TLG 1402 004 :: HEPHAESTION :: De signis HEPHAESTION Gramm. De signis Citation: Page — (line) | ||
11t | ΠΕΡΙ ΣΗΜΕΙΩΝ. | |
---|---|---|
12 | Τὰ σημεῖα τὰ παρὰ τοῖς ποιηταῖς ἄλλως παρ’ ἄλλοις κεῖται· λέγω δέ, ὁποῖά ἐστιν ἥ τε παράγραφος καὶ ἡ κορωνὶς καὶ ἡ ἔξω νενευκυῖα διπλῆ καὶ ὁ ἀστε‐ | |
15 | ρίσκος, καὶ εἴ τι ἄλλο τοιοῦτον. Παρὰ μὲν τοῖς λυρικοῖς, ἂν μὲν μονόστροφον τὸ ᾆσμα ᾖ, καθ’ ἑκάστην τίθεται στροφὴν ἡ παράγραφος, εἶτα ἐπὶ τέλους τοῦ ᾄσματος ἡ κορωνίς. ἐὰν δὲ κατὰ | |
περικοπὴν τὰ ᾄσματα ᾖ γεγραμμένα, ὥστε εἶναι στρο‐ | 73 | |
74 | φὴν καὶ ἀντίστροφον καὶ ἐπῳδόν, ἡ παράγραφος ἐπὶ μὲν τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστρόφου κεῖται, ἐπὶ δὲ τῇ ἐπῳδῷ ἡ κορωνίς· —καὶ οὕτως ἡ παρά‐ γραφος, ἣ διορίζει τά τε ὅμοια καὶ τὰ ἀνόμοια. — | |
5 | Ἐπὶ μέντοι τῷ τέλει ὁ ἀστερίσκος τίθεται, γνώρισμα τοῦ τετελέσθαι τὸ ᾆσμα, ἐπεὶ ἡ κορωνὶς ἐπὶ πασῶν τίθεται τῶν ἐπῳδῶν. Καὶ μάλιστα εἴωθεν ὁ ἀστερίσκος τίθεσθαι, ἐὰν ἑτερόμετρον ᾖ τὸ ᾆσμα τὸ ἑξῆς· ὃ καὶ [μᾶλλον] ἐπὶ | |
10 | τῶν ποιημάτων τῶν μονοστροφικῶν γίνεται Σαπφοῦς τε καὶ Ἀνακρέοντος καὶ Ἀλκαίου· ἐπὶ δὲ τῶν Ἀλκαίου ἰδίως κατὰ μὲν τὴν Ἀριστοφάνειον ἔκδοσιν ἀστερίσκος ἐπὶ ἑτερομετρίας ἐτίθετο μόνης, κατὰ δὲ τὴν νῦν τὴν Ἀριστάρχειον καὶ ἐπὶ ποιημάτων μεταβολῆς. | |
15 | Ἡ δὲ διπλῆ ἡ ἔξω βλέπουσα παρὰ μὲν τοῖς κωμι‐ κοῖς καὶ τοῖς τραγικοῖς ἐστι πολλή, παρὰ δὲ τοῖς λυ‐ ρικοῖς σπανία· παρὰ Ἀλκμᾶνι γοῦν εὑρίσκεται· γράψας γὰρ ἐκεῖνος δεκατεσσάρων στροφῶν ᾄσματα [ὧν] τὸ μὲν ἥμισυ τοῦ αὐτοῦ μέτρου ἐποίησεν ἑπτάστροφον, | |
20 | τὸ δὲ ἥμισυ ἑτέρου· καὶ διὰ τοῦτο ἐπὶ ταῖς ἑπτὰ στροφαῖς ταῖς ἑτέραις τίθεται ἡ διπλῆ σημαίνουσα τὸ μεταβολικῶς τὸ ᾆσμα γεγράφθαι. Τούτοις τοῖς σημείοις τοῖς προειρημένοις πλὴν τοῦ ἀστερίσκου καὶ ἑτέροις τισί, περὶ ὧν λέξομεν, 〈καὶ〉 | |
25 | ἐν τοῖς δράμασι χρώμεθα. | 74 |
75 | Τῇ μὲν οὖν κορωνίδι κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν τῶν ὑποκριτῶν εἰπόντων τινὰ καὶ ἀπαλλαγέντων καταλείπηται ἡ χορός· ἢ ἔμπαλιν· ἢ ὅταν μετάβασις ἀπὸ τόπου εἰς τόπον γίνεσθαι δοκῇ τῆς σκηνῆς. | |
