TLG 1408 001 :: HERACLIDES :: Fragmenta

HERACLIDES Gramm.
(Milesius: A.D. 1–2)

Fragmenta

Source: Cohn, L. (ed.), De Heraclide Milesio grammatico. Berlin: Calvary, 1884: 37–64, 66–79, 81–91, 93–107.

  • Περὶ καθολικῆς προσῳδίας (frr. 1–15): pp. 37–44
  • Περὶ δυσκλίτων ῥημάτων (frr. 16–55): pp. 45–64, 66–79, 81–91, 93–102
  • Fragmenta sedis incertae (frr. 56–60): pp. 103–106
  • Fragmenta dubia (frr. 61–62): pp. 106–107

Citation: Fragment — (line)

1-15t

ΠΕΡΙ ΚΑΘΟΛΙΚΗΣ ΠΡΟΣΩΙΔΙΑΣ

1

Apollon. de synt. IV 10 p. 332 (Bekk.): Ἡρακλείδης ἐπιμερίζων τὰς οὐ δυναμένας λέξεις ὀξεῖαν ἐπιδέξασθαι ἐν τῷ περὶ καθολικῆς προσῳδίας φησὶν ὡς ἀσύστατον εἴη τὸ εἰσὅ ἐπίρρημα ἐν ὀξείᾳ τάσει καταγίνεσθαι, καθὸ τὰ εἰς ο λήγοντα τῶν τοῦ λόγου
5μερῶν ἀπέστραπται τὴν ἐπὶ τέλους ὀξεῖαν, ὑπεξαιρούμενος τήν τε ἀπό πρόθεσιν καὶ τὴν ὑπό, καθὸ τούτων ἓν ἰδίωμά ἐστιν ἡ ἐπὶ τέλους ὀξεῖα. φαίνεται δ’ ὅτι καὶ ἡ τοῦ αὐτός οὐδετέρα ἀντωνυμία εἰς ο λήξασα εἶχε τὴν τοῦ τόνου ὑποπαραίτησιν, καθὸ συνετονοῦτο τῇ ἀρσενικῇ τάσει. οὐ δὴ οὖν τις ἀφορμὴ περὶ τῆς ἐγγινομένης ὀξείας ἐν τῷ εἰσὅ· οὐδὲ γὰρ
10ἐκεῖνο πιθανὸν οἰητέον, ὡς παρὰ τὸ ἕως ἐπίρρημα ἐσχημάτισται ἁπάντων τῶν παρεπομένων ἐν ὑπερβάτῳ γενομένων· ὁ γὰρ χρόνος ὁ ἐπὶ τοῦ τέλους μετῄει ἐπὶ τὸ ἄρχον καὶ τὸ ἐπὶ τέλους ς ἐν μεσότητι παρ‐ ελαμβάνετο καὶ ἡ ἐν ἀρχῇ ὀξεῖα μετὰ τοῦ συνόντος πνεύματος μετε‐ τίθετο ἐπὶ τὸ τέλος. ἄμεινον ἐκδέξασθαι, ὡς ἐκ παραθέσεως προ‐
15θετικῆς καὶ ἀρθρικῆς συντάξεως παρυφίστατο χρονικὴ σύνταξις, τῶν λέξεων κατὰ τὴν συνοῦσαν παράθεσιν τὰ παρεπόμενα αὑταῖς ἀναδεξα‐
μένων.

2

Apollon. de synt. IV 10 p. 334: παραθήσομαι καὶ τὸ πρὸς τοῦ Ἡρακλείδου εἰρημένον, ὡς καὶ τὸ ἐπεί χρονικὸν ἐπίρρημα ἐκ τῆς προειρημένης συντάξεως ἐγένετο· ἐκ τοπικοῦ γὰρ ἐπιρρήματος τοῦ οὗ, φησίν, ἀπετελεῖτο Δωρικὴ μετάληψις ἡ εἷ ὁμοίως τῷ ποῦ καὶ
5πεῖ, αὐτοῦ αὐτεῖ, ᾧ συνῄει πρόθεσις ἡ ἐπί ἡ νῦν ἰσοδυναμοῦσα τῇ ἀπό, καθὸ καὶ ἐν ἑτέροις ἡ ἀπό ἀντὶ τῆς ἐπί. τὸ γὰρ „ἀπομηνίσασ“ (B 772. H 230) ἐν ἴσῳ τῷ ἐπιμηνίσας.

3

Apollon. de adv. 174, 1 (Schneid.): ἠπόρηται δὲ καὶ τὸ αὔτως πῶς ἐγένετο. οὐ γὰρ ἔχει τὴν ἔννοιαν τῆς αὐτός ἀντωνυμίας, καθότι τὸ ἐκεῖνος ὡς πρὸς τὸ ἐκείνως καὶ τὸ οὗτος ὡς πρὸς τὸ οὕτως. πρὸς οἷς καὶ τὰ τοῦ τόνου διελέγχει. Τρύφων (frg. 73 Velsen) περὶ
5τοῦ σημαίνοντος τὸ οὕτως ἐκδέχεται μετάπτωσιν τοῦ ο εἰς τὸ α γεγε‐ νῆσθαι. ἀλλὰ ἐλείπετο καὶ περὶ τοῦ σημαίνοντος τὸ μάτην διαλαβεῖν. ὅθεν ἢ καὶ αὐτὸ δεκτέον θεματικὸν ἢ συγκαταθετέον Ἡρακλείδῃ φαμένῳ, ὡς κατὰ στέρησίν ἐστιν 〈ἐκ〉 τοῦ ἀούτως συναλοιφῆς γενο‐ μένης τοῦ α καὶ ο εἰς α μακρόν, ὡς τὸ Μενέλαος Μενέλας, Δορύλαος
10Δορύλας, Πτερέλαος Πτερέλας. τὰ γὰρ ἐν τῷ δέοντι μὴ γενόμενα
ματαίως γίνεται· φαμὲν γὰρ τὰ ἐν τῇ δεούσῃ ποιότητι „ποίησον οὕτως.“

4

Ammon. p. 99 (Et. Gud. 412, 31 Eran. Philo p. 171): νῦν καὶ νυνί διαφέρει, φησὶ κατά τινας Ἡρακλείδης ἐν πρώτῃ περὶ καθολικῆς προσῳδίας. τὸ μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος παρῳχημένου καὶ μέλλοντος,
5οἷον ὅτι ἀγὼν νῦν ἐστι, νῦν 〈παρῆλθεν, νῦν〉 ἔσται. τὸ δὲ νυνί ἐπὶ μόνου ἐνεστῶτος. Eust. p. 1840, 1: τὸ δὲ νῦν καθ’ Ἡρακλείδην ἐνεστῶτί τε ἁρμόττεται, οἷον νῦν ἦλθεν (l. ἐστιν) ὁ ἀγών, καὶ παρῳχη‐ μένῳ, οἷον νῦν παρῆλθεν ὁ ἀγών, καὶ μέλλοντι, οἷον νῦν ἔσται ὁ ἀγών. τὸ δὲ νυνί ἐπὶ μόνου ἐνεστῶτος. τῶν Ἀττικῶν δὲ ταῦτα.

5

Ammon. p. 73 (Et. Gud. 275, 9. Eran. Philo p. 169): ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει, ὥς φησιν Ἡρακλείδης. ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν· ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν διαφοράν φησιν· „οὐδ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν“ (N 645) καὶ „ἵκετο
5δ’ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην“ (η 80).

6

Ammon. p. 124 (Et. Mg. 742, 44): σταφυλήν ὀξυτόνως, ὡς ἀλκήν, καὶ σταφύλην βαρυτόνως, ὡς Μελίτην, διαφέρειν φησὶ Πτολεμαῖος
ἐν δευτέρᾳ περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν ... Ἡρακλείδης ὁ ἡμέτερός φησιν· ἡμαρτῆσθαι δοκεῖ παρὰ τοῖς Ἕλλησιν ὀξυτονούμενον
5τοὔνομα. οὐδὲν γὰρ τῶν εἰς λη ληγόντων θηλυκῶν ὀνομάτων ἀμέτοχον γένους τοῦ οὐδετέρου, παρατελευτῶντος τοῦ υ, ὀξυτονεῖται, ἀλλὰ πάντα τὰ ὑπὲρ δύο συλλαβὰς βαρυτονεῖται, οἷον κορδύλη, Δαμύλη, Φαισύλη— δοκεῖ δὲ αὕτη μία τῶν τιθηνησαμένων τὸν Διόνυσον, ἃς ὁ Λυκοῦργος „σεῦε κατ’ ἠγάθεον Νυσήιον“ (Z 133)—, ἡδύλη· ὅθεν καὶ τὸ σταφύλη
10βαρυτονητέον. οἱ δ’ ὀξυτονοῦντές φασιν, ὅτι ἀπὸ βαρυτόνων ἀρσενικῶν εἰς ος ληγόντων τὰ εἰς η λήγοντα θηλυκὰ ὀξυτονεῖται ἤ, ἐὰν τὰ ἀρσενικὰ ὀξυτονῆται, τὰ θηλυκὰ βαρυτονηθήσεται, οἷον πόθος ποθή, νόμος νομή, ὦνος ὠνή, τῖμος τιμή, φόνος φονή „ἐν ἀργαλέῃσι φονῇσι“ (K 521). καὶ τοὔμπαλιν Δαναός Δανάη. ἐπεὶ οὖν καὶ ἐπὶ τούτου τὸ
15ἀρσενικόν ἐστι Στάφυλος—οὕτω γὰρ ἐκαλεῖτο ὁ τοῦ Διονύσου υἱός—, τὸ θηλυκὸν σταφυλή ὀξυτονηθήσεται. πρὸς οὓς ῥητέον· ἰδοὺ κόγχος κόγχη [καὶ οὐκ ὀξυτονεῖται], φίλος φίλη, μόνος μόνη, μύλος μύλη· καὶ ἐπὶ τῶν ὀξυτόνων καλός καλή, σοφός σοφή· καὶ τὰ θηλυκὰ οὐ βαρύνεται ἀλλ’ ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δὲ ὀξυτόνοις τὰ ὀξύτονα.
20ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυτόνου ὀνόματος καὶ τὸ θηλυκὸν βαρυτονεῖν σταφύλη ὡς ἡδύλη. τινὲς δὲ βοηθοῦντες τῇ συνηθείᾳ καὶ ὀξυτονεῖν βουλόμενοί φασιν, ὅτι ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται τοῦ σημαινομένου ὁμοτονεῖ, ὅσα δὲ διαλλάσσει τῷ σημαινομένῳ οὐκέτι. τὸ μὲν οὖν φίλος καὶ φίλη καὶ ξένος καὶ ξένη καὶ τὰ προκείμενα
25ἀπαράλλακτά ἐστιν, διὸ ὁμοτονεῖ, τὰ δὲ διαφέροντα οὐκέτι· καθάπερ γὰρ χόλος χολή καὶ τρόπος τροπή καὶ νόμος νομή, γόνος γονή, δόμος δομή, στρόφος στροφή, πόθος ποθή. [περὶ τούτου οὖν ἐν ἄλλοις ἐντελῶς εἴρηται ὅτι διαφέρει] εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δὲ τῷ σημαινομένῳ, ἡ σταφυλή (ὀπώρα δὲ) ὄντως ὀξύνεται. —τὸ μέντοι
30προκείμενον τοῦ Ἡρακλείδου παρατήρημα ἰσχυρόν, καθὰ παραγγέλλε‐ ται ὀξυτονεῖν (l. βαρυτονεῖν), οὐ μόνον διὰ τὰ παρακολουθοῦντα τῷ ὀνόματι ἀλλ’ ὅτι καὶ ὑπὲρ δύο ἐστὶ συλλαβάς· τὰ γὰρ προκείμενα δισύλλαβα· ὥστε οὐδὲ τὴν ὀπώραν ὀξυτονεῖν ἡ ἀναλογία ἐπιτρέπει· [ἀλλὰ] καὶ ἡ Πτολεμαίου ἀθετεῖται παρατήρησις, καθ’ ἣν διαφέρειν
35φησὶ τοῖς τόνοις τοὔνομα καὶ τῷ σημαινομένῳ. eadem apud Herennium Philonem legit Eustathius, sed brevissime excerpsit et valde corru‐ pit: Eust. p. 341, 30 ἰστέον δὲ νῦν καὶ ὅτι Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν εἰπὼν κεῖσθαι τὴν λέξιν ταύτην ἐπὶ τῆς καθιεμένης μολύβδου ... λέγει δὲ ὁ Πτολεμαῖος τοῦτο
40διὰ τὸ μηδὲ τὴν ὀπώραν τὴν σταφυλήν δεῖν ὀξύνεσθαι ἀλλὰ περισπᾶσθαι (l. βαρύνεσθαι), οἷα τῶν τοιούτων εἰς λη θηλυκῶν ἃ παραλήγεται τῷ υ περισπωμένων (l. βαρυνομένων) καθ’ Ἡρακλείδην φάμενον ἡμαρτῆσθαι παρὰ τοῖς ἑλληνίζουσι τὸ σταφυλή ὀξυνόμενον· ὅσα γὰρ τοιαῦτα παρα‐ τελευτῶνται τῷ υ, περισπῶνται (l. βαρύνονται)· καὶ λέγει καὶ κανόνα
45τινὰ εἰς τοῦτο ἐκεῖνος.

7

Herodian. Il. Pros. Θ 178 (Eust. p. 705, 60): ἀβλήχρ’· Ἡρακλείδης ὁ Μιλήσιος βαρύνει ὡς ἄσιτα· λόγῳ δὲ χρῆται τούτῳ ὡς ὅτι βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος· σημαίνει γὰρ τὸ ἀσθενές. Ep. Cr. I 95, 8
5βληχρόν· Πίνδαρος μὲν βληχρὸν τὸ ἰσχυρόν „πρόφασις βληχροῦ γίνεται νείκεοσ“ (frg. 245 Bergk) φησί· ... ἔνθεν Ἡρακλείδης ὁ Μιλήσιος κατὰ βαρεῖαν τάσιν τὸ θηλυκὸν ἀνέγνω ἀβλήχρην· ἡγεῖται γὰρ στέρησιν, οὐ πλεονασμόν.

8

Herodian. ap. Et. Mg. 655, 24: ἅπας· ἀμφίβολον, 〈πότε‐ ρον ἀφαίρεσις ἢ πρόσοδοσ〉 ... ὁ δὲ Ἡρακλείδης βούλεται ἐκ τοῦ
ἅμα πᾶς εἶναι ἐν συγκοπῇ ἅπας. περὶ παθῶν.

9

Schol. B ad I 378: ἐν καρὸς αἴσῃ· ... Λυσανίας δὲ ὁ Κυρηναῖος καὶ Ἀριστοφάνης καὶ Ἀρίσταρχος ἐν κηρὸς μοίρᾳ φασὶ λέγειν τὸν ποιητὴν Δωρικῶς μεταβαλόντα τὸ η εἰς α ... Ἡρακλείδης δέ φησιν ὅτι τὰ ἐκ τοῦ η εἰς βραχὺ α μεταγόμενα Ἰωνικά ἐστιν ἀλλ’
5οὐ Δωριέων συστολαί.

10

Schol. α 320: ὄρνις δ’ ὡς ἀνόπαια· ὁ μὲν Ἀρίσταρχος ἀνόπαια προπαροξυτόνως ἀναγιγνώσκει ὄνομα ὄρνιθος λέγων ... κακῶς δὲ ὁ Ἡρακλείδης φησὶν ἐν ταῖς ὁμοιότησι μὴ ἐπιφέρεσθαι τῷ ὄρνις τὸ κύριον· ἔλαθε γὰρ αὐτὸν τὸ „ὄρνιθι λιγυρῇ ἐναλίγκιοσ“ (Ξ 290).

11

Eust. p. 365, 25: Μῄονες (B 866) δὲ λέγονται ἀπό τινος Μῄονος ἢ Μαίονος, τραπέντος μὲν τοῦ α εἰς η, τοῦ δὲ ι μένοντος ἀνεκφωνήτου· λέγονται δέ ποτε καὶ τετρασυλλάβως Μηίονες ἐκφωνη‐ θέντος τοῦ προσγραφομένου ι. Ἡρακλείδης δέ, φασίν, ἄνευ τοῦ
5ι γράφει τοὺς ἀπὸ τοῦ Μαίονος κληθέντας Μήονας λέγων Βοιωτίαν εἶναι τὴν τοιαύτην μεταβολήν, ὡς τῶν Βοιωτῶν τὴν ὅλην αι δίφθογγον εἰς η καταμόνας μεταβαλλόντων. (ὥς που, addit Eustathius, καὶ ὁ Χοιροβοσκὸς παρασημειοῦται, ἐν οἷς ἐξηγεῖται τὸν Ἡρωδιανόν, λέγων καὶ ὅτι τὰς θηλυκὰς πληθυντικὰς εὐθείας τῶν παθητικῶν ἐνεστώτων
10τὸ ποιούμεναι λεγόμεναι καὶ τὰ τοιαῦτα ποιούμενη λεγόμενη ἐκεῖνοί
φασι, οὕτω δὲ καὶ τὰ ὅμοια).

12

Eust. p. 1724, 34: συλλαλεῖ δὲ τῇ εἰρημένῃ διὰ τοῦ η γραφῇ („ἄη“ μ 325) καὶ ὁ ἀήτης ὃς δηλοῖ ἄνεμον, περὶ οὗ λέγει ὁ Ἡρακλείδης τοιαῦτα· πεποίηται ὁ ἀήτης ὡς ἀπὸ περισπωμένου τοῦ ἀῶ ἀήσω, διὸ ἡμάρτηται κατὰ 〈τὸν〉 τόνον. τὰ γὰρ τοῖς εἰς ω
5περισπωμένοις ῥήμασι παρασχηματιζόμενα εἰς της ἀρσενικὰ τῷ η παρα‐ ληγόμενα ὀξύνεται, οἷον ποιῶ ποιήσω ποιητής, ὁμοίως ἠχητής, μιμητής· οὐκοῦν καὶ τὸ ἀῶ ἀήσω τοιοῦτον γεννᾷ, ὁ δὲ ἀήτης οὐχ οὕτως, ἀλλὰ βαρύνεται. λέγει δὲ τοιοῦτον ἁμάρτημα εἶναι καὶ ἐν τῷ χηρῶσται· τοῦ γὰρ ῥήματος ὄντος περισπωμένως χηρῶ, τοὔνομα οὐκ ὀξύνεται
10ἅμα δὲ τοῦτο καὶ περισσὸν ἔχει τὸ ς.

13

Eust. p. 1434, 20: ἰστέον ... καὶ ὅτι καθ’ ἡρακλείδην ἄμεινον λέγειν ἀνύω ἤπερ ἄνω, ἵνα μὴ παραλόγως μηκύνηται τὸ α.
οὐδέποτε γάρ, φησί, μηκύνεται προηγουμένου τοῦ ν ἐπὶ τῶν εἰς νω.

14

Eust. p. 1625, 56: ἰστέον δὲ ὅτι τὸ νάω [ἤγουν ῥέω] καθ’ Ἡρακλείδην συστέλλει τὸ α κανόνι τοιούτῳ· τὰ εἰς ω καθαρὸν λή‐ γοντα δισύλλαβα καὶ ἔχοντα φωνῆεν βραχὺ παρατέλευτον δίχα τοῦ ο βαρύνονται, εἰ μή που περισπασθέντα ἑτέραν ἔννοιαν ποιήσει ὡς τὸ
5μυῶ. τὰ δ’ ἄλλα βαρύνονται δίχα ὡς εἴρηται τῶν παραληγομένων τῷ ο, οἷον μύω, κλύω, πλέω, νάω, 〈τίω〉 „τίω δέ μιν ἐν καρὸς αἴσῃ“ (I 378). ὅθεν, φησί, καὶ τὸ ἄω ἤγουν πνέω τῶν βαρυτόνων ἐστὶ καὶ οὐ περισπώμενον. τὸ ἐῶ οὐ συγκρίνεται, φησί, τούτοις δευτέρας ὂν συζυγίας τῶν περισπωμένων. οὕτω δ’ ἐνταῦθα γράψας ὁ Ἡρακλείδης
10ἑτέρωθι, ἔνθα ἔφη ὅτι τὰ εἰς ω καθαρὸν λήγοντα καὶ τῷ α βραχεῖ παραληγόμενα περισπώμενά τε καὶ βαρύτονα Αἰολικά εἰσι, μόνον περι‐ λείπεσθαι λέγει τὸ ἄω ἀμφισβητούμενον κατὰ τὸν τόνον.

