TLG 1411 001 :: HERACLITI EPHESII EPISTULAE :: Epistulae

HERACLITI EPHESII EPISTULAE Epist.
(Incertum)

Cf. et HERACLITUS Phil. (0626)
Cf. et Pseudo–HERACLITI EPISTULAE (1412)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 280–283, 285–288.

*Epist. 1–3, 5–6, 8–9

Citation: Epistle — section — (line)

1

.

1

(t1)

βασιλεὺς Δαρεῖος Ἡράκλειτον Ἐφέσιον σοφὸν ἄνδρα
t2προσαγορεύει.
1 Καταβέβλησαι λόγον γραπτὸν περὶ φύσεως δυσνόη‐ τόν τε καὶ δυσεξήγητον. ἔν τισι μὲν οὖν ἑρμηνευό‐ μενος κατὰ λέξιν σὴν δοκεῖ μοι δύναμίν τινα προσφέ‐ ρεσθαι θεωρίας κόσμου τοῦ σύμπαντος καὶ τῶν ἀπὸ
5τούτου συμβαινόντων, ἅπερ ἐστὶν ἐν θειοτάτῃ κείμενα κινήσει, τῶν δὲ πλείστων ἐποχὴν ἔχειν τὰ πρὸς ζήτη‐ σιν καὶ μάθησιν, ὥστε καὶ τοὺς ἐπὶ πλεῖστον μετε‐ σχηκότας γραμμάτων ἑλληνικῶν καὶ τοὺς ἄλλους τοὺς ἀσχολουμένους περὶ τὴν τῶν μετεώρων προσοχὴν καὶ
10φιλομάθειαν ἀπορεῖσθαι τῆς ἐν ὀρθῇ γνώμῃ παρὰ σοὶ δοκούσης καταγεγράφθαι διηγήσεως. βασιλεὺς οὖν Δαρεῖος Ὑστάσπου βούλεται σῆς ἀκροάσεως μετα‐ λαβεῖν καὶ παιδείας λογικῆς. ἔρχου δὴ συντόμως πρὸς ἐμὴν ὄψιν καὶ βασίλειον οἶκον. Ἕλληνες γὰρ
15ὡς ἐπὶ τὸ πλεῖστον ἀνεπισήμαντοι σοφιζομένοις ἀνδρά‐ σιν ὄντες παρορῶσι τὰ καλῶς ὑπ’ αὐτῶν ἐνδεικνύμενα πρὸς καλὴν ἀγωγὴν καὶ δίαιταν, παρ’ ἐμοὶ δὲ ὑπάρ‐ ξει σοι πᾶσα μὲν προεδρία, καθ’ ἡμέραν δὲ καλὴ καὶ σπουδαία προσαγόρευσις καὶ βίος εὐδόκιμος σαῖς πα‐
20ραινέσεσιν.

2

.

1

(t)

Ἡράκλειτος Δαρείῳ βασιλεῖ πατρὸς Ὑστάσπεω χαίρειν.
1 Ὁκόσοι τυγχάνουσιν ὄντες ἐπιχθόνιοι, τῆς μὲν ἀλη‐ θείης καὶ δικαιοπραγίης ἀπέχονται, ἀπληστίῃ δὲ καὶ δοξοκοπίῃ προσέχουσι κακῆς εἵνεκεν ἀνοίης. ἐγὼ δὲ ἀμνηστίην ἔχων πάσης πονηρίης καὶ κόρον φεύγων
5παντὸς οἰκειεύμενον φθόνον διὰ τὴν ὑπερηφανίην οὐκ ἂν ἀφικοίμην εἰς Περσικὴν χώρην, ὀλίγοις ἀρκεόμενος κατ’ ἐμὴν γνώμην. ἔρρωσο.

3

.

