TLG 1390 004 :: HECATAEUS :: Fragmenta

HECATAEUS Hist.
(Abderita: 4–3 B.C.)

Fragmenta

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn. Berlin: Weidmann, 1952 (repr. Dublin/Zurich: Weidmann, 1966): 241–245.

frr. 1–16

Citation: Fragment — (line)

tit,1-5

ΕΚΑΤΑΙΟΥ ΠΕΡΙ ΥΠΕΡΒΟΡΕΩΝ

1

STEPH. BYZ. Ἐλίξοια νῆσος Ὑπερβορέων οὐκ ἐλάσσων Σικε‐ λίας ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται Καραμβῦκαι ἀπὸ τοῦ ποταμοῦ, ὡς Ἑ. ὁ Ἀβδηρίτης [vgl. s. v. Καραμβῦκαι]. [6] STRAB. VII 299 τὴν παρὰ Θεοπόμπωι [F GrHist. 115 F 75 II 552] Μεροπίδα γῆν, παρ’ Ἑκαταίωι δὲ
5Κιμμερίδα πόλιν.

2

PLIN. N. H. VI 55 de his [Attacori] privatim condidit volumen Amometus, sicut H. de Hyperboreis. IV 94 septentrionalis oceanus: Amalchium eum H. appellat a Parapaniso amne qua Scythiam adluit, quod nomen eius gentis lingua significat ‘congelatum‘.

3

AEL. N. H. XI 1 ἀνθρώπων Ὑπερβορέων γένος καὶ τιμὰς Ἀπόλλω‐ νος τὰς ἐκεῖθι ἄιδουσι μὲν ποιηταί, ὑμνοῦσι δὲ καὶ συγγραφεῖς, ἐν δὲ τοῖς καὶ Ἑ. ὁ Μιλήσιος οὔ, ἀλλ’ ὁ Ἀβδηρίτης.

4

SCHOL. APOLL. II 675 Ἑ. δὲ μέχρι τῶν αὑτοῦ χρόνων εἶναί φησι τὸ τῶν Ὑπερβορέων ἔθνος. ἔστι δὲ αὐτῶι βιβλία ἐπιγραφόμενα Περὶ Ὑπερβορέων. τιμᾶται δὲ παρὰ τοῖς Ὑπερβορέοις ὁ Ἀπόλλων· διὸ καὶ ἐκεῖσε χωρῶν ὤφθη. τρία δὲ ἔθνη τῶν Ὑπερβορέων 〈...〉, Ἐπιζεφύριοι καὶ Ἐπικνημίδιοι καὶ Ὀζόλαι.

5

DIODOR. II 47, 1ff. τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότων Ἑ. καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκε‐ ανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας. ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομαζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαι
5τῆς βορείου πνοῆς· οὖσαν δ’ αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δ’ εὐκρασίαι διαφέρουσαν, διττοὺς κατ’ ἔτος ἐκφέρειν καρπούς. (5) φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς ὀλίγον ἀπέχουσαν τῆς γῆς καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὑτῆι φανεράς. (6) λέ‐ γεται δὲ καὶ τὸν θεὸν δι’ ἐτῶν ιθ καταντᾶν εἰς τὴν νῆσον, ἐν οἷς αἱ τῶν ἄστρων
10ἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται· καὶ διὰ τοῦτο τὸν ἐννεακαιδεκαετῆ χρόνον ὑπὸ τῶν Ἑλλήνων μέγαν ἐνιαυτὸν ὀνομάζεσθαι. (7) κατὰ δὲ τὴν ἐπιφάνειαν ταύτην τὸν θεὸν κιθαρίζειν τε καὶ χορεύειν συνεχῶς τὰς νύκτας ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις εὐημερήμασι τερπόμενον. βασιλεύειν δὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς ὀνομαζομένους Βορεάδας
15ἀπογόνους ὄντας Βορέου καὶ κατὰ γένος ἀεὶ διαδέχεσθαι τὰς ἀρχάς.241

tit,6-13a

ΠΕΡΙ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΦΙΛΟΣΟΦΙΑΣ ΑΒ [...?] (ΑΙΓΥΠΤΙΑΚΩΝ?)

