TLG 1402 001 :: HEPHAESTION :: Enchiridion de metris HEPHAESTION Gramm. Enchiridion de metris Citation: Page — (line) | ||
1(1t) | ΗΦΑΙΣΤΙΩΝΟΣ | |
2t | ΕΓΧΕΙΡΙΔΙΟΝ ΠΕΡΙ ΜΕΤΡΩΝ. | |
---|---|---|
4 | 〈Περὶ βραχείας.〉 | |
5 | Βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον μὴ ἐπὶ τέλους λέξεως, οὕτως ὡς μὴ εἶναι μεταξὺ τούτου τοῦ φωνήεντος καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλ’ ἤτοι ἓν ἢ μηδὲ ἕν. | |
10 | Περὶ μακρᾶς. Μακρά ἐστι συλλαβὴ ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον ἤτοι τελικὸν αὐτῆς τῆς συλ‐ | |
λαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν [οἷον θης θως και ναυς]. | 1 | |
2 | εἰ δὲ μή, οὔκ εἰσιν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται. Θέσει μακραὶ γίνονται, ὅταν βραχέος ὄντος ἢ βρα‐ χυνομένου φωνήεντος σύμφωνα πίπτῃ μεταξὺ αὐτοῦ καὶ | |
5 | τοῦ τῆς ἑξῆς συλλαβῆς φωνήεντος πλείονα ἑνὸς ἁπλοῦ. γίνεται δὲ τοῦτο κατὰ πέντε τρόπους. ἤτοι γὰρ λήξει εἰς δύο σύμφωνα οἷον Τίρυνς οὐδέ τι τεῖχος ἐπήρκεσε (adesp.), καὶ κεῖνος ἐν σάλεσσι 〈πολλοῖσ〉 ἥμενος μάκαρς | |
10 | ἀνήρ (Alcm. 10), καὶ Τιμοκρέοντος ἐκ τῶν ἐπιγραμμάτων (9) ᾧ ξυμβουλεύειν χὲρς ἄπο, νοῦς δὲ πάρα, καὶ Ἐμπεδοκλῆς (56) ἃλς ἐπάγη ῥιπῇσιν ἐωσμένος ἠελίοιο. | |
15 | ἢ ἐν τῇ ἑξῆς ἐστι ταῦτα συλλαβῇ οἷον Ἕ–κτωρ [δ’ ἐν κλισίῃσιν]. ἔνθα καὶ δεῖ παρατηρεῖν, μὴ τὸ μὲν πρό‐ τερον ἄφωνον ᾖ, τὸ δὲ δεύτερον ὑγρόν· αἱ γὰρ τοι‐ αῦται κοιναί, ὡς ἑξῆς εἰρήσεται. ἢ λήγει μὲν εἰς ἕν, ἔχει δὲ καὶ τὴν ἑξῆς ἀρχομένην | |
20 | ἀπὸ ἑτέρου οἷον ἄλ–λος, | 2 |
3 | ἢ εἰς διπλοῦν λήγει οἷον ἕξ, ἢ τὴν ἑξῆς ἔχει ἀπὸ διπλοῦ ἀρχομένην οἷον ἔξω. Περὶ κοινῆς. Κοινὴ γίνεται συλλαβὴ κατὰ τρόπους τρεῖς· | |
5 | ἤτοι ὅταν μακρῷ φωνήεντι ἢ μηκυνομένῳ ἢ διφ‐ θόγγῳ ἐπιφέρηται φωνῆεν οἷον Ἄνδρα μοι ἔννεπε μοῦσα (α 1), πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον (α 2), τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα (Δ 109). | |
10 | ῥᾷον μὲν οὖν γίνεται ἡ τοιαύτη κοινή, εἴγε ἡ συλλαβὴ εἰς μέρος λόγου ᾖ πεπερατωμένη ὡς ἐν τοῖς προκει‐ μένοις παραδείγμασι, σπανιώτερον δὲ ἐπὶ μέσης λέξεως· οὐ μὴν ἀλλ’ ὅμως εὑρίσκεται καὶ μάλιστα ἐν τοῖς ἄλλοις μέτροις· ἐν μὲν ἰαμβικῷ Αἰσχύλος ἐν Νιόβῃ (155) | |
15 | Ἴστρος τοιαύτας παρθένους [λοχεύεται]. ἐν δὲ ἰωνικῷ τῷ ἀπὸ μείζονος Σωτάδου ἐξ Ἀδώνιδος τόδε τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ’ ἐσακοῦσαι· ἐν δὲ ἀντισπαστικῷ Ἀνακρέοντος (1) ἥ κου νῦν ἐπὶ Ληθαίου· | |
20 | ἐν δὲ τοῖς ἔπεσι σπανιώτερον, οὕτως ὥστε τὸ τοῦ | 3 |
4 | Ἀρχελάου ὄνομα Σοφοκλῆς ἐν ταῖς ἐλεγείαις οὐκ ᾤετο ἐγχωρεῖν οὔτε εἰς ἔπος οὔτε εἰς ἐλεγεῖον· φησὶ γοῦν (1) Ἀρχέλεως· ἦν γὰρ σύμμετρον ὧδε λέγειν· καὶ Παρθένιος δὲ ἐπικήδειον εἰς Ἀρχελαΐδα γράφων | |
5 | ἐλεγειακὸν τὸν τελευταῖον μόνον στίχον ἀντὶ ἐλεγείου ἰαμβικὸν ἐποίησεν, ἐν ᾧ τὸ ὄνομα ἐρεῖν ἔμελλεν (2) ἀμυσχρὸν οὔνομ’ ἔσσετ’ Ἀρχελαΐδος. διὰ τοῦτο καὶ παρ’ Ὁμήρῳ συστέλλομεν τὴν Πηνελέοιο ἄνακτος (Ξ 489). | |
10 | Ῥίνθων μὲν γὰρ καὶ ἐν ἰάμβῳ ἐπισημασίας ἠξίωσε τὸ τοιοῦτον· ἐν γὰρ Ὀρέστῃ δράματί φησιν (10) ὅ σε Διόνυσος αὐτὸς ἐξώλη θείη εἶτα Ἱππώνακτος τὸ μέτρον· οὐδέν μοι μέλει. | |
15 | ὅμως μέντοι καὶ ἐν ἔπεσιν εὑρίσκεται, ὡς παρὰ Θεοκρίτῳ (11, 18). ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα, | |
καὶ παρ’ Ὁμήρῳ (Ν 275) | 4 | |
5 | οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; καὶ παρ’ Ἀνακρέοντι ἐν ἐλεγείαις (95) οὐδέ τί τοι πρὸς θυμόν, ὅμως γε μὲν ὡς ἀδοιάστως· ἐπὶ μὲν γὰρ τῶν τοιούτων (Π 235) | |
5 | σοὶ ναίους’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι καὶ (κ 243) ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν ἴσως διὰ τὸ φαντασίαν τινὰ παρέχειν τοῦ ἀπηρτίσθαι τὴν λέξιν ἐν τῷ χαμαι, ὡς μία· ἡ χαμαὶ ἀκούεται. — | |
10 | Τῇ μέντοι γε υι διφθόγγῳ ἐὰν παρακολουθήσῃ τὸ τοιοῦτον, τελείως τραχὺς ὁ στίχος γίνεται οἷον Ἕκτορ υἱὲ Πριάμοιο (Η 47, Λ 200, Ο 244). Δεύτερος δέ ἐστι τρόπος, ὅταν βραχεῖ ἢ βρα‐ νομένῳ φωνήεντι ἐπιφέρηται ἐν τῇ ἑξῆς συλλαβῇ σύμ‐ | |
15 | φωνα δύο, ὧν τὸ μὲν πρῶτον ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ὑγρόν, οἷον ὅ–πλον, ἄ–κρον, Πάτροκλέ μοι δειλῇ (Τ 287). ὅταν δὲ τὸ προηγούμενον ἡμίφωνον ᾖ, οὐκέτι κοινή ἐστιν ἡ προκειμένη, ἀλλὰ τελείως μακρά. —Προτάσ‐ | |
20 | σεται δὲ ἡμίφωνον ὑγροῦ τὸ μὲν μ τοῦ ν οἷον ἀμνός, τὸ δὲ ς τοῦ μ οἷον ἑσμὸς, καὶ τὸ ς τοῦ λ κατὰ πάθος | |
ὡς ἐν τῷ μάσλης καὶ σπανίως τοῦ ν ὡς ἐν τῷ Πάσνης | 5 | |
6 | καὶ Μάσνης, ἃ δὴ ὀνόματα παρὰ Ξάνθῳ εἰσὶν ἐν τοῖς Λυδιακοῖς. —Ἤδη μέντοι ἡ διὰ τοῦ μν σύνταξις ἐποίησέ που καὶ βραχεῖαν, ὡς παρὰ Κρατίνῳ ἐν Πανόπταις (154) | |
5 | ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσι καὶ παρ’ Ἐπιχάρμῳ ἐν Μεγαρίδι (91) εὔυμνος καὶ μουσικὰν ἔχουσα πᾶσαν φιλόλυρος † ἠχὴ καὶ παρὰ Καλλιμάχῳ (27) τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος. | |
10 | Ἐὰν μέντοι ἐν τῇ προτέρᾳ συλλαβῇ τελικὸν ᾖ τὸ ἄφω‐ νον, τῆς δὲ δευτέρας ἀρκτικὸν τὸ ὑγρόν, οὐκέτι γί‐ νεται κοινὴ συλλαβή, ἀλλὰ ἄντικρυς μακρά, ὡς παρὰ Ἀλκαίῳ (95) ἔκ μ’ ἐλάσας ἀλγέων. | |
15 | [ἐκ ῥ’ ἀσαμίνθου βάντες] φησὶ δὲ ὁ Ἡλιόδωρος τὸ μ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν κοινὰς ποιεῖν ἐν τοῖς ἔπεσι 〈τὰσ〉 συλλαβάς· ‘διὰ τοῦτο καὶ Κρατῖνος ἐν τοῖς Χείρωσι πεποίηκε (235) | |
20 | σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν ὡς ὑποθήκας ἀντὶ τοῦ ἐλήλυθμεν‘· ὅπερ ἐξηλέγξαμεν ψεῦδος ὄν. πρὸς | |
γὰρ τῷ μυρίαν εἶναι τὴν χρῆσιν παρὰ τοῖς ἄλλοις | 6 | |
7 | ἐδείξαμεν ἔτι καὶ παρ’ αὐτῷ τῷ Κρατίνῳ πολλάκις οὖσαν, ὡς ἐν Κλεοβουλίναις (87) ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ καὶ ἐν Πανόπταις (153) | |
5 | κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ’ οὐκ ἀριθματοί καὶ ἐν Ὥραις (260) οὐδὲ πρὸς εἶδος ἄρ’ ἦν οὐδὲν προσιδόντι τεκμαρτόν· ἄλλως τε καὶ τὸ ἐλήλυμεν ἐδείξαμεν καὶ ἐν ἄλλοις μέτροις συνήθως αὐτοῖς λεγόμενον, ὡς παρὰ Ἀχαιῷ ἐν | |
10 | Κύκνῳ (24) Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν, παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως πρόσω‐ πον (43) τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυτε. | |
15 | Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μακρᾶς ποιητικῶν συμφώνων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός, ὡς ἐν τῷ οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον (Ξ 421), | |
20 | ἢ αὐτὰρ ἐπεὶ Δαναῶν γένετο ἰαχή τε (Μ 143 sq. = | |
Ο 395 sq.), | 7 | |
8 | Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμ‐ πης (Ξ 1), ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται (ι 109), | |
5 | καὶ μέν οἱ Λύκιοι τέμενος τάμον (Ζ 194). ἐνταῦθα καὶ εἰς μέρος λόγου ἡ κοινὴ ἔληξεν καὶ τοῦ ποδὸς τελευταία ἐστίν· αἱ γὰρ ἄλλαι κοιναὶ ἃς εἶπον ἀρκτικαὶ ποδὸς ἦσαν, αὕτη δὲ καὶ τοῦ ποδὸς ληκτική [και μεν]. | |
11 | Περὶ συνεκφωνήσεως. Συνεκφώνησίς ἐστιν, ὁπόταν δύο συλλαβαὶ σύμ‐ φωνον μὴ ἔχουσαι μεταξὺ ἀλλήλων ἀντὶ μιᾶς παρα‐ ληφθῶσι. | |
15 | Τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε· ἢ γὰρ δύο μακραὶ εἰς μίαν μακρὰν παραλαμβάνονται οἷον ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας (Ε 349) καὶ | |