1

(t)

Βασιλεὺς Δαρεῖος Ἐφεσίοις.
1 Ἀνὴρ ἀγαθὸς μέγα ἀγαθὸν πόλει. λόγοις καλοῖς καὶ νόμοις ψυχὰς ἀγαθὰς ποιεῖ καιρίως ἄγων εἰς ἀγαθά. ὑμεῖς δὲ Ἑρμόδωρον οὐ μόνον αὑτῶν βέλτιστον ἀλλὰ καὶ Ἰώνων πάντων ἐξεβάλετε ἐκ πατρίδος, αἰσχρὰς
5αἰτίας ψυχῇ ἀγαθῇ προσάπτοντες. εἰ μὲν οὖν διε‐ γνώκατε βασιλεῖ πολεμεῖν δεσπότῃ, ἑτοιμάζεσθε (ἀποστελῶ γὰρ στρατιάν, ᾗ ὑμεῖς οὐ δυνήσεσθε ἀντι‐ τάσσεσθαι· αἰσχρὸν γὰρ βασιλεῖ μεγάλῳ μὴ ἀρκέειν φίλοις). εἰ δὲ μηδὲν τοιοῦτον ἐγχειρήσετε, κατάξατε280
10Ἑρμόδωρον καὶ ἀπόδοτε αὐτῷ πατρῴαν κτῆσιν, μνη‐ μονεύοντες ἃ ὑμᾶς ἐκείνου εὐνοίᾳ εὐηργέτησα, φόρους ἐλάττους τάξας ὧν ἐφέρετε καὶ γῆν πολλὴν δοὺς πρὸς ᾗ ἐκέκτησθε. ὧν οὐκ ἐοίκατε χάριν ὀφείλειν· οὐ γὰρ ἄν ποτε Ἑρμόδωρον φίλον βασιλέως ἐφυγαδεύσατε.
15ἀποστείλατε οὖν ἄνδρας τοὺς ἐροῦντας πρός με τὸ δί‐ καιον ὑπὲρ ὧν ἐγκαλεῖτε Ἑρμοδώρῳ, ἵν’ ἐὰν μὲν ἐκεῖ‐ νος ἐπιδειχθῇ κακοφρονῶν, ἐπιτιμηθῇ, ἐὰν δὲ ὑμεῖς, ἐπὶ νοῦν βέλτιον θῶμαι καὶ εἰς τὸ λοιπὸν ἁμαρτάνειν κωλύσω εἰς ἀγαθοὺς ἄνδρας· καὶ γὰρ βασιλεῖ ὑμε‐
20τέρῳ συμφέρει ταῦτα καὶ ὑμῖν. ἔρρωσθε.281

5

.

1

(t)

Ἡράκλειτος Ἀμφιδάμαντι.
1 Νοσοῦμεν, Ἀμφιδάμα, νοῦσον ὕδρωπα, ὥστε ὅσα ἐν ἡμῖν, ἑκάστου τὸ κράτος νόσημα. ὑπερβολὴ θερμοῦ πυρετός, ὑπερβολὴ ψυχροῦ παράλυσις, ὑπερβολὴ πνεύματος πνῖγος, ἡ νῦν ἐμὴ ὑγρὰ νόσος. ἀλλὰ θεῖόν τι
5ψυχὴ ἡ ἁρμόζουσα αὐτά. ὑγίεια ἐστὶ τὸ πρῶτον ἰατρι‐ κώτατον φύσις· οὐ γὰρ εἰκάζει ἡ πρώτη ἀτεχνία τὸ παρ’ αὐτήν, ἀλλὰ ὕστερον. ἀλλὰ μιμούμενοι οἱ ἄνθρωποι ἐπιστήμας καὶ ἀγνοίας ἐκάλεσαν. ἐγὼ εἰ οἶδα κόσμου φύσιν, οἶδα καὶ ἀνθρώπου, οἶδα νόσους, οἶδα ὑγίειαν.
10ἰάσομαι ἐμαυτόν, μιμήσομαι θεόν, ὃς κόσμου ἀμε‐ τρίας ἐπανισοῖ ἡλίῳ ἐπιτάττων.

5

.

