TLG 1407 001 :: HERACLIDES LEMBUS :: Excerpta politiarum HERACLIDES LEMBUS Hist. Excerpta politiarum Dup. partim ARISTOTELES Phil. et CORPUS ARISTOTELICUM (0086 051) Citation: Section — (line) | ||
t | Ἐκ τῶν Ἡρακλείδου περὶ πολιτειῶν | |
1-8t | Ἀθηναίων: | |
1 | Ἀθηναῖοι τὸ μὲν ἐξ ἀρχῆς ἐχρῶντο βασιλείᾳ, συνοι‐ κήσαντος δὲ Ἴωνος αὐτοῖς, τότε πρῶτον Ἴωνες ἐκλήθησαν. Πανδίων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμε τὴν ἀρχὴν τοῖς υἱοῖς. καὶ διετέλουν οὗτοι στασιάζοντες. Θησεὺς δὲ ἐκήρυξε καὶ συνεβίβασε τούτους ἐπ’ ἴσῃ καὶ | |
5 | ὁμοίᾳ μοίρᾳ. οὗτος ἐλθὼν εἰς Σκῦρον ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν ὑπὸ Λυκομήδους, φοβηθέντος μὴ σφετερίσηται τὴν νῆσον. Ἀθηναῖοι δὲ ὕστερον περὶ τὰ Μηδικὰ μετεκόμισαν αὐτοῦ τὰ ὀστᾶ. ἀπὸ δὲ Κοδριδῶν οὐκέτι βασιλεῖς ᾑροῦντο διὰ τὸ δοκεῖν τρυφᾶν καὶ μαλακοὺς γεγονέναι. Ἱππομένης δὲ εἷς τῶν Κοδριδῶν βουλόμενος ἀπώσασθαι τὴν διαβολήν, λαβὼν ἐπὶ τῇ | |
---|---|---|
10 | θυγατρὶ Λειμώνῃ μοιχόν, ἐκεῖνον μὲν ἀνεῖλεν ὑποζεύξας [μετὰ τῆς θυγα‐ τρὸς] τῷ ἅρματι, τὴν δὲ ἵππῳ συνέκλεισεν ἕως ἀπόληται. | |
2 | τοὺς μετὰ Κύλωνος διὰ τὴν τυραννίδα ἐπὶ τὸν βωμὸν τῆς θεοῦ πεφευ‐ γότας οἱ περὶ Μεγακλέα ἀπέκτειναν. καὶ τοὺς δράσαντας ὡς ἐναγεῖς ἤλαυνον. | |
3 | Σόλων νομοθετῶν Ἀθηναίοις καὶ χρεῶν ἀποκοπὰς ἐποίησε, τὴν σει‐ σάχθειαν λεγομένην. ὡς δ’ ἐνώχλουν αὐτῷ τινὲς περὶ τῶν νόμων, ἀπεδή‐ μησεν εἰς Αἴγυπτον. | |
4 | Πεισίστρατος λγʹ ἔτη τυραννήσας γηράσας ἀπέθανεν. Ἵππαρχος ὁ υἱὸς Πεισιστράτου παιδιώδης ἦν καὶ ἐρωτικὸς καὶ φιλόμουσος, Θεσσαλὸς δὲ νεώτερος καὶ θρασύς. τοῦτον τυραννοῦντα μὴ δυνηθέντες ἀνελεῖν Ἵππαρχον | |
ἀπέκτειναν τὸν ἀδελφὸν αὐτοῦ. Ἱππίας δὲ πικρότερον ἐτυράννει. καὶ τὸν | 14 | |
5 | περὶ ὀστρακισμοῦ νόμον εἰσηγήσατο, ὃς ἐτέθη διὰ τοὺς τυραννιῶντας. καὶ ἄλλοι τε ὠστρακίσθησαν καὶ Ξάνθιππος καὶ Ἀριστείδης. | |
5 | Ἐφιάλτης τοὺς ἰδίους ἀγροὺς ὀπωρίζειν παρεῖχε τοῖς βουλομένοις, ἐξ ὧν πολλοὺς ἐδείπνιζε. | |
6 | Κλέων παραλαβὼν διέφθειρε τὸ πολίτευμα, καὶ ἔτι μᾶλλον οἱ μετ’ αὐτόν, οἳ πάντας ἀνομίας ἐνέπλησαν, καὶ ἀνεῖλον οὐκ ἐλάσσους αφʹ. τούτων δὲ καταλυθέντων Θρασύβουλος καὶ Ῥίνων προειστήκεισαν, ὃς ἦν ἀνὴρ καλὸς καὶ ἀγαθός. | |
7 | Θεμιστοκλῆς καὶ Ἀριστείδης. καὶ ἡ ἐξ Ἀρείου πάγου βουλὴ πολλὰ ἐδύνατο. | |
8 | καὶ τῶν ὁδῶν ἐπιμελοῦνται, ὅπως μή τινες ἀνοικοδομῶσιν αὐτὰς ἢ δρυφάκτους ὑπερτείνωσιν. ὁμοίως δὲ καθιστᾶσι καὶ τοὺς ιαʹ, τοὺς ἐπιμελη‐ σομένους τῶν ἐν τῷ δεσμωτηρίῳ. εἰσὶ δὲ καὶ θʹ ἄρχοντες, θεσμοθέται ϛʹ, οἱ δοκιμασθέντες ὀμνύουσι δικαίως ἄρξειν καὶ δῶρα μὴ λήψεσθαι ἢ ἀνδριάντα | |
5 | χρυσοῦν ἀναθήσειν. ὁ δὲ βασιλεὺς τὰ κατὰ τὰς θυσίας διοικεῖ καὶ τὰ πολέμια. | |