15

Eust. p. 1854, 58: ὅτι δὲ τὸ ὁρῶ κανονικῶς περισπᾶται, Ἡρακλείδης δηλοῖ γράψας οὕτω· τὰ θέματα ἔχοντα μετὰ τὸ προ‐ ηγούμενον ο ἓν σύμφωνον ἁπλοῦν ἑπόμενον περισπῶνται, νομῶ, σοβῶ, ῥοφῶ, φορῶ. τὸ κόπτω βαρύνεται, ἐπεὶ δύο σύμφωνα ἕπεται αὐτῷ, τὸ
5δὲ ὄζω καὶ δεσπόζω, ἐπεὶ διπλοῦν. ὅθεν τὸ ὁρῶ εὐλόγως περισπᾶται
συμφώνου ἑνὸς ἐπαγομένου ἁπλοῦ.

16-55t

ΠΕΡΙ ΔΥΣΚΛΙΤΩΝ ΡΗΜΑΤΩΝ

16

Eust. p. 722, 58: τὸ δὲ „οὐ μέν θην κάμετόν γε“ (Θ 448) οὕτω μὲν γεγραμμένον σαφῶς ἔχει. ἔστι δὲ καὶ ἑτεροίας ἐκδόσεως γραφὴ ὑποδύσκολος καθ’ Ἡρακλείδην αὕτη „οὐ μέντον κάμετόν γε“ ἀντὶ τοῦ οὐ μέντοι. καὶ ἔστι κατ’ αὐτὸν τὸ οὐ μέντον Ἀργείων καὶ
5Κρητῶν γλώσσης, οἳ πολλάκις ἐξαιροῦντες, φησί, τὸ ι ἐντάττουσι τὸ ν τὴν εἰς πρόθεσιν ἐνς λέγοντες καὶ τὸ τιθείς τιθένς, οἷς ὅμοιον καὶ τὸ σπείδω σπένδω καὶ τὸ οὐ μέντοι οὐ μέντον καὶ τὸ αἰεί αἰέν. Σικελοὶ μέντοι, φησίν, ἔμπαλιν τὸ ι ἀντὶ τοῦ ν τάττουσι τὸ ἔνδον ἔνδοι λέγοντες [ἢ ἐνδοῖ περισπωμένως] καὶ Ὅμηρος εἰνάνυχες (I 470) ἀντὶ
10τοῦ ἐννεάνυχες. ταῦτα ὁ Ἡρακλείδης. (haec descr. Cram. A. P. III 42, 17). Eust. p. 1726, 24: ὅτι δὲ ταὐτὸν λείβειν καὶ σπένδειν δηλοῖ ὁ ποιητὴς ἐν τῷ „μέθυ λεῖψαι“ καὶ „ὕδατι σπένδοντεσ“ (μ 362. 363), οὗ πρωτότυπον καθ’ Ἡρακλείδην τὸ σπείδω. Ἀργεῖοι γάρ, φησί, καὶ Κρῆτες ἐξαιροῦντες τὸ ι τάσσουσι τὸ ν τὴν εἰς πρόθεσιν ἐνς
15λέγοντες καὶ τὸ τιθείς τιθένς, οἷς ὡμοίωται τὸ σπείδω σπένδω. ἡ δὲ διάλεκτος, φησίν, αὕτη ἔτι καὶ νῦν σώζεται παρὰ τοῖς ἀντιγράφοις· τὸ γὰρ αἰεί αἰέν φασι καὶ τὸ οὐ μέντοι οὐ μέντον, οἷον „οὐ μέντον κάμετόν γε μάχην ἀνὰ κυδιάνειραν“. ἔμπαλιν δέ, φησί, χρῶνται Σικελοὶ τῷ ι ἀντὶ τοῦ ν τὸ ἔνδον ἔνδοι λέγοντες καὶ Ὅμηρος εἰνάνυχες
20ἀντὶ τοῦ ἐννεάνυχες. Aldi Horti Adon. f. 204b: πόθεν τὸ σπέν‐ δω; ἐκ τοῦ σπείδω, οὗ ὁ μέλλων σπείσω, ὁ ἀόριστος ἔσπεισα, ἐξ οὗ τὸ παρ’ Ὁμήρῳ „σπείσαντες ἔβαν κλισίηνδε ἕκαστοσ“ (I 712). ἐκ τοῦ οὖν σπείδω γέγονε κατ’ Ἀργείους καὶ Κρῆτας ἀφαιρέσει τοῦ ι τῆς ει διφθόγγου καὶ προσόδῳ τοῦ ν σπένδω· οὗτοι γὰρ πολλάκις ἐξαιροῦντες τὸ ι τάττουσι
25τὸ ν καὶ τὴν μὲν εἰς πρόθεσιν ἐνς λέγουσι καὶ τὸ τιθείς τιθένς. οὕτως
οὖν καὶ σπείδω σπένδω.

17

Eust. p. 1398, 30: Αἰολικῶς δὲ κατὰ Ἡρακλείδην ἔχει τὸ ὄσσεσθαι. τὰ γὰρ εἰς πτω, φησί, βαρύτονα οἱ Αἰολεῖς εἰς δύο σς μετα‐ τιθέασιν, οἷον πέπτω πέσσω, ὄπτω ὄσσω ... ὅμοιον δὲ τοῖς ῥηθεῖσι καὶ τὸ ἐνίπτω ἐνίσσω καὶ τὸ βλέπτω, ἐξ οὗ, φησί, τὸ ἀβλεπτῶ, βλέσσω,
5ᾧ παρενείροντες, φησίν, ἰδίῳ ἔθει τὸ υ παρέσει τοῦ β λεύσσω φασίν. Eust. p. 54, 18: ὅτι δὲ τοῦ πέττειν προϋπάρχει τὸ πέπτειν καὶ ὅτι Αἰολικόν ἐστιν, Ἡρακλείδης δηλοῖ φάμενος οὕτως· Αἰολεῖς τὰ εἰς πτω λήγοντα βαρύτονα (βαρυτονοῦντες vulgo) μετατιθέασιν εἰς δύο σς, οἷον πέπτω πέσσω, ὄπτω ὄσσω „ὀσσόμενος πατέρ’ ἐσθλόν“ (α 115).
10Eust. p. 774, 53: ὅτι καθ’ Ἡρακλείδην τοῦ πέσσω τὸ πέπτω προΰπεστιν ὡς καὶ τοῦ ὄσσω τὸ ὄπτω, οἷα τῶν Αἰολέων ἐν τοῖς εἰς πτω λήγουσι ῥήμασι τὸ πτ εἰς δύο σς τρεπόντων. (haec descr. Cram. A. P. III 241, 32). Aldi Horti Adon. f. 205a (Exc. Darmst. Et. Gud. 661, 31): πόθεν τὸ ὄσσω καὶ πέσσω; παρὰ τὸ ὄπτω καὶ
15πέπτω. Αἰολικῶς γὰρ ἐτράπη τὸ πτ εἰς δύο σς καὶ γέγονεν ὄσσω καὶ
πέσσω, ἐξ οὗ τὸ „κάκ’ ὀσσόμενος προσέειπεν“ (A 105).

18

Eust. p. 764, 29: Ἡρακλείδης δὲ ἀγνοεῖν φησι πολλοὺς ὅτι τὸ λίσσομαι κοινολεκτούμενον Ἀτθίδι διαλέκτῳ γέγονε λίττομαι, παρέσει δὲ τοῦ ἑτέρου τ γεγένηται λίτομαι. ὁ δ’ αὐτὸς καὶ περὶ τοῦ ἀνύτω καὶ ἀρύτω εἰπὼν ἀσυνήθως αὐτὰ ἔχειν, ὡς μηδενὸς εἰς ω λήγοντος
5βαρυτόνου ἔχοντος τὸ τ ἀρκτικὸν τῆς τελευταίας συλλαβῆς· πάντα γάρ, φησί, περισπᾶται, οἷον κρατῶ, αἰτῶ, πατῶ, κροτῶ, φοιτῶ, ἐπάγει ὅτι Κύπριοι δὲ καὶ Ἀττικοὶ παρεντιθέντες ῥήμασι καὶ ὀνόμασι τὸ τ καὶ πτόλιν τὴν πόλιν λέγοντες καὶ πτόλεμον τὸν πόλεμον, ὅθεν καὶ αἱ (ἡ vulgo) ἄνακτος καὶ νυκτός γεγόνασι γενικαὶ πλεονάζουσαι τῷ
10τ, λέγουσιν οὕτω καὶ τὸ ἀρύω ἀνύω ἀρύτω ἀνύτω. Eust. p. 32, 36: ὅτι δὲ ἐν τῷ ἄναξ ἄνακτος ἄνακτι ἐκ πλεονασμοῦ κεῖται τὸ τ, Ἡρα‐ κλείδης δηλοῖ, εἰπὼν ὅτι Κύπριοι καὶ Ἀττικοὶ παρεντιθέασι ῥήμασι καὶ ὀνόμασι τὸ τ τὴν πόλιν πτόλιν λέγοντες καὶ τὸν πόλεμον πτόλεμον, τὸ δ’ αὐτὸ καὶ ἐν τῷ ἄνακτος καὶ νυκτός καὶ ἐν τῷ ἀνύω ἀνύτω [ὅθεν ὁ
15Ἄνυτος κύριον] καὶ ἐν τῷ ἀρύω ἀρύτω [ὅθεν ἡ ἀρύταινα (Ar. Eq. 1091), πλεονασμῷ δὲ τοῦ ς καὶ ὁ ἀρύστιχος (Ar. Vesp. 855)]. Eust. p.
842, 62: ὁ δὲ πτόλεμος Κυπρίων καὶ Ἀττικῶν λέξις καθ’ Ἡρακλεί‐ δην ἐστί, καθὰ καὶ ἡ πτόλις, ὧν ἴδιον παρεντιθέναι ῥήμασι καὶ ὀνόμασι τὸ τ. ἔνθεν, φησί, καὶ ἡ ἄνακτος καὶ νυκτός γενικὴ ἔχει τὸ τ. τῶν
20αὐτῶν καὶ τὸ ἀνύω ἀνύτω καὶ ἀρύω ἀρύτω [ἐξ οὗ καὶ ἡ παρὰ τῷ κωμικῷ ἀρύταινα]. Aldi Horti Adon. f. 205a: πόθεν τὸ ἀνύτω καὶ ἀρύτω [δι’ ἑνὸς τ]; ἐκ τοῦ ἀνύω καὶ ἀρύω. καὶ κατ’ Ἀττικοὺς καὶ Κυπρίους πλεονάζει τὸ τ καὶ γίνεται ἀνύτω καὶ ἀρύτω. οὕτω γὰρ καὶ ἐπὶ τῶν ὀνομάτων πλεονάζουσι τὸ τ καὶ τὴν μὲν πόλιν πτόλιν λέγουσι
25καὶ τὸν πόλεμον πτόλεμον.

19

Eust. p. 756, 27: παραγωγὴ δὲ τοῦ ἔρρω ... ποικίλη δὲ, εἴ τις φαίη ἐκ τοῦ φθείρω εἶναι αὐτὸ καθ’ Ἡρακλείδην εἰπόντα, ὅτι τὰ τῶν λέξεων πρῶτα σύμφωνα αἴρειν εἰώθασιν Ἴωνες καὶ Αἰολεῖς, ἄν τε ἓν ᾖ, οἷον λαιψηρός αἰψηρός, ἄν τε δύο, οἷον τὸ παρὰ πλευρὰν ἑστάναι
5πλάγιον εἶπεν ἐν ποιότητι Ὅμηρος εὐράξ „στῆ δ’ εὐράξ“ (Λ 251. O 541) ἀντὶ τοῦ πλευράξ. οὕτω καὶ ἡ πλάνη καὶ τὸ πλανᾶσθαι ἀπελεύσει τῶν καταρχόντων δύο συμφώνων ἄλη γίνεται καὶ ἀλᾶσθαι ἀντιθέσει τοῦ ν εἰς λ, ᾧ ἀντιστοιχοῦσι Δωριεῖς ἐν τῷ φίλτατος φίντατος, ἦλθεν ἦνθεν, Φίλτις Φίντις παρὰ Πινδάρῳ (Ol. VI 37),
10ἕλετο ἕντο καὶ Αἰολικῶς (Δωρικῶς vulgo) γέντο, κέλετο κέντο παρ’ Ἀλκμᾶνι. τούτων οὕτως ἐχόντων οἱ Αἰολεῖς, φησί, τὰ εἰς ρ βραχύτονα ἔχοντα τὴν ει δίφθογγον παρατέλευτον μετατιθέντες τὸ ι εἰς ἕτερον ρ προφέρονται τὸ κείρω κέρρω λέγοντες καὶ τὸ δείρω δέρρω· οὕτως οὖν καὶ φθείρω φθέρρω καὶ ἄρσει τῶν πρώτων δύο συμφώνων ἔρρω.
15καὶ οἱ Ἀριστάρχειοι δέ, φησί, συνᾴδουσι τῇ τοιαύτῃ [δηλαδὴ ἐκ τοῦ
φθείρω] παραγωγῇ· τὸ γὰρ „ἔρρ’ ἐκ νήσου“ (κ 72) ἐξηγεῖται (scil. Aristarchus) „μετὰ φθορᾶς ἄπιθι“. ὡς δὲ ἐκ τοῦ φθείρω καὶ τὸ ῥαίω γίνεται κατὰ τὸν αὐτὸν Ἡρακλείδην, ἐν οἰκείῳ τόπῳ ῥηθήσε‐ ται. ὡς δὲ τὸ πληθυντικὸν τοῦ ἔρρε προστακτικοῦ τὸ ἔρρετε διὰ δύο
20λ γλῶσσά τίς φησι, Καλλίμαχος δηλοῖ ἐν τῷ „ἔλλετε, βασκανίης ὀλοὸν γένοσ“ (frg. 292). Eust. p. 1647, 62: ἑρμηνεύουσι δὲ αὐτὸ (τὸ ἔρρε) οἱ Ἀριστάρχειοι „μετὰ φθορᾶς ἄπιθι“ ἐξηγούμενοι ἐκεῖνοι οὕτω καθ’ Ἡρακλείδην, ἐπειδὴ ἐκ τοῦ φθείρω γίνεται τὸ ἔρρω παρέσει τοῦ φ καὶ θ. ἴδιον γὰρ Ἰώνων καὶ Αἰολέων τὰ τῶν λέξεων πρῶτα σύμφωνα
25αἴρειν, εἴτε ἓν τύχοι ὄν, οἷον λαιψηρός αἰψηρός, εἴτε δύο, 〈οἷον〉 πλευράξ εὐράξ ἐπίρρημα ποιότητος τὸ παρὰ πλευρὰν ἤτοι πλάγιον. οὕτω γοῦν καὶ φθείρω εἴρω, ἐξ οὗ Αἰολικῶς ἔρρω ὡς κείρω κέρρω, δείρω δέρρω· Αἰολεῖς γάρ, φησί (φασί vulgo), τῶν τοιούτων θεμάτων τὴν παρατέλευτον δίφθογγον ἀλλοιώσαντες καὶ μεταθέντες τὸ ι εἰς ρ ἴδια
30ποιοῦσι ῥήματα. παραγαγὼν δὲ Ἡρακλείδης πρὸς ὁμοιότητα τοῦ φθείρω εἴρω καὶ τὸ πλάνη ἄνη καὶ ἀντιθέσει τοῦ ν εἰς λ ἄλη καὶ εἰπὼν ἀντιστοιχεῖν τὸ λ καὶ ν Δωρικῶς [ὡς ἐν τῷ ἄνη ἄλη οὕτω] καὶ ἐν τῷ φίντατος φίλτατος, ἦνθεν ἦλθεν, ὃ δὴ καὶ ἐν τῷ Φίντις γίνεται παρὰ Πινδάρῳ καὶ παρ’ Ἀττικοῖς δὲ καὶ ἐν τῷ νίτρον λίτρον καὶ
35πνεύμων πλεύμων, λέγει καὶ ὡς ἐκ τοῦ φθείρω γίνεται κατὰ Δωριεῖς φθαίρω, ἀφ’ οὗ τὸ ἔφθαρκα, καὶ ἐκ τοῦ κτείνω κταίνω Δωρικώτερον παρὰ Ἀλκαίῳ (Ἀλκμᾶνι ?)· ὅμοια δὲ καὶ τὸ μεσόγειον μεσόγαιον, καὶ κύπειρον κύπαιρον παρ’ Ἀλκμᾶνι (frg. 16) καὶ εἴθε αἴθε καὶ δεινός αἰνός παρέσει τοῦ δ Ἰωνικῇ διαλέκτῳ. καὶ οὕτω μὲν φθείρω
40φθαίρω Δωρικῶς, ἐξαιρέσει δὲ τῶν πρώτων συμφώνων αἴρω καὶ ὑπερ‐ βιβασμῷ κατὰ Ἴωνας ῥαίω, ἐξ οὗ καὶ σφῦραι ὁτὲ μὲν ῥαιστῆρες κοινότερον ὁτὲ δὲ αἶραι, οὗ χρῆσις (χρήσεις vulgo) ἐν τῷ „αἰράων ἔργα διδασκόμενοι“ (Callim. frg. 129). [ἔργον δὲ πάντως αἰράων τὸ σφυροκοπεῖν]. εἰκὸς δὲ καὶ τὸ σπέρμα τὴν αἶραν ἐκ τοῦ τοιούτου φθαίρω
45αἴρω [καὶ ῥαίω] γενέσθαι· φθορὰ γάρ τις ἡ αἶρα σίτου. Eust. p. 842, 46: ἰστέον δὲ ὅτι καθ’ Ἡρακλείδην διαλέκτου Ἰωνικῆς καὶ Αἰολικῆς ἐστι τὸ εὐράξ. ἡ γὰρ τῶν Ἰώνων καὶ Αἰολέων, φησί, διάλεκτος τὰ πρῶτα σύμφωνα αἴρειν εἴωθεν, ἄν τε ἓν ᾖ ἄν τε καὶ δύο τύχῃ, ἓν μὲν ὡς ἐπὶ τοῦ λαιψηρός αἰψηρός, πήγανον ἤγανον, δεινόν αἰνόν, δύο δὲ ὡς ἐπὶ

19

(50)

τοῦ πλάνη· ἀπελθόντων γὰρ τῶν ἐξ ἀρχῆς δύο συμφώνων γίνεται ἄνη καὶ κατὰ ἀντίθεσιν τοῦ ν εἰς τὸ λ ἄλη· οὕτω δὲ καὶ ἐκ τοῦ πλανᾶσθαι, φησί, τὸ ἀλᾶσθαι. καὶ ἐκ τοῦ φθείρω δὲ ἀπελθόντων τῶν ἐν ἀρχῇ
κειμένων δασέων τὸ ἔρρω φησὶ γίνεσθαι καθ’ ὁμοιότητα τοῦ κείρω κέρρω Αἰολικοῦ. ὁμοίως οὖν καὶ ἐκ τοῦ πλευράξ ἀφῄρηνται τὰ κατάρ‐
55χοντα δύο σύμφωνα καὶ λέλειπται τὸ εὐράξ. Aldi Horti Adon. f. 205a (Exc. Darmst. Et. Gud. 661, 34): πόθεν τὸ ἔρρω; ἐκ τοῦ φθείρω γέγονε μὲν εἴρω καὶ ἀποβολῇ τοῦ ι Αἰολικῶς καὶ κατὰ διπλασιασμὸν τοῦ ρ γίνεται ἔρρω, ὡς κείρω κέρρω· οἱ δὲ Αἰολεῖς τὰ εἰς ρω λήγοντα ῥήματα βαρύτονα ἔχοντα τὴν ει 〈δίφθογγον〉 παρα‐
60τέλευτον μετατιθέντες τὸ ι εἰς ρ προφέρονται, οἷον σπείρω σπέρρω,
δείρω δέρρω.