6

DIOG. I 9—11 (9) ὃς [Theop. F Gr Hist. 115 F 64II 547] καὶ ἀναβιώ‐ σεσθαι κατὰ τοὺς Μάγους φησὶ τοὺς ἀνθρώπους καὶ ἀθανάτους ἔσεσθαι, καὶ τὰ ὄντα ταῖς αὑτῶν περικυκλήσεσι διαμενεῖν. ταῦτα δὲ καὶ Εὔδημος ὁ Ῥόδιος [fr. 51 Sp.] ἱστορεῖ. Ἑκαταῖος δὲ καὶ γενητοὺς τοὺς θεοὺς εἶναι κατ’ αὐτούς. Κλέαρχος δὲ
5ὁ Σολεὺς ἐν τῶι Περὶ παιδείας [fr. 28 FHG II 313] καὶ τοὺς Γυμνοσοφιστὰς ἀπο‐ γόνους εἶναι τῶν Μάγων φησίν· ἔνιοι δὲ καὶ τοὺς Ἰουδαίους ἐκ τούτων εἶναι. πρὸς τούτοις καταγινώσκουσιν Ἡροδότου οἱ τὰ περὶ Μάγων γράψαντες· μὴ γὰρ ἂν ἐς τὸν ἥλιον βέλη Ξέρξην ἀκοντίσαι, μηδ’ εἰς τὴν θάλασσαν πέδας καθεῖναι, θεοὺς ὑπὸ τῶν Μάγων παραδεδομένους. τὰ μέντοι ἀγάλματα εἰκότως καθαιρεῖν.
10(10) τὴν δὲ τῶν Αἰγυπτίων φιλοσοφίαν εἶναι τοιαύτην περί τε θεῶν καὶ ὑπὲρ δικαιοσύνης. φάσκειν τε ἀρχὴν μὲν εἶναι τὴν ὕλην, εἶτα τὰ τέσσαρα στοιχεῖα ἐξ αὐτῆς διακριθῆναι, καὶ ζῶια παντοῖα ἀποτελεσθῆναι. θεοὺς δ’ εἶναι ἥλιον καὶ σελήνην, τὸν μὲν Ὄσιριν, τὴν δ’ Ἶσιν καλουμένην· αἰνίττεσθαί τε αὐτοὺς διά τε κανθάρου καὶ δράκοντος καὶ ἱέρακος καὶ ἄλλων, ὥς φησι Μανέθως ἐν τῆι τῶν
15Φυσικῶν ἐπιτομῆι καὶ Ἑ. ἐν τῆι πρώτηι Περὶ τῆς Αἰγυπτίων φιλοσοφίας. κατασκευάζειν δὲ 〈καὶ〉 ἀγάλματα καὶ τεμένη τῶι μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν. (11) τὸν κόσμον γενητὸν καὶ φθαρτὸν καὶ σφαιροειδῆ· τοὺς ἀστέρας πῦρ εἶναι, καὶ τῆι τούτων κράσει τὰ ἐπὶ γῆς γίγνεσθαι· σελήνην ἐκλείπειν εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν· τὴν ψυχὴν καὶ ἐπιδιαμένειν καὶ μετεμβαίνειν· ὑετοὺς κατὰ
20ἀέρος τροπὴν ἀποτελεῖσθαι· τά τε ἄλλα φυσιολογεῖν, ὡς Ἑκαταῖός τε καὶ Ἀριστα‐ γόρας ἱστοροῦσιν. ἔθεσαν δὲ καὶ νόμους ὑπὲρ δικαιοσύνης, οὓς εἰς Ἑρμῆν ἀνή‐ νεγκαν· καὶ τὰ εὔχρηστα τῶν ζώιων θεοὺς ἐδόξασαν. λέγουσι δὲ καὶ ὡς αὐτοὶ γεωμετρίαν τε καὶ ἀστρολογίαν καὶ ἀριθμητικὴν ἀνεῦρον. καὶ τὰ μὲν περὶ τῆς εὑρέσεως ὧδε ἔχει.