9-13t | Λακεδαιμονίων: | |
9 | τὴν Λακεδαιμονίων πολιτείαν τινὲς Λυκούργῳ προσάπτουσι πᾶσαν. ὁ δὲ Ἀλκμὰν οἰκέτης ἦν Ἀγησίδου, εὐφυὴς δὲ ὢν ἠλευθερώθη καὶ ποιητὴς ἀπέβη. | |
10 | Λυκοῦργος ἐν Σάμῳ ἐγένετο. καὶ τὴν Ὁμήρου ποίησιν παρὰ τῶν ἀπογόνων Κρεοφύλου λαβὼν πρῶτος διεκόμισεν εἰς Πελοπόννησον. κατα‐ λαβὼν δὲ πολλὴν ἀνομίαν ἐν τῇ πατρίδι, καὶ τὸν Χάριλλον τυραννικῶς ἄρχοντα, μετέστησε. καὶ κοινὸν ἀγαθὸν τὰς ἐκεχειρίας κατέστησε. λέγεται | |
5 | δὲ καὶ τὴν κρυπτὴν εἰσηγήσασθαι, καθ’ ἣν ἔτι καὶ νῦν ἐξιόντες ἡμέρας κρύπτονται, τὰς δὲ νύκτας μεθ’ ὅπλων [κρύπτονται] καὶ ἀναιροῦσι τῶν Εἱλώτων ὅσους ἂν ἐπιτήδειον ᾖ. καθιστᾶσι δὲ καὶ ἐφόρους, καὶ μέγιστον οὗτοι δύνανται. οὐδενὶ γὰρ ὑπανίστανται πλὴν βασιλεῖ καὶ ἐφόρῳ. ὅταν δὲ τελευτήσῃ βασιλεὺς, γʹ ἡμέρας οὐδὲν πωλεῖται, καὶ ἀχύροις ἡ ἀγορὰ | |
10 | καταπάσσεται. | |
11 | Λακεδαιμόνιοι τὸν Λέσβιον ᾠδὸν ἐτίμησαν. τούτου γὰρ ἀκούειν ὁ | |
θεὸς χρησμῳδουμένου ἐκέλευε. | 16 | |
12 | πωλεῖν δὲ γῆν Λακεδαιμονίοις αἰσχρὸν νενόμισται. τῆς ἀρχαίας μοί‐ ρας οὐδὲ ἔξεστι. | |
13 | τῶν ἐν Λακεδαίμονι γυναικῶν κόσμος ἀφῄρηται, οὐδὲ κομᾶν ἔξεστιν, οὐδὲ χρυσοφορεῖν. τρέφουσι δὲ τὰ τέκνα ὥστε μηδέποτε πληροῦν, ἵνα ἐθίζωνται δύνασθαι πεινῆν. ἐθίζουσι δὲ αὐτοὺς καὶ κλέπτειν, καὶ τὸν ἁλόντα κολάζουσι πληγαῖς, ἵν’ ἐκ τούτου πονεῖν καὶ ἀγρυπνεῖν δύνωνται ἐν τοῖς | |
5 | πολεμίοις. μελετῶσι δὲ εὐθὺς ἐκ παίδων βραχυλογεῖν, εἶτα ἐμμελῶς καὶ σκώπτειν καὶ σκώπτεσθαι. εὐτελεῖς δὲ ταφαὶ καὶ ἴσαι πᾶσίν εἰσι. πέττει δ’ ἐν αὐτοῖς σῖτον οὐδείς. οὐδὲ γὰρ ἄλευρα κομίζουσι, σιτοῦνται δ’ ἄλφιτα. | |
14-15t | Κρητῶν: | |
14 | τὴν Κρητικὴν πολιτείαν λέγεται πρῶτος καταστῆσαι Μίνως, πρακτικός τε ἅμα καὶ νομοθέτης σπουδαῖος γενόμενος. ἐποιεῖτο δὲ δι’ ἐνάτου ἔτους τὴν ἐπανόρθωσιν τῶν νόμων. ὅτι δὲ ἀρχαιοτάτη τῶν πολιτειῶν ἡ Κρητικὴ ἐμφαίνει καὶ Ὅμηρος (Il. 2.648) λέγων· τὰς πόλεις | |
5 | αὐτῶν εὖ ναιεταώσας καὶ Ἀρχίλοχος (fr.133 Bergk) ἐν οἷς ἐπισκώπτων τινά φησι· νόμος δὲ Κρητικὸς διδάσκεται. | |
15 | οἱ παῖδες οἱ ἐν Κρήτῃ μετ’ ἀλλήλων διαιτῶνται ἐν ἱματίῳ θέρους καὶ χειμῶνος. ἀθροίζονται δὲ ἀγέλαι τούτων, καὶ ἐφ’ ἑκάστης ἄρχων γίνεται, ὃν καλοῦσιν ἀγελάτην, καὶ ἀθροίζει αὐτοὺς ὅπου θέλει καὶ ἐπὶ θήραν ἐξάγει. καὶ τὰ πολλὰ κοιμῶνται μετ’ ἀλλήλων, ποιοῦνται δὲ καὶ μάχας κατὰ νόμον | |
5 | πύξ τε καὶ ξύλοις, καὶ ὅταν συμβάλλωνται, αὐλοῦσί τινες αὐτοῖς καὶ κιθα‐ ρίζουσι. καὶ πρὸς ἀνδρείαν καὶ καρτερίαν ἐθίζονται. γράμματα δὲ μόνον παιδεύονται, καὶ ταῦτα μετρίως, ταῖς δὲ πρὸς τοὺς ἄρρενας ἐρωτικαῖς ὁμιλίαις ἐοίκασι πρῶτοι κεχρῆσθαι, καὶ οὐκ αἰσχρὸν παρ’ αὐτοῖς τοῦτο. ὅταν δὲ κρατήσωσιν, ἀπάγουσιν εἰς ὄρος ἢ τοὺς ἑαυτῶν χώρους κἀκεῖ ἑστιῶνται | |