20

Eust. p. 831, 63: πεποίηται δὲ ἡ λέξις αὕτη (ἐλαύνω) κατὰ Ἡρακλείδην διαλέκτοις τρισί· Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω καθὰ καὶ τὸ πεινάω καὶ διψάω καὶ τὰ ὅμοια, Αἰολέων δὲ ἡ προσέλευσις τοῦ υ ὡς καὶ ἐν τῷ ψαύω χραύω αὔω, Δώριος δὲ ὁ πλεονασμὸς τοῦ ν καθὰ
5καὶ ἐν τῷ δύνω καὶ θύνω. Eust. p. 154, 14: πεποίηται δὲ, φασί, τὸ ἐλαύνειν διαλέκτοις τρισί· Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω διὰ τοῦ α, Αἰολέων δὲ τὸ προστιθέναι τῷ α τὸ υ, ἐλαύω γὰρ λέγουσιν, ἡ δὲ πρόσθεσις τοῦ ν Δώριος, τὸ γὰρ δύω δύνω φασὶ Δωριεῖς καὶ τὸ θύω θύνω· „θῦνε γὰρ ἀμ πεδίον“ (E 87). Aldi Hopti Adon. f. 205a
10(Exc. Dapmst. Et. Gud. 661, 37): πόθεν τὸ ἐλαύνω; παρὰ τὸ ἐλῶ δευτέρας συζυγίας τῶν περισπωμένων. καὶ παρὰ Βοιωτοῖς ἐλάω καὶ κατ’ Αἰολεῖς προσθέσει τοῦ υ ἐλαύω καὶ κατὰ Δωριεῖς προσθέσει τοῦ ν ἐλαύνω· οἱ γὰρ Δωριεῖς τὰ εἰς ω καθαρὸν λήγοντα ῥήματα διὰ τοῦ ν προφέρουσιν οἷον δύω δύνω θύω θύνω, ὡς παρ’ Ὁμήρῳ „θῦνε
15γὰρ ἀμ πεδίον ποταμῷ πλήθοντι ἐοικώς.“

21

Eust. p. 670, 62: τὸ δὲ ἐρέων (H 128) καὶ τὸ αὐτοῦ θέμα πρωτότυπά εἰσι τοῦ ἐρευνῶ καὶ ἐρευνῶν. παραγωγὴ δὲ αὐτῶν κατὰ τὸ ἱκνῶ καὶ οἰχνῶ. ὡς γὰρ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, οὕτω ἐρέω ἐρεύω καὶ πλεονασμῷ τοῦ ν Δωρικῶς ἐρευνῶ κατὰ χρῆσιν κοινήν. ἄλλως γὰρ κατὰ
5Ἡρακλείδην βαρύνεσθαι ὤφειλεν, οὐ μόνον διότι Αἰολικόν, φησί, τὸ ἐρεύω, ἀλλὰ καὶ ὅτι πάντα τὰ πλεονάσαντα τῷ ν ὁμοτονεῖ τοῖς πρω‐ τοτύποις, οἷον ἐλάω ἐλαύω Αἰολικῶς καὶ ἐλαύνω κατὰ Δωριεῖς, θύω θύνω, δύω δύνω. (haec descr. Cram. A. P. III 224, 30). Eust. r. 1498, 44: τὸ δὲ ἐξερέῃσιν ἀντὶ τοῦ ἐρωτᾷ ... ἢ μᾶλλον ἀντὶ τοῦ
10ἐξερευνᾷ· πρωτότυπον γὰρ τὸ ἐρέειν τοῦ ἐρευνᾶν. ἔστι γὰρ ἐρέω, ἐξ οὗ κατ’ ἐπένθεσιν ἐρεύω ὡς χέω χεύω, ἀφ’ οὗ τὸ ἐρευνῶ, ὡς οἴχω οἰχνῶ, ἵκω ἱκνῶ. Eust. p. 1900, 27: τὸ δὲ ἐρέων ἐστὶ ποιητικὴ λέξις. ἀπ’ αὐτοῦ δὲ γίνεται τὸ ἐρευνᾶν ἐπενθέσει τοῦ υ καὶ τοῦ ν, ὁποίῳ
τρόπῳ καὶ τὸ ἐλαύνειν ἀπὸ τοῦ ἐλάειν γίνεται.

22

Eust. p. 1383, 20: ... ἀχνύμενος· περὶ οὗ ἑτεροῖόν τι παραδιδοὺς ὁ καλὸς Ἡρακλείδης φησίν, ὅτι ἐκ τοῦ δέχω γίνεται δεχύω καὶ Δω‐ ρικῶς δεχύνω, ἐξ οὗ καὶ καθ’ ὑπέρβασιν τοῦ ν δέχνυμαι. οὕτω καὶ τοῦ ἄχω ἄχομαι παράγωγον ἀχύω ὡς ἄνω ἀνύω, Δωριεῖς δὲ ἀχύνω
5φασί· μεταθέσει δὲ ὁμοίᾳ γίνεται ἄχνυμαι, ὡς εἰκὸς δὲ οὕτω καὶ τὰ ὅμοια. Eust. p. 1917, 43: δῆλον δ’ ὅτι ἐκ τοῦ φορῶ γίνεται τὸ φορύω, καθὰ καὶ ἐκ τοῦ χῶ τὸ χύω· ἐξ αὐτῶν δὲ Δωρικῇ προσθέσει τοῦ ν τῇ πολλαχοῦ δηλωθείσῃ τὸ φορύνω καὶ χύνω (?) κατὰ τὸ πλύω πλύνω καὶ ὅσα τοιαῦτα. οὕτω δέ, φασί, καὶ ἄχω ἀχύω καὶ
10Δωρικῶς ἀχύνω καὶ μεταθέσει ἀχνύω, ἐξ οὗ τὸ ἄχνυμι. ὁμοίως καὶ δέχω δεχύω δεχύνω καὶ μεταθέσει καὶ παραγωγῇ δεχνύω δέχνυμι. paulo aliter Aldi Horti Adon. f. 205b: πόθεν τὸ δέχνυμαι; ἐκ τοῦ δέχω δεχύω, ὡς ἄνω ἀνύω, δέχυμι καὶ πλεονασμῷ τοῦ ν Δωρικῶς
δέχνυμι, τὸ παθητικὸν δέχνυμαι, ἐξ οὗ τὸ δέχνυσο.

23

Eust. p. 28, 42: τὸ δὲ ἥνδανε ... δασύνεται, ὡς δηλοῖ καὶ ἐν τῇ τραγῳδίᾳ τὸ ἀφανδάνοντα (Soph. Ant. 501). γίνεται δὲ ἐκ τοῦ ἥδω κατὰ παραγωγὴν ἡδάνω καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ ν ἁνδάνω. τὸν ὅμοιον δὲ τρόπον γίνεται καὶ ἐκ τοῦ λήθω τὸ λαν‐
5θάνω καὶ μήθω μανθάνω καὶ λήχω λαγχάνω καὶ δήκω δαγκάνω, ἐξ οὗ Ἡρακλείδης συγκεκόφθαι φησὶ τὸ δάκνω κατά τινας, οἳ ἔθος φασὶν Αἰολικόν. ἔστι δὲ καὶ Ἀττικὸν βαρύτονα ῥήματα συγκόπτειν, οἷον ἀγείρω ἄγρω „ἀγρόμενος πᾶς δῆμοσ“ (Υ 166), ἐγείρω ἔγρω „ἔγρετο δὲ Ζεύσ“ (O 4), ὀφείλω ὄφλω, ἵνα εἴη οὕτω καὶ δαγκάνω δάκνω. αὐτὸς
10μέντοι ἐκ τοῦ δήκω πεποιῆσθαί φησι τοῦτο δυσὶ διαλέκτοις, Δωρίδι καὶ Ἰάδι. οἵ τε γὰρ Δωριεῖς προστιθέασι, φησί, τὸ ν, οἵ τε Ἴωνες βραχύνουσι τὸ η διὰ τοῦ α, ὡς καὶ ἡ μεσαμβρία δηλοῖ καὶ ἡ πάρη ἤγουν ἡ πήρη καὶ τὸ λελακυῖα καὶ μεμακυῖα. Eust. p. 1525, 10: περὶ δὲ τοῦ ἁνδάνειν εἴρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ῥητέον δὲ καὶ
15ἐνταῦθα τὰ τοῦ Ἡρακλείδου. ᾧ δοκεῖ ἀπὸ τοῦ ἅδω γενέσθαι αὐτὸ καθ’ ὁμοιότητα τοῦ λάβω λαμβάνω καὶ τῶν ὁμοίων. οὗ δὴ ἅδω χρῆσις καὶ παρ’ Ὁμήρῳ ἐν τῷ „ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων“ (M 80) [ἤγουν ἤρεσκεν]. εἰπὼν γὰρ ὅτι τὸ δάκνω συγκοπήν τινές φασιν εἶναι τοῦ δαγκάνω, ἐπάγει ὡς τὸ δάκω μάθω λάχω ἅδω φύγω καὶ ὅσα τοιαῦτα
20ὑποτακτικὰ τρισὶ γράμμασι ὑστερεῖ καὶ μιᾷ συλλαβῇ τῶν ἐξ αὐτῶν ὁριστικῶν, ὧν τὸ α παρατέλευτον· τοιοῦτον γὰρ τὸ φύγω ὑποτακτικὸν πρὸς τὸ φυγγάνω καὶ ἐρύγω πρὸς τὸ ἐρυγγάνω καὶ τὸ δάκω μάθω λάχω ἅδω πρὸς τὸ δαγκάνω μανθάνω λαγχάνω ἁνδάνω. ταύτῃ τοι καὶ τοῦ ἁμαρτάνω ὑποτακτικόν, φησίν, εἶναί φαμεν ἁμάτω δίχα τοῦ ρ,
25ὅπως καὶ αὐτὸ τρισὶ γράμμασιν ἐκείνου λείπηται. διὸ ἀναλογώτερον τὸ κιγχάνω καὶ ἱγκάνω τοῦ κιχάνω καὶ ἱκάνω, ἵνα καὶ αὐτὰ λείπωνται
(immo περισσεύωσι) τρισὶ γράμμασι τοῦ κίχω καὶ ἵκω. Eust. p. 1714, 54: Ἡρακλείδης δὲ ἐν οἷς λέγει τὸ δάκνω Δωρίδι καὶ Ἰάδι πεποιῆσθαι διαλέκτῳ, Δωριεῖς μὲν γάρ, φησίν, ἐντιθέασι [τῷ υ]
30τὸ ν, θύω θύνω, δύω δύνω, Ἴωνες δὲ βραχύνουσι τὸ η διὰ τοῦ α, ἐπάγει οὕτω· μεσημβρία μεσαμβρία, πήρη πάρη, λεληκυῖα λελακυῖα, μεμηκυῖα μεμακυῖα, συλλαλῶν οὕτω καὶ αὐτὸς τῷ Ἀφθονίῳ. Aldi Horti Adon. f. 205a: πόθεν τὸ δάκνω; παρὰ τὸ δήκω κατ’ Ἴωνας. καὶ συστολῇ τοῦ η εἰς α δάκω ὡς μεσημβρία μεσαμβρία καὶ Πῆρις
35Πάρις· καὶ κατὰ Δωριεῖς προσθέσει τοῦ ν δάκνω. ἢ παρὰ τὸ δαγκάνω γέγονε κατὰ συγκοπὴν Αἰολικῶς καὶ Ἀττικῶς δάκνω· ἔθος δὲ ἔχουσιν τὰ βαρύτονα τῶν ῥημάτων συγκόπτειν· ἀντὶ γὰρ τοῦ ἀγείρω ἄγρω λέγουσιν, ἀφ’ οὗ καὶ τὸ παρ’ Ὁμήρῳ „ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσί‐ μωροι“ (H 134), καὶ τὸ ἐγείρω ἔγρω οἷον „ἔγρετο δ’ ἐξ ὕπνου“ (B 41).
40l. 17 ἅδω: huc pertinere videntur quae tradit Eust. p. 1721, 62: ὅτι δὲ τὸ ἁδῶ ἁδήσω καὶ αὐτόχρημα τὸ ἥδεσθαι δηλοῖ ποτε, δῆλον ἀπὸ χρήσεως Ἱππώνακτος, ἣν Ἡρακλείδης προφέρει, εἰπόντος „ἅδηκε
βουλή“ (frg. 100).

24

Eust. p. 23, 26: τὸ δὲ νοῦσος Ἰωνικὴν ἐπένθεσιν ἔχει τοῦ υ. ὡς γὰρ ὁδός οὐδός καὶ βότας βούτας παρ’ Εὐριπίδῃ (Hippol. 537) καὶ κόρος κοῦρος ὁ νέος καὶ ὀλομένη οὐλομένη καὶ ὅρος οὖρος ὁ περιο‐ ρισμός καὶ γονός γουνός ὁ γόνιμος τόπος, οὕτω καὶ νόσος νοῦσος κατὰ
5τοὺς Ἴωνας μηκύνοντας τὸ ο προσλήψει τοῦ υ. οὗπερ ἀνάπαλιν οἱ Βοιωτοὶ ποιοῦσι, κατὰ τὴν Ἡρακλείδου παράδοσιν, προστιθέντες αὐτοὶ τῷ υ διχρόνῳ τὸ μικρὸν ο καὶ βραχυνομένου μέν, φησί, βραχύνοντες, μηκυνομένου δὲ μηκύνοντες, τὸ ὕλη οὔλη λέγοντες καὶ τὸ ὕδωρ οὔδωρ. quo e conexu haec sumpserit Eustathius, patet ex Aldi
10Hortis Adon. f. 205a: πόθεν τὸ ὀρούω; ἐκ τοῦ ὄρω. καὶ Ἰωνικῶς ἐπλεόνασε τὸ υ καὶ ἐγένετο ὀρύω· οἱ γὰρ Ἴωνες τὰ εἰς ω λήγοντα ῥήματα, εἴτε βαρύνονται εἴτε περισπῶνται, διὰ τοῦ υ βραχυνομένου ἐκφέρουσιν, οἷον ἴδω ἰδύω (πιδῶ πιδύω? cf. Choerob. Orthogr. 249, 14), κινῶ κινύω, ἐξ οὗ τὸ „πυκναὶ κινύονται φάλαγγεσ“ (Δ 281 κίνυντο).
15καὶ Βοιωτικῶς ἐπλεόνασε τὸ ο καὶ ἐγένετο ὀρούω. οἱ γὰρ Βοιωτοὶ προστιθέασι τῷ υ τὸ ο, καὶ βραχυνόμενον 〈μὲν〉 βραχύνουσι, μηκυ‐ νόμενον δὲ μηκύνουσι, οἷον ὕλη οὔλη, ὕδωρ οὔδωρ. ὅθεν καὶ ἥμαρτε τὸ ὀρούω ἔχον μακρὰν δίχρονον Βοιωτικῶς. —1. 2 οὐδός: hoc loco memoratum fuisse crediderim quod tradit Eust. p. 1815, 5:
20Ἡρακλείδης δὲ ἐν οἷς περὶ δυσκλίτων ῥημάτων γράφει „ἀρι‐ σφαλὲς ἔμμεναι οὖδασ“ φησὶ γράφεσθαι οὐκ ἄλλως ὑπό τινων (pro
„ἀρισφαλέ’ ἔμμεναι οὐδόν“ ρ 196).

25

Eust. p. 773, 29: Ἡρακλείδης δέ φησιν, ὡς τῶν τινες κριτι‐ κῶν [ὅ ἐστιν ἀκριβεστέρων γραμματικῶν], ὧν ἐστι καὶ Τισίας, ὑπέρ‐ βατον ἔλεγον εἶναι τὸ ἔθων (I 540), ἵνα ᾖ ἀντὶ τοῦ καταθέων, κατα‐ τρέχων [ῥητορικῶς εἰπεῖν, ὑπέρβατον λέγοντες εἶναι τὴν τῶν στοιχείων
5μετάθεσιν, δι’ ἧς τὸ θέων ἔθων γίνεται, ὃ καὶ σημείωσαι]. αὐτὸς δὲ ἐκ τοῦ ἔδω φησὶ γενέσθαι κατὰ Δωριεῖς τὸ ἔθω, οἳ καὶ τὸν μαδόν μασθόν λέγουσι καὶ τὸ ψεῦδος ψύθος. τὸ δὲ ἔθω πρωτότυπον ὁ αὐτὸς εἶναι λέγει τοῦ ἔσθω τοῦ, ὥς φησιν, ἡμαρτημένου· ἐχρῆν γὰρ ὡς ἔχω ἴσχω, ἔπω ἴσπω καὶ ἐνίσπω, οὕτως εἶναι καὶ ἔθω ἴσθω Σικελικῶς
10κατὰ τὸ ἕζω ἵζω καὶ καθίζω. Eust. p. 452, 19: χρῆσις δὲ τοῦ μαδοῦ ἐν οἷς Ἡρακλείδης εἰπὼν ἐκ τοῦ ἔδω τὸ ἔσθω γίνεσθαι Δωρικῶς τροπῇ τοῦ δ εἰς θ, ὡς τὸ „ἔθων Οἰνῆος ἀλωήν“ (I 540), λέγει ὅτι καὶ τὸν μαδόν οὕτω μασθόν λέγουσιν οἱ Δωριεῖς καὶ τὸ ψεῦδος δέ, φησίν, ἄραντες τὸ ε ψύθος φασίν. Eust. p. 1561, 60: ἰστέον δὲ ὅτι Σικελῶν
15κατὰ τὴν Ἡρακλείδου παράδοσιν τὸ ε ᾧ ἕπεται τὸ ς μετατιθέντων εἰς ι, οἷον ἑστία ἱστία, δοκεῖ τὸ ἔσθω ἡμαρτημένον εἶναι, γενόμενον μὲν ἀπὸ τοῦ ἔθω προσλήψει τοῦ ς, μὴ τρέψαν δὲ τὸ ε εἰς ι κατὰ τὸ ἔχω ἴσχω καὶ τὰ ὅμοια. αὐτὸ δὲ τὸ ἔθω, οὗ χρῆσις ἐν τῷ „ἔθων Οἰνῆος ἀλωήν“, ἀπὸ τοῦ ἔδω λέγει ὁ Ἡρακλείδης παρῆκται (παρεῖχθαι i. e.
20παρῆχθαι Phavorinus) Δωριέων ἔθει, οἵ, φησί, καὶ τὸν μαδόν μασθόν λέγουσι καὶ τὸ ψεῦδος ψύθος ἄραντες τὸ ε. Eust. p. 1562, 40: ἰστέον δὲ ὡς [εἰ καὶ Ἰώνων ἐστὶν ἡ ψίλωσις τοῦ ἐπίστιον ἀλλ’] αὐτὴ ἡ λέξις τοῦ ἱστίου καθὰ καὶ ἡ ἱστία Σικελῶν εἶναι πρὸ βραχέων ἐρρέθη καθ’ Ἡρα‐ κλείδην, ὃς εἰπὼν ὡς Σικελοὶ τὸ ἀρκτικὸν ε ᾧ ἕπεται τὸ ς εἰς ι μετατι‐
25θέασιν, ἐπάγει ὅτι οὕτω τὴν τοιαύτην ἀκολουθίαν ἐκεῖνοι σώζουσιν, ὥστε, κἂν μὴ ἕπηται τὸ ς φύσει, ἀλλ’ ἔξωθεν παρεισπέσῃ, ὁμοίως ποιοῦσι· τὸ γοῦν ἔχω ἴσχω φασὶ καὶ τὸ ἔπω ἴσπω καὶ ἐνίσπω, οὕτω δὲ καὶ τὸ ἕζω, ὅθεν τὸ καθέζομαι, ἵζω λέγουσι διὰ τὸ φύσει ἑπόμενον ς τὸ ἀρκτικὸν τῆς συνθέσεως· τὸ γὰρ ζ ἐκ τοῦ ς καὶ δ σύγκειται. ταύτῃ
30τοι τὸ ἔσθω γραφόμενον, φησί, διὰ τοῦ ε ἁμαρτάνεται, ὡς οἷα ὀφεῖλον ἴσθω εἶναι. Aldi Horti Adon. f. 205b (Exc. Darmst. Et. Gud. 661, 43): πόθεν τὸ καθίζω; ἐκ τοῦ ἕζω τὸ καθέζομαι. καὶ Σικελι‐ κῶς ἐτράπη τὸ ε εἰς ι καὶ γέγονεν ἵζω· οὗτοι γὰρ τὸ ἀρκτικὸν ε [ἐν] ᾧ ἕπεται ς εἰς ι μετατιθέασιν, οἷον ἔχω ἴσχω, ἔπω ἴσπω. οὕτως
35οὖν καὶ ἕζω ἵζω καθίζω· τὸ γὰρ ζ ἐκ τοῦ ς καὶ δ σύγκειται.

