TLG 1402 005 :: HEPHAESTION :: Fragmenta Hephaestionea

HEPHAESTION Gramm.
(Alexandrinus: A.D. 2)

Fragmenta Hephaestionea

Source: Consbruch, M. (ed.), Hephaestionis enchiridion cum commentariis veteribus. Leipzig: Teubner, 1906 (repr. Stuttgart, 1971): 76–78.

frr. 1–5

Citation: Page — (line)

19schol. in Hermog. Rh G VII 892, 10 ῥυθμὸς ..., ὡς
20δὲ Ἀριστόξενος καὶ Ἡφαιστίων φασί, χρόνων τάξις. χρόνος δέ ἐστι μόριον ποδὸς ἢ φωνῆς μέτρον ἐλάχι‐ στον ἢ μέτρον τι κινήσεως, καὶ ὥσπερ ἐκ χειρῶν τυχὸν καὶ ποδῶν μερῶν ὄντων καὶ τῶν ἄλλων ὁ ἄνθρωπος
συνίσταται, ὅς ἐστιν εἶδος, οὕτως ἐκ συνθήκης καὶ76

77

ἀναπαύσεως γίνεται ὁ ῥυθμός, ἐκ μερῶν ὄντων ἐκεί‐ νων, αὐτὸς ὥσπερ εἶδος ὤν.
4schol. in Hermog. Rh G VII 983, 26 ἐν τῷ περὶ
5μέτρων φησὶν ὁ Ἡφαιστίων ὅτι συγγένεια γίνε‐ ται μέτρου πρὸς μέτρον τριχῶς, κατὰ ἀφαίρεσιν, κατὰ πρόσθεσιν, 〈κατὰ μετάθεσιν〉· οἷον ἐὰν ἀφέλῃς τοῦ
μῆνιν ἄειδε θεά τὴν πρώτην συλλαβήν, ποιεῖς ἀντὶ δακτυλικοῦ μέτρου
10ἀναπαιστικόν· οὕτως οὖν καὶ τὸ ἰωνικὸν ἀπὸ μείζονος συγγενές ἐστι τῷ τροχαϊκῷ κατὰ μετάθεσιν· τοῦ γὰρ ἰωνικοῦ ἀπὸ μείζονος ἐκ μακρῶν δύο καὶ δύο βραχειῶν ὄντος, ἔξεστι μεταθεῖναι καὶ ποιῆσαι διτρόχαιον ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας. ἰωνι‐
15κοὶ δὲ καλοῦνται, ἐπειδὴ Ἰώνων εἰσὶν εὕρημα· μαλα‐ κὸν τὸ μέτρον καὶ τρυφερώτατον, ᾧ καὶ Σωτάδης ἐχρήσατο, ὥς φησιν Λογγῖνος.
19schol. in Hermog. Rh G VII 936, 26 ἰστέον ὅτι Ἡφαι‐
20στίων φυσικὰ μέτρα γενικὰ βούλεται εἶναι ἐννέα· δακτυλικόν, ἀναπαιστικόν, ἰαμβικόν, τροχαϊκόν, ἀντι‐
σπαστικόν, χοριαμβικόν, ἰωνικὸν ἀπὸ μείζονος, ἰωνικὸν77

78

ἀπ’ ἐλάττονος, κρητικόν· τὰ δὲ παρὰ ταῦτα καλεῖ ἀσυνάρτητα καὶ συγκεχυμένα.
4schol. in Hermog. Rh G VII 982, 15 ὁ τροχαῖος τρο‐
5χαλὸν ποιεῖ τὸν λόγον, διὸ τροχαῖος καλεῖται ὁ τῶν τρεχόντων ῥυθμός, ὥς φησιν Λογγῖνος ὁ φιλολόγος, † ὅθεν καὶ ἴαμβος καλεῖται ἀπὸ τοῦ ἰαμβίζειν, ὅ ἐστι λοιδορεῖν· τοῦτο δὲ ποιοῦσιν οἱ κωμικοὶ οἱ τῷ ἰάμβῳ χρησάμενοι. (ἐπεὶ οὖν καὶ οἱ τρέχοντες καὶ ὑβρίζοντες
10σπουδῇ τοῦτο ποιοῦσιν, οὐ δεῖ ἐν σεμνότητι χρῆσθαι τούτοις τροχαίῳ καὶ τῷ συγγενεῖ αὐτῷ ἰωνικῷ οὐδὲ ἰαμβικῷ ἐπιπολύ).
14schol. in Hermog. Rh G VII 985, 1 δεῖ οὖν ἄνευ
15προσθήκης καὶ ἀφαιρέσεως μεθαρμόσαι τὰ ἔπη οὕτως· ὡς ὁ πρόσθ’ ἵππων τανυσθεὶς κεῖτο καὶ δίφρου·
ὁ δὲ δεύτερος κατὰ μὲν Λογγῖνόν ἐστι χοριαμβικός.78