TLG 1409 001 :: HERACLIDES PONTICUS :: Fragmenta HERACLIDES PONTICUS Phil. Fragmenta
Citation: Fragment — (line) | ||
22 | Diogenes Laert. V 86: φέρεται δ’ αὐτοῦ (sc. Ἡρακλείδου) συγ‐ γράμματα κάλλιστά τε καὶ ἄριστα· διάλογοι ὧν ἠθικὰ μὲν περὶ δικαιοσύνης γʹ· ἓν δὲ περὶ σωφροσύνης· περί τε εὐσεβείας αʹ· καὶ περὶ | |
5 | ἀνδρείας αʹ· κοινῶς τε περὶ ἀρετῆς αʹ· καὶ ἄλλο περὶ εὐδαιμονίας αʹ· περί τε ἀρχῆς αʹ· καὶ νόμων αʹ· καὶ τῶν συγγενῶν τούτοις· περὶ ὀνομάτων αʹ· συνθῆ‐ και αʹ· ἀκούσιος αʹ· ἐρωτικός· καὶ Κλεινίας αʹ. φυσικὰ δὲ περὶ νοῦ· περὶ ψυχῆς· καὶ κατ’ ἰδίαν περὶ ψυχῆς· καὶ περὶ φύσεως· καὶ περὶ | |
---|---|---|
10 | εἰδώλων· πρὸς Δημόκριτον· περὶ τῶν ἐν οὐρανῷ αʹ· περὶ τῶν ἐν Ἅιδου· περὶ βίων αʹ βʹ· αἰτίαι περὶ νόσων αʹ· περὶ τἀγαθοῦ αʹ· πρὸς τὰ Ζήνωνος αʹ· πρὸς τὰ Μήτρωνος αʹ· γραμματικὰ δὲ περὶ τῆς Ὁμήρου καὶ Ἡσιόδου ἡλικίας αʹ βʹ· περὶ Ἀρχιλόχου καὶ Ὁμήρου αʹ βʹ· | |
15 | καὶ μουσικὰ δὲ περὶ τῶν παρ’ Εὐριπίδῃ καὶ Σοφοκλεῖ αʹ βʹ γʹ· περὶ μουσικῆς αʹ βʹ· λύσεων | |
Ὁμηρικῶν αʹ βʹ· θεωρηματικὸν αʹ· περὶ τῶν τριῶν τραγῳδοποιῶν αʹ· χαρακ‐ τῆρες αʹ· περὶ ποιητικῆς καὶ τῶν ποιητῶν αʹ· περὶ στοχασμοῦ αʹ· προοπτικῶν αʹ· Ἡρακλείτου ἐξηγήσεις δʹ· πρὸς τὸν Δημόκριτον ἐξηγήσεις αʹ· λύσεων ἐριστι‐ | 13 | |
20 | κῶν αʹ βʹ· ἀξίωμα αʹ· περὶ εἰδῶν αʹ· λύσεις αʹ· ὑποθῆκαι αʹ· πρὸς Διονύσιον αʹ· ῥητορικὰ δὲ περὶ τοῦ ῥητορεύειν ἢ Πρωταγόρας. ἱστορικὰ περὶ τῶν Πυθαγορείων καὶ περὶ εὑρημάτων. | |
25 | τούτων τὰ μὲν κωμικῶς πέπλακεν ὡς τὸ περὶ ἡδονῆς καὶ περὶ σωφροσύνης, τὰ δὲ τραγικῶς ὡς τὸ περὶ τῶν καθ’ Ἅιδην καὶ τὸ περὶ εὐσεβείας καὶ τὸ περὶ ἐξουσίας. ἔστι δ’ αὐτῷ καὶ μεσότης ... διαλεγομένων (fr. 25). ἀλλὰ καὶ γεωμετρικά ἐστιν αὐτοῦ καὶ διαλεκτικά. | |
23 | Proclus In Platonis Parmenidem comment. IV p. 54 Cousin: τὸ δὲ παντελῶς ἀλλότρια τὰ προοίμια τῶν ἑπομένων εἶναι καθάπερ τὰ τῶν Ἡρακλείδου τοῦ Ποντικοῦ καὶ Θεοφράστου διαλόγων πᾶσαν ἀνιᾷ κρίσεως μετέ‐ χουσαν ἀκοήν. | |
25 | Diogenes Laert. V 89: ἔστι δ’ αὐτῷ (sc. Ἡρακλείδῃ) καὶ μεσότης τις ὁμιλητικὴ φιλοσόφων τε καὶ στρατηγικῶν καὶ πολιτικῶν ἀνδρῶν πρὸς ἀλλή‐ | |
λους διαλεγομένων (folgt fr. 22: ἀλλὰ καὶ γεωμετρικά ἐστιν αὐτοῦ καὶ διαλεκ‐ τικά)· ἄλλως τ’ ἐν ἅπασι ποικίλος τε καὶ διηρμένος τὴν λέξιν ἐστὶ καὶ ψυχαγωγεῖν | 14 | |
5 | ἱκανῶς δυνάμενος. | 15 |
33 | Academicorum Philosophorum index Herculanensis ed. S. Mekler p. 27 col. X (schliesst an fr. 15 an): ν̣εσιν̣ δὲ π[ερὶ] ῥητο[ρ...] τε τα προ λε π̣ερὶ δῃ ... τεχν̣ ... αν ... ενω | |
39 | Diogenes Laert. IX 15: πλεῖστοί τέ εἰσιν ὅσοι ἐξήγηνται αὐτοῦ (sc. Ἡρακλείτου) τὸ σύγγραμμα. καὶ γὰρ Ἀντισθένης καὶ Ἡρακλείδης ὁ Ποντι‐ κὸς Κλεάνθης τε καὶ Σφαῖρος ὁ Στωικός, πρὸς δὲ Παυσανίας ὁ κληθεὶς Ἡρα‐ κλειτιστὴς Νικομήδης τε καὶ Διονύσιος, τῶν δὲ γραμματικῶν Διόδοτος. | |
40 | Porphyrius De abstinentia I 26: ὅτι δὲ οὐκ ἀσεβὲς τὸ κτεί‐ | |
νειν καὶ ἐσθίειν, δηλοῖ τὸ καὶ αὐτὸν τὸν Πυθαγόραν, τῶν μὲν πάλαι διδόν‐ των γάλα πίνειν τοῖς ἀθλοῦσι καὶ τυροὺς δὲ ἐσθίειν ὕδατι βεβρεγμένους, τῶν δὲ μετ’ ἐκείνους ταύτην μὲν ἀποδοκιμασάντων τὴν δίαιταν, διὰ 〈δὲ〉 | 16 | |
5 | τῶν ξηρῶν σύκων τὴν τροφὴν ποιουμένων τοῖς ἀθληταῖς, πρῶτον περι‐ ελόντα τὴν ἀρχαίαν κρέα διδόναι τοῖς γυμναζομένοις καὶ πολὺ διαφέρου‐ σαν πρὸς ἰσχὺν εὑρεῖν δύναμιν. ἱστοροῦσι δέ τινες καὶ αὐτοὺς ἅπτεσθαι τῶν ἐμψύχων τοὺς Πυθαγορείους, ὅτε θύοιεν θεοῖς. τοιαῦτα μὲν δὴ τὰ παρὰ Κλωδίῳ καὶ Ἡρακλείδῃ τῷ Ποντικῷ Ἑρμάρχῳ τε τῷ Ἐπικουρείῳ | |
10 | καὶ τοῖς ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου, ἐν οἷς καὶ τὰ ὑμέτερα, ὅσα ἡμῖν ἀπηγγέλθη, περιείληπται. | |
41 | Johannes Lydus De mensibus IV 42 p. 99 Wünsch: ὁ δὲ Ποντικὸς Ἡρακλείδης φησίν, ὡς εἴ τις τὸν κύαμον ἐν καινῇ θήκῃ ἐμβαλὼν ἀποκρύψει τῇ κόπρῳ ἐπὶ τεσσαράκοντα πάσας ἡμέρας, εἰς ὄψιν ἀνθρώ‐ που σεσαρκωμένου μεταβαλόντα τὸν κύαμον εὑρήσει, καὶ διὰ τοῦτο τὸν | |
5 | ποιητὴν φάναι· ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς τε τοκήων. | |
44 | Clemens Stromateis II cap. XXI 130, 3: Πυθαγόραν δὲ ὁ Ποντικὸς Ἡρακλείδης ἱστορεῖ τὴν ἐπιστήμην τῆς τελειότητος τῶν ἀριθ‐ μῶν τῆς ψυχῆς εὐδαιμονίαν εἶναι παραδεδωκέναι. | |
45 | Diogenes Laert. I 25: καὶ αὐτὸς (sc. Θαλῆς) δέ φησιν, ὡς Ἡρακλείδης ἱστορεῖ, μονήρη αὑτὸν γεγονέναι καὶ ἰδιαστήν. ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν σχεῖν, οἱ δὲ ἄγαμον μεῖναι, | |
τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. ὅτε καὶ ἐρωτηθέντα, διὰ τί οὐ τεκνο‐ | 17 | |
5 | ποιεῖ· „διὰ φιλοτεκνίαν“ εἰπεῖν. καὶ λέγουσιν ὅτι τῆς μητρὸς ἀναγκαζού‐ σης αὐτὸν γῆμαι ἔλεγεν· „οὐδέπω καιρόσ“, εἶτα ἐπειδὴ παρήβησεν ἐγκει‐ μένης εἰπεῖν· „οὐκέτι καιρόσ“. | |
46a | Strabo VIII 384: κατεκλύσθη δ’ ἡ Ἑλίκη δυσὶν ἔτεσι πρὸ τῶν Λευκτρικῶν, κτλ. Ἡρακλείδης δέ φησι κατ’ αὐτὸν γενέσθαι τὸ πάθος νύκτωρ, δώδεκα σταδίους διεχούσης τῆς πόλεως ἀπὸ θαλάττης, καὶ τούτου τοῦ χωρίου παντὸς σὺν τῇ πόλει καλυφθέντος, δισχιλίους δὲ | |
5 | παρὰ τῶν Ἀχαιῶν πεμφθέντας ἀνελέσθαι μὲν τοὺς νεκροὺς μὴ δύνασθαι, τοῖς δ’ ὁμόροις νεῖμαι τὴν χώραν. συμβῆναι δὲ τὸ πάθος κατὰ μῆνιν Πο‐ σειδῶνος, τοὺς γὰρ ἐκ τῆς Ἑλίκης ἐκπεσόντας Ἴωνας αἰτεῖν πέμψαντας παρὰ τῶν Ἑλικέων μάλιστα μὲν τὸ βρέτας τοῦ Ποσειδῶνος, εἰ δὲ μή, τοῦ γε ἱεροῦ τὴν ἀφίδρυσιν. οὐ δόντων δὲ πέμψαι πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν, | |
10 | τῶν δὲ ψηφισαμένων οὐδ’ ὣς ὑπακοῦσαι. τῷ δ’ ἑξῆς χειμῶνι συμβῆναι τὸ πάθος, τοὺς δ’ Ἀχαιοὺς ὕστερον δοῦναι τὴν ἀφίδρυσιν τοῖς Ἴωσιν. | |
46b | Diodorus XV 48: περὶ δὲ τῶν συμπτωμάτων (sc. des Un‐ tergangs von Helike und Bura) μεγάλης οὔσης ζητήσεως, οἱ μὲν φυσι‐ κοὶ πειρῶνται τὰς αἰτίας τῶν τοιούτων παθῶν οὐκ εἰς τὸ θεῖον ἀναφέρειν ἀλλ’ εἰς φυσικάς τινας καὶ κατηναγκασμένας περιστάσεις, οἱ δ’ εὐσεβῶς | |
5 | διακείμενοι πρὸς τὸ θεῖον πιθανάς τινας αἰτίας ἀποδιδοῦσι τοῦ συμβάντος, ὡς διὰ θεῶν μῆνιν γεγενημένης τῆς συμφορᾶς τοῖς εἰς τὸ θεῖον ἀσεβήσασι· περὶ ὧν καὶ ἡμεῖς ἀκριβῶς ἀναγράψαι πειρασόμεθα τῇ κατὰ μέρος ἱστορίᾳ. κατὰ τὴν Ἰωνίαν ἐννέα πόλεις εἰώθεσαν κοινὴν ποιεῖσθαι σύνοδον τὴν τῶν Πανιωνίων, καὶ θυσίας συνθύειν ἀρχαίας καὶ μεγάλας Ποσειδῶνι περὶ | |
10 | τὴν ὀνομαζομένην Μυκάλην ἐν ἐρήμῳ τόπῳ. ὕστερον δὲ πολέμων γενομέ‐ νων περὶ τούτους τοὺς τόπους οὐ δυνάμενοι ποιεῖν τὰ Πανιώνια, μετέ‐ θεσαν τὴν πανήγυριν εἰς ἀσφαλῆ τόπον, ὃς ἦν πλησίον τῆς Ἐφέσου. πέμ‐ ψαντες δὲ θεωροὺς Πυθώδε, χρησμοὺς ἔλαβον ἀφιδρύματα λαβεῖν ἀπὸ τῶν ἀρχαίων καὶ προγονικῶν αὐτοῖς βωμῶν ἐξ Ἑλίκης τῆς ἐν τῇ τότε μὲν Ἰω‐ | |
15 | νίᾳ, νῦν δὲ Ἀχαίᾳ καλουμένῃ. οἱ μὲν οὖν Ἴωνες κατὰ τὸν χρησμὸν ἔπεμψαν εἰς Ἀχαίαν τοὺς ληψομένους τὰ ἀφιδρύματα· οὗτοι δὲ πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν διαλεχθέντες ἔπεισαν διδόναι τὰ ἀξιούμενα. οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες, ἔχοντες παλαιὸν λόγιον ὅτι τότε κινδυνεύσουσιν ὅταν Ἴωνες ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος θύσωσιν, ἀναλογιζόμενοι τὸν χρησμὸν ἀντέ‐ | |
20 | λεγον τοῖς Ἴωσι περὶ τῶν ἀφιδρυμάτων, λέγοντες μὴ κοινὸν τῶν Ἀχαιῶν, ἀλλ’ ἴδιον αὑτῶν εἶναι τὸ τέμενος· συνέπραττον δὲ τούτοις καὶ οἱ τὴν Βοῦ‐ ραν οἰκοῦντες. τῶν δὲ Ἀχαιῶν κοινῷ δόγματι συγχωρησάντων, οἱ μὲν Ἴωνες | |
ἔθυσαν ἐπὶ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος κατὰ τὸν χρησμόν, οἱ δ’ Ἑλικεῖς τὰ χρήματα διαρρίψαντες τῶν Ἰώνων τούς τε θεωροὺς συνήρπασαν, ἠσέ‐ | 18 | |
25 | βησάν τε εἰς τὸ θεῖον. ἀνθ’ ὧν φασι μηνίσαντα τὸν Ποσειδῶνα διὰ τοῦ σεισμοῦ καὶ τοῦ κατακλυσμοῦ τὰς ἀσεβούσας πόλεις λυμήνασθαι. τοῦ δ’ ἐκ Ποσειδῶνος γεγονέναι τὴν μῆνιν ταῖς πόλεσί φασιν ἐμφανεῖς ἀποδείξεις ὑπάρχειν διὰ τὸ τῶν σεισμῶν καὶ τῶν κατακλυσμῶν τοῦτον τὸν θεὸν ἔχειν διειλῆφθαι τὴν ἐξουσίαν, καὶ διὰ τὸ δοκεῖν τὸ παλαιὸν τὴν Πελοπόννησον | |
30 | οἰκητήριον γεγονέναι Ποσειδῶνος, καὶ τὴν χώραν ταύτην ὥσπερ ἱερὰν τοῦ Ποσειδῶνος νομίζεσθαι, καὶ τὸ σύνολον πάσας τὰς ἐν Πελοποννήσῳ πό‐ λεις μάλιστα τῶν ἀθανάτων τὸν θεὸν τιμᾶν τοῦτον. πρὸς δὲ τούτοις τὴν Πελοπόννησον κατὰ βάθους ἔχειν μεγάλα κοιλώματα καὶ συστάσεις ὑδά‐ των ναματιαίων μεγάλας. εἶναι γὰρ ἐν αὐτῇ δύο ποταμοὺς φανεροὺς ῥέον‐ | |
35 | τας ὑπὸ γῆν· ὅ τε γὰρ περὶ Φένεον ποταμὸς εἰς τὴν γῆν καταδυόμενος ἐν τοῖς προτέροις χρόνοις ἠφανίζετο, τῶν κατὰ γῆς ἄντρων αὐτὸν ὑποδεχο‐ μένων, ὅ τε περὶ [τὸ] Στύμφηλον εἴς τι χάσμα καταδυόμενος ἐπὶ διακοσίους σταδίους φέρεται κεκρυμμένος κατὰ γῆς καὶ παρὰ τὴν τῶν Ἀργείων πόλιν ἐξίησιν. πρὸς δὲ τοῖς εἰρημένοις λέγουσιν, ὅτι πλὴν τῶν ἀσεβησάντων | |
40 | οὐδεὶς ἄλλος περιέπεσε τῇ συμφορᾷ. | |
47 | Plutarchus Pericles XXXV: ταῦτα βουλόμενος ἰᾶσθαι (sc. Περικλῆς) καί τι παραλυπεῖν τοὺς πολεμίους ἑκατὸν καὶ πεντήκοντα ναῦς ἐπλήρου, καὶ πολλοὺς καὶ ἀγαθοὺς ὁπλίτας καὶ ἱππεῖς ἀναβιβασάμενος ἔμελλεν ἀνάγεσθαι, μεγάλην ἐλπίδα | |
5 | τοῖς πολίταις καὶ φόβον οὐκ ἐλάττω τοῖς πολεμίοις ἀπὸ τοσαύτης ἰσχύος παρασχών. ἤδη δὲ πεπληρωμένων τῶν νεῶν καὶ τοῦ Περικλέους ἀναβεβη‐ κότος ἐπὶ τὴν ἑαυτοῦ τριήρη τὸν μὲν ἥλιον ἐκλιπεῖν συνέβη καὶ γενέσθαι σκότος, ἐκπλαγῆναι δὲ πάντας ὡς πρὸς μέγα σημεῖον. ὁρῶν οὖν ὁ Περικλῆς περίφοβον τὸν κυβερνήτην καὶ διηπορημένον ἀνέσχε τὴν χλαμύδα πρὸ τῶν | |
