν τοῖς ναοῖς ἀποκεκλεισμένος; εὐσεβεῖς γε οἳ ἐν σκότει τὸν θεὸν ἱδρύετε. ἄνθρωπος λοιδορίαν ποιεῖται λίθινος εἰ λέγοιτο, θεὸς δὲ μυθεύεται, ὅς, τοῦτο τὸ λεγόμενον, ἐκ κρημνῶν γεννᾶται; ἀπαίδευτοι, οὐκ ἴστε ὅτι οὐκ ἔστι θεὸς χειρόκμητος, οὐδὲ ἐναργῆ βάσιν ἔχει,
5οὐδὲ ἔχει ἕνα περίβολον, ἀλλ’ ὅλος ὁ κόσμος αὐτῷ ναός ἐστι ζῴοις καὶ φυτοῖς καὶ ἄστροις πεποικιλμένος; Ἡρακλεῖ ἐπέγραψα τῷ Ἐφεσίῳ τὸν βωμὸν πολιτογραφῶν ὑμῖν τὸν θεόν, οὐχ Ἡρακλείτῳ. ἂν δὲ ὑμεῖς ἀξυνετῆτε γράμ‐ ματα, οὐκ ἐμὴ ἀσέβεια τὸ ὑμῶν ἀπαίδευτον. μανθάνετε σοφίην καὶ συνίετε. ἀλλ’ οὐ θέλετε, οὐδ’ ἐγὼ ἀναγκάζω. γηρᾶτε σὺν ἀπαιδευσίᾳ χαίροντες ἰδίοις
10κακοῖς.

4

.

3

Ἡρακλῆς δὲ οὐκ ἄνθρωπος ἐγεγόνει; ὡς μὲν Ὅμηρος ἐψεύσατο, καὶ ξενοκτόνος. ἀλλὰ τί αὐτὸν ἐθεοποίησεν; ἡ ἰδία καλοκαγαθία καὶ ἔργων τὰ γενναιότατα τοσούτους ἐκτελέσαντα ἄθλους. ἐγὼ μὲν οὖν, ὦ ἄνθρωποι, οὐ καὶ αὐτὸς ἀγαθός εἰμι; ἥμαρτον ἐρόμενος ὑμᾶς· καὶ γὰρ εἰ τὰ ἐναντία ἀποκρίναισθε,
5ὅμως ἀγαθός εἰμι. καὶ ἔμοιγε πολλοὶ καὶ δυσχερέστατοι ἆθλοι κατώρθωνται. νενίκηκα ἡδονάς, νενίκηκα χρήματα, νενίκηκα φιλοτιμίαν, κατεπάλαισα δειλίαν, κατεπάλαισα κολακείαν, οὐκ ἀντιλέγει μοι φόβος, οὐκ ἀντιλέγει μοι
μέθη, φοβεῖταί με λύπη, φοβεῖταί με ὀργή. κατὰ τούτων ἁγών· καὶ αὐτὸς ἐστεφάνωμαι ἐμαυτῷ ἐπιτάττων, οὐχ ὑπ’ Εὐρυσθέως. οὐ157

4

.

4

οὐ παύσεσθε σοφίαν ὑβρίζοντες καὶ ἴδια ἁμαρτήματα καὶ ἴδια ἐγκλήματα ἡμῖν προστριβόμενοι; εἰ ἐδύνασθε μετ’ ἐνιαυτοὺς ἐκ παλιγγενεσίας πεντακοσίους ἀναβιῶναι, κατε‐ λάβετε ἂν Ἡράκλειτον ἔτι ζῶντα, ὑμῶν δὲ οὐδ’ ἴχνος ὀνόματος. ἰσοχρονήσω
5πόλεσι καὶ χώραις διὰ παιδείαν οὐδέποτε σιγώμενος. κἂν ἡ Ἐφεσίων ἀναρ‐ πασθῇ πόλις καὶ οἱ βωμοὶ διαλυθῶσι πάντες, αἱ ἀνθρώπων ψυχαὶ τῆς ἐμῆς ἔσονται χωρία μνήμης. ἄξομαι καὶ αὐτὸς γυναῖκα Ἥβην, οὐ τὴν Ἡρακλέους (ἐκεῖνος ἀεὶ ἔσται μετὰ τῆς ἑαυτοῦ), ἑτέρα δ’ ἡμῖν γενήσεται.

4

.