10 | ἡμέρας ξʹ· πλείους γὰρ οὐκ ἔξεστι. καὶ δίδωσιν ὁ φιλήτωρ ἐσθῆτα καὶ ἄλλα δῶρα καὶ βοῦν. διαιτῶνται δὲ Κρῆτες πάντες καθήμενοι θρόνοις. ἄρχονται δὲ τῶν παρατιθεμένων ἀπὸ τῶν ξένων, μετὰ δὲ τοὺς ξένους τῷ ἄρχοντι διδόασι δʹ μοίρας, μίαν μὲν ἣν καὶ τοῖς ἄλλοις, δευτέραν δὲ ἀρχικήν, τρίτην δὲ τοῦ | |
οἴκου, τετάρτην δὲ τῶν σκευῶν. καθόλου δὲ πολλὴ φιλανθρωπία τοῖς ξένοις | 18 | |
15 | ἐστὶν ἐν Κρήτῃ, καὶ εἰς προεδρίαν καλοῦνται. ὅτι τοὺς Εἵλωτας κατεδουλώ‐ σαντό ποτε Λακεδαιμόνιοι, Θετταλοὶ δὲ τοὺς Πενέστας. | |
16-18t | Κυρηναίων: | |
16 | Κυρήνην ᾤκισε Βάττος, ὃς ἐκαλεῖτο πρότερον Ἀριστοτέλης. τῆς δὲ Πυθίας Βάττον αὐτὸν εἰπούσης ὄνομα τοῦτο ἔσχηκεν. οὗτος ἦλθεν εἰς Δελφοὺς περὶ τῆς φωνῆς πευσόμενος. ἦν γὰρ ἰσχνόφωνος. τοῦ δὲ θεοῦ κελεύοντος κτίζειν Λιβύην τὸ μὲν πρῶτον ὁρμήσας ἠδυνάτησε. | |
5 | Φερετίμη δὲ ἡ μήτηρ Ἀρκεσιλάου ἐβασίλευσε χαλεπὴ καὶ περίεργος. πολε‐ μοῦσα γοῦν πρὸς Βαρκαίους, λαβοῦσα δὲ τὴν Βάρκην τοὺς μὲν ἄνδρας ἀνεσκολόπισε, τῶν δὲ γυναικῶν τοὺς μαστοὺς ἐξέτεμε. μετ’ οὐ πολὺ δὲ ζῶσα κατεσάπη. | |
17 | Βάττος δὲ ἐβασίλευσεν ὁ καλὸς καλούμενος ἕβδομος ὢν ἀπὸ τοῦ πρώτου. Ἀρκεσιλάου δὲ βασιλεύοντος λευκὸς κόραξ ἐφάνη, περὶ οὗ λόγιον ἦν χαλεπόν. δημοκρατίας δὲ γενομένης Βάττος εἰς Ἑσπερίδας ἐλθὼν ἀπέθανε, καὶ τὴν κεφαλὴν αὐτοῦ λαβόντες κατεπόντισαν. | |
18 | νόμος δὲ ἦν τοὺς πολυδίκους καὶ κακοπράγμονας ὑπὸ τῶν ἐφόρων προάγεσθαι, καὶ ζημιοῦν τούτους καὶ ἀτίμους ποιεῖν. | |
19-20t | Κορινθίων: | |
19 | Κόρινθος Ἐφύρα πρότερον ἐκαλεῖτο μέχρι Κορίν‐ θου, ἀφ’ οὗ τὸ ὄνομα ἔσχεν. ἐβασίλευσε δὲ καὶ Βάκχις τρίτος, χωλὸς καὶ εὐτελὴς τὴν ὄψιν, καλῶς δὲ ἄρχων καὶ πολιτικῶς. ᾧ θυγατέρες μὲν γʹ, υἱοὶ δὲ ζʹ, οἳ τὸ γένος οὕτως ηὔξησαν ὥστε Βακχιάδας ἀντὶ Ἡρακλειδῶν | |
5 | καλεῖσθαι τοὺς ἀπ’ αὐτῶν. | |
20 | Περίανδρος δὲ πρῶτος μετέστησε τὴν ἀρχὴν δορυφόρους ἔχων καὶ οὐκ ἐπιτρέπων ἐν ἄστει ζῆν, ἔτι δὲ δούλων κτῆσιν καὶ τρυφὴν ὅλως περιαιρῶν. μέτριος δὲ ἦν ἐν ἄλλοις, τῷ τε μηδένα τέλος πράσσεσθαι ἀρκεῖσθαί τε τοῖς ἀπὸ τῆς ἀγορᾶς καὶ τῶν λιμένων, καὶ τῷ μήτε ἄδικος μήτε ὑβριστὴς | |
5 | εἶναι, μισοπόνηρος δέ. τὰς δὲ προαγωγοὺς πάσας κατεπόντισε. βουλὴν δὲ ἐπ’ ἐσχάτων κατέστησεν, οἳ οὐκ ἐφίεσαν δαπανᾶν πλέον ἢ κατὰ τὰς | |
προσόδους. | 20 | |
21t | Ἠλείων: | |
21 | Πανταλέων ἐβασίλευσεν ἐν τούτοις, ὑβριστὴς καὶ χαλε‐ πός. οὗτος πρέσβεις πρὸς αὐτὸν ἐλθόντας ἐκτεμὼν ἠνάγκασε καταφαγεῖν τοὺς ὄρχεις. | |
22-24t | 〈Τενεδίων:〉 | |
22 | Τένεδος ἡ νῆσος τὸ μὲν ἐξ ἀρχῆς Λεύκοφρυς ἐκα‐ λεῖτο, χρόνῳ δ’ ὕστερον πρὸ τῶν Τρωϊκῶν Τέννης διενεχθεὶς πρὸς τὸν πατέρα συνῴκισεν αὐτήν. λέγεται δὲ ὡς καταψευσαμένης αὐτοῦ τῆς μη‐ τρυιᾶς καὶ μαρτυρήσαντος αὐλητοῦ τινὸς βιάζεσθαι ταύτην, εἰς λάρνακα | |