10 | ὄψεων αὐτοῦ καὶ παρακαλύψας ἠρώτησε μή τι δεινὸν ἢ δεινοῦ τινος οἴεται σημεῖον· ὡς δ’ οὐκ ἔφη· „τί οὖν, εἶπεν, ἐκεῖνο τούτου διαφέρει, πλὴν ὅτι μεῖζον τῆς χλαμύδος ἐστὶ τὸ πεποιηκὸς τὴν ἐπισκότησιν;“ ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς λέγεται τῶν φιλοσόφων. ἐκπλεύσας δ’ οὖν ὁ Περικλῆς οὔτ’ ἄλλο τι δοκεῖ τῆς παρασκευῆς ἄξιον δρᾶσαι, πολιορκήσας τε τὴν ἱερὰν | |
15 | Ἐπίδαυρον ἐλπίδα παρασχοῦσαν ὡς ἁλωσομένην ἀπέτυχε διὰ τὴν νόσον. ἐπιγενομένη γὰρ οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ὁπωσοῦν τῇ στρατιᾷ συμμείξαντας προσδιέφθειρεν. ἐκ τούτου χαλεπῶς διακειμένους τοὺς Ἀθη‐ ναίους πρὸς αὐτὸν (sc. Περικλέα) ἐπειρᾶτο παρηγορεῖν καὶ ἀναθαρρύνειν. οὐ μὴν παρέλυσε τῆς ὀργῆς οὐδὲ μετέπεισε πρότερον ἢ τὰς ψήφους λαβόν‐ | |
20 | τας ἐπ’ αὐτὸν εἰς τὰς χεῖρας καὶ γενομένους κυρίους ἀφελέσθαι τὴν στρα‐ τηγίαν καὶ ζημιῶσαι χρήμασιν, ὧν ἀριθμὸν οἱ τὸν ἐλάχιστον πεντεκαίδεκα τάλαντα, πεντήκοντα δ’ οἱ τὸν πλεῖστον γράφουσιν. ἐπεγράφη δὲ τῇ δίκῃ κατήγορος ὡς μὲν Ἰδομενεὺς λέγει Κλέων, ὡς δὲ Θεόφραστος Σιμμίας· | |
ὁ δὲ Ποντικὸς Ἡρακλείδης Λακρατίδαν εἴρηκε. | 19 | |
48 | Diogenes Laert. V 92: ἀλλὰ καὶ † Ἀντόδωρος † 〈ὁ〉 Ἐπικούρειος ἐπιτιμᾷ αὐτῷ (sc. Ἡρακλείδῃ), τοῖς περὶ δικαιοσύνης ἀντιλέγων. | |
49 | Athenaeus XII 521 f: Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ δικαιο‐ σύνης φησίν: Συβαρῖται τὴν Τήλυος τυραννίδα καταλύσαντες τοὺς μετασχόντας τῶν πραγμάτων ἀναιροῦντες καὶ φονεύοντες ἐπὶ τῶν βωμῶν ἅπαντας la‐ cuna καὶ ἐπὶ τοῖς φόνοις τούτοις ἀπεστράφη μὲν τὸ τῆς Ἥρας ἄγαλμα, τὸ | |
5 | δὲ ἔδαφος ἀνῆκε πηγὴν αἵματος, ὥστε τὸν σύνεγγυς ἅπαντα τόπον κατεχάλ‐ κωσαν θυρίσι, βουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν. lacuna διό‐ περ ἀνάστατοι ἐγένοντο καὶ διεφθάρησαν ἅπαντες οἱ καὶ τὸν τῶν Ὀλυμπίων τῶν πάνυ ἀγῶνα ἀμαυρῶσαι ἐθελήσαντες· καθ’ ὃν γὰρ ἄγεται καιρὸν ἐπιτηρή‐ σαντες ἄθλων ὑπερβολῇ ὡς αὑτοὺς καλεῖν ἐπεχείρουν τοὺς ἀθλητάς. | |
50 | Athenaeus XII 523 f: Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν δευτέρῳ περὶ δικαιοσύνης φησίν: ἡ Μιλησίων πόλις περιπέπτωκεν ἀτυχίαις διὰ τρυφὴν βίου καὶ πολιτικὰς ἔχθρας. οἳ τὸ ἐπιεικὲς οὐκ ἀγαπῶντες ἐκ ῥιζῶν ἀνεῖλον τοὺς ἐχ‐ θρούς. στασιαζόντων γὰρ τῶν τὰς οὐσίας ἐχόντων καὶ τῶν δημοτῶν, οὓς ἐκεῖνοι | |
5 | Γέργιθας ἐκάλουν, πρῶτον μὲν κρατήσας ὁ δῆμος καὶ τοὺς πλουσίους ἐκβαλὼν καὶ συναγαγὼν τὰ τέκνα τῶν φυγόντων εἰς ἁλωνίας βοῦς εἰσαγαγόντες συνη‐ λοίησαν καὶ παρανομωτάτῳ θανάτῳ διέφθειραν. τοιγάρτοι πάλιν οἱ πλούσιοι κρατήσαντες ἅπαντας ὧν κύριοι κατέστησαν μετὰ τῶν τέκνων κατεπίττωσαν. ὧν καιομένων φασὶν ἄλλα τε πολλὰ γενέσθαι τέρατα καὶ ἐλαίαν ἱερὰν αὐτομάτην | |
10 | ἀναφθῆναι. διόπερ ὁ θεὸς ἐπὶ πολὺν χρόνον ἀπήλαυνεν αὐτοὺς τοῦ μαντείου καὶ ἐπερωτώντων διὰ τίνα αἰτίαν ἀπελαύνονται εἶπεν καί μοι Γεργίθων τε φόνος μέλει ἀπτολεμίστων πισσήρων τε μόρος καὶ δένδρεον αἰὲν ἀθαλλές. | |
51a | Eratosthenes Catasterismorum epitome XXIX p. 154 Ro‐ bert (E. Maass, Commentariorum in Aratum reliquiae 1898 p. 241): ὀιστοῦ· τοῦτο τὸ βέλος ἐστὶ τοξικόν, ὅ φασιν εἶναι Ἀπόλλωνος, ᾧ τοὺς Κύκλωπας 〈τοὺσ〉 τῷ Διὶ κεραυνὸν ἐργασαμένους ἀπέκτεινε δί’ Ἀσκληπιόν. ἔκρυψε δὲ αὐτὸ | |
5 | ἐν Ὑπερβορείοις, οὗ καὶ ὁ ναὸς ὁ πτέρινος. λέγεται δὲ ὕστερον ἀπενηνέχθαι ὅτε | |
τοῦ φόνου αὐτὸν ὁ Ζεὺς ἀπέλυσε καὶ ἐπαύσατο τῆς παρὰ Ἀδμήτῳ λατρείας, περὶ ἧς λέγει Εὐριπίδης ἐν τῇ Ἀλκήστιδι. δοκεῖ δὲ τότε ἀνακομισθῆναι ὁ ὀιστὸς μετὰ τῆς καρποφόρου Δήμητρος διὰ τοῦ ἀέρος· ἦν δὲ ὑπερμεγέθης ὡς Ἡρα‐ κλείδης ὁ Ποντικός φησιν ἐν τῷ περὶ δικαιοσύνης. ὅθεν εἰς τὰ ἄστρα τέθεικε τὸ | 20 | |
10 | βέλος ὁ Ἀπόλλων εἰς ὑπόμνημα τῆς ἑαυτοῦ μάχης καταστερίσας. | |
51c | Eratosthenes Catasterismorum codex T Vaticanus Graecus 1087 (P. Corssen Rh. M. 67 [1912] 417 ss): οὗτος (sc. ὁ ὀιστός) Ἀπόλλωνός ἐστιν, ὃν ἔκρυψεν Ὑπερβορίοις, οὗ καὶ ναὸς γίνεται ὁ πτέρινος, ὅτε τοὺς Κύκλω‐ πας ἀνεῖλε—spatium quindecim litterarum—τοὺς τὸν κεραυνὸν ποιήσαν‐ | |
5 | τας· ὅτε ἐπαύσατό τε καὶ ὀιστὸς ἀνεκομίσθη μετὰ τῆς καρποφόρου Δήμητρος. ἦν δὲ ὑπερμεγέθης. Ἡρακλείδης δὲ ὁ Ποντικὸς ἐν τῷ περὶ δικαιοσύνης καὶ ἐπὶ τούτου Ἄβαριν τινὰ φερόμενον ἐλθεῖν. ὅθεν ὑπόμνημα τῆς αὐτοῦ μάχης Ἀπόλλων κατηστέρισεν αὐτόν. | |
52 | Diogenes Laert. V 88 (cf. fr. 22): τούτων τὰ μὲν κωμικῶς πέπλα‐ κεν (sc. Ἡρακλείδης) ὡς τὸ περὶ ἡδονῆς καὶ περὶ σωφροσύνης. | |
55 | Athenaeus XII 512a: Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς τάδε λέγει: οἱ τύραννοι καὶ οἱ βασιλεῖς πάντων ἀγαθῶν ὄντες κύριοι καὶ πάντων εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσιν, μεγαλοψυχοτέρας ποιούσης τῆς ἡδονῆς τὰς τῶν ἀνθρώπων φύσεις. ἅπαντες γοῦν οἱ τὴν ἡδονὴν τιμῶντες καὶ τρυφᾶν | 21 |
5 | προῃρημένοι μεγαλόψυχοι καὶ μεγαλοπρεπεῖς εἰσιν, ὡς Πέρσαι καὶ Μῆδοι. μά‐ λιστα γὰρ πάντων ἀνθρώπων τὴν ἡδονὴν οὗτοι καὶ τὸ τρυφᾶν τιμῶσιν, ἀν‐ δρειότατοι καὶ μεγαλοψυχότατοι τῶν βαρβάρων ὄντες. ἐστὶ γὰρ τὸ μὲν ἥδεσθαι καὶ τὸ τρυφᾶν ἐλευθέρων, ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει, τὸ δὲ πονεῖν δούλων καὶ ταπεινῶν. διὸ καὶ συστέλλονται οὗτοι καὶ τὰς φύσεις. καὶ ἡ Ἀθηναίων πόλις, | |
10 | ἕως ἐτρύφα, μεγίστη τε ἦν καὶ μεγαλοψυχοτάτους ἔτρεφεν ἄνδρας. ἁλουργῆ μὲν γὰρ ἠμπίσχοντο ἱμάτια, ποικίλους δ’ ὑπέδυνον χιτῶνας, κορύμβους δ’ ἀναδού‐ μενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόρρας ἐφόρουν. ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν. καὶ τοιοῦτοι ἦσαν οἱ τὴν ἐν Μαραθῶνι νικήσαντες μάχην καὶ μόνοι τὴν τῆς Ἀσίας | |
15 | ἁπάσης δύναμιν χειρωσάμενοι. καὶ οἱ φρονιμώτατοι δέ, φησίν, καὶ μεγίστην δόξαν ἐπὶ σοφίᾳ ἔχοντες μέγιστον ἀγαθὸν τὴν ἡδονὴν εἶναι νομίζουσιν, Σιμωνίδης μὲν οὑτωσὶ λέγων τίς γὰρ ἁδονᾶς ἄτερ θνητῶν βίος ποθεινὸς ἢ ποία τυραννίς; | |
20 | τᾶς [δ’] ἄτερ οὐδὲ θεῶν ζηλωτὸς αἰών (fr. 57 D): Πίνδαρος 〈δὲ〉 παραινῶν Ἱέρωνι τῷ Συρακοσίων ἄρχοντι μηδ’ ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ, πολύ τοι φέριστον ἀνδρὶ τερπνὸς αἰών (fr. 126 Schr). καὶ Ὅμηρος δὲ τὴν εὐφροσύνην καὶ τὸ εὐφραίνεσθαι τέλος φησὶν εἶναι χαριέστε‐ | |
25 | ρον, ὅταν δαιτυμόνες μὲν ἀοιδοῦ ἀκουάζωνται, παρὰ δὲ πλήθωσι τράπεζαι (ι 5), τοὺς δὲ θεούς φησιν εἶναι ῥεῖα ζώοντας (δ 805, ε 122 etc.)—τὸ δὲ ῥεῖά ἐστιν ἀπόνως—ὥσπερ ἐνδεικνύμενος ὅτι μέγιστόν ἐστι τῶν κακῶν ἡ περὶ τὸ ζῆν ταλαιπωρία καὶ ὁ πόνος. | |
56 | Athenaeus XII 554e: ἐν μανίᾳ δὲ τρυφὴν ἡδίστην γενομένην οὐκ ἀηδῶς ὁ Ποντικὸς Ἡρακλείδης διηγεῖται ἐν τῷ περὶ ἡδονῆς οὕτως γράφων: ὁ | |
Αἰξωνεὺς Θράσυλλος ὁ Πυθοδώρου διετέθη ποτὲ ὑπὸ μανίας τοιαύτης ὡς πάντα τὰ πλοῖα τὰ εἰς τὸν Πειραιᾶ καταγόμενα ὑπολαμβάνειν ἑαυτοῦ εἶναι, καὶ ἀπ‐ | 22 | |
5 | εγράφετο αὐτὰ καὶ ἀπέστελλε καὶ διῴκει καὶ καταπλέοντα ἀπεδέχετο μετὰ χαρᾶς τοσαύτης ὅσηςπερ ἄν τις ἡσθείη τοσούτων χρημάτων κύριος ὤν. καὶ τῶν μὲν ἀπολομένων οὐδὲν ἐπεζήτει, τοῖς δὲ σωζομένοις ἔχαιρεν καὶ διῆγεν μετὰ πλείστης ἡδονῆς. ἐπεὶ δὲ ὁ ἀδελφὸς αὐτοῦ Κρίτων ἐκ Σικελίας ἐπιδημήσας συλλαβὼν αὐτὸν παρέδωκεν ἰατρῷ καὶ τῆς μανίας ἐπαύσατο, διηγεῖτο 〈πολλάκις περὶ τῆς ἐν μανίᾳ | |
10 | διατριβῆσ〉 οὐδεπώποτε φάσκων κατὰ τὸν βίον ἡσθῆναι πλείονα. λύπην μὲν γὰρ οὐδ’ ἡντινοῦν αὐτῷ παραγίγνεσθαι, τὸ δὲ τῶν ἡδονῶν πλῆθος ὑπερβάλλειν. | |
57 | Athenaeus XII 525f: Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδο‐ νῆς Σαμίους φησὶ καθ’ ὑπερβολὴν τρυφήσαντας διὰ τὴν πρὸς ἀλλήλους μικρο‐ λογίαν ὥσπερ Συβαρίτας τὴν πόλιν ἀπολέσαι. | |
58 | Athenaeus XII 536f: περὶ δὲ Καλλίου καὶ τῶν τούτου κολάκων φθάνομεν καὶ πρότερον εἰπόντες. ἀλλ’ ἐπεὶ καινῶς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς ἱστορεῖ περὶ αὐτοῦ, ἄνωθεν ἀναλαβὼν διηγήσομαι. ὅτε τὸ πρῶ‐ τον εἰς Εὔβοιαν ἐστράτευσαν οἱ Πέρσαι, τότε, ὥς φασιν, Ἐρετριεὺς ἀνὴρ Διό‐ | |
5 | μνηστος κύριος ἐγένετο τῶν τοῦ στρατηγοῦ χρημάτων. ἔτυχεν γὰρ ἐν τῷ ἀγρῷ τῷ ἐκείνου σκηνῶν καὶ τὰ χρήματα εἰς οἴκημά τι θέμενος τῆς οἰκίας, τελευτη‐ σάντων δὲ πάντων διέλαθεν ἔχων ὁ Διόμνηστος τὸ χρυσίον. ἐπεὶ δὲ πάλιν ὁ τῶν Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν Ἐρέτριαν στράτευμα, προστάξας ἀνάστα‐ τον [γενέσθαι] ποιῆσαι τὴν πόλιν, εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν. | |
10 | οἱ οὖν καταλελειμμένοι τῆς τοῦ Διομνήστου οἰκίας παρ’ Ἱππόνικον τὸν Καλλίου τὸν Ἄμμωνα ἐπικαλούμενον ὑπεξέθεντο τὰ χρήματα εἰς τὰς Ἀθήνας, καὶ ἀνασ‐ κευασθέντων ὑπὸ τῶν Περσῶν ἁπάντων 〈τῶν〉 Ἐρετριέων κατέσχον οὗτοι τὰ χρήματα πολλὰ ὄντα. ὥστε Ἱππόνικος ὁ ἀπ’ ἐκείνου γεγονὼς τοῦ τὴν παρακατα‐ θήκην λαβόντος ᾔτησεν Ἀθηναίους ποτὲ ἐν ἀκροπόλει τόπον, ἵν’ οἰκοδομήσηται | |
15 | τοῖς χρήμασιν ὅπου κείσεται, [λέγων] ὡς οὐκ ἀσφαλὲς ὂν ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἶναι. καὶ ἔδοσαν [ἂν] Ἀθηναῖοι, νουθετηθεὶς δ’ ὑπὸ τῶν φίλων μετ‐ ενόησεν. τούτων οὖν τῶν χρημάτων Καλλίας κύριος γενόμενος καὶ πρὸς ἡδονὴν βιώσας—ποῖοι γὰρ οὐ κόλακες ἢ τί πλῆθος οὐχ ἑταίρων περὶ αὐτὸν ἦσαν, ποίας δὲ δαπάνας οὐχ ὑπερεώρα κεῖνος; —ἀλλ’ ὅμως εἰς τοσοῦτον αὐτὸν περιέστησεν | |
20 | 〈ἀπορίασ〉 ὁ περὶ ἡδονὴν βίος ὥστε μετὰ γρᾳδίου βαρβάρου διατελεῖν ἠναγκάσθη καὶ τῶν ἀναγκαίων τῶν καθ’ ἡμέραν ἐνδεὴς γενόμενος τὸν βίον ἐτελεύτησεν. τὸν | |