7

DIODOR. I 11, 1ff. τοὺς δ’ οὖν κατ’ Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους ἀναβλέψαντας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀιδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν τὴν δὲ Ἶσιν ὀνομάσαι ... (5) τού‐
5τους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις ἀοράτωι κινήσει τὴν περίοδον ἀπαρτιζούσαις, τῆι τε ἐαρινῆι καὶ θερινῆι καὶ χειμερινῆι· ταύτας δ’ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστηι συμφωνίαι· φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζωογονίαν τῶν θεῶν τούτων τὸν μὲν πυρώδους
10καὶ πνεύματος τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῆι δ’ ἀμφοτέρους ἀέρος· καὶ διὰ τού‐
των πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. (6) διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευ‐ ταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ’ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τἆλλα242
15μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων. c. 12, 1 τούτων δ’ ἕκαστον θεὸν νομίσαι καὶ προσηγο‐ ρίαν ἰδίαν ἑκάστωι θεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτωι χρησαμένους διηρθρωμένηι τῶν κατ’ Αἴγυπτον ἀνθρώπων. (2) τὸ μὲν οὖν πνεῦμα Δία προσ‐ αγορεῦσαι ... (3) τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι νομίσαν‐
20τας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. (4) τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι ... (5) τὸ δ’ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς Ὠκεάνην, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφὴν 〈ἢ〉 μητέρα ... (7) τὸν δ’ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν μεθερμηνευομένης τῆς λέξεως ... (9) φασὶ δὲ
25τοὺς πέντε θεοὺς τοὺς προειρημένους πᾶσαν τὴν οἰκουμένην ἐπιπορεύεσθαι φαν‐ ταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζώιων μορφαῖς, ἔστι δ’ ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας ... c. 13, 1 ἄλλους δὲ ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν
30Αἴγυπτον. (2) μεθερμηνευομένων δ’ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δ’ ἰδίαν ἐσχηκέναι προσηγορίαν Ἥλιόν τε καὶ Κρόνον καὶ Ῥέαν ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δ’ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ἥλιον βασι‐ λεῦσαι τῶν κατ’ Αἴγυπτον ὁμώνυμον ὄντα τῶι κατ’ οὐρανὸν ἄστρωι. (3) ἔνιοι
35δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι πυρὸς εὑρετὴν γενόμενον ... (4) μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μέν τινας τῶν μυθολόγων Ὄσιριν καὶ Ἶσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν, οὓς δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου κτλ.

8

PLUT. de Is. et Os. 9 p. 354 CD τῶν πολλῶν νομιζόντων ἴδιον παρ’ Αἰγυπτίοις ὄνομα τοῦ Διὸς εἶναι τὸν Ἀμοῦν ... Ἑ. δ’ ὁ Ἀβδηρίτης φησὶ τού‐ τωι καὶ πρὸς ἀλλήλους τῶι ῥήματι χρῆσθαι τοὺς Αἰγυπτίους, ὅταν τινὰ προσ‐ καλῶνται· προσκλητικὴν γὰρ εἶναι τὴν φωνήν. διὸ τὸν πρῶτον θεόν, 〈ὃν〉 τῶι
5παντὶ τὸν αὐτὸν νομίζουσιν, ὡς ἀφανῆ καὶ κεκρυμμένον ὄντα προσκαλούμενοι καὶ παρακαλοῦντες ἐμφανῆ γενέσθαι καὶ δῆλον αὐτοῖς, Ἀμοῦν λέγουσιν.

9

AËT. II 20, 16 (D. 351) Ἡράκλειτος [22 A 12] καὶ Ἑ. ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης εἶναι τὸν ἥλιον.

10

DIODOR. I 45, 2 διὸ καὶ πολλαῖς ὕστερον γενεαῖς βασιλεύοντα Τνέφαχθον τὸν Βοκχόριδος τοῦ σοφοῦ πατέρα λέγουσιν εἰς
τὴν Ἀραβίαν στρατεύσαντα, τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς243
5δυσχωρίας ἐκλιπόντων, ἀναγκασθῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασθαι διαίτηι παντελῶς εὐτελεῖ παρά τισι τῶν τυχόντων ἰδιωτῶν, ἡσθέντα δὲ καθ’ ὑπερβολὴν καταγνῶναι τῆς τρυφῆς καὶ τῶι καταδείξαντι τὴν πολυτέλειαν ἐξ ἀρχῆς βασιλεῖ καταρᾶσθαι· οὕτω δ’ ἐγκάρδιον αὐτῶι τὴν μεταβολὴν γενέσθαι τὴν περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ κοίτην, ὥστε τὴν κατάραν
10ἀναγράψαι τοῖς ἱεροῖς γράμμασιν εἰς τὸν τοῦ Διὸς ναὸν ἐν Θήβαις.

11

PLUT. de Is. 6 p. 353 AB οἶνον δ’ οἱ μὲν ἐν Ἡλίου πόλει θερα‐ πεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ὑπηρέτας πίνειν τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος [Ἡλίου]· οἱ δ’ ἄλλοι χρῶνται μέν, ὀλίγωι δέ. πολλὰς δ’ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦν‐
5τες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑ. ἱστόρηκεν, ἱερεῖς ὄντες.

12

DIOD. I 46, 8 οὐ μόνον δ’ οἱ κατ’ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγρα‐ φῶν ἱστοροῦσιν, ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων τῶν παραβαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ Ἑ., συμφωνοῦσι τοῖς ὑφ’ ἡμῶν
5εἰρημένοις.

13

—XL 3, 8 [Exc. Phot. bibl. c. 244] κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιμειξίας ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην καταλυσάντων Μακεδόνων πολλὰ τῶν πατρίων τοῖς
5Ἰουδαίοις νομίμων ἐκινήθη.: ἐπάγει γάρ· ‘περὶ μὲν τῶν Ἰουδαίων Ἑκαταῖος ὁ Μιλήσιος ταῦτα ἱστόρηκεν‘.

