TLG 1391 004 :: HEGEMON :: Fragmentum HEGEMON Epic., fiq Hegemon Epigr. Fragmentum Source: FGrH #110. : 2B:523–524. Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
1391 004.2b,110,F1 | AELIAN. N A VIII 11: Ἡγήμων ἐν τοῖς Δαρδανικοῖς μέτροις περὶ Ἀλεύα τοῦ Θετταλοῦ φησι καὶ ἄλλα μέν, ἐν δὲ τοῖς καὶ ὅτι ἠράσθη δράκων αὐτοῦ. | |
καὶ ὅτι μὲν εἶχε κόμην χρυσῆν ὅδε ὁ Ἀλεύας λέγων τερατεύεται [ὁ Ἡγήμων δηλονότι], ἐμοὶ δὲ ἔστω ξανθή. καὶ βουκολεῖν μὲν αὐτὸν ἐν τῆι Ὄσσηι φησὶν ὡς ἐν τῆι Ἴδηι | 2 | |
5 | τὸν Ἀγχίσην, παρὰ δὲ τῆι κρήνηι νέμειν τὰς βοῦς τῆι καλουμένηι Αἱμονίαι. Θετταλὴ δ’ ἂν καὶ ἡ κρήνη εἴη. δράκοντα οὖν μεγέθει μέγιστον ἐρασθῆναι τοῦ Ἀλεύα καὶ ἀνέρπειν ἐς αὐτὸν καὶ τὴν κόμην οἱ καταφιλεῖν καὶ τῆι γλώττηι περιλιχμώμενον τὸ | |
---|---|---|
πρόσωπον τοῦ ἐρωμένου καθαίρειν καὶ δωροφορεῖν αὐτῶι θηρῶντα πάμπολλα. |