20 | βουκόλ’ ἐπεὶ οὔτε κακῷ (υ 227)· | |
ἢ βραχεία καὶ μακρὰ εἰς μίαν μακρὰν | 8 | |
9 | πλέων ἐπὶ οἴνοπα πόντον (α 183)· ἢ δύο βραχεῖαι εἰς μίαν μακρὰν (ι 283) νέα μέν μοι κατέαξε Ποσειδάων [ἐνὶ πόντῳ]· 〈ἢ μακρὰ καὶ βραχεῖα εἰς μίαν μακρὰν (Β 544) | |
5 | θώρηκας ῥήξειν δηίων ἀμφὶ στήθεσσιν·〉 ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλ‐ λοις εὑρίσκεται μέτροις, ὡς παρὰ Σωτάδῃ ἐν τῇ Ἰλιάδι σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον, ἐν δὲ τοῖς ἔπεσι σπανίως· ὥστε Κριτίας ἐν τῇ εἰς | |
10 | Ἀλκιβιάδην ἐλεγείᾳ οὐκ ᾤετο ἐγχωρεῖν τοῦ Ἀλκιβιά‐ δου τὸ ὄνομα· φησὶ γὰρ (3) καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείῳ· | |
15 | νῦν δ’ ἐν ἰαμβείῳ κείσεται οὐκ ἀμέτρως. Ἔστι μέντοι καὶ ἐν ἔπει, ὡς παρὰ Κορίννῃ ἐν τῷ πέμπτῳ (9) ἢ διανεκῶς εὕδης; οὐ μὰν πάρος ἦσθα Κόριννα, καὶ παρὰ Πραξίλλῃ ἐν διθυράμβοις ἐν ᾠδῇ ἐπιγραφο‐ | |
20 | μένῃ Ἀχιλεὺς (1) | |
ἀλλὰ τεὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον. | 9 | |
10 | Τὰ μὲν γὰρ τοιαῦτα ὦκα ἑκατόγχειρον καλέσας’ (Α 402) καὶ θῖνα ἐφ’ ἁλὸς πολιῆς (Α 350. Ν 682. Ξ 31) | |
5 | οὐ μᾶλλον συνεκφώνησιν ἔχει ἢ συναλοιφήν. Ἔστι δὲ ὅπου καὶ βραχεῖα καὶ κοινὴ ἀντὶ βρα‐ χείας παραλαμβάνονται ὡς ἐν τῷ δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι (Γ 152) καὶ | |
10 | χρυσέῳ ἀνὰ σκήπτρῳ (Α 15. 374). | |
12 | Περὶ ποδῶν. Ἐκ τῶν συλλαβῶν εἰσιν οἱ πόδες· ὧν δισύλ‐ λαβοι μὲν τέσσαρες· | |
15 | δίχρονος εἷς, ἐκ δύο βραχειῶν, [ὁ] πυρρίχιος. τρίχρονοι δὲ δύο· ἐκ μακρᾶς καὶ βραχείας, τροχαῖος· | |
ἐκ βραχείας καὶ μακρᾶς, ἴαμβος. | 10 | |
11 | τετράχρονος δὲ εἷς, ἐκ δύο μακρῶν, σπονδεῖος. Τρισύλλαβοι δὲ οἱ τούτων διπλασίονες ὀκτώ· τρίχρονος εἷς, ἐκ τριῶν βραχειῶν, τρίβραχυς ὁ καὶ χορεῖος. | |
5 | τετράχρονοι δὲ τρεῖς· ἐκ μακρᾶς καὶ δύο βραχειῶν, δάκτυλος· ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας, ἀμφί‐ βραχυς· ἐκ δύο βραχειῶν καὶ μακρᾶς, ἀνάπαιστος. | |
10 | πεντάχρονοι δὲ οἱ ἴσοι τούτοις τρεῖς· ἐκ βραχείας καὶ δύο μακρῶν, βακχεῖος· ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ἀμφίμακρος ἢ κρητικός· ἐκ δύο μακρῶν καὶ βραχείας, παλιμβάκχειος. | |
15 | ἑξάχρονος δὲ εἷς, ἐκ τριῶν μακρῶν, μολοττός. Τετρασύλλαβοι δὲ οἱ τούτων διπλασίονες ιϛʹ, ὧν τετράχρονος εἷς, ἐκ τεσσάρων βραχειῶν, προκε‐ λευματικός· πεντάχρονοι δὲ τέσσαρες· | |
20 | ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν, παιὼν πρῶτος· ἐκ βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν, παιὼν δεύτερος· ἐκ δύο βραχειῶν καὶ μακρᾶς καὶ βραχείας, παιὼν τρίτος· | |
25 | ἐκ τριῶν βραχειῶν καὶ μακρᾶς, παιὼν τέταρτος. ἑξάχρονοι δὲ ἕξ· ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν, Ἰωνικὸς ἀπ’ | |
ἐλάττονος· | 11 | |
12 | ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας, ἀντίσπαστος· ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν, Ἰωνικὸς ἀπὸ μείζονος· | |
5 | ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας, τροχαϊκὴ ταυτοποδία ἢ διτρόχαιος· ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μα‐ κρᾶς, ἰαμβικὴ ταυτοποδία ἢ διΐαμβος· ἐκ μακρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, | |
10 | χορίαμβος. ἑπτάχρονοι δὲ τέσσαρες· ἐκ βραχείας καὶ τριῶν μακρῶν, πρῶτος ἐπίτριτος· ἐκ μακρᾶς καὶ βραχείας καὶ δύο μακρῶν, δεύ‐ τερος ἐπίτριτος ἢ καὶ τροχαϊκὴ ἑπτά‐ | |
15 | σημος, ὁ καὶ Καρικός· ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς, τρίτος ἐπίτριτος ἢ ἰαμβικὴ ἑπτάσημος, ὁ καὶ Ῥόδιος· ἐκ τριῶν μακρῶν καὶ βραχείας, τέταρτος ἐπί‐ | |
20 | τριτος ἢ ἀντισπαστικὴ ἑπτάσημος, ὁ καὶ μονογενής. ὀκτάχρονος δὲ 〈εἷσ〉, ἐκ τεσσάρων μακρῶν, σπον‐ | |
δειακὴ ταυτοποδία ἢ δισπόνδειος. | 12 | |
13(2) | Περὶ ἀποθέσεως μέτρων. Ἀκατάληκτα καλεῖται μέτρα, ὅσα τὸν τελευταῖον πόδα ὁλόκληρον ἔχει, οἷον [ὡς] ἐπὶ δακτυλικοῦ (Alcm. 45) | |
5 | Μῶς’ ἄγε Καλλιόπα θύγατερ Διός, καταληκτικὰ δέ, ὅσα μεμειωμένον ἔχει τὸν τε‐ λευταῖον πόδα, οἷον ἐπὶ ἰαμβικοῦ (Sapph. 103) χαίροισα νύμφα, χαιρέτω δ’ ὁ γαμβρός· ἐνταῦθα γὰρ ἡ βρος τελευταία συλλαβὴ ἀντὶ ὅλου πο‐ | |
10 | δὸς ἰαμβικοῦ κεῖται. Ἐὰν δὲ τρισύλλαβος ᾖ ὁ ποὺς ὁ τὸ μέτρον συνιστάς, δύναται καὶ παρὰ δύο συλλαβὰς εἶναι τὸ καταληκτικόν, οἷον ἐπὶ δακτυλικοῦ (Archil. 104) ἐν δὲ Βατουσιάδης· ἐνταῦθα γὰρ ἡ δης συλλαβὴ ἀντὶ τρισυλλάβου κεῖται | |
15 | [δακτυλικοῦ]. Ἐπὶ δὲ τῶν τοιούτων τὸ μὲν παρὰ συλλαβὴν καλεῖται καταληκτικὸν εἰς δισύλλαβον, τὸ δὲ παρὰ δύο συλλαβὰς καταληκτικὸν εἰς συλλαβήν. Βραχυκατάληκτα δὲ καλεῖται, ὅσα ἀπὸ διποδίας ἐπὶ τέλους ὅλῳ ποδὶ μεμείωται, οἷον ἐπὶ ἰαμβικοῦ (fr. | |
20 | lyr. adesp. 45) | 13 |
14 | ἄγ’ αὖτ’ ἐς οἶκον τὸν Κλεησίππω· ἐνταῦθα γὰρ ὁ σιππω ποὺς ἀντὶ ὅλης ἰαμβικῆς κεῖται διποδίας. Ὑπερκατάληκτα δὲ ὅσα πρὸς τῷ τελείῳ προσέ‐ | |
5 | λαβε μέρος ποδός, οἷον ἐπὶ ἰαμβικοῦ (fr. lyr. adesp. 46) εἶμ’ ὧτε πυσσάκω λυθεῖσα· τοῦτο μὲν οὖν συλλαβῇ [πλείονι] περιττεύει· δύναται δὲ καὶ δισυλλάβῳ περιττεύειν, ὁπόταν ἑκάτερος τῶν ἐν τῇ συζυγίᾳ ποδῶν τρισύλλαβος ᾖ, οἷον ἐπ’ ἀνα‐ | |
10 | παιστικοῦ (Telesilla 1) ἅδ’ Ἄρτεμις, ὦ κόραι· τοῦτο γὰρ πρὸς τῇ ὁλοκλήρῳ συζυγίᾳ δισύλλαβον ἔχει [τὸν τελευταῖον], ὅπερ ἀναπαίστου μιᾷ ἐνδεῖ συλλαβῇ. Καλοῦνται δὲ ταῦτα πάντα ἀποθέσεις. — | |
15 | Παντὸς μέτρου ἀδιάφορός ἐστιν ἡ τελευταία συλ‐ λαβή, ὥστε δύνασθαι εἶναι αὐτὴν καὶ βραχεῖαν καὶ μακράν, οἷον (Β 1) ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι· Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος· | |
20 | ἐν μὲν γὰρ τῷ προτέρῳ μακρά ἐστιν ἡ τελευταία συλ‐ λαβή, ἐν δὲ τῷ δευτέρῳ βραχεῖα. | |
Πᾶν μέτρον εἰς τελείαν περατοῦται λέξιν· ὅθεν | 14 | |
15 | ἐπίληπτά ἐστι τὰ τοιαῦτα Σιμωνίδου ἐκ τῶν ἐπιγραμ‐ μάτων (131) ἦ μέγ’ Ἀθηναίοισι φόως γένετ’, ἠνίκ’ Ἀριστο‐ γείτων Ἵππαρχον κτεῖνε καὶ Ἁρμόδιος, | |
5 | καὶ πάλιν Νικομάχου τοῦ τὴν περὶ τῶν ζωγράφων ἐλεγείαν πεποιηκότος (PLG II4 p. 316) οὗτος δή σοι ὁ κλεινὸς ἀν’ Ἑλλάδα πᾶσαν Ἀπολλό‐ δωρος· γινώσκεις τοὔνομα τοῦτο κλύων· ταῦτα μὲν οὖν ἐγένετο διὰ τὴν τῶν ὀνομάτων ἀνάγκην— | |
10 | οὐ γὰρ ἐνεχώρει—, ἔνια δὲ καὶ παίζουσιν οἱ κωμικοί, ὡς Εὔπολις Βάπταις (73) ἀλλ’ οὐχὶ δυνατόν ἐστιν· οὐ γὰρ ἀλλὰ προ‐ βούλευμα βαστάζουσι τῆς πόλεως μέγα. | |
16 | Περὶ ἰαμβικοῦ. Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περισσὰς χώρας [τουτέστι πρώτην, τρίτην, πέμπτην] ἴαμβον, τρίβραχυν, καὶ σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κατὰ | |
20 | δὲ τὰς ἀρτίους [τουτέστι δευτέραν, τετάρτην, ἕκτην] | |
ἴαμβον καὶ τρίβραχυν καὶ ἀνάπαιστον· τοῦτον δὲ παρὰ | 15 | |
16 | τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖς σπανιώτερον. Ὅτε μὲν οὖν ἀκατάληκτόν ἐστιν, ἐπὶ τῆς τελευταίας τὸν ἴαμβον δέχεται μόνον ἢ πυρρίχιον διὰ τὴν ἀδιάφορον, ὅταν δὲ καταληκτικόν, | |
5 | τὸν ἴαμβον παραλήγοντα—ἢ σπανίως τρίβραχυν—, ὥστε γίνεσθαι τὴν κατάκλειδα ἤτοι ἀμφίβραχυν ἢ βακχεῖον. Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ ἀκατάληκτα μὲν δίμετρα, οἷον τὰ Ἀνακρεόντεια ὅλα ᾄσματα γέγραπται (89) | |
