TLG 1407 002 :: HERACLIDES LEMBUS :: Fragmenta

HERACLIDES LEMBUS Hist.
(Alexandrinus: 2 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1853: 167–171.

Citation: Fragment — (line)

t1-5

ΙΣΤΟΡΙΑΙ.

1

Festus.: Lembos qui appella‐ tur Heraclides existimat revertentibus ab Ilio Achi‐ vis quendam tempestate dejectos in Italiae regiones secutos Tiberis decursum perve‐
5nisse, ubi nunc sit Roma, ibique propter taedium navigationis impulsas captivas auctoritate virginis cujusdam tempestivae nomine Rhomes, incendisse classem, atque ab ea necessitate ibi manendi ur‐ bem conditam ab is, et potissimum ejus nomine
10eam appellatam, a cujus consilio eas sedes sibi fir‐ mavissent.

2

Athenaeus XIII: Ἡρακλείδης δὲ ὁ Λέμ‐ βος ἱστορεῖ, ὅτι κατὰ τὴν Σπάρτην θαυμάζεται μᾶλλον ὁ κάλλιστος, καὶ γυνὴ ἡ καλλίστη, καλλίστας γεννώ‐ σης τῆς Σπάρτης τὰς γυναῖκας. Διὸ καὶ φασὶν Ἀρχι‐
5δάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαι τοὺς ἐφόρους αὐτὸν, ἐπιλέγοντας, ὅτι βασιλίσκους ἀντὶ βασιλέων τοῖς Σπαρτιάταις γεννᾶν προαιρεῖται.

3

(t)

E LIBRO VICESIMO PRIMO.
1 Idem VIII: Ἡρακλείδης γοῦν ὁ Λέμβος ἐν τῇ εἰκοστῇ πρώτῃ τῶν Ἱστοριῶν· «Περὶ τὴν Παιο‐ νίαν καὶ Δαρδανίαν βατράχους (φησὶν) ὗσεν ὁ θεὸς, καὶ τοσοῦτον αὐτῶν ἐγένετο τὸ πλῆθος, ὡς τὰς οἰκίας
5καὶ τὰς ὁδοὺς πλήρεις εἶναι. Τὰς μὲν οὖν πρώτας ἡμέρας κτείνοντες τούτους καὶ συγκλείοντες τὰς οἰκίας διεκαρ‐ τέρουν· ὡς δ’ οὐδὲν ἤνυον, ἀλλὰ τά τε σκεύη ἐπληροῦτο, καὶ μετὰ τῶν ἐδεσμάτων εὑρίσκοντο συνεψόμενοι καὶ συνοπτώμενοι οἱ βάτραχοι, καὶ πρὸς τούτοις οὔτε τοῖς
10ὕδασιν ἦν χρῆσθαι, οὔτε τοὺς πόδας ἐπὶ τὴν γῆν θεῖναι, συσσεσωρευμένων αὐτῶν, ἐνοχλούμενοι δὲ καὶ ὑπὸ τῆς τῶν τετελευτηκότων ὀδμῆς, ἔφυγον τὴν χώραν.»

4

(t)

E LIBRO TRICESIMO SEXTO.
1 Idem XIII: Ἡρακλείδης δὲ ὁ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν Δημώ φησιν
ἐρωμένην γενέσθαι τοῦ Δημητρίου· ᾗ ἐπιμανῆναι καὶ τὸν πατέρα αὐτοῦ Ἀντίγονον, καὶ ἀποκτεῖναι Ὀξύθεμιν167
5ὡς καὶ πολλὰ συνεξαμαρτάνοντα τῷ Δημητρίῳ, καὶ ὅτι ἀπέκτεινε τὰς τῆς Δημοῦς θεραπαίνας στρεβλῶν.

5

(t)

E LIBRO TRICESIMO SEPTIMO.
1 Athenaeus III: Τοιοῦτος ἦν καὶ Ἀλέξαρχος, ὁ Κασάνδρου τοῦ Μακεδο‐ νίας βασιλεύσαντος ἀδελφὸς, ὁ τὴν Οὐρανόπολιν καλου‐ μένην κτίσας. Ἱστορεῖ δὲ περὶ αὐτοῦ Ἡρακλείδης
5ὁ Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν Ἱστοριῶν, λέγων οὕτως· «Ἀλέξαρχος, ὁ τὴν Οὐρανόπολιν κτίσας, δια‐ λέκτους ἰδίας εἰσήνεγκεν· ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλῶν καὶ βροτοκέρτην τὸν κουρέα, καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα, καὶ τὸν κή‐
10ρυκα ἀπύτην. Καὶ τοῖς Κασανδρέων δὲ ἄρχουσι τοιαῦτά ποτ’ ἐπέστειλεν· «Ἀλέξαρχος ὁ μάρμων πρόμοις γα‐ θεῖν. Τοὺς ἡλιοκρεῖς οἰῶν, οἶδα λιποῦσα θεωτῶν ἔργων κρατήτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεοῦ πόγαις χυτλώσαν‐
15τες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς.» Τί δὲ ἡ ἐπιστολὴ αὕτη δηλοῖ, νομίζω ἐγὼ μηδὲ τὸν Πύθιον διαγνῶναι.

t6a-7

ΤΩΝ ΣΑΤΥΡΟΥ ΒΙΩΝ ΕΠΙΤΟΜΗ.

