TLG 1390 002 :: HECATAEUS :: Fragmenta

HECATAEUS Hist.
(Abderita: 4–3 B.C.)

Fragmenta

Source: FGrH #264. : 3A:12–64.

Citation: Volume-Jacoby#-F — fragment — (line)

3a,264,F

1

DIOG. LAERT. 1, 10: τὴν δὲ τῶν Αἰγυπτίων φιλοσοφίαν εἶναι τοιαύτην περί τε θεῶν καὶ ὑπὲρ δικαιοσύνης· φάσκειν τε ἀρχὴν μὲν εἶναι τὴν ὕλην, εἶτα τὰ τέσσαρα στοιχεῖα ἐξ αὐτῆς διακριθῆναι, καὶ ζῶιά τινα ἀποτελεσθῆναι. θεοὺς δ’ εἶναι ἥλιον καὶ σελήνην, τὸν μὲν Ὄσιριν, τὴν δ’ Ἶσιν καλουμένην· αἰνίττεσθαί τε αὐτοὺς διά τε
5κανθάρου καὶ δράκοντος καὶ ἱέρακος καὶ ἄλλων, ὥς φησι Μανέθως ἐν τῆι τῶν Φυσικῶν ἐπιτομῆι καὶ Ἑκαταῖος ἐν τῆι πρώτηι περὶ τῆς τῶν Αἰγυπτίων φιλο‐ σοφίας· κατασκευάζειν δὲ ἀγάλματα καὶ τεμένη τῶι μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν. (11) τὸν κόσμον γενητὸν καὶ φθαρτὸν καὶ σφαιροειδῆ· τοὺς ἀστέρας πῦρ εἶναι, καὶ τῆι τούτων
κράσει τὰ ἐπὶ γῆς γίγνεσθαι· σελήνην ἐκλείπειν εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν· τὴν3
10ψυχὴν καὶ ἐπιδιαμένειν καὶ μετεμβαίνειν· ὑετοὺς κατὰ ἀέρος τροπὴν ἀποτελεῖσθαι· τά τε ἄλλα φυσιολογεῖν, ὡς Ἑκαταῖός τε καὶ Ἀρισταγόρας ἱστοροῦσιν. ἔθεσαν δὲ καὶ νόμους ὑπὲρ δικαιοσύνης, οὓς εἰς Ἑρμῆν ἀνήνεγκαν· καὶ τὰ εὔχρηστα τῶν ζώιων θεοὺς ἐδόξασαν. λέγουσι δὲ καὶ ὡς αὐτοὶ γεωμετρίαν τε καὶ ἀστρολογίαν καὶ ἀριθμητικὴν ἀνεῦρον. καὶ τὰ μὲν περὶ τῆς εὑρέσεως ὧδε ἔχει.

3a,264,F

2

DIODOR. 1, 46, 8: οὐ μόνον δ’ οἱ κατ’ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἱστοροῦσιν, ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων (T 4) .... ὧν ἐστι καὶ Ἑκαταῖος, συμφωνοῦσι τοῖς ὑφ’ ἡμῶν εἰρημένοις

3a,264,F

3*

DIOG. LAERT. 1, 9: Ἑκαταῖος δὲ καὶ γενητοὺς τοὺς θεοὺς εἶναι κατ’ αὐτούς. Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τῶι Περὶ παιδείας (IV) καὶ τοὺς Γυμνο‐ σοφιστὰς ἀπογόνους εἶναι τῶν μάγων φησίν· ἔνιοι δὲ καὶ τοὺς Ἰουδαίους ἐκ τούτων εἶναι.
5πρὸς τούτοις καταγινώσκουσιν Ἡροδότου (7, 35) οἱ τὰ περὶ μάγων γράψαντες· μὴ γὰρ ἂν εἰς τὸν ἥλιον βέλη Ξέρξην ἀκοντίσαι, μηδ’ εἰς τὴν θάλασσαν πέδας καθεῖναι, θεοὺς ὑπὸ τῶν μάγων παραδεδομένους. τὰ μέντοι ἀγάλματα εἰκότως καθαιρεῖν.

3a,264,F

4*

PLUTARCH. De Is. 9 p. 354 CD: ἔτι δὲ τῶν πολλῶν νομι‐ ζόντων ἴδιον παρ’ Αἰγυπτίοις ὄνομα τοῦ Διὸς εἶναι τὸν Ἀμοῦν, ὃ παράγοντες ἡμεῖς Ἄμμωνα λέγομεν, Μανέθως μὲν ὁ Σεβεννύτης (III C) τὸ κεκρυμμένον οἴεται καὶ τὴν κρῦψιν ὑπὸ ταύτης δηλοῦσθαι τῆς φωνῆς, Ἑκαταῖος δ’ ὁ Ἀβδηρίτης φησὶ τούτωι καὶ πρὸς
5ἀλλήλους τῶι ῥήματι χρῆσθαι τοὺς Αἰγυπτίους, ὅταν τινὰ προσκαλῶνται· προσ‐ κλητικὴν γὰρ εἶναι τὴν φωνήν. διὸ τὸν πρῶτον θεόν, 〈ὃν〉 τῶι παντὶ τὸν αὐτὸν νομίζουσιν, ὡς ἀφανῆ καὶ κεκρυμμένον ὄντα προσκαλούμενοι καὶ παρακαλοῦν‐ τες ἐμφανῆ γενέσθαι καὶ δῆλον αὐτοῖς Ἀμοῦν λέγουσιν.

3a,264,F

5*

——6 p. 353 B: οἶνον δ’ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσιν τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ὑπηρέτας πίνειν τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος, οἱ δ’ ἄλλοι χρῶνται μὲν ὀλίγωι δέ· πολλὰς δ’ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν.
5οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑκαταῖος ἱστόρηκεν, ἱερεῖς ὄντες. ἤρξαντο δὲ πίνειν ἀπὸ Ψαμμητίχου· πρότερον δ’ οὐκ ἔπινον οἶνον οὐδ’ ἔσπενδον ὡς φίλιον θεοῖς ἀλλ’ ὡς αἷμα τῶν πολεμησάντων ποτὲ τοῖς θεοῖς .... ταῦτα μὲν οὖν Εὔδοξος ἐν τῆι δευτέραι τῆς Περιόδου (V).

3a,264,F

6*

PHOT. Bibl. 244 p. 380a 7 (= DIODOR. 40, 3): ἐκ τοῦ μ λόγου περὶ τὸ μέσον. ἡμεῖς δὲ μέλλοντες ἀναγράφειν τὸν πρὸς Ἰουδαίους πόλεμον οἰκεῖον εἶναι διαλαμβάνομεν προδιελθεῖν ἐν κεφαλαίοις τήν τε τοῦ ἔθνους τούτου ἐξ ἀρχῆς κτίσιν καὶ τὰ παρ’ αὐτοῖς νόμιμα.
5(1a) κατὰ τὴν Αἴγυπτον τὸ παλαιὸν λοιμικῆς περιστάσεως γενομένης,
ἀνέπεμπον οἱ πολλοὶ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὸ δαιμόνιον· πολλῶν γὰρ καὶ παντοδαπῶν κατοικούντων ξένων καὶ διηλλαγμένοις ἔθεσι χρωμένων περὶ τὸ ἱερὸν καὶ τὰς θυσίας, καταλελύσθαι συνέβαινε παρ’ αὐτοῖς τὰς πατρίους τῶν θεῶν τιμάς· ὅπερ οἱ τῆς χώρας ἐγγενεῖς ὑπέλαβον, ἐὰν μὴ τοὺς ἀλλοφύ‐12
10λους μεταστήσωνται, κρίσιν οὐκ ἔσεσθαι τῶν κακῶν. (2) εὐθὺς οὖν ξενηλα‐ τουμένων τῶν ἀλλοεθνῶν, οἱ μὲν ἐπιφανέστατοι καὶ δραστικώτατοι συστρα‐ φέντες ἐξερρίφησαν, ὥς τινές φασιν εἰς τὴν Ἑλλάδα καί τινας ἑτέρους τό‐ πους, ἔχοντες ἀξιολόγους ἡγεμόνας (?), ὧν ἡγοῦντο Δαναὸς καὶ Κάδμος τῶν ἄλλων ἐπιφανέστατοι· ὁ δὲ πολὺς λεὼς ἐξέπεσεν εἰς τὴν νῦν καλουμένην
15Ἰουδαίαν, οὐ πόρρω μὲν κειμένην τῆς Αἰγύπτου, παντελῶς δὲ ἔρημον οὖσαν κατ’ ἐκείνους τοὺς χρόνους. (3) ἡγεῖτο δὲ τῆς ἀποικίας ὁ προσαγορευόμενος Μωσῆς, φρονήσει τε καὶ ἀνδρείαι πολὺ διαφέρων. οὗτος δὲ καταλαβόμενος τὴν χώραν ἄλλας τε πόλεις ἔκτισε καὶ τὴν νῦν οὖσαν ἐπιφανεστάτην, ὀνομα‐ ζομένην Ἱεροσόλυμα. ἱδρύσατο δὲ καὶ τὸ μάλιστα παρ’ αὐτοῖς τιμώμενον
20ἱερόν, καὶ τὰς τιμὰς καὶ ἁγιστείας τοῦ θείου κατέδειξε, καὶ τὰ κατὰ τὴν πολι‐ τείαν ἐνομοθέτησέ τε καὶ διέταξε. διεῖλε δὲ τὸ πλῆθος εἰς δώδεκα φυλὰς διὰ τὸ τὸν ἀριθμὸν τοῦτον τελειότατον νομίζεσθαι καὶ σύμφωνον εἶναι τῶι πλήθει τῶν μηνῶν τῶν τὸν ἐνιαυτὸν συμπληρούντων. (4) ἄγαλμα δὲ θεῶν τὸ σύνολον οὐ κατεσκεύασε διὰ τὸ μὴ νομίζειν ἀνθρωπόμορφον εἶναι τὸν θεόν, ἀλλὰ
25τὸν περιέχοντα τὴν γῆν οὐρανὸν μόνον εἶναι θεὸν καὶ τῶν ὅλων κύριον. τὰς δὲ θυσίας ἐξηλλαγμένας συνεστήσατο τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι, καὶ τὰς κατὰ τὸν βίον ἀγωγάς· διὰ γὰρ τὴν ἰδίαν ξενηλασίαν ἀπάνθρωπόν τινα καὶ μισό‐ ξενον βίον εἰσηγήσατο. ἐπιλέξας δὲ τῶν ἀνδρῶν τοὺς χαριεστάτους καὶ μά‐ λιστα δυνησομένους τοῦ σύμπαντος ἔθνους προίστασθαι, τούτους ἱερεῖς ἀπέ‐
30δειξε· τὴν δὲ διατριβὴν ἔταξεν αὐτῶν γίνεσθαι περὶ τὸ ἱερὸν καὶ τὰς τοῦ θεοῦ τιμάς τε καὶ θυσίας. (5) τοὺς αὐτοὺς δὲ καὶ δικαστὰς ἀπέδειξε τῶν μεγίστων κρίσεων, καὶ τὴν τῶν νόμων καὶ τῶν ἐθῶν φυλακὴν τούτοις ἐπέτρεψε· διὸ καὶ βασι‐ λέα μὲν μηδέποτε τῶν Ἰουδαίων, τὴν δὲ τοῦ πλήθους προστασίαν δίδοσθαι διὰ παντὸς τῶι δοκοῦντι τῶν ἱερέων φρονήσει καὶ ἀρετῆι προέχειν. τοῦτον
35δὲ προσαγορεύουσι ἀρχιερέα, καὶ νομίζουσιν αὑτοῖς ἄγγελον γίνεσθαι τῶν τοῦ θεοῦ προσταγμάτων. (6) τοῦτον δὲ κατὰ τὰς ἐκκλησίας καὶ τὰς ἄλλας συνόδους φησὶν ἐκφέρειν τὰ παραγγελλόμενα, καὶ πρὸς τοῦτο τὸ μέρος οὕτως εὐπιθεῖς γίνεσθαι τοὺς Ἰουδαίους ὥστε παραχρῆμα πίπτοντας ἐπὶ τὴν γῆν προσκυνεῖν τὸν τούτοις ἑρμηνεύοντα ἀρχιερέα. προσγέγραπται δὲ καὶ τοῖς νόμοις
40ἐπὶ τελευτῆς ὅτι Μωσῆς ἀκούσας τοῦ θεοῦ τάδε λέγει τοῖς Ἰουδαίοις. (6a) ἐποιήσατο δ’ ὁ νομοθέτης τῶν τε πολεμικῶν ἔργων πολλὴν πρόνοιαν, καὶ τοὺς νέους ἠνάγκαζεν ἀσκεῖν ἀνδρείαν τε καὶ καρτερίαν καὶ τὸ σύνολον ὑπομονὴν πάσης κακοπαθείας. (7) ἐποιεῖτο δὲ καὶ στρατείας εἰς τὰ πλησιόχωρα τῶν ἐθνῶν, καὶ πολλὴν κατακτησάμενος χώραν κατεκληρούχησε, τοῖς μὲν ἰδιώ‐13
45ταις ἴσους ποιήσας κλήρους, τοῖς δ’ ἱερεῦσι μείζονας, ἵνα λαμβάνοντες ἀξιο‐ λογωτέρας προσόδους ἀπερίσπαστοι συνεχῶς προσεδρεύωσι ταῖς τοῦ θεοῦ τιμαῖς. οὐκ ἐξῆν δὲ τοῖς ἰδιώταις τοὺς ἰδίους κλήρους πωλεῖν, ὅπως μή τινες διὰ πλεονέ‐ ξιαν ἀγοράζοντες τοὺς κλήρους ἐκθλίβωσι τοὺς ἀπορωτέρους καὶ κατασκευά‐ ζωσιν ὀλιγανδρίαν. (8) τεκνοτροφεῖν τε ἠνάγκαζε τοὺς ἐπὶ τῆς χώρας· καὶ δι’

3a,264,F

6*

(50)

ὀλίγης δαπάνης ἐκτρεφομένων τῶν βρεφῶν ἀεὶ τὸ γένος τῶν Ἰουδαίων ὑπῆρχε πολυάνθρωπον. (8a) καὶ τὰ περὶ τοὺς γάμους δὲ καὶ τὰς τῶν τελευτώντων ταφὰς πολὺ τὸ παρηλλαγμένον ἔχειν ἐποίησε νόμιμα πρὸς τὰ τῶν ἄλλων ἀνθρώπων. (8b) κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιμιξίας, ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην
55καταλυσάντων Μακεδόνων, πολλὰ τῶν πατρίων τοῖς Ἰουδαίοις νομίμων ἐκινήθη. (8c) οὕτως μὲν κἀνταῦθά φησιν περὶ τῶν παρὰ Ἰουδαίοις ἐθῶν τε καὶ νομίμων καὶ αὐτῶν ἐκείνων τῆς ἐξ Αἰγύπτου ἀπαλλαγῆς καὶ τοῦ θείου Μωυσέως, ψευδολογῶν τὰ πλεῖστα καὶ διερχόμενος πρὸς τοὺς ἐλέγχους πάλιν ὧν κατεψεύσατο τῆς ἀληθείας ἀναχώρησιν
60ἑαυτῶι μεθοδευσάμενος εἰς ἕτερον καὶ νῦν ἀναφέρει τῶν εἰρημένων τὴν παριστορίαν· ἐπάγει γὰρ περὶ μὲν τῶν Ἰουδαίων Ἑκαταῖος ὁ Μιλήσιος ταῦτα ἱστόρηκεν.

3a,264,F

7

DIODOR. 2, 47 (NATAL. COM. Myth. 9, 6): ἡμεῖς δ’ ἐπεὶ τὰ πρὸς ἄρκτους κεκλιμένα μέρη τῆς Ἀσίας ἠξιώσαμεν ἀναγραφῆς οὐκ ἀνοίκειον εἶναι νομίζομεν τὰ περὶ τῶν Ὑπερβορέων μυθολογούμενα διελθεῖν. τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότων Ἑκαταῖος καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας
5τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας. ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομα‐ ζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαι τῆς βορείου πνοῆς. οὖσαν δ’ αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δ’ εὐκρασίαι διαφέρουσαν, διττοὺς κατ’ ἔτος ἐκφέρειν καρπούς.
10 (2) μυθολογοῦσι δ’ ἐν αὐτῆι τὴν Λητὼ γεγονέναι· διὸ καὶ τὸν Ἀπόλλω μάλιστα τῶν ἄλλων θεῶν παρ’ αὐτοῖς τιμᾶσθαι. εἶναι δ’ αὐτοὺς ὥσπερ ἱερεῖς τινας Ἀπόλλωνος διὰ τὸ τὸν θεὸν τοῦτον καθ’ ἡμέραν ὑπ’ αὐτῶν ὑμνεῖσθαι μετ’
ὠιδῆς συνεχῶς καὶ τιμᾶσθαι διαφερόντως. ὑπάρχειν δὲ καὶ κατὰ τὴν νῆσον τέμενός τε Ἀπόλλωνος μεγαλοπρεπὲς καὶ ναὸν ἀξιόλογον ἀναθήμασι πολλοῖς14
15κεκοσμημένον, σφαιροειδῆ τῶι σχήματι. (3) καὶ πόλιν μὲν ὑπάρχειν ἱερὰν τοῦ θεοῦ τούτου, τῶν δὲ κατοικούντων αὐτὴν τοὺς πλείστους εἶναι κιθαριστάς, καὶ συνεχῶς ἐν τῶι ναῶι κιθαρίζοντας ὕμνους λέγειν τῶι θεῶι μετ’ ὠιδῆς, ἀποσεμ‐ νύνοντας αὐτοῦ τὰς πράξεις. (4) ἔχειν δὲ τοὺς Ὑπερβορέους ἰδίαν τινὰ διάλεκτον, καὶ πρὸς τοὺς Ἕλλη‐
20νας οἰκειότατα διακεῖσθαι, καὶ μάλιστα πρὸς τοὺς Ἀθηναίους καὶ Δηλίους, ἐκ παλαιῶν χρόνων παρειληφότας τὴν εὔνοιαν ταύτην. καὶ τῶν Ἑλλήνων τινὰς μυθολογοῦσι παραβαλεῖν εἰς Ὑπερβορέους, καὶ ἀναθήματα πολυτελῆ καταλιπεῖν γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένα. (5) ὡσαύτως δὲ καὶ ἐκ τῶν Ὑπερβορέων Ἄβαριν εἰς τὴν Ἑλλάδα καταντήσαντα τὸ παλαιὸν ἀνα‐
25σῶσαι τὴν πρὸς Δηλίους εὔνοιαν τε καὶ συγγένειαν. (5a) φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς ὀλίγον ἀπέχουσαν τῆς γῆς, καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὐτῆι φανεράς· (6) λέγεται δὲ καὶ τὸν θεὸν δι’ ἐτῶν ἐννεακαίδεκα καταντᾶν εἰς τὴν νῆσον, ἐν οἷς καὶ αἱ τῶν ἄστρων ἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται, καὶ διὰ τοῦτο
30τὸν ἐννεακαιδεκαετῆ χρόνον ὑπὸ τῶν Ἑλλήνων μέγαν ἐνιαυτὸν ὀνομάζεσθαι. (7) κατὰ δὲ τὴν ἐπιφάνειαν ταύτην τὸν θεὸν κιθαρίζειν τε καὶ χορεύειν συνεχῶς τὰς νύκτας ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις εὐημερήμασι τερπόμενον. (7a) βασιλεύειν δὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς
35ὀνομαζομένους Βορεάδας, ἀπογόνους ὄντας Βορέου, καὶ κατὰ γένος ἀεὶ διαδέχεσθαι τὰς ἀρχάς.