10 | ἐρῶ τε δηῦτε κοὐκ ἐρῶ καὶ μαίνομαι κοὐ μαίνομαι· τρίμετρα δὲ (Anacr. 84) ἔστε ξένοισι μειλίχοις ἐοικότες τετράμετρον δὲ οἷον τὸ Ἀλκαίου (56) | |
15 | δέξαι με κωμάζοντα, δέξαι, λίσσομαί σε, λίσσομαι. Καταληκτικὸν δὲ δίμετρον τὸ καλούμενον Ἀνα‐ κρεόντειον οἷον (Anacr. 92) ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω· | |
20 | τρίμετρον δὲ οἷον τὸ Ἀρχιλόχου (116) ὄγμος κακοῦ δὲ γήραος καθαιρεῖ· τετράμετρον δὲ οἷον τὸ Ἱππώνακτος (90) | |
εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα. | 16 | |
17 | Ἔστιν ἐπίσημον ἐν τοῖς ἀκαταλήκτοις καὶ τὸ χωλὸν καλούμενον, ὅπερ τινὲς μὲν Ἱππώνακτος, τινὲς δὲ Ἀνανίου εὕρημά φασι, διαφέρει δὲ τοῦ ὀρθοῦ, ᾗ ἐκεῖνο μὲν τὸν τελευταῖον ἴαμβον ἔχει ἢ πυρρίχιον διὰ τὴν | |
5 | ἀδιάφορον, τοῦτο δὲ ἢ σπονδεῖον ἢ τροχαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους πόδας, οὔτε δάκτυλον οὔτε τρίβραχυν οὔτε ἀνάπαιστον, ἀλλὰ μάλιστα μὲν ἴαμβον, ὅτε καὶ εὐπρεπές ἐστιν, (Callim. 92) | |
10 | ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω, ἔσθ’ ὅτε δὲ καὶ σπονδεῖον, ὅτε καὶ τραχύτερον γίνεται, (Hipp. 48) εἰς ἄκρον ἕλκων, ὥσπερ ἀλλᾶντα ψύχων. | |
15 | Περὶ τροχαϊκοῦ. Τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται | |
τροχαῖον, τρίβραχυν καὶ δάκτυλον, κατὰ δὲ τὰς ἀρτίους | 17 | |
18 | τούτους τε καὶ σπονδεῖον καὶ ἀνάπαιστον. Καταληκτι‐ κὸν δὲ ὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖ‐ ον δέχεται, ἔστι δὲ ὅτε καὶ τρίβραχυν· [καὶ] ἐὰν δὲ ᾖ βραχυκατάληκτον, οὐ βούλεται τὸν παραλήγοντα τετρά‐ | |
5 | σημον ἔχειν. Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ καταληκτικά· δίμετρον μὲν καταληκτικὸν τὸ καλούμενον Εὐριπίδειον ἢ Ληκύ‐ θιον, οἷόν ἐστι (Eur. Phoen. 239 sq.) νῦν δέ μοι πρὸ τειχέων | |
10 | θούριος μολὼν Ἄρης· τρίμετρον δὲ καταληκτικόν, οἷόν ἐστι τὸ Ἀρχιλόχου (99), ὅ τινες ἀκέφαλον ἰαμβικὸν καλοῦσι, Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην. τετράμετρον δὲ καταληκτικὸν οἷον (Archil. 60) | |
15 | Ἐρξίη πῆ δηῦτ’ ἄνολβος ἀθροΐζεται στρατός. τοῦτο δὲ τὸ τετράμετρον γίνεται καὶ χωλὸν τοῦ παρα‐ τελεύτου ποδὸς σπονδείου γενομένου, οἷόν ἐστι καὶ τὸ (Hipp. 78) Μητροτίμῳ δηῦτέ με χρὴ τῷ σκότῳ δικάζεσθαι. | |
20 | καὶ τῷ πενταμέτρῳ δὲ καίπερ ὄντι ὑπερμέτρῳ πολλοὺς | 18 |
19 | κεχρῆσθαι συμβέβηκεν, οἷόν ἐστι καὶ τὸ Καλλιμάχου (115) ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπ’ οἰ‐ νηρῆς Χίου | |
5 | Ἔστι δὲ ἐν αὐτῷ ἐπίσημον καὶ τὸ δίμετρον βρα‐ χυκατάληκτον, τὸ καλούμενον Ἰθυφαλλικόν· ᾧ πρῶτος μὲν Ἀρχίλοχος κέχρηται, συζεύξας αὐτὸ δακτυλικῷ τετραμέτρῳ οὕτως (Arch. 100) οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται | |
10 | γὰρ ἤδη. οἱ δὲ μετὰ ταῦτα καὶ ἐπήγαγον αὐτὸ ἰαμβείῳ, ὥσπερ ὁ Καλλίμαχος (117) Ἑρμᾶς ὅ περ Φεραῖος αἰνείων θεός ἔμμι τῶ φυγαίχμα. | |
15 | ὁμοίως δὲ καὶ τὸ τετράμετρον βραχυκατάληκτόν ἐστιν ἐπίσημον, οἷον (fr. com. an. 39) οὐδ’ Ἀμειψίαν ὁρᾶτε πτωχὸν ὄντ’ ἐφ’ ὑμῖν· καὶ τῶν ἀκαταλήκτων δὲ τὸ τετράμετρόν ἐστιν ἔνδοξον, οἷον τουτὶ τὸ Ἀνακρέοντος (76) | |
20 | κλῦθί μευ γέροντος εὐέθειρα χρυσόπεπλε κούρα. | |
Τὰ μὲν οὖν ἐπισημότατα ἐν αὐτῷ ταῦτά ἐστι. | 19 | |
20 | Τῷ δὲ δακτύλῳ τῷ κατὰ τὰς περιττὰς ἐμπίπτοντι χώρας ἥκιστα οἱ ἰαμβοποιοὶ ἐχρήσαντο ποιηταί, σπα‐ νίως δὲ καὶ οἱ τραγικοί, οἱ δὲ κωμικοὶ συνεχῶς ὥσπερ καὶ ἐν τῷ ἰαμβικῷ τῷ ἐπὶ τῆς ἀρτίου ἀναπαίστῳ· | |
5 | ἑκάτερον γὰρ ἄλογον· οὔτε γὰρ ἐν τῷ ἰαμβικῷ ἐχρῆν ἀνάπαιστον ἐπὶ τῆς ἀρτίου χώρας, ἐφ’ ἧς οὐδὲ σπον‐ δεῖος ἐγχωρεῖ, οὗ λύσις ἐστὶν ὁ ἀνάπαιστος, οὔτε ἐν τῷ τροχαϊκῷ ἐπὶ τῆς περιττῆς τὸν δάκτυλον, ἐφ’ ἧς οὐδὲ σπονδεῖος ἐγχωρεῖ, οὗ ὁμοίως λύσις ὁ δάκτυλος. | |
10 | Ἔτι μέντοι καὶ ἐν τοῖς καταληκτικοῖς καὶ ὁ τρίβρα‐ χυς ἐγχωρεῖ, καθάπερ προειρήκαμεν, οὐ μόνον ὁ τροχαῖος, ὥς τινες οἴονται· παράδειγμα τόδε (fr. com. an. 38) τῶν πολιτῶν ἄνδρας ὑμῖν δημιουργοὺς ἀποφανῶ· τῆς γὰρ κατάκλειδος οὔσης αποφανω δῆλον ὡς ὁ πα‐ | |
15 | ρακείμενος πούς ἐστιν αποφα, τρίβραχυς ὡς προείρηται. | |
17 | Περὶ δακτυλικοῦ. Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν τῆς τελευταίας· ἐπὶ ταύτης | |
20 | δέ, εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει ἢ διὰ τὴν | 20 |
21 | ἀδιάφορον κρητικόν· εἰ δὲ καταληκτικόν, τὰ ἀπ’ αὐτοῦ μεμειωμένα ἤτοι συλλαβῇ ἢ δύο συλλαβαῖς· καὶ τὸ μὲν καλεῖται καταληκτικὸν εἰς συλλαβήν, τὸ δὲ κατα‐ ληκτικὸν εἰς δισύλλαβον. | |
5 | Ἐπισημότατα δ’ ἐστὶν ἐν αὐτῷ τό τε ἑξάμετρον καταληκτικὸν εἰς δισύλλαβον, τὸ καλούμενον ἔπος, οἷον (Α 1) μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος, (ἐπὶ γὰρ τῆς ἐσχάτης λέξεως τῆς ληος λείπει ὁ δάκτυ‐ | |
10 | λος μιᾷ συλλαβῇ) καὶ τὸ πεντάμετρον καταληκτικὸν εἰς δισύλλαβον, τὸ καλούμενον Σιμίειον, οἷον χαῖρε ἄναξ ἕταρε ζαθέας μάκαρ ἥβας, καὶ τὸ τετράμετρον εἰς δισύλλαβον καταληκτικόν, ᾧ πρῶτος μὲν ἐχρήσατο Ἀρχίλοχος ἐν ἐπῳδοῖς (98) | |
15 | φαινόμενον κακὸν οἴκαδ’ ἄγεσθαι· ὕστερον δὲ καὶ Ἀνακρέων τούτῳ τῷ μέτρῳ καὶ ὅλα ᾄσματα συνέθηκεν (67) ἁδύμελες χαρίεσσα χελιδοῖ καὶ (68) | |
20 | μνᾶται δηῦτε φαλακρὸς Ἄλεξις. Ταῦτα μὲν οὖν τῶν εἰς δισύλλαβον καταληκτικῶν | |
παραδείγματα. | 21 | |
22 | Τῶν δὲ εἰς συλλαβὴν τῷ μὲν πενθημιμερεῖ [πρὸς δύο ποσὶν οὐσῶν τῶν συλλαβῶν] Ἀρχίλοχος κέχρηται ἐν ἐπωδῷ (104) ἐν δὲ Βατουσιάδης, | |
5 | τῷ δὲ ἑφθημιμερεῖ Ἀλκμὰν (49) ταῦτα μὲν ὡς ἂν ὁ δῆμος ἅπας. Καὶ τῶν ἀκαταλήκτων δὲ τὸ τετράμετρον Ἀρχίλο‐ χος ἔνδοξον ἐποίησε διὰ τὸ προτάξαι αὐτὸ τροχαϊκοῦ τοῦ καλουμένου ἰθυφαλλικοῦ, οὕτως (100) | |
10 | οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη. Ἀλκμὰν δὲ καὶ ὅλας στροφὰς τούτῳ τῷ μέτρῳ κατεμέτρησε (45) Μῶς’ ἄγε Καλλιόπα, θύγατερ Διός, | |
15 | ἄρχ’ ἐρατῶν ἐπέων, ἐπὶ δ’ ἵμερον ὕμνῳ καὶ χαρίεντα τίθει χορόν. Ταῦτα μὲν οὖν κοινὰ δακτυλικά. Τὰ δὲ Αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλάβων ἀδιάφορον, ἤτοι | |
20 | σπονδεῖον ἢ ἴαμβον ἢ τροχαῖον ἢ πυρρίχιον, τοὺς δὲ ἐν μέσῳ δακτύλους πάντας, τὸν δὲ τελευταῖον πρὸς τὴν ἀπόθεσιν δάκτυλον μὲν ἢ κρητικὸν διὰ τὸ τῆς | |
τελευταίας ἀδιάφορον, ἐὰν ἀκατάληκτον ᾖ, ἐὰν δὲ κατα‐ | 22 | |
23 | ληκτικόν, καὶ τὰ ἀπὸ τούτου μεμειωμένα εἰς δισύλλα‐ βον καὶ συλλαβήν. Τὸ μὲν οὖν Αἰολικὸν ἔπος τὸ καταληκτικὸν τοιοῦτόν ἐστι (Alc. 46) | |
5 | κέλομαί τινα τὸν χαρίεντα Μένωνα καλέσσαι εἰ χρὴ συμποσίας ἐπ’ ὄνασιν ἐμοὶ γεγενῆσθαι. πεντάμετρα δὲ καταληκτικὰ εἰς δισύλλαβον (Sapph. 104) τίῳ ς’, ὦ φίλε γαμβρέ, καλῶς ἐϊκάσδω; ὄρπακι βραδινῷ σε μάλιστ’ ἐϊκάσδω. | |
10 | τὸ δὲ τετράμετρον (Sapph. 98) θυρωρῷ πόδες ἑπτορόγυιοι τὰ δὲ σάμβαλα πεντεβόηα πίσυγγοι δὲ δέκ’ ἐξεπόνασαν. Τῶν δὲ ἀκαταλήκτων τὸ μὲν πεντάμετρον κα‐ | |
15 | λεῖται Σαπφικὸν τεσσαρεσκαιδεκασύλλαβον, ὧ τὸ δεύ‐ τερον ὅλον Σαπφοῦς γέγραπται (Sapph. 33) ἠράμαν μὲν ἐγὼ σέθεν, Ἄτθι, πάλαι πόκα. τὸ δὲ τετράμετρον ἀκατάληκτόν ἐστι τοιοῦτον· ἔρος δαῦτέ μ’ ὁ λυσιμελὴς δόνει | |
20 | γλυκύπικρον ἀμάχανον ὄρπετον (Sapph. 40). — Ἄτθι, σοὶ δ’ ἔμεθεν μὲν ἀπήχθετο | |
φροντίσδην, ἐπὶ δ’ Ἀνδρομέδαν πότη (Sapph. 41). | 23 | |