5 | ἐμβληθεὶς ὑπὸ τοῦ πατρὸς Κύκνου καὶ εἰς θάλασσαν ῥιφεὶς διασωθῆναι πρὸς τὴν νῆσον. διὰ δὲ τὸ καταψεύσασθαι τὸν αὐλητὴν οὐ νόμιμον εἰς τὸ ἱερὸν αὐλητὴν εἰσιέναι. | |
23 | ὅτι Ἀμαυρὸς χωλὸς τοὺς πόδας ἐβασίλευσε ταύτης. | |
24 | νόμον δέ τινά φασι τὸν βασιλέα Τέννην διαθέσθαι, εἴ τις λάβοι μοιχόν, ἀποκτείνειν τοῦτον πελέκει. ἁλόντος δὲ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ λαβόντος ἐρομένου τὸν βασιλέα τί χρὴ ποιεῖν, ἀποκρίνασθαι τῷ νόμῳ χρῆσθαι. καὶ διὰ τοῦτο τοῦ νομίσματος αὐτοῦ ἐπὶ θάτερα πέλεκυς κεχάρακται. ἐπὶ | |
5 | θάτερα δὲ ἐξ ἑνὸς αὐχένος πρόσωπον ἀνδρὸς καὶ γυναικός. καὶ ἐκ τούτου λέγεται ἐπὶ τῶν ἀποτόμων τὸ ἀποκεκόφθαι Τενεδίῳ πελέκει. | |
25t | Παρίων: | |
25 | Πάρον τὴν νῆσον ᾤκισε Πάρος ἐξ Ἀρκαδίας λαὸν ἄγων. Ἀρχίλοχον τὸν ποιητὴν Κόραξ ὄνομα ἔκτεινε, πρὸς ὅν φασιν εἰπεῖν τὴν Πυθίαν. ἔξιθι νηοῦ, τοῦτον δ’ εἰπεῖν· ἀλλὰ καθαρός εἰμι, ἄναξ, ἐν χειρῶν γὰρ νόμῳ ἔκτεινα. | |
26-29t | Κείων: | |
26 | ἐκαλεῖτο μὲν Ὑδροῦσα ἡ νῆσος, λέγονται δὲ οἰκῆσαι νύμφαι πρότερον αὐτήν, φοβήσαντος δ’ αὐτὰς λέοντος εἰς Κάρυστον διαβῆ‐ ναι, διὸ καὶ ἀκρωτήριον τῆς Κέω Λέων καλεῖται. Κέως δ’ ἐκ Ναυπάκτου | |
διαβὰς ᾤκισε, καὶ ἀπ’ αὐτοῦ ταύτην ὠνόμασαν. | 22 | |
27 | Ἀρισταῖον δέ φασι μαθεῖν παρὰ μὲν νυμφῶν τὴν τῶν προβάτων καὶ βοῶν ἐπιστήμην, παρὰ δὲ Βρισῶν τὴν μελιττουργίαν. φθορᾶς δὲ οὔσης φυτῶν καὶ ζῴων διὰ πνεῖν ἐτησίας. | |
28 | Ἀριστείδης ἐπεμελεῖτο γυναικῶν εὐκοσμίας. καὶ τὸ παλαιὸν ὕδωρ ἔπινον οἱ παῖδες καὶ αἱ κόραι μέχρι γάμου. ἐπὶ δὲ τοῖς τελευτῶσιν οὐδέν ἐστι πένθος ἐν ἀνδράσι περὶ ἐσθῆτα ἢ κουράν, μητρὶ δὲ νέου τελευτήσαντος ἐνιαυτός. | |
29 | οὔσης δὲ ὑγιεινῆς τῆς νήσου καὶ εὐγήρων τῶν ἀνθρώπων, μάλιστα δὲ τῶν γυναικῶν, οὐ περιμένουσι γηραιοὶ τελευτᾶν, ἀλλὰ πρὶν ἀσθενῆσαι ἢ πηρωθῆναί τι, οἱ μὲν μήκωνι οἱ δὲ κωνείῳ ἑαυτοὺς ἐξάγουσι. | |
30-35t | Σαμίων: | |
30 | σάμον τὸ μὲν ἐξ ἀρχῆς ἐρήμην οὖσαν λέγεται κατέχειν πλῆθος θηρίων μεγάλην φωνὴν ἀφιέντων. ἐκαλοῦντο δὲ τὰ θηρία νήϊδες, ἡ δὲ νῆσος Παρθενία, ὕστερον δὲ Δρυοῦσα. ἐβασίλευσε δ’ αὐτῶν Ἀγκαῖος, περὶ οὗ τὰς ἀμπέλους ὁ θεράπων φυτεύων φησί· πολλὰ μεταξὺ πέλει | |
5 | κύλικος καὶ χείλεος ἄκρου. | |
31 | ὅτι ἐν τοῖς Σαμίοις ἐφάνη λευκὴ χελιδὼν οὐκ ἐλάττων πέρδικος. | |
32 | Φερεκύδης ὁ Σύριος ὑπὸ φθειρῶν καταβρωθεὶς ἐν Σάμῳ ἐτελεύτη‐ σεν, ὅτε καὶ ἐλθόντι Πυθαγόρᾳ τὸν δάκτυλον διὰ τῆς ὀπῆς ἔδειξε περιεψι‐ λωμένον. | |
33 | Αἴσωπος δὲ ὁ λογοποιὸς εὐδοκίμει τότε. ἦν δὲ Θρᾷξ τὸ γένος, ἠλευθε‐ ρώθη δὲ ὑπὸ Ἴδμονος τοῦ σοφοῦ, ἐγένετο δὲ πρῶτον Ξάνθου δοῦλος. | |
34 | τὴν δὲ πολιτείαν τῶν Σαμίων Συλοσῶν ἠρήμωσεν, ἀφ’ οὗ καὶ ἡ παροιμία, ἕκητι Συλοσῶντος εὐρυχωρίη. | |