13a

STEPH. BYZ. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος, ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος· πρὶν δὲ ὑπὸ Περσῶν ἀφανι‐ σθῆναι, φησὶν Ἑκαταῖος, ὅτι μυρίας τρισχιλίας κώμας εἶχε καὶ τριάκοντα, ἀνθρώπων δὲ μυριάδας ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρημένον τρισχιλίων καὶ ἑπτακο‐
5σίων, ἑκατὸν δὲ πύλας διακεκοσμημένας, τετρακόσια στάδια τὸ μῆκος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτωι τέσσαρες ὧν ἐν τῆι μιᾶι τιθασεύουσι τοὺς κροκοδεί‐ λους ἐν ἄντροις καὶ φρέασι σέβοντες, μηδὲ τοῦ ποταμοῦ γευόμενοι, μηδ’ εἰ σφόδρα φλέγοιντο. PORPHYR. Quaest. hom. (zu Ι 383) I 138, 18 Schrad. νῦν δὲ
Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι δείκνυσθαι περὶ τὴν Διόσ‐244
10πολιν πολλῶν πυλῶν ἴχνη. ὡς δ’ Ἑκαταῖος ἱστορεῖ, ἡ Διόσπολις ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι κώμας μὲν εἶχε τρισμυρίας γ〈τ〉λ, ἀνθρώπων δὲ μυριάδας ψ, ἑκατὸν δὲ πύλαις διεκοσμεῖτο. ταύτην ἐτείχισε βασιλεὺς Ὄσιρις. τινὲς δέ φασι τῶν ἱερέων, ὅτι ρ εἶχε πύλας, ἐξ ἑκάστης δὲ ὁπλῖται μύριοι, ψ δὲ ἵπποι ἐξεστράτευον.

14

(tit)

ΠΕΡΙ ΤΗΣ ΠΟΙΗΣΕΩΣ ΟΜΗΡΟΥ ΚΑΙ ΗΣΙΟΔΟΥ
1 EROTIAN. p. 55, 7 Nachm. κυρβασίην· τὴν λεγομένην τιάραν. Ἑ. δέ φησιν, ὅτι πῖλον βαρβαρικὸν οἱ κωμικοὶ λέγουσι.

tit,15-17

ΠΕΡΙ ΤΩΝ ΙΟΥΔΑΙΩΝ (ΠΕΡΙ ΑΒΡΑΜΟΥ)

15

IOSEPH. c. Ap. I 183 Ἑ. δὲ ὁ Ἀβδηρίτης ἀνὴρ φιλόσοφος ἅμα καὶ περὶ τὰς πράξεις ἱκανώτατος Ἀλεξάνδρωι τῶι βασιλεῖ συνακμάσας καὶ Πτολε‐ μαίωι τῶι Λάγου συγγενόμενος οὐ παρέργως, ἀλλὰ περὶ αὐτῶν Ἰουδαίων συγγέ‐ γραφε βιβλίον. 184—204; I 214 Ἑ. μὲν καὶ βιβλίον ἔγραψεν
5περὶ ἡμῶν. Abraham Ant. I 158. 159 μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἀβράμου Βηρωσός ... Ἑ. δὲ καὶ τοῦ μνησθῆναι πλεῖόν τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. Vgl. CLEM. Strom. V [II 402, 20 St.] ὁ μὲν Σοφοκλῆς, ὥς φησιν Ἑ. ὁ τὰς ἱστορίας συνταξά‐
10μενος ἐν τῶι κατ’ Ἄβραμον καὶ τοὺς Αἰγυπτίους....

16

ORIG. c. Cels. I 15 καὶ Ἑκαταίου δὲ τοῦ ἱστορικοῦ φέρεται Περὶ Ἰουδαίων βιβλίον, ἐν ὧι προστίθεται μᾶλλόν πως ὡς σοφῶι τῶι ἔθνει ἐπὶ τοσοῦ‐ τον, ὡς καὶ Ἑρέννιον Φίλωνα ἐν τῶι Περὶ Ἰουδαίων συγγράμματι πρῶτον μὲν ἀμφιβάλλειν, εἰ τοῦ ἱστορικοῦ ἐστι τὸ σύγγραμμα, δεύτερον δὲ λέγειν ὅτι, εἴπερ
5ἔστιν αὐτοῦ, εἰκὸς αὐτὸν συνηρπάσθαι ἀπὸ τῆς παρὰ Ἰουδαίοις πιθανότητος καὶ
συγκατατεθεῖσθαι αὐτῶν τῶι λόγωι.245