24 | Ἔστι δέ τινα καὶ λογαοιδικὰ καλούμενα δακτυ‐ λικά, ἅπερ ἐν μὲν ταῖς ἄλλαις χώραις δακτύλους ἔχει, τελευταίαν δὲ τροχαϊκὴν συζυγίαν. ἔστι δὲ αὐτῶν ἐπισημότατα τό τε πρὸς δύο δακτύλοις ἔχον τροχαϊκὴν | |
5 | συζυγίαν, καλούμενον δὲ Ἀλκαϊκὸν δεκασύλλαβον (Alc. 69) καί τις ἐπ’ ἐσχατιαῖσιν οἴκεις, καὶ τὸ πρὸς τρισί, καλούμενον Πραξίλλειον (Prax. 5) ὦ διὰ τῶν θυρίδων καλὸν ἐμβλέποισα | |
10 | παρθένε τὰν κεφάλαν, τὰ δ’ ἔνερθε νύμφα. | |
12 | Περὶ ἀναπαιστικοῦ. Τὸ δὲ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται σπονδεῖον, ἀνάπαιστον, σπανίως δὲ καὶ προκελευματι‐ | |
15 | κόν, παρὰ δὲ τοῖς δραματοποιοῖς καὶ δάκτυλον. Εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἓξ κατὰ συζυγίαν διαιρουμένου· ὑπερκατάληκτος εἰς δισύλλαβον, ὑπερκατάληκτος εἰς συλλαβήν, ἀκατάληκτος, καταληκτικὴ εἰς δισύλλαβον, καταληκτικὴ εἰς συλλαβήν, βραχυκατάληκτος. | |
20 | Ἐπισημότατον δὲ ἐν αὐτῷ ἐστι τὸ τετράμετρον | 24 |
25 | καταληκτικὸν εἰς συλλαβήν, τὸ καλούμενον Ἀριστοφά‐ νειον (Nub. 962) ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφρο‐ σύνη νενόμιστο· | |
5 | κέκληται δὲ Ἀριστοφάνειον οὐκ Ἀριστοφάνους αὐτὸ εὑρόντος πρώτου, ἐπεὶ καὶ παρὰ Κρατίνῳ ἐστί (220) χαίρετε δαίμονες οἱ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης, ἀλλὰ διὰ τὸ τὸν Ἀριστοφάνην πολλῷ αὐτῷ κεχρῆσθαι· | |
10 | καὶ πρὸ Κρατίνου παρ’ Ἐπιχάρμῳ, ὃς καὶ ὅλα δύο δράματα τούτῳ τῷ μέτρῳ γέγραφε, τούς τε Χορεύοντας καὶ τὸν Ἐπίνικον. Ἀριστόξενος δὲ ὁ Σελινούντιος Ἐπι‐ χάρμου πρεσβύτερος ἐγένετο ποιητής (οὗ καὶ αὐτὸς Ἐπίχαρμος (88) μνημονεύει ἐν Λόγῳ καὶ Λογίνᾳ | |
15 | οἱ τοὺς ἰάμβους καὶ τὸν † ἄριστον τρόπον, ὃν πρᾶτος εἰσηγήσαθ’ Ὡριστόξενος) καὶ τούτου τοίνυν τοῦ Ἀριστοξένου μνημονεύεταί τινα τούτῳ τῷ μέτρῳ γεγραμμένα (CGF p. 87) τίς ἀλαζονίαν πλείσταν παρέχει τῶν ἀνθρώπων; | |
20 | τοὶ μάντεις· τὸ μέντοι τὸν σπονδεῖον ἔχον, ἀλλὰ μὴ τὸν ἀνά‐ παιστον παραλήγοντα εἰσὶν οἳ Λακωνικὸν καλοῦσι, | |
προφερόμενοι παράδειγμα τὸ | 25 | |
26 | ἄγετ’ ὦ Σπάρτας ἔνοπλοι κοῦροι ποτὶ τὰν Ἄρεως κίνασιν· ὅτι μέντοι καὶ ἐν τῷ Ἀριστοφανείῳ καλουμένῳ ἀδια‐ φόρως εὑρίσκεται ὁ παραλήγων ἀνάπαιστος ἢ σπον‐ | |
5 | δεῖος, δηλώσει Κρατῖνος· εἰς γὰρ τοὺς Ὀδυσσέας εἰσ‐ βάλλων (138) τούτῳ τῷ μέτρῳ ἐχρήσατο τίνες αὖ πόντον κατέχους’ αὖραι; νέφος οὐρά‐ νιον τόδ’ ὁρῶμαι, ἐποίησε δέ τινα στίχον καὶ σπονδείῳ τῷ παραλήγοντι | |
10 | κεχρημένον (139) ὡς ἂν μᾶλλον τοῖς πηδαλίοις ἡ ναῦς ἡμῶν πειθαρχῇ. Περὶ μὲν οὖν τοῦ τετραμέτρου ταῦτα. Τῷ δὲ τριμέτρῳ Σιμίας ὁ Ῥόδιος ὅλον ποιημά‐ | |
15 | τιον ἔγραψεν Ἱστία ἁγνά, ἀπ’ ἐϋξείνων μέσα τοίχων. Τὸ δὲ δίμετρον καταληκτικὸν καλεῖται μὲν παροι‐ μιακὸν διὰ τὸ παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναι | |
20 | πότε δ’ Ἄρτεμις οὐκ ἐχόρευσεν (paroem. Gr. ed. Leutsch II p. 229)— καὶ κόρκορος ἐν λαχάνοισιν (paroem. Gr. I p. 100. 257)—, ἀλλὰ παροιμίαι εἰσὶ καὶ ἐπικαὶ καὶ ἰαμβικαὶ καὶ οὐ | |
25 | τούτου τοῦ μέτρου μόνου· ὥστ’ οὐκ εἰκότως αὐτὸ | 26 |
27 | μόνον παροιμιακὸν καλοῦσι. Κρατῖνος δὲ ἐν Ὀδυσσεῦσι (144) συνεχεῖ αὐτῷ ἐχρήσατο· σιγάν νυν ἅπας ἔχε σιγάν καὶ πάντα λόγον τάχα πεύσει· | |
5 | ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστι, πλέομεν δ’ ἅμ’ Ὀδυσσέϊ θείῳ. Πρῶτος δὲ Ἀρχίλοχος ἐχρήσατο τῷ μεγέθει τούτῳ, ἐν τοῖς τετραμέτροις προτάξας αὐτὸ τοῦ ἰθυφαλλικοῦ· τὸ γὰρ (79) | |
10 | Ἐρασμονίδη Χαρίλαε ἑφθημιμερές ἐστιν ἀναπαιστικόν· ἐχρήσατο δὲ τῷ πρώ‐ τῳ ποδὶ καὶ ἰάμβῳ, ὡς καὶ ἐκ τοῦ παραδείγματός ἐστι δῆλον, καὶ σπονδείῳ (Archil. 82) Δήμητρί τε χεῖρας ἀνέξων, | |
15 | ἀναπαίστῳ δὲ τῷ πρώτῳ ἐπὶ δύο μόνων στίχων κεχρῆ‐ σθαι δοκεῖ (79, 2) ἐρέω πολὺ φίλταθ’ ἑταίρων καὶ (80) φιλέειν στυγνόν περ ἐόντα· | |
20 | ταῦτα δὲ ἀμφότερα κατὰ συνεκφώνησιν ἴαμβον ἔχει τὸν πρῶτον πόδα. Τῷ δὲ ἀναπαιστικῷ ὑποστέλλοιτο ἂν καὶ τὸ προ‐ κελευματικὸν ὑπ’ ἐνίων καλούμενον, οἷον τὸ τετρά‐ μετρον τοῦτο τὸ Ἀριστοφάνειον (Aristoph. fr. 698) | |
25 | τίς ὄρεα βαθύκομα τάδ’ ἐπέσυτο βροτῶν· | 27 |
28 | [γίνεται γὰρ, ἑκάστου τῶν πρώτων τριῶν ποδῶν ἀνα‐ παίστων λελυμένων εἰς τὸν προκελευματικόν, δίμετρον ἀκατάληκτον ἀναπαιστικόν·] τινὲς δὲ αὐτὸ κατὰ πόδα διαιροῦντες πυρριχιακὸν καλοῦσι· τοῖς δὲ χαριεστέροις | |
5 | δοκεῖ ἀναπαιστικὸν εἶναι, ἀντὶ ἑκάστου ἀναπαίστου προκελευματικοῦ παραλαμβανομένου ἐπὶ τῶν ἄλλων χωρῶν, ἐπὶ δὲ τῆς τελευταίας φυλαττομένου αὐτοῦ καθαροῦ καὶ μὴ λελυμένου. Ὥσπερ δὲ ἐν τῷ δακτυλικῷ ἦν τι λογαοιδικόν, | |
10 | οὕτω κἀν τοῖς ἀναπαιστικοῖς τὸ εἰς βακχεῖον περαιού‐ μενον, οὗ ἐστιν ἐπισημότατον τὸ μετὰ τέσσαρας πόδας αὐτὸν ἔχον τὸν βακχεῖον· ὧν ὁ πρῶτος γίνεται καὶ σπονδεῖος καὶ ἴαμβος. καλεῖται μὲν οὖν Ἀρχεβούλειον ἀπὸ Ἀρχεβούλου τοῦ Θηβαίου ποιητοῦ χρησαμένου | |
15 | αὐτῷ κατακόρως· γέγραπται δὲ καὶ Καλλιμάχῳ (146) ἀγέτω θεός, οὐ γὰρ ἐγὼ δίχα τῶνδ’ ἀείδειν· τοῦτο μὲν οὖν ἀπὸ ἀναπαίστου· ἀπὸ δὲ σπονδείου (146b) νύμφα, σὺ μὲν ἀστερίαν ὑπ’ ἄμαξαν ἤδη, | |
20 | ἀπὸ δὲ ἰάμβου (146c) φιλωτέρα ἄρτι γάρ οἱ Σικελὰ μὲν Ἔννα. τοὺς δὲ μετὰ τὸν πρῶτον πόδα τρεῖς οἱ μὲν ἐν συνε‐ χείᾳ γράψαντες τὸ μέτρον πάντως ἀναπαίστους ἐφύ‐ | |
λαξαν, Ἀλκμὰν δέ που καὶ σπονδείους παραλαμβάνει. | 28 | |
29(2) | Περὶ χοριαμβικοῦ. Τὸ χοριαμβικὸν συντίθεται μὲν καὶ καθαρόν, συν‐ τίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς ἰαμβικάς· ὡς ἐπίπαν | |
5 | δὲ ὅτε καταληκτικόν ἐστιν εἰς τὴν ἰαμβικὴν κατάκλειδα περαιοῦται, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὴν ἀδιάφορον· —περαιοῦται μὲν γὰρ καὶ εἰς τὴν ἰδίαν, τὸν δάκτυλον ἢ κρητικόν, οἷον δίμετρον μὲν τὸ (fr. lyr. adesp. 69) | |
10 | ἱστοπόνοι μείρακες, τρίμετρα δὲ (fr. lyr. adesp. 70) οὐδὲ λεόντων σθένος οὐδὲ τροφαί, τετράμετρα δὲ (fr. lyr. adesp. 71) αἳ Κυθερήας ἐπιπνεῖτ’ ὄργια λευκωλένου. | |
15 | ἀλλὰ τῷ ταῦτα συνεχέστερα εἶναι, ἀπρεπέστερά ἐστι. — Τὰ δὲ εἰς τὸν ἀμφίβραχυν ἢ βακχεῖον· οἷον δί‐ μετρα μὲν τὰ ἐξ Αἰολοσίκωνος Ἀριστοφάνους (10) οὐκ ἐτός, ὦ γυναῖκες, πᾶσι κακοῖσιν ἡμᾶς | |
20 | φλῶσιν ἑκάστοτ’ ἄνδρες· δεινὰ γὰρ ἔργα δρῶσαι | |
λαμβανόμεσθ’ ὑπ’ αὐτῶν. | 29 | |
30 | τρίμετρα δὲ οἷον τὸ Ἀνακρέοντος (31) δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμάν· τετράμετρα δέ, ἃ καὶ συνεχέστερά ἐστιν, οἷα ταυτὶ τὰ Σαπφοῦς (60) | |
5 | δεῦτέ νυν ἁβραὶ Χάριτες καλλίκομοί τε Μοῖσαι. Ἀνακρέων δὲ ἐπετήδευσε τὴν πρώτην συζυγίαν δι’ ὅλου ᾄσματος ἐκ τριβραχέος καὶ ἰάμβου ποιῆσαι, ὡς εἶναι κοινὴν λύσιν τῆς τε χοριαμβικῆς καὶ τῆς ἰαμβι‐ κῆς (Anacr. 24) | |
10 | ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις. πολὺ δ’ ἐστὶ καὶ τὸ πρὸς τῇ κατάκλειδι τὴν δευτέραν συζυγίαν ἰαμβικὴν ἔχον, οἷόν ἐστι παρὰ μὲν Ἀνα‐ κρέοντι (23) ἐκ ποταμοῦ ’πανέρχομαι πάντα φέρουσα λαμπρά, | |
15 | παρὰ δὲ Ἀριστοφάνει ἐν Ἀμφιάρεῳ (30) οἶδα μὲν ἀρχαῖόν τι δρῶν, κοὐχὶ λέληθ’ ἐμαυτόν. Καὶ τῷ πενταμέτρῳ δὲ Καλλίμαχος ὅλον ποίημα τὸν Βράγχον συνέθηκε (36) δαίμονες εὐυμνότατοι Φοῖβέ τε καὶ Ζεῦ Διδύ‐ | |
20 | μων γενάρχαι. Φίλικος δὲ ὁ Κερκυραῖος, εἷς ὢν τῆς Πλειάδος, ἑξα‐ μέτρῳ συνέθηκεν ὅλον ποίημα τῇ χθονίῃ μυστικὰ Δήμητρί τε καὶ Φερσεφόνῃ | |
καὶ Κλυμένῳ τὰ δῶρα. | 30 | |