δὲ Νικίου, φησί, τοῦ Περγασῆθεν πλοῦτον ἢ τὸν Ἰσχομάχου τίνες ἀπώλεσαν; οὐκ Αὐτοκλέης καὶ Ἐφικλέης οἱ μετ’ ἀλλήλων 〈ἀσωτεύεσθαι πρὸ τοῦ κατ’ ἐγκρά‐ τειαν〉 ζῆν προελόμενοι καὶ πάντ’ ἐν ἐλάττονι ποιούμενοι τῆς ἡδονῆς, ἐπειδὴ πάντα | 23 | |
25 | κατανάλωσαν, κώνειον πιόντες ἅμα τὸν βίον ἐτελεύτησαν; | |
59 | Athenaeus XII 533c: Περικλέα δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλεί‐ δης ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ’ ἡδονῆς βίον προείλετο ᾤκει τε μετ’ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. | |
60 | Plutarchus Pericles XXVII: Ἔφορος δὲ καὶ μηχαναῖς χρήσασ‐ θαι τὸν Περικλέα τὴν καινότητα θαυμασταῖς, Ἀρτέμωνος τοῦ μηχανικοῦ παρόντος, ὃν χωλὸν ὄντα καὶ φορείῳ πρὸς τὰ κατεπείγοντα τῶν ἔργων προσκομιζόμενον ὀνομασθῆναι περιφόρητον. τοῦτο μὲν οὖν Ἡρακλείδης | |
5 | ὁ Ποντικὸς ἐλέγχει τοῖς Ἀνακρέοντος ποιήμασιν, ἐν οἷς ὁ περιφόρητος Ἀρτέμων ὀνομάζεται πολλαῖς ἔμπροσθεν ἡλικίαις τοῦ περὶ Σάμον πολέμου καὶ τῶν πραγμάτων ἐκείνων. τὸν δ’ Ἀρτέμωνά φησι τρυφερόν τινα τῷ βίῳ καὶ πρὸς τοὺς φόβους μαλακὸν ὄντα καὶ καταπλῆγα τὰ πολλὰ μὲν οἴκοι καθέζεσθαι, χαλκῆν ἀσπίδα τῆς κεφαλῆς αὐτοῦ δυεῖν οἰκετῶν ὑπερεχόντων, | |
10 | ὥστε μηδὲν ἐμπεσεῖν τῶν ἄνωθεν, εἰ δὲ βιασθείη προελθεῖν, ἐν κλινιδίῳ κρεμαστῷ παρὰ τὴν γῆν αὐτὴν περιφερόμενον κομίζεσθαι καὶ διὰ τοῦτο κληθῆναι περιφόρητον. | |
61 | Athenaeus XII 552f: Ἡρακλείδης δὲ ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδο‐ νῆς Δεινίαν φησὶ τὸν μυροπώλην διὰ τρυφὴν εἰς ἔρωτας ἐμπεσόντα καὶ πολλὰ χρήματα ἀναλώσαντα, ὡς ἔξω τῶν ἐπιθυμιῶν ἐγένετο, ὑπὸ λύπης ἐκταραχθέντα ἐκτεμεῖν αὑτοῦ τὰ αἰδοῖα, ταῦτα πάντα ποιούσης τῆς ἀκολάστου τρυφῆς. | |
64 | Hermiae in Platonis Phaedrum schol. 230e p. 33 Co.: οἱ μὲν | |
γὰρ ὑπέλαβον ἁπλῶς φαῦλον τὸ ἐρᾶν ὡς Ἐπίκουρος ... οἱ δὲ ἁπλῶς ἀστεῖον ὡς Ἡρακλείδης φιλίας λέγων εἶναι τὸν ἔρωτα 〈παρασκευαστικὸν〉 καὶ οὐκ ἄλλου τινός, κατὰ συμβεβηκὸς δέ τινας ἐκπίπτειν εἰς ἀφροδίσια. | 24 | |
65 | Athenaeus XIII 602a: Ἱερώνυμος δ’ ὁ Περιπατητικὸς περισπου‐ δάστους φησὶν γενέσθαι τοὺς τῶν παίδων ἔρωτας, ὅτι πολλάκις ἡ τῶν νέων ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρικὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν. παιδικῶν γὰρ παρόντων ἐραστὴς πᾶν ὁτιοῦν ἕλοιτ’ ἂν παθεῖν ἢ δειλοῦ δόξαν | |
5 | ἀπενέγκασθαι παρὰ τοῖς παιδικοῖς. ἔργῳ γοῦν τοῦτο ἔδειξεν ... περὶ Σικελίαν δ’ ἐν Ἀκράγαντι ὁ Χαρίτωνος καὶ Μελανίππου 〈ἔρωσ〉. Μελάνιππος δ’ ἦν τὰ παι‐ δικά, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ ἐρωτικῶν. οὗτοι φανέντες ἐπιβουλεύοντες Φαλάριδι καὶ βασανιζόμενοι ἀναγκαζόμενοί τε λέγειν τοὺς συνει‐ δότας οὐ μόνον οὐ κατεῖπον, ἀλλὰ καὶ τὸν Φάλαριν αὐτὸν εἰς ἔλεον τῶν βασάνων | |
10 | ἤγαγον, ὡς ἀπολῦσαι αὐτοὺς πολλὰ ἐπαινέσαντα. διὸ καὶ ὁ Ἀπόλλων ἡσθεὶς ἐπὶ τούτοις ἀναβολὴν τοῦ θανάτου τῷ Φαλάριδι ἐχαρίσατο, τοῦτο ἐμφήνας τοῖς πυν‐ θανομένοις τῆς Πυθίας ὅπως αὐτῷ ἐπιθῶνται. ἔχρησεν δὲ καὶ περὶ τῶν ἀμφὶ τὸν Χαρίτωνα, προτάξας τοῦ ἑξαμέτρου τὸ πεντάμετρον, καθάπερ ὕστερον καὶ Διονύσιος ὁ Ἀθηναῖος ἐποίησε ὁ ἐπικληθεὶς Χαλκοῦς ἐν τοῖς ἐλεγείοις. ἐστὶν δὲ | |
15 | ὁ χρησμὸς ὅδε· εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ, | |
θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος. | 25 | |
68 | Plutarchus Adv. Colotem XIV 1115a (Dicaearchus fr. 5): ποῦ γὰρ ὢν τῆς ἀοικήτου τὸ βιβλίον ἔγραφες, ἵνα ταῦτα συντιθεὶς τὰ ἐγκλήματα μὴ τοῖς ἐκείνων (sc. τῶν Περιπατητικῶν κτλ.) συντάγμασιν ἐντύχῃς μηδ’ ἀνα‐ λάβῃς εἰς χεῖρας Ἀριστοτέλους τὰ περὶ οὐρανοῦ καὶ τὰ περὶ ψυχῆς, Θεοφράστου | |
5 | δὲ τὰ πρὸς τοὺς φυσικούς, Ἡρακλείδου δὲ τὸν Ζωροάστρην, τὰ περὶ τῶν ἐν Ἅιδου, τὸ περὶ τῶν φυσικῶς ἀπορουμένων, Δικαιάρχου δὲ τὰ περὶ ψυχῆς, ἐν οἷς πρὸς τὰ κυριώτατα καὶ μέγιστα τῶν φυσικῶν ὑπεναντιούμενοι τῷ Πλάτωνι καὶ μαχόμενοι διατελοῦσι; | |
69 | Strabo II 98: μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην (sc. ὁ Ποσειδώνιος), Ἡρόδοτον μὲν οἴεσθαί φησιν ὑπὸ Δαρείου πεμφθέντας τινὰς τελέσαι τὸν περίπλουν. Ἡρακλείδην δὲ τὸν Ποντικὸν ἐν διαλόγῳ ποιεῖν ἀφιγμένον παρὰ Γέλωνα μάγον τινὰ περιπλεῦσαι φάσ‐ | |
5 | κοντα. ἀμάρτυρα δὲ ταῦτ’ εἶναι φήσας κτλ. | |
70 | Strabo II 100: θαυμαστὸς δὴ κατὰ πάντα ἐστὶν ὁ Ποσει‐ δώνιος, τὸν μὲν τοῦ μάγου περίπλουν, ὃν Ἡρακλείδης εἶπεν, ἀμάρτυρον νομίσας κτλ. | |
72 | Plutarchus De libidine et aegritudine 5: ἔνιοι δὲ ἄντικρυς καὶ δόξαν καὶ διαλογισμὸν εἰς τὸ σῶμα κατατείνουσιν, οὐδ’ εἶναι αἰτίαν τὸ παράπαν | |
ψυχὴν λέγοντες, ἀλλὰ τῇ τοῦ σώματος διαφορᾷ καὶ ποιότητι καὶ δυνάμει συν‐ τελεῖσθαι τὰ τοιαῦτα. τὸ μὲν γὰρ περὶ τῶν ἐν Ἅιδου βιβλίον ἐπιγραφόμενον, ἐν | 26 | |
5 | ᾧ τὴν ψυχὴν τῇ οὐσίᾳ παρυπάρχειν ἀποφαίνεται ὁ λόγος, οἱ μὲν οὐδ’ εἶναι τὸ παράπαν Ἡρακλείδου νομίζουσιν, οἱ δὲ πρὸς ἀντιπαρεξαγωγὴν συντετάχθαι τῶν εἰρημένων ἑτέροις περὶ οὐσίας ψυχῆς. ὅτῳ δὴ γεγραμμένον ἄντικρυς ἀναιρεῖ τὴν οὐσίαν αὐτῆς, ὡς τοῦ σώματος ἔχοντος ἐν αὑτῷ τὰς εἰρημένας δυνάμεις πάσας. | |
73 | Plutarchus De audiendis poetis I 14e (cf. Ariston von Keos fr. 33): ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδ’ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια | |
5 | καὶ τὰς ποιητικὰς ὑποθέσεις, ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύ‐ κωνα τὸν Ἀρίστωνος διερχόμενοι καὶ τὰ περὶ ψυχῶν δόγματα μεμιγμένα μυθο‐ λογίᾳ μεθ’ ἡδονῆς ἐνθουσιῶσιν. | |
74 | Anecdota Graeca ed. I. Bekker I 178 (Lexica Segueriana, περὶ συντάξεως· ὑλακτῶ): Ἡρακλείδου Ποντικοῦ ἐκ τοῦ δευτέρου λόγου τῶν εἰς τὸν Ἄβαριν ἀναφερομένων: ἐκ δὲ τῶν ἐγγὺς φωλεῶν ἐξείρπυσαν ὄφεις ἐπὶ τὸ σῶμα σφοδρῶς ὀρούοντες. ἐκωλύοντο μέντοι ὑπὸ τῶν κυνῶν ὑλακτούντων αὐτούς. | |
75 | Anecdota Graeca ed. I. Bekker I 145 (Lexica Segueriana, περὶ συντάξεως· ἐπιστρέφομαι): Ἡρακλείδου Ποντικοῦ τῶν εἰς Ἄβαριν ἀναφε‐ ρομένων: ἔφη δὲ (sc. Ἄβαρις?) τὸ δεύτερον αὐτῷ τὸν δαίμονα νεανίαν γενό‐ μενον ἐπιθεῖναι, προστάξαι δὲ πιστεύειν περὶ θεῶν, ὡς εἰσίν τε καὶ τῶν ἀνθρω‐ | |
5 | πίνων ἐπιστρέφονται πραγμάτων. | |
76 | Diogenes Laert. VIII 51: ὁμοίως (sc. Τιμαίῳ καὶ Ἑρμίππῳ) καὶ Ἡρακλείδης ἐν τῷ περὶ νόσων, ὅτι λαμπρᾶς ἦν οἰκίας (sc. Ἐμπεδοκλῆς) ἱππο‐ | |
τροφηκότος τοῦ πάππου. | 27 | |
77 | Diogenes Laert. VIII 60: Ἡρακλείδης τε ἐν τῷ περὶ νόσων φησὶ καὶ Παυσανίᾳ ὑφηγήσασθαι αὐτὸν (sc. Ἐμπεδοκλέα) τὰ περὶ τὴν ἄπνουν. ἦν δ’ ὁ Παυσανίας, ὥς φησιν Ἀρίστιππος καὶ Σάτυρος, ἐρώμενος αὐτοῦ κτλ. τὴν γοῦν ἄπνουν ὁ Ἡρακλείδης φησὶ τοιοῦτόν τι εἶναι, ὡς τριάκοντα ἡμέρας συν‐ | |
5 | τηρεῖν ἄπνουν καὶ ἄσφυκτον τὸ σῶμα. ὅθεν εἶπεν αὐτὸν καὶ ἰητρὸν καὶ μάντιν, λαμβάνων ἅμα καὶ ἀπὸ τούτων τῶν στίχων ὦ φίλοι οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος ναίετ’ ἀν’ ἄκρα πόλεος, ἀγαθῶν μελεδήμονες ἔργων, 〈ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι,〉 | |
10 | χαίρετ’· ἐγὼ δ’ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικα, ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις. τοῖσιν ἅμ’ εὖτ’ ἂν ἵκωμαι ἐς ἄστεα τηλεθόωντα, ἀνδράσιν ἠδὲ γυναιξί, σεβίζομαι. οἱ δ’ ἅμ’ ἕπονται | |
15 | μυρίοι ἐξερέοντες, ὅπῃ πρὸς κέρδος ἀταρπός, οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ’ ἐπὶ νούσων παντοίων ἐπύθοντο κλυεῖν εὐηκέα βάξιν, 〈δηρὸν δὴ χαλεπῇσι πεπαρμένοι 〈ἀμφ’ ὀδύνῃσιν〉〉 (31 B 112 Vorsokr.6) | |
78 | Origenes Adv. Celsum II 16, 402: ἐπὶ δὲ τὸ περὶ τῆς ἀναστά‐ σεως Ἰησοῦ Χριστοῦ χλευάζουσιν οἱ ἄπιστοι, παραθησόμεθα μὲν καὶ Πλάτωνα λέγοντα Ἦρα τὸν Ἀρμενίου μετὰ δώδεκα ἡμέρας ἐκ τῆς πυρᾶς ἐγηγέρθαι καὶ ἀπηγγελκέναι τὰ περὶ τῶν ἐν Ἅιδου. ὡς πρὸς ἀπίστους δὲ καὶ τὰ περὶ τῆς παρὰ | |
5 | τῷ Ἡρακλείδῃ ἄπνου οὐ πάντῃ ἔσται εἰς τὸν τόπον ἄχρηστα. | |
79 | Galenus De locis affectis VI 5 vol. VIII 414 Kühn: ἐγὼ δὲ θεασάμενος πολλὰς γυναῖκας ὑστερικάς, ... τινὰς μὲν ἀναισθήτους τε ἅμα καὶ ἀκινήτους κειμένας, ἀμυδρότατόν τε καὶ μικρότατον ἐχούσας σφυγμὸν ἢ καὶ παν‐ τελῶς ἀσφύκτους φαινομένας, ἐνίας δ’ αἰσθανομένας τε καὶ κινουμένας καὶ μηδὲν | |
5 | βεβλαμμένας τοῦ λογισμοῦ ..., ἑτέρας δὲ συνελκομένας τὰ κῶλα, διαφορὰς ὑπο‐ λαμβάνω τῶν ὑστερικῶν παθημάτων εἶναι πλείους, ἤτοι κατὰ τὸ μέγεθος τῆς ποιούσης αἰτίας ἢ κατ’ εἴδη τινὰ διαφερούσας ἀλλήλων. ἡ μὲν οὖν πρώτη λελεγ‐ μένη διαφορὰ κατὰ τὸ τοῦ Ποντικοῦ Ἡρακλείδου γεγραμμένον βιβλίον ἀπορίαν | |
ἔχει πολλὴν ὅπως γίγνεται. λέγεται γὰρ ἄπνους τε καὶ ἄσφυκτος ἐκείνη ἡ ἄνθρω‐ | 28 | |
10 | πος γεγονέναι, τῶν νεκρῶν ἑνὶ μόνῳ διαλλάττουσα, τῷ βραχεῖαν ἔχειν θερμότητα κατὰ τὰ μέσα μέρη τοῦ σώματος. ἐπιγέγραπται γοῦν τὸ βιβλίον ἄπνους Ἡρακλεί‐ δου, καὶ ζήτησιν ἔφη γεγονέναι τοῖς παροῦσιν ἰατροῖς, εἰ μήπω τέθνηκεν. | |
80 | Galenus De difficultate respirationis I 8 vol. VII 773 Kühn: καὶ τῶν νοσημάτων ... ἐν μὲν τοῖς πυρετώδεσιν ἅπασι, καὶ μάλιστα ὅσοις περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ἢ τὴν καρδίαν ἤθροισταί τι πολὺ πλῆθος θερ‐ μότητος, ἡ ἀναπνοὴ πᾶσα μεγάλη καὶ ταχεῖα καὶ πυκνὴ φαίνεται γιγνομένη. ἐν | |