35 | Θεογένης δὲ τῶν Σαμίων τις εὐφυὴς μέν, ἄλλως δὲ ἄσωτος καὶ πονηρός, φεύγων τὴν πατρίδα, διατρίβων δὲ Ἀθήνησι παρ’ Εὐριπίδῃ καὶ τὸ γύναιον αὐτοῦ διαφθείρων, συνεργὸν αὐτὸν λαβὼν πείθει τοὺς Ἀθη‐ ναίους, ͵β εἰς Σάμον ἀποστεῖλαι. οἱ δὲ ἐλθόντες πάντας ἐξέβαλον. | |
36-39t | Κυμαίων: | |
36 | Τηλεφάνης ἐβασίλευσε ταύτης, ὃς ἐξεφύτευσε τὴν | |
Κυμαίων χώραν. Λυδοὶ δὲ χαλεπῶς δεσποζόμενοι πρός τινος πυθόμενοι ἐν Κύμῃ εἶναί τινα, ἔπεμψαν εἰς βασιλείαν καλοῦντες. οὗτος δὲ ἐτύγχανεν ἐν ἁμαξοπηγοῦ δουλεύων. δόντες οὖν οἱ Λυδοὶ λύτρα τούτῳ παρέλαβον αὐτόν. | 24 | |
5 | τῶν δὲ ἐν Κύμῃ τις ἐκδεδωκὼς ἅμαξαν αὐτῷ κατεῖχεν αὐτόν. παρακαλούν‐ των δὲ πολλῶν μὴ κωλύειν οὐκ εἴα προσεπικερτομῶν καὶ λέγων περὶ πολ‐ λοῦ ποιεῖσθαι ὑπὸ τοῦ Λυδῶν βασιλέως εἰργασμένην ἔχειν ἅμαξαν. | |
37 | Ἑρμοδίκην δὲ γυναῖκα τοῦ Φρυγῶν βασιλέως Μίδα φασὶ κάλλει διαφέρειν, ἀλλὰ καὶ σοφὴν εἶναι καὶ τεχνικὴν καὶ πρώτην νόμισμα κόψαι Κυμαίοις. | |
38 | ἔθος δὲ ἦν αὐτοῖς εἰς τὰ κλοπιμαῖα συμβάλλεσθαι τοὺς γείτονας, διὸ καὶ ὀλίγα ἀπόλλυνται. πάντες γὰρ ὁμοίως ἐτήρουν. καὶ Ἡσίοδος (Op. 348) ἐντεῦθεν δοκεῖ λέγειν· οὐκ ἂν βοῦς ἀπόλοιτ’ εἰ μὴ γείτων κακὸς εἴη. Κῦρος δὲ καταλύσας τὴν πολιτείαν μοναρχεῖσθαι αὐτοὺς ἐποίησε. | |
39 | Φείδων ἀνὴρ δόκιμος πλείοσι μετέδωκε τῆς πολιτείας, νόμον θεὶς ἕκαστον ἐπάναγκες τρέφειν ἵππον. Προμηθεὺς δέ τις ἀνὴρ δραστήριος καὶ ἱκανὸς εἰπεῖν χιλίοις παρέδωκε τὴν πολιτείαν. | |
40t | Ἐρετριέων: | |
40 | Διαγόρᾳ εἰς Σπάρτην πορευομένῳ καὶ ἐν Κορίνθῳ τελευτήσαντι Ἐρετριεῖς εἰκόνα ἔστησαν. | |
41t | Πεπαρηθίων: | |
41 | αὕτη ἡ νῆσος εὔοινός ἐστι καὶ εὔδενδρος καὶ σῖτον φέρει. | |
42t | Λεπρεατῶν: | |
42 | Λεπρεεῖς οὓς ἂν λάβωσι μοιχοὺς περιάγουσι γʹ ἡμέρας τὴν πόλιν δεδεμένους καὶ ἀτιμοῦσι διὰ βίου, τὴν δὲ γυναῖκα ιαʹ ἐπ’ | |
ἀγορᾶς ἄζωστον ἐν χιτῶνι διαφανεῖ ἱστᾶσι καὶ ἀτιμοῦσι. | 26 | |
43t | Λυκίων: | |
43 | Λύκιοι διῆγον λῃστεύοντες. νόμοις δὲ οὐ χρῶνται ἀλλ’ ἔθεσι, καὶ ἐκ παλαιοῦ γυναικοκρατοῦνται. πωλοῦσι δὲ τοὺς ψευδομάρτυρας καὶ τὰς οὐσίας αὐτῶν δημεύουσι. | |
44t | Τυρρηνῶν: | |
44 | Τυρρηνοὶ τέχνας ἔχουσι πλείστας. πάντες δὲ ὑπὸ τῷ αὐτῷ ἱματίῳ μετὰ τῶν γυναικῶν κατάκεινται κἂν παρῶσί τινες, καὶ τοὺς καταλύοντας ξένους φιλοῦσιν. ὅταν δέ τις ὀφείλων χρέος μὴ ἀποδῷ παρα‐ κολουθοῦσιν οἱ παῖδες ἔχοντες κενὸν θυλάκιον εἰς δυσωπίαν. | |
45t | Μολοττῶν: | |
45 | Μολοττοὶ δὲ τῆς Ἀρτέμιδος συλήσαντες τὸ ἱερὸν καὶ τοῦ ξοάνου χρυσοῦν ἀφελόμενοι στέφανον θυσίαν ἐτίθεσαν ἀντ’ αὐτοῦ. τῶν δὲ Κεφαλλήνων ἄλλον ἐπιθέντων, τοῦτον ἀπέβαλεν ἡ θεὸς καὶ χαμαὶ κείμενος εὑρέθη. Κεφαλλῆνες δὲ ἀπὸ Κεφάλου ἐκλήθησαν. | |
46t | Φασιανῶν: | |