31 | τοῦτο δὲ καὶ ἀλαζονεύεται εὑρηκέναι Φίλικος λέγων καινογράφου συνθέσεως τῆς Φιλίκου, γραμμα‐ τικοί, δῶρα φέρω πρὸς ὑμᾶς· ψεύδεται δέ· πρὸ γὰρ αὐτοῦ Σιμμίας ὁ Ῥόδιος ἐχρή‐ | |
5 | σατο ἔν τε τῷ Πελέκει Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ, κἀν ταῖς Πτέρυξιν λεύσσετε τὸν γᾶς τε βαθυστέρνου ἄνακτ’ Ἀκ‐ | |
10 | μονίδαν τ’ ἄλλυδις ἑδράσαντα, πλὴν εἰ μὴ ἄρα ὁ Φίλικος οὐχ ὡς πρῶτος εὑρηκὼς τὸ μέτρον λέγει, ἀλλ’ ὡς πρῶτος τούτῳ τῷ μέτρῳ τὰ ὅλα ποιήματα γράψας. | |
15 | Περὶ ἀντισπαστικοῦ. Τὸ ἀντισπαστικὸν τὴν μὲν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλάβου σχήματα, τὰς δ’ ἐν μέσῳ καθαρὰς ἀντισπαστικάς, τὴν δὲ τελευταίαν, ὁπότε ἐστὶν ἀκατά‐ | |
20 | ληκτον, ἰαμβικήν. Ἐὰν δὲ ἀναμίσγηται ταῖς ἰαμβικαῖς, | 31 |
32 | οὐ μόνον τὴν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα, ἀλλὰ καὶ τὴν ταῖς ἰαμβικαῖς ἑπο‐ μένην· ἔστι δὲ ὅτε καὶ λύεται ὁ πρότερος ποὺς εἰς τρίβραχυν. | |
5 | Καὶ ἔστιν ἐπίσημα ἐν αὐτῷ τάδε· πενθημιμερὲς μὲν τὸ καλούμενον δοχμιακόν, οἷον κλύειν μαίεται τὸν ἐγχώριον· ἑφθημιμερὲς δὲ τὸ καλούμενον Φερεκράτειον (79) | |
10 | ἄνδρες πρόσχετε τὸν νοῦν ἐξευρήματι καινῷ συμπτύκτοις ἀναπαίστοις. δίμετρον δὲ ἀκατάληκτον τὸ καλούμενον Γλυκώνειον, αὐτοῦ Γλύκωνος εὑρόντος αὐτό (fr. lyr. adesp. 79a) | |
15 | κάπρος ἡνίχ’ ὁ μαινόλης ὀδόντι σκυλακοκτόνῳ Κύπριδος θάλος ὤλεσεν· δίμετρον δὲ ὑπερκατάληκτον τὸ καλούμενον Σαπφικὸν ἐννεασύλλαβον ἢ Ἱππωνάκτειον, οἷον (Hipp. 92) | |
20 | καὶ κνίσῃ τινὰ θυμιήσας. | |
Τῶν δὲ τριμέτρων τὸ μὲν καταληκτικὸν τὸ μόνην | 32 | |
33 | τὴν πρώτην ἀντισπαστικὴν ἔχον, τὰς δὲ ἑξῆς ἄλλας ἰαμβικὰς Φαλαίκειον καλεῖται, οἷον (Kratin. 321) χαῖρ’ ὦ χρυσόκερως βαβάκτα κήλων, Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων· | |
5 | τὸ δὲ ἀκατάληκτον τὸ μόνην τὴν τελευταίαν ἔχον ἰαμ‐ βικὴν καλεῖται Ἀσκληπιάδειον, οἷον τὸ Ἀλκαίου (33) ἦλθες ἐκ περάτων γᾶς, ἐλεφαντίναν λαβὰν τῶ ξίφεος χρυσοδέταν ἔχων· τὸ δὲ μέσην μὲν ἔχον τὴν ἀντισπαστικήν, τρεπομένην | |
10 | κατὰ τὸν ἕτερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλά‐ βου σχήματα, ἑκατέρωθεν δὲ τὰς ἰαμβικάς, ὧν ἡ πρώτη καὶ ἀπὸ σπονδείου ἄρχεται, Ἀλκαϊκὸν καλεῖται δωδε‐ κασύλλαβον, οἷον (Alc. 62) κόλπῳ ς’ ἐδέξανθ’ ἁγναὶ Χάριτες Κρόνῳ. | |
15 | Τῶν δὲ τετραμέτρων τὸ μὲν καταληκτικὸν καθα‐ ρόν ἐστι τὸ τοιοῦτον (Sapph. 62) κατθνάσκει Κυθέρη’ ἁβρὸς Ἄδωνις· τί κε θεῖμεν; καττύπτεσθε κόραι καὶ κατερείκεσθε χιτῶνας· τὸ δὲ τὴν δευτέραν ἰαμβικὴν ἔχον καλεῖται Πριάπειον, | |
20 | οἷον (Anacr. 17) | 33 |
34 | ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον· νῦν δ’ ἁβρῶς ἐρόεσσαν ψάλλω πηκτίδα, τῇ φίλῃ κωμάζων † παιδὶ ἁβρη. πολυσχημάτιστον μὲν οὖν αὐτὸ ποιοῦσιν, ἀλλὰ τό γε | |
5 | καθαρῶς ἐσχηματισμένον ἐστὶ τοιοῦτον. —ἔστι δὲ πυκνὸν καὶ τὸ τὴν δευτέραν μόνην ἀντισπαστικὴν ἔχον, ᾧ μέτρῳ ἔγραψεν ᾄσματα καὶ Σαπφὼ ἐπὶ † τῆς τοῦ ἑβδόμου (90) γλυκῆα μᾶτερ, οὔ τοι δύναμαι κρέκην τὸν ἱστὸν | |
10 | πόθῳ δαμεῖσα παιδὸς βραδίναν δι’ Ἀφροδίταν. Τὸ δὲ ἀκατάληκτον καλεῖται Σαπφικὸν ἑκκαιδεκα‐ σύλλαβον, ᾧ τὸ τρίτον ὅλον Σαπφοῦς γέγραπται, πολλὰ δὲ καὶ Ἀλκαίου ᾄσματα (85) Νύμφαις ταὶς Διὸς ἐξ αἰγιόχω φαῖσι τετυγμέναις. | |
15 | Σιμίας δὲ καὶ τῷ ὑπερκαταλήκτῳ κέχρηται τὸν στυγνὸν Μελανίππου φόνον αἱ πατροφόνων ἔριθοι, ὅπερ καὶ καλεῖται Σιμιακόν. — Ὁ δὲ Ἀλκαῖος (48a) καὶ πενταμέτρῳ ἀκαταλήκτῳ | |
20 | ἐχρήσατο Κρονίδα βασιλῆος γένος Αἶαν, τὸν ἄριστον πέδ’ | |
Ἀχιλλέα. | 34 | |
35(2) | Περὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος. Τὸ δὲ ἀπὸ μείζονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ πρὸς τὰς τροχαϊκὰς ἐπί‐ | |
5 | μικτον· ὅτε μέντοι ἀκατάληκτόν ἐστι, καθόλου σπανίως εἰς τὴν ἰωνικὴν περαιοῦται διὰ τὸ ἀπρεπῆ εἶναι τὴν ἰωνικὴν ἐπὶ τέλους οὖσαν. Ἔστι τοίνυν ἐπίσημα ἐν τῷ ἰωνικῷ ἑφθημιμερῆ μὲν τὰ τοιαῦτα, οἷς ἡ Τελέσιλλα (1) ἐχρήσατο, | |
10 | ἅδ’ Ἄρτεμις, ὦ κόραι, φεύγοισα τὸν Ἀλφεόν, καὶ δίμετρον ἀκατάληκτον τὸ καλούμενον Κλεομάχειον, ἐν ᾧ καὶ οἱ μολοσσοὶ ἐπὶ τῶν ἀρτίων χωρῶν ἐμπίπτουσι καὶ οἱ χορίαμβοι, οἷον (anthol. lyr. p. 504) | |
15 | τίς τὴν ὑδρίην ἡμῶν ἐψόφης’; ἐγὼ πίνων, καὶ τρίμετρα βραχυκατάληκτα τὰ καλούμενα Πραξίλ‐ λεια, ἃ τὴν μὲν πρώτην ἔχει ἰωνικήν, τὴν δὲ δευτέραν τροχαϊκήν, οἷά ἐστι τὰ τοιαῦτα Σαπφοῦς (53) | |
20 | πλήρης μὲν ἐφαίνετ’ ἀ σελάνα· αἱ δ’ ὡς περὶ βωμὸν ἐστάθησαν· τὰ δὲ τρίμετρα ἀκατάληκτα διχῶς συνέθεσαν οἱ Αἰο‐ λεῖς· τὰ μὲν γὰρ ἐκ δύο ἰωνικῶν καὶ τροχαϊκῆς ἐποί‐ | |
ησαν, οἷον (Sapph. 54) | 35 | |
36 | Κρῆσσαι νύ ποθ’ ὧδ’ ἐμμελέως πόδεσσιν ὠρχεῦντ’ ἀπαλοῖς’ ἀμφ’ ἐρόεντα βωμόν· ἔνια δὲ ἐκ μιᾶς ἰωνικῆς καὶ δύο τροχαϊκῶν, οἷον (Alc. 38) | |
5 | Τριβώλετερ· οὐ γὰρ Ἀρκάδεσσι λώβα. Τῶν δὲ τετραμέτρων ἐπισημότατόν ἐστι βραχυ‐ κατάληκτον τὸ καλούμενον Σωτάδειον· τοῦτο δὲ κατὰ τὰς τρεῖς χώρας δέχεται ἰωνικὴν συζυγίαν, ἢ τροχαϊκήν, ἢ τὴν ἐξ ἀναπαίστου καὶ πυρριχίου, ἢ τὴν ἐκ τριβρά‐ | |
10 | χεος καὶ τροχαίου, ἢ τὴν ἐκ μακρᾶς καὶ τεσσάρων βραχειῶν, ἢ τὴν ἐξ ἓξ βραχειῶν, οἷον Ἥρην ποτέ φασιν Δία τὸν τερπικέραυνον· καὶ τετράμετρα δὲ ἀκατάληκτα διαφόρως συνέθεσαν· ἢ γὰρ τρισὶν ἰωνικαῖς μίαν τροχαϊκὴν τὴν τελευταίαν | |
15 | ἐπήγαγον—καλεῖται δὲ Αἰολικόν, ὅτι Σαπφὼ πολλῷ αὐτῷ ἐχρήσατο—οἷον (Sapph. 76. 77) εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως· — ἀσαροτέρας οὐδαμά πὤρανα σέθεν τυχοῖσαν· (παρατηρεῖν δὲ χρή, ὅτι τὴν πρώτην συζυγίαν καὶ ἀπὸ | |
20 | βραχείας ἀρχομένην ποιοῦσιν, ὥσπερ καὶ ἐν τοῖς τρι‐ μέτροις (Sapph. 54, 3) πόας τέρεν ἄνθος μαλακὸν μάτεισαι·) | |
ἐνίοτε δὲ ἐναλλὰξ τὰς ἰωνικὰς ταῖς τροχαϊκαῖς παρα‐ | 36 | |
37 | λαμβάνουσιν, ἀντὶ μὲν τῶν ἰωνικῶν ἔσθ’ ὅτε τὰς δευτέρας παιωνικὰς παραλαμβάνοντες, ἀντὶ δὲ τῶν ἑξασήμων τροχαϊκῶν ἔσθ’ ὅτε τὰς ἑπτασήμους τρο‐ χαϊκάς, οἷον (Sapph. 52) | |
5 | δέδυκε μὲν ἁ σελάννα καὶ πληιάδες· μέσαι δὲ νύκτες, παρὰ δ’ ἔρχεθ’ ὥρα· ἐγὼ δὲ μόνα καθεύδω. | |
9 | Περὶ τοῦ ἀπ’ ἐλάσσονος ἰωνικοῦ. | |
10 | Τὸ δὲ ἀπ’ ἐλάσσονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς τρο‐ χαϊκὰς [διποδίας] οὕτως, ὥστε τὴν πρὸ τῆς τροχαϊκῆς ἀεὶ γίνεσθαι πεντάσημον, τουτέστι τρίτην παιωνικήν, καὶ τὴν τροχαϊκήν, ὁπόταν προτάττοιτο τῆς ἰωνικῆς, | |
15 | γίνεσθαι ἑπτάσημον [τροχαϊκήν], τὸν καλούμενον δεύ‐ τερον ἐπίτριτον· ἔσθ’ ὅτε δὲ ἡ μὲν τρίτη παιωνικὴ συναιρεῖται εἰς παλιμβάκχειον, τῆς δὲ ἐπιφερομένης τροχαϊκῆς ὁ πρότερος λύεται εἰς τρίβραχυν· ἐμπίπτουσι δὲ καὶ οἱ μολοττοὶ ἐπὶ τῶν περιττῶν χωρῶν ἐν τοῖς | |
20 | ἀπ’ ἐλάσσονος ἰωνικοῖς, ὥσπερ ἐν τοῖς ἀπὸ μείζονος ἐπὶ τῶν ἀρτίων. Καὶ ὅλα μὲν οὖν ᾄσματα γέγραπται ἰωνικά, ὥσπερ | |
Ἀλκμᾶνι (85a) | 37 | |
38 | Ἐκατὸν μὲν Διὸς υἱὸν τάδε Μῶσαι κροκόπεπλοι, Σαπφοῖ δὲ (88) τί με Πανδιονὶς ὤραννα χελιδών, Ἀλκαίῳ δὲ πολλά, ὥσπερ καὶ τόδε (59) | |
5 | ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν. Τῶν δὲ ἐν τῷ μέτρῳ μεγεθῶν τὸ μὲν ἐπισημό‐ τατόν ἐστι τὸ τετράμετρον καταληκτικόν, οἷόν ἐστι τὸ Φρυνίχου τοῦ τραγικοῦ τουτί (14) τό γε μὴν ξείνια δούσαις, λόγος ὥσπερ λέγεται, | |