3a,264,F

8*

STRABON 7, 3, 6 p. 299: ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας βαδίζει (Apollodoros 244 F 157) Ῥιπαῖα ὄρη λέγοντας καὶ τὸ Ὠγύιον ὄρος καὶ τὴν τῶν Γοργόνων καὶ Ἑσπερίδων κατοικίαν (Hekataios von Milet 1 F 194) καὶ τὴν παρὰ Θεοπόμπωι (115 F 75) Μεροπίδα γῆν, παρ’ Ἑκαταίωι δὲ Κιμμερίδα πόλιν,
5παρ’ Εὐημέρωι (63 T 5) δὲ τὴν Παγχ〈α〉ίαν γῆν.

3a,264,F

9*

SCHOL. PIND. O 3, 28a: πανταχοῦ δὲ οἱ Ὑπερβόρεοι ἱεροὶ Ἀπόλλωνος. ἐκλήθησαν δὲ Ὑπερβόρεοι ἀπὸ Ὑπερβορέου τινὸς Ἀθηναίου, ὥς 〈φησι〉 Φανόδημος (III B)· Φιλοστέφανος (IV) δὲ τὸν Ὑπερβόρεον Θεσσαλόν φησιν εἶναι· ἄλλοι ἀπὸ Ὑπερβορέου Πελασγοῦ τοῦ Φορωνέως καὶ Περιμήδας τῆς Αἰόλου. ὁ δὲ
5Φερένικος τοὺς Ὑπερβορέους ἀπὸ τοῦ Τιτανικοῦ γένους φησὶν εἶναι. ὁ δὲ Ἑκαταῖος ἄλλως ἱστορεῖ.

3a,264,F

10

(1; B 4) SCHOL. APOLL. RHOD. 2, 675: Ὑπερβορέους μὴ εἶναι τελέως φησὶν Ἡρόδοτος (4, 36) .... Ποσειδώνιος (87 F 103) δὲ εἶναί φησι τοὺς Ὑπερβορέους,
κατοικεῖν δὲ περὶ τὰς Ἄλπεις τῆς Ἰταλίας· Μνασέας (V) δέ φησι νῦν τοὺς Ὑπερβορέους Δελφοὺς λέγεσθαι. Ἑκαταῖος δὲ μέχρι τῶν αὑτοῦ χρόνων εἶναί φησι τὸ τῶν15
5Ὑπερβορέων ἔθνος· ἔστι δὲ αὐτῶι βιβλία ἐπιγραφόμενα Περὶ Ὑπερβορέων. τιμᾶται δὲ παρὰ τοῖς Ὑπερβορέοις ὁ Ἀπόλλων, διὸ καὶ ἐκεῖσε χωρῶν ὤφθη. τρία δὲ ἔθνη τῶν Ὑπερβορέων· Ἐπιζεφύριοι καὶ Ἐπικνημίδιοι καὶ Ὀζόλαι.

3a,264,F

11a*

STEPH. BYZ. s. Ἐλίξοια· νῆσος Ὑπερβορέων, οὐκ ἐλάσσων Σικελίας, ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται Καραμβῦκαι ἀπὸ τοῦ ποταμοῦ, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης.

3a,264,F

11b*

—s. Καραμβύκαι· ἔθνος Ὑπερβορέων ἀπὸ ποταμοῦ Καραμβύκα, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης.

3a,264,F

12

AELIAN. NA 11, 1: ἀνθρώπων Ὑπερβορέων γένος καὶ τιμὰς Ἀπόλλωνος τὰς ἐκεῖθι ἄιδουσι μὲν [καὶ] ποιηταί, ὑμνοῦσι δὲ καὶ συγγραφεῖς, ἐν δὲ τοῖς καὶ Ἑκαταῖος, οὐχ ὁ Μιλήσιος ἀλλ’ ὁ Ἀβδηρίτης. ἃ δὲ λέγει πολλά τε καὶ σεμνὰ ἕτερα, οὔ μοι νῦν ἡ χρεία παρακαλεῖν δοκεῖ αὐτά .... ἃ δέ με
5μόνα ἥδε ἡ συγγραφὴ παρακαλεῖ ἔστι ταῦτα· ἱερεῖς εἰσι τῶιδε τῶι δαίμονι Βορέου καὶ Χιόνης υἱέες, τρεῖς τὸν ἀριθμόν, ἀδελφοὶ τὴν φύσιν, ἑξαπήγεις τὸ μῆκος. ὅταν οὖν οὗτοι τὴν νενομισμένην ἱερουργίαν κατὰ τὸν συνήθη καιρὸν τῶι προειρημένωι ἐπιτελῶσιν, ἐκ τῶν Ῥιπαίων οὕτω καλουμένων παρ’ αὐτοῖς ὀρῶν καταπέτονται κύκνων ἀμήχανα τῶι πλήθει νέφη, καὶ περιελθόντες
10τὸν νεὼν καὶ οἱονεὶ καθήραντες αὐτὸν τῆι πτήσει, εἶτα μέντοι κατίασιν ἐς τὸν τοῦ νεὼ περίβολον, μέγιστόν τε τὸ μέγεθος καὶ τὸ κάλλος ὡραιότατον ὄντα. ὅταν οὖν οἵ τε ὠιδοὶ τῆι σφετέραι μούσηι τῶι θεῶι προσάιδωσι καὶ μέντοι καὶ οἱ κιθαρισταὶ συγκρέκωσι τῶι χορῶι παναρμόνιον μέλος, ἐνταῦθά τοι καὶ οἱ κύκνοι συναναμέλπουσιν ὁμορροθοῦντες καὶ οὐδαμῶς οὐδαμῆ ἀπηχὲς
15καὶ ἀπωιδὸν ἐκεῖνοι μελωιδοῦντες, ἀλλὰ ὥσπερ οὖν ἐκ τοῦ χορολέκτου τὸ ἐνδόσιμον λαβόντες καὶ τοῖς σοφισταῖς τῶν ἱερῶν μελῶν τοῖς ἐπιχωρίοις συνάισαντες. εἶτα τοῦ ὕμνου τελεσθέντος, οἳ δὲ ἀναχωροῦσι τῆι πρὸς τὸν δαίμονα τιμῆι τὰ εἰθισμένα λατρεύσαντες, καὶ τὸν θεὸν ἀνὰ πᾶσαν τὴν ἡμέραν οἱ προειρημένοι ὡς εἰπεῖν χορευταὶ πτηνοὶ τέρψαντές τε ἅμα καὶ ἄισαντες.

3a,264,F

13

ANON. Peripl. Pont. Eux. 49, 6(= PS. SKYMN. 865 ff.): ἀπὸ δὲ τῶν Μαιωτῶν λαβοῦσα τὸ ὄνομα Μαιῶτις ἑξῆς ἐστι λίμνη κειμένη, εἰς ἣν ὁ Τάναις, ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμα Ἀράξεως, ἐπιμίσγεται, ὡς Ἑκαταῖος εἶφ’ ὁ Τήιος· ὡς δὲ Ἔφορος (70 F 159) ἱστόρηκεν, ἐκ λίμνης τινός,
5ἧς τὸ πέρας ἐστὶν ἄφραστον.16

3a,264,F

14

PLIN. NH 4, 94 (SOLIN. 19, 2): exeundum deinde est, ut extera Europae dicantur, transgressisque Ripaeos montes litus oceani septentrionalis in laeva, donec perveniatur Gadis, legendum. insulae complures sine nominibus eo situ traduntur, ex quibus ante Scythiam quae appellatur Baunonia unam abesse diei cursu ....
5Timaeus (III B) prodidit. reliqua litora incerta; signata fama septentrionalis oceani: Amalcium eum Hecataeus appellat a Parapaniso amne qua Scythiam adluit, quod nomen eius gentis lingua significat congelatum.

3a,264,F

15

AETIOS Plac. 2, 20, 16: Ἡράκλειτος (22 [12] A 12) καὶ Ἑκαταῖος ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης εἶναι τὸν ἥλιον.

3a,264,F

17

PLUTARCH. Quaest. conviv. 4, 3, 1 p. 666 D E: .... περὶ τῆς αἰτίας, δι’ ἣν πλεῖστοι τῶν ἄλλων ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμ‐ βάνονται, διηπόρησε (sc. Sossius Senecio). καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῆι πολυτελείαι κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους
5καλουμένων τὸ πλῆθος. ὁ γὰρ εἰπὼν (ἔφη) περὶ τῆς αἰτίας αὐτῆς τῶν παλαιῶν φιλοσόφων οὐδὲν ἐμοὶ γοῦν κριτῆι πιθανὸν εἴρηκεν Ἑκαταῖος ὁ Ἀβδηρίτης· λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρ’ ἐλευθέρων γαμοῦσι.

3a,264,F

18

EROTIAN. p. 55, 7 Na: κυρβασίην· τὴν λεγομένην τιάραν. Ἑκαταῖος δέ φησιν, ὅτι πῖλον βαρβαρικὸν οἱ κωμικοὶ λέγουσιν.

3a,264,F

19a

PORPHYR. Quaest. Hom. (I 383) I 138, 18 Schr: νῦν δὲ Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι δείκνυσθαι περὶ τὴν Διόσπολιν πολλῶν πυλῶν ἴχνη. ὡς δὲ† Κάτων ἱστορεῖ, ἡ Διόσπολις ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι κώμας μὲν εἶχε τρισμυρίας
5γλ, 〈ἀρούρας δὲ γψ〉, ἀνθρώπων δὲ μυριάδας ψ, ρ δὲ πύλαις διεκοσμεῖτο. ταύτην ἐτείχισε βασιλεὺς Ὄσιρις. τινὲς δέ φασι τῶν ἱερέων ὅτι ρ εἶχε πύλας, ἐξ ἑκάστης δὲ ὁπλῖται 〈μὲν〉 μύριοι, χίλιοι δὲ ἵπποι ἐξεστράτευον, 〈ἁρμελάται δὲ ϛ〉.

3a,264,F

19b

STEPH. BYZ. s. Διόσπολις· .... κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. πρὶν δὲ ὑπὸ Περσῶν ἀφανισθῆναι φησὶ † Κάτων, ὅτι 〈τρισ〉μυρίας τρισχιλίας κώμας εἶχε καὶ τριάκοντα, ἀνθρώπων δὲ μυριάδας ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρη‐
17
5μένον τρισχιλίων καὶ ἑπτακοσίων, ἑκατὸν δὲ πύλαις διακεκοσμημένη, τετρα‐ κόσια στάδια τὸ μῆκος.

3a,264,F

20

NATAL. COM. Myth. 9, 15: alii dicunt, inter quos fuit Callisthenes in Navigatione (fehlt nr. 124) et Hecataeus de Hyperboreis, duos colles fuisse in Phrygia, qui Aures asini vocarentur, super quibus munitissima oppida condita fuerunt, e quibus latrones complures viatores et peregrinos adoriebantur. his locis cum arma Midas in‐
5tulisset ac oppidis per vim potitus fuisset, obtruncatis eorum locorum latronibus, dictus est fabulose aures asini habere.

3a,264,F

21

JOSEPH. c. Ap. 1, 186 (EUSEB. PE 9, 4): (T 7 a) λέγει τοίνυν ὁ Ἑκαταῖος πάλιν τάδε· ὅτι μετὰ τὴν ἐν Γάζηι μάχην ὁ Πτολεμαῖος ἐγένετο τῶν περὶ Συρίαν τόπων ἐγκρατὴς, καὶ πολλοὶ τῶν ἀνθρώπων πυνθανόμενοι τὴν ἠπιότητα καὶ φιλανθρωπίαν τοῦ Πτολεμαίου συναπαίρειν εἰς Αἴγυπτον αὐτῶι καὶ κοινωνεῖν τῶν πραγμάτων ἠβουλή‐
5θησαν. (187) «ὧν εἷς ἦν (φησίν) Ἐξεκίας ἀρχιερεὺς τῶν Ἰουδαίων, ἄνθρωπος τὴν μὲν ἡλικίαν ὡς ἑξήκοντα ἓξ ἐτῶν, τῶι δὲ ἀξιώματι τῶι παρὰ τοῖς ὁμοέθνοις μέγας καὶ τὴν ψυχὴν οὐκ ἀνόητος, ἔτι δὲ καὶ λέγειν δυνατός, καὶ [τοῖς περ] τῶν πραγμάτων, εἴπερ τις ἄλλος, ἔμπειρος. (188) καίτοι (φησιν)
10οἱ πάντες ἱερεῖς τῶν Ἰουδαίων οἱ τὴν δεκάτην τῶν γινο‐ μένων λαμβάνοντες καὶ τὰ κοινὰ διοικοῦντες περὶ χιλίους μάλιστα καὶ πεντακοσίους εἰσίν». (189) πάλιν δὲ τοῦ προειρημένου μνημονεύων ἀνδρός «οὗτος (φησίν) ὁ ἄνθρωπος τετευχὼς τῆς τιμῆς ταύτης καὶ συνήθης ἡμῖν γενόμενος, παραλαβών τινας
15τῶν μεθ’ ἑαυτοῦ τήν τε διαφορὰν ἀνέγνω πᾶσαν †αὐτοῖς· εἶχεν γὰρ τὴν κατοίκησιν αὐτῶν καὶ τὴν πολιτείαν γεγραμ‐ μένην». (190) εἶτα Ἑκαταῖος δηλοῖ πάλιν πῶς ἔχομεν πρὸς τοὺς νόμους, ὅτι πάντα πάσχειν ὑπὲρ τοῦ μὴ παραβῆναι τούτους προαιρούμεθα καὶ καλὸν εἶναι νομίζομεν. (191) «τοι‐
20γαροῦν (φησί) καὶ κακῶς ἀκούοντες ὑπὸ τῶν ἀστυγειτόνων καὶ τῶν εἰσαφικνουμένων πάντες καὶ προπηλακιζόμενοι πολ‐ λάκις ὑπὸ τῶν Περσικῶν βασιλέων καὶ σατραπῶν οὐ δύνανται μεταπεισθῆναι τῆι διανοίαι, ἀλλὰ γεγυμνωμένως περὶ τούτων καὶ αἰκίαις καὶ θανάτοις δεινοτάτοις μάλιστα πάντων
25ἀπαντῶσι μὴ ἀρνούμενοι τὰ πάτρια». (192) παρέχεται δὲ καὶ τεκμήρια τῆς ἰσχυρογνωμοσύνης τῆς περὶ τῶν νόμων οὐκ ὀλίγα. φησὶ γὰρ Ἀλεξάνδρου ποτὲ ἐν Βαβυλῶνι γενομένου καὶ προελομένου τὸ τοῦ Βήλου πεπτωκὸς ἱερὸν ἀνακαθᾶραι καὶ πᾶσιν αὐτοῦ τοῖς στρατιώταις ὁμοίως φέρειν τὸν χοῦν προστάξαντος, μόνους τοὺς Ἰουδαίους οὐ προσ〈σ〉χεῖν ἀλλὰ καὶ πολλὰς ὑπομεῖναι πληγὰς καὶ ζημίας ἀποτῖσαι μεγάλας, ἕως18
30αὐτοῖς συγγνόντα τὸν βασιλέα δοῦναι τὴν ἄδειαν. (193) «ἔτι γε μὴν τῶν εἰς τὴν χώραν (φησί) πρὸς αὐτοὺς ἀφικνουμένων νεὼς καὶ βωμοὺς κατασκευασάντων ἅπαντα ταῦτα κατέσκαπτον, καὶ τῶν μὲν ζημίαν τοῖς σατράπαις ἐξέτινον, περί τινων δὲ καὶ συγ‐ γνώμης μετελάμβανον». καὶ προσεπιτίθησιν ὅτι δίκαιον ἐπὶ τούτοις αὐτούς ἐστι
35θαυμάζειν. (194) λέγει δὲ καὶ περὶ τοῦ πολυανθρωπότατον γεγονέναι ἡμῶν τὸ ἔθνος. «πολλὰς μὲν γὰρ ἡμῶν (φησίν), ἀνασπάστους εἰς Βαβυλῶνα Πέρσαι πρότερον αὐτῶν ἐποίησαν μυριάδας, οὐκ ὀλίγοι δὲ καὶ μετὰ τὸν Ἀλεξάνδρου θάνατον εἰς Αἴγυπτον καὶ Φοινίκην μετέ‐
40στησαν διὰ τὴν ἐν Συρίαι στάσιν». (195) ὁ δὲ αὐτὸς οὗτος ἀνὴρ καὶ τὸ μέγεθος τῆς χώρας ἣν κατοικοῦμεν καὶ τὸ κάλλος ἱστόρηκεν. «τριακοσίας γὰρ μυριάδας ἀρουρῶν σχεδὸν τῆς ἀρίστης καὶ παμφορωτάτης χώρας νέμονται (φησίν)· ἡ γὰρ Ἰουδαία τοσαύτη πλῆθός ἐστιν». (196) ἀλλὰ μὴν ὅτι καὶ τὴν πόλιν αὐτὴν τὰ Ἱεροσόλυμα καλλίστην τε καὶ μεγίστην
45ἐκ παλαιοτάτου κατοικοῦμεν, καὶ περὶ πλήθους ἀνδρῶν, καὶ περὶ τῆς τοῦ νεὼ κατασκευῆς οὕτως ὁ αὐτὸς διηγεῖται· (197) «ἔστι γὰρ τῶν Ἰουδαίων τὰ μὲν πολλὰ ὀχυρώματα κατὰ τὴν χώραν καὶ κῶμαι, μία δὲ πόλις ὀχυρ, πεντήκοντα μάλιστα σταδίων τὴν περίμετρον, ἣν οἰκοῦσι μὲν ἀνθρώπων περὶ δώδεκα μυριάδες, καλοῦσι δ’ αὐτὴν Ἱε‐