26

Eust. p. 1654, 13: περὶ δὲ τοῦ φράζεσθαι εἰ καὶ προγέγραπται, ὅμως οὐ πάρεργον καὶ ἐκ τῶν Ἡρακλείδου παρασημειώσασθαι ταῦτα. ἀνέκαθεν, φησίν, [ἤγουν ἐξ ἀρχῆς θεματικῆς] ἔστι φῶ τὸ λέγω, οὗ
μετοχὴ ἀόριστος φάσας, ὡς κλῶ κλάσας, καὶ συγκοπῇ φάς, οἷον „φὰς
5ἔμεν ἀπτόλεμον“ (I 35), ὥσπερ καὶ κλάς, φησί, παρ’ Ἀνακρέοντι (frg. 17 ἀποκλάς). τὸ δὲ φῶ παραχθὲν εἰς τὸ φάζω, ἐξ οὗ ἡ φάσις, προσλήψει τοῦ ρ γίνεται φράζω, ὅθεν ἡ φράσις. ἄλλως δὲ μεταληφθὲν Μακεδόνων, φησί, διαλέκτῳ καὶ ἐξενεχθὲν διὰ τοῦ β ποιεῖ τὸ βῶ βάζω Σικελικῶς κατὰ τὸ σιγῶ σιγάζω, ἀνιῶ ἀνιάζω, ἀτιμάζω, πελάζω. ἐκ δὲ
10τοῦ βάζω καὶ ἡ βάξις Δωρικώτερον. καὶ οὕτω μὲν ἐκ τοῦ φῶ Μακεδονι‐ κῶς γέγονε τὸ βῶ· οὐδέποτε γάρ, φησί, κατ’ ἀρχὰς λέξεων ἐκεῖνοι τῷ φ χρῶνται, ἀλλ’ ἀντ’ αὐτοῦ δηλαδὴ τῷ β, ὡς καὶ ὁ Βίλιππος δηλοῖ καὶ ἄλλα εἰρημένα ἑτέρωθι (cf. p. 1618, 53). —ἐν δὲ ἑτέρῳ τόπῳ λέγει ὁ αὐτὸς Ἡρακλείδης, τοὺς Παμφυλίους ἄλλως χαίρειν
15τῷ β προτιθέντας αὐτὸ παντὸς φωνήεντος· τὸ γοῦν φάος φάβος φασὶ καὶ τὸ ἀέλιος [β]ἀβέλιος, οὕτω δέ, φησί, καὶ τὸ ὀρούω ὀρούβω λέγουσι καὶ περισπωμένως δὲ ὀρουβῶ. ὡς δὲ Αἰολεῖς ἄλλως τῷ β χαίρουσι προτιθέντες τοῦ ρ ἐν τῷ ῥάκος βράκος, ῥοτός βροτός, ῥυτήρ βρυτήρ, ἐν ἄλλοις δηλοῦται. —λέγει δὲ Ἡρακλείδης καὶ
20ὅτι Ταραντίνων τὰ εἰς ζω λήγοντα βαρύτονα ῥήματα, ὧν ὁ παρακείμενος καὶ ὑπερσυντέλικος διὰ τοῦ κ ἐκφέρονται, φραζόντων ἐν δυσὶ σς οἷον σαλπίζω σαλπίσσω, λακτίζω λακτίσσω, οὕτω δὲ καὶ φράζω φράσσω τὸ λέγω, ἐκεῖθεν Κόριννα ἡ μελοποιὸς φράττω ἔφη ἐν δυσὶ ττ Βοιωτικῶς. ἔτι λέγει ὁ αὐτὸς καὶ ὡς οἱ εἰρημένοι Ταραντῖνοι τὰ
25παρ’ ἡμῖν διὰ δύο σς ἔμπαλιν διὰ τοῦ ζ προφέρουσι· τὸ γὰρ πλάσσω πλάζω φασὶ καὶ τὸ ἀνάσσω ἀνάζω. Eust. p. 222, 3: ὡς δὲ Αἰολικὸν ὁ βροτός, δηλοῦσιν οἱ παλαιοὶ φάμενοι ὅτι προστιθέασιν οἱ Αἰολεῖς τὸ β τῷ ρ, ἡνίκα ἡ ἐφεξῆς συλλαβὴ ἔχει ἢ τὸ κ οἷον ῥάκος βράκος ἢ τὸ δ οἷον ῥόδον βρόδον ἢ τὸ ζ οἷον ῥίζα βρίζα ἢ τὸ τ οἷον ῥυτήρ
30βρυτήρ ὁ χαλινός. οὕτως οὖν καὶ ῥοτός βροτός ὁ ῥευστὸς ἄνθρωπος. Eust. p. 1387, 39: ἄλλως δὲ κοινότερον παρὰ τὸ ῥέω γίνεται ῥοτὸς ὁ ῥοῇ ὑποκείμενος καὶ πλεονασμῷ τοῦ β Αἰολικῶς βροτὸς ὁμοίως τῷ ῥᾴδιον βρᾴδιον, ῥάκος βράκος, ῥόδον βρόδον, ῥίζα βρίζα, [ἴσως δὲ καὶ ῥῶ βρῶ, ἐξ οὗ βρῶσις ἡ οἷον ῥῶσις τῷ ζῶντι], οὕτω δὲ καὶ ῥυτήρ βρυτήρ
35ὁ χαλινός. Eust. p. 824, 26: περὶ δὲ τοῦ ἀπονίζεσθαι, ὃ καὶ νίπτεσθαι λέγεται, ὡς δηλοῖ τὸ „νίψεν ἀπὸ χρωτόσ“ (K 575), φασὶν οἱ παλαιοὶ ὡς οἱ Ταραντῖνοι τὰ εἰς ζω λήγοντα ῥήματα βαρύτονα διὰ δύο σς προφέρουσιν, οἷον σαλπίζω σαλπίσσω, λακτίζω λακτίσσω, φράζω φράσσω, ὅπερ ἡ Κόριννα φράττω λέγει Βοιωτικῶς. πάλιν δὲ τὰ παρ’ ἡμῖν διὰ
40δύο σς αὐτοὶ διὰ τοῦ ζ προφέρουσι τὸ πλάσσω πλάζω λέγοντες καὶ
τὸ ἀνάσσω ἀνάζω. καὶ τὸ νίπτω οὖν παρ’ Αἰολεῦσι νίσσω λεγόμενον ὡς πέπτω πέσσω (frg. 17) οἱ Ταραντῖνοι μεταθέσει τῶν δύο σς εἰς
τὸ ζ νίζω λέγουσι.

27

Eust. p. 1654, 28: ἔτι λέγει (Ἡρακλείδης) καὶ ὅτι Αἰολεῖς τῷ α προστιθέντες τὸ υ, ὥς φησιν Ἀρίσταρχος παρατιθεὶς τὸ ἀτάρ αὐτάρ, δαλός δαυλός, ἴαχεν ἴαυχεν, λέγουσιν οὕτω καὶ φάσκω φαύσκω καὶ μετὰ τοῦ ρ φραύσκω. δῆλον δ’ ὅτι ἐκ τοῦ εἰρημένου
5φαύσκω καὶ τὸ πιφαύσκω γίνεται κατὰ ἀναδιπλασιασμὸν συνήθη τοῖς Ἴωσιν, οἳ τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα διπλάζοντες τὸ πρῶτον σύμφωνον ἐκφέρουσι μιᾷ πλεονάζον συλλαβῇ, οἷον δέξεται δεδέξεται, λάβῃ λελάβῃσι, κάμωσι κεκάμωσι, δάπτω δαδάπτω καὶ πλεονασμῷ τοῦ ρ δαρδάπτω, μύρω μορμύρω, οὕτω καὶ ἀπὸ τοῦ δάσκω διδάσκω καὶ
10τιτρώσκω ἀπὸ τοῦ τρῶσαι, καὶ ἀπὸ τοῦ πρήσω καὶ πλήσω τὸ πίμπρησι καὶ πίμπλησι. καὶ ἐκ τοῦ φόνος τὸ „ὦ πέπονες“ (N 120) μετα‐ πεσόντος τοῦ φ εἰς π. Δωριεῖς γάρ, φησί, τοὺς ἐπονειδίστους φόνους λέγουσιν ὡς οἱονεὶ ἄξια φόνου δεδρακότας καὶ μετὰ προθέσεως κατα‐ φόνους (—ας?). Eust. p. 1098, 12: ἔνθα ἐνθυμητέον καὶ τὸ τοῦ
15Ἡρακλείδου εἰπόντος ἐν τοῖς περὶ τοῦ πιφαύσκω, ὅτι καὶ τὸ παρ’ Ὁμήρῳ „ὦ πέπονεσ“ κατὰ ἀναδιπλασιασμὸν πεποίηται ὡς ἀπὸ τοῦ φόνου μεταπεσόντος τοῦ φ εἰς τὸ π. οἱ γὰρ Δωριεῖς, φησί, τοὺς ἐπο‐ νειδίστους φόνους λέγουσιν οἱονεὶ ἄξια φόνου δεδρακότας καὶ μετὰ προ‐ θέσεως δὲ καταφόνας φασί. καὶ οὕτω μὲν Ἡρακλείδης. Aldi
20Horti Adon. f. 205b (Exc. Darmst. Et. Gud. 661, 51): πόθεν τὸ πιφαύσκω; ἐκ τοῦ φῶ τὸ λέγω. καὶ κατὰ παραγωγὴν Δωρικὴν γίνεται φάζω ὡς βῶ βάζω, καὶ Αἰολικῶς κατὰ πλεονασμὸν τοῦ υ φαύζω·
οἱ γὰρ Αἰολεῖς εἰώθασι τῷ α προστιθέναι τὸ υ, ὡς ἀτάρ αὐτάρ. καὶ Σικελικῶς διαλύσει τοῦ ζ εἰς ς καὶ κ γέγονε φαύσκω καὶ κατὰ ἀνα‐
25διπλασιασμὸν Ἰωνικὸν γίνεται πιφαύσκω· οἱ γὰρ Ἴωνες τὰ ἀπὸ συμφώνου
ἀρχόμενα ῥήματα ἀναδιπλασιάζουσιν οἷον λελάχωσι, κεκάμωσι, δεδέξεται.

28

Eust. p, 1064, 2: ὡς γάρ φησιν Ἡρακλείδης, καθὰ τελῶ τελίσκω Ἰακῶς καὶ θορῶ θορίσκω καὶ μολῶ μολίσκω, ἐξ ὧν τὸ θρώσκω, ἔτι δὲ καὶ τὸ βλώσκω, οὕτω καὶ ἐκ τοῦ νοῶ γίνεται νοΐσκω καὶ κατὰ συναίρεσιν νώσκω καὶ προσθέσει τοῦ γ Αἰολικῶς
5γνώσκω, ἐπεὶ καὶ τὸ νοῶ γνοῶ φασιν οἱ Αἰολεῖς, ἔνθεν ἡ στέρησις ἀγνοῶ· ἐκ δὲ τοῦ γνώσκω πάντως κατὰ ἀναδιπλασιασμὸν τὸ γιγνώσκω. λέγει δὲ ὁ αὐτὸς καὶ ὡς οἱ Ἠπειρῶται προστιθέασι καὶ αὐτοὶ τὸ γ ταῖς λέξεσιν τὸν δοῦπον γδοῦπον λέγοντες, ὅθεν „ἐρίγδουπος πόσις Ἥρησ“, καὶ ἀπὸ τοῦ νέφος 〈νόφοσ〉 καὶ γνόφος. λέγει δὲ καὶ ἐν τῇ γνώμῃ
10πλεονάζειν τὸ γ, ὡς ἀπὸ τοῦ νοῶ νοήσω 〈νοήμη〉 νώμη καὶ γνώμη. οὕτω δέ πως καὶ ὁ παρὰ τῷ κωμικῷ γλάμων πλεονασμὸν ἔχει τοῦ γ· λήμη γὰρ καὶ ἐκεῖθεν λήμων ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ πλεο‐ νασμῷ τοῦ γ καὶ συστολῇ γλάμων. Eust. p. 1722, 35: τὸ γίνωσκον ἡμαρτῆσθαι δοκεῖ μὴ γραφόμενον γίγνωσκον ἐν δυσὶ γ, ὡς Ἡρακλείδης
15βούλεται. λέγει γὰρ ἐκεῖνος ὅτι, ὥσπερ τελῶ τελίσκω Ἰωνικῶς διὰ τοῦ κ παραληγομένου τῷ ς καὶ τῷ ι, ὁμοίως καὶ θορῶ θορίσκω καὶ μολῶ μολίσκω, οὕτω καὶ νοῶ νοΐσκω· ἐκ τούτων δὲ κατὰ κρᾶσιν θρώσκω βλώσκω νώσκω καὶ Αἰολικῶς γνώσκω· Αἰολεῖς γάρ, φησί, τὸ νοῶ γνοῶ (γνῶ vulgo) φασιν, ὅθεν καὶ τὸ ἀμφιγνοεῖν [ἤγουν διχονοεῖν] καὶ ἡ
20ξύγγνοια καὶ τὸ ἀγνοεῖν καὶ ἡ ἄγνοια. ἐφ’ οἷς παραδοὺς ὁ Ἡρακλείδης ὡς προστιθέασι τὸ γ ταῖς λέξεσι καὶ οἱ Ἠπειρῶται τὸν δοῦπον γδοῦπον λέγοντες, ὅθεν καὶ „ἐρίγδουπος πόσις Ἥρησ“ [ἔνθα μνηστέον καὶ τοῦ „ἐπὶ δ’ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη“ (Λ 45)], προσθεὶς δ’ εἰπεῖν καὶ ὅτι ἀπὸ τοῦ νέφος νόφος καὶ γνόφος Αἰολικὸν ὁ ἄλλως δνόφος, καὶ
25ὅτι καὶ τὸ ἐν Ἰλιάδι γέντο ἤγουν εἵλετο ἔξωθεν ἔχει τὸ γ (cf. frg. 19), καὶ ὡς ἡ γνώμη πλεονάζει καὶ αὐτὴ τῷ γ γενομένη δηλαδὴ ἐκ τοῦ νοῶ νοήσω 〈νοήμη〉 Δωρικῶς μὲν νώμη Αἰολικῶς δὲ γνώμη, διδάσκει ὡς Ἴωνες, ὅταν ἀναδιπλῶσι ῥήματα, τὸ αὐτὸ ἀρκτικὸν ποιοῦνται πρώτης καὶ δευτέρας συλλαβῆς, λαβέσθαι λελαβέσθαι, κάμω κεκάμω, πιθέσθαι
30πεπιθέσθαι, δάσκω διδάσκω, τύσκω τιτύσκω, χωρὶς εἰ μὴ μέλλοι δύο δασέα κείσεσθαι παράλληλα. τοίνυν, φησί, τοῦ νοΐσκω συνῃρημένου ὡς εἴρηται εἰς τὸ νώσκω εἴη ἂν ἐπ’ αὐτοῦ Ἰωνικὴ ἀναδίπλωσις νινώσκω (νιννώσκω vulgo) διὰ τῶν δύο ν. τοῦ δὲ νώσκω Ἠπειρωτικὴ (rectius Αἰολικὴ) γιγνώσκω διὰ τῶν δύο γ. ... ἔστι γὰρ κἀνταῦθα (duplex
35γ in γίγνομαι), ὡς Ἡρακλείδης βούλεται, καθὰ μένω μέμνω κατὰ 〈ἀνα〉διπλασιασμὸν καὶ μεταθέσει τοῦ ε εἰς ι μίμνω κατὰ Ἴωνας, οὕτω καὶ γένω γέγνω καὶ ἐξ αὐτοῦ γίγνω γίγνομαι καὶ τὰ ἀπ’ αὐτῶν. ἐν τούτοις δὲ περὶ ἀναδιπλώσεως ἀκριβολογούμενος Ἡρακλείδης λέγει ὅτι, ὁπηνίκα μὲν συλλαβῆς ἀναδίπλωσις ᾖ, ὑστερεῖται τὸ ὁλόκληρον
40μιᾷ συλλαβῇ [ἤγουν λείπεται τὸ τέλειον καὶ κοινὸν μιᾶς συλλαβῆς πρὸς τὸ διπλασιαζόμενον]· τὸ γὰρ λάβω μιᾷ συλλαβῇ οὕτως ὑστερεῖ τοῦ κατὰ ἀναδιπλασιασμὸν λελάβω, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων· ὅτε δὲ γράμματι ἐνθεωρεῖται ἑνὶ ἡ ἀναδίπλωσις, τότε ἰσοσυλλαβεῖ τῷ ἀνα‐ δεδιπλωμένῳ τὸ ὁλόκληρον, οἷον μένω μίμνω, γένω γίγνω, οὕτω δὲ
45καὶ μέλω μέμλω καὶ πλεονασμῷ [ἤγουν παρενθέσει] τοῦ β μέμβλω, παρεντιθέντος τοῦ β διὰ τὸ μηδέποτε κατὰ μίαν συλλαβὴν τὸ λ ἕπεσθαι τῷ μ, ὡς δῆλον καὶ ἐκ τοῦ ὡς ἐρρέθη μολίσκω βλώσκω καὶ ἐκ τοῦ παραμεμέληκε παραμέμβλωκε. Aldi Horti Adon. f. 205b (Exc. Darmst. Et. Gud. 661, 48): πόθεν τὸ γιγνώσκω; ἐκ τοῦ

28

(50)

νοῶ καὶ πλεονασμῷ τοῦ γ Αἰολικῶς γνοῶ, ἐξ οὗ τὸ κατὰ στέρησιν ἀγνοῶ, [καὶ κατὰ συγκοπὴν γνῶ, ὁ μέλλων γνώσω καὶ προσθέσει τοῦ κ πρὸ τοῦ δευτέρου ω γνώσκω], καὶ κατὰ ἀναδιπλασιασμὸν Ἰωνικῶς γιγνώσκω. Aldi Horti Adon. f. 205b (Exc. Darmst. Et. Gud. 661, 58): πόθεν τὸ γέντο; ἐκ τοῦ ἕλω τὸ λαμβάνω, οὗ ὁ παθητικὸς
55ἐνεστὼς τὸ ἕλομαι, καὶ ὁ παρατατικὸς ἑλόμην, τὸ γʹ ἕλετο καὶ κατὰ συγκοπὴν Αἰολικὴν ἕλτο καὶ κατὰ μετάθεσιν τοῦ λ εἰς ν Δωρικῶς
ἕντο καὶ πλεονασμῷ τοῦ γ Αἰολικῶς γέντο.

29

Eust. p. 1647, 31: ἰστέον δὲ ὅτι τὸ βῆν ἡ μονοσυλλαβία περιέσπασεν, ἄλλως γὰρ τὸ πλῆρες αὐτοῦ ἤγουν τὸ ἔβην βαρύνεται. ἀμήχανον γὰρ κατὰ Ἡρακλείδην ὁριστικὸν εὑρέσθαι εἰς ην λῆγον μὴ πάντως βαρυνόμενον ἐν πρώτῳ προσώπῳ, εἰ μὴ μονοσύλλαβον εἴη·
5μονοσυλλαβοῦν μέντοι περισπᾶται οἷον βῆν ἔβην, στῆν ἔστην. οὐκοῦν ὡς εἰκὸς καὶ τὸ χρῆν προσλήψει τοῦ ε ἦν ἂν ἔχρην, εἴπερ ἦν ὁριστικὸν ῥῆμα. ἔστι δὲ οὐ τοιοῦτον κατ’ αὐτὸν ἀλλὰ Δωρικὸν ἀπαρέμφατον κατὰ τὸ ζῆν καὶ τὰ ὅμοια. πᾶν γάρ, φησί, ῥῆμα εἰς ην λῆγον καὶ περισπώμενον οὐκ ἄλλο τί ἐστιν ἢ ἀπαρέμφατον, καὶ τοῦτο παρὰ Δω‐
10ριεῦσιν, οἳ φιλῆν καὶ νοῆν διὰ τοῦ η φασίν. οὐκοῦν, φησί, καὶ χρῆν
(ἐχρῆν vulgo).

30

Eust. p. 1643, 1: ἔτι ἰστέον καὶ ὅτι τὸ ὀλίγον ὀλίζον καθ’ Ἡρακλείδην Ἴωνές φασιν οἱ νεώτεροι τῷ ζ ἀντὶ τοῦ γ χρώμενοι, καὶ τὸ μὲν φύγω φύζω λέγοντες, τὸ δὲ πέφυγα καὶ πεφυγώς πέφυζα καὶ πεφυζώς. ἐρεῖ δέ τις, φησίν, οὕτω καὶ ἐκ τοῦ φυγῶ φυγήσω
5πεφυγηκότες γενέσθαι τὸ πεφυζότες ἐξαιρεθείσης τῆς μέσης συλλαβῆς καὶ τοῦ γ τραπέντος εἰς ζ. ὃ γίνεται καὶ ἐν τῷ φυγή φύζα, ὅθεν φυζινός, φησίν (φασίν vulgo), ὁ δειλός, εἶτα φυζακινός, ὡς λεπτός λεπτινός λεπτακινός. Aldi Horti Adon. f. 205b (Exc. Darmst. Et. Gud. 661, 62): πόθεν τὸ πεφυζότες; ἐκ τοῦ φύγω. καὶ Ἰωνικῶς
10ἐτράπη τὸ γ εἰς ζ, ὡς ὀλίγον ὀλίζον, καὶ γέγονε φύζω, καὶ ὁ μέσος παρακείμενος πέφυγα καὶ κατὰ τὴν αὐτὴν διάλεκτον τροπῇ τοῦ γ εἰς
ζ πέφυζα· ἡ μετοχὴ ὁ πεφυζώς καὶ πεφυζότες.