46 | Φᾶσιν ὡς τὸ ἐξ ἀρχῆς Ἡνίοχοι κατῴκουν, φῦλον ἀνθρωποφάγον καὶ ἐκδέρον τοὺς ἀνθρώπους, ἔπειτα Μιλήσιοι. φιλόξενοι δ’ εἰσὶν ὥστε τοὺς ναυαγοὺς ἐφοδιάζειν καὶ γʹ μνᾶς διδόντας ἀποπλεῖν. | |
47t | Ἀμοργίων: | |
47 | Ἀμοργὸς οἶνον φέρει πολὺν καὶ ἔλαιον καὶ ὀπώραν. | |
48t | Λευκανῶν: | |
48 | οἱ δὲ Λευκανοὶ φιλόξενοι καὶ δίκαιοι. ἐβασίλευσε δὲ τούτων Λαμίσκος, ὃς εἶχε λύκου τὸν τρίτον δάκτυλον τοῦ ποδὸς ἀπὸ τοῦ | |
μεγάλου. | 28 | |
49t | Σαμοθρᾴκης: | |
49 | ἡ Σαμοθρᾴκη τὸ μὲν ἐξ ἀρχῆς ἐκαλεῖτο Λευκανία διὰ τὸ λευκὴν εἶναι, ὕστερον δὲ Θρᾳκῶν κατασχόντων Θρᾳκία. τούτων δὲ ἐκλιπόντων ὕστερον ἔτεσι ψʹ Σάμιοι κατῴκισαν αὐτὴν ἐκπεσόντες τῆς οἰκείας καὶ Σαμοθρᾴκην ἐκάλεσαν. | |
50-51t | Μαγνήτων: | |
50 | οὗτοι δι’ ὑπερβολὴν ἀτυχημάτων πολλὰ ἐκακώθη‐ σαν. καί που καὶ Ἀρχίλοχός (fr.19 Diehl) φησι· κλαίω θαλασσῶν, οὐ τὰ Μαγνήτων κακά. | |
51 | καὶ ἱπποτρόφοι δ’ εἰσὶν ὃν τρόπον καὶ οἱ Κολοφώνιοι, πεδιάδα χώραν ἔχοντες. | |
52t | 〈Δελφῶν:〉 | |
52 | Φᾶμις ἄρχων ἦν καὶ τούτου τοὺς υἱοὺς ὡς ἱεροσύλους συνέλαβον θύοντας. ὅπερ φασὶ καὶ περὶ Αἴσωπον γενέσθαι. καὶ γὰρ ἐκεῖνος ἐπὶ ἱεροσυλίᾳ διεφθάρη, φιάλης χρυσῆς φωραθείσης ἐν τοῖς στρώμασιν αὐτοῦ. | |
53t | Ἀθαμάνων: | |
53 | ἐν τῇ Ἀθαμάνων χώρᾳ γεωργοῦσι μὲν αἱ γυναῖκες, νέμουσι δὲ οἱ ἄνδρες. | |
54t | 〈Κυθηρίων:〉 | |
54 | Κυθήριοι δὲ ὄψῳ τυρῷ χρῶνται καὶ σύκοις. φέρει γὰρ ἡ νῆσος πολλὰ καὶ μέλι καὶ οἶνον. φιλάργυροι δέ εἰσι καὶ φιλόπονοι. | |
55t | Ῥηγίνων: | |
55 | Ῥήγιον ᾤκισαν Χαλκιδεῖς οἱ ἀπ’ Εὐρίπου διὰ λιμὸν | |
ἀναστάντες, παρέλαβον δὲ καὶ ἐκ Πελοποννήσου τοὺς Μεσσηνίους τοὺς ἐν Μακίστῳ τυχόντας διὰ τὴν ὕβριν τῶν Σπαρτιατίδων παρθένων. καὶ συνῴκι‐ σαν πρῶτον παρὰ τὸν Ἰοκάστου τάφον, ἑνὸς τῶν Αἰόλου παίδων, ὅν φασιν | 30 | |
5 | ἀποθανεῖν πληγέντα ὑπὸ δράκοντος. καὶ χρησμὸν ἔλαβον, ὅπου ἂν ἡ θήλεια τὸν ἄρρενα. καὶ ἰδόντες πρίνῳ περιπεφυκυῖαν ἄμπελον τοῦτον εἶναι τὸν τόπον συνῆκαν. τὸ δὲ χωρίον, ἐν ᾧ τὴν πόλιν ᾤκισαν, Ῥήγιον ἐκαλεῖτο ἀπό τινος ἐγχωρίου ἥρωος. πολιτείαν δὲ κατεστήσαντο ἀριστοκρατικήν. χίλιοι γὰρ πάντα διοικοῦσιν αἱρετοὶ ἀπὸ τιμημάτων. νόμοις δὲ ἐχρῶντο τοῖς | |
10 | Χαρώνδου τοῦ Καταναίου. ἐτυράννησε δὲ αὐτῶν Ἀναξίλας Μεσσήνιος. καὶ νικήσας Ὀλύμπια ἡμιόνοις εἱστίασε τοὺς Ἕλληνας. καί τις αὐτὸν ἐπέσκωψεν εἰπών· οὗτος τί ἂν ἐποίει νικήσας ἵπποις; ἐποίησε δὲ καὶ ἐπινίκιον Σιμωνίδης· (fr.19 Diehl3) χαίρετ’ ἀελλοπόδων θύγατρες ἵππων [ἐγένοντο]. ἦσαν δὲ καὶ ἄλλοι δυναστικοὶ παρὰ τοῖς Ῥηγίνοις. | |
56t | 〈Κορκυραίων:〉 | |
56 | Κορκυραῖοι Διομήδην ἐπεκαλέσαντο. καὶ τὸν παρ’ αὐτοῖς δράκοντα ἀπέκτεινεν. οἷς καὶ συνεμάχησε στόλῳ πολλῷ εἰς Ἰαπυγίαν ἐλθὼν πολεμοῦσι πρὸς Βρεντεσίους, καὶ τιμῶν ἔτυχεν. | |