3a,264,F

21

(50)

ροσόλυμα. (198) ἐνταῦθα δ’ ἐστὶ κατὰ μέσον μάλιστα τῆς πόλεως περίβολος λίθινος, μῆκος ὡς πεντάπλεθρος, εὖρος δὲ πηχῶν ρ, ἔχων διπλᾶς πύλας, ἐν ὧι βωμός ἐστι τετράγω‐ νος ἀτμήτων συλλέκτων ἀργῶν λίθων οὕτως συγκείμενος, πλευρὰν μὲν ἑκάστην εἴκοσι πηχῶν, ὕψος δὲ δεκάπηχυ· καὶ
55παρ’ αὐτὸν οἴκημα μέγα, οὗ βωμός ἐστι καὶ λυχνίον, ἀμφό‐ τερα χρυσᾶ δύο τάλαντα τὴν ὁλκήν. (199) ἐπὶ τούτων φῶς ἐστιν ἀναπόσβεστον καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας. ἄγαλμα δὲ οὐκ ἔστιν οὐδὲ ἀνάθημα τὸ παράπαν οὐδὲ φύτευμα παν‐ τελῶς οὐδέν, οἷον ἀλσῶδες ἤ τι τοιοῦτον. διατρίβουσι δ’ ἐν
60αὐτῶι καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας ἱερεῖς, ἁγνείας τινὰς ἁγνεύοντες καὶ τὸ παράπαν οἶνον οὐ πίνοντες ἐν τῶι ἱερῶι». (200) ἔτι γε μὴν ὅτι καὶ Ἀλεξάνδρωι τῶι βασιλεῖ συνεστρατεύσαντο καὶ μετὰ ταῦτα τοῖς διαδόχοις αὐτοῦ μεμαρτύρηκεν· οἷς δ’ αὐτὸς παρατυχεῖν φησιν ὑπ’ ἀνδρὸς Ἰουδαίου κατὰ τὴν στρατείαν γενομένοις, τοῦτο παραθήσομαι. (201) λέγει δ’ οὕτως· «ἐμοῦ γοῦν
65ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν βαδίζοντος συνηκολούθει τις
μετὰ τῶν ἄλλων τῶν παραπεμπόντων ἡμᾶς ἱππέων Ἰου‐ δαῖος ὄνομα Μοσόλλαμος, ἄνθρωπος ἱκανῶς κατὰ ψυχὴν εὔρωστος καὶ τοξότης δὴ πάντων ὁμολογουμένως καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἄριστος. (202) οὗτος οὖν ὁ ἄνθρω‐19
70πος, διαβαδιζόντων πολλῶν κατὰ τὴν ὁδόν, καὶ μάντεώς τινος ὀρνιθευομένου καὶ πάντας ἐπισχεῖν ἀξιοῦντος, ἠρώ‐ τησε διὰ τ· προσμένουσι. (203) δείξαντος δὲ τοῦ μάν‐ τεως αὐτῶι τὸν ὄρνιθα καὶ φήσαντος, ἐὰν μὲν αὐτοῦ μένηι προσμένειν συμφέρειν πᾶσιν, ἂν δ’ ἀναστὰς εἰς τοὔμπροσ‐
75θεν πέτηται προάγειν, ἐὰν δὲ εἰς τοὔπισθεν ἀναχωρεῖν αὖθις, σιωπήσας καὶ παρελκύσας τὸ τόξον ἔβαλε, καὶ τὸν ὄρνιθα πατάξας ἀπέκτεινεν. (204) ἀγανακτούντων δὲ τοῦ μάντεως καί τινων ἄλλων καὶ καταρωμένων αὐτῶι τί μαίνεσθε (ἔφη) κακοδαίμονεσ; εἶτα τὸν ὄρνιθα λαβὼν εἰς τὰς χεῖρας πῶς
80γάρ (ἔφη) οὗτος τὴν αὐτοῦ σωτηρίαν οὐ προιδὼν περὶ τῆς ἡμετέρας πορείας ἡμῖν ἄν τι ὑγιὲς ἀπήγγελλεν; εἰ γὰρ ἐδύ‐ νατο προγιγνώσκειν τὸ μέλλον, εἰς τὸν τόπον τοῦτον οὐκ ἂν ἦλθε φοβούμενος, μὴ τοξεύσας αὐτὸν ἀποκτείνηι Μο‐ σόλλαμος ὁ Ἰουδαῖος».
85 (205) ἀλλὰ τῶν μὲν Ἑκαταίου μαρτυριῶν ἅλις· τοῖς γὰρ βουλομένοις πλείω μαθεῖν τῶι βιβλίωι ῥάδιόν ἐστι ἐντυχεῖν.

3a,264,F

22*

JOSEPH. c. Ap. 2, 42: οὐ γὰρ ἀπορίαι γε τῶν οἰκησόντων τὴν μετὰ σπουδῆς ὑπ’ αὐτοῦ πόλιν κτιζομένην Ἀλέξανδρος τῶν ἡμετέρων τινὰς ἐκεῖ συνήθροισεν, ἀλλὰ πάντας δοκιμάζων ἐπιμελῶς ἀρετῆς καὶ πίστεως τοῦτο τοῖς ἡμετέροις τὸ γέρας ἔδωκεν. (43) ἐτίμα γὰρ ἡμῶν τὸ ἔθνος, ὡς καί φησιν Ἑκαταῖος
5περὶ ἡμῶν, ὅτι διὰ τὴν ἐπιείκειαν καὶ πίστιν, ἣν αὐτῶι παρέσ‐ χον οἱ Ἰουδαῖοι, τὴν Σαμαρεῖτιν χώραν προσέθηκεν ἔχειν αὐτοῖς ἀφορολόγητον. (44) ὅμοια δὲ Ἀλεξάνδρωι καὶ Πτολεμαῖος ὁ Λάγου περὶ τῶν ἐν Ἀλεξανδρείαι κατοικούντων ἐφρόνησεν· καὶ γὰρ τὰ κατὰ τὴν Αἴγυπτον αὐτοῖς ἐνεχείρισε φρούρια πιστῶς ἅμα καὶ γενναίως φυλάξειν ὑπολαμβάνων, καὶ Κυρήνης ἐγκρατῶς
10ἄρχειν βουλόμενος, καὶ τῶν ἄλλων τῶν ἐν τῆι Λιβύηι πόλεων εἰς αὐτὰς μέρος Ἰουδαίων ἔπεμψε κατοικῆσον. (45) ὁ δὲ μετ’ αὐτὸν Πτολεμαῖος ὁ Φιλάδελφος ἐπικληθεὶς οὐ μόνον εἴ τινες ἦσαν αἰχμάλωτοι παρ’ αὐτῶι τῶν ἡμετέρων πάντας ἀπέδωκεν, ἀλλὰ καὶ χρήματα πολλάκις ἐδωρήσατο, καὶ τὸ μέγιστον ἐπιθυμητὴς ἐγένετο τοῦ γνῶναι τοὺς ἡμετέρους νόμους καὶ ταῖς τῶν ἱερῶν γραφῶν βίβλοις ἐντυχεῖν. (46) ἔπεμψε γοῦν ἀξιῶν ἄνδρας
15ἀποσταλῆναι τοὺς ἑρμηνεύσοντας αὐτῶι τὸν νόμον, καὶ τοῦ γραφῆναι ταῦτα καλῶς τὴν ἐπιμέλειαν ἐπέταξεν οὐ τοῖς τυχοῦσιν, ἀλλὰ Δημήτριον τὸν Φαληρέα καὶ Ἀνδρέαν καὶ Ἀριστέα, (47) τὸν μὲν παιδείαι τῶν καθ’ ἑαυτὸν διαφέροντα Δημήτριον, τοὺς δὲ τὴν τοῦ σώματος αὐτοῦ φυλακὴν ἐγκεχειρισμένους, ἐπὶ τῆς ἐπιμελείας ταύτης ἔταξεν.

3a,264,F

23

ARIST. ad Aristocr. ep. 3120
6δέον δ’ ἐστὶ καὶ ταῦθ’ ὑπάρχειν παρά σοι διηκριβω‐ μένα διὰ τὸ καὶ φιλοσοφωτέραν εἶναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην ὡς ἂν οὖσαν θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων καὶ τῶν κατ’ αὐτὰ πεπολιτευμένων [καὶ πολι‐
10τευομένων] ἀνδρῶν, διὸ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν, ὥς φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης.

3a,264,F

24

CLEM. AL. Strom. 5, 113, 1 (EUSEB. PE 13, 13, 40): (112, 4) ναὶ μὴν καὶ ἡ τραγωιδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει. ὁ μὲν Σοφοκλῆς (F 1025 N2), ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῶι Κατ’ Ἄβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾶι· «εἷς ταῖς ἀληθείαι‐
5σιν, εἷς ἐστιν θεός, / ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν / πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίας. / θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι, / ἱδρυσάμεσθα πημάτων παραψυχὴν / θεῶν ἀγάλματα ἐκ λίθων ἢ χαλκέων / ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· / θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις / στέφοντες οὕτως εὐσεβεῖν νομίζομεν».

3a,264,F

25

DIODOR. 1, 10: φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥαιδίως ἐκτρέφειν τὰ ζωογονηθέντα· τήν τε γὰρ τοῦ καλάμου ῥίζαν καὶ τὸν λωτόν, ἔτι δὲ
5τὸν Αἰγύπτιον κύαμον καὶ τὸ καλούμενον κορσαῖον καὶ πολλὰ τοιαῦθ’ ἕτερα τροφὴν ἑτοίμην παρέχεσθαι τῶι γένει τῶν ἀνθρώπων. (2) τῆς δ’ ἐξ ἀρχῆς παρ’ αὐτοῖς ζωογονίας τεκμή‐ ριον πειρῶνται φέρειν τὸ καὶ νῦν ἔτι τὴν ἐν Θηβαίδι χώραν κατά τινας καιροὺς τοσούτους καὶ τηλικούτους μῦς γεννᾶν ὥστε τοὺς ἰδόντας τὸ γινόμενον ἐκπλήττεσθαι· ἐνίους γὰρ αὐτῶν ἕως μὲν τοῦ στήθους καὶ τῶν ἐμπροσθίων ποδῶν διατετυπῶσθαι καὶ σκαρίζειν καὶ
10κίνησιν λαμβάνειν, τὸ δὲ λοιπὸν τοῦ σώματος ἔχειν ἀδιατύπωτον, μενούσης ἔτι κατὰ φύσιν τῆς βώλου. (3) ἐκ τούτου δ’ εἶναι φανερόν, ὅτι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν τῆς γῆς εὐκράτου καθεστώσης μάλιστ’ ἂν ἔσχε τὴν γένεσιν τῶν ἀνθρώπων ἡ κατ’ Αἴγυπτον χώρα· καὶ γὰρ νῦν οὐδαμοῦ τῆς ἄλλης γῆς φυούσης οὐδὲν τῶν τοιούτων, ἐν μόνηι ταύτηι θεωρεῖσθαί τινα τῶν ἐμψύχων παραδόξως ζωογονούμενα. (4) καθόλου δὲ λέγουσιν, εἴτε
15κατὰ τὸν ἐπὶ Δευκαλίωνος γενόμενον κατακλυσμὸν ἐφθάρη τὰ πλεῖστα τῶν ζώιων, εἰκὸς μάλιστα διασεσῶσθαι τοὺς κατὰ τὴν Αἴγυπτον ὑπὸ τὴν μεσημβρίαν κατοικοῦντας, ὡς ἂν τῆς χώρας αὐτῶν οὔσης ἀνόμβρου κατὰ τὸ πλεῖστον· εἴτε (καθάπερ τινές φασι) παντελοῦς γενομένης τῶν ἐμψύχων φθορᾶς ἡ γῆ πάλιν ἐξ ἀρχῆς καινὰς ἤνεγκε τῶν ζώιων φύσεις,
ὅμως καὶ κατὰ τοῦτον τὸν λόγον πρέπειν τὴν ἀρχηγὸν τῶν ἐμψύχων γένεσιν προσάπτειν21
20ταύτηι τῆι χώραι. (5) τῆς γὰρ παρὰ τοῖς ἄλλοις ἐπομβρίας τῶι παρ’ ἑαυτοῖς γινομένωι καύματι μιγείσης εἰκὸς εὐκρατότατον γενέσθαι τὸν ἀέρα πρὸς τὴν ἐξ ἀρχῆς τῶν πάντων ζωογονίαν. (6) καὶ γὰρ ἐν τοῖς καθ’ ἡμᾶς ἔτι χρόνοις ..... (11) τοὺς δ’ οὖν κατ’ Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους, ἀναβλέψαντας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν
25εἶναι δύο θεοὺς ἀιδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν, τὴν δὲ Ἶσιν ὀνομάσαι, ἀπό τινος ἐτύμου τεθείσης ἑκατέρας τῆς προσηγορίας ταύτης. (2) μεθερμηνευομένων γὰρ τούτων εἰς τὸν Ἑλληνικὸν τῆς διαλέκτου τρόπον εἶναι τὸν μὲν Ὄσιριν πολυόφθαλμον εἰκότως· πανταχῆι γὰρ ἐπιβάλλοντα τὰς ἀκτῖνας ὥσπερ ὀφθαλμοῖς πολλοῖς βλέπειν ἅπασαν γῆν καὶ θάλατταν. καὶ τὸν ποιητὴν δὲ λέγειν σύμφωνα τούτοις
30(Γ 277; λ 109; 423) «Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾶι καὶ πάντ’ ἐπακούει». (3) τῶν δὲ παρ’ Ἕλλησι παλαιῶν μυθολόγων τινὲς τὸν Ὄσιριν Διόνυσον προσονομάζουσι .... (4) .... τὴν δὲ Ἶσιν μεθερμηνευομένην εἶναι παλαιάν, τεθειμένης τῆς προσηγορίας ἀπὸ τῆς ἀιδίου καὶ παλαιᾶς γενέσεως .... (5) τούτους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν, τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις ἀοράτωι κινήσει τὴν περίοδον ἀπαρτιζού‐
35σαις, τῆι τε ἐαρινῆι καὶ θερινῆι καὶ χειμερινῆι. ταύτας δ’ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστηι συμφωνίαι. φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζωογονίαν τῶν θεῶν τούτων, τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῆι δ’ ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. (6) διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων
40μέρη πέντε τὰ προειρημένα—τό τε πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρόν, καὶ τὸ τελευταῖον τὸ ἀερῶδες—ὥσπερ ἐπ’ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων. (12) τούτων δ’ ἕκαστον θεὸν νομίσαι καὶ προσηγορίαν ἰδίαν ἑκάστωι θεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτωι χρησαμένους διηρθρωμένηι τῶν κατ’ Αἴγυπτον ἀνθρώπων.
45(2) τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι μεθερμηνευομένης τῆς λέξεως, ὃν αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζώιοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα πατέρα. συμφωνεῖν δὲ τούτοις φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρ’ Ἕλλησι ποιητῶν ἐπὶ τοῦ θεοῦ τούτου λέγοντα (Α 544 ö.) «πατὴρ ἀνδρῶν τε θεῶν τε». (3) τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ

3a,264,F

25

(50)

τελείαν αὔξησιν. (4) τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα
προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητραν καλεῖν, βραχὺ μετατεθείσης διὰ τὸν χρόνον τῆς λέξεως· τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι Γῆν μητέρα, καθάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα (F 302 Ke) «Γῆ μήτηρ πάντων, Δημήτηρ πλου‐ τοδότειρα». (5) τὸ δ’ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς Ὠκεάνην, ὃ μεθερμηνευό‐22
55μενον μὲν εἶναι τροφὴν μητέρα. παρ’ ἐνίοις δὲ τῶν Ἑλλήνων Ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι, περὶ οὗ καὶ τὸν ποιητὴν λέγειν (Ξ 201) «Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν». (6) οἱ γὰρ Αἰγύπτιοι νομίζουσι Ὠκεανὸν εἶναι τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον, πρὸς ὧι καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι. τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἶναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας, οἷον Διός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλω‐
60νος, Πανός, Εἰλειθυίας, ἄλλων πλειόνων. (7) τὸν δ’ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν μεθερμηνευομένης τῆς λέξεως, καὶ Διὸς θυγατέρα νομίσαι ταύτην, καὶ παρθένον ὑποστή‐ σασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμ‐ παντος κόσμου· διόπερ ἐκ τῆς κορυφῆς τοῦ Διὸς μυθολογηθῆναι ταύτην γενέσθαι. (8) ὠνομάσθαι δὲ αὐτὴν Τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν αὐτῆς τὴν φύσιν κατ’ ἐνιαυτόν,
65ἔαρος καὶ θέρους καὶ χειμῶνος. λέγεσθαι δ’ αὐτὴν καὶ Γλαυκῶπιν οὐχ ὥσπερ ἔνιοι τῶν Ἑλλήνων ὑπέλαβον ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς ἔχειν γλαυκούς—τοῦτο μὲν γὰρ εὔηθες ὑπάρ‐ χειν—ἀλλ’ ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον. (9) φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι, φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζώιων μορφαῖς, ἔστι δ’ ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μετα‐
70βάλλοντας· καὶ τοῦτο μὴ μυθῶδες ὑπάρχειν ἀλλὰ δυνατόν, εἴπερ οὗτοι πρὸς ἀλήθειάν εἰσιν οἱ πάντα γεννῶντες. (10) καὶ τὸν ποιητὴν δὲ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα παρὰ τῶν ἱερέων τῶν τοιούτων λόγων θεῖναί που κατὰ τὴν ποίησιν τὸ προειρημένον ὡς γινόμενον (ρ 4857) «καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδάποισι / παντοῖοι τελέθοντες ἐπι‐ στρωφῶσι πόληας / ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐσορῶντες».
75 (13) περὶ μὲν οὖν τῶν ἐν οὐρανῶι θεῶν καὶ γένεσιν ἀίδιον ἐσχηκότων τοσαῦτα λέγουσιν Αἰγύπτιοι· ἄλλους δ’ ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασι‐ λεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. (2) μεθερμηνευομένων δ’ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δ’ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιόν τε καὶ Κρόνον καὶ Ῥέαν
80ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαι‐ στον, ἔτι δ’ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. (3) καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον, ὁμώνυμον ὄντα τῶι κατ’ οὐρανὸν ἄστρωι. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον καὶ διὰ τὴν εὐχρηστίαν ταύτην τυχόντα τῆς ἡγεμονίας· γενομένου γὰρ ἐν τοῖς ὄρεσι κεραυνοβόλου δένδρου καὶ τῆς πλησίον
85ὕλης καομένης, προσελθόντα τὸν Ἥφαιστον κατὰ τὴν χειμέριον ὥραν ἡσθῆναι διαφερόντως ἐπὶ τῆι θερμασίαι, λήγοντος δὲ τοῦ πυρὸς ἀεὶ τῆς ὕλης ἐπιβάλλειν, καὶ τούτωι τῶι τρόπωι διατηροῦντα τὸ πῦρ προκαλεῖσθαι τοὺς ἄλλους ἀνθρώπους πρὸς τὴν ἐξ αὐτοῦ γινομένην εὐχρηστίαν. (4) μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεν‐ νῆσαι κατὰ μὲν τινὰς τῶν μυθολόγων Ὄσιριν καὶ Ἶσιν, κατὰ δὲ τοὺς πλείστουσ Δία τε καὶ
90Ἥραν, οὓς δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου. (4a) ἐκ δὲ τούτων γενέσθαι πέντε θεούς, καθ’ ἑκάστην τῶν ἐπαγομένων παρ’ Αἰγυπτίοις πένθ’ ἡμερῶν ἑνὸς γεν‐
νηθέντος· ὀνόματα δὲ ὑπάρξαι τοῖς τεκνωθεῖσιν Ὄσιριν καὶ Ἶσιν, ἔτι δὲ Τυφῶνα καὶ Ἀπόλλωνα καὶ Ἀφροδίτην. (5) καὶ τὸν μὲν Ὄσιριν μεθερμηνευόμενον εἶναι Διόνυσον, τὴν δὲ Ἶσιν ἔγγιστά πως Δήμητραν. ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν23
95διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ βίου. (14) πρῶτον μὲν γὰρ παῦσαι τῆς ἀλληλοφαγίας τὸ τῶν ἀνθρώπων γένος, εὑρούσης μὲν Ἴσιδος τόν τε τοῦ πυροῦ καὶ τῆς κριθῆς καρπόν, φυόμενον μὲν ὡς ἔτυχε κατὰ τὴν χώραν μετὰ τῆς ἄλλης βοτάνης, ἀγνοούμενον δ’ ὑπὸ τῶν ἀνθρώπων, τοῦ δὲ Ὀσίριδος ἐπι‐ νοησαμένου τὴν τούτων κατεργασίαν τῶν καρπῶν, ἡδέως μεταθέσθαι πάντας τὴν τροφὴν