5 | οἷς δὲ ἀπέψυκται τὸ θερμόν, ἡ ἐναντία, ὥστε καί τισιν ἤδη τελέως ἔδοξεν ἀπο‐ λωλέναι, καὶ ἣν ὁ Ποντικὸς Ἡρακλείδης ἄπνουν ἔγραψεν ἥδε ἐστίν. τὸ ἀνάλογον γὰρ ἔχειν ἔοικεν ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν ἀναπνοή τε καὶ σφυγμός, οὕτω κἀν τῷδε. παντελῶς γὰρ οὐδέτερον αὐτῶν ἀπολέσθαι δυνατόν, ἔστ’ ἂν περιῇ τὸ ζῷον, ἀπολωλέναι μέντοι δόξαι διὰ σμικρότητα θαυμαστὸν οὐδέν. | |
82 | Galenus De tremore 6 vol. VII 615 Kühn: Ἀσκληπιάδης γοῦν οὐ μόνον τὸ θερμὸν ἀλλ’ οὐδ’ ἄλλην τινὰ τιθεὶς ἔμφυτον δύναμιν ἅπαντα πυρετὸν ἐπί τισιν ἐμφράξεσιν ὄγκων ἐν πόροις ἀεὶ συνίστασθαι λέγων, ἐν μεγέθεσι πόρων τὴν διαφορὰν τιθέμενος αὐτοῦ, οὕτω φιλοτεχνεῖ δείκνυσί τε τίσι μὲν ἀνάγκη | |
5 | ῥῖγος ἐζεῦχθαι τίσι δ’ οὔ. καὶ ἔγωγ’ ἂν εἰ μὴ μακρότερόν τε τοῦ καιροῦ τὸν λόγον ἤλπιζον ἔσεσθαι ... ἑξῆς ἂν ὑπὲρ ἁπασῶν τῶν δοξῶν ἐπισκεψάμενος, ἀφ’ ὅτου γε πιθανὸν τὴν ἀφορμὴν ἔσχηκεν ἑκάστη, καὶ τί μάλιστα τὸ ἀπατῆσαν, ὅπῃ τε σφάλλονται δείξας οὕτως ἂν ἐπὶ τὴν ἡμετέραν ἧκον δόξαν. ἀλλὰ τοῦτο μὲν εἰς ἕτερον ἀναβεβλήσθω καιρόν. οὐδὲ γὰρ Ἀθήναιον ἐπαινῶ περὶ μὲν Ἀσκληπιάδου | |
10 | καὶ Ἡρακλείδου τοῦ Ποντικοῦ καὶ Στράτωνος τοῦ φυσικοῦ λέγοντά τι, τῶν δ’ ἄλλων οὐδενὸς μνημονεύοντα. καίτοι γε οὐ τὰς τούτων δόξας μόνον περὶ ῥίγους, ἀλλ’ ἑτέρας πολὺ πλείους οὐδὲν ἧττον ἐνδόξους τε καὶ πιθανὰς εἶχεν εἰπεῖν. | |
83 | Diogenes Laert. VIII 67: περὶ δὲ τοῦ θανάτου διάφορός ἐστιν αὐτοῦ (sc. Ἐμπεδοκλέους) λόγος. Ἡρακλείδης μὲν γὰρ τὰ περὶ τῆς ἄπνου διηγη‐ σάμενος, ὡς ἐδοξάσθη Ἐμπεδοκλῆς ἀποστείλας τὴν νεκρὰν ἄνθρωπον ζῶσαν, φησὶν ὅτι θυσίαν συνετέλει πρὸς τῷ Πεισιάνακτος ἀγρῷ. συνεκέκληντο δὲ τῶν | |
5 | φίλων τινές, ἐν οἷς καὶ Παυσανίας. εἶτα μετὰ τὴν εὐωχίαν οἱ μὲν ἄλλοι χωρισ‐ θέντες ἀνεπαύοντο, οἱ μὲν ὑπὸ τοῖς δένδροις ὡς ἀγροῦ παρακειμένου, οἱ δ’ ὅπῃ βούλοιντο, αὐτὸς δ’ ἔμεινεν ἐπὶ τοῦ τόπου ἐφ’ οὗπερ κατεκέκλιτο. ὡς δ’ ἡμέρας γενηθείσης ἐξανέστησαν, οὐχ ηὑρέθη μόνος. ζητουμένου δὲ καὶ τῶν οἰκετῶν ἀνα‐ | |
κρινομένων καὶ φασκόντων μὴ εἰδέναι, εἷς τις ἔφη μέσων νυκτῶν φωνῆς ὑπερ‐ | 29 | |
10 | μεγέθους ἀκοῦσαι προσκαλουμένης Ἐμπεδοκλέα, εἶτ’ ἐξαναστὰς ἑωρακέναι φῶς οὐράνιον καὶ λαμπάδων φέγγος, ἄλλο δὲ μηδέν. τῶν δ’ ἐπὶ τῷ γενομένῳ ἐκπλα‐ γέντων, καταβὰς ὁ Παυσανίας ἔπεμψέ τινας ζητήσοντας. ὕστερον δὲ ἐκώλυεν πολυπραγμονεῖν, φάσκων εὐχῆς ἄξια συμβεβηκέναι καὶ θύειν αὐτῷ δεῖν καθα‐ περεὶ γεγονότι θεῷ. | |
84 | Diogenes Laert. VIII 70: Διόδωρος δ’ ὁ Ἐφέσιος περὶ Ἀναξιμάνδρου γράφων φησὶν ὅτι τοῦτον ἐζηλώκει (sc. Ἐμπεδοκλῆς) κτλ. folgt Befreiung der Selinusier von der Pest durch Reinigung des Flusswassers. οὕτω δὴ λήξαντος τοῦ λοιμοῦ καὶ τῶν Σελινουντίων εὐω‐ | |
5 | χουμένων ποτὲ παρὰ τῷ ποταμῷ ἐπιφανῆναι τὸν Ἐμπεδοκλέα, τοὺς δ’ ἐξα‐ ναστάντας προσκυνεῖν καὶ προσεύχεσθαι καθαπερεὶ θεῷ. ταύτην οὖν θέ‐ λοντα βεβαιῶσαι τὴν διάληψιν εἰς τὸ πῦρ ἐναλέσθαι. τούτοις δ’ ἐναντιοῦ‐ ται Τίμαιος, ῥητῶς λέγων ὡς ἐξεχώρησεν εἰς Πελοπόννησον καὶ τὸ σύνολον οὐκ ἐπανῆλθεν· ὅθεν αὐτοῦ καὶ τὴν τελευτὴν ἄδηλον εἶναι. πρὸς δὲ τὸν | |
10 | Ἡρακλείδην καὶ ἐξ ὀνόματος ποιεῖται τὴν ἀντίρρησιν ἐν τῷ ιδ’ (sc. ὁ Τί‐ μαιος). Συρακόσιόν τε γὰρ εἶναι τὸν Πεισιάνακτα καὶ ἀγρὸν οὐκ ἔχειν ἐν Ἀκράγαντι. Παυσανίαν τε μνημεῖον 〈ἂν〉 πεποιηκέναι τοῦ φίλου τοιούτου διαδοθέντος λόγου, ἢ ἀγαλμάτιόν τι ἢ σηκὸν οἷα θεοῦ, καὶ γὰρ πλούσιον εἶναι. πῶς οὖν, φησίν, εἰς τοὺς κρατῆρας ἥλατο ὧν 〈ὡσ〉 σύνεγγυς ὄντων οὐδὲ | |
15 | μνείαν ποτὲ ἐπεποίητο; τετελεύτηκεν οὖν ἐν Πελοποννήσῳ. οὐδὲν δὲ παρά‐ δοξον τάφον αὐτοῦ μὴ φαίνεσθαι, μηδὲ γὰρ ἄλλων πολλῶν. τοιαῦτά τινα εἰπὼν ὁ Τίμαιος ἐπιφέρει: ἀλλὰ διὰ παντός ἐστιν Ἡρακλείδης τοιοῦτος παραδοξολόγος καὶ ἐκ τῆς σελήνης πεπτωκέναι ἄνθρωπον λέγων. | |
85 | Diogenes Laert. VIII 69: Ἕρμιππος δέ φησι Πάνθειάν τινα Ἀκραγαντίνην ἀπηλπισμένην ὑπὸ τῶν ἰατρῶν θεραπεῦσαι αὐτὸν (sc. Ἐμπεδοκλέα) καὶ διὰ τοῦτο τὴν θυσίαν ἐπιτελεῖν· τοὺς δὲ κληθέντας εἶναι πρὸς τοὺς ὀγδοήκοντα. Ἱππόβοτος δέ φησιν ἐξαναστάντα αὐτὸν ὡδευκέναι | |
5 | ὡς ἐπὶ τὴν Αἴτνην, εἶτα παραγενόμενον ἐπὶ τοὺς κρατῆρας τοῦ πυρὸς ἐναλέσθαι καὶ ἀφανισθῆναι, βουλόμενον τὴν περὶ αὑτοῦ φήμην βεβαιῶ‐ σαι ὅτι γεγόνοι θεός, ὕστερον δὲ γνωσθῆναι, ἀναρριπισθείσης αὐτοῦ μιᾶς τῶν κρηπίδων, χαλκᾶς γὰρ εἴθιστο ὑποδεῖσθαι. πρὸς τοῦθ’ ὁ Παυσανίας ἀντέλεγε. | |
86 | Apollodori Chronica fr. 43 Jacoby (Diogenes Laert. VIII 52): οἱ δ’ ἱστοροῦντες ὡς πεφευγὼς οἴκοθεν εἰς τὰς Συρακούσας μετ’ ἐκείνων ἐπολέμει (sc. Ἐμπεδοκλῆς) | |
5 | πρὸς Ἀθηνάους ἔμοι〈γε〉 τελέως ἀγνοεῖν δοκοῦσιν· ἢ γὰρ οὐκέτ’ ἦν ἢ παντελῶς ὑπεργεγηρακώς, ὅπερ οὐχὶ φαίνεται, Ἀριστοτέλης γὰρ αὐτὸν ἑξήκοντ’ ἐτῶν ἔτι δ’ Ἡρακλείδης φησὶ τετελευτηκέναι. | 30 |
87 | Diogenes Laert. Prooem. 12: φιλοσοφίαν δὲ πρῶτος ὠνό‐ μασε Πυθαγόρας καὶ ἑαυτὸν φιλόσοφον, ἐν Σικυῶνι διαλεγόμενος Λέοντι τῷ Σικυωνίων τυράννῳ ἢ Φλειασίων, καθά φησιν Ἡρακλείδης ὁ Ποντικὸς | |
ἐν τῇ περὶ τῆς ἄπνου· μηδένα γὰρ εἶναι σοφὸν [ἄνθρωπον] ἀλλ’ ἢ θεόν. | 31 | |
89 | Diogenes Laert. VIII 4: τοῦτόν (sc. Πυθαγόραν) φησιν Ἡρακλείδης ὁ Ποντικὸς περὶ αὑτοῦ τάδε λέγειν, ὡς εἴη ποτὲ γεγονὼς Αἰθαλίδης καὶ Ἑρμοῦ υἱὸς νομισθείη, τὸν δ’ Ἑρμῆν εἰπεῖν αὐτῷ ἑλέσθαι ὅτι ἂν βούληται πλὴν ἀθανασίας. αἰτήσασθαι οὖν ζῶντα καὶ τελευτῶντα | |
5 | μνήμην ἔχειν τῶν συμβαινόντων. ἐν μὲν οὖν τῇ ζωῇ πάντων διαμνημονεῦ‐ σαι, ἐπεὶ δὲ ἀποθάνοι, τηρῆσαι τὴν αὐτὴν μνήμην. χρόνῳ δ’ ὕστερον εἰς Εὔφορβον ἐλθεῖν καὶ ὑπὸ Μενέλεω τρωθῆναι. ὁ δ’ Εὔφορβος ἔλεγεν ὡς Αἰθαλίδης ποτὲ γεγόνοι καὶ ὅτι παρ’ Ἑρμοῦ τὸ δῶρον λάβοι καὶ τὴν τῆς ψυχῆς περιπόλησιν, ὡς περιεπολήθη καὶ εἰς ὅσα φυτὰ καὶ ζῷα παρεγένετο | |
10 | καὶ ὅσα ἡ ψυχὴ ἐν τῷ Ἅιδῃ ἔπαθε καὶ αἱ λοιπαὶ τίνα ὑπομένουσιν. ἐπειδὴ δὲ Εὔφορβος ἀποθάνοι, μεταβῆναι τὴν ψυχὴν αὐτοῦ εἰς Ἑρμότιμον, ὃς καὶ αὐτὸς πίστιν θέλων δοῦναι ἐπανῆλθεν εἰς Βραγχίδας καὶ εἰσελθὼν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἐπέδειξεν ἣν Μενέλαος ἀνέθηκεν ἀσπίδα (ἔφη γὰρ αὐτόν, ὅτ’ ἀπέπλει ἐκ Τροίας, ἀναθεῖναι τῷ Ἀπόλλωνι τὴν ἀσπίδα δια‐ | |
15 | σεσηπυῖαν ἤδη, μόνον δὲ διαμένειν τὸ ἐλεφάντινον πρόσωπον). ἐπειδὴ δὲ Ἑρμότιμος ἀπέθανε, γενέσθαι Πύρρον τὸν Δήλιον ἁλιέα. καὶ πάντα πάλιν μνημονεύειν, πῶς πρόσθεν Αἰθαλίδης, εἶτ’ Εὔφορβος, εἶτα Ἑρμότιμος, εἶτα Πύρρος γένοιτο. ἐπειδὴ δὲ Πύρρος ἀπέθανε, γενέσθαι Πυθαγόραν καὶ πάντων τῶν εἰρημένων μεμνῆσθαι. | |
90 | Clemens Stromateis I cap. XXI 133, 2: προγνώσει δὲ καὶ Πυθαγόρας ὁ μέγας προσανεῖχεν αἰεὶ Ἄβαρίς τε ὁ Ὑπερβόρειος καὶ Ἀριστέας ὁ Προκοννήσιος Ἐπιμενίδης τε ὁ Κρής, ὅστις εἰς Σπάρτην ἀφίκετο, καὶ Ζωρο‐ άστρης ὁ Μῆδος Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Φορμίων ὁ Λάκων, ναὶ μὴν | |
5 | Πολυάρατος ὁ Θάσιος Ἐμπεδότιμός τε ὁ Συρακούσιος ἐπί τε τούτοις Σωκράτης ὁ Ἀθηναῖος μάλιστα. | |
91 | Proclus In Platonis rem publicam comment. II p. 121, 26 Kroll: εἰσὶν καὶ ἔσονται πολλαχοῦ γῆς τῶν θείων καὶ ταῖς αἰσθήσεσιν ἡμῶν ἀλήπτων ἐξηγηταὶ κατά τινας θείας τε καὶ δαιμονίας ἐπιπνοίας· οἱ μὲν μετὰ τοῦ σώματος τῶν τοιούτων ἵστορες, ὥσπερ Ἐμπεδότιμον λόγος, οἱ δὲ ἄνευ σώματος, | |
5 | ὥσπερ τὸν Ἀθηναῖον Κλεώνυμον· καὶ πλήρεις αἱ παραδόσεις τούτων. εἰ δὲ 〈μὴ πλείο〉νές εἰσιν αὐτοπτικαὶ τῶν ὄντων 〈ἐν〉 ἡμῖν καταλήψεις, οὐδὲν θαυμαστόν· 〈σώμα〉σι γὰρ χρώμενοι καὶ τούτοις ἐνύλο〈ις ὀλίγοι〉 καὶ ἐν πολλῷ χρόνῳ τούτων ἀπολαύειν ἄνθρωποι δύνανται, καὶ διὰ τοῦτο καὶ ὁ Ἐμπεδότιμος σπάνιος καὶ ὁ Κλεώνυμος καὶ εἰ δή τις ἄλλος τῶν τοιούτων θεαμάτων λέγεται τυχεῖν. τὸ γὰρ | 32 |
10 | τὴν ἀνθρωπίνην ζωὴν ὑπὲρ ἄνθρωπον ἐνεργεῖν ὀλίγοις δή τισι καὶ εὐαριθμήτοις ὑπάρχειν εἰκός. | |
92 | Suda E 1007 Ἐμπεδότιμος (cf. ib. I 437 codicis Vossiani nota marginalis): οὗτος ἔγραψε περὶ φυσικῆς ἀκροάσεως, περὶ οὗ λέγει ὁ Παρα‐ βάτης ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις: ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη. | |
93 | Proclus In Platonis rem publicam comment. II p. 119, 18 Kroll: οὔτε τὸ θείας ἀλ̣〈ηθεία〉ς τυχεῖν ἀδύνατον ψυχὴν ἀνθρωπίνην τῶν ἐν Ἅιδου πραγμάτων καὶ ἀγγεῖλαι τοῖς ἀνθρώποις. δηλοῖ δὲ καὶ ὁ κατὰ τὸν Ἐμπε‐ δότιμον λόγος, ὃν Ἡρακλείδης ἱστόρησεν ὁ Ποντικός, θηρῶντα μετ’ ἄλλων ἐν | |
5 | μεσημβρίᾳ σταθερᾷ κατά τινα χῶρον αὐτὸν ἔρημον ἀπολειφθέντα λέγων τῆς τε τοῦ Πλούτωνος ἐπιφανείας τυχόντα καὶ τῆς Περσεφόνης καταλαμφθῆναι μὲν ὑπὸ τοῦ φωτὸς τοῦ περιθέοντος κύκλῳ τοὺς θεούς, ἰδεῖν δὲ δι’ αὐτοῦ πᾶσαν τὴν περὶ ψυχῶν ἀλήθειαν ἐν αὐτόπτοις θεάμασιν. | |
95 | Olympiodorus In Platonis Phaedonem comment. D 131 p. 238 Norvin: ὅτι τριττὴ τῆς γῆς ἡ διαίρεσις, ἡ μὲν κατὰ τοὺς τρεῖς Κρονίδας· ξυνὴ γὰρ αὐτῶν καὶ ἡ γῆ καὶ ὁ οὐρανός, φησὶν Ὅμηρος (Ο 189), εἰ δὲ κοινή, δῆλον ὅτι μερίζοιτο ἂν εἰς αὐτούς, καὶ εἴ γε μὴ ὁ Ποσειδῶν ἦν ὁ λέγων καὶ τὴν | |
5 | ἑαυτοῦ ἀρχὴν διαιρῶν, ἀλλ’ ὁ Ζεύς, πάντως ἂν εἰς τρία διένειμεν τὸν οὐρανόν, ὡς ὁ Ἐμπεδοτίμου λόγος, ἑαυτῷ τὴν ἀπλανῆ, τῷ Ποσειδῶνι τὰς μέχρι ἡλίου σφαίρας, τῷ Πλούτωνι τὰς λοιπάς. ἡ δέ ἐστι διαίρεσις τῆς γῆς κατὰ τὸ πᾶν, εἰς τὸ οὐράνιον καὶ χθόνιον καὶ μέσον· καὶ γὰρ ὀλυμπία γῆ τετίμηται καὶ χθονία, καὶ μέση ἄρα τις ἂν εἴη. | |
96 | Iohannes Philoponus In Aristotelis Meteora I 8 comment. | |
p. 117 Hayduck: Δαμάσκιος τὴν Ἐμπεδοτίμου περὶ τοῦ γάλακτος (sc. ὑπό‐ θεσιν) οἰκειοῦται, ἔργον αὐτὴν οὐ μῦθον καλῶν. φησὶ γὰρ ἐκεῖνος ὁδὸν εἶναι ψυχῶν τὸ γάλα τῶν τὸν Ἅιδην τὸν ἐν οὐρανῷ διαπορευομένων. | 33 | |