6a

Diogen. VIII, 40, de Pythagora: Ἡρακλείδης δέ φησιν ἐν τῇ τῶν Σατύρου βίων ἐπιτομῇ μετὰ τὸ θάψαι Φερεκύδην ἐν Δήλῳ ἐπανελθεῖν εἰς Ἰταλίαν, καὶ ** πανδαισίαν εὑρόντα Κύλωνος τοῦ Κροτωνιάτου
5εἰς Μεταπόντιον ἐξελθεῖν, κἀκεῖ τὸν βίον καταστρέψαι ἀσιτίᾳ, μὴ βουλόμενον περαιτέρω ζῆν.

6b

Idem VIII, 44: Ὁ δ’ οὖν Πυθαγόρας, ὡς μὲν Ἡρακλείδης φησὶν ὁ τοῦ Σαραπίωνος, ὀγδοηκοντούτης ἐτελεύτα, κατὰ τὴν ἰδίαν ὑπογραφὴν τῶν ἡλικιῶν· ὡς δ’ οἱ πλείους, ἔτη βιοὺς ἐνενήκοντα.

6c

Idem VIII, 53: Σάτυρος δ’ ἐν τοῖς Βίοις φησὶν ὅτι Ἐμπεδοκλῆς υἱὸς μὲν ἦν Ἐξαινέτου, κατέλιπε δὲ καὶ αὐτὸς υἱὸν Ἐξαίνετον· ἐπί τε τῆς αὐτῆς Ὀλυμπιάδος τὸν μὲν ἵππῳ κέλητι νενικηκέναι, τὸν δ’ υἱὸν αὐτοῦ
5πάλῃ ἢ, ὡς Ἡρακλείδης ἐν τῇ Ἐπιτομῇ, δρόμῳ.

6d

Ibid.: Ἀριστοτέλης γὰρ αὐτὸν, ἔτι δ’ Ἡρακλείδης ἑξήκοντα ἐτῶν φησὶ τετελευτηκέναι.

6e

Idem VIII, 58, de Empedocle: Ἡρακλείδης δὲ ὁ Σαραπίωνος ἑτέρου φησὶν εἶναι τὰς τραγῳδίας.

7

Idem IX, 26, de Zenone Eleata: Καθελεῖν δὲ θελήσας Νέαρχον τὸν τύραννον (οἱ δὲ, Διομέδοντα) συνελήφθη, καθά φησιν Ἡρακλείδης ἐν τῇ Σατύρου Ἐπιτομῇ.

t8-17

ΤΩΝ ΣΩΤΙΩΝΟΣ ΔΙΑΔΟΧΩΝ ΕΠΙΤΟΜΗ ἐν βιβλίοις ἕξ.

8

Idem VIII, 7: Γέγραπται δὲ τῷ Πυθαγόρᾳ συγ‐ γράμματα τρία, παιδευτικόν, πολιτικόν, φυσικόν· τὸ δὲ φερόμενον ὡς Πυθαγόρου Λύσιδός ἐστι τοῦ Ταραν‐ τίνου Πυθαγορικοῦ, φυγόντος εἰς Θήβας καὶ Ἐπαμει‐168
5νώνδα καθηγησαμένου. Φησὶ δ’ Ἡρακλείδης ὁ τοῦ Σαραπίωνος ἐν τῇ Σωτίωνος ἐπιτομῇ γεγραφέναι αὐτὸν καὶ περὶ τοῦ ὅλου ἐν ἔπεσι· δεύτερον τὸν ἱερὸν λόγον, οὗ ἡ ἀρχή, Ὦ νέοι, ἀλλὰ σέβεσθε μεθ’ ἡσυχίης τάδε πάντα·
10τρίτον περὶ ψυχῆς, τέταρτον περὶ εὐσεβείας, πέμπτον Ἡλοθαλῆ τὸν Ἐπιχάρμου τοῦ Κώου πατέρα, ἕκτον Κρότωνα καὶ ἄλλους· τὸν δὲ μυστικὸν λόγον Ἱππάσου φασὶν εἶναι, γεγραμμένον ἐπὶ διαβολῇ Πυθαγόρου· πολλοὺς δὲ καὶ ὑπὸ Ἄστωνος τοῦ Κροτωνιάτου γραφέν‐
15τας ἀνατεθῆναι Πυθαγόρᾳ.