5 | Τῇ δὲ παραγράφῳ ἤτοι κατὰ πρόσωπα ἀμοιβαῖα, ἔν τε τοῖς ἰαμβικοῖς καὶ τοῖς χορικοῖς, 〈ἢ〉 μεταξὺ τῆς τε στροφῆς καὶ τῆς ἀντιστρόφου. Ἐὰν μέντοι ἡ στροφὴ ἐξ ἀμοιβαίων τυγχάνῃ συγ‐ κειμένη, οὐκ ἐξαρκεῖ πρὸς τὸ δηλῶσαι, ὅτι πεπλήρωται | |
10 | ἡ στροφή, ἡ παράγραφος ἐπιφερομένης ἄλλης στροφῆς, ἐπεὶ καὶ ἐφ’ ἑκάστου κώλου οὐδὲν ἧττον τίθεται· ἀλλὰ κεῖται καὶ ἡ ἔσω νενευκυῖα διπλῆ· τοῦτο δέ, ἐὰν ἀντί‐ στροφος ἐπιφέρηται· ὡς ἐάν γε μεταβολὴ μόνον ᾖ στροφῶν, ἡ ἔξω βλέπουσα τίθεται. | |
15 | Εἰπόντων δὲ ἡμῶν ὅτι ἐστί τινα κατὰ περιορι‐ σμοὺς ἀνίσους ἀναπαιστικὰ γεγραμμένα, ἃ δὴ ἐν παρόδῳ ὁ χορὸς λέγει, ἐφ’ ἑκάστου περιορισμοῦ τίθεται ἡ παρά‐ γραφος. Τῆς δὲ παραβάσεως μερῶν ὄντων ἑπτά, ἐπὶ ἓν | |
20 | ἕκαστον τῶν ἀπολελυμένων τριῶν τίθεται ἡ παρά‐ γραφος, τοῦ κομματίου καὶ τῆς παραβάσεως καὶ τοῦ μακροῦ· οὐδὲν ἧττον δὲ καὶ ἐπὶ τοῦ μέλους καὶ τοῦ ἐπιρρήματος, ἂν μηδὲν ἀνταποδιδῶται. ἐὰν δὲ ἐνῇ τὰ ἀνακυκλούμενα, τό τε ἀντίστροφον τοῦ μέλους καὶ | |
25 | τὸ ἀντεπίρρημα, ἐπὶ τοῦ ἐπιρρήματος τίθεται ἡ ἔσω | |
νενευκυῖα διπλῆ ὑπὲρ τοῦ δηλῶσαι ὅτι ἔστι τὰ ἀνταπο‐ | 75 | |
76 | διδόμενα, ἐπὶ δὲ τοῦ ἀντεπιρρήματος ἡ ἔξω νενευ‐ κυῖα. Εἰώθασι τοίνυν αὐτοὶ οἱ δραματοποιοὶ μεταξὺ ἰαμβείων τινῶν γράφειν ἑτέρῳ μέτρῳ ὁποσασοῦν στρο‐ | |
5 | φάς· εἶτα πάλιν περάναντες δι’ ἰαμβείων τὸ προκείμε‐ νον κατὰ διέχειαν ἀνταποδιδόναι τὰς στροφάς. ἐφ’ ἑκάστης μὲν οὖν στροφῆς τίθεται παράγραφος· ἐν δὲ ταῖς προτέραις στροφαῖς ἐπὶ τοῦ τελευταίου κώλου δύο τίθενται διπλαῖ, ἡ μὲν κατ’ ἀρχὰς ἔξω βλέπουσα, | |
10 | ἡ δὲ κατὰ τὸ τέλος ἔσω νενευκυῖα, δηλούντων ἡμῶν διὰ τῆς ἔσω βλεπούσης, ὅτι ἀνταποδίδοταί τινα αὐτοῖς· ἐν δὲ τοῖς ἀνταποδιδομένοις πάλιν μὲν ἐφ’ ἑκάστης στροφῆς παράγραφος, ἐπὶ δὲ τοῦ τελευταίου κώλου δύο διπλαῖ, ἡ μὲν κατ’ ἀρχάς, ἡ δὲ κατὰ τὸ τέλος, | |
15 | ἀμφότεραι μέντοι ἔξω νενευκυῖαι, διὰ τούτων δηλούν‐ | |
των ἡμῶν, ὅτι ἀνταποδέδοται. | 76 |