TLG 1393 005 :: HEGESIANAX :: Fragmenta

HEGESIANAX Astron. Epic.
(Alexandrinus (Troadis): 2 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 69–71.

frr. 1–11

Citation: Fragment — (line)

t1-10

ΤΡΩΙΚΑ.

1

Parthenius Erot. c. 4: Περὶ Οἰνώνης. (Ἱστο‐ ρεῖ Νίκανδρος ἐν τῷ Περὶ ποιητῶν καὶ Κεφάλων ὁ Γερ‐ γίθιος ἐν Τρωικοῖς.) Ἀλέξανδρος ὁ Πριάμου βουκολῶν κατὰ τὴν Ἴδην ἠράσθη τῆς Κεβρῆνος θυγατρὸς Οἰνώ‐
5νης· λέγεται δὲ ταύτην ἔκ του θεῶν κατεχομένην θε‐ σπίζειν περὶ τῶν μελλόντων, καὶ ἄλλως δὲ ἐπὶ συνέσει φρενῶν ἐπὶ μέγα διαβεβοῆσθαι. Ὁ οὖν Ἀλέξανδρος αὐτὴν ἀγαγόμενος παρὰ τοῦ πατρὸς εἰς τὴν Ἴδην, ὅπου αὐτῷ οἱ σταθμοὶ ἦσαν, εἶχε γυναῖκα καὶ αὐτῇ
10φιλοφρονούμενος μηδαμᾶ ** προλείψειν, ἐν περισσοτέρᾳ τε τιμῇ ἄξειν· ἡ δὲ συνιέναι μὲν ἔφασκεν, εἰς τὸ παρὸν ὡς δὴ πάνυ αὐτῆς ἐρῴη, χρόνον μέντοι τινὰ γενήσε‐ σθαι, ἐν ᾧ ἀπαλλάξας αὐτὴν εἰς τὴν Εὐρώπην περαιω‐ θήσεται κἀκεῖ πτοηθεὶς ἐπὶ γυναικὶ ξένῃ πόλεμον ἐπά‐
15ξεται τοῖς οἰκείοις. Ἐξηγεῖτο δὲ ὡς δεῖ αὐτὸν ἐν τῷ πολέμῳ τρωθῆναι, καὶ ὅτι οὐδεὶς αὐτὸν οἷός τε ἔσται ὑγιῆ ποιῆσαι ἢ αὐτή. Ἑκάστοτε δὲ ἐπιλεγομένης αὐτῆς ἐκεῖνος οὐκ εἴα μεμνῆσθαι. Χρόνου δὲ προϊόντος, ἐπειδὴ Ἑλένην ἔγημεν, ἡ μὲν Οἰνώνη μεμφομένη τῶν πρα‐
20χθέντων τὸν Ἀλέξανδρον εἰς Κεβρῆνα, ὅθεν περ ἦν γένος, ἀπεχώρησεν, ὁ δὲ παρήκοντος ἤδη τοῦ πολέμου διατο‐ ξευόμενος Φιλοκτήτῃ τιτρώσκεται. Ἐν νῷ δὲ λαβὼν τὸ τῆς Οἰνώνης ἔπος, ὅτε ἔφατο αὐτὸν πρὸς αὐτῆς μόνης οἷόν τε εἶναι ἰαθῆναι, κήρυκα πέμπει δεησόμενον,
25ὅπως ἐπειχθεῖσα ἀκέσηταί τε αὐτὸν καὶ τῶν παροιχο‐ μένων λήθην ποιήσηται, ἅτε δὴ κατὰ θεῶν βούλησίν γε ἀφικομένων· ἡ δὲ αὐθαδέστερον ἀπεκρίνατο, ὡς χρὴ παρ’ Ἑλένην αὐτὸν ἰέναι κἀκείνης δεῖσθαι, αὐτὴ δὲ μάλιστα ἠπείγετο, ἔνθα δὴ ἐπέπυστο κεῖσθαι αὐτόν.
30Τοῦ δὲ κήρυκος τὰ λεχθέντα παρὰ τῆς Οἰνώνης θᾶττον ἀπαγγείλαντος ἀθυμήσας ὁ Ἀλέξανδρος ἐξέπνευσεν, Οἰνώνη δὲ, ἐπεὶ νέκυν ἤδη κατὰ γῆς κείμενον ἐλθοῦσα ἴδεν, ἀνῴμωξέν τε καὶ πολλὰ κατολοφυραμένη διεχρή‐ σατο ἑαυτήν.

2

Parthenii Erotic. c. 34: Περὶ Κορύθου. (Ἱστο‐ ρεῖ Ἑλλάνικος (fr. 126) Τρωικῶν * καὶ Κεφάλων ὁ Γεργίθιος.) Ἐκ δὲ Οἰνώνης καὶ Ἀλεξάνδρου παῖς ἐγένετο Κόρυθος. Οὗτος ἐπίκουρος ἀφικόμενος εἰς Ἴλιον
5Ἑλένης ἠράσθη καὶ αὐτὸν ἐκείνη μάλα φιλοφρόνως ὑπεδέχετο· ἦν δὲ τὴν ἰδέαν κράτιστος· φωράσας δὲ αὐτὸν ὁ πατὴρ ἀνεῖλεν. Νίκανδρος μέντοι τὸν Κόρυθον οὐκ Οἰνώνης, ἀλλὰ Ἑλένης καὶ Ἀλεξάνδρου φησὶν γε‐ νέσθαι.

