TLG 1406 003 :: HERACLIDES :: Fragmenta HERACLIDES Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 95–98. Frr. 1–7 Citation: Fragment — (line) | ||
t1-7 | ΠΕΡΣΙΚΑ. | |
t1-8(1t) | ΠΑΡΑΣΚΕΥΑΣΤΙΚΑ. | |
2t | E LIBRO PRIMO. | |
---|---|---|
1 | Athenaeus XII: Φυλάσσουσί τε αὐτὸν (sc. regem Persarum) καὶ τριακόσιαι γυναῖκες, ὡς ἱστορεῖ ὁ Κυμαῖος Ἡρακλείδης ἐν πρώτῃ Περσικῶν. Αὗται δὲ τὰς μὲν ἡμέρας κοιμῶνται, ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς | |
5 | δὲ νυκτὸς ᾄδουσαι καὶ ψάλλουσαι διατελοῦσι, λύχνων καιομένων. Χρῆται δὲ αὐταῖς καὶ πολλάκις ὁ βασιλεὺς | |
διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. Ἦσαν δὲ οὗτοι τῶν δο‐ ρυφόρων καὶ τῷ γένει πάντες Πέρσαι, ἐπὶ τῶν στυρά‐ κων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀριθμὸν, ἀριστίν‐ | 95 | |
10 | δην ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν Ἀθανάτων καλουμένων. Καὶ διῄει διὰ τῆς τούτων αὐλῆς πεζὸς, ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφ’ ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν, ἢ βασιλεύς. Ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ τὸ ἅρμα· ἐνίοτε δὲ καὶ ἐφ’ | |
15 | ἵππου· πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων. Εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συν‐ εξῄεσαν. Ὁ δὲ θρόνος, ἐφ’ ᾧ ἐχρημάτιζε καθήμενος, χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθο‐ κόλλητοι χρυσοῖ, ἐφ’ ὧν διετέτατο ἱμάτιον ποικίλον | |
20 | πορφυροῦν. | |
t1-9(t) | E LIBRO SECUNDO. | |
1 | Athenaeus IV: Ἡρακλείδης δ’ ὁ Κυ‐ μαῖος, ὁ τὰ Περσικὰ συγγράψας, ἐν τῷ δευτέρῳ τῶν ἐπιγραφομένων Παρασκευαστικῶν, «Καὶ οἱ θεραπεύον‐ τες (φησὶ) τοὺς Περσῶν βασιλεῖς δειπνοῦντας ἅπαντες | |
5 | λελουμένοι διακονοῦσιν, ἐσθῆτας καλὰς ἔχοντες, καὶ διατρίβουσι σχεδὸν τὸ ἥμισυ τῆς ἡμέρας περὶ τὸ δεῖπνον. Τῶν δὲ τοῦ βασιλέως συνδείπνων οἱ μὲν ἔξω δειπνοῦσιν, οὓς καὶ ὁρᾶν ἔξεστι παντὶ τῷ βουλομένῳ, οἱ δὲ εἴσω μετὰ βασιλέως. Καὶ οὗτοι δὲ οὐ συνδειπνοῦσιν | |
10 | αὐτῷ, ἀλλ’ ἔστιν οἰκήματα δύο καταντικρὺ ἀλλήλων, ἐν ᾧ ὁ βασιλεὺς τὸ ἄριστον ποιεῖται, καὶ ἐν ᾧ οἱ σύνδει‐ πνοι. Καὶ ὁ βασιλεὺς ἐκείνους ὁρᾷ διὰ τοῦ παρακαλύμ‐ ματος τοῦ ἐπὶ τῇ θύρᾳ· ἐκεῖνοι δ’ αὐτὸν οὐχ ὁρῶσιν. Ἐνί‐ οτε μέντοι, ἐπειδὰν ἑορτὴ ᾖ, ἐν ἑνὶ οἰκήματι ἅπαντες | |