10 | ὀλέσαι, κἀποτεμεῖν ὀξέϊ χαλκῷ κεφαλάν, καὶ παρὰ Φρυνίχῳ τῷ κωμικῷ (70) ἃ δ’ ἀνάγκα ’σθ’ ἱερεῦσιν καθαρεύειν φράσομεν· τοῦτο μέντοι καὶ γαλλιαμβικὸν καὶ μητρῳακὸν [καὶ ἀνακλώμενον] καλεῖται—ὕστερον δὲ 〈καὶ〉 ἀνακλώ‐ | |
15 | μενον ἐκλήθη—διὰ τὸ πολλὰ τοὺς νεωτέρους εἰς τὴν μητέρα τῶν θεῶν γράψαι τούτῳ τῷ μέτρῳ (ἐν οἷς καὶ τὰ τοὺς τρίτους παιῶνας ἔχοντα καὶ παλιμ‐ βάκχειον καὶ τὰς τροχαϊκὰς ἀδιαφόρως παραλαμβάνουσι πρὸς τὰ καθαρά), ὡς καὶ τὰ πολυθρύλητα ταῦτα πα‐ | |
20 | ραδείγματα δηλοῖ (fr. lyr. ad. 121) | 38 |
39 | Γαλλαὶ μητρὸς ὀρείης φιλόθυρσοι δρομάδες, αἷς ἔντεα παταγεῖται καὶ χάλκεα κρόταλα. Καὶ τῷ βραχυκαταλήκτῳ δὲ Ἀνακρέων ὅλα ᾄσματα συνέθηκεν (47) | |
5 | μεγάλῳ δηῦτέ μ’ ἔρως ἔκοψεν ὥστε χαλκεὺς πελέκει, χειμερίῃ δ’ ἔλουσεν ἐν χαράδρῃ. Τῶν δὲ τριμέτρων τὸ μὲν ἀκατάληκτον (Sapph. 87) † ζαελεξάμαν ὄναρ Κυπρογενήᾳ παρὰ τῇ Σαπφοῖ, παρὰ δὲ Ἀνακρέοντι (50) ἑτέρως | |
10 | ἐσχημάτισται ἀπό μοι θανεῖν γένοιτ’· οὐ γὰρ ἂν ἄλλη λύσις ἐκ πόνων γένοιτ’ οὐδαμὰ τῶνδε. τὸ δὲ καταληκτικόν (Anacr. 55) Διονύσου σαῦλαι βασσαρίδες. | |
15 | Τὸ δὲ 〈δίμετρον τὸ〉 ἀκατάληκτον κατὰ τὸν ἀνα‐ κλώμενον χαρακτῆρα πολὺ παρὰ τῷ Ἀνακρέοντί ἐστι (61) παρὰ δηῦτε Πυθόμανδρον κατέδυν ἔρωτα φεύγων· τῷ δὲ καθαρῷ ἑφθημιμερεῖ ὅλον ᾆσμα Τιμοκρέων | |
20 | συνέθηκε (6) Σικελὸς κομψὸς ἀνὴρ | |
ποτὶ τὰν ματέρ’ ἔφα. | 39 | |
40(2) | Περὶ παιωνικοῦ. Τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρη‐ τικὸν καὶ τὸ βακχειακὸν καὶ τὸ παλιμβακχειακόν· ὃ καὶ | |
5 | ἀνεπιτήδειόν ἐστι πρὸς μελοποιΐαν, τὸ δὲ κρητικὸν ἐπιτήδειον· δέχεται δὲ καὶ λύσεις τὰς εἰς τοὺς καλου‐ μένους παιῶνας· καλεῖται δὲ καὶ ὑπ’ αὐτῶν τῶν ποιητῶν κρητικόν, ὥσπερ ὑπὸ Κρατίνου ἐν Τροφω‐ νίῳ (222) | |
10 | ἔγειρε δὴ νῦν, μοῦσα, κρητικὸν μέλος, εἶτα ἐπιφέρει (222) χαῖρε δή, μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ’ ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές· ἀλλ’ ὅπως. Ἐπιτηδεύουσι δὲ ἔνιοι τῶν ποιητῶν τοὺς πρώτους | |
15 | καλουμένους παιῶνας παραλαμβάνειν πλὴν τῆς τελευ‐ ταίας χώρας, εἰς ἣν τὸν κρητικὸν παραλαμβάνουσιν· οὕτω γοῦν τὸ πολυθρύλητον τετράμετρον συντι‐ θέασιν, οὗ παραδείγματα ἐκ τῶν Ἀριστοφάνους Γεωργῶν (110) | |
20 | ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική, | |
χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός. | 40 | |
41 | (κέχρηται δὲ αὐτῷ καὶ ἐν ἄλλοις δράμασιν ὁ Ἀριστο‐ φάνης καὶ ἐν Σφηξίν (1275) ὦ μακάρι’ Αὐτόμενες ὥς σε μακαρίζομεν, καὶ Εὔπολις ἐν Κόλαξι (160) | |
5 | φημὶ δὲ βροτοῖσι πολὺ πλεῖστα παρέχειν ἐγὼ καὶ πολὺ μέγιστ’ ἀγαθά· ταῦτα δ’ ἀποδείξομεν·) ὅμως δ’ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ 〈που〉 τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, οὐ τηρήσας τὸ πρῶτον † παρατήρημα, (111) | |
10 | ἐν ἀγορᾷ δ’ αὖ πλάτανον εὖ διαφυτεύσομεν. ἐν δὲ ταῖς δευτέραις Θεσμοφοριαζούσαις (334) καὶ κρητικοὺς πολλάκις ἐν μέσοις τοῖς τετραμέτροις παρ‐ έλαβεν μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους | |
15 | μήτε χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας· ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος. Σιμίας δὲ ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλεί‐ στους κρητικοὺς παραλαμβάνειν, μᾶτερ ὦ ποντία κλῦθι νυμφᾶν ἁβρᾶν | |
20 | Δῶρι, κυμοκτύπων ἤραν’ ἁλίων μυχῶν, καὶ πάλιν σοὶ μὲν εὔιππος εὔπωλος ἐγχέσπαλος δῶκεν αἰχμὰν Ἐνυάλιος εὔσκοπον ἔχειν. ἓν δὲ ποίημα ἐπετήδευσε συνθεῖναι, ὥστε ἀμφοτέρας | |
25 | τὰς ἑκατέρωθεν τοῦ κρητικοῦ μακρὰς λύσας τὸν ἐκ | |
πέντε βραχειῶν παραλαμβάνειν πλὴν τῆς τελευταίας, | 41 | |
42 | ἐφ’ ἧς τὸν τέταρτον παραλαμβάνει παιῶνα· —ἔσθ ὅτε δὲ καὶ ἐπὶ τῆς παρατελεύτου κέχρηται· — σέ ποτε Διὸς ἀνὰ πύματα νεαρὲ κόρε νεβροχίτων. συντιθέασι δέ τινες καὶ ἑτέρῳ τρόπῳ τὸ τετράμετρον, | |
5 | ὥστε τρεῖς εἶναι τοὺς καλουμένους τετάρτους παιῶνας, εἶτα τελευταῖον τὸν κρητικόν (fr. lyr. ad. 107) θυμελικὰν ἴθι μάκαρ φιλοφρόνως εἰς ἔριν. Ὧι δὴ ἔφαμεν (40, 14) τρόπῳ συνεχῶς κεχρῆσθαι αὐτοὺς ἐπὶ τοῦ τετραμέτρου, ὥστε τοῖς τρισὶ παιῶσι τοῖς | |
10 | πρώτοις ἐπάγειν κρητικόν, τούτῳ καὶ ἐπὶ τοῦ πεντα‐ μέτρου Θεόπομπος ὁ κωμικὸς ἐχρήσατο ἐν Παισίν (38), ἀφ’ οὗ καὶ Θεοπόμπειον καλεῖται, πάντ’ ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας. | |
15 | Δύναται δὲ καὶ μέχρι τοῦ ἑξαμέτρου προκόπτειν τὸ μέτρον διὰ τὸ τὸ τριακοντάσημον μὴ ὑπερβάλλειν, καὶ εἴη ἂν ἑξάμετρον καταληκτικὸν τὸ καλούμενον ...... τὸ τοῦ Ἀλκμᾶνος ἐκ μόνων ἀμφιμάκρων (Alcm. 38) Ἀφροδίτα μὲν οὐκ ἔστι, μάργος δ’ Ἔρως οἷα | |
20 | 〈παῖσ〉 παίσδει ἄκρ’ ἐπ’ ἄνθη καβαίνων, ἃ μή μοι θίγῃς, τῶ κυπαιρίσκω. Δεδηλώσθω δὲ ὅτι καὶ ὅλα ᾄσματα κρητικὰ συν‐ τίθεται, ὥσπερ καὶ παρὰ Βακχυλίδῃ (31 = 16 Blass) | |
25 | ὦ Περικλειτὲ δᾶλα ἀγνοήσειν μὲν οὔ ς’ ἔλ‐ | |
πομαι· | 42 | |
43 | Τὸ δὲ βακχειακὸν σπάνιόν ἐστιν, ὥστε, εἰ καί πού ποτε ἐμπέσοι, ἐπὶ βραχὺ εὑρίσκεσθαι, οἷον (Aeschyl. 23) ὁ ταῦρος δ’ ἔοικεν κυρίξειν † τιν’ ἀρχὰν φθάσαντος δ’ ἐπ’ ἔργοις προπηδήσεταί νιν—† | |
5 | Τοσαῦτα περὶ τῶν ἐννέα τῶν μονοειδῶν καὶ ὁμοιο‐ ειδῶν. | |
8 | Περὶ τῆς κατ’ ἀντιπάθειαν μίξεως. Τῆς δὲ κατ’ ἀντιπάθειαν μίξεως νῦν τὰ πυκνό‐ | |
10 | τατα παραθησόμεθα. Ἐπιχοριαμβικὸν μὲν οὖν τὸ Σαπφικὸν καλού‐ μενον ἑνδεκασύλλαβον, οἷον (Sapph. 1) Ποικιλόθρον’ ἀθανάτ’ Ἀφρόδιτα· τοῦτο δὲ τὴν μὲν πρώτην συζυγίαν ἔχει τροχαϊκὴν | |
15 | ἑξάσημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν χοριαμβικήν, τὴν δὲ κατάκλειδα ἐξ ἰάμβου καὶ τῆς ἀδιαφόρου· ὥστε εἶναι τὰ πάντα δύο σχήματα περὶ τὴν τετάρτην συλλα‐ βήν, πῆ μὲν βραχεῖαν γινομένην, πῆ δὲ μακράν. θά‐ τερον μὲν οὖν σχῆμα, τὸ | |
20 | Ποικιλόθρον’, ἀθανάτ’ Ἀφρόδιτα πρόκειται· θάτερον δέ (Sapph. 1, 5) | |
ἀλλὰ τυίδ’ ἔλθ’ αἴ ποτα κἀτέρωτα· | 43 | |
44 | ὥστ’ εἶναι τὸν κανόνα τοιοῦτον, βαβα βααβ αββα βαββ βααβ αβαβ ἔστι δὲ καὶ παρ’ Ἀλκαίῳ—καὶ ἄδηλον ὁποτέρου ἐστὶν | |
5 | εὕρημα, εἰ καὶ Σαπφικὸν καλεῖται—οἷον (Alc. 5, 1) χαῖρε Κυλλάνας ὃ μέδεις, σὲ γάρ μοι. τοιούτοις χρῶνται τρισὶν εἰς ἑκάστην στροφήν· εἶτα ἐπιφέρουσι τὸ τέταρτον πεντασύλλαβον, χοριαμβικὸν πενθημιμερές, συνεμπίπτον δακτυλικῷ τῷ εἰς δεύτερον | |
10 | τροχαῖον, οἷόν ἐστι τὸ (Sapph. 1, 4) πότνια θυμόν. Τοῦτο μὲν οὖν ἀπὸ τροχαϊκῆς ἐστὶν ἐπιχοριαμβι‐ κόν, ἀπὸ δὲ ἀντισπαστικῆς τὸ καλούμενον Πινδαρικὸν ἑνδεκασύλλαβον, ὃ τὴν μὲν πρώτην ἀντισπαστικὴν ἔχει, | |
15 | τὰ δὲ λοιπὰ ὁμοίως τῷ Σαπφικῷ χοριαμβικὴν καὶ ἰαμ‐ βικὴν κατάκλειδα, οἷον Ὁ Μουσαγέτας με καλεῖ χορεῦσαι (Pind. fr. 116)— ἄγοις ὦ κλυτὰ θεράποντα Λατοῖ (Pind. fr. 117). Ἐπιωνικὸν δὲ ἀπὸ μείζονος τρίμετρον κατα‐ | |
20 | ληκτικόν ἐστι, τὸ καλούμενον Ἀλκαϊκὸν ἑνδεκασύλλαβον, ὃ τὴν μὲν πρώτην συζυγίαν ἔχει ἰαμβικήν, ἤτοι ἑξά‐ σημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν ἰωνικὴν ἀπὸ μείζονος ἢ δευτέραν παιωνικήν, τὴν δὲ κατάκλειδα | |
ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου, οἷον | 44 | |
45 | ὦ ’ναξ Ἄπολλον, παῖ μεγάλω Δίος (Alc. 1)— Μέλαγχρος αἰδῶς ἄξιος εἰς πόλιν (Alc. 21). ὥστε εἶναι σχήματα μὲν αὐτοῦ τέσσαρα, κανόνα δὲ τοιόνδε· | |
5 | αβαβ ββαα βααβ ββαβ ββαα βααβ αβαβ αβαα βααβ ββαβ αβαα βααβ Τρίμετρον δὲ ἀκατάληκτον τὸ τούτου περιττεῦον | |