31

Eust. p. 734, 51: εἰλήλουθμεν [ἤγουν ἐληλύθαμεν], ὃ κατὰ τὸν ῥηθέντα Ἡρακλείδην πεποίηται διαλέκτοις τέσσαρσιν, Ἀτθίδι Ἰάδι Βοιωτίᾳ Αἰολίδι. ἐλεύθω γάρ, οὗ μέσος κοινὸς παρακείμενος ἤλευθα καὶ Ἀττικῶς ἐλήλυθα κατὰ τὸ ἤρεικα ἐρήρικα ὅ ἐστιν ἔσχισα, ἤλειφα
5ἀλήλιφα. ἐπεὶ δὲ ἔθος Βοιώτιον προστιθέναι τῷ υ τὸ ο καὶ Ἰακὸν τῷ ε τὸ ι, γίνεται οὕτως εἰλήλουθα, ὃ βεβοιωτίασται μέν, φησί, κατὰ τὴν παραλήγουσαν, κατὰ δὲ τὴν πρώτην [ἤγουν τὴν ἄρχουσαν] ἰώνισται. τοῦ δὲ τοιούτου εἰλήλουθα πληθυντικὸν εἰληλούθαμεν ἀναλόγῳ προσ‐ θέσει τοῦ μεν κατὰ τὸ τέτυφα τετύφαμεν, ὅθεν Αἰολικῶς συγκέκοπται
10τὸ εἰλήλουθμεν· Αἰολέων γάρ εἰσιν αἱ συγκοπαί. ὅτι δὲ συγκέκοπται τὸ εἰλήλουθμεν, δῆλον οὕτω· πᾶν ῥῆμα πληθυντικὸν πρώτου προσώπου ἑκάστοτε πρὸ τῆς μεν φωνῆεν ἔχει καὶ οὐδέποτε σύμφωνον· τοῦτο δὲ ἔχει πρὸ τοῦ μ τὸ θ, συγκέκοπται ἄρα, ὥσπερ καὶ τὸ ἐπέπιθμεν ἐκ τοῦ ἐπεπίθομεν καὶ τὸ ἴσμεν ἐκ τοῦ ἴσαμεν, οὗ θέμα τὸ ἴσημι (haec
15descr. Cram. A. P. III 49, 28). Aldi Horti Adon.. f. 205b (Exc. Darmst. Et. Gud. 662, 3): πόθεν τὸ εἰλήλουθμεν; ἐκ τοῦ ἐλεύθω, οὗ ὁ μέσος παρακείμενος ἤλευθα καὶ Ἀττικῶς ἐλήλυθα καὶ Ἰωνικῶς εἰλήλυθα καὶ Βοιωτικῶς εἰλήλουθα· οἱ γὰρ Βοιωτοὶ προστιθέασι τῷ υ τὸ ο. τὸ πρῶτον τῶν πληθυντικῶν εἰληλούθαμεν καὶ κατὰ συγκοπὴν
20Αἰολικὴν εἰλήλουθμεν.

32

Eust. p. 1596, 1: τὸ δὲ πέπληγον (θ 264) Ἰώνων καὶ Συρα‐ κουσίων λέξις· οὗ ἐνεστὼς πεπλήγω ἐκ τοῦ πέπληγα, καθὰ ἐν Ἰλιάδι τὸ „ἐκλέλαθον κιθαριστύν“ (B 600) ἐκ τοῦ λέλαθα λελάθω. Σικελοὶ γὰρ καθ’ Ἡρακλείδην τὸ α τῶν παρακειμένων (sic Phav., περισπω‐
5μένων Eust. edit.) εἰς ω μετατιθέασιν, οἷον πεποίηκα πεποιήκω. οὕτω δὲ καὶ πέφυγα πεφύγω καὶ κατὰ Ἀλκαῖον πεφύγγω 〈ν〉. Ἀριστόνικος δὲ οὐ Σικελικὰ ταῦτα ἀλλ’ ἀναδιπλώσεις Ἰακὰς βούλεται εἶναι κατὰ τὸ κεκάμω καὶ λελάβω. Eust. p. 576, 35: τὸ δὲ ἐπέπλη‐ γον ἀπὸ ἐνεστῶτος γίνεται τοῦ πεπλήγω, αὐτὸς δὲ ἀπὸ παρακειμένου
10τοῦ πέπληγα εἰς ἐνεστῶτος ἀρχὴν ἀνέβη. Συρακουσίων δὲ γλώσσης ἡ λέξις ἐστί [καθὰ καὶ παρ’ Ἡσιόδῳ τὸ „ἐπέφυκον“ καὶ ὅσα τοιαῦτα]. Aldi Horti Adon. f. 205b: πόθεν τὸ „ἐκλέλαθον κιθαριστύν“; ἐκ τοῦ λήθω τὸ λανθάνω· καὶ ὁ μέσος παρακείμενος λέληθα καὶ κατὰ συστολὴν Ἰωνικὴν τοῦ η εἰς α λέλαθα καὶ κατὰ Σικελοὺς τροπῇ τοῦ
15α εἰς ω λελάθω ἐνεστώς· οὗτοι γὰρ τοὺς παρακειμένους μεταποιοῦσιν εἰς ἐνεστῶτας, οἷον πεποίηκα πεποιήκω. ἀπὸ δὲ τοῦ λελάθω γέγονεν ὁ
παρατατικὸς λέλαθον καὶ ἐκλέλαθον.

33

Eust. p. 853, 5: τὸ δὲ οἶδα Αἰολικῶς πεποιῆσθαι ὁ Ἡρακλεί‐ δης φησί, ὡς καὶ τὸ δέδοικα λέλοιπα πέποιθα· τὰ γὰρ κοινὰ τῇ διὰ τοῦ ε καὶ ι διφθόγγῳ παραλήγεσθαι βούλεται. Eust. p. 1618, 48: τὸ δὲ πεποιθότες Αἰολικόν ἐστι καθ’ Ἡρακλείδην, ὃς λέγει ὅτι τὸ
5οἶδα πέποιθα λέλοιπα δέδοικα Αἰολικοί εἰσι παρακείμενοι· χαίρουσι γὰρ Αἰολεῖς τοιαύταις παρατελεύτοις. τὰ δὲ κοινὰ αὐτῶν εἶδα πέπειθα
λέλειπα δέδεικα.

34

Eust. p. 1385, 29: ἔστι δὲ τὸ μὲν διχθά καθὰ καὶ ἐν Ἰλιάδι τὸ τριχθά καὶ τετραχθά Δωρικόν. Δωριέων γὰρ ἡ τοῦ θ ἐν τούτοις ἐπένθεσις, ὡς καὶ ἐν τῷ πονῶ πονήσω πεπόνηκα πέπονα καὶ πλεονασμῷ πέπονθα [πρός τινα ὁμοιότητα τοῦ πέποιθα]. οὕτω δὲ καὶ ἐν τῷ
5μαλακός μαλθακός καὶ χαμαλή χθαμαλή. τινῶν δὲ εἰπόντων τὸ αὐτὸ γίνεσθαι καὶ ἐν τῷ ἦσθα, ὁ Ἡρακλείδης οὐκ ἀκούει. δοκεῖ δὲ καὶ ἐκ τοῦ ἔχειν ὅπερ ἐστὶν ἐξέχειν κοινῶς μὲν γενέσθαι ἡ Καρυστία Ὄχη, πρὸς διαστολὴν δὲ Δωρικῶς ἡ τοῦ ποταμοῦ ὄχθη καὶ ἐξ αὐτῆς ὄχθος [ἴσως δὲ καὶ ὁ μόχθος, ὡς ἐκ τοῦ ὀχλεῖν ὁ μόχλος]. ὁμοίως
10δὲ καὶ ἐκ τοῦ ἄχος τὸ ἄχθος καὶ τὰ ἐξ αὐτοῦ, καὶ ἐκ τῆς ὀχῆς ὅ ἐστι τροφῆς ὁ παρὰ Ἡσιόδῳ εὐοχθέων (Op. 475). (Eust. p. 424, 16: τὸ δὲ τριχθά καὶ τετραχθά ἐκ τοῦ τρίχα καὶ τέτραχα γίνεται πλεο‐ νασμῷ τοῦ θ διὰ τραχυφωνίαν πλείονα, ὃ δὴ γίνεται καὶ ἐπὶ τοῦ ὄχθος καὶ ὄχθη· καὶ ἐν αὐτοῖς γὰρ ἀπὸ τοῦ ἐξέχειν γενομένοις πλεονασμὸς
15τοῦ θ ἐστίν, ὡς καὶ ἐν τῷ εὐοχθεῖν κατά τινας, ὃ παρ’ Ἡσιόδῳ κεῖται,
καὶ ἐν τῷ χθών χθονός. ὀξύνεται δὲ ὡς δηθά.)

35

Eust. p. 1700, 31: σημείωσαι δὲ ὅτι τε τὸ ἑσταότα (λ 583) εὑρίσκεται γραφόμενον καὶ ἑστεότα, καὶ ὅτι περὶ αὐτοῦ καὶ τῶν κατ’ αὐτὸ Ἡρακλείδης γράφει, ὡς αἱ ὁμοφωνίαι τῶν ῥημάτων διαλανθάνειν ποιοῦσι καὶ θέματα καὶ κλίσεις. οἷον πολλάκις ἑνὸς παρακειμένου
5πολλοὶ ἐνεστῶτες εὑρίσκονται, ἑνὸς δέ φημι ἐν φωνῇ μόνῃ νοουμένου καὶ μὴ ἐν γραφῇ, καὶ μᾶλλον εἰ καὶ πνεῦμα διάφορον εἴη αὐτῷ. τοῦ γοῦν ῆκα δυσὶ πνεύμασι χρωμένου εἰσὶν ἐνεστῶτες, εἰ μὲν ψιλοῦται, ἔθω οἷον „ἔθων Οἰνῆος ἀλωήν“ (I 540), αἴδω οἷον „αἰδομένων δ’ ἀνδρῶν“ (E 531. O 563), αἴθω τὸ καίω, αἴσθω, ᾄδω, ἔδω τὸ
10ἐσθίω· δασυνομένου δὲ ἐνεστὼς ἂν γένοιτο ἥδω καὶ ἕζω καὶ ἕω, οὗ σύνθετον τὸ ἀφῆκα, καὶ ἥκω, ἔτι δὲ καὶ τὸ ἵημι. καὶ οὕτω μὲν παρακειμένου ἑνὸς πολλοὶ ἐνεστῶτες εὕρηνται. ἑνὸς δὲ αὖθις ἐνεστῶτος παρακείμενοι πολλοὶ ὡς οἷον ἐπὶ τοῦ φιλῶ καὶ γηθῶ. ἀφ’ ὧν εἷς μὲν παρακείμενος ὁλόκληρος πεφίληκα γεγήθηκα, δεύτερος δὲ γέγηθα
15πέφιλα, τρίτος παρ’ Ἴωσι δίχα τοῦ κ πεφίληα γεγήθηα, οἷς, φησί, καὶ Ὅμηρος χρῆσθαι εἴωθεν ἐφ’ ἑτέρων ῥημάτων, ὡς ὅτε ἐκ τοῦ τετύχηκα τετύχηα λέγει „διαπρύσιον τετυχηώσ“ (P 748)· τέταρτος δέ, φησί, παρακείμενος τοῦ φιλῶ πεφίλεια, πρὸς ὃν Ὅμηρος ἔγραψε τὸ „νεκύων κατατεθνειώτων“ (κ 530. λ 37 al.) ἐκ τοῦ τέθνεια παρακειμένου·
20πέμπτος παρακείμενος ἐκ τοῦ πεφίλεια ὁ πεφίλεα δίχα τοῦ ι, οὗ πρὸς ἀκολουθίαν τὸ „ἑστεότ’ εἰν Ἀίδαο“ (ω 204) ἀπὸ τῆς ἑστεώς, φησί (φασί vulgo), μετοχῆς τοῦ στῶ ῥήματος. πολλάκις δέ, φησί, ὑπαλλάττουσι καὶ ἕκτην διαφορὰν παρακειμένων ἐκ τοῦ ε εἰς τὸ α τὸ γοῦν ἕστεα
ἕσταα λέγουσιν, ἀφ’ οὗ μετοχὴ ἑσταώς. τοῦτο δέ, φησίν, ἢ μετά‐
25πτωσίς ἐστι τοῦ ε εἰς α Ἰωνικῶς ἢ τοῦ η εἰς α. κατὰ δὲ τὸ ἕσταα ἑσταώς γίνεται καὶ δεδαώς ἐκ παρακειμένου τοῦ δέδαα, οὕτω δὲ καὶ βεβαώς μεμαώς γεγαώς καὶ ἄλλα. ἐν τούτοις δὲ ὁ αὐτὸς Ἡρακλείδης καὶ τὸ πεπαθυῖα διασαφῶν, ὅπερ ἐν τοῖς ἑξῆς που κεῖται παρ’ Ὁμήρῳ (ρ 555), λέγει ὅτι τὰ ὑποτακτικά, ὧν αἱ μετοχαὶ
30εἰς ων ὀξύτονοι, οἷον τύχω τυχών, εὕρω εὑρών, ὁμοίως τοῖς περισπωμένοις ὁριστικοῖς κατὰ τὸν παρακείμενον κλίνονται, οἷον τετύ‐ χηκα εὕρηκα, ἐξ ὧν μετοχαὶ τετυχηκώς εὑρηκώς. οὐκοῦν καὶ τοῦ πάθω παθών κίνησις ὁμοία, πεπάθηκα πεπαθηκώς, θηλυκὸν πεπαθη‐ κυῖα, ὥσπερ δὲ λεληκηκώς λεληκώς, γεγηθηκώς γεγηθώς Ἰωνικῇ
35συγκοπῇ, οὕτω καὶ πεπαθηκώς πεπαθώς, οὗ θηλυκὸν πεπαθυῖα. Eust. p. 1832, 2: τὸ δὲ πεπαθυίῃ (ρ 555) ἀσύνηθες εἰς χρῆσιν· διὸ οὐδὲ περιλαληθήσεται, εἰ μὴ μόνον ὅτι ἐκ τοῦ πήθω ἀχρείου ἐνεστῶτος γίνεται, ὃς τὸ παθεῖν δηλοῖ, ὅθεν τὸ πάθω, ἐξ οὗ τὸ παθήσω ὡς τυχήσω, οὗ παρακείμενος πεπαθηκώς καὶ κατὰ πάθος πεπαθώς, ὅθεν
40ἡ πεπαθυῖα, ὡς Ἡρακλείδης ἐμπλατύνεται.

36

Eust. p. 1946, 22: παραδίδωσι γὰρ Ἡρακλείδης ὅτι Ἀττικοὶ τοὺς τοιούτους ὑπερσυντελίκους ἐν τῷ η μόνῳ περατοῦσιν ᾔδη λέγοντες
καὶ ἐνενοήκη καὶ ἐπεποιήκη· καὶ οὕτω φησὶ Παναίτιος ἔχειν τὰς γραφὰς παρὰ Πλάτωνι· καὶ Θουκυδίδης δὲ κέχρηται τῷ τοιούτῳ Ἀττικῷ
5ἔθει. καὶ τὰς τμήσεις ἐκ τούτων, φησίν, Ἴωνες οἰκείως προφέρονται ᾔδεα λέγοντες ἀναλύσει τοῦ η εἰς ε καὶ α ἀντὶ τοῦ ἤδη ἤγουν ἠπιστά‐ μην, οἷον „εἰ γὰρ ἐγὼ τάδε ᾔδε’ ἐνὶ φρεσί“ (Θ 336), καὶ Καλλίμαχος „ᾔδεα μᾶλλον ἐγώ κοτε“ (frg. 297). οὕτω δὲ καὶ ἐνενοήκη ἐνενοήκεα ὁμοίᾳ Ἰωνικῇ τμήσει ἤτοι διαλύσει καὶ ἐπεποιήκη ἐπεποιήκεα.
10πολλοὶ δέ, φησί, καὶ σὺν τῷ ν προφέρουσι τὴν εἰρημένην διὰ τοῦ η Ἰωνικὴν (immo Ἀττικὴν) γραφὴν τῶν ὑπερσυντελίκων ᾔδην λέγοντες καὶ ἐνενοήκην καὶ ἐπεποιήκην. ἀφ’ ὧν καὶ αὐτῶν αἱ τμήσεις γένοιντ’ ἄν, φησίν, ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα κατὰ τὸ Ἀστυάγην
Ἀστυάγεα παρὰ Ἡροδότῳ καὶ κατὰ τὸ ἧνται ἕαται καὶ ἦν ἔα.

37

Eust. p. 1895, 44: Ἡρακλείδης δὲ ἀκριβέστερόν τι τῶν ἐκεῖ γεγραμμένων (p. 1300, 64. 1569, 59. 1887, 41) παραδιδοὺς διὰ καθαροῦ ἐκφέρεσθαι λέγει πληθυντικὰ Ἰωνικὰ κατὰ τὴν παρατέλευτον, τὸ κεκλέαται νενοέαται εἵαται διὰ διφθόγγου καὶ ἥαται διὰ τοῦ
5η καὶ ὅσα τοιαῦτα· ὅσα δὲ τῇ δα συλλαβῇ παραλήγονται, σύμφωνον πρὸ τοῦ α ἔχειν φησὶν ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος ... λέγει δ’ ἐκεῖνος καὶ ὡς οὐκ ἔστιν ἀπὸ τοῦ ῥαίνω γενέσθαι τὸ ἐρράδαται (υ 354)· ἦν γὰρ ἄν, φησίν, „ἐρράναται τοῖχοι“, ἵνα ἦν πρὸ τοῦ ται τὸ ν τὸ ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος, ὡς καὶ ἐπὶ τοῦ
10ἐρηρέδαται.

38

Eust. p. 1885, 42: οἱ δὲ παλαιοὶ γράφουσι καὶ ὅτι ψιλῶς τὸ εἴατο (υ 106), ἵνα ᾖ ἀντὶ τοῦ ἦσαν ὡς ἀπὸ τοῦ εἰμί. καὶ ἔστι κρεῖττον τοῦτο ... οὕτω καὶ ἐν Ἰλιάδι τὸ „εἵαται ἐν μεγάροις ποτιδέγμεναι“ (B 137) ψιλῶς κατὰ Ἡρακλείδην προενεκτέον· οὐ γὰρ κάθηνται,
5φησίν, ἀλλ’ ὑπάρχουσιν [ἤγουν εἰσίν]. Ἴωνες γὰρ τοῖς παρακειμένοις ἀντὶ ἐνεστώτων χρῶνται οἷον διανενόημαι ἀντὶ τοῦ διανοοῦμαι καὶ τὰ ὅμοια. πλατύνων δὲ Ἡρακλείδης τὸν περὶ τοῦ εἴαται λόγον γράφει τοιαῦτα· ὡς ἠχεῖται ἤχηται, οἰκεῖται ᾤκηται (ᾤκειται vulgo), οὕτως ἀπὸ τῆς ὦ πρώτης συζυγίας τῶν περισπωμένων παθητικοῦ ἐνεστῶτος
10τρίτον εἶται· οὗ εἴη ἂν παρακείμενος ἦται μεταπεσούσης κἀνταῦθα τῆς ει διφθόγγου εἰς η, πληθυντικὸν δὲ αὐτοῦ προσθέσει τοῦ ν ἀναλόγως ἦνται κατὰ τὸ πεποίηται πεποίηνται καὶ τὰ ὅμοια, εἶτα Ἰωνικῇ τμήσει τοῦ η εἰς ε καὶ α, ὡς νενόηνται νενοέαται, οὕτω καὶ ἦνται ἔαται, Ὅμηρος δὲ κατὰ Ἰάδα προσθεὶς τὸ ι ἔφη „εἴαται ἐν μεγάροισ“. εἶτα λέγει ὅτι
15καὶ τὸ δασυνόμενον καὶ διὰ τῶν αὐτῶν στοιχείων ἐκφερόμενον οὕτως ἔχει· τὸ γὰρ ἦνται ἤγουν κάθηνται κατὰ τμῆσιν τῆς ην συλλαβῆς εἰς ε καὶ α ἕαται λέγεται οἷον „οἱ δὴ νῦν ἕαται σιγῇ“ (Γ 134). τούτοις δὲ ὁ αὐτὸς ἐπάγει καὶ ὅτι ἔνιοι τῶν Ἰώνων, οἷς ἀκολουθεῖ, φησί, καὶ ὁ τὰ Ναξιακὰ γράψας Φιλήτας εἴτε Καλλῖνος μόνον τὸ η ἐν τοῖς τοιού‐
20τοις παρακειμένοις εἰς ε καὶ α τέμνοντες τὸ ἑπόμενον ν φυλάττουσι πεποιέανται λέγοντες καὶ γεγενέανται [καθὰ καὶ τὸ ἐγένοντο ἔγεντο]. καὶ ὅ γε Ζηνόδοτος πολλάκις, φησί, παρὰ τῷ ποιητῇ οὕτω γράφει καὶ τὰ ἑνικά, δίχα μέντοι τοῦ ν, τὸ πεποίηται καὶ νενόηται πεποιέαται γράφων καὶ νενοέαται. ἡ μέντοι Ἀριστάρχειος ἔκδοσις οὐκ
25οἶδεν Ὅμηρον τῇδε τῇ διαλέκτῳ χρώμενον, εἰ καί τισιν ἔδοξεν ὁμοίως τῷ πεποίηται πεποιέαται οὕτω [τῇ] τὸ ἧται ἑνικὸν ἤγουν κάθηται γενέσθαι ἕαται καὶ ληφθῆναι Βοιωτιακῶς ἀντὶ πληθυντικοῦ τοῦ ἧνται ἕαται ἐν τῷ „οἱ δὴ νῦν ἕαται σιγῇ“. ὃ δὴ ἀπορραπίζει ὁ Ἡρακλείδης εἰπὼν οὐδέποτε τὸν Ὅμηρον ἑνικοῖς χρῆσθαι ῥήμασι
30ἀντὶ πληθυντικῶν, καθάπερ ἐνίοις Βοιωτῶν ἔδοξεν.