15 | δειπνοῦσιν, ἐν ᾧ καὶ ὁ βασιλεὺς, ἐν τῷ μεγάλῳ οἴκῳ. Ὅταν δὲ ὁ βασιλεὺς πότον ποιῆται, (ποιεῖ δὲ πολλάκις,) συμπόται αὐτῷ εἰσιν ὡς μάλιστα δώδεκα. Καὶ ὅταν δειπνήσωσιν ὅ τε βασιλεὺς αὐτὸς καθ’ αὑτὸν καὶ οἱ σύν‐ δειπνοι, καλεῖ τοὺς συμπότας τούτους τις τῶν εὐνούχων. | |
20 | Καὶ ὅταν εἰσέλθωσι, συμπίνουσι μετ’ αὐτοῦ, οὐ τὸν αὐτὸν οἶνον κἀκεῖνοι· καὶ οἱ μὲν χαμαὶ καθήμενοι, ὁ δ’ ἐπὶ κλίνης χρυσόποδος κατακείμενος· καὶ ὑπερμεθυ‐ σθέντες ἀπέρχονται. Τὰ δὲ πλεῖστα ὁ βασιλεὺς μόνος ἀριστᾷ καὶ δειπνεῖ. Ἐνίοτε δὲ καὶ ἡ γυνὴ αὐτῷ συν‐ | |
25 | δειπνεῖ, καὶ τῶν υἱῶν ἔνιοι. Καὶ παρὰ τὸ δεῖπνον ᾄδουσί τε καὶ ψάλλουσιν αἱ παλλακαὶ αὐτῷ· καὶ μία μὲν ἐξάρ‐ χει, αἱ δ’ ἄλλαι ἀθρόως ᾄδουσι. Τὸ δὲ δεῖπνον, φησὶ, τοῦ βασιλέως καλούμενον ἀκούσαντι μὲν δόξει μεγαλο‐ πρεπὲς εἶναι, ἐξεταζόμενον δὲ φανεῖται οἰκονομικῶς καὶ | |
30 | ἀκριβῶς συντεταγμένον, καὶ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσι κατὰ τὸν αὐτὸν τρόπον. Ἔστι μὲν γὰρ τῷ βασιλεῖ χίλια ἱερεῖα τῆς ἡμέρας κατακοπτόμενα. Τούτων δ’ εἰσὶ καὶ ἵπποι, καὶ κάμηλοι, καὶ βόες, καὶ ὄνοι, καὶ ἔλαφοι, καὶ τὰ πλεῖστα πρόβατα· πολλοὶ δὲ | |
35 | καὶ ὄρνιθες ἀναλίσκονται, οἵ τε στρουθοὶ οἱ Ἀράβιοι, (ἔστι δὲ τὸ ζῷον μέγα,) καὶ χῆνες καὶ ἀλεκτρυόνες. Καὶ μέτρια μὲν αὐτῶν παρατίθεται ἑκάστῳ τῶν συνδείπνων τοῦ βασιλέως, καὶ ἀποφέρεται ἕκαστος αὐτῶν, ὅ τι ἂν καταλίπηται ἐπὶ τῷ ἀρίστῳ. Τὰ δὲ πλεῖστα τούτων τῶν | |
40 | ἱερείων καὶ τῶν σιτίων, οὓς τρέφει βασιλεὺς τῶν τε δο‐ ρυφόρων καὶ τῶν πελταστῶν, τούτοις ἐκφέρεται εἰς τὴν αὐλήν· οὗ οἱ ἐδέατροι ἅπαντα μερίδας ποιήσαντες τῶν | |
κρεῶν καὶ τῶν ἄρτων ἴσας διαιροῦνται. Ὥσπερ δὲ οἱ μισθο‐ φόροι ἐν τῇ Ἑλλάδι μισθὸν ἀργύριον λαμβάνουσιν, οὕτως | 96 | |
45 | οὗτοι τὰ σιτία παρὰ τοῦ βασιλέως εἰς ὑπόλογον λαμ‐ βάνουσιν. Οὕτω δὲ καὶ παρὰ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσιν ἀθρόᾳ πάντα τὰ σιτία ἐπὶ τὴν τρά‐ πεζαν παρατίθεται· ἐπειδὰν δὲ οἱ σύνδειπνοι δειπνήσω‐ σι, τῶν ἀπὸ τῆς τραπέζης παραλειπομένων, (καταλεί‐ | |
t1-9(50) | πεται δὲ τὰ πλεῖστα κρέα καὶ ἄρτοι,) ὁ τῆς τραπέζης ἐπιμελούμενος δίδωσιν ἑκάστῳ τῶν οἰκετῶν· καὶ ταῦτα λαβὼν, τὴν καθ’ ἡμέραν ἔχει τροφήν. Παρὰ γὰρ τὸν βασιλέα φοιτῶσιν οἱ ἐντιμότατοι τῶν συνδείπνων ἐπὶ τὸ ἄριστον μόνον, διὰ τὸ παρῃτῆσθαι, ἵνα μὴ δὶς πορεύ‐ | |
55 | ωνται, ἀλλὰ καὶ αὐτοὶ τοὺς συνδείπνους ὑποδέχωνται.» | |
t1-10 | Etym. M.: Δανάκης, νομίσματός ἐστιν ὄνομα βαρβαρικὸν, πλέον ὀβολοῦ, ὃ τοῖς νεκροῖς ἐν τοῖς στόμασιν ἐτίθεσαν· εἴρηται δὲ δανάκης, ὁ τοῖς δαναοῖς ἐμβαλλόμενος· δα‐ | |