3a,264,F

25

(100)

διά τε τὴν ἡδονὴν τῆς φύσεως τῶν εὑρεθέντων καὶ διὰ τὸ φαίνεσθαι συμφέρον ὑπάρχειν ἀπέχεσθαι τῆς κατ’ ἀλλήλων ὠμότητος. (2) μαρτύριον δὲ φέρουσι τῆς εὑρέσεως τῶν εἰρημένων καρπῶν τὸ τηρούμενον παρ’ αὐτοῖς ἐξ ἀρχαίων νόμιμον· ἔτι γὰρ καὶ νῦν κατὰ τὸν θερισμὸν τοὺς πρώτους ἀμηθέντας στάχυς θέντας τοὺς ἀνθρώπους κόπτεσθαι πλησίον τοῦ δράγματος καὶ τὴν Ἶσιν ἀνακαλεῖσθαι, καὶ τοῦτο πράττειν ἀπονέμοντας τιμὴν τῆι
105θεῶι τῶν εὑρημένων κατὰ τὸν ἐξ ἀρχῆς τῆς εὑρέσεως καιρόν. (3) παρ’ ἐνίαις δὲ τῶν πόλεων καὶ τοῖς Ἰσείοις ἐν τῆι πομπῆι μετὰ τῶν ἄλλων φέρεσθαι καὶ πυθμένας πυρῶν καὶ κριθῶν, ἀπομνημονεύματα τῶν ἐξ ἀρχῆς τῆι θεῶι φιλοτέχνως εὑρεθέντων. (4) θεῖναι δέ φασι καὶ νόμους τὴν Ἶσιν, καθ’ οὓς ἀλλήλοις διδόναι τοὺς ἀνθρώπους τὸ δίκαιον, καὶ τῆς ἀθέσμου βίας καὶ ὕβρεως παύσασθαι διὰ τὸν ἀπὸ τῆς τιμωρίας φόβον· διὸ καὶ τοὺς παλαιοὺς Ἕλ‐
110ληνας τὴν Δήμητραν θεσμοφόρον ὀνομάζειν, ὡς τῶν νόμων πρῶτον ὑπὸ ταύτης τεθειμένων. (15) κτίσαι δέ φασι τοὺς περὶ τὸν Ὄσιριν πόλιν ἐν τῆι Θηβαίδι τῆι κατ’ Αἴγυπτον ἑκα‐ τόμπυλον, ἣν ἐκείνους μὲν ἐπώνυμον ποιῆσαι τῆς μητρός, τοὺς δὲ μεταγενεστέρους αὐτὴν ὀνομάζειν Διὸς πόλιν, ἐνίους δὲ Θήβας. (2) ἀμφισβητεῖται δ’ ἡ κτίσις τῆς πόλεως ταύτης οὐ μόνον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρ’ αὐτοῖς τοῖς κατ’ Αἴγυπτον ἱερεῦσι· πολλοὶ
115γὰρ ἱστοροῦσιν οὐχ ὑπὸ τῶν περὶ τὸν Ὄσιριν κτισθῆναι τὰς Θήβας, ἀλλὰ πολλοῖς ὕστερον ἔτεσιν ὑπό τινος βασιλέως περὶ οὗ τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν (45, 4—7). (3) ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων Διός τε καὶ Ἥρας ἀξιόλογον τῶι τε μεγέθει καὶ τῆι λοιπῆι πολυτελείαι, καὶ ναοὺς χρυσοῦς δύο Διός, τὸν μὲν μείζονα τοῦ οὐρανίου, τὸν δὲ ἐλάττονα τοῦ βεβασιλευκότος καὶ πατρὸς αὐτῶν, ὅν τινες Ἄμμωνα καλοῦσι.
120(4) κατασκευάσαι δὲ καὶ τῶν ἄλλων θεῶν τῶν προειρημένων ναοὺς χρυσοῦς, ὧν ἑκάστωι τιμὰς ἀπονεῖμαι καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς. (4a) προτιμᾶσθαι δὲ παρὰ τῶι Ὀσίριδι καὶ τῆι Ἴσιδι τοὺς τὰς τέχνας ἀνευρίσκοντας ἢ μεθοδεύοντάς τι τῶν χρησίμων· (5) διόπερ ἐν τῆι Θηβαίδι χαλκουργείων εὑρεθέντων καὶ χρυσείων, ὅπλα τε κατασκευά‐ σασθαι, δι’ ὧν τὰ θηρία κτείνοντας καὶ τὴν γῆν ἐργαζομένους φιλοτίμως ἐξημερῶσαι τὴν
125χώραν, ἀγάλματά τε καὶ χρυσοῦς ναοὺς κατασκευάσασθαι τῶν θεῶν διαπρεπεῖς. (6) γενέσθαι δὲ καὶ φιλογέωργον τὸν Ὄσιριν καὶ τραφῆναι μὲν τῆς εὐδαίμονος Ἀραβίας ἐν Νύσηι .... (9) τιμᾶσθαι δ’ ὑπ’ αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν, διαφόρωι φύσει κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον. (16) ὑπὸ γὰρ τούτου πρῶτον μὲν τήν τε κοινὴν διάλεκτον διαρθρωθῆναι, καὶ πολλὰ τῶν ἀνωνύμων
130τυχεῖν προσηγορίας, τήν τε εὕρεσιν τῶν γραμμάτων γενέσθαι καὶ τὰ περὶ τὰς τῶν θεῶν τιμὰς καὶ θυσίας διαταχθῆναι· περί τε τῆς τῶν ἄστρων τάξεως καὶ περὶ τῆς τῶν φθόγγων ἁρμονίας καὶ φύσεως τοῦτον πρῶτον γενέσθαι παρατηρητήν· καὶ παλαίστρας εὑρετὴν
ὑπάρξαι, καὶ τῆς εὐρυθμίας καὶ τῆς περὶ τὸ σῶμα πρεπούσης πλάσεως ἐπιμεληθῆναι· λύραν τε εὑρεῖν, ἣν ποιῆσαι τρίχορδον μιμησάμενον τὰς κατ’ ἐνιαυτὸν ὥρας· τρεῖς γὰρ24
135αὐτὸν ὑποστήσασθαι φθόγγους, ὀξὺν καὶ βαρὺν καὶ μέσον, ὀξὺν μὲν ἀπὸ τοῦ θέρους, βαρὺν δὲ ἀπὸ τοῦ χειμῶνος, μέσον δὲ ἀπὸ τοῦ ἔαρος. καὶ τοὺς Ἕλληνας διδάξαι τοῦτον τὰ περὶ τὴν ἑρμηνείαν, ὑπὲρ ὧν Ἑρμῆν αὐτὸν ὠνομάσθαι. (2) καθόλου δὲ τοὺς περὶ τὸν Ὄσιριν τοῦτον ἔχοντας ἱερογραμματέα ἅπαντ’ αὐτῶι προσανακοινοῦσθαι, καὶ μάλιστα χρῆσθαι τῆι τούτου συμβουλίαι. καὶ τῆς ἐλαίας δὲ τὸ φυτὸν αὐτὸν εὑρεῖν ἀλλ’ οὐκ Ἀθηνᾶν, ὥσπερ
140Ἕλληνές φασι. 17, 1—20, 5. (20, 6) μετὰ δὲ ταῦτ’ ἐξ ἀνθρώπων εἰς θεοὺς μετα‐ στάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ θυσιῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν· τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ μυστικῶς εἰσηγήσασθαι, μεγα‐ λύνοντας τοῦ θεοῦ τὴν δύναμιν. (21) τῶν δ’ ἱερέων περὶ τῆς Ὀσίριδος τελευτῆς ἐξ ἀρχαίων ἐν ἀπορρήτοις παρειληφότων, τῶι χρόνωι ποτὲ συνέβη διά τινων εἰς τοὺς πολλοὺς
145ἐξενεχθῆναι τὸ σιωπώμενον. (2) φασὶ γὰρ νομίμως βασιλεύοντα τῆς Αἰγύπτου τὸν Ὄσιριν ὑπὸ Τυφῶνος ἀναιρεθῆναι τἀδελφοῦ, βιαίου καὶ ἀσεβοῦς ὄντος, ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιθεμένων ἑκάστωι μερίδα, βουλόμενον πάντας μετασχεῖν τοῦ μύσους, καὶ διὰ τούτου νομίζοντα συναγωνιστὰς ἕξειν καὶ φύλακας τῆς βασιλείας βεβαίους. (3) τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν

3a,264,F

25

(150)

τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὥρου· ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς συμπράξαντας βασιλεῦσαι τῆς Αἰγύπτου. (4) γενέσθαι δὲ τὴν μάχην παρὰ τὸν ποταμὸν πλησίον τῆς νῦν Ἀνταίου κώμης καλουμένης, ἣν κεῖσθαι μὲν λέγουσιν ἐν τῶι κατὰ τὴν Ἀραβίαν μέρει, τὴν προσηγορίαν δ’ ἔχειν ἀπὸ τοῦ κολασθέντος ὑφ’ Ἡρακλέους Ἀνταίου τοῦ κατὰ τὴν Ὀσίριδος ἡλικίαν γενομένου. (5) τὴν δ’ οὖν Ἶσιν πάντα τὰ μέρη τοῦ
155σώματος πλὴν τῶν αἰδοίων ἀνευρεῖν. βουλομένην δὲ τὴν τἀνδρὸς ταφὴν ἄδηλον ποιῆσαι καὶ τιμωμένην παρὰ πᾶσι τοῖς τὴν Αἴγυπτον κατοικοῦσι, συντελέσαι τὸ δόξαν τοιῶιδε τινὶ τρόπωι. (6) ἑκάστωι τῶν μερῶν περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ, παραπλήσιον Ὀσίριδι τὸ μέγεθος, ἐξ ἀρωμάτων καὶ κηροῦ· εἰσκαλεσαμένην δὲ κατὰ γένη τῶν ἱερέων ἐξορκίσαι πάντας μηδενὶ δηλώσειν τὴν δοθησομένην αὐτοῖς πίστιν, κατ’ ἰδίαν
160δὲ ἑκάστοις εἰπεῖν ὅτι μόνοις ἐκείνοις παρατίθεται τὴν τοῦ σώματος ταφήν· καὶ τῶν εὐερ‐ γεσιῶν ὑπομνήσασαν παρακαλέσαι θάψαντας ἐν τοῖς ἰδίοις τόποις τὸ σῶμα τιμᾶν ὡς θεὸν τὸν Ὄσιριν, καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρ’ αὐτοῖς ζώιων ἓν ὁποῖον ἂν βουληθῶσι, καὶ τοῦτ’ ἐν μὲν τῶι ζῆν τιμᾶν καθάπερ καὶ πρότερον τὸν Ὄσιριν, μετὰ δὲ τὴν τελευτὴν τῆς ὁμοίας ἐκείνωι κηδείας ἀξιοῦν. (7) βουλομένην δὲ τὴν Ἶσιν καὶ τῶι λυσιτελεῖ προ‐
165τρέψασθαι τοὺς ἱερεῖς ἐπὶ τὰς προειρημένας τιμάς, τὸ τρίτον μέρος τῆς χώρας αὐτοῖς δοῦναι πρὸς τὰς τῶν θεῶν θεραπείας τε καὶ λειτουργίας. (8) τοὺς δ’ ἱερεῖς λέγεται, μνημονεύοντας τῶν Ὀσίριδος εὐεργεσιῶν καὶ τῆι παρακαλούσηι βουλομένους χαρίζεσθαι, πρὸς δὲ τούτοις τῶι λυσιτελεῖ προκληθέντας πάντα πρᾶξαι κατὰ τὴν Ἴσιδος ὑποθήκην. (9) διὸ καὶ μέχρι τοῦ νῦν ἑκάστους τῶν ἱερέων ὑπολαμβάνειν παρ’ ἑαυτοῖς τετάφθαι τὸν Ὄσιριν,
170καὶ τά τε ἐξ ἀρχῆς καθιερωθέντα ζῶια τιμᾶν, καὶ τελευτησάντων αὐτῶν ἐν ταῖς ταφαῖς ἀνανεοῦσθαι τὸ τοῦ Ὀσίριδος πένθος. (10) τοὺς δὲ ταύρους τοὺς ἱεροὺς τόν
τε ὀνομαζόμενον Ἆπιν καὶ τὸν Μνεῦιν, Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῆι καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις· (11) ταῦτα γὰρ τὰ ζῶια τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι μάλιστα πρός τε τὸν σπόρον καὶ τὰς κοινὰς25
175ἁπάντων ἐκ τῆς γεωργίας ὠφελείας. (22) (6a) τὰ μὲν οὖν ἀνευρεθέντα τοῦ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον, τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσι διὰ τὸ μηδένα τῶν συνεργη‐ σάντων αὐτὸ λαβεῖν βουληθῆναι, ὑπὸ δὲ τῆς Ἴσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων· ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμᾶν καταδεῖξαι,
180καὶ κατὰ τὰς τελετὰς καὶ τὰς θυσίας τὰς τῶι θεῶι τούτωι γινομένας ἐντιμότατον ποιῆσαι, καὶ πλείστου σεβασμοῦ τυγχάνειν. (7) διὸ καὶ τοὺς Ἕλληνας ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτὰς τιμᾶν τοῦτο τὸ μόριον ἔν τε τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φάλλον. (23) εἶναι δὲ ἔτη φασὶν ἀπὸ Ὀσίριδος καὶ Ἴσιδος ἕως τῆς Ἀλεξάνδρου βασιλείας τοῦ
185κτίσαντος ἐν Αἰγύπτωι τὴν ἐπώνυμον αὐτοῦ πόλιν πλείω τῶν μυρίων, ὡς δ’ ἔνιοι γράφουσι βραχὺ λείποντα τῶν δισμυρίων καὶ τρισχιλίων. (25, 7) δοκεῖ δ’ ὕστατος τῶν θεῶν οὗτος (Horos) βασιλεῦσαι μετὰ τὴν τοῦ πατρὸς Ὀσίριδος ἐξ ἀνθρώπων μετάστασιν. τὸν δὲ Ὦρον μεθερμηνευόμενόν φασι Ἀπόλλωνα ὑπάρχειν, καὶ τήν τε ἰατρικὴν καὶ τὴν μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα διὰ
190τῶν χρησμῶν καὶ τῶν θεραπειῶν εὐεργετεῖν τὸ τῶν ἀνθρώπων γένος. (26) οἱ δ’ ἱερεῖς τῶν Αἰγυπτίων τὸν χρόνον ἀπὸ τῆς Ἡλίου βασιλείας συλλογιζόμενοι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως εἰς τὴν Ἀσίαν φασὶν ὑπάρχειν ἐτῶν μάλιστά πως δισμυρίων καὶ τρισχιλίων. (2) μυθολογοῦσι δὲ καὶ τῶν θεῶν τοὺς μὲν ἀρχαιοτάτους βασι‐ λεῦσαι πλείω τῶν χιλίων καὶ διακοσίων ἐτῶν, τοὺς δὲ μεταγενεστέρους οὐκ ἐλάττω τῶν
195τριακοσίων. (3) ἀπίστου δ’ ὄντος τοῦ πλήθους τῶν ἐτῶν, ἐπιχειροῦσί τινες λέγειν ὅτι τὸ παλαιόν, οὔπω τῆς περὶ τὸν ἥλιον κινήσεως ἐπεγνωσμένης, συνέβαινε κατὰ τὴν τῆς σελήνης περίοδον γενέσθαι τὸν ἐνιαυτόν· (4) διόπερ τῶν ἐτῶν τριακοντημέρων ὄντων, οὐκ ἀδύνατον εἶναι βεβιωκέναι τινὰς ἔτη χίλια καὶ διακόσια· καὶ γὰρ νῦν δυοκαίδεκα μηνῶν ὄντων τῶν ἐνιαυτῶν οὐκ ὀλίγους ὑπὲρ ἑκατὸν ἔτη ζῆν. (5) παραπλήσια δὲ λέγουσι καὶ περὶ τῶν τριακόσια