2

οὐχ ἁλώσεται νόσῳ Ἡράκλειτος, νόσος Ἡρακλείτου ἁλώσεται γνώμῃ. καὶ ἐν τῷ παντὶ ὑγρὰ αὐαίνεται, θερμὰ ψύχεται. οἶδεν ἐμὴ σοφίη ὁδοὺς φύσεως, οἶδε καὶ νόσου παῦλαν.
5ἐὰν δὲ φθάσαν ὑπέραντλον γένηται τὸ σῶμα, δύσεται εἰς τὸ εἱμαρμένον. ἀλλὰ οὐ ψυχὴ δύσεται, ἀλλὰ ἀθάνατον οὖσα χρῆμα εἰς οὐρανὸν ἀναπτήσεται μετάρ‐ σιος, δέξονται δέ με αἰθέριοι δόμοι καὶ Ἐφεσίους συ‐ κοφαντήσω. πολιτεύσομαι οὐκ ἐν ἀνθρώποις, ἀλλ’
10ἐν θεοῖς, καὶ οὐχ ἱδρύσω ἄλλων βωμούς, ἀλλ’ ἐμοὶ ἄλλοι, οὐδὲ ἀπειλήσει μοι ἀσέβειαν Εὐθυκλῆς, ἀλλ’ ἐγὼ ἐκείνῳ χολήν.

5

.

3

θαυμάζουσι πῶς ἀεὶ σκυθρωπὸς Ἡράκλειτος, οὐ θαυμάζουσι πῶς ἀεὶ πονηροὶ ἄνθρω‐ ποι. μικρὰ τῆς κακίας ὑπανεῖτε, κἀγὼ τάχα μει‐ διάσω. καίτοι πραότερος ἐν τῇ νόσῳ νῦν ἐγενόμην,
5ὅτι οὐκ ἐντυγχάνω ἀνθρώποις, ἀλλὰ μόνος νόσῳ. τάχα καὶ ψυχὴ μαντεύεται ἀπόλυσιν ἑαυτῆς ἤδη ποτὲ ἐκ τοῦ δεσμωτηρίου τούτου, καὶ σειομένου τοῦ σώμα‐ τος ἐκκύπτουσα ἀναμιμνήσκεται τὰ πάτρια χωρία,
ἔνθεν κατελθοῦσα περιεβάλετο ῥέον σῶμα τεθνειὸς282
10τοῦτο, ὃ δοκεῖ τοῖς ἄλλοις ζῆν ἐν φλέγμασι καὶ χολῇ καὶ ἰχῶρι καὶ αἵματι καὶ νεύροις καὶ ὀστοῖς καὶ σάρ‐ κεσι πεπιλημένον. εἰ γὰρ μὴ τὰ πάθη ἐσοφίζετο τὴν κόλασιν, οὐκ ἂν ἤδη πρόπαλαι καταλιπόντες τὸ σῶμα ἐξήλθομεν ἀπ’ αὐτοῦ; ἔρρωσο.

6

.

1

(t)

Τῷ αὐτῷ.
1 Συνῆλθον οἱ ἰατροί, Ἀμφιδάμα, καὶ πάνυ προθύ‐ μως γε ἐπὶ τὴν ἐμὴν νοῦσον, οὔτε τέχνην οὔτε φύσιν εἰδότες, ἀλλὰ τὸ μὲν οὐδὲ ἐβούλοντο, τὸ δὲ ἐδόκουν, ἄμφω δὲ ἠγνόουν. οὐδὲν πλέον ἢ κατεμάλαξάν μου
5τὴν γαστέρα ταῖς ἁφαῖς ὡς ἀσκόν. οἳ δὲ καὶ θερα‐ πεύειν ἤθελον. ἀλλ’ οὐκ ἐπέτρεψα, ἀλλὰ λόγον αὐτοὺς πρότερον ᾔτουν τῆς νόσου, καὶ οὐκ ἔδοσαν, οὐδὲ πε‐ ριεγένοντό μου, ἀλλ’ ἐγὼ αὐτῶν. «πῶς ἂν οὖν» ἔφην «δύναισθε αὐληταὶ τεχνῖται εἶναι ὑπὸ μὴ αὐλητοῦ
10ἡττημένοι; ἐμαυτὸν ἰάσομαι, ἢ ὑμεῖς, ἐάν με διδά‐ ξητε πῶς ἐξ ἐπομβρίας αὐχμὸν ποιητέον.»