10 | συλλαβῇ τῇ τελευταίᾳ, καλούμενον δὲ Ἀλκαϊκὸν δω‐ δεκασύλλαβον, οἷον (Alc. 55) ἰόπλοκ’, ἀγνά, μελλιχόμειδε Σαπφοῖ, οὗ κανὼν οὗτος. αβαβ ββαα βαβαβ | |
15 | ββαβ αβαα βαββα Τετράμετρον δὲ καταληκτικὸν ἐπιωνικόν, ὃ τὴν μὲν πρώτην ἔχει ἰαμβικήν, ἤτοι ἑξάσημον ἢ ἑπτά‐ σημον, τὴν δὲ δευτέραν ἰωνικὴν ἢ δευτέραν παιω‐ νικήν, τὴν δὲ τρίτην τροχαϊκὴν ἑξάσημον ἢ ἑπτάσημον, | |
20 | εἶτα τὴν ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου κατάκλειδα, οἷον τοοῦτος εἰς Θήβας πάϊς ἁρμάτεσς’ ὀχήμενος (fr. lyr. ad. 51)— Μᾶλις μὲν ἔννη λεπτὸν ἔχοις’ ἐπ’ ἀτράκτῳ λίνον | |
25 | (fr. lyr. ad. 52) | 45 |
46 | κανὼν δὲ αὐτοῦ αβαβ ββαα βαβα βααβ ββαβ αβαα βαββ βαβα. Ἀπ’ ἐλάσσονος δὲ ἐπιωνικὸν τρίμετρον ἀκα‐ | |
5 | τάληκτόν ἐστι παρ’ Ἀλκμᾶνι, ὃ τὴν μὲν πρώτην ἔχει ἰαμβικὴν ἑξάσημον ἢ ἑπτάσημον, τὰς δὲ ἑξῆς δύο ἰω‐ νικὰς ἑξασήμους καθαράς, οἷον περισσόν. αἲ γὰρ Ἀπόλλων ὁ Λύκηος (Alcm. 83)— Ἰνὼ σαλασσομέδοις’ ἃν ἀπὸ μάσδων (Alcm. 84). | |
10 | κανὼν δὲ αὐτοῦ αβαβ ααββ ααββα ββαβ ααββ ααββα. Καθαροῦ μὲν ὄντος τοῦ ἰωνικοῦ τοῦτο· ἀνα‐ κλωμένου δὲ ὄντος αὐτοῦ, προταχθεῖσα ἰαμβικὴ ἑξά‐ | |
15 | σημος ἢ ἑπτάσημος ποιεῖ τὸ τοιοῦτον, οἷον παρὰ Σαπφοῖ ἔχει μὲν Ἀνδρομέδα καλὰν ἀμοιβάν (58)— Ψάπφοι τί τὰν πολύολβον Ἀφροδίταν (59)· κανὼν δὲ αὐτοῦ | |
20 | αβαβ ααβα βαββα | |
ββαβ ααβα βαββα. | 46 | |
47(2) | Περὶ ἀσυναρτήτων. Γίνεται δὲ καὶ ἀσυνάρτητα, ὁπόταν δύο κῶλα μὴ δυνάμενα ἀλλήλοις συναρτηθῆναι μηδὲ ἕνωσιν ἔχειν | |
5 | ἀντὶ ἑνὸς μόνου παραλαμβάνηται στίχου. Πρῶτος δὲ καὶ τούτοις Ἀρχίλοχος κέχρηται· πῆ μὲν γὰρ ἐποίησεν ἔκ τε ἀναπαιστικοῦ ἑφθημιμε‐ ροῦς καὶ τροχαϊκοῦ ἡμιολίου τοῦ καλουμένου ἰθυ‐ φαλλικοῦ (Arch. 79) | |
10 | Ἐρασμονίδη Χαρίλαε, χρῆμά τοι γελοῖον. Τοῦτο δὲ οἱ μετ’ αὐτὸν οὐχ ὁμοίως αὐτῷ ἔγραψαν. οὗτος μὲν γὰρ τῇ τε τομῇ δι’ ὅλου κέχρηται [τοῦ ἑφθημιμεροῦς] καὶ σπονδείους παρέλαβεν ἐν τῷ ἀνα‐ παιστικῷ κώλῳ, οἷον (Arch. 81) | |
15 | ἀστῶν δ’ οἱ μὲν κατ’ ὄπισθεν ἦσαν· οἱ δὲ πολλοί· οἱ δὲ μετ’ αὐτὸν τῇ μὲν τομῇ ἀδιαφόρως ἐχρήσαντο, ὥσπερ Κρατῖνος (323) χαῖρ’, ὦ μέγ’ ἀχρειόγελως ὅμιλε ταῖς ἐπίβδαις, τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων· | |
20 | εὐδαίμον’ ἔτικτέ σε μήτηρ ἰκρίων ψόφησις· (ἐνταῦθα γὰρ ὁμοίως τὸ τρίτον τέτμηται τοῖς Ἀρχι‐ λοχείοις, τὰ δὲ πρὸ αὐτοῦ δύο πρὸ συλλαβῆς.) καὶ | |
μέντοι καὶ τοὺς σπονδείους παρῃτήσαντο τοὺς ἐν | 47 | |
48 | τῷ μέσῳ οἱ μετὰ τὸν Ἀρχίλοχον, ὡς οὐκ ἀνα‐ παιστικὸν ἡγούμενοι, ἀλλὰ προσοδιακόν, τὸ ἐξ ἰω‐ νικῆς καὶ χοριαμβικῆς, τῆς ἰωνικῆς καὶ βραχεῖαν τὴν πρώτην δεχομένης. δύναται δὲ καὶ εἰς τρίτον ἀνά‐ | |
5 | παιστον διαιρεῖσθαι, εἰ ἀπὸ σπονδείου ἄρχοιτο, οἷον τὸ Σαπφοῦς (82) αὐτὰ δὲ σὺ Καλλιόπα, τοῦ προσοδιακοῦ ὂν καὶ τοῦτο εἶδος [τὸ ἐξ ἰωνικοῦ καὶ χοριαμβικοῦ συγκείμενον]. τὸ τοίνυν ἀναπαιστικὸν | |
10 | εἴ τις οὕτω διαιροῖτο, εὑρήσει τῷ προσοδιακῷ ἐφαρμόζον. ἐὰν μὲν γὰρ σπονδεῖον ἔχῃ τὸν πρῶτον, τοὺς δὲ ἑξῆς ἀναπαίστους, τὰς τοῦ δευτέρου ἀναπαίστου δύο βρα‐ χείας προσθεὶς τῷ σπονδείῳ ποιήσεις ἰωνικὸν ἀπὸ μείζονος, τὸν δ’ ἑξῆς χορίαμβον. δύναται δὲ κἂν ἀπὸ | |
15 | ἀναπαίστου κἂν ἀπὸ δακτύλου ἄρχηται τὸ ἀναπαιστικὸν ὡς ἰωνικὸν λελυμένον παραλαμβάνεσθαι, τῶν ἑξῆς χοριάμβου γινομένων. διὰ τοῦτο καὶ ἀπὸ ἰάμβου ἄρ‐ χονται ἐν τῷ ἀναπαιστικῷ, ὥσπερ Ἀρχίλοχος ἐν τῷ Ἐρασμονίδη Χαρίλαε, | |
20 | ὡς δυναμένου καὶ τοῦ παιῶνος δευτέρου ἀντὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος παραλαμβάνεσθαι [ἵνα μὴ ἀπεοικὸς τῷ προσοδιακῷ γένηται τὸ ἀναπαιστικόν]. | |
Παραιτοῦνται τοίνυν τοὺς ἐν μέσῳ σπονδείους, ἵνα | 48 | |
49 | μὴ ἀπεοικὸς τῷ προσοδιακῷ γένηται τὸ ἀναπαιστικὸν, ὅπερ ἐστὶν ἐξ ἰωνικοῦ καὶ χοριαμβικοῦ. δύναται δέ τις βιαζόμενος καὶ ἑξῆς ὄντων δύο σπονδείων, ὡς παρὰ Ἀρχιλόχῳ | |
5 | ἀστῶν δ’ οἱ μὲν κατ’ ὄπισθεν τὸν πρῶτον μολοσσὸν ποιήσας καὶ λαβὼν αὐτὸν ἀντὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος, τὸν ἑξῆς χορίαμβον ποιῆσαι, εἰ μὴ ἄρα ἐν τῷ προσοδιακῷ ἡ συναίρεσις τοῦ ἰωνικοῦ, τουτέστιν ὁ μολοσσός, μὴ ἐμπίπτοι. | |
10 | Ὑπονοήσειε δ’ ἄν τις καὶ τρίτην διαφορὰν εἶναι τῷ Ἀρχιλόχῳ πρὸς τοὺς μετ’ αὐτόν, καθ’ ἣν ἀνα‐ παίστῳ δοκεῖ τῷ πρώτῳ χρῆσθαι, ἐρέω πολὺ φίλταθ’ ἑταίρων, τέρψεαι δ’ ἀκούων (80)— φιλέειν στυγνόν περ ἐόντα, μηδὲ διαλέγεσθαι (81), | |
15 | ᾧ οὐκ ἐχρήσαντο ἐκεῖνοι. φαίνεται δὲ οὐδ’ αὐτὸς κεχρημένος· δύναται γὰρ ἀμφότερα κατὰ συνεκφώνησιν εἰς ἴαμβον περιίστασθαι, ἡ δὲ φαντασία τοῦ ἀναπαίστου γέγονε διὰ τὴν ἰωνικὴν ἐν ἑκατέρῳ διαίρεσιν· ὥστε τὰς προειρημένας μόνας δύο διαφορὰς εἶναι τοῖς νεω‐ | |
20 | τέροις πρὸς τὸν ἰαμβοποιὸν Ἀρχίλοχον. Κρατῖνος δὲ ὅταν λέγῃ ἐν τοῖς Ἀρχιλόχοις (10) Ἐρασμονίδη Βάθιππε τῶν ἀωρολείων, τοῦτο τὸ μέτρον ἀγνοεῖ ὅτι οὐκ ἄντικρυς μιμεῖται τοῦ Ἀρχιλόχου τὸν Ἐρασμονίδην. | |
25 | Ἓν μὲν δὴ τοῦτο τῶν παρ’ Ἀρχιλόχῳ ἀσυναρ‐ | 49 |
50 | τήτων· ἄλλο δὲ τὸ ἐκ δακτυλικῆς τετραποδίας καὶ τοῦ αὐτοῦ ἰθυφαλλικοῦ (Archil. 100) οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη· γίνεται δὲ ὁ τελευταῖος τῆς τετραποδίας διὰ τὴν ἐπὶ | |
5 | τέλους ἀδιάφορον καὶ κρητικός (Archil. 115) καὶ βήσσας ὀρέων δυσπαιπάλους οἷος ἦν ἐπ’ ἤβης. τοῦτο παρὰ τοῖς νεωτέροις πολὺ τὸ μέτρον ἐστίν, ὥσπερ καὶ παρὰ Καλλιμάχῳ (191) τόν με παλαιστρίταν ὀμόσας θεὸν ἑπτάκις φιλήσειν, | |
10 | παρὰ δὲ Κρατίνῳ ἐν τοῖς Σεριφίοις (211) οὐκέτι ἀκατά‐ ληκτόν ἐστι τὸ δακτυλικὸν τὸ ἡγούμενον τοῦ ἰθυ‐ φαλλικοῦ, ἀλλὰ καταληκτικὸν εἰς δισύλλαβον, χαίρετε πάντες ὅσοι πολύβωτον ποντίαν Σέριφον. Τρίτον δέ ἐστι παρὰ Ἀρχιλόχῳ ἀσυνάρτητον | |
15 | ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου (85) ἀλλά μ’ ὁ λυσιμελής, ὠταῖρε, δάμναται πόθος. Ἔνδοξόν ἐστι ἐπισύνθετον καὶ τὸ διπενθη‐ μιμερὲς τὸ ἐγκωμιολογικὸν καλούμενον, ὅπερ ἐστὶν | |
20 | ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ τοῦ ἴσου, ᾧ κέχρηται μὲν καὶ Ἀλκαῖος ἐν ᾄσματι (94), οὗ ἡ ἀρχή Ἦ ῥ’ ἔτι Διννομένῃ τῶ Τυρρακῄω | |
τἄρμενα λαμπρὰ κέοντ’ ἐν Μυρσινῄω, | 50 | |
51 | κέχρηται δὲ καὶ Ἀνακρέων ἐν πλείοσιν ᾄσμασιν (70) Ὀρσόλοπος μὲν Ἄρης φιλέει μεναιχμάν. Τὸ δὲ ἀντεστραμμένον τούτῳ ἰαμβέλεγος καλεῖται· τούτῳ δὲ ἐν συνεχείᾳ οὐκ ἴσμεν τινὰ κε‐ | |
5 | χρημένον, διεσπαρμένως δέ· πρῶτον μὲν εὔβουλον Θέμιν οὐρανίαν. (Pind. 30, 1)— κείνων λυθέντες σαῖς ὑπὸ χερσὶν ἄναξ (Pind. 35). Γίνεται δὲ καὶ τριπενθημιμερὲς ἐκ τούτων τὸ καλούμενον Πλατωνικόν, ἐν ᾧ τὰ μὲν ἑκατέρω‐ | |
10 | θεν δύο δακτυλικά εἰσι πενθημιμερῆ, τὸ δὲ μέσον ἰαμ‐ βικόν· κέχρηται δὲ αὐτῷ Πλάτων ἐν Ξαντρίαις (90) χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντο‐ σόφων. Ἀντεστραμμένον δέ ἐστι τούτῳ τὸ Πινδα‐ | |
15 | ρικὸν καλούμενον, ὃς καὶ τυπεὶς ἁγνῷ πελέκει τέκετο ξανθὰν Ἀθάναν (Pind. 34)— σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς (Pind. 216). | |
20 | Τοῦ δὲ δακτυλικοῦ πενθημιμεροῦς δὶς λαμ‐ βανομένου γίνεται τὸ ἐλεγεῖον· ἀλλὰ τὸ μὲν δεύ‐ τερον αὐτοῦ μέρος ἑπτασύλλαβον ἀεὶ μένει, ἐκ δύο δακτύλων καὶ συλλαβῆς, τὸ δὲ πρότερον κινουμένους ἔχει τοὺς δύο πόδας, ὥστε ἢ δακτύλους αὐτοὺς γί‐ | |
25 | νεσθαι ἢ σπονδείους, ἢ τὸν μὲν πρότερον δάκτυλον, | |