3a,264,F

25

(200)

ἔτη δοκούντων ἄρξαι· κατ’ ἐκείνους γὰρ τοὺς χρόνους τὸν ἐνιαυτὸν ἀπαρτίζεσθαι τέτταρσι μησὶ τοῖς γινομένοις κατὰ τὰς ἑκάστων τῶν χρόνων ὥρας, οἷον ἔαρος θέρους χειμῶνος· ἀφ’ ἧς αἰτίας καὶ παρ’ ἐνίοις τῶν Ἑλλήνων τοὺς ἐνιαυτοὺς ὥρους καλεῖσθαι, καὶ τὰς κατ’ ἔτος ἀναγραφὰς ὡρογραφίας προσαγορεύεσθαι. (28) οἱ δ’ οὖν Αἰγύπτιοί φασι καὶ μετὰ ταῦτα ἀποικίας πλείστας ἐξ Αἰγύπτου κατὰ
205πᾶσαν διασπαρῆναι τὴν οἰκουμένην. εἰς Βαβυλῶνα μὲν γὰρ ἀγαγεῖν ἀποίκους Βῆλον τὸν
νομιζόμενον Ποσειδῶνος εἶναι καὶ Λιβύης· ὃν παρὰ τὸν Εὐφράτην ποταμὸν καθιδρυθέντα τούς τε ἱερεῖς καταστήσασθαι παραπλησίως τοῖς κατ’ Αἴγυπτον ἀτελεῖς καὶ πάσης λει‐ τουργίας ἀπολελυμένους, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους· τάς τε παρατηρήσεις τῶν ἄστρων τούτους ποιεῖσθαι, μιμουμένους τοὺς παρ’ Αἰγυπτίοις ἱερεῖς καὶ φυσικούς, ἔτι δὲ26
210ἀστρολόγους. (2) λέγουσι δὲ καὶ τοὺς περὶ Δαναὸν ὁρμηθέντας ὁμοίως ἐκεῖθεν συνοικίσαι τὴν ἀρχαιοτάτην σχεδὸν τῶν παρ’ Ἕλλησι πόλεων Ἄργος. (2a) τό τε τῶν Κόλχων ἔθνος ἐν τῶι Πόντωι καὶ τὸ τῶν Ἰουδαίων ἀνὰ μέσον Ἀραβίας καὶ Συρίας οἰκίσαι τινὰς ὁρμηθέντας παρ’ ἑαυτῶν· (3) διὸ καὶ παρὰ τοῖς γένεσι τούτοις ἐκ παλαιοῦ παραδεδόσθαι τὸ περιτέμνειν τοὺς γεννωμένους παῖδας, ἐξ Αἰγύπτου μετενηνεγμένου τοῦ νομίμου. (4) καὶ
215τοὺς Ἀθηναίους δέ φασιν ἀποίκους εἶναι Σαιτῶν τῶν ἐξ Αἰγύπτου, καὶ πειρῶνται τῆς οἰκειό‐ τητος ταύτης φέρειν ἀποδείξεις· παρὰ μόνοις γὰρ τῶν Ἑλλήνων τὴν πόλιν ἄστυ καλεῖσθαι, μετενηνεγμένης τῆς προσηγορίας ἀπὸ τοῦ παρ’ αὐτοῖς Ἄστεος. ἔτι δὲ τὴν πολιτείαν τὴν αὐτὴν ἐσχηκέναι τάξιν καὶ διαίρεσιν τῆι παρ’ Αἰγυπτίοις, εἰς τρία μέρη διανεμηθείσηι· (5) καὶ πρώτην μὲν ὑπάρξαι μερίδα τοὺς εὐπατρίδας καλουμένους, οἵτινες ἱεροποιοὶ (?)
220ὑπῆρχον, ἐν παιδείαι μάλιστα διατετριφότες καὶ τῆς μεγίστης ἠξιωμένοι τιμῆς παραπλη‐ σίως τοῖς κατ’ Αἴγυπτον ἱερεῦσι· δευτέραν δὲ τάξιν γενέσθαι τὴν τῶν γεωμόρων, τῶν ὀφειλόντων ὅπλα κεκτῆσθαι καὶ πολεμεῖν ὑπὲρ τῆς πόλεως ὁμοίως τοῖς κατ’ Αἴγυπτον ὀνομαζομένοις γεωργοῖς καὶ τοὺς μαχίμους παρεχομένοις· τελευταίαν δὲ μερίδα καταρι‐ θμηθῆναι τὴν τῶν δημιουργῶν τῶν τὰς βαναύσους τέχνας μεταχειριζομένων καὶ λειτουργίας
225τελούντων τὰς ἀναγκαιοτάτας, τὸ παραπλήσιον ποιούσης τῆς τάξεως ταύτης παρ’ Αἰγυπ‐ τίοις. (6) γεγονέναι δὲ καὶ τῶν ἡγεμόνων τινὰς Αἰγυπτίους παρὰ τοῖς Ἀθηναίοις· τὸν γὰρ Πέτην τὸν πατέρα Μενεσθέως τοῦ στρατεύσαντος εἰς Τροίαν φανερῶς Αἰγύπτιον ὑπάρξαντα τυχεῖν ὕστερον Ἀθήνησι πολιτείας τε καὶ βασιλείας. (7) *** διφυοῦς δ’ αὐτοῦ γεγονότος, τοὺς μὲν Ἀθηναίους μὴ δύνασθαι κατὰ τὴν ἰδίαν ὑπόστασιν ἀποδοῦναι περὶ τῆς φύσεως
230ταύτης τὰς ἀληθεῖς αἰτίας, ἐν μέσωι κειμένου πᾶσιν ὅτι δυοῖν πολιτειῶν μετασχών, Ἑλλη‐ νικῆς καὶ βαρβάρου, διφυὴς ἐνομίσθη, τὸ μὲν ἔχων μέρος θηρίου, τὸ δὲ ἀνθρώπου. (29) ὁμοίως δὲ τούτωι καὶ τὸν Ἐρεχθέα λέγουσι τὸ γένος Αἰγύπτιον ὄντα βασιλεῦσαι τῶν Ἀθη‐ νῶν, τοιαύτας τινὰς φέροντες ἀποδείξεις· γενομένων γὰρ ὁμολογουμένως αὐχμῶν μεγάλων κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην πλὴν Αἰγύπτου διὰ τὴν ἰδιότητα τῆς χώρας, καὶ φθορᾶς
235ἐπιγενομένης τῶν τε καρπῶν καὶ πλήθους ἀνθρώπων, ἐξ Αἰγύπτου τὸν Ἐρεχθέα κομίσαι διὰ τὴν συγγένειαν σίτου πλῆθος εἰς τὰς Ἀθήνας· ἀνθ’ ὧν τοὺς εὖ παθόντας βασιλέα κατα‐ στῆσαι τὸν εὐεργέτην. (2) τοῦτον δὲ παραλαβόντα τὴν ἡγεμονίαν καταδεῖξαι τὰς τελετὰς τῆς Δήμητρος ἐν Ἐλευσῖνι, καὶ τὰ μυστήρια ποιῆσαι, μετενεγκόντα τὸ περὶ τούτων νόμιμον ἐξ Αἰγύπτου. καὶ τῆς θεοῦ δὲ παρουσίαν εἰς τὴν Ἀττικὴν γεγονυῖαν κατὰ τούτους τοὺς
240χρόνους παραδεδόσθαι κατὰ λόγον, ὡς ἂν τῶν ἐπωνύμων ταύτης καρπῶν κομισθέντων τότε εἰς τὰς Ἀθήνας, καὶ διὰ τοῦτο δόξαι πάλιν ἐξ ἀρχῆς τὴν εὕρεσιν γεγονέναι τοῦ σπέρματος, δωρησαμένης τῆς Δήμητρος. (3) ὁμολογεῖν δὲ καὶ τοὺς Ἀθηναίους ὅτι βασιλεύοντος Ἐρεχθέως καὶ τῶν καρπῶν διὰ τὴν ἀνομβρίαν προηφανισμένων ἡ τῆς Δήμητρος ἐγένετο παρουσία πρὸς αὐτοὺς καὶ ἡ δωρεὰ τοῦ σίτου· πρὸς δὲ τούτοις αἱ τελεταὶ καὶ τὰ μυστήρια
245ταύτης τῆς θεοῦ τότε κατεδείχθησαν ἐν Ἐλευσῖνι. (4) τά τε περὶ τὰς θυσίας καὶ τὰς ἀρχαιότητας ὡσαύτως ἔχειν Ἀθηναίους καὶ τοὺς Αἰγυπτίους· τοὺς μὲν γὰρ Εὐμολπίδας ἀπὸ τῶν κατ’ Αἴγυπτον ἱερέων μετενηνέχθαι, τοὺς δὲ Κήρυκας ἀπὸ τῶν παστοφόρων. τήν τε
Ἶσιν μόνους τῶν Ἑλλήνων ὀμνύειν, καὶ ταῖς ἰδέαις καὶ τοῖς ἤθεσιν ὁμοιοτάτους εἶναι τοῖς Αἰγυπτίοις. (5) πολλὰ δὲ καὶ ἄλλα τούτοις παραπλήσια λέγοντες φιλοτιμότερον ἤπερ27

3a,264,F

25

(250)

ἀληθινώτερον, ὥς γ’ ἐμοὶ φαίνεται τῆς ἀποικίας ταύτης ἀμφισβητοῦσι διὰ τὴν δόξαν τῆς πόλεως. (6) καθόλου δὲ πλείστας ἀποικίας Αἰγύπτιοί φασιν ἐκπέμψαι τοὺς ἑαυτῶν προγό‐ νους ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης διά τε τὴν ὑπεροχὴν τῶν βασιλευσάντων παρ’ αὐτοῖς καὶ διὰ τὴν ὑπερβολὴν τῆς πολυανθρωπίας· ὑπὲρ ὧν μήτε ἀποδείξεως φερομένης μηδεμιᾶς ἀκριβοῦς μήτε συγγραφέως ἀξιοπίστου μαρτυροῦντος, οὐκ ἐκρίναμεν ὑπάρχειν τὰ λεγόμενα
255γραφῆς ἄξια. καὶ περὶ μὲν τῶν θεολογουμένων παρ’ Αἰγυπτίοις τοσαῦθ’ ἡμῖν εἰρήσθω, στοχαζο‐ μένοι〈σ〉 τῆς συμμετρίας· περὶ δὲ τῆς χώρας καὶ τοῦ Νείλου καὶ τῶν ἄλλων τῶν ἀκοῆς ἀξίων ἐν κεφαλαίοις ἕκαστα διεξιέναι πειρασόμεθα. (30) ἡ γὰρ Αἴγυπτος κεῖται μὲν μάλιστά πως κατὰ μεσημβρίαν, ὀχυρότητι δὲ φυσικῆι καὶ
260κάλλει χώρας οὐκ ὀλίγωι δοκεῖ προέχειν τῶν εἰς βασιλείαν ἀφωρισμένων τόπων. (2) ἀπὸ μὲν γὰρ τῆς δύσεως ὠχύρωκεν αὐτὴν ἥ τε ἔρημος καὶ ἡ θηριώδης τῆς Λιβύης, ἐπὶ πολὺ μὲν παρεκτείνουσα, διὰ δὲ τὴν ἀνυδρίαν καὶ τὴν σπάνιν τῆς ἁπάσης τροφῆς ἔχουσα τὴν διέξοδον οὐ μόνον ἐπίπονον ἀλλὰ καὶ παντελῶς ἐπικίνδυνον· ἐκ δὲ τῶν πρὸς νότον μερῶν οἵ τε καταρ‐ ράκται τοῦ Νείλου καὶ τῶν ὀρῶν τὰ συνορίζοντα τούτοις. (3) ἀπὸ γὰρ τῆς Τρωγοδυτικῆς καὶ
265τῶν ἐσχάτων τῆς Αἰθιοπίας μερῶν ἐντὸς σταδίων πεντακισχιλίων καὶ πεντακοσίων οὔτε πλεῦσαι διὰ τοῦ ποταμοῦ ῥάιδιον οὔτε πεζῆι πορευθῆναι, μὴ τυχόντα βασιλικῆς ἢ παντελῶς μεγάλης τινὸς χορηγίας. (4) τῶν δὲ πρὸς τὴν ἀνατολὴν νευόντων μερῶν τὰ μὲν ὁ ποταμὸς ὠχύρωκε, τὰ δ’ ἔρημος περιέχει καὶ πεδία τελματώδη τὰ προσαγορευόμενα Βάραθρα. ἔστι γὰρ ἀνὰ μέσον τῆς Κοίλης Συρίας καὶ τῆς Αἰγύπτου λίμνη τῶι μὲν πλάτει στενὴ παντελῶς,
270τῶι δὲ βάθει θαυμάσιος, τὸ δὲ μῆκος ἐπὶ διακοσίους παρήκουσα σταδίους, ἣ προσαγορεύε‐ ται μὲν Σερβωνίς, τοῖς δ’ ἀπείροις τῶν προσπελαζόντων ἀνελπίστους ἐπιφέρει κινδύνους. (5) στενοῦ γὰρ τοῦ ῥεύματος ὄντος καὶ ταινίαι παραπλησίου, θινῶν τε μεγάλων πάντηι περικεχυμένων, ἐπειδὰν νότοι συνεχεῖς πνεύσωσιν, ἐπισείεται πλῆθος ἅμμου. (6) αὕτη δὲ τὸ μὲν ὕδωρ κατὰ τὴν ἐπιφάνειαν ἄσημον ποιεῖ, τὸν δὲ τῆς λίμνης τύπον συμφυῆ τῆι χέρσωι καὶ
275κατὰ πᾶν ἀδιάγνωστον· διὸ καὶ πολλοὶ τῶν ἀγνοούντων τὴν ἰδιότητα τοῦ τόπου μετὰ στρα‐ τευμάτων ὅλων ἠφανίσθησαν, τῆς ὑποκειμένης ὁδοῦ διαμαρτόντες. (7) ἡ μὲν γὰρ ἅμμος ἐκ τοῦ κατ’ ὀλίγον πατουμένη τὴν ἔνδοσιν λαμβάνει, καὶ τοὺς ἐπιβάλλοντας ὥσπερ προνοίαι τινὶ πονηρᾶι παρακρούεται, μέχρι ἂν ὅτου λαβόντες ὑπόνοιαν τοῦ συμβησομένου βοηθήσωσιν ἑαυτοῖς, οὐκ οὔσης ἔτι φυγῆς οὐδὲ σωτηρίας. (8) ὁ γὰρ ὑπὸ τοῦ τέλματος καταπινόμενος οὔτε
280νήχεσθαι δύναται, παραιρουμένης τῆς ἰλύος τὴν τοῦ σώματος κίνησιν οὔτ’ ἐκβῆναι κατι‐ σχύει, μηδὲν ἔχων στερέμνιον εἰς ἐπίβασιν· μεμιγμένης γὰρ τῆς ἅμμου τοῖς ὑγροῖς, καὶ διὰ τοῦτο τῆς ἑκατέρων φύσεως ἠλλοιωμένης, συμβαίνει τὸν τόπον μήτε πορευτὸν εἶναι μήτε πλωτόν· (9) διόπερ οἱ τοῖς μέρεσι τούτοις ἐπιβάλλοντες φερόμενοι πρὸς τὸν βυθὸν οὐδεμίαν ἀντίληψιν βοηθείας ἔχουσι, συγκατολισθανούσης τῆς ἅμμου τῆς παρὰ τὰ χείλη. τὰ
285μὲν οὖν προειρημένα πεδία τοιαύτην ἔχοντα τὴν φύσιν οἰκείας ἔτυχε προσηγορίας, ὀνομα‐ σθέντα Βάραθρα. (31) .... (2) ἡ τετάρτη .... πλευρὰ πᾶσα σχεδὸν ἀλιμένωι θαλάττηι προσκλυζομένη προβέβληται τὸ Αἰγύπτιον πέλαγος, ὃ τὸν μὲν παράπλουν ἔχει μακρότατον,
τὴν δ’ ἀπόβασιν τὴν ἐπὶ τὴν χώραν δυσπροσόρμιστον· ἀπὸ γὰρ Παραιτονίου τῆς Λιβύης ἕως Ἰόππης τῆς ἐν τῆι Κοίληι Συρίαι, ὄντος τοῦ παράπλου σταδίων σχεδὸν πεντακισχιλίων,28
290οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ λιμένα πλὴν τοῦ Φάρου. (3) χωρὶς δὲ τούτων ταινία παρ’ ὅλην σχεδὸν τὴν Αἴγυπτον παρήκει τοῖς ἀπείροις τῶν προσπλεόντων ἀθεώρητος· (4) διόπερ οἱ τὸν ἐκ πελάγους κίνδυνον ἐκπεφευγέναι νομίζοντες καὶ διὰ τὴν ἄγνοιαν ἄσμενοι πρὸς τὴν γῆν καταπλέοντες, ἐξαίφνης ἐποκελλόντων τῶν σκαφῶν ἀνελπίστως ναυαγοῦσιν. (5) ἔνιοι δὲ διὰ τὴν ταπεινότητα τῆς χώρας οὐ δυνάμενοι προιδέσθαι τὴν γῆν λανθάνουσιν ἑαυτοὺς
295ἐκπίπτοντες οἱ μὲν εἰς ἑλώδεις καὶ λιμνάζοντας τόπους οἱ δ’ εἰς χώραν ἔρημον. (6) ἡ μὲν οὖν Αἴγυπτος πανταχόθεν φυσικῶς ὠχύρωται τὸν εἰρημένον τρόπον, τῶι δὲ σχήματι παραμήκης οὖσα δισχιλίων μὲν σταδίων ἔχει τὴν παραθαλάττιον πλευράν, εἰς μεσόγειον δ’ ἀνήκει σχεδὸν ἐπὶ σταδίους ἑξακισχιλίους. (6a) πολυανθρωπίαι δὲ τὸ μὲν παλαιὸν πολὺ προέσχε πάντων τῶν γνωριζομένων τόπων

3a,264,F

25

(300)