39

Eust. p. 1442, 47: ὁ δὲ Ἡρακλείδης ὑποβάλλει Βοιώτια νοεῖν καὶ τὸ εἶμι καὶ τὸ εἰμί, ἐν οἷς λέγει ὅτι οὐδὲν τῶν εἰς μι περαιου‐ μένων δίφθογγον ἔχει ἐν τῇ παραληγούσῃ, ὅτι μὴ Βοιωτικὸν καθέστη‐ κεν [ἤγουν εἰ μὴ Βοιώτιον εἴη]. ἐπεὶ γάρ, φησί, δι’ ἔθους Βοιωτοῖς
5μηδέποτε τῷ η χρῆσθαι ἐπὶ τῆς οἰκείας δυνάμεως ἀλλ’ ἑκάστοτε εἰς ει δίφθογγον μετατιθέναι, διὰ τοῦτο καὶ τὰ τοιαῦτα διὰ τοῦ ει προφέ‐ ρονται, τίθειμι [κίρνειμι ἵστειμι] καὶ πάνθ’ ὁμοίως. καὶ τὸ εἰμί γοῦν τῆς αὐτῆς ἔχεται διαλέκτου. Eust. p. 1613, 15: ἰστέον δὲ ὅτι τοῦ εἰμί τουτέστιν ὑπάρχω ἄλλως παραγομένου κοινότερον, Ἡρακλείδης
10λέγει περὶ αὐτοῦ ὡς ἔνιοι τῶν Αἰολέων (Αἰολικῶν vulgo) μετατιθέντες ἐν πρώτῃ καὶ δευτέρᾳ (?) συζυγίᾳ τῶν περισπωμένων τὸ 〈ω〉 εἰς η ποιοῦσι ῥήματα εἰς μι πλεονασμῷ τῆς μι συλλαβῆς ἐπὶ τέλους· οὕτω φασὶ καὶ ἀπὸ τοῦ φῶ τὸ Αἰολικὸν φημί, διὸ βαρύνων ὁ Τυραννίων φῆμι γράφει βαρυτόνως Αἰολικώτερον οἷον „φῆμι γὰρ οὖν κατανεῦσαι“
15(B 350). οὐκοῦν καὶ ἀπὸ τοῦ ὦ ἤγουν ὑπάρχω εἴη ἂν Αἰολικὸν ἠμί καὶ Βοιωτικῇ μεταθέσει τοῦ η εἰς τὴν ει δίφθογγον εἰμί, ἡμαρτημένον ὂν τῷ τόνῳ, καθὰ ἑτέρωθι λέγει αὐτός· τὰ γὰρ Αἰολικὰ δηλονότι βαρύ‐ νονται. τοῦ δὲ τοιούτου Βοιωτίου εἰμί (ἦμι vulgo) τὸ δεύτερον εἴς οἷον „τίς πόθεν εἲς ἀνδρῶν“. λέγει δὲ ὁ αὐτὸς [καὶ ὅτι Βοιωτοὶ τὸ η
20παρατέλευτον ὂν τῆς πρώτης τῶν εἰς μι μετατιθέντες εἰς τὴν ει δί‐ φθογγον πολλάκις καὶ ἀναδιπλοῦσιν οἷον πεφίλειμι νενόειμι] καὶ ὅτι ὅσα τῶν εἰς μι τῇ αι διφθόγγῳ παραλήγονται οἷον τὸ γέλαιμι καὶ τὰ λοιπὰ Αἰολικὰ ὄντα τῆς Λεσβίων ἔχονται διαλέκτου. εἶτα εἰπὼν ἡμαρ‐ τῆσθαι καὶ τὸ ἐστίν, ὤφειλε γάρ, φησί, κατὰ τὸ δίδωμι δίδωσι καὶ
25φημί φησί λέγεσθαι καὶ εἰμί εἰσί, καὶ ἐπικρίνας τοῦτο ἐπάγει ὅτι καὶ ἡμεῖς, ὅτε „εἰσὶν ἐκεῖνοι“ εἴπωμεν πληθυντικῶς, Βοιωτίως χρώμεθα ἑνικὸν ῥῆμα κατὰ πλήθους τάσσοντες. εἶτα ἐλέγχων καὶ τοὺς εἰπόντας Δώριον εἶναι τὸ ἐστίν, ὡς γὰρ δίδωσι δίδωτι, τίθησι τίθητι, οὕτω καὶ εἰσί εἰτί καὶ ἀπελεύσει τοῦ ι καὶ ἐνθέσει τοῦ ς ἐστί, λέγει δυνατά, ἐν
30οἷς καὶ ὅτι Αἰολεῖς (immo Δωριεῖς) μὲν τὸ φησί φατί λέγουσιν, Ἴωνες
δὲ ἠσί δίχα τοῦ φ.

40

Eust. p. 1724, 29: τὸ δὲ „ἄη Νότοσ“ (μ 325) ἤτοι ἔπνεε πολλὰ μὲν τῶν ἀντιγράφων ἐν τῷ η ἔχει ἀκολούθως τῷ πρώτῳ προσώπῳ τῷ ἄην, οὐκ ὀλίγα δὲ καὶ διὰ διφθόγγου ὁμοίως τῷ „ἀνέμων διάει μένοσ“ (ε 478. τ 440). δόξοι δ’ ἂν μαρτυρεῖν τῇ διὰ τοῦ η γραφῇ καὶ τὸ
5„Θρῄκηθεν ἄητον“ (I 5) [ἤγουν ἐκ Θρᾴκης πνέουσι]. καὶ ὁ βαθὺς Ἡρακλείδης οὕτω βούλεται, ἵνα ὥσπερ ἐκ τοῦ φιλῶ φίλημι Αἰολικῶς, οὕτως εἴη καὶ ἀπὸ τοῦ ἀῶ ἄημι καὶ ἀκολούθως ὡς φίλη τρίτον ἑνικὸν καὶ δυϊκὸν ἐξ αὐτοῦ φίλητον, οὕτω καὶ ἄη ἄητον.

41

Eust. p. 1576, 55: ἰστέον δὲ ὡς εἴπερ μὴ ἐγράφετο „κατὰ
κλῶθές τε βαρεῖαι“ (η 197) ἀλλὰ „κατακλώθησι βαρεῖα“, ἦν ἂν τὸ ῥῆμα Ῥηγίνων διαλέκτου, οἳ καθ’ Ἡρακλείδην τὰ τρίτα τῶν ὁριστι‐ κῶν περισπωμένων τῆς πρώτης συζυγίας καὶ τῶν βαρυτόνων δὲ ῥημά‐
5των κατὰ τὸ ἑνικὸν εἰς τὴν σι συλλαβὴν περαιοῦσι τοῦ η παραλήγον‐ τος· τὸ γὰρ φιλεῖ καὶ νοεῖ καὶ λέγει καὶ φέρει φίλησι φασὶ (φησὶ vulgo) καὶ νόησι καὶ λέγησι καὶ φέρησι. τοιοῦτον δὲ καὶ τὸ „λαμπρὸν παμφαίνησι“ (E 6) παρ’ Ὁμήρῳ ἅπαξ, φησί, χρησαμένῳ τῇ διαλέκτῳ ἐπὶ τούτου. [καλεῖται δὲ καὶ τὸ σχῆμα Ἰβύκειον ὑπὸ τῶν γραμματικῶν
10διὰ τὸν μελοποιὸν δηλαδὴ Ἴβυκον φιληδήσαντα τοιαύτῃ γλώσσῃ]. εἰ δή, φησί, καὶ τὸ ὦ τουτέστιν ὑπάρχω πρώτης ἐστὶ συζυγίας κατὰ τὸ φιλῶ καὶ ἔστι τρίτον αὐτοῦ εἶ, δωριζόμενον κατὰ Ῥηγίνους γένοιτ’ ἂν ὁμοίῳ
λόγῳ ἐκ τούτου ἦσιν ὁ ἐνεστώς.

42

Eust. p. 780, 33: ἰστέον δὲ καὶ ὅτι τὸ εἰμέν ῥῆμα πληθυντι‐ κὸν ὑπαρκτικὸν ἀναλογώτερόν ἐστι τοῦ ἐσμέν καθ’ Ἡρακλείδην φάμενον, ὡς οὐδὲν ῥῆμα πληθυντικὸν ἐπὶ τοῦ πρώτου 〈προσώπου〉 σύμφωνον ἔχει πρὸ τοῦ μ ἀλλ’ ἑκάστοτε φωνῆεν· ὡς γοῦν δίδωμι
5δίδομεν, φημί φαμέν, ἴσημι ἴσαμεν καὶ συγκοπῇ ἴσμεν, ἐξ οὗ τὸ ἴδμεν, οὕτω κατὰ τὸν αὐτὸν λόγον εἰμί ἐμέν, Δωριεῖς δὲ πλεονάζουσι τὸ ς εἰπόντες ἐσμέν. Ὅμηρος δέ, φησίν, ὅταν λέγῃ „ἀπήμονές εἰμεν“ (θ 566), προστίθησι τὸ ι, ἵνα οὕτω φωνῆεν εἴη πρὸ τῆς μεν συλλαβῆς. (haec descr. Cram. A. P. III 74, 15. 243, 20). Eust. p. 1457, 48:
10οὕτω δὲ καὶ περὶ τούτων γράψας ἑτέρωθι λέγει (Ἡρακλείδης) ὅτι τὸ ἐσμέν ἐστέ εἰσίν, εἰ καὶ ἡμάρτηνται ὀξυτονού‐ μενα, ὅμως ἔπαθον τοῦτο διὰ τὰ ἑνικά, οἶς ὀφείλουσιν ὁμοτονεῖν. εἶτα ἐπιφέρων καὶ χρῆσιν τοῦ ἐμέν, ὅθεν γίνεται τὸ ἐσμέν, λέγει ὅτι Ὅμηρος μὲν σὺν τῷ ι ἔφη „ἀπήμονές εἰμεν“. τὸ δὲ ἀνάλογον παρὰ
15Καλλιμάχῳ ἐν τῷ „γρῆές ἐμεν“ (frg. 294).

43

Eust. p. 1457, 43: τοῦ δὲ ἐστέ πρωτότυπος κίνησις ἐκ τοῦ εἰμί ἐμέν ἐτέ καὶ ἄλλως μὲν προσθέσει τοῦ ι εἰμέν εἰτέ, Δωρικῶς μέντοι ἐσμέν ἐστέ. ἡμάρτηται δὲ καθ’ Ἡρακλείδην τὸ ἐστέ· ὡς γὰρ οὐ λέγομεν δείκνυστε ἢ φαστέ, οὕτως οὐδὲ ἐτέ ἐστέ. καὶ Ἀρίσταρχος
5ἁμαρτάνει, φησίν, ἐγκλίνας ἐν Ἰλιάδι τὸ „ὑμεῖς μάρτυροί ἐστε“ (Γ 280)· οὐ γὰρ ἀνῄρηταί τι μὴ πρότερον ὀξυτονούμενον· εἰ δὲ ἀνῄρηται τὸ
ὀξυτονούμενον, ἄτοπος, φησί, καὶ ἡ ἔγκλισις.

44

Eust. p. 1557, 34: ἰστέον δὲ ὡς δυνατὸν ὂν εἰσοιχνοῦσαν εἰπεῖν κοινότερον ὅμως ὁ ποιητὴς εἵλετο τὸ καινότερον (εἰσοιχνεῦσαν ζ 157) ὡς φίλον αὐτῷ, καθὰ καὶ ἄλλοι προαιροῦνται. οὕτω Δωριεῖς ἐν τῷ λεξεῖται ποιησεῖται ἐσσεῖται μετατιθέντες τὴν παρατέλευτον ει δίφθογγον
5εἰς τὴν ου παρενθέσει τοῦ ν ποιησοῦντι φασὶ καὶ τελεσοῦντι καὶ ἐσσοῦντι (!). πᾶς γὰρ μέλλων καθ’ Ἡρακλείδην τοιοῦτος ἐπὶ τρίτου πληθυντικοῦ Δωρικῶς εἰς τὸ τι λήγει τῆς ου διφθόγγου παραληγούσης 〈μετὰ τοῦ ν?〉· οὕτω δὲ καὶ ἐπὶ τοῦ ποιοῦντι ἀντὶ τοῦ ποιοῦσι καὶ ὀρθοῦντι ἀντὶ τοῦ ὀρθοῦσι καὶ τῶν ὁμοίων θεμάτων τῆς πρώτης
10καὶ τρίτης τῶν περισπωμένων· ἔτι δὲ καὶ τῶν μελλόντων· ποιησοῦντι γὰρ καὶ ὀρθωσοῦντι καὶ τὰ ὅμοια. ἐπὶ μέντοι δευτέρας διὰ τοῦ α μηκυνομένου καὶ τοῦ ν, γελασοῦντι γὰρ καὶ γελᾶντι καὶ βοασοῦντι καὶ βοᾶντι. ἐπὶ δὲ βαρυτόνων ἡ ον συλλαβὴ ἐν τοιούτοις παρατελευτᾷ, οἷον λέγοντι ἀντὶ τοῦ λέγουσι καὶ τὰ ὅμοια. τῶν δ’ αὐτῶν Δωριέων
15καὶ τὸ φρονοῦσι καὶ νοοῦσι φρονεῦντι λέγειν καὶ νοεῦντι [ἐπὶ περισπωμένων δηλαδή], ἅπερ ἐξάρσει τοῦ ν λεγόμενα Αἰολικά ἐστιν οἷον φρονεῦτι, ἔτι δὲ καὶ εὖντι (εὖτι vulgo) ἀντὶ τοῦ εἰσίν, ὅπερ ἄλλως ἐντί λέγεται Δώριον ὁμοῦ ὂν καὶ Αἰολικόν, Δώριον μέν, φησί, διὰ τὸ ν καὶ τὸ τ, Αἰολικὸν δὲ διὰ τὴν παράληξιν τοῦ ε· τὰ γὰρ εἰς σι
20περαιούμενα τρίτα πληθυντικὰ θέματα τῇ ει διφθόγγῳ παραληγόμενα μετατιθέασι τὸ μὲν ι εἰς ν Δωρικῶς τὸ δὲ ς εἰς τ, τιθεῖσι τιθέντι, ἱεῖσιν ἱέντι. οὕτω δὲ καὶ Αἰολικῶς οἴκεντι φίλεντι ἤγουν οἰκοῦσι φιλοῦσι. τοιοῦτον δὲ καὶ τὸ εἰσίν, ὅτε γένοιτο ἐντί. τοιαῦτα ὁ Ἡρα‐ κλείδης εἰπὼν εἶτα καὶ ὅτι ἔνιοι ἀκέραιον τὸ εἰσί δωριζόμενον ἐντί
25γενέσθαι φασίν, ἐπάγει ὡς αἰολικεύοντές τινες αὐτὸ παρατίθενται εἰς πίστιν τὸ τιθεῖσι τιθέντι καὶ τὰ ὅμοια, Αἰολικὰ ὄντα ταῦτα δίχα μυρίων ἄλλων, παρὰ τὸ πολλοὺς χαίρειν ταῖς ξενιζούσαις τῶν λέξεων μᾶλλον
ἤπερ ταῖς συνήθεσι.

45

Eust. p. 1410, 54: [τὸ δὲ ἐών ἤγουν ὑπάρχων κοινῶς μὲν δοκεῖ ἀπὸ τοῦ ἦον δευτέρου ἀορίστου γενέσθαι, διὸ καὶ ἀναλόγως ὀξυ‐ τονεῖσθαι]. Ἡρακλείδης δὲ παραλόγως ὀξύνεσθαι αὐτό φησι καὶ ἡμαρ‐ τῆσθαι λογιζόμενος αὐτὸ οὐ μετοχὴν δευτέρου ἀορίστου ἀπὸ θέματος βαρυ‐
5τόνου τοῦ ἔω ἀλλὰ [καὶ] ἐκ περισπωμένου τοῦ ὦ ἤγουν ὑπάρχω. ἔτι δὲ λέγει σφοδρῶς καὶ ὅτι Ἔγωγε ἄνοιαν καταδικάζω τῶν οἰομένων ἐπέκτασιν τῆς ὤν εἶναι τὴν ἐών μετοχήν· οὐδεμία γάρ, φησίν, εἰς ων λήγουσα μετοχὴ ἐπεκτείνεται διὰ τοῦ ε. εἶτα γράψας τὰ δοκοῦντα, ἐν οἷς καὶ ὅτι πᾶσα μετοχὴ εἰς ων λήγουσα καθαρὸν ὀξύτονος τὸ ι ἔχει
10παραλῆγον οἷον πιών κιών ἰών, ἐπάγει, ὥστε ἄμεινον ἡμῶν Βοιωτοὶ τὴν ἐών ἰών λέγουσι. μέμφεται δὲ καὶ τὸν Σιδώνιον Διονύσιον εἰπόντα διαλέκτῳ Ἀτθίδι πεποιῆσθαι ὅσα πλεονάζει τὸ ε κατ’ ἀρχάς, ὧν ἐστι καὶ τὸ ἐῳνοχόει καὶ τὸ ἐών· ἀγνοεῖ δέ, φησίν, ἐκεῖνος τὸ ἔργων ἐέργων καὶ τὸ ἔλπων ἐέλπων καὶ τὸ „ἀλλὰ σύ πέρ μοι ἔειπε“ (δ 379. 468)
15ἀντὶ τοῦ εἰπέ. [ὃ καὶ σημείωσαι, addit Eustathius, ὡς καινόν· τὰ πλείω γὰρ τῶν Ὁμηρικῶν ἀντιγράφων „ἀλλὰ σύ πέρ μοι εἰπέ“ γρά‐ φουσιν]. Eust. p. 1499, 50 ἰστέον δὲ ὅτι τε τὸ „ἀλλὰ σύ πέρ μοι
εἰπέ“ ἔειπε γράφεσθαι Ἡρακλείδης φησίν.