5

πολλὰς ἀρετὴ γεννᾷ, καὶ Ὁμήρῳ ἔδωκεν ἄλλην καὶ Ἡσιόδῳ ἄλλην, καὶ ὅσοι ἂν ἀγαθοὶ γένων‐ ται, ἑνὶ ἑκάστῳ συνοικίζει παιδείας κλέος. ἆρ’ οὐκ εἰμὶ εὐσεβής, Εὐθύκλεις, ὃς μόνος οἶδα θεόν, σὺ δὲ καὶ θρασὺς εἶναι οἰόμενος καὶ ἀσεβὴς τὸν μὴ ὄντα δοκῶν;
5ἐὰν δὲ μὴ ἱδρυθῇ θεοῦ βωμός, οὐκ ἔστι θεός, ἐὰν δὲ ἱδρυθῇ μὴ θεοῦ, θεὸς ἔστιν, ὥστε λίθοι θεῶν μάρτυρες; ἔργα δεῖ μαρτυρεῖν οἷα ἡλίου· νὺξ αὐτῷ καὶ ἡμέρα μαρτυροῦσιν, ὧραι αὐτῷ μάρτυρες, γῆ ὅλη καρποφοροῦσα μάρτυς, σελήνης ὁ κύκλος, ἐκείνου ἔργον, οὐράνιος μαρτυρία.

7

t

ζʹ. ΕΡΜΟΔΩΡΩΙ

7

.

1

Πυνθάνομαι Ἐφεσίους μέλλειν εἰσηγεῖσθαι νόμον κατ’ ἐμοῦ ἀνομώτατον· οὐδεὶς γὰρ νόμος ἐφ’ ἑνός, ἀλλὰ κρίσις. οὐκ ἴσασιν Ἐφέσιοι ὅτι ἕτερος δικαστὴς νομοθέτου. καίτοι γε ἀμείνων οὗτος, ἐπεὶ ἀπαθέστερος πρὸς ἄδηλον τὸν μέλλον‐ τα πράξειν. ὁ δικάζων δὲ ὁρᾷ τὸν κρινόμενον, ᾧ συνάπτεται τὸ πάθος. ἴσασί με,
5Ἑρμόδωρε, συντεχνιτεύσαντά σοι τοὺς νόμους, κἀμὲ ἐλάσαι βούλονται, ἀλλ’ οὐ πρότερόν γε ἢ ἐλέγξαι αὐτούς, ὅτι ἄδικα ἐγνώκασι. τὸν μὴ γελῶντα καὶ πάντα μισανθρωποῦντα πρὸ ἡλίου δύνοντος ἐξιέναι τῆς πόλεως, τοῦτο νομοθε‐ τεῖν βουλεύονται, οὐδεὶς δ’ ἐστὶν ὁ μὴ γελῶν, Ἑρμόδωρε, ἢ Ἡράκλειτος, ὥστε με ἐλαύνουσιν.

7

.

2

ὦ ἄνθρωποι, οὐ θέλετε μαθεῖν, διὰ τί ἀεὶ ἀγελαστῶ; οὐ μισῶν ἀνθρώπους, ἀλλὰ κακίαν αὐτῶν. οὕτω γράψατε τὸν νόμον. «Εἴ τις μισεῖ κακίαν, ἐξίτω τῆς πόλεως», καὶ πρῶτος ἔξειμι. φυγαδευθήσομαι οὐ πατρίδος ἀλλὰ πονηρίας ἄσμενος. μεταγράψατε τὸ διάταγμα. εἰ δὲ ὁμολογεῖτε Ἐφεσίους
5κακίαν εἶναι καὶ ὑμᾶς μισῶ, πῶς οὐκ ἂν ἐγὼ δικαιότερον νομοθέτης εἴην τοὺς ποιήσαντας Ἡράκλειτον διὰ πονηρίαν ἀγέλαστον ἐξιέναι τοῦ ζῆν, μᾶλλον δὲ μυρίαις ζημιοῦσθαι, εἰ πλέον ἀνιᾶσθε ἀργυρίῳ κολαζόμενοι; τοῦτο ὑμῶν ἐστι φυγή, τοῦτο θάνατος.

7

.