κατὰ τὴν οἰκουμένην καὶ καθ’ ἡμᾶς δὲ οὐδενὸς τῶν ἄλλων δοκεῖ λείπεσθαι· (7) ἐπὶ μὲν γὰρ τῶν ἀρχαίων χρόνων ἔσχε κώμας ἀξιολόγους καὶ πόλεις πλείους τῶν μυρίων καὶ ὀκτα‐ κισχιλίων, ὡς ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς ὁρᾶν ἐστι κατακεχωρισμένον, ἐπὶ δὲ Πτολεμαίου τοῦ Λάγου πλείους τῶν τρισμυρίων ἠριθμήθησαν ὧν τὸ πλῆθος διαμεμένηκεν ἕως τῶν καθ’ ἡμᾶς χρόνων. (8) τοῦ δὲ σύμπαντος λαοῦ τὸ μὲν παλαιόν φασι γεγονέναι περὶ
305ἑπτακοσίας μυριάδας καὶ καθ’ ἡμᾶς δὲ οὐκ ἐλάττους εἶναι τριακοσίων (?). (9) διὸ καὶ τοὺς ἀρχαίους βασιλεῖς ἱστοροῦσι κατὰ τὴν Αἴγυπτον ἔργα μεγάλα καὶ θαυμαστὰ διὰ τῆς πολυχειρίας κατασκευάσαντας ἀθάνατα τῆς ἑαυτῶν δόξης ἀπολιπεῖν ὑπομνήματα. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀναγράψομεν, περὶ δὲ τῆς τοῦ ποταμοῦ φύσεως καὶ τῶν κατὰ τὴν χώραν ἰδιωμάτων νῦν διέξιμεν. (32—41) der lauf des Nils 32—35;
310flusstiere 35—36, 6; Nilschwelle 36, 7—41, 9. (42, 1) .... προοίμιον περὶ ὅλης τῆς πραγματείας (c. 1—9) καὶ τὰ λεγόμενα παρ’ Αἰγυπτίοις περὶ τῆς τοῦ κόσμου γενέσεως καὶ τῆς τῶν ὅλων ἐξ ἀρχῆς συστάσεως (c. 11, 5—12, 10), πρὸς δὲ τούτοις περὶ τῶν θεῶν, ὅσοι πόλεις ἔκτισαν κατ’ Αἴγυπτον ἐπωνύμους ἑαυτῶν ποιήσαντες (c. 12, 6; 15, 1), περί τε τῶν πρώτων γενομένων ἀνθρώπων καὶ
315τοῦ παλαιοτάτου βίου (c. 10), τῆς τε τῶν ἀθανάτων τιμῆς καὶ τῆς τῶν ναῶν κατασκευῆς (c. 11, 1—4? 13, 1? 16, 1; 21, 5 ff.), ἑξῆς δὲ περὶ τῆς τοποθεσίας τῆς κατ’ Αἴγυπτον χώρας (c. 30—31) καὶ τῶν περὶ Νεῖλον .... παραδοξολογουμένων (c. 32—41) .... (2) .... ἀρχόμεθα δὲ ἀπὸ τῶν πρώτων κατ’ Αἴγυπτον γενομένων βασιλέων, καὶ τὰς κατὰ μέρος αὐτῶν πράξεις ἐκθησόμεθα μέχρι Ἀμάσιδος τοῦ βασιλέως, προεκθέμενοι κεφαλαιωδῶς
320τὴν ἀρχαιοτάτην ἀγωγὴν τῶν κατ’ Αἴγυπτον. (43) βίωι γὰρ τὸ παλαιὸν Αἰγυπτίους φασὶ χρῆσθαι τὸ μὲν ἀρχαιότατον πόαν ἐσθίον‐ τας καὶ τῶν ἐν τοῖς ἕλεσι γινομένων τοὺς καυλοὺς καὶ τὰς ῥίζας, πεῖραν διὰ τῆς γεύσεως ἑκάστου λαμβάνοντας, πρώτην δὲ καὶ μάλιστα προσενέγκασθαι τὴν ὀνομαζομένην ἄγρωστιν διὰ τὸ καὶ τῆι γλυκύτητι διάφορον εἶναι καὶ τὴν τροφὴν ἀρκοῦσαν παρέχεσθαι τοῖς σώμασι
325τῶν ἀνθρώπων· (2) καὶ γὰρ τοῖς κτήνεσι ταύτην θεωρεῖσθαι προσηνῆ, καὶ ταχὺ τοὺς ὄγκους αὐτῶν προσανατρέφειν. διὸ καὶ τῆς εὐχρηστίας τῆς περὶ τὴν βοτάνην ταύτην μνημο‐ νεύοντας τοὺς ἀνθρώπους μέχρι τοῦ νῦν, ὅταν πρὸς θεοὺς βαδίζωσι, τῆι χειρὶ ταύτης λαμ‐ βάνοντας προσεύχεσθαι· οἴονται γὰρ τὸν ἄνθρωπον ἕλειον καὶ λιμνῶδες εἶναι ζῶιον, ἀπό τε τῆς λειότητος τεκμαιρόμενοι καὶ τῆς φυσικῆς ποιότητος, ἔτι δὲ τοῦ προσδεῖσθαι τροφῆς
330τῆς ὑγρᾶς μᾶλλον ἢ τῆς ξηρᾶς. (3) δευτέραν δὲ λέγουσιν ἔχειν διαγωγὴν τοὺς Αἰγυπτίους τὴν τῶν ἰχθύων βρῶσιν, πολλὴν δαψίλειαν παρεχομένου τοῦ ποταμοῦ, καὶ μάλισθ’ ὅτε μετὰ τὴν ἀνάβασιν ταπεινούμενος ἀναξηραίνοιτο. (4) ὁμοίως δὲ καὶ τῶν βοσκημάτων ἔνια σαρκοφαγεῖν, καὶ ταῖς δοραῖς τῶν κατεσθιομένων ἐσθῆσι χρῆσθαι· καὶ τὰς οἰκήσεις ἐκ τῶν καλάμων κατασκευάζεσθαι. ἴχνη δὲ τούτων διαμένειν παρὰ τοῖς νομεῦσι τοῖς κατ’29
335Αἴγυπτον, οὓς ἅπαντάς φασι μέχρι τοῦ νῦν μηδεμίαν ἄλλην οἴκησιν ἢ τὴν ἐκ τῶν καλάμων ἔχειν δοκιμάζοντας ἀρκεῖσθαι ταύτηι. (5) πολλοὺς δὲ χρόνους τούτωι τῶι βίωι διεξ〈αγ〉αγόντας τὸ τελευταῖον ἐπὶ τοὺς ἐδωδίμους μεταβῆναι καρπούς, ὧν εἶναι καὶ τὸν ἐκ τοῦ λωτοῦ γινό‐ μενον ἄρτον. καὶ τούτων τὴν εὕρεσιν οἱ μὲν εἰς τὴν Ἶσιν ἀναφέρουσιν, οἱ δ’ εἴς τινα τῶν παλαιῶν βασιλέων τὸν ὀνομαζόμενον Μηνᾶν. (6) οἱ δ’ ἱερεῖς εὑρετὴν μὲν τῶν παιδειῶν
340καὶ τῶν τεχνῶν μυθολογοῦσι τὸν Ἑρμῆν γεγονέναι, τῶν δ’ εἰς τὸν βίον ἀναγκαίων τοὺς βασιλεῖς· διὸ καὶ τὸ παλαιὸν παραδίδοσθαι τὰς βασιλείας μὴ τοῖς ἐκγόνοις τῶν ἀρξάντων ἀλλὰ τοῖς πλεῖστα καὶ μέγιστα τὸ πλῆθος εὐεργετοῦσιν, εἴτε προκαλουμένων τῶν ἀνθρώ‐ πων τοὺς ἐφ’ ἑαυτῶν βασιλεῖς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν, εἴτε καὶ κατ’ ἀλήθειαν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς οὕτω παρειληφότων.
345 (44) μυθολογοῦσι δ’ αὐτῶν τινες τὸ μὲν πρῶτον ἄρξαι τῆς Αἰγύπτου θεοὺς καὶ ἥρωας ἔτη βραχὺ λείποντα τῶν μυρίων καὶ ὀκτακισχιλίων, καὶ θεῶν ἔσχατον βασιλεῦσαι τὸν Ἴσιδος Ὧρον, ὑπ’ ἀνθρώπων δὲ τὴν χώραν βεβασιλεῦσθαί φασιν [ἀπὸ Μοίριδος] ἔτη βραχὺ λείποντα τῶν πεντακισχιλίων μέχρι τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς ὀλυμπιάδος (60/57), καθ’ ἣν ἡμεῖς μὲν παρεβάλομεν εἰς Αἴγυπτον .... (2) τούτων δὲ τὰ μὲν πλεῖστα

3a,264,F

25

(350)

κατασχεῖν τὴν ἀρχὴν ἐγχωρίους βασιλεῖς, ὀλίγα δὲ Αἰθίοπας καὶ Πέρσας καὶ Μακε‐ δόνασ. Αἰθίοπας μὲν οὖν ἄρξαι τέτταρας, οὐ κατὰ τὸ ἑξῆς ἀλλ’ ἐκ διαστήματος, ἔτη τὰ πάντα βραχὺ λείποντα τῶν ἓξ καὶ τριάκοντα. (3) 135 jahre Perserherrschaft; (4) 276 jahre herrschaft der Makedonen. (4a) τοὺς δὲ λοιποὺς χρόνους ἅπαντας διατελέσαι βασιλεύοντας τῆς χώρας ἐγχωρίους, ἄνδρας μὲν ἑβδομήκοντα πρὸς τοῖς τετρακοσίοις,
355γυναῖκας δὲ πέντε, περὶ ὧν ἁπάντων οἱ μὲν ἱερεῖς εἶχον ἀναγραφὰς ἐν ταῖς ἱεραῖς βίβλοις ἐκ παλαιῶν χρόνων ἀεὶ τοῖς διαδόχοις παραδεδομένας, ὁπηλίκος ἕκαστος τῶν βασιλευ‐ σάντων ἐγένετο τῶι μεγέθει καὶ ὁποῖός τις τῆι φύσει, καὶ τὰ κατὰ τοὺς ἰδίους χρόνους ἑκάστωι πράχθεντα. (5) ἡμῖν δὲ περὶ ἑκάστου τὰ κατὰ μέρος μακρὸν ἂν εἴη καὶ περίερ‐ γον γράφειν, ὡς ἂν τῶν πλείστων ἀχρήστων περιειλημμένων. διόπερ τῶν ἀξίων ἱστορίας
360τὰ κυριώτατα συντόμως διεξιέναι πειρασόμεθα. (45) μετὰ τοὺς θεοὺς τοίνυν πρῶτόν φασι βασιλεῦσαι τῆς Αἰγύπτου Μηνᾶν, καὶ κατα‐ δεῖξαι τοῖς λαοῖς θεούς τε σέβεσθαι καὶ θυσίας ἐπιτελεῖν· πρὸς δὲ τούτοις παρατίθεσθαι τραπέζας καὶ κλίνας, καὶ στρωμνῆι πολυτελεῖ χρήσθαι, καὶ τὸ σύνολον τρυφὴν καὶ πολυτελῆ βίον εἰσηγήσασθαι. (2) διὸ καὶ πολλαῖς ὕστερον γενεαῖς βασιλεύοντα Τνέφαχθον τὸν
365Βοκχόριδος τοῦ σοφοῦ πατέρα λέγουσιν εἰς τὴν Ἀραβίαν στρατεύσαντα, τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς δυσχωρίας ἐκλιπόντων, ἀναγκασθῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασθαι διαίτηι παντελῶς εὐτελεῖ παρά τισι τῶν τυχόντων ἰδιωτῶν, ἡσθέντα δὲ κατ’ ὑπερβολὴν καταγνῶναι τῆς τρυφῆς, καὶ τῶι καταδείξαντι τὴν πολυτέλειαν ἐξ ἀρχῆς βασιλεῖ καταρᾶσθαι. οὕτω δ’ ἐγκάρδιον αὐτῶι τὴν μεταβολὴν γενέσθαι τὴν περὶ τὴν βρῶσιν
370καὶ πόσιν καὶ κοίτην ὥστε τὴν κατάραν ἀναγράψαι τοῖς ἱεροῖς γράμμασιν εἰς τὸν τοῦ Διὸς ναὸν ἐν Θήβαις· ὃ δὴ δοκεῖ μάλιστα αἴτιον γενέσθαι τοῦ μὴ διαμεῖναι τὴν δόξαν τοῦ Μηνᾶ καὶ τὰς τιμὰς εἰς τοὺς ὕστερον χρόνους. (3) ἑξῆς δ’ ἄρξαι λέγεται τοῦ προειρημένου βασιλέως τοὺς ἀπογόνους δύο πρὸς τοῖς πεντήκοντα τοὺς ἅπαντας ἔτη πλείω τῶν χιλίων καὶ τετταράκοντα, ἐφ’ ὧν μηδὲν ἄξιον30
375ἀναγραφῆς γενέσθαι. (4) μετὰ δὲ ταῦτα κατασταθέντος βασιλέως Βουσίριδος καὶ τῶν τούτου πάλιν ἐκγόνων ὀκτώ, τὸν τελευταῖον ὁμώνυμον ὄντα τῶι πρώτωι φασὶ κτίσαι τὴν ὑπὸ μὲν τῶν Αἰγυπτίων καλουμένην Διὸς πόλιν τὴν μεγάλην, ὑπὸ δὲ τῶν Ἑλλήνων Θήβας. τὸν μὲν οὖν περίβολον αὐτὸν ὑποστήσασθαι σταδίων ἑκατὸν καὶ τετταράκοντα, οἰκοδομήμασι δὲ μεγάλοις καὶ
380ναοῖς ἐκπρεπέσι καὶ τοῖς ἄλλοις ἀναθήμασι κοσμῆσαι θαυμαστῶς. (5) ὁμοίως δὲ καὶ τὰς τῶν ἰδιωτῶν οἰκίας ἃς μὲν τετρωρόφους, ἃς δὲ πεντωρόφους κατασκευάσαι· καὶ καθόλου τὴν πόλιν εὐδαιμονεστάτην οὐ μόνον τῶν κατ’ Αἴγυπτον ἀλλὰ καὶ τῶν ἄλλων πασῶν ποιῆσαι. (6) διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὴν εὐπορίας τε καὶ δυνάμεως εἰς πάντα τόπον τῆς φήμης διαδεδομένης ἐπιμεμνῆσθαι καὶ τὸν ποιητὴν αὐτῆς φασιν ἐν οἷς λέγει (I 381/4)
385«οὐδ’ ὅσα Θήβας / Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἔνι κτήματα κεῖται, / αἵ θ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἂν ἑκάστην / ἀνέρες ἐξοιχνεῦσι σὺν ἵππευσιν καὶ ὄχεσφιν». (7) ἔνιοι δέ φασιν οὐ πύλας ἑκατὸν ἐσχηκέναι τὴν πόλιν, ἀλλὰ πολλὰ καὶ μεγάλα προπύλαια τῶν ἱερῶν, ἀφ’ ὧν ἑκατόμπυλον ὠνομάσθαι καθαπερεὶ πολύπυλον· δισμύρια δ’ ἅρματα πρὸς ἀλήθειαν ἐξ αὐτῆς εἰς τοὺς πολέμους ἐκπορεύεσθαι· τοὺς γὰρ ἱππῶνας ἑκατὸν γεγονέναι κατὰ τὴν
390παραποταμίαν τὴν ἀπὸ Μέμφεως ἄχρι Θηβῶν τῶν κατὰ τὴν Λιβύην, ἑκάστου δεχομένου ἀνὰ διακοσίους ἵππους, ὧν ἔτι νῦν τὰ θεμέλια δείκνυσθαι. (46) οὐ μόνον δὲ τοῦτον τὸν βασιλέα παρειλήφαμεν ἀλλὰ καὶ τῶν ὕστερον ἀρξάντων πολλοὺς εἰς τὴν αὔξησιν τῆς πόλεως πεφιλοτιμῆσθαι· ἀναθήμασί τε γὰρ πολλοῖς καὶ μεγάλοις ἀργυροῖς καὶ χρυσοῖς, ἔτι δ’ ἐλεφαντίνοις, καὶ κολοττικῶν ἀνδριάντων πλήθει, πρὸς δὲ τούτοις κατασκευαῖς μονολίθων
395ὀβελίσκων μηδεμίαν τῶν ὑπὸ τὸν ἥλιον οὕτω κεκοσμῆσθαι. (2) τεττάρων γὰρ ἱερῶν κατασκευασθέντων τό τε κάλλος καὶ τὸ μέγεθος θαυμασ〈ότατ〉ον εἶναι τὸ παλαιότατον, τρισκαίδεκα μὲν σταδίων τὴν περίμετρον, πέντε δὲ καὶ τετταράκοντα πηχῶν τὸ ὕψος, εἴκοσι δὲ καὶ τεττάρων ποδῶν τὸ πλάτος τῶν τοίχων. (3) ἀκόλουθον δὲ τῆι μεγαλοπρεπείαι ταύτηι καὶ τὸν ἐν αὐτῶι κόσμον τῶν ἀναθημάτων γενέσθαι, τῆι τε δαπάνηι θαυμαστὸν καὶ

3a,264,F

25

(400)