9

Idem X, 1, de Epicuro: Τοῦτόν φασιν ἄλλοι τε καὶ Ἡρακλείδης ἐν τῇ Σωτίωνος ἐπιτομῇ, κληρουχη‐ σάντων Ἀθηναίων τὴν Σάμον, ἐκεῖ τραφῆναι, ὀκτωκαι‐ δεκέτη δ’ ἐλθεῖν εἰς Ἀθήνας, Ξενοκράτους μὲν ἐν Ἀκα‐
5δημίᾳ, Ἀριστοτέλους δ’ ἐν Χαλκίδι διατρίβοντος. Τελευτήσαντος δ’ Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ τῶν Ἀθηναίων ἐκπεσόντων ὑπὸ Περδίκκου, μετελθεῖν εἰς Κολοφῶνα πρὸς τὸν πατέρα· χρόνον δέ τινα διατρίψαντ’ αὐτόθι καὶ μαθητὰς ἀθροίσαντα πάλιν ἐπανελθεῖν εἰς
10Ἀθήνας ἐπ’ Ἀναξικράτους, καὶ μέχρι μέν τινος κατ’ ἐπιμιξίαν τοῖς ἄλλοις φιλοσοφεῖν, ἔπειτ’ ἰδίᾳ πως τὴν ἀπ’ αὐτοῦ κληθεῖσαν αἵρεσιν συστήσασθαι.

10

Idem V, 79, de Demetrio Phalereo: Ἡρακλεί‐ δης δ’ ἐν τῇ Ἐπιτομῇ τῶν Σωτίωνος διαδοχῶν, τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτο‐ λεμαῖον· τὸν δ’ (Demetrium) ἀποτρέπειν, φάσκοντα
5«Ἂν ἄλλῳ δῷς, σὺ οὐχ ἕξεις.»

11

Idem I, 25, de Thalete: Κλύτος δέ φησιν, ὡς Ἡρακλείδης ἱστορεῖ, μονήρη αὐτὸν γεγονέναι καὶ ἰδια‐ στήν.

12

Idem I, 98: Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμ‐ φίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων, δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην.

13

Idem II, 43, postquam de Socratis condemna‐ tione locutus est, addit: Οὐ μόνον δ’ ἐπὶ Σωκράτους Ἀθηναῖοι πεπόνθασι τοῦτο, ἀλλὰ καὶ ἐπὶ πλείστων ὅσων. Καὶ γὰρ Ὅμηρον, καθά φησιν Ἡρακλείδης,
5πεντήκοντα δραχμαῖς ὡς μαινόμενον ἐτίμησαν, καὶ Τυρταῖον παρακόπτειν ἔλεγον, καὶ Ἀστυδάμαντα πρό‐ τερον τῶν περὶ Αἰσχύλον ἐτίμησαν εἰκόνι χαλκῇ.

14a

Idem II, 113: Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν ἀπ’ Εὐκλείδου τινῶν· οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου ἀκοῦσαί φασιν αὐτὸν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς ἦν Ἰχθύᾳ γνώριμος, καθά φησιν
5Ἡρακλείδης.

14b

Idem II, 120: Τούτου (τοῦ Στίλπωνος) καὶ Ἡρα‐ κλείδης φησὶ τὸν Ζήνωνα ἀκοῦσαι τὸν τῆς στοᾶς κτίστην.169

15a

Diog. II, 138, de Menedemo: Ἦσαν δὲ τρεῖς (θυγατέρες), καθά φησιν Ἡρακλείδης, ἐξ Ὠρωπίας αὐτῷ γυναικὸς γεγεννημέναι.

15b

Idem II, 143, de eodem: Φησὶ δ’ Ἡρακλείδης αὐ‐ τὸν πᾶν τοὐναντίον, πρόβουλον γενόμενον τῶν Ἐρε‐ τριέων πολλάκις ἐλευθερῶσαι τὴν πόλιν ἀπὸ τῶν τυ‐ ράννων ἐπαγόμενον Δημήτριον· οὐκ ἂν δὴ οὖν προδοῦναι
5αὐτὸν Ἀντιγόνῳ τὴν πόλιν, ἀλλὰ διαβολὴν ἀναλαβεῖν ψευδῆ· φοιτᾶν τε πρὸς τὸν Ἀντίγονον καὶ βούλεσθαι ἐλευθερῶσαι τὴν πατρίδα· τοῦ δὲ μὴ εἴκοντος ὑπ’ ἀθυ‐ μίας ἀσιτήσαντα ἑπτὰ ἡμέρας τὸν βίον μεταλλάξαι. Τὰ ὅμοια τούτῳ καὶ Ἀντίγονος ὁ Καρύστιος ἱστορεῖ.

16

Idem III, 26, de Platone: Φησὶ δ’ Ἡρακλείδης, ὅτι νέος ὢν οὕτως ἦν αἰδήμων καὶ κόσμιος, ὥστε μη‐ δέποτ’ ὀφθῆναι γελῶν ὑπεράγαν.

17

Eutocius in Archimedem De circul. dimens.: Ἀλλ’ ἔστι μὲν τοῦτο τὸ βιβλίον (sc. περὶ τῆς τοῦ κύκλου μετρήσεως), ὥς φησιν Ἡρα‐ κλείδης ἐν τῷ Ἀρχιμήδους βίῳ, πρὸς τὰς τοῦ βίου
5χρείας ἀναγκαῖον.170