3

ἠδικήκατέ με ἀφελόμενοι ὃ θεὸς ἔδωκε καὶ φυγαδεύετέ με ἀδίκως. ἢ διὰ τοῦτο ὑμᾶς πρῶτον ἀγαπήσω, ὅτι μου τὸ ἥμερον ἐξεκόψατε; καὶ οὐ παύεσθε ἐπαγωνιζόμενοι νόμοις καὶ φυγαδείαις; ἐν γὰρ τῇ πόλει μένων οὐ πεφυγάδευμαι ἀφ’ ὑμῶν; τίνι συμμοιχεύω, τίνι συμμιαιφονῶ, τίνι συμμε‐
158
5θύω, τίνι συμφθείρομαι; οὐ φθείρω, οὐκ ἀδικῶ οὐδένα τῶν ἁπάντων, μόνος εἰμὶ ἐν τῇ πόλει. ἐρημίαν αὐτὴν πεποιήκατε διὰ κακίας. ἡ ἀγορὰ ὑμῶν Ἡρά‐ κλειτον ἀγαθὸν ποιεῖ; οὔκ, ἀλλὰ Ἡράκλειτος ὑμᾶς, πόλιν. ἀλλ’ οὐκ ἐθέλετε. ἐγὼ μὲν βούλομαι καὶ νόμος εἰμὶ ἄλλων, εἷς δ’ ὢν οὐκ ἀρκῶ πόλιν κολάζειν. θαυμάζετε εἰ μηδέπω γελῶ, ἐγὼ δὲ τοὺς γελῶντας ὅτι ἀδικοῦντες χαίρουσι,
10σκυθρωπάζειν δέον οὐ δικαιοπραγοῦντας. δότε μοι καιρὸν γέλωτος ἐν εἰρήνῃ, ὥστε μὴ ἐπὶ τὰ δικαστήρια στρατεύεσθαι ἐν ταῖς γλώτταις ἔχοντες τὰ ὅπλα, ἀπεστερηκότες χρήματα, γυναῖκας φθείραντες, φίλους φαρμακεύσαντες, ἱερο‐ συλήσαντες, προαγωγεύσαντες, ὄχλοις ὁραθέντες ἄπιστοι, τυμπανίσαντες, ἄλλος ἄλλου πλήρης κακοῦ.

7

.

4

ταῦτα γελάσω ὁρῶν ἀνθρώπους ποιοῦντας ἢ ἐσθῆτα καὶ γένεια καὶ κεφαλῆς πόνους ἀτημελήτους ἢ γυναῖκα φαρμακέως ἐπειλημμένην τέκνου ἢ μειράκια τῆς οὐσίας ἐκβεβρωμένα ἢ πολίτην γαμετῆς ἀφῃρημένον ἢ κόρην βίᾳ διαπαρθενευθεῖσαν ἐν παννυχίσιν ἢ ἑταίραν οὔπω
5γυναικῶν ἔχουσαν ἤδη πάθη ἢ διὰ ἀσέλγειαν νεανίσκον ἕνα πόλεως ἐραστὴν ὅλης ἢ τὰς τῶν ἐλαιῶν φθορὰς ἐν μύροις ἢ τοὺς ἐν συνδείπνοις γινομένους διὰ δακτύλων πλείονας ἢ τὰς δι’ ἐδεσμάτων πολυτελείας καὶ γαστέρας ῥεούσας ἢ τοὺς ἐπὶ σκηνῆς ἀγωνοθετουμένους δήμους τὰ μεγάλα δίκαια; ἀφήσει δέ μου τὴν ὄψιν ἀρετὴ χυθῆναι ὑστέρα πονηρίας τεταγμένη.

7

.

5

ἢ τοὺς ἀληθινοὺς ὑμῶν πολέμους γελάσω, ὅτε προφάσεις ἀδικημάτων ποιησάμενοι καταμιαιφο‐ νεῖσθε δύστηνοι ἐξ ἀνθρώπων θηρία γεγονότες, αὐλοῖς καὶ σάλπιγξι διὰ μουσι‐ κῆς εἰς ἄμουσα πάθη παροξυνόμενοι, σίδηρος δὲ ἀρότρων καὶ γεωργίας δικαιότε‐
5ρον ὄργανον σφαγῆς καὶ θανάτων ηὐτρέπισται, ὑβρίζεται δὲ δι’ ὑμῶν θεός, Ἀθηνᾶ πολεμίστρια καὶ Ἄρης ἐνυάλιος καλούμενος, φάλαγγας δὲ ἀντιστήσαντες ἄνθρωποι κατὰ ἀνθρώπων ἀλλήλων σφαγὰς εὔχεσθε, ὡς λειποτάκτας τοὺς μὴ μιαιφονοῦντας τιμωρούμενοι καὶ ὡς ἀριστέας τοὺς ἐμπλεονάσαντας αἵματι τιμῶντες;

7

.