97 | Iamblichus De anima apud Stobaeum I 49, 39 p. 378 W: ἄλλη τοίνυν αἵρεσις τῶν Πλατωνικῶν ... τιθεμένη ... τὴν ψυχὴν ἀεὶ εἶναι ἐν σώματι, ὥσπερ ἡ Ἐρατοσθένους καὶ Πτολεμαίου τοῦ Πλατωνικοῦ καὶ ἄλλων, ἀπὸ σω‐ μάτων αὐτὴν λεπτοτέρων εἰς τὰ ὀστρεώδη πάλιν εἰσοικίζει σώματα. διατρίβειν | |
5 | μὲν γὰρ αὐτὴν εἰς μοῖράν τινα τοῦ αἰσθητοῦ, καθήκειν γε μὴν εἰς τὸ στερεὸν σῶμα ἄλλοτε ἀπ’ ἄλλων τοῦ παντὸς τόπων. καὶ τούτους Ἡρακλείδην μὲν τὸν Ποντικὸν ἀφορίζειν περὶ τὸν γαλαξίαν, ἄλλους δὲ καθ’ ὅλας τοῦ οὐρανοῦ τὰς σφαίρας, ἀφ’ ὧν δὴ δεῦρο κατιέναι τὰς ψυχάς. | |
98a | Stobaeus Ecl. I 49, 1 (Aetius IV 3, 6 p. 388 Diels): Ἡρακλείδης φωτοειδῆ τὴν ψυχὴν ὡρίσατο. | |
98d | Theodoretus Graecarum affectionum curatio V 18: Παρμε‐ νίδης δὲ καὶ Ἵππασος καὶ Ἡράκλειτος πυρώδη ταύτην (sc. τὴν ψυχήν) κεκλή‐ κασιν· ὁ δὲ Ἡρακλείδης φωτοειδῆ. | |
99 | Iohannes Philoponus In Aristotelis De anima I comment. prooemium p. 9 Hayduck: τῶν δὲ ἁπλοῦν σῶμα εἰρηκότων τὴν ψυχὴν εἶναι οἱ μὲν εἰρήκασιν αἰθέριον εἶναι σῶμα, ταὐτὸν δέ ἐστιν εἰπεῖν οὐράνιον, ὥσπερ Ἡρακλείδης ὁ Ποντικός. | |
100 | Plutarchus De latenter vivendo VI 1130b: αὐτήν τε τὴν ψυχὴν ἔνιοι τῶν φιλοσόφων φῶς εἶναι τῇ οὐσίᾳ νομίζουσιν, ἄλλοις τε χρώμενοι τεκμηρίοις καὶ ὅτι τῶν ὄντων μάλιστα τὴν μὲν ἄγνοιαν ἡ ψυχὴ δυσανασχετεῖ καὶ πᾶν τὸ ἀφεγγὲς ἐχθαίρει καὶ ταράττεται 〈πρὸσ〉 τὰ σκοτεινά, φόβου καὶ ὑποψίας | |
5 | ὄντα πλήρη πρὸς αὐτήν. ἡδὺ δ’ αὐτῇ καὶ ποθεινὸν οὕτω τὸ φῶς ἐστιν, ὥστε μηδ’ ἄλλῳ τινὶ τῶν φύσει τερπνῶν ἄνευ φωτὸς ὑπὸ σκότους χαίρειν, ἀλλὰ τοῦτο πᾶσαν ἡδονὴν καὶ πᾶσαν διατριβὴν καὶ ἀπόλαυσιν ὥσπερ τι κοινὸν ἥδυσμα κατα‐ | |
μιγνύμενον ἱλαρὰν ποιεῖ καὶ φιλάνθρωπον. | 34 | |
102 | Plutarchus Camillus XXII: τοῦ μέντοι πάθους αὐτοῦ (sc. τῆς παρὰ τῷ Ἀλίᾳ ποταμῷ μάχης) καὶ τῆς ἁλώσεως (sc. Ῥώμης) ἔοικεν ἀμυδρά τις εὐθὺς εἰς τὴν Ἑλλάδα φήμη διελθεῖν. Ἡρακλείδης γὰρ ὁ Ποντικός, οὐ πολὺ τῶν χρό‐ νων ἐκείνων ἀπολειπόμενος, ἐν τῷ περὶ ψυχῆς συντάγματί φησιν ἀπὸ τῆς ἑσπέ‐ | |
5 | ρας λόγον κατασχεῖν ὡς στρατὸς ἐξ Ὑπερβορέων ἐλθὼν ἔξωθεν ᾑρήκοι πόλιν Ἑλληνίδα Ῥώμην, ἐκεῖ που συνῳκημένην περὶ τὴν μεγάλην θάλασσαν. οὐκ ἂν οὖν θαυμάσαιμι μυθώδη καὶ πλασματίαν ὄντα τὸν Ἡρακλείδην ἀληθεῖ λόγῳ τῷ περὶ τῆς ἁλώσεως ἐπικομπάσαι τοὺς Ὑπερβορέους καὶ τὴν μεγάλην θάλασσαν. Ἀριστοτέλης δ’ ὁ φιλόσοφος τὸ μὲν ἁλῶναι τὴν πόλιν ὑπὸ Κελτῶν ἀκριβῶς δῆλός | |
10 | ἐστιν ἀκηκοώς κτλ. | |
104 | Eusebius Praep. evang. XV 58, 3 (Aetius III 13, 3 p. 378 Diels): Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν, οὐ μήν γε μεταβατικῶς, ἀλλὰ τρεπτικῶς, τροχοῦ δίκην ἐνηξονισμένην, ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς περὶ τὸ ἴδιον αὐτῆς κέντρον. | |
105 | Proclus In Platonis Timaeum comment. IV 281 e: ποῦ δὴ οὖν εὔλογον ἡμᾶς ἰλλομένην ἀκούσαντας εἱλουμένην καὶ στρεφομένην αὐτὴν (sc. τὴν γῆν) ποιεῖν, ὡς Πλάτωνι ἀρέσκον λέγοντας; Ἡρακλείδης μὲν οὖν ὁ Ποντι‐ κός, οὐ Πλάτωνος ὢν ἀκουστής, ταύτην ἐχέτω τὴν δόξαν, κινῶν κύκλῳ τὴν γῆν. | |
5 | Πλάτων δὲ ἀκίνητον αὐτὴν ἵστησιν. | |
106 | Simplicius In Aristotelis De caelo II 13 comment. p. 519 Heiberg: ἐν τῷ κέντρῳ δὲ οὖσαν τὴν γῆν καὶ κύκλῳ κινουμένην, τὸν δὲ οὐρα‐ | |
νὸν ἠρεμεῖν Ἡρακλείδης ὁ Ποντικὸς ὑποθέμενος σώζειν ᾤετο τὰ φαινόμενα. | 35 | |
107 | Simplicius In Aristotelis De caelo II 14 comment. p. 541 Heiberg: εἰ δὲ κύκλῳ περὶ τὸ κέντρον (sc. ἐκινεῖτο ἡ γῆ), ὡς Ἡρακλείδης ὁ Ποντικὸς ὑπετίθετο, τῶν οὐρανίων ἠρεμούντων, εἰ μὲν πρὸς δύσιν, ἐκεῖθεν ἂν ἐφάνη τὰ ἄστρα ἀνατέλλοντα, εἰ δὲ πρὸς ἀνατολάς, εἰ μὲν περὶ τοὺς τοῦ ἰση‐ | |
5 | μερινοῦ πόλους, οὐκ ἂν ἀπὸ διαφόρων ὁρίζοντος τόπων ὁ ἥλιος καὶ οἱ ἄλλοι πλάνητες ἀνέτελλον, εἰ δὲ περὶ τοὺς τοῦ ζῳδιακοῦ, οὐκ ἂν οἱ ἀπλανεῖς ἀπὸ τῶν αὐτῶν ἀεὶ τόπων ἀνέτελλον ὥσπερ νῦν. εἴτε δὲ περὶ τοὺς τοῦ ἰσημερινοῦ εἴτε περὶ τοὺς τοῦ ζῳδιακοῦ, πῶς ἂν ἐσώθη τῶν πλανωμένων ἡ εἰς τὰ ἑπόμενα ζῴδια μετάβασις ἀκινήτων τῶν οὐρανίων ὄντων; | |
108 | Simplicius In Aristotelis De caelo II 7 comment. p. 444 Heiberg: ὑποθέσεως δὲ ἠξίωσε (sc. Ἀριστοτέλης) καὶ τὸ ἀμφοτέρων (sc. τοῦ τε ἀπλανοῦς οὐρανοῦ καὶ τῶν ἀπλανῶν ἀστέρων) ἠρεμούντων, καίτοι ἀπεμφαῖ‐ νον δοκοῦν τὸ σῴζεσθαι τὴν φαινομένην αὐτῶν μετάβασιν ἀμφοτέρων ἠρεμούν‐ | |
5 | των, διὰ τὸ γεγονέναι τινάς, ὧν Ἡρακλείδης τε ὁ Ποντικὸς ἦν καὶ Ἀρίσταρχος, νομίζοντας σώζεσθαι τὰ φαινόμενα τοῦ μὲν οὐρανοῦ καὶ τῶν ἄστρων ἠρεμούν‐ των, τῆς δὲ γῆς περὶ τοὺς τοῦ ἰσημερινοῦ πόλους ἀπὸ δυσμῶν κινουμένης ἑκάστης ἡμέρας μίαν ἔγγιστα περιστροφήν· τὸ δ’ ἔγγιστα πρόσκειται διὰ τὴν τοῦ ἡλίου τῆς μιᾶς μοίρας ἐπικίνησιν. | |
110 | Geminus apud Simplicium in Aristotelis Physica II 2 p. 292 Diels: οἷον διὰ τί ἀνωμάλως ἥλιος καὶ σελήνη καὶ οἱ πλάνητες φαίνονται κινούμενοι; ὅτι εἰ ὑποθώμεθα ἐκκέντρους αὐτῶν τοὺς κύκλους ἢ κατ’ ἐπίκυκλον πολούμενα τὰ ἄστρα, σωθήσεται ἡ φαινομένη ἀνωμαλία αὐτῶν, δεήσει τε ἐπεξ‐ | |
5 | ελθεῖν, καθ’ ὅσους δυνατὸν τρόπους ταῦτα ἀποτελεῖσθαι τὰ φαινόμενα, ὥστε ἐοικέναι τῇ κατὰ τὸν ἐνδεχόμενον τρόπον αἰτιολογίᾳ τὴν περὶ τῶν πλανωμένων ἄστρων πραγματείαν. διὸ καὶ παρελθών τις, φησὶν Ἡρακλείδης ὁ Ποντικός, ἔλεγεν ὅτι καὶ κινουμένης πως τῆς γῆς, τοῦ δὲ ἡλίου μένοντός πως, δύναται ἡ περὶ τὸν | |
ἥλιον φαινομένη ἀνωμαλία σῴζεσθαι. ὅλως γὰρ οὐκ ἔστιν ἀστρολόγου τὸ γνῶναι, | 36 | |
10 | τί ἠρεμαῖόν ἐστι τῇ φύσει καὶ ποῖα τὰ κινητά, ἀλλὰ ὑποθέσεις εἰσηγούμενος τῶν μὲν μενόντων τῶν δὲ κινουμένων σκοπεῖ, τίσιν ὑποθέσεσιν ἀκολουθήσει τὰ κατὰ τὸν οὐρανὸν φαινόμενα. | |
112 | Stobaeus Eclogae I 21, 3a (Aetius II 1, 5 p. 328 Diels): Σέλευκος ὁ Ἐρυθραῖος καὶ Ἡρακλείδης ὁ Ποντικὸς ἄπειρον τὸν κόσμον. | |
113a | Aetius Placita II 13, 15 p. 343 Diels: Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν γῆν περιέχοντα ἀέρα τε [καὶ αἰθέρα] ἐν τῷ ἀπείρῳ αἰθέρι. ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεται. κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων. | |
113b | Theodoretus Graecarum affectionum curatio IV 20: Ἡρα‐ κλείδης δὲ καὶ ἄλλοι τῶν Πυθαγορείων τινὲς ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρ‐ χειν φασί, γῆν περιέχοντα καὶ ἀέρα. | |
113c | Galenus Historia philos. 56 (Diels Doxographi Graeci p. 624): Ἡρακλείδης δὲ καὶ οἱ Πυαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον εἶναι νομίζουσιν γῆν περιέχοντα καὶ ἀέρα ἐν τῷ ἀπείρῳ αἰθέρι. ταῦτα δὲ τὰ δόγματα ἐν ἐνίοις Ὀρφικοῖς φέρεσθαι λέγουσι κοσμοποιοῦσι τῶν ἀστέρων ἕκαστον. | |
114a | Aetius Placita II 25, 13 p. 356 Diels: Ἡρακλείδης καὶ Ὄκελλος γῆν ὁμίχλῃ περιεχομένην (sc. τὴν σελήνην εἶναι). | |
114b | Theodoretus Graecarum affectionum curatio IV 23: Ἡρακλείδης δὲ γῆν ὁμίχλῃ περιεχομένην (sc. τὴν σελήνην εἶναι). | |
114c | Iohannes Lydus De mensibus III 12 p. 53 Wünsch: Ἡρακλείδης γῆν ὁμίχλῃ περιειλημένην (sc. τὴν σελήνην εἶναι). | |
115 | Diogenes Laert. VIII 72: τοιαῦτά τινα εἰπὼν ὁ Τίμαιος (cf. fr. 84) ἐπιφέρει: ἀλλὰ διὰ παντός ἐστιν Ἡρακλείδης τοιοῦτος παραδοξολόγος, καὶ ἐκ τῆς σελήνης πεπτωκέναι ἄνθρωπον λέγων. | |
116 | Aetius Placita III 2, 5 p. 366 Diels: Ἡρακλείδης ὁ Ποντικὸς νέφος | |
μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον (sc. τὸν κομήτην εἶναι). ὁμοίως δ’ αἰτιολογεῖ πωγωνίαν ἅλω δοκίδα κίονα καὶ τὰ συγγενῆ τούτοις, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοί, παρὰ τοὺς τοῦ νέφους ταυτὶ γίνεσθαι σχηματισμούς. | 37 | |
117 | Aetius Placita III 17, 1 p. 382 Diels: Ἀριστοτέλης καὶ Ἡρα‐ κλείδης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ συμπεριφέροντος (sc. ἄμπωτιν καὶ πλήμμυραν γίνεσθαι). ὑφ’ ὧν ἐμβαλλόντων μὲν προωθουμένην ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ κατασκευάζειν τὴν πλήμμυραν, κατα‐ | |
5 | ληγόντων δ’ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν. | |
118 | Eusebius Praep. evang. XIV 23: οἱ δὲ τὰς ἀτόμους μετονο‐ μάσαντες ἀμερῆ φασιν εἶναι σώματα τοῦ παντὸς μέρη, ἐξ ὧν ἀδιαιρέτων ὄντων συντίθεται τὰ πάντα καὶ εἰς ἃ διαλύεται. καὶ τούτων φασὶ τῶν ἀμερῶν ὀνοματο‐ ποιὸν Διόδωρον γεγονέναι, ὄνομα δέ, φασίν, αὐτοῖς ἄλλο Ἡρακλείδης θέμενος | |
5 | ἐκάλεσεν ὄγκους, παρ’ οὗ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐκληρονόμησε τὸ ὄνομα. | |
119a | Galenus Historia philos. 18 (Diels Doxographi Graeci p. 610): Δημόκριτος δὲ καὶ Ἐπίκουρος τὰς ἀτόμους ἀρχὰς πάντων νομίζουσιν, Ἡρακλείδης δὲ ὁ Ποντικὸς καὶ Ἀσκληπιάδης ὁ Βιθυνὸς ἀνάρμους ὄγκους τὰς ἀρχὰς ὑποτίθενται τῶν ὅλων, Ἀναξαγόρας δὲ κτλ. | |
119b | Sextus Pyrrh. Hypotyp. III 32: Δημόκριτος δὲ καὶ Ἐπίκου‐ ρος ἀτόμους, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ὁμοιομερείας, Διόδωρος δὲ ὁ ἐπικλη‐ θεὶς Κρόνος ἐλάχιστα καὶ ἀμερῆ σώματα, Ἡρακλείδης δὲ ὁ Ποντικὸς καὶ Ἀσκλη‐ πιάδης ὁ Βιθυνὸς ἀνάρμους ὄγκους (sc. τὰς ὑλικὰς ἀρχὰς εἶναι). | |
120 | Sextus Adv. physicos II 318: ἐξ ἀπείρων δ’ ἐδόξασαν τὴν τῶν πραγμάτων γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ἀλλ’ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννω‐ | |
μένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, | 38 | |