5 | ναοὶ γὰρ οἱ νεκροί· τουτέστιν ξηροί, δανὰ γὰρ τὰ ξηρά. Ἡρακλείδης ἐν τῷ δευτέρῳ τῶν Περσικῶν. | |
t1-11 | Athenaeus XII: Ἡρακλείδης δ’ ὁ Κυ‐ μαῖος, ὁ τὰ Περσικὰ συγγράψας, ἐν τοῖς ἐπιγραφομένοις Παρασκευαστικοῖς εἰπὼν, ὡς ὁ ἐν τῇ λιβανοφόρῳ χώρᾳ βασιλεὺς αὐτόνομός τέ ἐστι καὶ οὐδενὸς ὑπήκοος, γρά‐ | |
5 | φει καὶ ταῦτα· «Οὗτος δ’ ὑπερβάλλει τῇ τρυφῇ καὶ ῥᾳ‐ θυμίᾳ. Διατρίβει τε γὰρ ἀεὶ ἐν τοῖς βασιλείοις, ἐν τρυφῇ καὶ δαπάνῃ τὸν βίον διάγων, καὶ πράττει οὐδὲ ἓν πρᾶγμα, οὐδὲ πολλοῖς πλησιάζει, ἀλλὰ δικαστὰς αὐτὸς ἀποδεικνύει· καὶ ἐάν τις αὐτοὺς ἡγῆται μὴ δικαίως δε‐ | |
10 | δικακέναι, ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων, καὶ αὕτη ἁλύσει δέδεται. Ὁ οὖν ἡγούμενος ἀδίκως δε‐ δικάσθαι ἐπιλαμβάνεται τῆς ἁλύσεως, καὶ ἕλκει τὴν θυρίδα, καὶ ὁ βασιλεὺς, ἐπειδὰν αἴσθηται, εἰσκαλεῖ, καὶ αὐτὸς δικάζει. Καὶ ἐὰν φαίνωνται οἱ δικασταὶ ἀδί‐ | |
15 | κως δικάσαντες, ἀποθνήσκουσιν· ἐὰν δὲ δικαίως, ὁ κι‐ νήσας τὴν θυρίδα ἀπόλλυται.» Τὰ δ’ ἀναλώματα λέ‐ γει τῆς ἡμέρας εἰς τὸν βασιλέα καὶ τὰς περὶ αὐτὸν γυ‐ ναῖκας καὶ φίλους γίνεσθαι τάλαντα πεντεκαίδεκα Βα‐ βυλώνια. | |
t1-12 | Athenaeus II: Πρῶτοι δὲ Πέρσαι, ὥς φησιν Ἡρακλείδης, καὶ τοὺς λεγομένους στρώτας ἐφεῦ‐ ρον, ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειαν. | |
t6-7 | Ex Historia Regum Persarum. | |
6 | Plutarch. Themist. c. 27: Ἔφορος δὲ καὶ Δείνων καὶ Κλείταρχος καὶ Ἡρακλείδης, ἔτι δ’ ἄλλοι πλείονες ... | |
7 | Plutarch. Artox. c. 23: Ἔνιοι μέντοι λέγουσιν, ὧν ἐστι καὶ Ἡρακλείδης ὁ Κυμαῖος, οὐ μίαν μόνον τῶν θυγατέρων (sc. τὴν Ἄτοσσαν), ἀλλὰ καὶ δευτέραν, Ἄμηστριν, γῆμαι τὸν Ἀρτοξέρξην, περὶ ἧς ὀλίγον ὕστε‐ | |
5 | ρον ἀπαγγελοῦμεν. Ὁ δὲ (sc. Δαρεῖος) ἤνεγκεν οὐ μετρίως, εἴτ’ ἔρωτι τῆς Ἀσπασίας περιπαθὴς γεγονὼς, εἴτε ὑβρίσθαι καὶ κεχλευάσθαι νομίζων ὑπὸ τοῦ πατρός. Αἰσθόμενος δ’ αὐτὸν οὕτως ἔχοντα Τηρίβαζος ἔτι μᾶλλον ἐξετράχυνεν | 97 |
10 | ἐν τοῖς ἐκείνου συνιδὼν τὰ καθ’ αὑτόν. Ἦν δὲ τοιαῦτα. Πλειόνων οὐσῶν βασιλεῖ θυγατέρων ὡμολόγησεν Φαρ‐ ναβάζῳ μὲν Ἀπάμαν δώσειν γυναῖκα, Ῥοδογούνην δ’ Ὀροίτῃ, Τηριβάζῳ δ’ Ἄμηστριν. Καὶ τοῖς μὲν ἄλλοις ἔδωκε, Τηρίβαζον δ’ ἐψεύσατο γήμας αὐτὸς τὴν Ἄμη‐ | |
15 | στριν· ἀντ’ ἐκείνης δὲ τῷ Τηριβάζῳ τὴν νεωτάτην Ἄτοσσαν ἐνηγγύησεν. Ἐπεὶ δὲ καὶ ταύτην ἐρασθεὶς ἔγημεν, ὡς εἴρηται, παντάπασι δυσμενῶς πρὸς αὐτὸν ὁ Τηρίβαζος ἔσχεν, οὐδ’ ἄλλως στάσιμος ὢν τὸ ἦθος, ἀλλ’ | |
ἀνώμαλος καὶ παράφορος. | 98 |