τῆι χειρουργίαι περιττῶς εἰργασμένον. (4) τὰς μὲν οὖν οἰκοδομὰς διαμεμενηκέναι μέχρι τῶν νεωτέρων χρόνων, τὸν δ’ ἄργυρον καὶ χρυσὸν καὶ τὴν δι’ ἐλέφαντος καὶ λιθείας πολυτέλειαν ὑπὸ Περσῶν σεσυλῆσθαι καθ’ οὓς καιροὺς ἐνέπρησε τὰ κατ’ Αἴγυπτον ἱερὰ Καμβύσης· ὅτε δή φασι τοὺς Πέρσας μετενεγκόντας τὴν εὐπορίαν ταύτην εἰς τὴν Ἀσίαν καὶ τεχνίτας ἐξ Αἰγύ‐ πτου παραλαβόντας κατασκευάσαι τὰ περιβόητα βασίλεια τά τε ἐν Περσεπόλει καὶ τὰ ἐν
405Σούσοις καὶ τὰ ἐν Μηδίαι. (5) τοσοῦτο δὲ πλῆθος χρημάτων ἀποφαίνουσι γεγονέναι τότε κατ’ Αἴγυπτον ὥστε τῶν κατὰ τὴν σύλησιν ἀπολειμμάτων κατακαυθέντων τὰ συναχθέντα κατὰ μικρὸν εὑρεθῆναι χρυσίου μὲν πλείω τῶν τριακοσίων ταλάντων, ἀργυρίου δ’ οὐκ ἐλάττω τῶν δισχιλίων καὶ τριακοσίων ταλάντων. (6) εἶναι δέ φασι καὶ τάφους ἐνταῦθα τῶν ἀρχαίων βασιλέων θαυμαστοὺς καὶ τῶν μεταγενεστέρων τοῖς εἰς
410τὰ παραπλήσια φιλοτιμουμένοις ὑπερβολὴν οὐκ ἀπολείποντας. (7) οἱ μὲν οὖν
ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἔφασαν εὑρίσκειν ἑπτὰ πρὸς τοῖς τετταράκοντα τάφους βασιλικούς· εἰς δὲ Πτολεμαῖον τὸν Λάγου διαμεῖναί φασιν ἑπτακαί‐ δεκα μόνον ὧν τὰ πολλὰ κατέφθαρτο καθ’ οὓς χρόνους παρεβάλομεν ἡμεῖς εἰς ἐκείνους τοὺς τόπους .... (8) οὐ μόνον δ’ οἱ κατ’ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν31
415ἱστοροῦσιν, ἀλλὰ καὶ πολλοὶ τῶν Ἑλλήνων τῶν παραβαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστο‐ ρίας, ὧν ἐστι καὶ Ἑκαταῖος, συμφωνοῦσι τοῖς ὑφ’ ἡμῶν εἰρημένοις. (47) ἀπὸ γὰρ 〈δέκα σταδίων〉 τῶν πρώτων τάφων, ἐν οἷς παραδέδοται τὰς παλλακίδας τοῦ Διὸς τετάφθαι, [δέκα σταδίων] φησὶν ὑπάρξαι βασιλέως μνῆμα τοῦ προσ‐
420αγορευθέντος Ὀσυμανδέως. τούτου δὲ κατὰ μὲν τὴν εἴσοδον ὑπάρχειν πυλῶνα λίθου ποικίλου, τὸ μὲν μῆκος δίπλεθρον, τὸ δ’ ὕψος τετταράκοντα καὶ πέντε πηχῶν. (2) διελθόντι δ’ αὐτὸν εἶναι λίθινον περίστυλον τετράγωνον, ἑκάστης πλευρᾶς οὔσης τεττάρων πλέθρων· ὑπηρεῖσθαι δ’ ἀντὶ τῶν κιόνων ζώιδια πηχῶν ἑκκαίδεκα μονόλιθα, τὸν τύπον εἰς τὸν ἀρχαῖον τρόπον εἰρ‐
425γασμένα· τὴν ὀροφήν τε πᾶσαν ἐπὶ πλάτος δυοῖν ὀργυιῶν ὑπάρχειν μονόλιθον, ἀστέρας ἐν κυανῶι καταπεποικιλμένην. ἑξῆς δὲ τοῦ περιστύλου τούτου πάλιν ἑτέραν εἴσοδον καὶ πυλῶνα, τὰ μὲν ἄλλα παραπλήσιον τῶι προειρημένωι, γλυφαῖς δὲ παντοίαις περιττότερον εἰργασμένον. (3) παρὰ δὲ τὴν εἴσοδον ἀνδριάντας εἶναι τρεῖς, ἐξ ἑνὸς τοὺς πάντας λίθου μέλανος τοῦ Συηνίτου, καὶ
430τούτων ἕνα μὲν καθήμενον ὑπάρχειν μέγιστον πάντων τῶν κατ’ Αἴγυπτον, οὗ τὸν πόδα μετρούμενον ὑπερβάλλειν τοὺς ἑπτὰ πήχεις, ἑτέρους δὲ δύο πρὸς τοῖς γόνασι, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ εὐωνύμων, θυγατρὸς καὶ μητρός, τῶι μεγέθει λειπομένους τοῦ προειρημένου. (4) τὸ δ’ ἔργον τοῦτο μὴ μόνον εἶναι κατὰ τὸ μέγεθος ἀποδοχῆς ἄξιον, ἀλλὰ καὶ τῆι τέχνηι θαυμαστὸν καὶ τῆι τοῦ
435λίθου φύσει διαφέρον, ὡς ἂν ἐν τηλικούτωι μεγέθει μήτε διαφυάδος μήτε κηλῖδος μηδεμιᾶς θεωρουμένης. ἐπιγεγράφθαι δ’ ἐπ’ αὐτοῦ «βασιλεὺς βασιλέων Ὀσυμανδίας εἰμί· εἰ δέ τις εἰδέναι βούλεται πηλίκος εἰμὶ καὶ ποῦ κεῖμαι, νικάτω τι τῶν ἐμῶν ἔργων». (5) εἶναι δὲ καὶ ἄλλην εἰκόνα τῆς μητρὸς αὐτοῦ καθ’ αὑτὴν, πηχῶν εἴκοσι μονόλιθον, ἔχουσαν δὲ τρεῖς βασιλείας ἐπὶ τῆς κεφαλῆς,
440ἃς διασημαίνειν ὅτι καὶ θυγάτηρ καὶ γυνὴ καὶ μήτηρ βασιλέως ὑπῆρξε. (6) μετὰ δὲ τὸν πυλῶνα περίστυλον εἶναι τοῦ προτέρου ἀξιολογώτερον, ἐν ὧι γλυφὰς ὑπάρχειν παντοίας, δηλούσας τὸν πόλεμον τὸν γενόμενον αὐτῶι πρὸς τοὺς ἐν Βάκτροις (?) ἀποστάντας, ἐφ’ οὓς ἐστρατεῦσθαι πεζῶν μὲν τεττα‐ ράκοντα μυριάσιν, ἱππεῦσι δὲ δισμυρίοις, εἰς τέτταρα μέρη διηιρημένης τῆς
445πάσης στρατιᾶς, ὧν ἁπάντων υἱοὺς τοῦ βασιλέως ἐσχηκέναι τὴν ἡγεμονίαν.
(48) καὶ κατὰ μὲν τὸν πρῶτον τῶν τοίχων τὸν βασιλέα κατεσκευάσθαι πο‐ λιορκοῦντα τεῖχος ὑπὸ ποταμοῦ περίρρυτον καὶ προκινδυνεύοντα πρός τινας ἀντιτεταγμένους μετὰ λέοντος, συναγωνιζομένου τοῦ θηρίου καταπληκτι‐ κῶς· ὑπὲρ οὗ τῶν ἐξηγουμένων οἱ μὲν ἔφασαν πρὸς ἀλήθειαν χειροήθη λέοντα32

3a,264,F

25

(450)

τρεφόμενον ὑπὸ τοῦ βασιλέως συγκινδυνεύειν αὐτῶι κατὰ τὰς μάχας καὶ τροπὴν ποιεῖν τῶν ἐναντίων διὰ τὴν ἀλκήν, τινὲς δ’ ἱστόρουν ὅτι καθ’ ὑπερβολὴν ἀνδρεῖος ὢν καὶ φορτικῶς ἑαυτὸν ἐγκωμιάζειν βουλόμενος διὰ τῆς τοῦ λέοντος εἰκόνος τὴν διάθεσιν ἑαυτοῦ τῆς ψυχῆς ἐσήμαινεν. (2) ἐν δὲ τῶι δευτέρωι τοίχωι τοὺς αἰχμαλώτους ὑπὸ τοῦ βασιλέως ἀγομένους εἰργάσθαι, τά τε αἰδοῖα καὶ
455τὰς χεῖρας οὐκ ἔχοντας, δι’ ὧν δοκεῖν δηλοῦσθαι διότι ταῖς ψυχαῖς ἄνανδροι καὶ κατὰ τὰς ἐν τοῖς δεινοῖς ἐνεργείας ἄχειρες ἦσαν. (3) τὸν δὲ τρίτον ἔχειν γλυφὰς παντοίας καὶ διαπρεπεῖς γραφάς, δι’ ὧν δηλοῦσθαι βουθυσίας τοῦ βα‐ σιλέως καὶ θρίαμβον ἀπὸ τοῦ πολέμου καταγόμενον. (4) κατὰ δὲ μέσον τὸν περίστυλον ὑπαίθριον βωμὸν ὠικοδομῆσθαι τοῦ καλλίστου λίθου, τῆι τε χειρουρ‐
460γίαι διάφορον καὶ τῶι μεγέθει θαυμαστόν. (5) κατὰ δὲ τὸν τελευταῖον τοῖχον ὑπάρχειν ἀνδριάντας καθημένους δύο μονολίθους ἑπτὰ καὶ εἴκοσι πηχῶν, παρ’ οὓς εἰσόδους τρεῖς ἐκ τοῦ περιστύλου κατεσκευάσθαι, καθ’ ἃς οἶκον ὑπάρχειν ὑπόστυλον, ὠιδείου τρόπον κατεσκευασμένον, ἑκάστην πλευρὰν ἔχοντα δίπλεθρον. (6) ἐν τούτωι δ’ εἶναι πλῆθος ἀνδριάντων ξυλίνων, διαση‐
465μαῖνον τοὺς τὰς ἀμφισβητήσεις ἔχοντας καὶ προσβλέποντας τοῖς τὰς δίκας κρίνουσι. τούτους δ’ ἐφ’ ἑνὸς τῶν τοίχων ἐγγεγλύφθαι τριάκοντα τὸν ἀριθμόν, καὶ κατὰ τὸ μέσον τὸν ἀρχιδικαστήν, ἔχοντα τὴν ἀλήθειαν ἐξηρτημένην ἐκ τοῦ τραχήλου καὶ τοὺς ὀφθαλμοὺς ἐπιμύοντα, καὶ βιβλίων αὐτῶι παρακείμενον πλῆθος· ταύτας δὲ τὰς εἰκόνας ἐνδείκνυσθαι διὰ τοῦ σχήματος ὅτι τοὺς μὲν
470δικαστὰς οὐδὲν δεῖ λαμβάνειν, τὸν ἀρχιδικαστὴν δὲ πρὸς μόνην βλέπειν τὴν ἀλήθειαν. (49) ἑξῆς δ’ ὑπάρχειν περίπατον οἴκων παντοδαπῶν πλήρη, καθ’ οὓς παντοῖα γένη βρωτῶν κατεσκευάσθαι τῶν πρὸς ἀπόλαυσιν ἡδίστων. (2) καθ’ ὃν δὴ γλυφαῖς †ἐντυχεῖν εἶναι καὶ χρώμασιν ἐπηνθισμένον τὸν βασι‐ λέα, φέροντα τῶι θεῶι χρυσὸν καὶ ἄργυρον, ὃν ἐξ ἁπάσης ἐλάμβανε τῆς
475Αἰγύπτου κατ’ ἐνιαυτὸν ἐκ τῶν ἀργυρείων καὶ χρυσείων μετάλλων· ὑπογε‐ γράφθαι δὲ καὶ τὸ πλῆθος, ὃ συγκεφαλαιούμενον εἰς ἀργυρίου λόγον εἶναι μνῶν τρισχιλίας καὶ διακοσίας μυριάδας. (3) ἑξῆς δ’ ὑπάρχειν τὴν ἱερὰν βιβλιοθήκην, ἐφ’ ἧς ἐπιγεγράφθαι «ψυχῆς ἰατρεῖον»· συνεχεῖς δὲ ταύτηι τῶν κατ’ Αἴγυπτον θεῶν ἁπάντων εἰκόνας, τοῦ βασιλέως ὁμοίως δωροφοροῦντος ἃ
480προσῆκον ἦν ἑκάστοις, καθάπερ ἐνδεικνυμένου πρός τε τὸν Ὄσιριν καὶ τοὺς κάτω παρέδρους ὅτι τὸν βίον ἐξετέλεσεν εὐσεβῶν καὶ δικαιοπραγῶν πρός τε ἀνθρώπους καὶ θεούς. (4) ὁμότοιχον δὲ τῆι βιβλιοθήκηι κατεσκευάσθαι περιττῶς οἶκον εἰκοσίκλινον, ἔχοντα τοῦ τε Διὸς καὶ τῆς Ἥρας, ἔτι δὲ τοῦ βα‐ σιλέως εἰκόνας, ἐν ὧι δοκεῖν καὶ τὸ σῶμα τοῦ βασιλέως ἐντετάφθαι. (5) κύκλωι33
485δὲ τούτου πλῆθος οἰκημάτων κατεσκευάσθαι γραφὴν ἐχόντων ἐκπρεπῆ πάντων τῶν καθιερωμένων ἐν Αἰγύπτωι ζώιων, ἀνάβασίν τε δι’ αὐτῶν εἶναι πρὸς ὅλον (?) τὸν τάφον· ἣν διελθοῦσιν ὑπάρχειν ἐπὶ τοῦ μνήματος κύκλον χρυσοῦν τριακοσίων καὶ ἑξήκοντα καὶ πέντε πηχῶν τὴν περίμετρον, τὸ δὲ πάχος πηχυαῖον. ἐπιγεγράφθαι δὲ καὶ διηιρῆσθαι καθ’ ἕκαστον πῆχυν τὰς ἡμέρας
490τοῦ ἐνιαυτοῦ, παραγεγραμμένων τῶν κατὰ φύσιν γινομένων τοῖς ἄστροις ἀνατολῶν τε καὶ δύσεων καὶ τῶν διὰ ταύτας ἐπιτελουμένων ἐπισημασιῶν κατὰ τοὺς Αἰγυπτίους ἀστρολόγους. τοῦτον δὲ τὸν κύκλον ὑπὸ Καμβύσου καὶ Περσῶν ἔφασαν σεσυλῆσθαι καθ’ οὓς χρόνους ἐκράτησεν Αἰγύπτου. (6) τὸν μὲν οὖν Ὀσυμανδύου τοῦ βασιλέως τάφον τοιοῦτον γενέσθαι φασίν ....
495 (50) οἱ δὲ Θηβαῖοί φασιν ἑαυτοὺς ἀρχαιοτάτους εἶναι πάντων ἀνθρώπων, καὶ παρ’ ἑαυτοῖς πρώτοις φιλοσοφίαν τε εὑρῆσθαι καὶ τὴν ἐπ’ ἀκριβὲς ἀστρολογίαν, ἅμα καὶ τῆς χώρας αὐτοῖς συνεργούσης πρὸς τὸ τηλαυγέστερον αὐτοὺς ὁρᾶν τὰς ἐπιτολάς τε καὶ δύσεις τῶν ἄστρων. (2) ἰδίως δὲ καὶ τὰ περὶ τοὺς μῆνας αὐτοῖς καὶ τοὺς ἐνιαυτοὺς διατετάχθαι· τὰς γὰρ ἡμέρας οὐκ ἄγουσι κατὰ σελήνην ἀλλὰ κατὰ τὸν ἥλιον, τριακονθημέρους μὲν τιθέ‐

3a,264,F

25

(500)