5 | τουτέστι τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων μέν, παθητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων. | |
121 | Stobaeus Ecl. I 14, 4 (Aetius I 13, 4 p. 12 Diels): Ἡρακλείδης θραύσματα (sc. τὰ ἐλάχιστα ὡρίζετο). | |
122a | Plutarchus Epitome IV 9, 6 (Aetius IV 9, 6 p. 397 Diels): Ἐμπεδοκλῆς Ἡρακλείδης παρὰ τὰς συμμετρίας τῶν πόρων τὰς κατὰ μέρος αἰσ‐ θήσεις γίνεσθαι τοῦ οἰκείου τῶν αἰσθητῶν ἑκάστῃ ἁρμόζοντος. | |
122b | Stobaeus Ecl. I 50 (Aetius IV 9, 6 p. 397 Diels): Παρμενίδης Ἐμπεδοκλῆς Ἀναξαγόρας Δημόκριτος Ἐπίκουρος Ἡρακλείδης παρὰ τὰς συμ‐ μετρίας τῶν πόρων τὰς κατὰ μέρος αἰσθήσεις γίνεσθαι τοῦ οἰκείου τῶν αἰσ‐ θητῶν ἑκάστου ἑκάστῃ ἐναρμόττοντος. | |
123 | Clemens Protrepticus V 66, 4: οὐδὲν δὲ οἶμαι χαλεπὸν ἐνταῦθα γενόμενος καὶ τῶν ἐκ τοῦ Περιπάτου μνησθῆναι. καὶ ὅ γε τῆς αἱρέσεως πατήρ, τῶν ὅλων οὐ νοήσας τὸν πατέρα, τὸν καλούμενον ὕπατον ψυχὴν εἶναι τοῦ παντὸς οἴεται, κτλ. ὁ δὲ Ἐρέσιος ἐκεῖνος Θεόφραστος ὁ Ἀριστοτέλους γνώριμος πῇ μὲν | |
5 | οὐρανόν, πῇ δὲ πνεῦμα τὸν θεὸν ὑπονοεῖ. Ἐπικούρου μὲν γὰρ μόνου καὶ ἑκὼν ἐκλήσομαι, ὃς οὐδὲν μέλειν οἴεται τῷ θεῷ, διὰ πάντων ἀσεβῶν. τί γὰρ Ἡρακλείδης ὁ Ποντικός; [οὐκ] ἔσθ’ ὅπῃ οὐκ ἐπὶ τὰ Δημοκρίτου καὶ αὐτὸς κατασύρεται εἴδωλα; | |
124 | Stephanus Byz. s. v. Ὠλίαρος: νῆσος τῶν Κυκλάδων μία, περὶ ἧς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ νήσων οὕτω φησίν: Ὠλίαρος Σιδωνίων ἀποικία ἀπέχουσα Πάρου σταδίους ιή. τὸ ἐθνικὸν Ὠλιάριος, ὡς Ἄμυρος Ἀμύριος. | |
125 | Harpocratio s. v. Στρύμη: ... Ἡρακλείδης ἢ Φιλοστέφανος ἐν τῷ περὶ νήσων φησίν: ἀποικίαι δέ εἰσι Θασίων τῆς Θρᾴκης Γάληψος καὶ Στρύμη ἡ νῆσος. | |
127 | Suda N 27 (cf. Stephanus Byz. s. v. Νάξος): ... καὶ Κυ‐ κλὰς δὲ νῆσος ἐπίσημος ἡ Νάξος, ἢ ἀπό τινος Νάξου ἢ παρὰ τὸ νάξαι, ὅ | |
ἐστι θῦσαι. φασὶ δὲ τὰς ἐκεῖ Ναξίας γυναῖκας μόνας ὀκτάμηνα τίκτειν κατὰ δωρεὰν Ἥρας. καὶ Διόνυσος δέ, φασίν, οὕτως ἐτέχθη. καὶ κρήνη δὲ | 39 | |
5 | καθ’ Ἡρακλείδην ἐκεῖ, ἐξ ἧς οἶνος ῥεῖ μάλα ἡδύς. | |
128a | Paradoxographus Vaticanus Rohdii XIV: Ἡρακλείδης φησὶ τὴν ἐν Σαυρομάταις λίμνην οὐδὲν τῶν ὀρνέων ὑπεραίρειν, τὸ δὲ προσελθὸν ὑπὸ τῆς ὀσμῆς τελευτᾶν. ὃ δὴ καὶ περὶ τὴν Ἄορνιν κατὰ τὴν Ἰταλίαν δοκεῖ γίνεσθαι. | |
128b | Antigonus Historiae mirabiles CLII: τὴν δὲ ἐν τοῖς Σαρ‐ μάταις λίμνην Ἡρακλείδην γράφειν, ὅτι οὐδὲν τῶν ὀρνέων ὑπεραίρειν, τὸ δὲ προσελθὸν ὑπὸ τῆς ὀσμῆς τελευτᾶν. ὃ δὴ καὶ περὶ τὴν Ἀορνῖτιν δοκεῖ γίγνεσθαι, καὶ κατίσχυκεν ἡ φήμη παρὰ τοῖς πλείστοις. Cf. Paradoxogr. Florent. 22. | |
129 | Etymologicon Magnum 513, 44 Κιμμερίους· φησὶν Ἡρακλείδης ὁ Ποντικὸς ὑποκάτω τοῦ Πόντου εἶναι. γράφεται δὲ καὶ Κερβερίων (Crates ad Hom. λ 14)· καὶ ἔοικε καὶ Σοφοκλῆς περιπεπτωκέναι τῇ Κερβερίων (Crates ad καὶ Ἀριστοφάνης ἐν Βατράχοις οἷον | |
5 | ἦ Κερβερίους λέγω (cf. Vs. 187). | |
130 | Clemens Stromateis I cap. XXI 108, 1 ff: καὶ οὔτι γε μόνος οὗτος (sc. Μωυσῆς), ἀλλὰ καὶ ἡ Σίβυλλα Ὀρφέως παλαιοτέρα. λέγονται γὰρ καὶ περὶ τῆς ἐπωνυμίας αὐτῆς καὶ περὶ τῶν χρησμῶν τῶν καταπεφημισμένων ἐκείνης εἶναι λόγοι πλείους, Φρυγίαν τε οὖσαν κεκλῆσθαι Ἄρτεμιν καὶ ταύτην παρα‐ | |
5 | γενομένην εἰς Δελφοὺς ᾆσαι ὦ Δελφοί, θεράποντες ἑκηβόλου Ἀπόλλωνος, ἦλθον ἐγὼ χρήσουσα Διὸς νόον αἰγιόχοιο, αὐτοκασιγνήτῳ κεχολωμένη Ἀπόλλωνι. ἔστι δὲ καὶ ἄλλη Ἐρυθραία Ἡροφίλη καλουμένη. μέμνηται τούτων Ἡρακλείδης | |
10 | ὁ Ποντικὸς ἐν τῷ περὶ χρηστηρίων. | 40 |
131b | Schol. Plato Phaedrus 244b: ὀγδόη (sc. Σίβυλλα) ἡ Ἑλλησ‐ ποντία, ἥτις ἐν κώμῃ Μαρμισσῷ τὴν γένεσιν ἔσχεν περὶ τὴν πολίχνην Γεργετίωνα· ὑπὸ τὴν ἐνορίαν δὲ αὕτη τῆς Τροίας ἐτύγχανεν. ἦν ἐν καιρῷ Σόλωνος καὶ Κύρου, ὡς ἔγραψεν Ἡρακλείδης ὁ Ποντικός. | |
131c | Anonymus Vindobonensis, cf. E. Maass, De Sibyllarum indicibus p. 39: ὀγδόη (sc. Σίβυλλα) ἡ Ἑλλησποντία τεχθεῖσα ἐν κώμῃ Μαρ‐ πησσῷ περὶ τὴν πολίχνην Γεργίθιον, ἥτις ἐνορία ποτὲ τῆς Τρωάδος ἐτύγχανεν ἐν καιροῖς Σόλωνος καὶ Κύρου, ὡς ἔγραψεν Ἡρακλείδης ὁ Ποντικός. | |
135 | Schol. Pindarus Olymp. VI 119: τὸ διὰ τῶν ἐμπύρων μαν‐ τεύεσθαι. οὕτως δὲ μέχρι νῦν οἱ Ἰαμίδαι μαντεύονται, ἔμπυρα θύματα τιθέντες ἐν τῷ βωμῷ. Ἡρακλείδης δὲ ἐν τῷ περὶ χρησμῶν τοῖς δέρμασί φησιν αὐτοὺς μαντεύεσθαι ἀφορῶντας εἰς τὰς σχισμὰς τῶν δερμάτων, πότερον εὐθεῖαί | |
5 | εἰσιν ἢ οὔ. | |
136 | Zenobius Cent. II 84 Βοιωτοῖς μαντεύσαιο (cf. Plutarchus Cent. I 9; Appendix Cent. III 97). varias lectiones adfert codex Lau‐ rent. 304 S. Marci (E. Miller, Mélanges de Littérature Grecque, 1868, 370): αὕτη καταρατική ἐστιν. Ἡρακλείδης γὰρ φησὶ μαντευομένοις τοῖς Θηβαίοις περὶ | |
5 | πολέμου ἀπεκρίνατο ἡ προφῆτις ἡ ἐν Δωδώνῃ νίκην αὐτοῖς ἀσεβήσασιν ἔσεσθαι. εἷς δὲ τῶν θεωρῶν ἁρπάσας Μυρτίλαν τὴν προφῆτιν ἐνέβαλεν εἰς θερμοῦ παρα‐ κείμενον λέβητα. | |
137a | Schol. Hesiodus Scutum 70: Πάγασος πόλις τῆς Θετταλίας, τόπος ὠνομασμένος παρὰ τὸ ἐκεῖ τὴν Ἀργὼ πεπῆχθαι. Ἡρακλείδης δὲ ὁ Ποντι‐ κὸς ἐν τῷ περὶ χρηστηρίων τὸν ἐν Παγασαῖς Ἀπόλλωνα ὑπὸ Τροφωνίου ἱδρῦσθαί φησι. | |
137b | Etymologicon Magnum 646, 39 cum additamento codicis Laurent. 304 S. Marci (E. Miller, Mélanges de Littérature Grecque, 1868, 233): Παγασαῖος λέγεται ὁ Ἀπόλλων ἀπὸ Παγάσης. ἔστι δὲ τόπος τῆς Θεσ‐ σαλίας καὶ πόλις παρὰ τὸ ἐκεῖ τὴν Ἀργὼ πεπῆχθαι. Ἡρακλείδης ὁ Ποντικὸς ἐν | |
5 | τῷ περὶ χρηστηρίων διὰ τὸ ἐν Παγάσαις ὅ ἐστιν ὑπὸ τοῦ Τροφωνίου ἱδρῦσθαι. | |
138 | Georgius Choeroboscus In Theodosii Alexandrini Canones scholia, masc. IV ed. Hilgard 1894 (Grammatici Graeci IV 1 p. 163): τὸ γὰρ κύριον ὄνομα τὸ Πέρσης εἰς η ἔχει τὴν κλητικὴν οἷον ὦ Πέρση ὡς παρ’ Ἡσιόδῳ (Opp. 27): | |
5 | ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ. σημειούμεθα παρ’ Ἡρακλείδῃ ἐν τοῖς περὶ χρησμῶν ὅτιπερ καὶ λέγουσί τινες πεπλασμένον εἶναι τὸ [ὦ] Πέρση ποικιλόδιφρε † ἰδὼν † ἄπο χεῖρας ἔχεσθαι. ἔστι γὰρ ἐνταῦθα ἐθνικὸν καὶ εἰς η καταλήγει ἡ κλητική. | |
139 | Plutarchus De Iside et Osiride 361 e: οὐ γὰρ ἄλλον εἶναι Σά‐ ραπιν ἢ τὸν Πλούτωνά φασι καὶ Ἶσιν τὴν Περσέφασσαν, ὡς Ἀρχέμαχος εἴρηκεν ὁ Εὐβοεὺς καὶ ὁ Ποντικὸς Ἡρακλείδης, τὸ χρηστήριον ἐν Κανώβῳ Πλούτωνος ἡγούμενος εἶναι. | |
140 | Plutarchus Alexander XXVI: κιβωτίου δέ τινος αὐτῷ (sc. Ἀλεξάνδρῳ) προσενεχθέντος, οὗ πολυτελέστερον οὐδὲν ἐφάνη τοῖς τὰ Δαρείου χρήματα καὶ τὰς ἀποσκευὰς παραλαμβάνουσιν, ἠρώτα τοὺς φίλους ὅ τι δοκοίη μάλιστα τῶν ἀξίων σπουδῆς εἰς αὐτὸ καταθέσθαι. πολλὰ δὲ πολλῶν λεγόντων | |
5 | αὐτὸς ἔφη τὴν Ἰλιάδα φρουρήσειν ἐνταῦθα καταθέμενος· καὶ ταῦτα μὲν οὐκ ὀλίγοι τῶν ἀξιοπίστων μεμαρτυρήκασιν. εἰ δ’, ὅπερ Ἀλεξανδρεῖς λέγουσιν Ἡρα‐ κλείδῃ πιστεύοντες, ἀληθές ἐστιν, οὔκουν [οὐκ] ἀργὸς οὐδ’ ἀσύμβολος αὐτῷ | |
συστρατεύειν ἔοικεν Ὅμηρος. λέγουσι γὰρ ὅτι τῆς Αἰγύπτου κρατήσας ἐβούλετο πόλιν μεγάλην καὶ πολυάνθρωπον Ἑλληνίδα συνοικίσας ἐπώνυμον ἑαυτοῦ κατα‐ | 41 | |
10 | λιπεῖν, καί τινα τόπον γνώμῃ τῶν ἀρχιτεκτόνων ὅσον οὐδέπω διεμετρεῖτο καὶ περιέβαλλεν. εἶτα νύκτωρ κοιμώμενος ὄψιν εἶδε θαυμαστήν· ἀνὴρ πολιὸς εὖ μάλα τὴν κόμην καὶ γεραρὸς τὸ εἶδος ἔδοξεν αὐτῷ παραστὰς λέγειν τὰ ἔπη τάδε (Homer. δ 354): νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ | |
15 | Αἰγύπτου προπάροιθε· Φάρον δέ ἑ κικλήσκουσιν. εὐθὺς οὖν ἐξαναστὰς ἐβάδιζεν ἐπὶ τὴν Φάρον, ἣ τότε μὲν ἔτι νῆσος ἦν τοῦ Κα‐ νωβικοῦ μικρὸν ἀνωτέρω στόματος, νῦν δὲ διὰ χώματος ἀνείληπται πρὸς τὴν ἤπειρον. ὡς οὖν εἶδε τόπον εὐφυίᾳ διαφέροντα—ταινία γάρ ἐστιν ἰσθμῷ πλάτος ἔχοντι σύμμετρον ἐπιεικῶς διείργουσα λίμνην τε πολλὴν καὶ θάλασσαν ἐν λιμένι | |
20 | μεγάλῳ τελευτῶσαν—εἰπὼν ὡς Ὅμηρος ἦν ἄρα τά τ’ ἄλλα θαυμαστὸς καὶ σοφώτατος ἀρχιτέκτων, ἐκέλευσε διαγράψαι τὸ σχῆμα τῆς πόλεως τῷ τόπῳ συναρμόττοντας. | |
144 | Diogenes Laert. I 94: Περίανδρος Κυψέλου Κορίνθιος ἀπὸ τοῦ τῶν Ἡρακλειδῶν γένους. οὗτος γήμας Λυσιδίκην ἣν αὐτὸς Μέλισσαν ἐκάλει τὴν Προκλέους τοῦ Ἐπιδαυρίων τυράννου καὶ Ἐρισθενείας τῆς Ἀριστοκράτους παιδός, ἀδελφῆς δὲ Ἀριστομήδους θυγατέρα, οἳ σχεδὸν | 42 |
5 | πάσης Ἀρκαδίας ἐπῆρξαν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ ἀρχῆς, παῖδας ἐξ αὐτῆς ἐποίησε δύο, Κύψελον καὶ Λυκόφρονα, τὸν μὲν νεώτερον συνετόν, τὸν δὲ πρεσβύτερον ἄφρονα. | |
145 | Diogenes Laert. I 98: Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμ‐ φίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην. τοῦτο καὶ Νεάνθης φησὶν ὁ Κυζικηνός, ἀνεψιούς τε εἶναι ἀλλήλοις. | |
146 | Plutarchus Solon XXII: ἐκεῖνο δ’ ἤδη σφοδρότερον (sc. ἐν τοῖς Σόλωνος νόμοις) τὸ μηδὲ τοῖς ἐξ ἑταίρας γενομένοις ἐπάναγκες εἶναι τοὺς πατέρας τρέφειν, ὡς Ἡρακλείδης ἱστόρηκεν ὁ Ποντικός. ὁ γὰρ ἐν γάμῳ παρορῶν τὸ καλὸν οὐ τέκνων ἕνεκα δῆλός ἐστιν ἀλλ’ ἡδονῆς ἀγόμενος γυναῖκα, τόν τε μισθὸν | |
5 | ἀπέχει καὶ παρρησίαν αὑτῷ πρὸς τοὺς γενομένους οὐκ ἀπολέλοιπεν, οἷς αὐτὸ τὸ γενέσθαι πεποίηκεν ὄνειδος. | |
147 | Plutarchus Solon I: τὴν δὲ μητέρα τοῦ Σόλωνος Ἡρα‐ κλείδης ὁ Ποντικὸς ἱστορεῖ τῆς Πεισιστράτου μητρὸς ἀνεψιὰν γενέσθαι. καὶ φιλία τὸ πρῶτον ἦν αὐτοῖς πολλὴ μὲν διὰ τὴν συγγένειαν, πολλὴ δὲ διὰ τὴν εὐφυίαν καὶ ὥραν, ὡς ἔνιοί φασιν ἐρωτικῶς τὸν Πεισίστρατον ἀσπα‐ | |
5 | ζομένου τοῦ Σόλωνος. | |