46

Eust. p. 1411, 20: ὅτι δὲ Ἰακόν ἐστι τὸ ἐών ἢ Αἰολικὸν ἢ Δωρικόν, πάντες γὰρ αὐτῷ χρῶνται, Ἡρακλείδης ἔγραψέ που, ἔνθα ἔφη καὶ ὅτι ὡς ἐλθών ἐλθέτω καὶ τὰ ὅμοια οὕτως ἐών ἐέτω καὶ ἀναλόγῳ κράσει εἴτω διὰ διφθόγγου, ὡς φιλείτω πλείτω, καὶ Δωρικῶς
5ἤτω· Δωριεῖς γὰρ οὕτω μεταποιοῦσι τὰς τοιαύτας παραληγούσας τὸ φιλείτω νοείτω φιλήτω καὶ νοήτω λέγοντες. Eust. p. 1755, 52: ἰστέον δὲ ὡς Ἡρακλείδης ἡμαρτῆσθαι εἰπὼν τὸ ἴστω γράφει τοιαῦτα. τὰ διὰ τοῦ ς ἐκφερόμενα προστακτικὰ καὶ εἰς ω λήγοντα ἀρκτικὸν ἔχει τοῦ ω τὸ θ οἷον λεγέσθω ποιείσθω καὶ τὰ ὅμοια. ἡμάρτηται οὖν τὸ
10ἴστω καθὰ καὶ τὸ ἔστω διὰ τοῦ τ λεγόμενα. νοητέον δέ, φησίν, ἡμαρτῆσθαι 〈μᾶλλον〉 αὐτὰ διὰ τὴν πρό〈σ〉θεσιν τοῦ ς ἤπερ τὴν διὰ τοῦ τ γραφήν. ταῦτα δὲ οὕτως εἰπὼν ἐπάγει μετ’ ὀλίγα ὅτι ἔνιοι ἐν τῷ ἔστω καὶ ἴστω οὔ φασι περιττεύειν τὸ ς, ἐκ τοῦ ἰσέτω δὲ καὶ ἐσέτω κατ’ ἔξαρσιν γενέσθαι τὸ ἴστω καὶ ἔστω· κἂν μὲν ἀοριστώδη
15χρόνον σημαίνῃ τὸ ἔστω, τὸ α εἶναι ἐξαιρούμενον, ἐπὶ δὲ μέλλοντος τὸ
ε λείπειν [οὐ τὸ α]. ἐφ’ οἷς ἐπικρίνει ὅτι τὸ α λείπει, ἵνα ᾖ ἐσάτω ἔστω 〈ἰσάτω ἴστω〉· ποιησέτω γὰρ ἢ νυξέτω οὐδεὶς λέγει. εἰ δέ, φησί, καὶ λείπει τὸ ε, ὡς ἐνεστῶτα νοητέον κατὰ τὸ νυσσέτω. ἐν τούτοις δὲ κατασείων καὶ τοὺς τὸ ἔτω, ἀφ’ οὗ τὸ ἔστω, ἤτω λέγοντας ἐκτάσει
20τοῦ ε εἰς η λέγει ὡς οὐδὲν εἰς τω λῆγον προστακτικὸν ἔχον παρατέ‐ λευτον τὸ ε μετατίθησιν αὐτὸ εἰς η· οὐδεὶς γὰρ τὸ φερέτω λεγέτω φερήτω λεγήτω φησίν, οὐκοῦν οὐδὲ ἔτω ἤτω. ὡς δέ, φησί, καὶ τὸ ἔτω ἡμάρτηται διὰ τοῦ ε λεγόμενον, παράπηγμα δείξει τόδε· πᾶσα μετοχὴ εἰς ων ὀξύτονος τὸ τρίτον προστακτικὸν διὰ τοῦ ετω περαιοῖ, ἐλθών
25ἐλθέτω, σχών σχέτω, σπών σπέτω καὶ μετασπέτω· ταύτῃ τοι καὶ ἀπὸ τοῦ εἰπών εἰπέτω ῥητέον. προστακτικὸν μέντοι ἀορίστου μετοχῆς ἅπαν ληγούσης εἰς ς (εις?), ὅτε εἰς τω περαιοῦται ἐπὶ τρίτου προσώπου, τῷ η παραλήγεται οἷον σφαγείς σφαγήτω, δαρείς δαρήτω καὶ ἀπὸ τοῦ θείς οὖν καὶ εἴς θήτω καὶ ἤτω, οὐ μὴν θέτω καὶ ἔτω. ἔνθα ἡμαρτῆσθαι
30εἰπὼν κατὰ τὸ θέτω καὶ ἔτω ἤγουν ὑπαρχέτω καὶ τὸ ἕτω, ἀφ’ οὗ σύνθετον τὸ ἀφέτω, λέγει καὶ ὅτι τινὲς οὔτε ἔτω φασὶ προστακτικὸν οὔτε ἀπ’ αὐτοῦ τὸ ἤτω ἀλλὰ ἐέτω τρισυλλάβως ἀπὸ τῆς ἐών μετοχῆς,
ὅθεν γενέσθαι τὸ εἴτω ἐν διφθόγγῳ καὶ ἐκεῖθεν ἤτω διὰ τοῦ η.

47

Eust. p. 1787, 40: περὶ δὲ τοῦ εἴην εἴης εἴη γράψας ὁ Ἀλεξανδρεὺς Ἡρακλείδης ὡς οὐ γίνεται ἀπὸ τοῦ ὦ τὸ ὑπάρχω, ἦν γὰρ ἄν, φησίν, οἴην οἴης οἴη κατὰ τὸ φρονοίην φρονοίης φρονοίη, φιλοίην φιλοίης φιλοίη καὶ τὰ τοιαῦτα, εἶτα ὑποκαταβὰς μετὰ τὸ εἰπεῖν
5ὡς ἡμάρτηται γράφει οὕτω· λέγουσιν οἱ Αἰολεῖς ἐκ τοῦ φιλῶ μετοχὴν φίλεις καὶ τοῦ φρονῶ φρόνεις καὶ εὐκτικὰ τούτων φιλείη καὶ
φρονείη· οὕτω φαμὲν καὶ τὸ εἰδείη ἀπὸ τῆς εἴδεις (?) πεποιῆσθαι Αἰολικῆς μετοχῆς, ἧς δηλαδὴ τὸ θέμα εἰδῶ. μήποτε οὖν καὶ τὸ εἴη ῥῆμα Αἰολικόν ἐστιν ἀπὸ τῆς εἴς μετοχῆς, ἧς κλίσιν παρὰ τοῖς ποιηταῖς
10εἰπὼν φυλάττεσθαι παράγει χρῆσιν ἐξ Ἀλκμᾶνος τὸ „ἔστι παρέντων μνᾶστιν ἐπιθέσθαι“ (frg. 64), οὐ κατὰ ἔξαρσιν, φησί, τοῦ ο ἀπὸ τοῦ παρεόντων ἀλλ’ ἐκ τοῦ εἴς ἔντος Αἰολικοῦ. Eust. p. 1756, 6: ὁ δ’ αὐτὸς Ἡρακλείδης τῆς αὐτῆς ἐών ὀξυτόνου μετοχῆς τὸ εὐκτικὸν κανονίζων λέγει ὅτι, καθὰ τῆς ἐλθών καὶ εἰπών μετοχῆς εὐκτικὰ ἔλθοι
15καὶ εἴποι, οὕτω δὲ καὶ σχών ἐπίσχοι καὶ ἐπισπών „πότμον ἐπίσποι“ (β 250), οὕτω καὶ ἀπὸ τῆς ἐών ἔοι οὐχὶ εἴη. περὶ δὲ τοῦ εἴη λέγει ὡς πᾶν ῥῆμα εὐκτικὸν ἔχον τὴν ει δίφθογγον παρατέλευτον καὶ τὸ τέλος διὰ τοῦ η ἐκ μετοχῆς πεποίηται ληγούσης εἰς εις οὐ μὴν εἰς ων. καὶ τοῦτο φανερόν, φησίν, ἐκ τῶν Αἰολικῶν μετοχῶν. Αἰολεῖς γὰρ
20τὸ 〈φιλῶν φιλοίην〉 νοῶν νοοίην φρονῶν φρονοίην καὶ τὰ ὅμοια τὰ παρ’ ἡμῖν φιλείην λέγουσι καὶ νοείην, ἐπειδὴ καὶ τὰς μετοχὰς αὐτῶν εἰς εις προφέρουσι φίλεις καὶ νόεις λέγοντες ἀντὶ τοῦ φιλῶν καὶ νοῶν. κατὰ δὴ τὸ ὅμοιον καὶ ἀπὸ τῆς ὦν πρωτοτύπου μετοχῆς συζυγίας πρώτης τῶν περισπωμένων εἴη ἂν εὐκτικὸν τὸ οἴη καὶ Αἰολικῶς εἴη,
25ἐπεὶ καὶ ἡ μετοχὴ εἴς. οὕτω δὲ πρῶτον εἰπὼν ὑποκαταβὰς γράφει οὕτως· ἀπὸ τοῦ θείς καὶ βλείς γίνεται θεῖο εὐκτικὸν καὶ βλεῖο, οὗ χρῆσις ἐν Ἰλιάδι (N 288). πᾶν δὲ τοιοῦτον εὐκτικὸν [ἤγουν εἰς ο λῆγον] παρὰ Σικελοῖς ἀπὸ τῶν παρ’ ἡμῖν εἰς εις ληγουσῶν μετοχῶν μεταβάλλον τὸ ο εἰς ε πληθυντικὸν ποιεῖ προσθέσει τοῦ τ, θεῖο θεῖτε,
30σφαγεῖο σφαγεῖτε, βληθεῖο βληθεῖτε. εἶτα εἰπὼν ὅτι οὕτω καὶ Ὅμηρος ἀπὸ τοῦ διακρινθείς καὶ τοῦ ἐκεῖθεν Σικελικοῦ διακριν‐ θεῖο ἔφη τὸ „διακρινθεῖτε τάχιστα“ (Γ 102), καὶ ἀπὸ τῆς [κατὰ Σικελοὺς] εἴς μετοχῆς καὶ τοῦ 〈κατὰ Σικελοὺσ〉 εἶο εὐκτικοῦ τὸ εἶτε οἷον „ποῖοί κ’ εἶτ’ Ὀδυσῆι ἀμυνέμεν“ (φ 195), καταδέχεται καὶ
35τοὺς λέγοντας τὰ τοιαῦτα συγκεκόφθαι οἷον τὸ διακρινθεῖτε ἐκ τοῦ διακρινθείητε καὶ τὸ εἶτε ἐκ τοῦ εἴητε, εἰπὼν ὡς οὐ διαφερόμεθα αὐτοῖς· οὐ γὰρ ἄτοπον αὐτὰ κατὰ συγκοπὴν ἐξενηνέχθαι. Eust. p. 1907, 42: ἰστέον δὲ ὅτι τὸ ὡς ἐρρέθη „ποῖοί κ’ εἶτε“ γραψάντων τινῶν „ποῖοί κ’ εἰτέ“ ἀντὶ τοῦ ἐστέ ὡς ἀπὸ τοῦ εἰμέν εἰτέ ὅπερ ἐστὶν
40ἐσμέν ἐστέ, Ἡρακλείδης τοὺς οὕτως ἀναγινώσκοντας ἁμαρτάνειν φησί, καθότι ὁριστικὸν ῥῆμα τῷ „κε“ συνδέσμῳ ὑπάγουσιν, ὃς ἑκάστοτε ὑποτακτικὸν ἀπαιτεῖ ἢ εὐκτικόν. ἐγκρίνει δὲ τὸ εἶτε ἀντὶ τοῦ εἴητε λέγων ὅτι ἡ ἀρχαία Ἀτθὶς τὰ εὐκτικὰ συγκόπτει κατ’ ἔξαρσιν μιᾶς
συλλαβῆς τό τε 〈δια〉κοσμηθείημεν καὶ διακριθείημεν ἀκολούθως δὲ
45καὶ τὸ εἴημεν 〈δια〉κοσμηθεῖμεν καὶ διακριθεῖμεν καὶ εἶμεν λέγοντες καὶ τὰ τούτων δεύτερα 〈δια〉κοσμηθεῖτε καὶ διακρι‐ θεῖτε καὶ εἶτε. ἐν οἷς δὲ ταῦτά φησι, λέγει καὶ ὅτι τὸ „εἴπερ γάρ κε βλεῖο πονεύμενοσ“, ὅπερ ἐν Ἰλιάδι κεῖται (N 288), εὐκτικόν ἐστι συγκοπὲν ἐκ τοῦ βλείοιο, ἐλέγχων κακῶς νοῆσαι τοὺς εἰπόντας προσ‐

47

(50)

τακτικὸν εἶναι τὸ βλεῖο.

48

Eust. p. 1407, 58: ἰστέον δὲ ὅτι τὸ ἔμμεναι ὁ Ἡρακλείδης οὐ κατὰ τὴν δοκοῦσαν τοῖς πλείοσιν ἀκολουθίαν παράγει, ἀλλὰ τὴν προπαραλήγουσαν αὐτοῦ [ἤγουν τὴν εμ συλλαβὴν] ἀπὸ παραλήγοντος η γενέσθαι βούλεται συστολῇ καὶ διπλασιασμῷ. φησὶ γὰρ οὕτως· μέγιστον
5τεκμήριον ἐν ἀμφισβητήσει τόνων θεματικῶν τὸ τηνικαῦτα περισπᾶσθαι (περισπᾶται vulgo) τὰ ῥήματα, ὅτε τὸ ἀπαρέμφατον διὰ προπαραλήγον‐ τος τοῦ η λέγεται· τὸ γὰρ κυῶ περισπᾶται, ὅτι κυήμεναι τὸ ἀπαρέμ‐ φατον· εἰ δὲ ἦν κύω βαρυτόνως, κυέμεναι ἂν ἦν κατὰ τὸ εὑρέμεναι· οὕτω καὶ φιλῶ φιλεῖν φιλήμεναι καὶ νοήμεναι καὶ φρονήμεναι,
10καὶ τὸ ἀήμεναι δὲ μαρτυρεῖ τῷ ἀῶ περισπωμένῳ. δῆλον οὖν, φησίν, ὡς καὶ τὸ ἤμεναι (ἔμμεναι vulgo) ἀπὸ τοῦ ὦ περισπωμένου τῆς πρώτης συζυγίας, οὗ καὶ 〈ἡ〉 μετοχὴ περισπᾶται. Αἰολιστί φαμεν ἔμμεναι, καθότι Αἰολεῖς καὶ ἐν θέμασι τὸ προηγούμενον η τοῦ μ εἰς ε μετατιθέντες διπλοῦσι τὸ μ, οἷον πόθημι πόθεμμι, φίλημι
15φίλεμμι. οὐκοῦν ὁ Ἡρακλείδης φαίνεται εἰδὼς καὶ τὸ ἔμμεναι ἀπὸ τοῦ ἤμεναι (ἦναι vulgo) γενέσθαι τοῦ 〈προ〉παραληγομένου τῷ η, οὗ θέμα μὲν τὸ ὦ ἤγουν ὑπάρχω περισπωμένως, παρατατικὸς δὲ ἦν κατὰ τὸ φιλῶ ἐφίλην, νοῶ ἐνόην καὶ τὰ ὅμοια Αἰολικά. (Eust. p. 1887, 5 εἰκὸς δὲ καὶ ἄλλως τὸ πεινήμεναι ἀκολούθως ἔχειν τῷ φιλή‐
20μεναι νοήμεναι, περὶ ὧν ἐν τῇ αʹ ῥαψῳδίᾳ προγέγραπται, ὅπου κεῖται
ἡ τοῦ Ἡρακλείδου γνώμη περὶ τοῦ ἔμμεναι).

49

Eust. p. 1432, 32: [ἰστέον δὲ ὅτι τὸ ὀνήμενος κοινότερον μὲν ἐκ τοῦ ὀνῶ ὄνημι παρῆκται ὁμοίως τῷ διζῶ δίζημι, ὅθεν τὸ „ἵππους διζήμενοσ“ (φ 22), καὶ τῷ φιλῶ φίλημι, ὅθεν τὸ „φίλατο“ παρ’ Ὁμήρῳ (Υ 304), καὶ τῷ αἰνῶ αἴνημι, ὡς τὸ „οὔ μιν ἔγωγ’
5αἴνημι“ (Hesiod. Op. 680), καὶ ἄλλοις μυρίοις]. ὁ δὲ Ἀλεξανδρεὺς Ἡρακλείδης καινήν τινα περιεργίαν ἑτεροίαν ὑποβάλλει ἐν οἷς γράφει οὕτως· ὁ ἐνεργητικὸς παρατατικός, ὅτε τὸ θεματικὸν ω εἰς ου δί‐ φθογγον μεταθῇ, πλεονάζει τὸ ν ἐπὶ τέλους οἷον ἠχῶ ἤχουν, οἰκῶ ᾤκουν, ὀκνῶ ὤκνουν. οὐκοῦν ἀπὸ τοῦ ὦ ἐνεργητικοῦ ὑπαρκτικοῦ
10θέματος εἴη ἂν ὁ ἐνεργητικὸς παρατατικὸς οὖν ἀντὶ τοῦ ὑπῆρχον καὶ παθητικὸς οὔμην. ἐξ ὧν Αἰολικῶς ὁ οὖν γέγονεν ἦν καὶ ὁ οὔμην ἤμην. Αἰολεῖς γάρ, φησί, τὴν ου δίφθογγον παρατέλευτον οὖσαν ἐν τοῖς τοιούτοις εἰς η μετατιθέασιν, οἳ καὶ τὸ ἐκαλούμην καὶ ἐνοούμην καὶ ὅσα ὅμοια τῆς πρώτης συζυγίας τῶν περισπωμένων ἐκαλήμην
15(rectius ἐκαλήμαν) καὶ ἐνοήμην (ἐνοήμαν) λέγουσι καὶ ἐπὶ μετοχῶν καλήμενος καὶ νοήμενος μεταπιπτούσης τῆς ου διφθόγγου εἰς τὸ η. δίδωσιν οὖν ὁ εἰρημένος Ἡρακλείδης καὶ τοῦ ὀνήμενος Αἰολέων
διαλέκτῳ ἀρχὴν εἶναι τὸ ὀνούμενος.

50

Eust. p. 1759, 1: τὸ δὲ ἦα κοινότερον μὲν εἰπεῖν πρῶτος ἀόριστος τοῦ ἦον ἐστίν, ὃς Ἰωνικῶς ἔον λέγεται, οὗ μετοχὴ ἐών, περὶ ἧς πολλὰ Ἡρακλείδης βαθυλογεῖ. Ἰάδι δὲ συστολῇ εὕρηται καὶ α, ἀφ’ οὗ κατὰ κρᾶσιν ἦ δίχα τοῦ ν, οὗ τὸ κοινὸν καὶ τετριμμένον ἦν
5μετὰ τοῦ ν, ὃ πολλὰ λογοπραγήσας Ἡρακλείδης ἐσπάραξεν, ὃς τοι‐ αῦτά τινα περὶ τῶν διειλημμένων γράφει· Ἴωνες τοὺς παρῳχημένους ἀπὸ τῶν αὐτῶν στοιχείων προφέρονται ταῖς μετοχαῖς, οἷον εἰπών εἶπον, λαβών λάβον, οὕτως ἦ καὶ ἔα Ἰακῶς οἷον „εἰ τότε κοῦρος ἔα“ (Δ 321), ἐπεὶ καὶ ἡ ἐών μετοχὴ ἀπὸ τοῦ ε ἄρχεται. ἡμάρτηται δέ, φησί, τὸ
10ἔα εἰς α περατούμενον καὶ Ἀσιανῆς ἔχεται φωνῆς καὶ οἱ ἑλληνίζοντες δὲ ἐν Κιλικίᾳ οὕτω προφέρονται· τὰς γὰρ εἰς ων ληγούσας ὀξυτόνους μετοχὰς δέον ἐπὶ τῶν ῥημάτων εἰς ον περαιοῦσθαι βραχυνόμενον κατὰ πρῶτον πρόσωπον οἷον λαβών ἔλαβον, φαγών ἔφαγον καὶ τὰ ὅμοια, αὐτοὶ ἀποβάλλοντες τὸ ν καὶ μετατιθέντες τὸ μικρὸν ο εἰς βραχὺ α
15προφέρονται ἀπὸ τοῦ λαβών καὶ φαγών ἔλαβα λέγοντες καὶ ἔφαγα, καὶ τρίτα δὲ τούτων πληθυντικὰ εἰς αν λήγοντα λέγουσιν. ὁ οὖν ἀπὸ τῆς ἐών, φησί, μετοχῆς ἔα λέγων ἀντὶ τοῦ ἔον ἁμαρτάνει, ὡς εἰ καὶ ἀπὸ τοῦ λαβών ἔλαβα φαίη· λέγει δὲ ὡς καὶ ἀναλογώτερον τοῦ ἔα τὸ ἦα, γλώσσης μὲν ὂν Ἀσιανῆς, κείμενον δὲ καὶ παρὰ Καλλιμάχῳ
20(frg. 342)· αἱ γὰρ ἀπὸ ψιλουμένου ε δισύλλαβοι μετοχαὶ τὸ ε εἰς η μεταβάλλουσιν ἐν ῥήμασι. λέγει δὲ καὶ χρῆσιν εἶναι τοῦ ἔον παρὰ Ἀλκαίῳ (frg. 127), καὶ ὅτι ὥσπερ φαγόντος ἔφαγον, δραμόντος ἔδρα‐ μον ἀπελεύσει τῆς μετοχικῆς ληγούσης, οὕτω καὶ ἐόντος ἔον ῥη καὶ οὐκ ἔα, καὶ ὡς Ἰακώτερον μὲν τὸ ἔον, τὸ δὲ ἦον κοινόν, ὅθεν τὸ
25ἦες καὶ ε. τὸ δὲ ἦον ἐπὶ πρώτου προσώπου ἐξαιρέσει τοῦ ο ἦν γίνεται, ᾧ ὁμόφωνον κατὰ Χαλκιδεῖς τὸ „ἦν ἐκεῖνοσ“, ἀφ’ οὗ Δωρικῶς Ἡσίοδος ἔφη τὸ „τῆς δ’ ἦν τρεῖς κεφαλαί“ (Theog. 321). τὸ δὲ τοιοῦτον Ἡσιόδειον ἦν ποιεῖ, φησί, τὸ ἦσαν προσθέσει τοῦ ς καὶ τοῦ α· ὓ δὴ καὶ οἱ τῇ Ἀσιανῇ χρώμενοι φωνῇ ποιοῦσι τὸ ἔφυγον καὶ
30ἦλθον παρενθέσει τῆς σα (αν vulgo) συλλαβῆς ἐφύγοσαν λέγοντες καὶ ἤλθοσαν, οὕτω δὲ καὶ τὰ ὅμοια. παραδίδωσι δὲ ὁ αὐτὸς καὶ ὅτι Ἀριστάρχειοι τὸ ἦν ἔα γενέσθαι εἶπον κατὰ τμῆσιν, ὁποία τις γίνεται καὶ ἐν τῷ ἧνται ἕαται καὶ τοῖς ὁμοίοις καὶ ἐν τῷ Ἀστυάγην Ἀστυά‐ γεα, Διομήδην Διομήδεα καὶ ἐν τῷ ᾔδην ᾔδεα καὶ τοῖς λοιποῖς.