57t | Ταραντίνων: | |
57 | ὅτε δὲ Λακεδαιμόνιοι Μεσσηνίοις ἐπολέμουν, γυναῖκες ἀπόντων τούτων παῖδάς τινας ἐγέννησαν, οὓς ἐν ὑποψίαις εἶχον οἱ πατέρες ὡς οὐκ ὄντας αὐτῶν καὶ Παρθενίας ἐκάλουν. οἱ δ’ ἠγανάκτουν. | |
58t | Θρᾳκῶν: | |
58 | γαμεῖ ἕκαστος γʹ καὶ δʹ, εἰσὶ δὲ οἳ καὶ λʹ, καὶ ὡς θερα‐ παίναις χρῶνται. καὶ ἐκ περιουσίας οἱ γάμοι, καὶ ἐκ περιόδου σύνεισιν αὐταῖς, καὶ λούει καὶ διακονεῖ. καὶ πλεῖσται μετὰ τὴν χρῆσιν χαμαὶ κοι‐ | |
μῶνται. κἂν δυσχεραίνῃ τις, οἱ γονεῖς ἀποδόντες ὃ ἔλαβον ἀπεκομίσαντο τὴν | 32 | |
5 | θυγατέρα. τιμὴν γὰρ λαμβάνοντες συνάπτουσιν αὐτάς. καὶ ἀποθανόντος τοῦ ἀνδρὸς, ὥσπερ τἆλλα, οὕτω καὶ τὰς γυναῖκας κληρονομοῦσι. | |
59t | 〈Μινῳῶν:〉 | |
59 | Μίνῳαν τὴν ἐν Σικελίᾳ Μακάραν ἐκάλουν πρότερον. ἔπειτα Μίνως ἀκούων Δαίδαλον ἐνταῦθα, μετὰ στόλου παρεγένετο καὶ ἀνα‐ βὰς ἐπὶ τὸν Λύκον ποταμὸν τῆς πόλεως ταύτης ἐκυρίευσε καὶ νικήσας τοὺς βαρβάρους ἀφ’ ἑαυτοῦ προσωνόμασεν αὐτὴν νόμους Κρητικοὺς θεὶς αὐτῇ. | |
60-62t | Λοκρῶν: | |
60 | ἐγένετο Λοκρὸς Ξενόκριτος, τυφλὸς ἐκ γενετῆς ποιητὴς καὶ Ἐράσιππος. παρ’ αὐτοῖς ὀδύρεσθαι οὐκ ἔστιν ἐπὶ τοῖς τελευτήσασιν, ἀλλ’ ἐπειδὰν ἐκκομίσωσιν, εὐωχοῦνται. καπηλεῖον οὐκ ἔστι μεταβολικὸν ἐν αὐτοῖς, ἀλλ’ ὁ γεωργὸς πωλεῖ τὰ ἴδια. | |
61 | ἐὰν ἁλῷ τις κλέπτων, τοὺς ὀφθαλμοὺς ἐξορύσσεται. Ζαλεύκου υἱὸς ἑάλω καὶ τῶν Λοκρῶν αὐτὸν ἀφιέντων, οὐχ ὑπέμεινεν, αὑτοῦ δὲ ἕνα καὶ τοῦ υἱοῦ ἕνα ἐξεῖλεν. | |
62 | Πολέμαρχος ἐπιορκήσας τὸν τῶν Κορινθίων ἀπέφυγε στόλον. καὶ μυθολογοῦσιν, ὅτε καθεύδοι νύκτωρ, τὰς γαλᾶς δάκνειν αὐτὸν πέρας ἀπο‐ ροῦντα ἑαυτὸν ἀνελεῖν. | |
62a-63t | 〈Χαλκιδέων:〉 | |
62a | κατῴκισαν δὲ καὶ Κλεωνὰς Χαλκιδεῖς οἱ ἐν τῷ Ἄθῳ ἐξαναστάντες ἐξ Ἐλυμνίου, ὡς μὲν μυθολογοῦσιν ὑπὸ μυῶν, οἳ τά τ’ ἄλλα κατήσθιον αὐτῶν καὶ τὸν σίδηρον. | |
63 | νόμος δὲ ἦν Χαλκιδεῦσι μὴ ἄρξαι μηδὲ πρεσβεῦσαι νεώτερον ἐτῶν νʹ. | |
64t | 〈Κεφαλλήνων:〉 | |
64 | ἐν Κεφαλληνίᾳ Προμνήσου υἱὸς ἐκράτησε, καὶ | |
χαλεπὸς ἦν, καὶ ἑορτὰς πλέον βʹ οὐκ ἐπέτρεπεν οὐδὲ ἐν πόλει διαιτᾶσθαι πλέον ἡμέρας ιʹ τοῦ μηνός. τάς τε κόρας πρὸ τοῦ γαμίσκεσθαι αὐτὸς ἐγίνωσ‐ κεν. Ἀντήνωρ δὲ λαβὼν ξιφίδιον καὶ γυναικείαν ἐσθῆτα, ἐνδυσάμενος εἰς | 34 | |
5 | τὴν κοίτην ἀπέκτεινε, καὶ ὁ δῆμος αὐτὸν ἐτίμησε καὶ ἡγεμόνα κατέστησε, καὶ ἡ κόρη ὑπὲρ ἧς αὐτὸς εἰσῄει ἐπικλεὴς ἐγένετο. μαρτυρεῖται δὲ καὶ ἐκ Τυρρηνίας Ὅμηρος παραβαλεῖν εἰς Κεφαλληνίαν καὶ Ἰθάκην, ὅτε καὶ τοὺς ὀφθαλμοὺς λέγεται διαφθαρῆναι νοσήσας. | |
65t | 〈Ῥοδίων:〉 | |
65 | Ῥόδον τὴν νῆσον τὸ παλαιὸν κεκρύφθαι λέγουσιν ὑπὸ τῆς θαλάσσης, ἀναφανῆναι δὲ ὕστερον ξηρανθεῖσαν. ἐκαλεῖτο δὲ Ὀφιοῦσα διὰ τὸ πλῆθος τῶν ἐνόντων ὄφεων. | |
66t | 〈Ἐφεσίων:〉 | |