τὸν δὲ δεύτερον σπονδεῖον· ἢ ἀνάπαλιν τὸν μὲν πρό‐ | 51 | |
52 | τερον σπονδεῖον, τὸν δὲ δεύτερον δάκτυλον· παρ’ ἣν αἰτίαν τὸ μὲν δεύτερον ἀεὶ διπλασιαζόμενον τὸ ἐλε‐ γεῖον ποιεῖ, τὸ δὲ πρότερον οὐκέτι, ἐὰν μὴ ἐκ δύο δακτύλων συνεστήκῃ· οἶον (Callim. 488) | |
5 | Νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι τὸ μὲν δεύτερον διπλασιασθὲν ποιεῖ ἐλεγεῖον, τὸ δὲ πρότερον οὔ· ὥστε αὐτὸ ποτὲ μὲν τεσσαρεσκαιδεκασύλ‐ λαβον γίνεσθαι, ποτὲ δὲ τρισκαιδεκασύλλαβον, ποτὲ δὲ δωδεκασύλλαβον. | |
10 | Καὶ τοῦ μὲν τεσσαρεσκαιδεκασυλλάβου ἓν σχῆμα (Call. 489) παίσατε, τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη. ὁμοίως δὲ τοῦ δωδεκασυλλάβου ἕν (Call. 490) τίκτεσθαι· βροντᾶν δ’ οὐκ ἐμόν, ἀλλὰ Διός. | |
15 | τοῦ δὲ τρισκαιδεκασυλλάβου δύο σχήματα· ποτὲ μὲν πρῶτος ὁ δάκτυλος (Call. 488) Νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι. ποτὲ δὲ δεύτερος (Call. 491) ῥέζειν, καὶ στεφέων εὔαδε τῷ Παρίῳ. | |
20 | Δεῖ δὲ τὸ ἐλεγεῖον τέμνεσθαι πάντως καθ’ ἕτερον τῶν πενθημιμερῶν· εἰ δὲ μή, ἔσται πεπλημμελημένον, οἷον τὸ Καλλιμάχου (192) ἱερά, νῦν δὲ Διοσκουρίδεω γενεή. Ἄλλο ἀσυνάρτητον [ὁμοίως] κατὰ τὴν πρώτην | |
25 | ἀντιπάθειαν, ἐξ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου | 52 |
53 | καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς, τοῦ καλουμένου Εὐριπιδείου, οἷόν ἐστι τὸ ἐν τοῖς ἀναφερομένοις εἰς Ἀρχίλοχον Ἰοβάκχοις (120) Δήμητρος ἁγνῆς καὶ Κόρης τὴν πανήγυριν σέβων. | |
5 | Ἄλλο τούτου ἔλαττον παρὰ τὴν τελευταίαν συλλαβὴν τὸ καλούμενον Εὐριπίδειον τεσσαρεσκαι‐ δεκασύλλαβον, οἷον παρὰ μὲν αὐτῷ Εὐριπίδῃ (fr. 929) Ἑῷος ἡνίχ’ ἱππότας ἐξέλαμψεν ἀστήρ· παρὰ δὲ Καλλιμάχῳ (116) | |
10 | ἔνεστ’ Ἀπόλλων τῷ χορῷ· τῆς λύρης ἀκούω· καὶ τῶν Ἐρώτων ᾐσθόμην· ἔστι κἀφροδίτη. Ἄλλο ἀσυνάρτητον ὁμοίως κατὰ τὴν πρώτην ἀντι‐ πάθειαν, ἐκ τροχαϊκοῦ διμέτρου ἀκαταλήκτου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς, ὅπερ ἐὰν παραλλάξῃ τὴν | |
15 | τομήν, γίνεται τροχαϊκὸν προκαταληκτικόν (Sapph. 85), ἔστι μοι καλὰ πάϊς χρυσέοισιν ἀνθέμοισιν ἐμφερῆ ἔχοισα μορφάν, Κλεηὶς ἀγαπατά, ἀντὶ τᾶς ἐγὼ οὐδὲ Λυδίαν πᾶσαν οὐδ’ ἐραννάν τούτων δὲ τὸ μὲν δεύτερον δῆλόν ἐστιν ἀπὸ τῆς | |
20 | τομῆς ὅτι οὕτως σύγκειται ὡς προείρηται, ἐκ τοῦ τρο‐ χαϊκοῦ διμέτρου ἀκαταλήκτου καὶ τοῦ ἑφθημιμεροῦς ἰαμβικοῦ, τὸ δὲ πρῶτον, διὰ τὸ πρὸ συλλαβῆς ἔχειν τὴν τομήν, ἐγένετο προκαταληκτικόν, ἐκ τροχαϊκοῦ ἑφθημιμεροῦς, | |
25 | ἔστι μοι καλὰ πάϊς, | 53 |
54 | καὶ διμέτρου ἀκαταλήκτου τοῦ χρυσέοισιν ἀνθέμοισιν· τὸ δὲ τρίτον ἐξ ὑπερκαταλήκτου, ἀντὶ τᾶς ἐγὼ οὐδὲ Λυδίαν | |
5 | καὶ βραχυκαταλήκτου, πᾶσαν οὐδ’ ἐραννάν. Ἀνακρέων δὲ οὐκ ἰαμβικῷ ἀλλὰ χοριαμβικῷ ἐπιμίκτω πρὸς τὰς ἰαμβικὰς ἐπήγαγε τὸ ἰθυφαλλι‐ κόν (30) | |
10 | τὸν λυροποιὸν ἠρόμην Στράττιν εἰ κομήσει. Τούτου δὲ μεῖζόν ἐστι συλλαβῇ τῇ τελευ‐ ταίᾳ τὸ καλούμενον Κρατίνειον· ἔστι γὰρ ἐκ χοριαμ‐ βικοῦ ἐπιμίκτου, τοῦ τὴν δευτέραν ἰαμβικὴν ἔχοντος καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς· | |
15 | Εὔιε κισσοχαῖτ’ ἄναξ, χαῖρ’, ἔφασκ’ Ἐκφαντίδης (frg. 324a)— πάντα φορητά, πάντα τολμητὰ τῷδε τῷ χορῷ (324b)— πλὴν Ξενίου όμονισι καὶ Σχοινίωνος, ὦ Χάρον (324c). — Τὸ μὲν οὖν καθαρὸν Κρατίνειον τοιοῦτόν ἐστι· | |
20 | πολυσχημάτιστον δὲ αὐτὸ πεποιήκασιν οἱ κωμικοί. τοὺς γὰρ σπονδείους τοὺς ἐμπίπτοντας ἐν τοῖς ἰαμ‐ βικοῖς καὶ τοῖς τροχαϊκοῖς παρὰ τάξιν παραλαμβάνου‐ σιν ἐν ταῖς μέσαις συζυγίαις, τῇ τροχαϊκῇ καὶ τῇ ἰαμβικῇ. Εὔπολις δὲ ἐν τοῖς Ἀστρατεύτοις καὶ ἀτακτο‐ | |
25 | τάτως συνέθηκε τὸ εἶδος· πῆ μὲν γὰρ τοιαῦτα ποιεῖ (37) ἄνδρες ἑταῖροι, δεῦρ’ ἤδη τὴν γνώμην προσίσχετε, | |
εἰ δυνατόν, καὶ μή τι μεῖζον πράττουσα τυγχάνει, | 54 | |
55 | πῆ δὲ τοιαῦτα (Eup. 38) καὶ ξυνεγιγόμην ἀεὶ τοῖς ἀγαθοῖς φάγροισιν, ὥσθ’ ὅλον αὐτὸ χοριαμβικὸν ἐπίμικτον γενέσθαι, ὅμοιον Ἀνακρεοντείῳ τῷδε (Anacr. 22) | |
5 | Σίμαλον εἶδον ἐν χορῷ πηκτίδ’ ἔχοντα καλήν, πῆ δὲ καὶ ἄλλοις ἐχρήσατο λίαν ἀτάκτοις σχήμασι. Καὶ τὸ ἐκ τῶν ἀντισπαστικῶν δὲ κατα‐ ληκτικῶν διμέτρων δικατάληκτον, ὃ Φερεκράτης ἑνώσας σύμπτυκτον ἀνάπαιστον καλεῖ ἐν τῇ Κοριαν‐ | |
10 | νοῖ (79) ἄνδρες πρόσχετε τὸν νοῦν ἐξευρήματι καινῷ συμπτύκτοις ἀναπαίστοις. Καὶ τὸ ἐκ τῶν ἰαμβικῶν ἑφθημιμερῶν δι‐ κατάληκτον Καλλίμαχος (epigr. 39, 1) | |
15 | Δήμητρι τῇ πυλαίῃ τῇ τοῦτον οὑκ / οὐκ Πελασγῶν, ὅπερ προέταξεν ἐπισυνθέτου, τοῦ ἐκ δακτυλικῆς τετρα‐ ποδίας καὶ ἰθυφαλλικοῦ, τοῦδε (ep. 39, 2) Ἀκρίσιος τὸν νηὸν ἐδείματο· ταῦθ’ ὁ Ναυκρατίτης. Καὶ τὸ ἐξ ἰθυφαλλικῶν δύο ἡ Σαπφὼ πε‐ | |
20 | ποίηκε (84) δεῦρο δηῦτε Μοῖσαι χρύσεον λιποῖσαι. Καὶ τὸ ἐκ χοριαμβικῶν ἑφθημιμερῶν τῶν εἰς τὴν ἰαμβικὴν κατάκλειδα, ἡ αὐτὴ ποιήτρια (Sapph. 99), ὄλβιε γαμβρέ, σοὶ μὲν δὴ γάμος, ὡς ἄραο. | |
25 | ἐκτετέλεστ’, ἔχης δὲ παρθένον, ἂν ἄραο· | 55 |
56 | κἄσθ’ ὅπου συνῆψε τὴν λέξιν (Sapph. 100) μελλίχροος δ’ ἐπ’ ἰμερτῷ κέχυται προσώπῳ. Τοσαῦτα καὶ περὶ τῶν ἀσυναρτήτων. | |
5 | Περὶ πολυσχηματίστων. Πολυσχημάτιστα δὲ καλεῖται ὅσα κατ’ ἐπιλογισμὸν μὲν οὐδένα πλῆθος ἐπιδέχεται σχημάτων, κατὰ προ‐ αίρεσιν δὲ ἄλλως τῶν χρησαμένων ποιητῶν· τούτων δ’ ἐπισημότατά ἐστι τάδε. | |
10 | Τὸ Πριάπειον, οὐ μόνον ἰαμβικῇ τῇ δευτέρᾳ χρώμενον, ἀλλὰ καὶ χοριαμβικῇ· καὶ τὸν ἀντίσπαστον ἔσθ’ ὅτε, τὸν πρῶτον τοῦ παντὸς μέτρου, εἰς σπον‐ δεῖον περαιοῦσιν, ἐάν τε ἀπὸ ἰάμβου ἄρχηται, ἐάν τε ἀπὸ τροχαίου, κατὰ τὸ δεδομένον, ἐάν τε ἀπὸ σπον‐ | |
15 | δείου, οἷον παρ’ Εὐφορίωνι τῷ Χερρονησιώτῃ (Meineke: Anal. Alex. p. 341) οὐ βέβηλος, ὦ τελεταὶ τοῦ νέου Διονύσου, κἀγὼ δ’ ἐξ εὐεργεσίης ὡργιασμένος ἥκω, ὁδεύων Πηλουσιακὸν κνεφαῖος παρὰ τέλμα. | |
20 | Ὁμοίως δὲ καὶ ἐπὶ τῶν Γλυκωνείων τοιαῦτα σχήματα παραλαμβάνεται, οἷον ἐν τοῖς Κορίννης (20) καλὰ γέροι’ ἀεισομένα | |
Ταναγρίδεσσι λευκοπέπλοις. | 56 | |
57 | μέγα δ’ ἐμὴ γέγαθε πόλις λιγουροκωτίλαις ἐνοπαῖς. ὧδε καὶ τόδε καὶ πεντήκοντ’ οὐψιβίας (Cor. 13). | |
5 | ἔτι δὲ καὶ πλείοσιν αὕτη κέχρηται σχήμασιν (Cor. 14—18) δούρατος ὥστ’ ἐφ’ ἵππω. — κατὰ μὲν βριμούμενοι. — πόλιν δ’ ἐπράθομεν. — † προφανεὶς· γλούκου δέ τις ᾄδων. — | |
10 | πελέκεσσι δονεῖται. — Τάχα δὲ καὶ τὸ κωμικόν [τὸ] καλούμενον ἐπιω‐ νικὸν πολυσχημάτιστον συνέθεσαν· μάλιστα δ’ ἐν αὐτῷ ἀταξία πολλή, ἡ τοὺς σπονδείους ἐπ’ ἀρτίου χώρας ἔχουσα τῶν ἰαμβικῶν συζυγιῶν, οἷον παρ’ Εὐπόλιδι | |
15 | ἐν Χρυσῷ Γένει (290) ὦ καλλίστη πόλι πασῶν ὅσας Κλέων ἐφορᾷ, ὡς εὐδαίμων πρότερόν τ’ ἦσθα, νῦν δὲ μᾶλλον ἔσῃ. Καὶ τὸ Εὐπολίδειον [τὸ] καλούμενον ἐπιχο‐ ριαμβικὸν πολυσχημάτιστόν ἐστιν, ἐν ᾧ τὰς τροχαϊκὰς | |
20 | παρὰ τάξιν ποιοῦσι δέχεσθαι τὸν σπονδεῖον· —ἐνίοτε | |
δὲ καὶ ἀντισπαστικὸν καθαρὸν ποιοῦσιν—οἷον | 57 | |
58 | εὐφράνας ἡμᾶς ἀπέπεμπ’ οἴκαδ’ ἄλλον ἄλλοσε (frg. com. ad. 53). ὁ σώφρων τε χὠ / χὡ καταπύγων ἄριστ’ ἠκουσάτην (Arist. Nub. 529). | |
5 | Καὶ τὸ Κρατίνειον δὲ τὸ ἀσυνάρτητον ἐκ χο‐ ριαμβικοῦ καὶ τροχαϊκοῦ πολυσχημάτιστόν ἐστιν. ἀρ‐ κέσει τοῦτο δεῖξαι ἡ παράβασις ἡ ἐν τοῖς Ἀστρατεύτοις Εὐπόλιδος πᾶσα, ἵνα μὴ νῦν μηκύνωμεν παραδείγματα παρατιθέμενοι. | |
10 | Τοσαῦτα περὶ τῶν μέτρων, περὶ δὲ ποιήματος ἑξῆς | |
ῥητέον. | 58 |