6

λέοντες δ’ οὐχ ὁπλίζονται κατ’ ἀλλήλων, οὐδὲ ξίφη ἀναλαμ‐ βάνουσιν αἱ ἵπποι, οὐδὲ τεθωρακισμένον ἂν ἴδοις ἀετὸν ἐπ’ ἀετῷ. οὐδὲν ἄλλο μάχης ἔχει ὄργανον, ἀλλ’ ἑκάστῳ τὰ μέρη καὶ ὅπλα· τοῖς μὲν κέρατα τὰ ὅπλα, τοῖς δὲ ῥύγχη, τοῖς δὲ πτερά, τοῖς δὲ τάχος, ἄλλοις μέγεθος, ἄλλοις ὀλιγότης,
5οἷς δὲ πάχος, οἷς δὲ νῆξις, πολλοῖς δὲ πνεῦμα. οὐδὲν ξίφος ἄλογα ποιεῖ ζῷα χαίρειν πολλοῖς ὁρῶντα φυλαττόμενον ἐν αὑτοῖς φύσεως νόμον, ἀλλ’ οὐκ ἐν
ἀνθρώποις. μᾶλλον δὲ τοῦτο πλέον ἂν εἴη παράβασις, ἐν κρείττοσι τὸ ἀβέβαιον.159

7

.

7

τέλος δὲ πολέμων τί ὑμῖν εὐκτέον ἄρα; ἢ δι’ ἐκεῖνο παύσετέ με κατηφείας; πόθεν; οὐχὶ δὲ πλέον ὁμοφύλων σφῶν καὶ δενδροτομουμένη γῆ καὶ ἀναρπαζο‐ μένη πόλις καὶ γῆρας προπηλακιζόμενον καὶ γυναῖκες ἀπαγόμεναι καὶ τέκνα ἐξ ἀγκαλῶν ἀποσπώμενα καὶ θάλαμοι διαφθειρόμενοι καὶ παρθένοι παλλακευόμεναι
5καὶ μειράκια θηλυνόμενα καὶ ἐλεύθεροι σιδηροδετούμενοι καὶ ναοὶ θεῶν κατα‐ σπώμενοι καὶ ἡρῷα δαιμόνων ἀνορυττόμενα καὶ παιᾶνες ἀνοσίων ἔργων καὶ χαριστήρια θεοῖς ἀδικίας;

7

.

8

ταῦτα ἀγελαστῶ. ἐν εἰρήνῃ πολεμεῖτε διὰ λόγων, ἐν πολέμῳ πολιτεύεσθε διὰ σιδήρου· ἁρπάζετε τὸ δίκαιον ἐν ξίφεσιν. Ἑρμόδω‐ ρος ἐλαύνεται νόμους γράφων, Ἡράκλειτος ἐλαύνεται ἀσεβείας. αἱ πόλεις ἔρη‐ μοι καλοκαγαθίας, αἱ ἐρημίαι πρὸς τὸ ἀδικεῖν ὄχλοι. τείχη ἕστηκεν ἀνθρώπων
5σύμβολα πονηρίας ἀποκλείοντα τὴν βίαν ὑμῶν, οἰκίαι περιβέβληνται πᾶσιν. ἕτερα τείχη πλημμελείας· οἱ ἔνδον πολέμιοι, ἀλλὰ πολῖται, οἱ ἐκτὸς πολέμιοι, ἀλλὰ ξένοι. πάντες ἐχθροί, οὐδένες φίλοι.

7

.

9

δύναμαι γελάσαι ἐχθροὺς ὁρῶν τοσούτους; τὸν ἀλλότριον πλοῦτον ἴδιον οἴεσθε, τὰς ἀλλοτρίας γυναῖκας ἰδίας νομίζετε, τοὺς ἐλευθέρους ἀνδραποδίζετε, τὰ ζῶντα κατεσθίετε, τοὺς νόμους
παραβαίνετε, παρανομίας νομοθετεῖτε, πάντα βιάζεσθε ἃ μὴ πεφύκατε. τὰ160