66 | Ἔφεσον κληθῆναί φασιν ἀπὸ μιᾶς τῶν Ἀμαζόνων, οἱ δὲ ἀπὸ τοῦ τὸν Ἡρακλέα ταῖς Ἀμαζόσιν ἐφεῖναι τὰ ἀπὸ Μυκάλης ἕως Πιτάνης. | |
67t | 〈Φωκαέων:〉 | |
67 | Φώκαιαν οἱ μὲν ἀπὸ Φώκου ἡγεμόνος ὠνόμασαν, οἱ δὲ ὅτι φώκην εἰς τὸ ξηρὸν εἶδον ἐκβαίνουσαν. | |
68t | 〈Κροτωνιατῶν:〉 | |
68 | Κρότωνα ἐξ ἀρχῆς Κρότων ᾤκισεν. | |
69t | Ἀκραγαντίνων: | |
69 | Φάλαρις ἐτυράννευσε παρανομίᾳ πάντας ὑπερ‐ βαλών. οὐ γὰρ μόνον ἐφόνευε πολλούς, ἀλλὰ καὶ τιμωρίαις παρανόμοις ἐχρήσατο. καὶ τοὺς μὲν εἰς λέβητας ζέοντας, τοὺς δὲ εἰς τοὺς κρατῆρας τοῦ πυρὸς ἀπέστελλε, τοὺς δὲ καὶ εἰς χαλκοῦν ταῦρον ἐμβαλὼν κατέκαιεν. | |
5 | ὅνπερ ὁ δῆμος ἐτιμωρήσατο. ἐνέπρησε δὲ καὶ τὴν μητέρα καὶ τοὺς φίλους. μεθ’ ὃν Ἀλκαμένης παρέλαβε τὰ πράγματα, καὶ μετὰ τοῦτον Ἄλκανδρος | |
προέστη, ἀνὴρ ἐπιεικής. καὶ εὐθένησαν οὕτως ὡς περιπόρφυρα ἔχειν ἱμάτια. | 36 | |
70t | 〈Ἰθακησίων:〉 | |
70 | Κεφάλῳ μαντευσαμένῳ περὶ παίδων ὁ θεὸς εἶπεν, ᾧ ἂν ἐντύχῃ πρῶτον συγγενέσθαι. τὸν δὲ περιτυχεῖν ἄρκῳ καὶ πλησιάσαντα γεννῆσαι γυναῖκα, ἐξ ἧς τὸν Ἀρκείσιον φερωνύμως ὀνομα‐ σθῆναι λέγεται. | |
71t | [Ἰθακησίων:] | |
71 | πορθμεὺς Πυρρίας ὄνομα λῃστὰς διεπόρθμευσε, πρεσ‐ βύτην αἰχμάλωτον καὶ πίτταν. καὶ ὠνεῖται ταῦτα παρὰ τῶν λῃστῶν, δεηθέντος τοῦ πρεσβύτου. ἦν δὲ ἐν τῇ πίττῃ κεκρυμμένον χρυσίον. πλου‐ τήσας οὖν θῦσαι λέγεται τῷ πρεσβύτῃ βοῦν. διὸ καὶ εἰς παροιμίαν ἦλθεν, | |
5 | οὐδεὶς πώποτε εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλ’ ἢ Πυρρίας. | |
72t | 〈Ἀφυταίων:〉 | |
72 | Ἀφυταῖοι δικαίως καὶ σωφρόνως βιοῦσι, καὶ ἀλλοτρίων οὐ θιγγάνουσιν ἀνεῳγμένων τῶν θυρῶν. φασὶ δέ ποτε ξένον πριάμενον οἶνον μὴ ἀναλαβεῖν ἐπείξαντος αὐτὸν τοῦ πλοῦ, καταλιπεῖν δὲ αὐτὸν ἐν τῇ ἀποστάσει οὐδενὶ παραδόντα, ὕστερον δὲ κατ’ ἄλλην ἐμπορίαν | |
5 | ἐλθόντα εὑρεῖν τοῦτον ἄθικτον. | |
73t | 〈Ἰασέων:〉 | |
73 | τούτοις οὐκ ἐξῆν ἐν γάμῳ πλείους ἑστιᾶν ιʹ καὶ γυναι‐ κῶν ἴσων, οὐδὲ γάμον ποιεῖν πλεῖον ἡμερῶν βʹ. ἐπεσκόπουν δὲ καὶ τοὺς ὀρφανοὺς ὅπως παιδεύωνται καὶ τὰς οὐσίας αὐτοῖς ἀπεδίδοσαν κʹ ἐτῶν γενομένοις. | |
74t | 〈Ἰκαρίων:〉 | |
74 | Ἴκαρος ἡ νῆσος Ἰχθυοῦσα ἐκαλεῖτο διὰ τὸ κάλλος τῶν ἐν αὐτῇ γινομένων ἰχθύων. πρὸς ἣν Ἴκαρος παρέβαλεν, ἀφ’ οὗ καὶ τοὔνομα ἔσχεν. ὁ δὲ μῦθος πτεροῖς αὐτὸν ἀπὸ Κρήτης φησὶν ἐλθεῖν. οἱ δὲ ἀποδράντα μετὰ τοῦ πατρὸς ἐπὶ τριήρους διὰ τὸ δεῖξαι τὴν εἰς τὸν λαβύριν‐ | |
5 | θον εἴσοδον τῷ Θησεῖ. | 38 |
75t | 〈Ἀργιλίων:〉 | |
75 | ἄργιλον τὸν μῦν καλοῦσι Θρᾷκες, οὗ ὀφθέντος πόλιν κατὰ χρησμὸν ἔκτισαν καὶ Ἄργιλον ὠνόμασαν. | |
76t | 〈Θεσπιέων:〉 | |
76 | παρὰ Θεσπιεῦσιν αἰσχρὸν ἦν τέχνην μαθεῖν καὶ περὶ γεωργίαν διατρίβειν. καὶ διὰ τοῦτο πένητες οἱ πλείους ἦσαν καὶ | |
Θηβαίοις οὖσι φειδωλοῖς πολλὰ ὤφειλον. | 40 |