6

.

2

οἳ δὲ οὐδὲ συνέντες τὸ ἐρώτημα ἡσύχασαν ἀπορούμενοι ἐπι‐ στήμης ἰδίας. ἔγνων ὅτι καὶ τοὺς ἄλλους οὐκ αὐτοί, ἀλλὰ τύχη ἰάσαιτο. οὗτοι ἀσεβοῦσιν, Ἀμφιδάμα,
5καταψευδόμενοι τεχνῶν ἃς οὐκ ἔχουσι, καὶ θεραπεύον‐ τες ἃ μὴ ἴσασι, καὶ ἀποκτιννύντες ἀνθρώπους, δι’ ὀνό‐ ματος τέχνης ἀδικοῦντες καὶ φύσιν καὶ τέχνην. αἰσ‐ χρόν ἐστιν ὁμολογεῖν ἄγνοιαν, αἴσχιον ἐπιστήμην οὐκ ἔχοντα. τί αὐτοῖς ἡδὺ τὸ ψεύδεσθαι ἢ ἵνα δι’ ἀπάτης
10χρηματίσωνται; ἀμείνους ἂν ἦσαν μεταιτοῦντες· ἠλεοῦντο γοῦν ἄν· νῦν δὲ μισοῦνται καὶ βλάπτοντες καὶ ψευδόμενοι. εὐτελέστεραι αἱ ἄλλαι τέχναι, τα‐ χέως ἐλέγχονται· δυσελεγκτότερα τὰ κρείττω.

6

.

3

ἐλε‐ λήθεσάν με οἱ τοιοῦτοι ἐν τῇ πόλει. οὐδεὶς αὐτῶν ἰατρός, ἀλλὰ πάντες ἀπατεῶνες καὶ φένακες, σοφί‐ σματα τέχνης ἀργυρίου πιπράσκοντες. Ἡρακλεόδω‐
5ρον ἐμὸν θεῖον οὗτοι ἀπέκτειναν καὶ μισθὸν ἔλαβον, οἳ οὐκ ἐδυνήθησαν ἐμῆς νόσου λόγον εἰπεῖν, οὐδὲ ἐξ ἐπομβρίας πῶς ἂν αὐχμὸς γένοιτο. οὐκ ἴσασιν ὅτι θεὸς ἐν κόσμῳ μεγάλα σώματα ἰατρεύει. ἐπανισοῖ αὐτῶν τὸ ἄμετρον, τὰ θρυπτόμενα ἑνοποιεῖ, τὰ ὀλι‐
10σθήσαντα ὑποφθὰς πιέζει, συνάγει τὰ σκιδνάμενα, φαιδρύνει τὰ ἀπρεπῆ, κατείργει τὰ ληφθέντα, διώκει τὰ φεύγοντα, φωτὶ μὲν ἀναλάμπει τὸ ζοφερόν, περα‐ τοῖ δὲ τὸ ἄπειρον, καὶ μορφὴν μὲν ἐπιβάλλει τοῖς ἀμόρφοις, ὄψεως δὲ ἀναπίμπλησι τὰ ἀναίσθητα.

6

.

4

διὰ πάσης γὰρ ἔρχεται τῆς οὐσίας πλάττων, ἁρμοζόμενος, διαλύων, πηγνύς, χέων. τὸ ξηρὸν εἰς ὑγρὸν τήκει καὶ εἰς λύσιν αὐτὸ καθίστησι, καὶ λιβάδας μὲν ἐκθυ‐
5μιᾷ, παχύνει δὲ χαλασθέντα τὸν ἀέρα, καὶ συνεχῶς τὰ μὲν ἄνωθεν διώκει, τὰ δὲ κάτωθεν ἱδρύει. ταῦτα κάμνοντος κόσμου θεραπεία. τοῦτον ἐγὼ μιμήσομαι
ἐν ἐμαυτῷ, τοῖς δ’ ἄλλοις χαίρειν λέγω.283

8

.

