TLG 1390 003 :: HECATAEUS :: Testimonia

HECATAEUS Hist.
(Abderita: 4–3 B.C.)

Testimonia

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn. Berlin: Weidmann, 1952 (repr. Dublin/Zurich: Weidmann, 1966): 240–241.

test. 1–6

Citation: Fragment — (line)

1

SUID. Ἑκαταῖος Ἀβδηρίτης φιλόσοφος, ὃς ἐπεκλήθη καὶ κριτικὸς γραμματικός, οἷα γραμματικὴν ἔχων παρασκευήν. γέγονε δ’ ἐπὶ τῶν διαδόχων. βιβλία αὐτοῦ ταῦτα· Περὶ τῆς ποιήσεως Ὁμήρου καὶ Ἡσιόδου 〈...

2

STRAB. XIV p. 644 Τήιοι τὴν πόλιν ἐκλιπόντες εἰς Ἄβδηρα ἀπώικησαν Θραικίαν πόλιν οὐ φέροντες τὴν τῶν Περσῶν ὕβριν ... πάλιν δ’ ἐπανῆλθόν τινες αὐτῶν χρόνωι ὕστερον. εἴρηται δὲ καὶ περὶ Ἀπελλικῶντος ὅτι Τήιος ἦν κἀκεῖνος· γέγονε δὲ καὶ συγγραφεὺς Ἑκαταῖος ἐκ τῆς αὐτῆς πόλεως. SCYMN. q. d.
5perieg. 869 ὡς Ἑκαταῖος εἶφ’ ὁ Τήιος.

3

DIOG. IX 69 πρὸς τούτοις διήκουε τοῦ Πύρρωνος Ἑ. τε ὁ Ἀβδηρίτης καὶ Τίμων ὁ Φλιάσιος.

4

CLEM. Str. II 130 [II 184, 14 St.; s. II 133, 11] Ἑ. δὲ αὐτάρκειαν [τέλος ὑπάρχειν]

5

PLUT. Quaest. conv. IV 3, 1 p. 666 E τῶν νομοθετῶν τοὺς τῆι πολυτελείαι κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους κα‐ λουμένων τὸ πλῆθος. ‘ὁ γὰρ εἰπών, ἔφη [Sossios], περὶ τῆς αἰτίας αὐτῆς τῶν παλαιῶν φιλοσόφων οὐδὲν ἐμοὶ γοῦν κριτῆι πιθανὸν εἴρηκεν Ἑ. ὁ Ἀβδηρίτης·
5λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ
συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρ’ ἐλευθέρων γαμοῦσι.240

6

PLUT. Lyc. 20 [=Apophth. Lac. 218 B] Ἀρχιδαμίδας δὲ μεμφομένων τινῶν Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον οὐδὲν ἔλεγεν· ‘ὁ
εἰδώς, ἔφη, λόγον καὶ καιρὸν οἶδεν‘.241