148 | Plutarchus Solon XXXII: ἐπεβίωσε δ’ οὖν ὁ Σόλων ἀρξα‐ μένου τοῦ Πεισιστράτου τυραννεῖν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ συχνὸν χρόνον, ὡς δὲ Φανίας ὁ Ἐρέσιος ἐλάττονα δυοῖν ἐτῶν. | |
149 | Plutarchus Solon XXXI: ὁ Πεισίστρατος ἐγκρατὴς γενό‐ μενος τῶν πραγμάτων οὕτως ἐξεθεράπευσε τὸν Σόλωνα τιμῶν καὶ φιλο‐ φρονούμενος καὶ μεταπεμπόμενος, ὥστε καὶ σύμβουλον εἶναι καὶ πολλὰ τῶν πρασσομένων ἐπαινεῖν. καὶ γὰρ ἐφύλαττε τοὺς πλείστους νόμους τοῦ | |
5 | Σόλωνος ἐμμένων πρῶτος αὐτὸς καὶ τοὺς φίλους ἀναγκάζων· ὅς γε καὶ φόνου προσκληθεὶς εἰς Ἄρειον πάγον ἤδη τυραννῶν ἀπήντησε κοσμίως ἀπολογησόμενος, ὁ δὲ κατήγορος οὐχ ὑπήκουσε, καὶ νόμους αὐτὸς ἑτέρους | |
ἔγραψεν, ὧν ἐστι καὶ ὁ τοὺς πηρωθέντας ἐν πολέμῳ δημοσίᾳ τρέφεσθαι κελεύων. τοῦτο δέ φησιν Ἡρακλείδης καὶ πρότερον ἐπὶ Θερσίππῳ πηρω‐ | 43 | |
10 | θέντι τοῦ Σόλωνος ψηφισαμένου μιμήσασθαι τὸν Πεισίστρατον. ὡς δὲ Θεόφραστος ἱστόρηκε, καὶ τὸν τῆς ἀργίας νόμον οὐ Σόλων ἔθηκεν, ἀλλὰ Πεισίστρατος, ᾧ τήν τε χώραν ἐνεργεστέραν καὶ τὴν πόλιν ἠρεμαιοτέραν ἐποίησεν. | |
150 | Diogenes Laert. IX 50: Πρωταγόρας Ἀρτέμωνος, ἢ ὡς Ἀπολλόδωρος καὶ Δίνων ἐν Περσικῶν εʹ Μαιανδρίου, Ἀβδηρίτης, καθά φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τοῖς περὶ νόμων, ὃς καὶ Θουρίοις νόμους γράψαι φησὶν αὐτόν. | |
152 | Orion Etymologicon codex Parisinus 2653 p. 118 Sturz (cf. Etymologicon Magnum 613, 4 cum supplemento quod adfert E. Miller, Mélanges de littérature Grecque, 1868, 223): ὀβολὸς τροπῇ τοῦ ε εἰς ο. πρὸ τούτου γὰρ ὀβελίσκοις τραχέσιν ἐνομίστευον τὰ πρὸς | |
5 | σταθμόν. οἱ μὲν οὖν Ἴωνες ὀβελός, ἡμεῖς δὲ ὀβολός. πρῶτος δὲ πάντων Φείδων Ἀργεῖος νόμισμα ἔκοψεν ἐν Αἰγίνῃ, καὶ διδοὺς τὸ νόμισμα καὶ ἀναλαβὼν τοὺς ὀβελίσκους ἀνέθηκε τῇ ἐν Ἄργει Ἥρᾳ. ἐπειδὴ τότε οἱ ὀβε‐ λίσκοι τὴν χεῖρα ἐπλήρουν τουτέστι τὴν δράκα, ἡμεῖς καίπερ μὴ πληροῦντες τὴν χεῖρα τοῖς ἓξ ὀβολοῖς δραχμὴν αὐτὴν λέγομεν παρὰ τὸ δράξασθαι. ὅθεν | |
10 | ἔτι καὶ νῦν ὀβολοστάτην καλοῦμεν τὸν τοκιστήν, ἐπειδὴ σταθμοῖς τοὺς ὀβελίσκους παρεδίδουν οἱ ἀρχαῖοι. οὕτως Ἡρακλείδης ὁ Ποντικός. | |
153 | Clemens Protrepticus II 39, 8: Ἡρακλείδης δὲ ἐν κτίσεσιν ἱερῶν περὶ τὴν Ἀκαρνανίαν φησίν, ἔνθα τὸ Ἄκτιόν ἐστιν ἀκρωτήριον καὶ τοῦ Ἀπόλ‐ λωνος τοῦ Ἀκτίου τὸ ἱερόν, ταῖς μυίαις προθύεσθαι βοῦν. | |
154 | Strabo XIII 604: ἐν δὲ τῇ Χρύσῃ ταύτῃ καὶ τὸ τοῦ Σμιν‐ θέως Ἀπόλλωνός ἐστιν ἱερόν, καὶ τὸ σύμβολον τὸ τὴν ἐτυμότητα τοῦ ὀνό‐ | |
ματος σῶζον, ὁ μῦς, ὑπόκειται τῷ ποδὶ τοῦ ξοάνου· Σκόπα δ’ ἐστὶν ἔργα τοῦ Παρίου. συνοικειοῦσι δὲ καὶ τὴν ἱστορίαν εἴτε μῦθον τούτῳ τῷ τόπῳ | 44 | |
5 | τὴν περὶ τῶν μυῶν. τοῖς γὰρ ἐκ τῆς Κρήτης ἀφιγμένοις Τεύκροις, οὓς πρῶτος παρέδωκε Καλλῖνος ὁ τῆς ἐλεγείας ποιητής, ἠκολούθησαν δὲ πολ‐ λοί, χρησμὸς ἦν αὐτόθι ποιήσασθαι τὴν μονὴν ὅπου ἂν οἱ γηγενεῖς αὐτοῖς ἐπιθῶνται. συμβῆναι δὲ τοῦτ’ αὐτοῖς φασι περὶ Ἁμαξιτόν· νύκτωρ γὰρ πολὺ πλῆθος ἀρουραίων μυῶν ἐξανθῆσαν διαφαγεῖν ὅσα σκύτινα τῶν τε | |
10 | ὅπλων καὶ τῶν χρηστηρίων· τοὺς δὲ αὐτόθι μεῖναι, τούτους δὲ καὶ τὴν Ἴδην ἀπὸ τῆς ἐν Κρήτῃ προσονομάσαι. Ἡρακλείδης δ’ ὁ Ποντικὸς πληθύον‐ τάς φησι τοὺς μύας περὶ τὸ ἱερὸν νομισθῆναί τε ἱεροὺς καὶ τὸ ξόανον οὕτω κατασκευασθῆναι βεβηκὸς ἐπὶ τῷ μυί. | |
155 | Suda Λ 867 (cf. Photius Lexicon s. v. e Pausania atticista λ 28 ed. Erbse p. 194): Λύσιοι τελεταί αἱ Διονύσου. Βοιωτοὶ γὰρ ἁλόντες ὑπὸ Θρᾳκῶν καὶ φυγόντες εἰς Τροφωνίου, κατ’ ὄναρ ἐκείνου Διόνυσον ἔσεσθαι βοηθὸν φήσαντος, μεθύουσιν ἐπιθέμενοι τοῖς Θρᾳξὶν ἔλυσαν ἀλλή‐ | |
5 | λους, καὶ Διονύσου Λυσίου ἱερὸν ἱδρύσαντο, ὡς Ἡρακλείδης ὁ Ποντικός. | |
156 | Plutarchus De gloria Atheniensium III 347 c: τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, Θέρσιππος ὁ Ἐρχιεύς, οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα δραμόντα σὺν τοῖς ὅπλοις θερμὸν ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων τοσοῦτον μόνον εἰπεῖν | |
5 | „χαίρετε“, καὶ „χαίρομεν“, εἶτ’ εὐθὺς ἐκπνεῦσαι. | |
157 | Plutarchus De musica III 1131 f: Ἡρακλείδης δ’ ἐν τῇ συναγωγῇ τῶν ἐν μουσικῇ 〈διαλαμψάντων〉 τὴν κιθαρῳδίαν καὶ τὴν κιθαρῳδικὴν ποίησιν πρῶ‐ τόν φησιν Ἀμφίονα ἐπινοῆσαι τὸν Διὸς καὶ Ἀντιόπης, τοῦ πατρὸς δηλονότι διδάξαν‐ τος αὐτόν. πιστοῦται δὲ τοῦτο ἐκ τῆς ἀναγραφῆς τῆς ἐν Σικυῶνι ἀποκειμένης, δι’ | |
5 | ἧς τάς τε ἱερείας τὰς ἐν Ἄργει καὶ τοὺς ποιητὰς καὶ τοὺς μουσικοὺς ὀνομάζει. κατὰ δὲ τὴν αὐτὴν ἡλικίαν καὶ Λίνον τὸν ἐξ Εὐβοίας θρήνους πεποιηκέναι λέγει καὶ Ἄνθην τὸν ἐξ Ἀνθηδόνος τῆς Βοιωτίας ὕμνους καὶ Πίερον τὸν ἐκ Πιερίας τὰ περὶ τὰς Μούσας ποιήματα· ἀλλὰ καὶ Φιλάμμωνα τὸν Δελφὸν Λητοῦς τε καὶ Ἀρτέμιδος καὶ Ἀπόλλωνος γένεσιν δηλῶσαι ἐν μέλεσι καὶ χοροὺς πρῶτον περὶ | 45 |
10 | τὸ ἐν Δελφοῖς ἱερὸν στῆσαι· Θάμυριν δὲ τὸ γένος Θρᾷκα εὐφωνότερον καὶ ἐμμε‐ λέστερον πάντων τῶν τότε ᾆσαι, ὡς ταῖς Μούσαις κατὰ τοὺς ποιητὰς εἰς ἀγῶνα καταστῆναι. πεποιηκέναι δὲ τοῦτον ἱστορεῖται Τιτάνων πρὸς τοὺς θεοὺς πόλε‐ μον. γεγονέναι δὲ καὶ Δημόδοκον Κερκυραῖον παλαιὸν μουσικόν, ὃν πεποιηκέναι Ἰλίου τε πόρθησιν καὶ Ἀφροδίτης καὶ Ἡφαίστου γάμον· ἀλλὰ μὴν καὶ Φήμιον | |
15 | Ἰθακήσιον νόστον τῶν ἀπὸ Τροίας μετ’ Ἀγαμέμνονος ἀνακομισθέντων ποιῆσαι. οὐ λελυμένην δ’ εἶναι τῶν προειρημένων τὴν τῶν ποιημάτων λέξιν καὶ μέτρον οὐκ ἔχουσαν, † ἀλλὰ καθάπερ Στησιχόρου τε καὶ τῶν ἀρχαίων μελοποιῶν οἳ ποιοῦντες ἔπη † τούτοις μέλη περιετίθεσαν. καὶ γὰρ τὸν Τέρπανδρον ἔφη κιθαρῳ‐ δικῶν ποιητὴν ὄντα νόμων κατὰ νόμον ἕκαστον τοῖς ἔπεσι τοῖς ἑαυτοῦ καὶ τοῖς | |
20 | Ὁμήρου μέλη περιτιθέντα ᾄδειν ἐν τοῖς ἀγῶσιν. ἀποφῆναι δὲ τοῦτον λέγει ὀνόματα πρῶτον τοῖς κιθαρῳδικοῖς νόμοις. ὁμοίως δὲ Τερπάνδρῳ Κλονᾶν τὸν πρῶτον συστησάμενον τοὺς αὐλῳδικοὺς νόμους καὶ τὰ προσόδια ἐλεγείων τε καὶ ἐπῶν ποιητὴν γεγονέναι· καὶ Πολύμνηστον τὸν Κολοφώνιον τὸν μετὰ τοῦτον γενόμενον τοῖς αὐτοῖς χρήσασθαι ποιήμασιν. | |
158 | Athenaeus XV 701 e: τὸ δὲ ὑφ’ Ἡρακλείδου τοῦ Ποντικοῦ λεχθὲν φανερῶς πέπλασται, ἐπὶ σπονδαῖς τοῦτο πρῶτον εἰς τρὶς εἰπεῖν τὸν θεὸν οὕτως ἰὴ παιάν, ἰὴ παιάν, 〈ἰὴ παιάν〉. | |
5 | ἐκ ταύτης γὰρ τῆς πίστεως τὸ τρίμετρον καλούμενον ἀνατίθησι τῷ θεῷ, φάσκων τοῦ θεοῦ τοῦθ’ ἑκάτερον εἶναι τῶν μέτρων, ὅτι μακρῶν μὲν τῶν πρώτων δύο συλλαβῶν λεγομένων ἰὴ παιάν ἡρῷον γίνεται, βραχέως δὲ λεχθεισῶν ἰαμβεῖον, διὰ δὲ τοῦτο δῆλον ὅτι καὶ τὸν χωλίαμβον ἀναθετέον αὐτῷ. βραχειῶν γὰρ γενομένων εἰ δύο τὰς ἁπασῶν τελευταίας συλλαβὰς | |
10 | εἰς μακρὰν ποιήσει τις, ὁ Ἱππώνακτος ἴαμβος ἔσται. | |
159 | Schol. Rhesus 346 (F Gr. Hist. 244 F 146): ἔνιοι δὲ Εὐ‐ τέρπης αὐτὸν (sc. Ῥῆσον) γενεαλογοῦσιν, καθάπερ Ἡρακλείδης. φησὶ δέ: ἑβδόμη δὲ Καλλιόπη ποίησιν εὗρε ἐπῶν καὶ συνοικήσασα Οἰάγρῳ γεννᾷ Ὀρφέα τὸν πάντων μέγιστον ἀνθρώπων ἐν τῇ κιθαρῳδικῇ τέχνῃ γενόμε‐ | 46 |
5 | νον, πρὸς δὲ καὶ τῆς ἐγκυκλίου μαθήσεως † συγκρεματικώτερον †, ὀγδόη δ’ Εὐτέρπη, ἣ τὴν κατ’ αὐλοῦ εὗρεν εὐέπειαν, συνοικήσασα Στρυμόνι τεκνοῖ Ῥῆσον ὃς ὑπὸ Ὀδυσσέως καὶ Διομήδους ἀναιρεῖται. | |
160 | Photius Lexicon s. v. λίνον (ex Aelio Dionysio λ 17 p. 128 Erbse): Ἡρακλείδης ὁ Ποντικὸς ἐπειδὴ οἱ παλαιοὶ λίνοις ἀντὶ χορδῶν ἐχρῶντο· ἀλλὰ καὶ Ὅμηρος ἤδη χορδὰς ἐπιστάμενος λίνον καλεῖ. ἐγένοντο δὲ τρεῖς ἥρωες Λίνοι· Καλλιόπης, ὁ δὲ Ἀλκιόπης καὶ Ἀπόλλωνος, | |
5 | τρίτος δὲ Ψαμάθης τῆς Κροτίου καὶ Ἀπόλλωνος. | |
161 | Athenaeus X 455c: καὶ ὁ εἰς τὴν Δήμητρα δὲ τὴν ἐν Ἑρμιόνῃ ποιηθεὶς τῷ Λάσῳ ὕμνος ἄσιγμός ἐστιν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τρίτῳ περὶ μουσικῆς, οὗ ἐστιν ἀρχή: Δάματρα μέλπω Κόραν τε Κλυμένοι’ ἄλοχον. | |
162 | Philodemus De musica Vol. Herc. XXIII p. 92 Kemke (Diogenes Babylonius fr. 88 Stoic. ed. v. Arnim): ἃ μέντοι Διογένης φ[η]σίν, κα[τα]νοήσαντας ἡμᾶς [τ]ἀναγεγραμμένα παρ’ Ἡρακλείδῃ περὶ πρέποντος μέλους καὶ ἀπρεποῦς καὶ ἀ[ρρ]ένων κα[ὶ] μαλακῶν ἠθῶν καὶ | |
5 | πρ[άξ]εων ἁρμοττουσῶν κ[αὶ ἀ]ναρμόστων το[ῖς] ὑπ[ο]κειμένοις προσ‐ ώπ[οι]ς, οὐ μακρὰν ἀπηρτ[ημέ]ν[ην τῆ]ς φιλοσοφ[ίας ἡγή]σ[ε]σ[θα]ι τῷ πρὸς π[λεῖστα] ἐπὶ τοῦ βίου χρησι[μεύειν] τὴν μουσ[ικὴ]ν [καὶ τὴν] περὶ αὐτὴν φιλ[οτεχ]νίαν οἰκείως διατι[θέν]αι πρὸς πλείους ἀρετάς, μᾶλλον δὲ καὶ πάσας, ἐκθέντες ἡμεῖς ἐν τῷ τρίτῳ τῶν ὑπομνημάτων ... παρεδείξαμεν | |
10 | ὅσης ἐστὶν γέμοντα ληρείας. | |
163 | Athenaeus XIV 624 c: Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν τρίτῳ περὶ μουσικῆς οὐδ’ ἁρμονίαν φησὶ δεῖν καλεῖσθαι τὴν Φρύγιον, καθάπερ οὐδὲ τὴν Λύδιον. ἁρμονίας γὰρ εἶναι τρεῖς, τρία γὰρ καὶ γενέσθαι Ἑλλήνων γένη, Δωριεῖς, Αἰολεῖς, Ἴωνας. οὐ μικρᾶς οὖν οὔσης διαφορᾶς ἐν τοῖς τούτων ἤθεσιν, Λακε‐ | |
5 | δαιμόνιοι μὲν μάλιστα τῶν ἄλλων Δωριέων τὰ πάτρια διαφυλάττουσιν, Θεσ‐ σαλοὶ δὲ (οὗτοι γάρ εἰσιν 〈οἱ〉 τὴν ἀρχὴν τοῦ γένους Αἰολεῦσιν μεταδόντες) παραπλήσιον αἰεὶ ποιοῦνται τοῦ βίου τὴν ἀγωγήν, Ἰώνων δὲ τὸ πολὺ πλῆθος ἠλλοίωται διὰ τὸ συμπεριφέρεσθαι τοῖς αἰεὶ δυναστεύουσιν αὐτοῖς τῶν βαρβά‐ ρων. τὴν οὖν ἀγωγὴν τῆς μελῳδίας ἣν οἱ Δωριεῖς ἐποιοῦντο Δώριον ἐκάλουν | |
10 | ἁρμονίαν· ἐκάλουν δὲ καὶ Αἰολίδα ἁρμονίαν ἣν Αἰολεῖς ᾖδον· Ἰαστὶ δὲ τὴν τρίτην ἔφασκον ἣν ἤκουον ᾀδόντων τῶν Ἰώνων. ἡ μὲν οὖν Δώριος ἁρμονία τὸ ἀνδρῶ‐ δες ἐμφαίνει καὶ τὸ μεγαλοπρεπὲς καὶ οὐ διακεχυμένον οὐδ’ ἱλαρόν, ἀλλὰ σκυθρω‐ πὸν καὶ σφοδρόν, οὔτε δὲ ποικίλον οὔτε πολύτροπον. τὸ δὲ τῶν Αἰολέων ἦθος ἔχει τὸ γαῦρον καὶ ὀγκῶδες, ἔτι δὲ ὑπόχαυνον, ὁμολογεῖ δὲ ταῦτα ταῖς ἱππο‐ | 47 |