1

(t)

Τῷ αὐτῷ.
1 Δήλου μοι, Ἑρμόδωρε, πότε ἀπαίρειν κέκρικας εἰς Ἰταλίαν. δέξαιντό σε οἱ ἐκείνης τῆς χώρας θεοὶ καὶ δαίμονες ἡδέως. ὄναρ ἐδόκουν τοῖς σοῖς νόμοις τὰ
παρὰ πάσης τῆς οἰκουμένης διαδήματα προσιέναι καὶ285
5κατὰ τὸ ἔθος τὸ Περσῶν ἐγκλώμενα ἐπὶ στόμα προσ‐ κυνεῖν αὐτούς, οἳ δὲ σεμνῶς πάνυ καθειστήκεσαν. προσκυνήσουσί σε Ἐφέσιοι μηκέτι ὄντα, ὅταν οἱ σοὶ νόμοι πᾶσιν ἐπιτάττωσι, καὶ τότε χρήσονται αὐτοῖς ἀναγκαζόμενοι. θεὸς γὰρ ἀφείλετο ἐκείνους ἡγεμονίαν
10καὶ ἑαυτοὺς ἐνόμισαν ἀξίους δουλεύειν.

8

.

2

τοῦτο μεμά‐ θηκα καὶ ἐκ πατέρων. ὅλη Ἀσία κτῆμα ἐγένετο βα‐ σιλέως καὶ πάντες Ἐφέσιοι λάφυρον. ἀήθεις εἰσὶν ἐλευθερίας, ἀήθεις τοῦ ἄρχειν. καὶ νῦν ὡς εἰκὸς ὑπα‐
5κούσονται κελευόμενοι, ἢ μὴ πεισθέντες οἰμώξονται. καὶ μέμφονται θεοὺς ἄνθρωποι ὅτι αὐτοὺς οὐ πλουτί‐ ζουσιν ἀγαθά, οὐ μέμφονται ἴδιον ἦθος ἀφροσύνης. τυφλῶν ἐστι μὴ δέξασθαι ἃ δίδωσι χρηστὰ δαίμων. Σίβυλλα ἐν πολλοῖς καὶ τοῦτο ἐφράσθη «ἥξειν σοφὸν
10Ἰταλίησιν ἐξ Ἰάδος χώρης.» εἶδέ σε πρὸ τοσούτου αἰῶνος, Ἑρμόδωρε, ἡ Σίβυλλα ἐκείνη καὶ τότε ἦσθα, Ἐφέσιοι δὲ οὐδὲ νῦν βούλονται ὁρᾶν ὃν διὰ θεοφο‐ ρουμένης γυναικὸς ἀλήθεια ἔβλεπε.

8

.

3

σοφὸς μεμαρτύ‐ ρησαι, Ἑρμόδωρε, Ἐφέσιοι δὲ ἀντιλέγουσι θεοῦ μαρ‐ τυρίᾳ. ἀποτίσονται ἑαυτῶν ὕβριν καὶ νῦν ἀποτίνυνται γνώμης ἀναπιμπλάντες ἡμᾶς κακῆς. οὐκ ἀφαιρού‐
5μενος πλοῦτον κολάζει θεός, ἀλλὰ καὶ μᾶλλον δίδωσι πονηροῖς. ἵν’ ἔχοντες δι’ ὧν ἁμαρτάνουσιν ἐλέγ‐ χωνται καὶ περιουσιάζοντες σκηνοβατῶσιν αὑτῶν τὴν μοχθηρίαν· ἡ δ’ ἀπορία παρακάλυμμά ἐστιν. μὴ ἐπιλίποι ὑμᾶς τύχη, ἵνα ὀνειδίζησθε πονηρευόμενοι.
10οὗτοι μὲν χαιρόντων, σὺ δέ μοι δήλου τὸν καιρὸν τῆς ἐξόδου. πάντως ἐντυχεῖν σοι βούλομαι καὶ περί τε ἄλλων πάνυ συχνῶν καὶ περὶ αὐτῶν τῶν νόμων βραχέα εἰπεῖν.

8

.