51

Eust. p. 1892, 30: σημείωσαι δὲ ὅτι μὲν ἦν ἀντὶ τοῦ ὑπῆρχον ἐν πρώτῳ προσώπῳ προσφυῶς ἔχει τὸ ν κατὰ συγκοπὴν τοῦ ἦον ὅπερ ἐστὶν ὑπῆρχον. τὸ δὲ τρίτον οὐχ οὕτως ἔχει κατὰ τὸν Ἡρακλείδου λόγον ἔχοντα οὕτως· τοῖς εἰς βραχὺ περαιουμένοις εἶτα συναιρεθεῖσι
5τοιούτοις προσώποις οὐκέτι μετουσία τοῦ ν ἐστίν, ὥστε ἐν τῷ ἦον ἦες ἦε καὶ συναιρέσει ἦν οὐκ ὀρθῶς ἔχει ἡ προσέλευσις τοῦ ν. καινὸν δέ, φησί, καὶ τὸ „ἤσκειν εἴρια καλά“ (Γ 388)· διαλυθὲν γὰρ εἰς τὸ ἤσκεε πῶς προσλήψεται τὸ ν, ὅπου γε οὐδεὶς παρατατικὸς (scil. τῶν συναιρεθέντων) εἰς ν περατοῦται ἐν τρίτῳ ἑνικῷ παρ’ Ἕλλησιν;
10ἑτέρωθι δὲ λέγει ὁ αὐτὸς καὶ ὅτι ὥσπερ τὸ „κνέε τυρόν“ [ἤγουν ἔκνεεν ἔκοπτεν] εἰς τὸ η συναιρεθὲν οἷον „κνῆ τυρόν“ (Λ 639) ἐν Ἰλιάδι οὐκέτι σὺν τῷ ν ἐξηνέχθη, οὕτως οὐδὲ τὸ ἦ μετὰ τοῦ ν γραφήσεται [ἀλλὰ δηλαδὴ δίχα τοῦ ν], κἂν σημαίνῃ τὸ ὑπῆρχεν [ἀπὸ τοῦ ἔε δηλονότι]. [καὶ οὕτω μὲν κατέστησεν ὁ σοφὸς τὴν τοιαύτην γραφήν.]
15ἔστι δὲ καὶ ἄλλως καὶ μετὰ τοῦ ν νοῆσαι τὸ ἦν Δωρικῶς ἅμα καὶ Ἀττικῶς κατὰ τὸν αὐτὸν Ἡρακλείδην εἰπόντα οὕτω· τὸ παρ’ ἡμῖν ἔπλει καὶ ἔρρει παρὰ μὲν τοῖς Ἴωσιν ἔπλεεν ἔρρεεν, ὡς τῆς ει διφθόγγου τεμνομένης παρ’ αὐτοῖς εἰς ἄμφω ταῦτα, παρὰ δὲ Δωριεῦσιν, ὧν τῇ διαλέκτῳ καὶ ἀρχαῖοι Ἀττικοὶ χρῶνται, τὰ τοιαῦτα δύο εε εἰς
20η συναιρεῖται, τὸ γὰρ ἔπλεεν ἔρρεεν ἔπλην καὶ ἔρρην παρ’ αὐτοῖς ... ἔτι ἰστέον καὶ ὅτι τὸ εἰρημένον ἦν ἐπὶ τρίτου ἑνικοῦ προσώπου ὁ Ἀλκμὰν ἦς λέγει (frg. 138) μετειλημμένου τοῦ ν εἰς ς Δωρικῶς, ὡς ὁ Ἡρα‐
κλείδης παραδίδωσιν.

52

Eust. p. 1642, 2: ἔνθα ἰστέον ὅτι τὸ ἔσκε δοκοῦν κοινότερον ἀπὸ τοῦ ἔω ἔσω ἔσκω γίνεσθαι Ἡρακλείδης ἄλλως σκευωρεῖ εἰπὼν οὕτως· ὥσπερ φιλῶ ἐφίλουν ἐφίλεις ἐφίλει καὶ ἐπὶ ἄλλων ὁμοίως, οὕτω καὶ ὦ οὖν εἶς εἶ τὰ ὑπαρκτικά. τοῦτο δέ, φησί, πε‐
5ποίηκε φανερὸν Ὅμηρος διὰ τοῦ ἔσκω Δωρικοῦ ῥήματος· Δωριέων γὰρ τὰ εἰς ει δίφθογγον περαιούμενα ἐν παρατατικῷ χρόνῳ ἐπὶ τρίτου προσώπου κατὰ ἀφαίρεσιν τοῦ ι ἐκφερόντων μετὰ προσθέσεως στοιχείων οἷον ἐφίλει ἐφίλεσκεν ἐνόει ἐνόεσκεν, οὕτω καὶ ἀπὸ τοῦ εἰρημένου εἶ ἔσκε φησὶν ἀφελὼν τὸ ι καὶ τρία στοιχεῖα προσθείς [ἤγουν τὸ ς
10τὸ κ τὸ ε]. καὶ οὕτω μὲν ὁ Ἡρακλείδης.

53

Eust. p. 1770, 25: τὸ δὲ ἐφάμην ἐκ τοῦ φημί ὂν ἀναλόγως συστέλλει τὴν παραλήγουσαν· τὰ γὰρ τοιαῦτα εἰς μι βραχύνουσι καθ’ Ἡρακλείδην τὸ παρατέλευτον φωνῆεν, ὃ ἐμήκυνεν ὁ ἐνεστώς· ὡς γὰρ δίδωμι ἐδιδόμην, ἐτιθέμην, ἐκιρνάμην, οὕτω φημί ἐφάμην. τὸ ἤμην,
5φησίν, οὐ τοιοῦτον· ἐχρῆν γὰρ ἀπὸ τοῦ εἰμί ἔμην εἶναι παραιρεθέντος τοῦ ι οἷα, φησί, τῆς ει χρεωκοπουμένης τῷ ι καὶ μὴ ἄλλως τῶν διφθόγγων βραχυνομένων, εἰ μὴ θάτερον περιαιρεθῇ φωνῆεν. εἶτα καὶ ἄλλως ἡμαρτῆσθαι δείξας τὸ ἤμην καὶ εἰπὼν μὴ χρῆναι τοῦ ἤμην τὸ δεύτερον ἦς εἶναι ἀλλ’ ἦσο καὶ προσθεὶς ὅτι Ὅμηρος τοῦτο εἰδὼς
10γράφει ἐκεῖθεν προστακτικὸν τὸ ἔσσο διὰ δύο σς, ἐπιφέρει ὅτι ἐκ περιουσίας ἐστὶ καὶ περὶ τούτου εἰπεῖν ὡς ἡμάρτηται καὶ αὐτό· καὶ γάρ, φησί, τῶν εἰς ο τοιούτων ῥημάτων οὐ διπλάζεται τὸ ς διαλέκτῳ· οὐδεὶς γοῦν μὴ εἴπῃ τὸ φάσο φάσσο οὐδ’ ἄλλο τι τῶν ὁμοίων. οὕτω δὲ πολύνους ὢν ὁ Ἡρακλείδης κατασκευάζει καὶ ὡς οὐκ ἔστι τὸ φήσω
15ἐκ τοῦ φημί εἶναι, ἀλλ’ ἐκ τοῦ φῶ.

54

Eust. p. 1641, 35: ὁ δὲ βαθὺς Ἡρακλείδης φαίνεται θέλων φύσει τε μακρὰν εἶναι τὴν παραλήγουσαν τοῦ φᾶσθαι καὶ προπερι‐ σπᾶσθαι αὐτήν. εἰπὼν γὰρ χρῆναι ἐν τῷ φημί τὸ παθητικὸν εἶναι φαμαί διὰ τοῦ α καὶ ὅμως ἐκλελοιπέναι διὰ τὸ δισυλλαβεῖν, ἐπεὶ
5οὐδὲν εἰς μαι λῆγον παθητικὸν καὶ τῷ α παραληγόμενον δισυλλαβεῖ, πάντα γὰρ ὑπὲρ δύο συλλαβάς εἰσιν, ὑποκαταβὰς λέγει ὅτι καθὰ ἐκ τοῦ τιθῶ πεποίηται τὸ τίθημι καὶ ἱστῶ ἵστημι, οὕτω καὶ τοῦ φῶ φῶμαι δευτέρας συζυγίας φημί· (οὗ παθητικὸν φαμαί, ἄρρητον δηλαδή.) αὐτοῦ δὲ τὸ ἀπαρέμφατον φᾶσθαι. μετ’ ὀλίγα δὲ λέγει καὶ περὶ τοῦ ὡς
10ἐρρέθη Ὁμηρικοῦ φάο (π 168. ς 171) τοιαῦτα· τὰ ἐπὶ δευτέρου προσώπου κατὰ παρατατικὸν χρόνον εἰς ο λήγοντα ῥήματα παρέσει τῆς παρατατικῆς αὐξήσεως προστακτικὸν ποιεῖ οἷον ἐδείκνυσο δείκνυσο καὶ τὰ ὅμοια. οὐκοῦν καὶ ἀπὸ τοῦ ἐφάμην, εἰ ἔστι τὸ δεύτερον ἔφασο, τὸ προστακτικὸν γενήσεται φάσο ἐνδείᾳ χρόνου ἑνὸς τοῦ κατ’ ἀρχήν, εἶτα
15φάο κατ’ ἔνδειαν τοῦ ς. ἐν τούτοις δὲ γράψας καὶ ὅτι ἀπὸ τοῦ εἰμί ἐμαί γίνεται τὸ ἤμην οὐ προσλήψει τοῦ ι, προκριτέον γάρ, φησί, τὴν διὰ τοῦ η γραφήν, καὶ ἐπαγαγὼν ὅτι τὰ ἐκ δασυνομένου τοῦ ε θέματα προσλαμβάνει τὸ ι ἐν τῇ κινήσει οἷον ἕρπω εἷρπον, ἕλκω εἷλκον, ἕπομαι εἱπόμην, ἐπιφέρει καὶ τὸ ἔχω εἰχόμην· καὶ γάρ, φησίν, ἐν
20τῷ ἔχω δασὺ ἦν τὸ ε, ἐψιλώθη δὲ διὰ τὴν ἐπιφορὰν τοῦ χ, διὸ ἐδασύνθη ὁ ἕξω μέλλων διδάσκων ἀπὸ τῶν αὐτῶν τοῖς ἐνεστῶσι
πνευμάτων ἄρχεσθαι τοὺς μέλλοντας.

55

Eust. p. 718, 3: ἔνθα ὅρα ὅτι οὐ μόνον τῷ ἔσεται χρᾶται ὁ ποιητὴς ἐντελῶς ἀλλὰ καὶ τῷ ἔσται, οὗ τὴν συγκοπὴν καινὴν κρίνουσιν οἱ παλαιοὶ καὶ ὡς εἰπεῖν μονήρη. θέμα δὲ αὐτῶν κοινότερον μὲν ἔω, ἀφ’ οὗ καὶ τὸ εἰμί καὶ τὰ κατ’ αὐτό. Ἡρακλείδης δὲ πεποιῆσθαι
5λέγει τὸ ἔσομαι ἀπὸ μονοσυλλάβου τοῦ ὦ ἤγουν ὑπάρχω, ἵνα ᾖ, ὥσπερ καλῶ καλέσω καλέσομαι, οὕτω καὶ τὸ ὦ ἔσω ἔσομαι, ὃ καὶ πλατύνει ἐκεῖνος καινότερον. Eust. p. 655, 10: ἔτι ἰστέον καὶ ὡς τοῦ ἔσεται συγκοπτομένου εἰς τὸ ἔσται λέγει τις παλαιὸς τεχνικὸς ὅτι Δοκεῖ μοι μέμφεσθαι τῇ συνηθείᾳ ἔσται λεγούσῃ· οὐδέποτε γὰρ τὸ τρίτον
10τῶν τοιούτων μελλόντων χρεωκοπεῖται παραλήγεσθαι (l. παραληγομένῳ) φωνήεντι, ἵνα τις εἴπῃ τὸ καλέσεται καλέσται ἢ τὸ τελέσεται τελέσται.
λέγει δὲ καὶ Σικελικὸν εἶναι τὸ ἔσσεται, οὐ μὴν Αἰολικόν. Σικελοὶ γάρ, φησί, διπλάζουσιν ἐν τοῖς τοιούτοις τὸ ς, Δωριεῖς δὲ τοὺς τοιούτους μέσους παρενθέσει τοῦ ι προφερόμενοι περισπῶσι, πλευσεῖται πορευσεῖται
15ῥευσεῖται. οὕτω γοῦν καὶ „ἄρκιον ἐσσεῖται φυγέειν“ (B 393). Δίων μέν‐ τοι ἔσσειται προπαροξυτόνως φησὶ λέγων ὅτι τὰ εἰς μακρὸν λήγοντα τῷ αὐτῷ λέγεται τόνῳ τοῖς ὁλοκλήροις καὶ ἐν τῇ τοῦ ι παρενθέσει οἷον σφέων σφείων, σπέους σπείους, δέους δείους, ὅθεν εἰ καὶ τὸ ἔσσεται εἰς μακρὸν περαιοῦται, εἰς δίφθογγον γάρ, πάλιν ἐν τῇ τοῦ ι παρενθέσει
20ἔσσειται γενήσεται ἐν τῷ αὐτῷ τόνῳ. νικῶσι δ’ ὅμως τὸν Δίωνα οἱ προ‐
περισπῶντες τὸ ἐσσεῖται.

56-60t

FRAGMENTA SEDIS INCERTAE

56

Eust. p. 734, 47: ὁδὸς δὲ νῦν (I 43) ἡ διὰ νεῶν κέλευθος, ἣν οἴδαμεν ἐκ τοῦ ἐλεύθω γενομένην. κατὰ γὰρ τὸν Ἀλεξανδρέα Ἡρα‐ κλείδην, ὡς πατῶ πάτος, στείβω στίβος, οὕτω ἐλεύθω ἔλευθος καὶ πλεονασμῷ τοῦ κ κέλευθος· ᾧ λόγῳ καὶ τὴν Αὐλωνίαν Χάραξ Καυλω‐
5νίαν φησὶν ἐν Ἰταλικοῖς· οὕτω δέ, φησί, καὶ τὰ ἀνθήλια κανθήλια. (haec descr. Cram. A. P. III 50, 6). Eust. p. 1457, 42: δεδή‐ λωται δὲ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὁ τοῦ κ πλεονασμὸς ἐν τῷ κέλευ‐ θος καὶ ἐν τῷ Καυλωνία, παρὰ τὸν αὐλῶνα γὰρ ἐκεῖνο λέγεται, καὶ ἐν τῷ ἀνθήλια κανθήλια, ὥς φασιν οἱ παλαιοί.

57

Eust. p. 1401, 34: ὅτι δὲ κοινῶς μὲν διὰ τοῦ ηλέβης, κατὰ δὲ Βοιωτοὺς διὰ διφθόγγου 〈ει〉 καθὰ καὶ ὁ πένης καὶ τὰ κατ’
αὐτά, ὁ Ἡρακλείδης δηλοῖ.

58

Eust. p. 1443, 57: ἰστέον δὲ ὅτι ὁ μὲν Λειώκριτος (β 242) εἴη ἂν τοῦ λεὼ ἔκκριτος κατὰ ἐτυμολογικὴν ἀνάπτυξιν. καὶ ἦν μὲν γράφεσθαι τὴν ἄρχουσαν διὰ τοῦ η καὶ ο κατὰ τὴν αὐτὴν αὐτὴν ἔννοιαν ὡς ἐκ τοῦ ληός ὁ λαός, οὗ μέμνηται Ἡρακλείδης καθ’ ὁμοιότητα τοῦ
5νηός ναός καὶ πηός παός ὁ ἐξ ἀγχιστείας προσγενής· οὔπω δὲ ἦν ἐπὶ Ὁμήρου ἐν χρήσει τὸ ληός ὁ λαός.

59

Eust. p. 1859, 56: τὸ δὲ διφθόγγισμα τοῦ πάλαι καὶ παλαιός
καὶ τῶν ἐξ αὐτοῦ 〈οὐκ〉 ἔδειξαν οἱ Αἰολεῖς καθ’ Ἡρακλείδην ἐν τῷ πάλαος, ὅθεν τὰ ἄλλα προσλήψει τοῦ ι. (Eust. p. 28, 29: ἰστέον δὲ ὅτι τὸ Ἀχαιός δίχα τοῦ κατὰ τὴν δίφθογγον ι προφέρουσιν οἱ
5Αἰολεῖς κατὰ τοὺς τεχνικούς, οἳ λέγουσιν ὡς διάλεκτοί τινες ἀπο‐ βάλλουσι τὸ ι τῆς αι διφθόγγου, οἷον Ἀθηναῖοι μὲν τὸ κλαίει κλάει λέγουσιν, οὕτω δὲ καὶ καίει κάει, αἰεί ἀεί, αἰετός ἀετός, Αἰολεῖς δὲ τὸ παλαιός καὶ Ἀχαιός καὶ ἑταῖρος πάλαος καὶ Ἄχαος καὶ ἕταρος, Ἴωνες δὲ σὺν Ἀττικοῖς τὸ χρύσειος ἀργύρειος χάλκειος καὶ τὰ ὅμοια χρύσεος
10φασὶ καὶ ἀργύρεος καὶ χάλκεος. ὡς δὲ οἱ Αἰολεῖς πολλάκις ἐν τοῖς διφθόγγοις οὐκ ἀποβάλλουσι ἀλλ’ ἀρκοῦνται μόνῃ διαστάσει ὡς ἐν τῷ Ἀτρεΐδης Αἰγεΐδης Ἀργέϊος, ἐξ ὦν τὸ Ἀτρείδης Αἰγείδης Ἀργεῖος, δη‐ λοῦσι καὶ αὐτὸ οἱ παλαιοί. —Eust. p. 99, 7: τὸ δέ γε Ἀχαΐδα καὶ Ἀχαϊκὸν ὥσπερ καὶ τὸ Ἀχαΐα παρὰ τοῖς ὕστερον ἀπέλευσιν ἔπαθε
15τοῦ ι κατὰ ἀκολουθίαν Αἰολέων, οἳ ἀποβάλλουσιν αὐτὸ καὶ ἐν τῷ Ἀχαιός ὡς καὶ ἐν τῷ παλαιός. Eust. p. 1764, 57 ... καὶ ὁ Ἀχαιός, ὃς ὅτι καὶ Ἄχαος λέγεται ἐκδρομῇ τοῦ ι ὁμοίως τῷ παλαιός πάλαος, δη‐ λοῦται ἐν τοῖς παλαιοῖς).

60

Eust. p. 1907, 49: ἔτι ἰστέον ... καὶ ὅτι τῆς ὑστέρας Ἀτθί‐ δος ἐστὶ τὸ ποῖοι· ἡ γὰρ ἀρχαία ἑτεροίαν ἐδίδου παράληξιν τῇ τοιαύτῃ λέξει, ὡς καὶ Ἡρακλείδης δηλοῖ, ἔνθα λέγει τοὺς Ἀττικοὺς τὴν οι δίφθογγον εἰς τὴν ει μεταποιεῖν τὸ δυοῖν λέγοντας δυεῖν καὶ τὸ οἴκοι
5οἴκει καὶ τὸ ποῖος πεῖος.

61-62t

FRAGMENTA DUBIA

61

Eust. p. 872, 18: μνεία δὲ τοῦ καθ’ Ὅμηρον κνῆ (Λ 639) κείσεταί που καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ὅπερ ὅτι τινὲς τῶν Ἀρι‐ σταρχείων ἐκδόσεων „κνέε τυρόν“ λέγουσι κατὰ διάλυσιν τοῦ κνῆ ὁ Ἀλεξανδρεὺς Ἡρακλείδης φησί.

62

Eust. p. 1540, 9: συνέσταλται δὲ ἐκ τοῦ ξηροῦ τὸ ξερόν·
τοιοῦτον δὲ καὶ τὸ νοσηρόν νοσερόν, εὕρηται γὰρ διχῶς. συνηγοροῖτο δ’ ἂν ἢ καθ’ Ἡρακλείδην εἰπεῖν παρηγοροῖτο τὸ ξερόν καὶ ἀπὸ τοῦ
ξέω· εὐφυῶς γὰρ ἔχει πρὸς ξέσιν λείαν τὰ ξηρά.