15 | τροφίαις αὐτῶν καὶ ξενοδοχίαις· οὐ πανοῦργον δέ, ἀλλὰ ἐξηρμένον καὶ τεθαρ‐ ρηκός. διὸ καὶ οἰκεῖόν ἐστ’ αὐτοῖς ἡ φιλοποσία καὶ τὰ ἐρωτικὰ καὶ πᾶσα ἡ περὶ τὴν δίαιταν ἄνεσις. διόπερ ἔχουσι τὸ τῆς Ὑποδωρίου καλουμένης ἁρμονίας ἦθος. αὕτη γάρ ἐστι, φησὶν ὁ Ἡρακλείδης, ἣν ἐκάλουν Αἰολίδα, ὡς καὶ Λᾶσος ὁ Ἑρ‐ μιονεὺς ἐν τῷ εἰς τὴν 〈ἐν〉 Ἑρμιόνι Δήμητρα ὕμνῳ λέγων οὕτως | |
20 | Δάματρα μέλπω Κόραν τε, Κλυμένοι’ ἄλοχον, μελιβόαν ὕμνον ἀναγνέων Αἰολίδ’ ἀνὰ βαρύβρομον ἁρμονίαν. ταῦτα δ’ ᾄδουσιν πάντες Ὑποδώρια [τὰ μέλη]. ἐπεὶ οὖν τὸ μέλος ἐστὶν Ὑπο‐ δώριον [τὰ μέλη], εἰκότως Αἰολίδα φησὶν εἶναι τὴν ἁρμονίαν ὁ Λᾶσος. καὶ Πρα‐ | |
25 | τίνας δέ πού φησι: μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ μοῦσαν, ἀλλὰ τὰν μέσαν νεῶν ἄρουραν αἰόλιζε τῷ μέλει. (fr. 4a D) ἐν δὲ τοῖς ἑξῆς σαφέστερόν φησι: πρέπει τοι πᾶσιν ἀοιδὰ λαβράκταις Αἰολὶς ἁρμονία. | |
30 | πρότερον μὲν οὖν, ὡς ἔφην, Αἰολίδα αὐτὴν ἐκάλουν, ὕστερον δ’ Ὑποδώριον, ὥσπερ ἔνιοί φασιν ἐν τοῖς αὐλοῖς τετάχθαι νομίσαντες αὐτὴν ὑπὸ τὴν Δώριον ἁρμονίαν. sequitur sententia aliunde inserta. 625 b. ἑξῆς ἐπισκεψώμεθα τὸ τῶν Μιλησίων ἦθος ὃ διαφαίνουσιν οἱ Ἴωνες, ἐπὶ ταῖς τῶν σωμάτων εὐεξίαις βρενθυόμενοι καὶ θυμοῦ πλήρεις δυσκατάλλακτοι | |
35 | φιλόνεικοι οὐδὲν φιλάνθρωπον οὐδ’ ἱλαρὸν ἐνδιδόντες, ἀστοργίαν 〈δὲ〉 καὶ σκληρό‐ τητα ἐν τοῖς ἤθεσιν ἐμφανίζοντες. διόπερ οὐδὲ τὸ τῆς Ἰαστὶ γένος ἁρμονίας οὔτ’ ἀνθηρὸν οὔτε ἱλαρόν ἐστιν, ἀλλὰ αὐστηρὸν καὶ σκληρόν, ὄγκον δ’ ἔχον οὐκ ἀγεννῆ· διὸ καὶ τῇ τραγῳδίᾳ προσφιλὴς ἡ ἁρμονία. τὰ δὲ τῶν νῦν Ἰώνων ἤθη τρυφερώτερα καὶ πολὺ παραλλάττον τὸ τῆς ἁρμονίας ἦθος. | |
40 | sequitur capitulum aliunde insertum. 625e. τρεῖς οὖν αὗται, καθάπερ ἐξ ἀρχῆς εἴπομεν εἶναι ἁρμονίας, ὅσα καὶ τὰ ἔθνη. τὴν δὲ Φρυγιστὶ καὶ τὴν Λυδιστὶ παρὰ τῶν βαρβάρων οὔσας γνωσθῆναι τοῖς Ἕλλησιν ἀπὸ τῶν σὺν Πέλοπι κατελθόντων εἰς τὴν Πελοπόννησον Φρυγῶν καὶ Λυδῶν. Λυδοὶ μὲν γὰρ αὐτῷ συνηκολούθησαν διὰ τὸ τὴν Σίπυλον εἶναι τῆς | 48 |
45 | Λυδίας· Φρύγες δὲ οὐχ ὅτι ὁμοτέρμονες τοῖς Λυδοῖς εἰσιν, ἀλλ’ ὅτι καὶ αὐτῶν ἦρχεν ὁ Τάνταλος. ἴδοις δ’ ἂν καὶ τῆς Πελοποννήσου πανταχοῦ, μάλιστα δὲ ἐν Λακεδαίμονι χώματα μεγάλα ἃ καλοῦσι τάφους τῶν μετὰ Πέλοπος Φρυγῶν. μαθεῖν οὖν τὰς ἁρμονίας ταύτας τοὺς Ἕλληνας παρὰ τούτων. διὸ καὶ Τελέστης ὁ Σελινούντιός φησιν (fr. 4 D): | |
163(50) | πρῶτοι παρὰ κρατῆρας Ἑλλήνων ἐν αὐλοῖς συνοπαδοὶ Πέλοπος Ματρὸς ὀρείας Φρύγιον ἄεισαν νόμον· τοῖς δ’ ὀξύφωνοι πηκτίδων ψαλμοὶ κρέκον Λύδιον ὕμνον. | |
167 | Dio Prusaensis Oratio LIII 1: καὶ δὴ καὶ αὐτὸς Ἀριστοτέλης ... ἐν πολλοῖς διαλόγοις περὶ τοῦ ποιητοῦ (sc. Ὁμήρου) διέξεισι, θαυμάζων αὐτὸν ὡς τὸ πολὺ καὶ τιμῶν, ἔτι δὲ Ἡρακλείδης ὁ Ποντικός. τούτων δὲ πρότερος | |
Πλάτων πανταχοῦ μέμνηται. | 49 | |
169 | Diogenes Laert. II 43: οὐ μόνον δὲ ἐπὶ Σωκράτους Ἀθη‐ ναῖοι πεπόνθασι τοῦτο (sc. ἀδίκως αἰτιᾶσθαι), ἀλλὰ καὶ ἐπὶ πλείστων ὅσων. καὶ γὰρ Ὅμηρον, καθά φησιν Ἡρακλείδης, πεντήκοντα δραχμαῖς ὡς μαινόμενον ἐτίμησαν, καὶ Τυρταῖον παρακόπτειν ἔλεγον, καὶ Ἀστυδά‐ | |
5 | μαντα πρῶτον τῶν περὶ Αἰσχύλον ἐτίμησαν εἰκόνι χαλκῇ. Εὐριπίδης δὲ καὶ ὀνειδίζει αὐτοῖς ἐν τῷ Παλαμήδει λέγων: ἐκάνετ’ ἐκάνετε τὰν πάνσοφον 〈ὦ Δαναοί〉, τὰν οὐδὲν ἀλγύνουσαν ἀηδόνα Μουσᾶν (fr. 588 N2). | |
170 | Anonymus in Aristotelis Ethica Nicom. III 2 p. 145 Heylbut: λέγει δὲ περὶ Αἰσχύλου καὶ Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ πρώτῳ περὶ Ὁμήρου, ὡς κινδυνεύοντος ἐπὶ σκηνῆς ἀναιρεθῆναι ἐπὶ τῷ τῶν μυστικῶν περιφέρειν τινὰ δοκεῖν, εἰ μὴ προαισθόμενος κατέφυγεν ἐπὶ τὸν τοῦ Διονύσου βωμόν, καὶ Ἀρεο‐ | |
5 | παγιτῶν αὐτὸν παραιτησαμένων ὡς ὀφείλοντα κριθῆναι πρῶτον, ἐδόκει ὑπαχ‐ θῆναι εἰς δικαστήριον καὶ ἀποφυγεῖν, αὐτὸν τῶν δικαστῶν ἀφέντων μάλιστα διὰ τὰ πραχθέντα αὐτῷ ἐν τῇ ἐπὶ Μαραθῶνι μάχῃ. ὁ μὲν γὰρ ἀδελφὸς αὐτοῦ Κυνέγειρος ἀπεκόπη τὰς χεῖρας, αὐτὸς δὲ πολλὰ τρωθεὶς φοράδην ἀνηνέχθη. μαρτυρεῖ τούτοις καὶ τὸ ἐπὶ τῷ τάφῳ αὐτοῦ ἐπίγραμμα | |
10 | Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο 〈Γέλας. ἀλκὴν δ’ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενοσ〉 (cf. Aesch. fr. 3 D). | |
171 | Schol. Venet. B Homer. Β 649: *Πορφυρίου· διὰ τί ἐν‐ ταῦθα μὲν πεποίηκεν | |
ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο, ἐν δὲ Ὀδυσσείᾳ εἰπὼν ὅτι ἔστιν ἡ Κρήτη καλὴ καὶ πίειρα καὶ περίρρυτος, | 50 | |
5 | ἐπάγει ἐν δ’ ἄνθρωποι πολλοὶ ἀπειρέσιοι καὶ ἐνενήκοντα πόληες (τ 173/4); τὸ γὰρ ποτὲ μὲν ἐνενήκοντα, ποτὲ δὲ ἑκατὸν λέγειν δοκεῖ ἐναντίον εἶναι. Ἡρακλείδης μὲν οὖν καὶ ἄλλοι λύειν ἐπεχείρουν οὕτως· ἐπεὶ γὰρ μυθεύεται | |
10 | τοὺς μετ’ Ἰδομενέως ἀπὸ Τροίας ἀποπλεύσαντας πορθῆσαι Λύκτον καὶ τὰς ἐγγὺς πόλεις, ἃς ἔχων Λεύκων ὁ Τάλω πόλεμον ἐξήνεγκε τοῖς ἐκ Τροίας ἐλθοῦσιν, εἰκότως ἂν φαίνοιτο μᾶλλον τοῦ ποιητοῦ ἡ ἀκρίβεια ἢ ἐναντιο‐ λογία τις. οἱ μὲν γὰρ εἰς Τροίαν ἐλθόντες ἐξ ἑκατὸν ἦσαν πόλεων. τοῦ δὲ Ὀδυσσέως εἰς οἶκον ἥκοντος ἔτει δεκάτῳ μετὰ Τροίας ἅλωσιν καὶ φήμης | |
15 | διηκούσης ὅτι πεπόρθηνται δέκα πόλεις ἐν Κρήτῃ καὶ οὐκ εἰσί πως συνῳκισ‐ μέναι, μετὰ λόγου φαίνοιτ’ ἂν Ὀδυσσεὺς λέγων ἐνενηκοντάπολιν τὴν Κρή‐ την, ὥστε εἰ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγει, οὐ μέντοι διὰ τοῦτο καὶ ψεύδεται. | |
172 | Schol. Venet. B Homer. Γ 236: *ἀπίθανον εἶναι δοκεῖ ἐννέα ἐτῶν διελθόντων τοῖς Ἕλλησιν ἐν Ἰλίῳ μηδένα τῶν βαρβάρων ἀπαγ‐ γεῖλαι τῇ Ἑλένῃ περὶ τῶν ἀδελφῶν, εἴτε καὶ αὐτοὶ ἀφίκοντο εἰς τὸν πόλεμον εἴτε ὅλως οὐκ ἦλθον εἰς τὴν Τροίαν ἢ ἐλθόντες οὐκ ἐξῆλθον εἰς τὴν μάχην. | |
5 | οὐ γὰρ ἐνῆν τοιούτους ὄντας μὴ οὐχ ὑπὸ πάντων γινώσκεσθαι, παρόντας εἰς τὴν Τροίαν. λέγει δὲ Ἡρακλείδης ὅτι ἄλογον ἦν ὄντως τοῦτο, εἰ δια‐ τελεσάντων ἐν τῇ Τροίᾳ πάντων Ἑλλήνων ἐννέα ἔτη μηδὲν περὶ τῶν ἀδελ‐ φῶν ἔσχεν Ἑλένη λέγειν. | |
173 | Schol. Homer. β 51: ἑκατὸν δέκα καὶ ὀκτὼ σχεδὸν τῶν ἁπάντων ὄντων μνηστήρων, ἀπὸ τούτων δὲ ἐκ τῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι (π 251) ῥηθέντων, ζητεῖ Ἡρακλείδης πῶς ὁ Τηλέμαχος κατασμικρύνει ἐν τῇ δη‐ | |
5 | μηγορίᾳ συστέλλων τὸ πλῆθος εἰς μόνους τοὺς Ἰθακησίους. τί γάρ, ἔφη, μητέρι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φίλοι υἷες οἳ ἐνθάδε γ’ εἰσὶν ἄριστοι (β 50/1); τὸ γὰρ πολὺ φορτίον τῆς μνηστείας περιῄρηκε συστείλας τὸ πλῆθος εἰς | |
10 | τοὺς ἐνθάδε, τοὺς ὄντας ἐλάχιστον μέρος τοῦ παντὸς πλήθους. | |
174 | Schol. Homer. β 63: αἰτιᾶται ὁ Ἡρακλείδης καὶ τὸ τῆς | |
Τηλεμάχου δημηγορίας ἀνοικονόμητον. δέον γάρ, φησίν, ἀξιοῦν καὶ ἱκε‐ τεύειν συνάρασθαι αὐτῷ πρὸς τὴν τῶν μνηστήρων τοῦ οἴκου ἀπαλλαγήν, ὁ δὲ ἐπιπλήσσει λέγων | 51 | |
5 | οὐ γὰρ ἔτ’ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ’ ἔτι καλῶς οἶκος ἐμὸς διόλωλε (β 63/4) καὶ τὸ ὅτι [εἰ] μὴ πάρεστιν ὁ πατὴρ, ταῦτα πάσχειν, † ἐπανατεινόμενος † οὐ γὰρ ἔπ’ ἀνὴρ οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι, | |
10 | ἡμεῖς δ’ οὔ νύ τι τοῖοι ἀμυνέμεν (β 58—60). καὶ ἔτι πικροτέρου πρὸς τοὺς Ἰθακησίους ὄντος τοῦ λόγου, καὶ τὴν ἀπειλὴν ἄλλους τ’ αἰδέσθητε, φησί, περικτίονας ἀνθρώπους, θεῶν δ’ ὑποδείσατε μῆνιν (β 65—66). ἀγνοεῖ δὲ ὁ κατήγορος κτλ. | |
175 | Schol. Homer. ν 119: τὴν τῶν Φαιάκων ἀτοπίαν καθ’ ἣν τὸν Ὀδυσσέα καθεύδοντα μὴ διυπνίσαντες εἰς τὴν γῆν κατέθεντο, τοῦ τε Ὀδυσσέως τὸν ἄκαιρον ὕπνον διαλύειν πειρώμενος ὁ Ποντικὸς Ἡρακλείδης φησὶν ἀτόπους εἶναι τοὺς ἐξ ὧν εἴρηκεν ὁ ποιητὴς μὴ στοχαζομένους περὶ τοῦ παντὸς τρόπου | |
5 | τῶν Φαιάκων. συνειδότας γὰρ ἑαυτοῖς φιληδονίαν καὶ ἀπολαυστικὸν τρόπον καὶ δεδιότας μή τις αὐτοὺς ἄλλος ἐπελθὼν ἐκβάλῃ ἀπὸ τῆς χώρας, δύο ταῦτα ὑπο‐ κρίνασθαι, φιλοξενίαν τε πρὸς τοὺς παρόντας ταχεῖάν τε ἀπόπεμψιν πρὸς τοὺς ἐλθόντας, πάντα δὲ ἐργάζεσθαι ὅπως αὐτῶν ἡ οἴκησις λανθάνῃ καὶ διάστημα ὅσον ἐστὶ μὴ γινώσκηται, νῆσον ἀγαθὴν οἰκοῦντας πρὸς δὲ τὸν πόλεμον οὔτε | |
10 | γεγυμνασμένους οὔτε προαιρουμένους ἀλλ’ ἐναντίαν βιοτὴν τοῖς πολεμικοῖς ἐπιτη‐ δεύμασιν ἔχοντας· οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη (ζ 270)· καὶ πάλιν φησὶν αὐτοῖς αἰεὶ δαῖτα μέλειν κίθαρίν τε καὶ ᾠδάς (cf. θ 248)· τοιού‐ τους οὖν ὄντας καὶ τοιαύτην γῆν ἔχοντας οὐδὲν ἀπεικὸς εὐλαβεῖσθαι μὴ κατοπ‐ | |
15 | τευθέντες ὑπό τινων πολεμῆσαι δυναμένων ἐκπέσωσι τῆς χώρας καὶ ταχυτάτας | |
ἀποπομπὰς ποιεῖσθαι τῶν ξείνων, οὐ διὰ φιλοξενίαν· οὐ γὰρ ξείνους οἵγε μάλ’ ἀνθρώπους ἀνέχονται, οὐδ’ ἀγαπαζόμενοι φιλέους’ ὅτε κέν τις ἵκηται (η 32—33). οὐδὲν οὖν ἄλογον διά τινα τοιαύτην αἰτίαν αὐτοὺς ἀποστέλλειν ταχέως τοὺς | 52 | |
20 | ξένους, πρὶν ἐντὸς γενέσθαι τῶν παρ’ αὐτοῖς τοὺς ἐπιδημήσαντας. | |
176 | Diogenes Laert. V 92: Χαμαιλέων τε τὰ παρ’ ἑαυτοῦ φησι κλέ‐ ψαντα αὐτὸν (sc. Ἡρακλείδην) τὰ περὶ Ἡσιόδου καὶ Ὁμήρου γράψαι. | |
177 | Vita Homeri Romana VI p. 31 Wilamowitz: Ἡρακλείδης μὲν οὖν αὐτὸν (sc. Ὅμηρον) ἀποδείκνυσι πρεσβύτερον Ἡσιόδου. | |
181 | Diogenes Laert. V 92 (Aristoxenos fr. 114): φησὶ δ’ Ἀριστό‐ ξενος ὁ μουσικὸς καὶ τραγῳδίας αὐτὸν (sc. Ἡρακλείδην τὸν Ποντικόν) ποιεῖν | |
καὶ Θέσπιδος αὐτὰς ἐπιγράφειν. | 53 |