4

ἔγραφον δ’ ἂν αὐτά, εἰ μὴ περὶ παντὸς ἐποιούμην ἀπόρρητα μεῖναι. οὐδὲν δὲ οὕτω σιωπᾶται ὡς ἑνὶ λαλῶν εἷς, καὶ ἔτι μᾶλλον Ἡράκλειτος Ἑρμο‐ δώρῳ. πολλοὶ οὐ διαφέρουσι κεραμίων σαθρῶν, ὡς
5μηδὲν στέγειν δύνασθαι, ἀλλ’ ὑπὸ γλωσσαλγίας διαρ‐ ρεῖν. Ἀθηναῖοι ὄντες αὐτόχθονες ἔγνωσαν φύσιν ἀν‐ θρώπων, ὅτι γενόμενοι ἐκ γῆς ἔσθ’ ὅτε διερρωγότα ἔχουσι νοῦν. τούτους ἐπαίδευσαν φυλακὴν ἀπορρήτων διὰ μυστηρίων, ἵν’ ὡς φόβῳ σιγῶσιν, ἀλλ’ οὐ κρίσει,
10καὶ μηκέτι χαλεπὸν ᾖ τὸ μελῆσαν τῇ ψυχῇ σιωπᾶν.

9

.

1

(t)

Τῷ αὐτῷ.
1 Ἄχρι τίνος, Ἑρμόδωρε, κακοὶ ἔσονται ἄνθρωποι καὶ οὐκέτι εἷς ἕκαστος ἰδίᾳ, ἀλλὰ καὶ κοινῇ πόλεις ὅλαι; Ἐφέσιοί σε ἀνδρῶν ὄντα ἄριστον ἐλαύνουσιν. ἀντὶ τίνος; ἢ ὅτι νόμους γράφεις τοῖς ἐλευθέροις ἰσο‐
5πολιτείαν καὶ τοῖς τούτων τέκνοις ἰσοτιμίαν; καίτοι‐ γε ὁ μὲν γνήσιος πολίτης οὐ κριθεὶς ἀγαθὸς γίνεται, ἀλλὰ γεννηθεὶς ἀναγκάζεται, καὶ οὐδ’ ἢν ἀναγκασθῇ, πολλάκις ἀγαθὸς ἔμεινεν, οἱ δὲ δοκιμασθέντες ἀξιοῦνται τοῦ πολιτεύματος μαρτυρήσαντες βίῳ τὸ ἰσότιμον,
10πόσῳ κρείττους οἱ δι’ ἀρετὴν ἐγγραφόμενοι;

9

.

2

Λακε‐ δαιμόνιοι δὲ μετ’ ἄλλων καὶ τοῦτο ἀγαθοί, οὐ γράμμα‐
σιν ἀποδεικνύντες Σπαρτιάτας ἀλλ’ ἀγωγῇ· κἂν ἐλθών τις Σκύθης ἢ Τριβαλλὸς ἢ Παφλαγὼν ἢ μηδὲν ἔχων286
5ὄνομα χώρας ὑποστῇ τὴν Λυκούργειον σκληραγωγίαν, Λάκων ἐστίν, ὥστε ἕκαστος τῶν πολιτευθέντων ἐν ἑαυτῷ φέρων τὴν πατρίδα ἔρχεται, πάσης δὲ πόλεως φυγαδεύει κακία, κἂν ἐν μέσαις ταῖς στήλαις τις οἰκῇ. οὐδὲ Ἐφέσιον εἶναί τινα πείθομαι, εἰ μὴ ὡς κύνα
10Ἐφέσιον ἢ βοῦν· ἀνὴρ δὲ Ἐφέσιος, εἰ ἀγαθός, κό‐ σμου πολίτης. τοῦτο γὰρ κοινὸν πάντων ἐστὶ χωρίον, ἐν ᾧ νόμος ἐστὶν οὐ γράμμα ἀλλὰ θεός, καὶ ὁ παρα‐ βαίνων ἃ μὴ χρὴ ἀσεβήσει· μᾶλλον δὲ οὐδὲ παραβή‐ σεται, εἰ παραβὰς οὐ λήσεται.