3

Athenaeus IX: Ὁ δὲ τὰ Κεφαλίωνος ἐπι‐ γραφόμενα Τρωικὰ συνθεὶς Ἡγησιάναξ ὁ Ἀλεξανδρεὺς καὶ τὸν Ἀχιλλεῖ μονομαχήσαντα Κύκνον φησὶ τραφῆ‐ ναι ἐν Λευκόφρυϊ πρὸς τοῦ ὁμωνύμου ὄρνιθος.

4

Dionys. Hal. A. R. I, 49, de Aenea: Τὰ δὲ μετὰ τὴν ἔξοδον ἔτι πλείω παρέχει τοῖς πολλοῖς ἀπορίαν. Οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν, ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἔστι Κεφάλων69
5τε Γεργίθιος καὶ Ἡγήσιππος ὁ Περὶ Παλλήνης γράψας, ἄνδρες ἀρχαῖοι καὶ λόγου ἄξιοι.

5

Steph. Byz.: Ἀρίσβη, πόλις τῆς Τρωάδος, Μυτι‐ ληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκά‐ νιος υἱὸς Αἰνείου. Κεῖται μεταξὺ Περκώτης καὶ Ἀβύδου. Κεφάλων δέ φησιν, ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης
5ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸς τὴν θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησι.

6

Stephan. Byz.: Γραικός, ὁ Ἕλλην, ὀξυτόνως, ὁ Θεσσαλοῦ υἱὸς, ἀφ’ οὗ Γραικοὶ οἱ Ἕλληνες. Κε‐ φάλων δὲ καὶ τὸν Γράνικον ποταμὸν ἐντεῦθεν κλη‐ θῆναι.

7

Festus: Romam appellatam esse Cephalon Gergithius (qui de adventu Aeneae in Italiam videtur conscripsisse) ait ab homine quo‐ dam comite Aeneae; eum enim occupato monte,
5qui nunc Palatius [Palatinus] dicitur, urbem con‐ didisse, atque eam Rhomam nominasse.

8

Dionys. Hal. A. R. I, 72: Κεφάλων μὲν γὰρ ὁ Γεργίθιος συγγραφεὺς παλαιὸς πάνυ, δευτέρᾳ γενεᾷ μετὰ τὸν Ἰλιακὸν πόλεμον ἐκτίσθαι φησὶ τὴν πόλιν ὑπὸ τῶν ἐξ Ἰλίου διασωθέντων σὺν Αἰνείᾳ· οἰ‐
5κιστὴν δὲ αὐτῆς ἀποφαίνει τὸν ἡγησάμενον τῆς ἀποικίας Ῥῶμον· τοῦτον δ’ εἶναι τῶν Αἰνείου παίδων ἕνα· τέτ‐ ταρας δέ φησιν Αἰνείᾳ γενέσθαι παῖδας, Ἀσκάνιον, Εὐρυλέοντα, Ῥωμύλον, Ῥῶμον. Εἴρηται δὲ Δημα‐ γόρᾳ καὶ Ἀγαθύλλῳ καὶ ἄλλοις συχνοῖς ὅ τε χρόνος
10καὶ ὁ τῆς ἀποικίας ἡγεμὼν ὁ αὐτός.

9

Etym. M.: Καπύη, πόλις Ἰταλίας, ἣν Ῥῶμος καὶ Ῥωμύλος υἱοὶ Ἄρεως ἔκτισαν, ὥς φησι Κεφάλων ὁ Γεργίθιος. Οὕτως Ὧρος· ἄλλοι δὲ ἀπὸ Κάπυος τοῦ Τρωικοῦ.

10

Strabo XIII: Ἡγησιάναξ δὲ τοὺς Γαλάτας περαιωθέντας ἐκ τῆς Εὐρώπης ἀναβῆναι μὲν εἰς τὴν πόλιν (sc. τὸ Ἴλιον) δεομένους ἐρύματος· παραχρῆμα δ’ ἐκλιπεῖν διὰ τὸ ἀτείχιστον.

t11

ΛΙΒΥΚΑ. E LIBRO TERTIO.

11

Plutarch. Par. min. c. 23: Καλπούρ‐ νιος Κράσσος, ἀνὴρ τῶν ἐπισήμων, Ῥηγούλῳ συστρα‐ τευόμενος, ἐπέμφθη εἰς Μασσύλους, πορθήσων φρού‐
ριόν τι δυσάλωτον, τοὔνομα Γαραίτιον. Αἰχμάλωτος70
5δὲ ληφθεὶς, ἔμελλε θύεσθαι τῷ Κρόνῳ. Βισαλτία δὲ, τοῦ βασιλέως θυγάτηρ, ἐρασθεῖσα προέδωκε τὸν πα‐ τέρα, καὶ νικηφόρον ἐκεῖνον ἐποίησεν. Ἀναστρέψαντος δ’ αὐτοῦ, ἡ κόρη κατέσφαξεν ἑαυτήν· ὡς Ἡσιάναξ
(scr. Ἡγησιάναξ) ἐν τρίτῳ Λιβυκῶν.71