9

.

3

πολλαὶ δίκης Ἐρι‐ νύες, ἁμαρτημάτων φύλακες. Ἡσίοδος ἐψεύσατο τρεῖς μυριάδας εἰπών· ὀλίγαι εἰσίν, οὐκ ἀρκοῦσι κακίᾳ κό‐ σμου· πολὺ ἐστὶ πονηρία. ἐμοὶ δὲ πολῖται θεοί,
5θεοῖς ξυνοικῶν δι’ ἀρετῆς οἶδα ἥλιον ὁπόσος ἐστί, πο‐ νηροὶ δὲ οὐδ’ ὅτι εἰσίν. ἢ αἰσχύνονται Ἐφέσιοι δού‐ λους ἀγαθοὺς εἶναι; εἰκότως· αὐτοὶ γὰρ κακοὶ ἐλεύθε‐ ροι, οἳ οὐκ ἐλευθέροις πάθεσιν εἴκουσι. παυσάσθωσαν οἷοί εἰσι, καὶ ἀγαπήσουσι πάντας ἰσότητι ἀρετῆς. τί
10δὲ οἴεσθε, ὦ ἄνθρωποι, εἰ θεὸς οὐ πεποιηκὼς κύνας οὐδὲ πρόβατα δούλους, οὐδὲ ὄνους οὐδὲ ἵππους οὐδὲ ὀρεῖς, ἀνθρώπους ἐποίησε;

9

.

4

καὶ ὅτι κρείττονας ἐκάκωσε δουλεία, οὐκ αἰσχύνεσθε καὶ τοῦτο τῆς ὑμετέρας ἀδι‐ κίας καὶ ἔργον καὶ ὄνομα; πόσῳ κρείσσονες Ἐφεσίων λύκοι καὶ λέοντες. οὐκ ἐξανδραποδίζονται ἀλλήλους,
5οὐδὲ ἐπρίατο ἀετὸς ἀετόν, οὐδὲ λέων λέοντι οἰνοχοεῖ, οὐδὲ ἐξέτεμε κύων κύνα, ὡς ὑμεῖς τὸν τῆς θεοῦ Με‐ γάβυζον, φοβούμενοι τῇ παρθενίᾳ αὐτῆς ἄνδρα ἱερᾶ‐ σθαι. ἢ πῶς ἀσεβήσαντες εἰς φύσιν εὐσεβεῖτε εἰς ξόανον; ἵνα θεοῖς καταρᾶται πρῶτον ὁ ἱερεὺς ἀφῃρη‐
10μένος τὸν ἄνδρα. κατέγνωτε καὶ τῆς θεοῦ ἀκρασίαν, εἰ φοβεῖσθε ὑπ’ ἀνδρὸς αὐτὴν θεραπεύεσθαι.

9

.

5

«μὴ συγκαθιζέτω μοι δοῦλος μηδὲ συνδειπνείτω» Ἐφέσιοι λέγουσιν, ἐγὼ δὲ ἐρῶ δικαιοτέραν φωνήν· συγκαθι‐ ζέτω μοι ἀγαθὸς καὶ συνδειπνείτω μοι, μᾶλλον δὲ
5προκαθιζέτω, προτιμηθήτω· οὐ γὰρ τύχη τὸ ἰσούμενον, ἀλλ’ ἀρετή. τί ὑμᾶς ἀδικεῖ Ἑρμόδωρος, Ἐφεσίους ὑπομιμνήσκων πάντας ἀνθρώπους εἶναι καὶ μηδένα μεγαλαυχεῖν τύχῃ ὑπὲρ φύσιν; μόνη πονηρία δουλα‐ γωγεῖ, μόνη ἐλευθεροῖ ἀρετή, ἀνθρώπων δὲ οὐδείς.
10κἂν ἐπιτάττητε ἄλλοις διὰ τύχην ἀγαθοῖς οὖσιν, αὐτοὶ δοῦλοί ἐστε δι’ ἐπιθυμίαν, κελευόμενοι ὑπὸ τῶν ἑαυτῶν δεσποτῶν.

9

.

6

οὐ φοβεῖσθε δέ, ὦ ἄνθρωποι, πόλεως ὀλιγανδρίαν; τί οὖν ἔπηλυ εἰσάξετε πλῆθος, δέον τοὺς ὑφ’ ὑμῶν ἀχθέντας καὶ τραφέντας καὶ ἀπειλαῖς καὶ κολάσεσι καὶ φόβοις ἀγαθοὺς γεγονότας; ἔσονται κρείτ‐
5τους, Ἑρμόδωρε, οἱ πεισθησόμενοι τοῖς σοῖς νόμοις, μὴ χαλέπαινε. μαντεύεται τὸ ἐμὸν ἦθος, ὅπερ ἑκάστῳ δαίμων. καὶ πεισθήσονται, ὧν ἔσται καὶ τὸ σύμπαν κράτος μιμησαμένων φύσιν.

9

.

7

σῶμα δοῦλον ψυχῆς συμπολιτεύεται ψυχῇ, καὶ οὐ χαλεπαίνει νοῦς ἰδίοις συνοικῶν ὑπηρέταις, καὶ γῆ, τὸ ἀτιμότατον ἐν κόσμῳ, οὐρανῷ συνάρχει, καὶ οὐκ ἀναίνεται οὐρανὸς ἐπίκαιρα
5ἐδάφη, οὐδὲ καρδία σπλάγχνα, τὸ ἱερώτατον χρῆμα τὰ φαυλότατα ἐν σώματι. ἀλλὰ θεὸς μὲν οὐκ ἐφθό‐ νησεν ἐπίσης ἅπασιν ὀφθαλμοὺς ἅψαι καὶ ἀκοὰς ἀνα‐ πετάσαι καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ μνήμην καὶ ἐλ‐ πίδα, καὶ ἡλίου φῶς οὐκ ἀπέκλεισε δούλων, πάντας287
10ἀνθρώπους κόσμου καταλέξας πολίτας· Ἐφέσιοι δὲ τὴν ἑαυτῶν πόλιν ὑπερκόσμιον οἴονται μηδέποτε τῶν κοινῶν ἀξιοῦντες. ὁρᾶτε μὴ ἀσεβῆτε θεῷ ἀντιπολιτευόμενοι. ἀεὶ βούλεσθε μισεῖσθαι ὑπὸ δούλων, καὶ ἐν ᾧ ὑπηρέ‐ τουν πρότερον καὶ ἐν ᾧ ἀτιμοῦνται ὕστερον;

9

.

8

τί οὖν αὐτοὺς ἠλευθεροῦτε, εἰ μὴ ἀξίους ἐνομίζετε; ἢ ὅτι πάθεσιν ὑμῶν ὑπήκουσαν; ἐκείνοις οὖν χαλεπαίνετε οἳ διὰ τύχην ἐλειτούργουν, ἀλλ’ οὐχ ἑαυτοῖς, οἳ διὰ κακίαν
5ἐπάσχετε; οἰκτροὶ ἦσαν τὰ κακὰ φόβῳ ἀνεχόμενοι, κατάρατοι δ’ ὑμεῖς ἐπιτάττοντες τὰ χείρω· καὶ τότε πικροτέροις ἐδουλεύετε δεσπόταις, καὶ νῦν ἔτι δουλεύετε φοβούμενοι ὧν ἤρξατε. τί οὖν βούλεσθε; τῆς πόλεως ἀθρόοι πάντες ἐξέλθωσι καὶ ἐξελθόντες ἰδίαν πόλιν κτί‐
10σωσι, καταρώμενοι ὑμῖν καὶ παισὶ παίδων ἀνεπιβα‐ σίαν ψηφισάμενοι; πολεμίους ἑαυτοῖς τρέφετε, Ἐφέ‐ σιοι, καὶ τοῖς μέλλουσι παισὶ πρὸς τοὺς μέλλοντας ἐξ ἐκείνων. ὄψονται, Ἑρμόδωρε, Ἐφέσιοι τὰ ἑαυτῶν,
σὺ δὲ χαῖρε ἀγαθὸς ὤν.288