μενοι τοὺς μῆνας, πέντε δ’ ἡμέρας καὶ τέταρτον τοῖς δώδεκα μησὶν ἐπάγουσι, καὶ τούτωι τῶι τρόπωι τὸν ἐνιαύσιον κύκλον ἀναπληροῦσιν. ἐμβολίμους δὲ μῆνας οὐκ ἄγουσιν οὐδ’ ἡμέρας ὑφαιροῦσι, καθάπερ οἱ πλεῖστοι τῶν Ἑλλήνων. περὶ δὲ τῶν ἐκλείψεων ἡλίου τε καὶ σελήνης ἀκριβῶς ἐπεσκέφθαι δοκοῦσι, καὶ προρρήσεις περὶ τούτων ποιοῦνται, πάντα τὰ κατὰ μέρος γινόμενα προλέγοντες ἀδιαπτώτως.
505 (3) τῶν δὲ τούτου τοῦ βασιλέως ἀπογόνων ὄγδοος ὁ [ἀπὸ τοῦ πατρὸς] προσαγορευθεὶς Οὐχορεὺς ἔκτισε πόλιν Μέμφιν, ἐπιφανεστάτην τῶν κατ’ Αἴγυπτον. ἐξελέξατο μὲν γὰρ τόπον ἐπικαιρότατον ἁπάσης τῆς χώρας, ὅπου σχιζόμενος ὁ Νεῖλος εἰς πλείονα μέρη ποιεῖ τὸ καλούμενον ἀπὸ τοῦ σχήματος Δέλτα· διὸ καὶ συνέβη τὴν πόλιν εὐκαίρως κειμένην ἐπὶ τῶν κλείθρων εἶναι κυριεύουσαν τῶν εἰς τὴν ἄνω χώραν ἀναπλεόντων. (4) τὸ μὲν οὖν περίβολον
510τῆς πόλεως ἐποίησε σταδίων ἑκατὸν καὶ πεντήκοντα, τὴν δ’ ὀχυρότητα καὶ τὴν εὐχρηστίαν θαυμαστήν, τοιῶιδέ τινι τρόπωι κατασκευάσας. (5) ῥέοντος γὰρ τοῦ Νείλου περὶ τὴν πόλιν καὶ κατὰ τὰς ἀναβάσεις ἐπικλύζοντος, ἀπὸ μὲν τοῦ νότου προεβάλετο χῶμα παμμέγεθες, πρὸς μὲν τὴν πλήρωσιν τοῦ ποταμοῦ προβλήματος, πρὸς δὲ τοὺς ἀπὸ τῆς γῆς πολεμίους ἀκροπόλεως ἔχον τάξιν· ἐκ δὲ τῶν ἄλλων μερῶν πανταχόθεν ὤρυξε λίμνην μεγάλην καὶ
515βαθεῖαν, ἣ τὸ σφοδρὸν τοῦ ποταμοῦ δεχομένη καὶ πάντα τὸν περὶ τὴν πόλιν τόπον πληροῦσα, πλὴν ἧι τὸ χῶμα κατεσκεύαστο, θαυμαστὴν ἐποίει τὴν ὀχυρότητα. (6) οὕτω δὲ καλῶς ὁ κτίσας αὐτὴν ἐστοχάσατο τῆς τῶν τόπων εὐκαιρίας ὥστε τοὺς ἑξῆς βασιλεῖς σχεδὸν ἅπαντας καταλιπόντας τὰς Θήβας τά τε βασίλεια καὶ τὴν οἴκησιν ἐν ταύτηι ποιεῖσθαι·
διόπερ ἀπὸ τούτων τῶν χρόνων ἤρξατο ταπεινοῦσθαι μὲν τὰ περὶ τὰς Θήβας, αὔξεσθαι34
520δὲ τὰ κατὰ τὴν Μέμφιν (51) ὁ δὲ τὴν Μέμφιν κτίσας μετὰ τὴν τοῦ χώματος καὶ τῆς λίμνης κατασκευὴν ὠικοδόμησε βασίλεια τῶν μὲν παρὰ τοῖς ἄλλοις οὐ λειπόμενα, τῆς δὲ τῶν προβασιλευσάντων μεγαλοψυχίας καὶ φιλοκαλίας οὐκ ἄξια. (2) οἱ γὰρ ἐγχώ‐ ριοι τὸν μὲν ἐν τῶι ζῆν χρόνον εὐτελῆ παντελῶς εἶναι νομίζουσι, τὸν δὲ μετὰ τὴν τελευτὴν
525δι’ ἀρετὴν μνημονευθησόμενον περὶ πλείστου ποιοῦνται· καὶ τὰς μὲν τῶν ζώντων οἰκήσεις καταλύσεις ὀνομάζουσιν, ὡς ὀλίγον χρόνον ἐν ταύταις οἰκούντων ἡμῶν, τοὺς δὲ τῶν τετε‐ λευτηκότων τάφους ἀιδίους οἴκους προσαγορεύουσιν, ὡς ἐν Ἅιδου διατελούντων τὸν ἄπειρον αἰῶνα· διόπερ τῶν μὲν κατὰ τὰς οἰκίας κατασκευῶν ἧττον φροντίζουσι, περὶ δὲ τὰς ταφὰς ὑπερβολὴν οὐκ ἀπολείπουσι φιλοτιμίας. (3) τὴν δὲ προειρημένην πόλιν ὀνο‐
530μασθῆναί τινές φασιν ἀπὸ τῆς θυγατρὸς τοῦ κτίσαντος αὐτὴν βασιλέως. ταύτης δὲ μυθολο‐ γοῦσιν ἐρασθῆναι τὸν ποταμὸν Νεῖλον ὁμοιωθέντα ταύρωι, καὶ γεννῆσαι τὸν ἐπ’ ἀρετῆι θαυμασθέντα παρὰ τοῖς ἐγχωρίοις Αἴγυπτον, ἀφ’ οὗ καὶ τὴν σύμπασαν χώραν τυχεῖν τῆς προσηγορίας. (4) διαδεξάμενον γὰρ τοῦτον τὴν ἡγεμονίαν γενέσθαι βασιλέα φιλάνθρωπον καὶ δίκαιον καὶ καθόλου σπουδαῖον ἐν πᾶσι· διὸ καὶ μεγάλης ἀποδοχῆς ἀξιούμενον ὑπὸ
535πάντων διὰ τὴν εὔνοιαν τυχεῖν τῆς προειρημένης τιμῆς. (5) μετὰ δὲ τὸν προειρημένον βασιλέα δώδεκα γενεαῖς ὕστερον διαδεξάμενος τὴν κατ’ Αἴγυπτον ἠγεμονίαν Μοῖρις ἐν μὲν τῆι Μέμφει κατεσκεύασε τὰ βόρεια προπύ‐ λαια, τῆι μεγαλοπρεπείαι πολὺ τῶν ἄλλων ὑπερέχοντα, ἐπάνω δὲ τῆς πόλεως ἀπὸ δέκα σχοίνων λίμνην ὤρυξε τῆι μὲν εὐχρηστίαι θαυμαστήν, τῶι δὲ μεγέθει τῶν ἔργων ἄπιστον.
540(6) τὴν μὲν γὰρ περίμετρον αὐτῆς φασιν ὑπάρχειν σταδίων τρισχιλίων καὶ ἑξακοσίων, τὸ δὲ βάθος ἐν τοῖς πλείστοις μέρεσιν ὀργυιῶν πεντήκοντα· ὥστε τίς οὐκ ἂν ἀναλογιζόμενος τὸ μέγεθος τοῦ κατασκευάσματος εἰκότως ζητήσαι πόσαι μυριάδες ἀνδρῶν ἐν πόσοις ἔτεσι τοῦτο συνετέλεσαν; (7) τὴν δὲ χρείαν τὴν ἐκ ταύτης καὶ κοινὴν ὠφέλειαν τοῖς τὴν Αἴγυ‐ πτον οἰκοῦσιν, ἔτι δὲ τὴν τοῦ βασιλέως ἐπίνοιαν, οὐκ ἄν τις ἐπαινέσειε τῆς ἀληθείας ἀξίως.
545(52) ἐπειδὴ γὰρ ὁ μὲν Νεῖλος οὐχ ὡρισμένας ἐποιεῖτο τὰς ἀναβάσεις, ἡ δὲ χώρα τὴν εὐ‐ καρπίαν παρεσκεύαζεν ἀπὸ τῆς ἐκείνου συμμετρίας, εἰς ὑποδοχὴν τοῦ πλεονάζοντος ὕδατος ὤρυξε τὴν λίμνην, ὅπως μήτε διὰ τὸ πλῆθος τῆς ῥύσεως ἐπικλύζων ἀκαίρως τὴν χώραν ἕλη καὶ λίμνας κατασκευάζηι μήτ’ ἐλάττω τοῦ συμφέροντος τὴν πλήρωσιν ποιούμενος τῆι λειψυ‐ δρίαι τοὺς καρποὺς λυμαίνηται. (2) καὶ διώρυχα μὲν ἐκ τοῦ ποταμοῦ κατεσκεύασεν εἰς τὴν

3a,264,F

25

(550)

λίμνην ὀγδοήκοντα μὲν σταδίων τὸ μῆκος, τρίπλεθρον δὲ τὸ πλάτος, διὰ δὲ ταύτης ποτὲ μὲν δεχόμενος τὸν ποταμόν, ποτὲ δ’ ἀποστρέφων, παρείχετο τοῖς γεωργοῖς τὴν τῶν ὑδάτων εὐκαιρίαν, ἀνοιγομένου τοῦ στόματος καὶ πάλιν κλειομένου φιλοτέχνως καὶ πολυδαπάνως· οὐκ ἐλάττω γὰρ τῶν πεντήκοντα ταλάντων δαπανᾶν ἦν ἀνάγκη τὸν ἀνοῖξαι βουλόμενον ἢ κλεῖσαι τὸ προειρημένον κατασκεύασμα. (3) διαμεμένηκε δ’ ἡ λίμνη τὴν εὐχρηστίαν
555παρεχομένη τοῖς κατ’ Αἴγυπτον ἕως τῶν καθ’ ἡμᾶς χρόνων, καὶ τὴν προσηγορίαν ἀπὸ τοῦ κατασκευάσαντος ἔχει, καλουμένη μεχρὶ τοῦ νῦν Μοίριδος λίμνη. (4) ὁ δ’ οὖν βασιλεὺς ὀρύττων ταύτην κατέλιπεν ἐν μέσηι τόπον, ἐν ὧι τάφον ὠικοδόμησε καὶ δύο πυραμίδας, τὴν μὲν ἑαυτοῦ, τὴν δὲ τῆς γυναικός, σταδιαίας τὸ ὕψος, ἐφ’ ὧν ἐπέστησεν εἰκόνας λιθίνας καθημένας ἐπὶ θρόνου, νομίζων διὰ τούτων τῶν ἔργων ἀθάνατον ἑαυτοῦ
560καταλείψειν ἐπ’ ἀγαθῶι μνήμην. (5) τὴν δ’ ἐκ τῆς λίμνης ἀπὸ τῶν ἰχθύων γινομένην πρόσοδον ἔδωκε τῆι γυναικὶ πρὸς μύρα καὶ τὸν ἄλλον καλλωπισμόν, φερούσης τῆς θήρας ἀργυρίου τάλαντον ἑκάστης ἡμέρας. (6) εἴκοσι γὰρ καὶ δύο γένη τῶν κατ’ αὐτήν φασιν
ἰχθύων εἶναι, καὶ τοσοῦτον αὐτῶν ἁλίσκεσθαι πλῆθος ὥστε τοὺς προσκαρτεροῦντας ταῖς ταριχείαις ὄντας παμπληθεῖς δυσχερῶς περιγίνεσθαι τῶν ἔργων. περὶ μὲν οὖν Μοίριδος35
565τοσαῦθ’ ἱστοροῦσιν Αἰγύπτιοι. (53) Σεσόωσιν δέ φασιν ὕστερον ἑπτὰ γενεαῖς βασιλέα γενόμενον ἐπιφανεστάτας καὶ μεγίστας τῶν πρὸ αὐτοῦ πράξεις ἐπιτελέσασθαι. ἐπεὶ δὲ περὶ τούτου τοῦ βασιλέως οὐ μόνον οἱ συγγραφεῖς οἱ παρὰ τοῖς Ἕλλησι διαπεφωνήκασι πρὸς ἀλλήλους, ἀλλὰ καὶ τῶν κατ’ Αἴγυπτον οἵ τε ἱερεῖς καὶ οἱ διὰ τῆς ὠιδῆς αὐτὸν ἐγκωμιάζοντες οὐχ ὁμολογούμενα λέγου‐
570σιν, ἡμεῖς πειρασόμεθα τὰ πιθανώτατα καὶ τοῖς ὑπάρχουσιν ἔτι κατὰ τὴν χώραν σημείοις τὰ μάλιστα συμφωνοῦντα διελθεῖν. (2) γεννηθέντος γὰρ τοῦ Σεσοώσιος ἐποίησεν ὁ πατὴρ αὐτοῦ μεγαλοπρεπές τι καὶ βασιλικόν· τοὺς γὰρ κατὰ τὴν αὐτὴν ἡμέραν γεννηθέντας παῖ‐ δας ἐξ ὅλης τῆς Αἰγύπτου συναγαγὼν καὶ τροφοὺς καὶ τοὺς ἐπιμελησομένους ἐπιστήσας τὴν αὐτὴν ἀγωγὴν καὶ τὴν παιδείαν ὥρισε τοῖς πᾶσιν, ὑπολαμβάνων τοὺς μάλιστα συντρα‐
575φέντας καὶ τῆς αὐτῆς παρρησίας κεκοινωνηκότας εὐνουστάτους καὶ συναγωνιστὰς ἐν τοῖς πολέμοις ἀρίστους ἔσεσθαι. (3) πάντα δὲ δαψιλῶς χορηγήσας διεπόνησε τοὺς παῖδας ἐν γυμνασίοις συνεχέσι καὶ πόνοις· οὐδενὶ γὰρ αὐτῶν ἐξῆν προσενέγκασθαι τροφήν, εἰ μὴ πρότερον δράμοι σταδίους ἑκατὸν καὶ ὀγδοήκοντα. (4) διὸ καὶ πάντες ἀνδρωθέντες ὑπῆρ‐ ξαν ἀθληταὶ μὲν τοῖς σώμασιν εὔρωστοι, ἡγεμονικοὶ δὲ καὶ καρτερικοὶ ταῖς ψυχαῖς διὰ
580τὴν τῶν ἀρίστων ἐπιτηδευμάτων ἀγωγήν. (5) τὸ μὲν οὖν πρῶτον ὁ Σεσόωσις ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς μετὰ δυνάμεως εἰς τὴν Ἀραβίαν, συστρατευομένων καὶ τῶν συντρόφων, περί τε τὰς θήρας διεπονήθη, καὶ ταῖς ἀνυδρίαις καὶ σπανοσιτίαις ἐγκαρτερήσας κατεστρέ‐ ψατο τὸ ἔθνος ἅπαν τὸ τῶν Ἀράβων, ἀδούλωτον τὸν πρὸ τοῦ χρόνον γεγονός. (6) ἔπειτα εἰς τοὺς πρὸς τὴν ἑσπέραν τόπους ἀποσταλεὶς τὴν πλείστην τῆς Λιβύης ὑπήκοον ἐποιήσατο,
585παντελῶς νέος ὢν τὴν ἡλικίαν. (7) τοῦ δὲ πατρὸς τελευτήσαντος διαδεξάμενος τὴν βασι‐ λείαν καὶ ταῖς προκατεργασθείσαις πράξεσι μετεωρισθεὶς ἐπεβάλετο τὴν οἰκουμένην κατα‐ κτήσασθαι. (8) ἔνιοι δὲ λέγουσιν αὐτὸν ὑπὸ τῆς ἰδίας θυγατρὸς Ἀθύρτιος παρακλη‐ θῆναι πρὸς τὴν τῶν ὅλων δυναστείαν, ἣν οἱ μὲν συνέσει πολὺ τῶν ἄλλων διαφέρουσάν φασι διδάξαι τὸν πατέρα ῥαιδίως ἂν ἐσομένην τὴν στρατείαν, οἱ δὲ μαντικῆι χρωμένην καὶ τὸ
590μέλλον ἔσεσθαι προγινώσκουσαν ἔκ τε τῆς θυτικῆς καὶ τῆς ἐγκοιμήσεως τῆς ἐν τοῖς ἱεροῖς, ἔτι δὲ τῶν κατὰ τὸν οὐρανὸν γινομένων σημείων. (9) γεγράφασι δέ τινες καὶ διότι κατὰ τὴν γένεσιν τοῦ Σεσοώσιος ὁ πατὴρ αὐτοῦ καθ’ ὕπνον δόξαι τὸν Ἥφαιστον αὐτῶι λέγειν ὅτι πάσης τῆς οἰκουμένης ὁ γεννηθεὶς παῖς κρατήσει. (10) διὰ ταύτην οὖν τὴν αἰτίαν τὸν μὲν πατέρα τοὺς ἡλικιώτας τοῦ προειρημένου ἀθροῖσαι καὶ βασιλικῆς ἀγωγῆς ἀξιῶσαι,
595προκατασκευαζόμενον εἰς τὴν τῶν ὅλων ἐπίθεσιν, αὐτὸν δ’ ἀνδρωθέντα καὶ τῆι τοῦ θεοῦ προρρήσει πιστεύσαντα κατενεχθῆναι πρὸς τὴν προειρημένην στρατείαν. (54) πρὸς δὲ ταύτην τὴν ἐπιβολὴν πρῶτον μὲν τὴν πρὸς αὐτὸν εὔνοιαν κατεσκεύασε πᾶσι τοῖς κατ’ Αἴγυπτον, ἡγούμενος δεῖν τοὺς μὲν συστρατεύοντας ἑτοίμως ὑπὲρ τῶν ἡγουμένων ἀπο‐ θνήσκειν, τοὺς δ’ ἀπολειπομένους ἐπὶ τῶν πατρίδων μηδὲν νεωτερίζειν, εἰ μέλλει τὴν

3a,264,F

25

(600)

προαίρεσιν ἐπὶ τέλος ἄξειν. (2) διὸ καὶ πάντας ἐκ τῶν ἐνδεχομένων εὐηργέτει, τοὺς μὲν χρημάτων δωρεαῖς ἐκθεραπεύων, τοὺς δὲ χώρας δόσει, τινὰς δὲ τιμωρίας ἀπολύσει, πάντας δὲ ταῖς ὁμιλίαις καὶ τῆι τῶν τρόπων ἐπιεικείαι προσήγετο· τῶν τε γὰρ βασιλικῶν ἐγκλη‐
μάτων ἅπαντας ἀθώιους ἀφῆκε, καὶ τοὺς πρὸς ἀργύριον συγκεκλειμένους ἀπέλυσε τοῦ χρέους, ὄντος πολλοῦ πλήθους ἀνθρώπων ἐν ταῖς φυλακαῖς. (3) τὴν δὲ χώραν ἅπασαν εἰς36
605ἓξ καὶ τριάκοντα μέρη διελών, ἃ καλοῦσιν Αἰγύπτιοι νομούς, ἐπέστησεν ἅπασι νομάρχας τοὺς ἐπιμελησομένους τῶν τε προσόδων τῶν βασιλικῶν καὶ διοικήσοντας ἅπαντα τὰ κατὰ τὰς ἰδίας μερίδας. (4) ἐπελέξατο δὲ καὶ [τούτων] τῶν ἀνδρῶν τοὺς ταῖς ῥώμαις διαφέροντας καὶ συνεστήσατο στρατόπεδον ἄξιον τοῦ μεγέθους τῆς ἐπιβολῆς· κατέγραψε γὰρ πεζῶν μὲν ἑξήκοντα μυριάδας, ἱππεῖς δὲ δισμυρίους καὶ τετρακισχιλίους, ζεύγη δὲ πολεμιστήρια
610δισμύρια καὶ ἑπτακισχίλια. (5) ἐπὶ δὲ τὰς κατὰ μέρος ἡγεμονίας τῶν στρατιωτῶν ἔταξε τοὺς συντρόφους, ἐνηθληκότας μὲν ἤδη τοῖς πολέμοις, ἀρετὴν δ’ ἐζηλωκότας ἐκ παίδων, εὔνοιαν δὲ ἀδελφικὴν ἔχοντας πρός τε τὸν βασιλέα καὶ πρὸς ἀλλήλους, ὄντας τὸν ἀριθμὸν πλείους τῶν χιλίων καὶ ἑπτακοσίων. (6) πᾶσι δὲ τοῖς προειρημένοις κατεκληρούχησε τὴν ἀρίστην τῆς χώρας, ὅπως ἔχοντες ἱκανὰς προσόδους καὶ μηδενὸς ἐνδεεῖς ὄντες ἀσκῶσι
615τὰ περὶ τοὺς πολέμους. (55) κατασκευάσας δὲ τὴν δύναμιν ἐστράτευσεν ἐπὶ πρώτους Αἰθίοπας τοὺς πρὸς τῆι μεσημβρίαι κατοικοῦντας, καὶ καταπολεμήσας ἠνάγκασε τὸ ἔθνος φόρους τελεῖν ἔβενον καὶ χρυσὸν καὶ τῶν ἐλεφάντων τοὺς ὀδόντας. (2) ἔπειτ’ εἰς μὲν τὴν Ἐρυθρὰν θάλατταν ἀπέστειλε στόλον νεῶν τετρακοσίων, πρῶτος τῶν ἐγχωρίων μακρὰ σκάφη ναυπηγησάμενος, καὶ τάς τε νήσους τὰς ἐν τοῖς τόποις κατεκτήσατο, καὶ τῆς ἠπεί‐
620ρου τὰ παρὰ θάλατταν μέρη κατεστρέψατο μέχρι τῆς Ἰνδικῆς· αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πεζῆι τὴν πορείαν [διὰ Συρίας] ποιησάμενος κατεστρέψατο πᾶσαν τὴν Ἀσίαν. (3) οὐ μόνον γὰρ τὴν ὕστερον ὑπ’ Ἀλεξάνδρου τοῦ Μακεδόνος κατακτηθεῖσαν χώραν ἐπῆλθεν, ἀλλὰ καί τινα τῶν ἐθνῶν ὧν ἐκεῖνος οὐ παρέβαλεν εἰς τὴν χώραν. (4) καὶ γὰρ τὸν Γάγγην ποταμὸν διέβη, καὶ τὴν Ἰνδικὴν ἐπῆλθε πᾶσαν ἕως ὠκεανοῦ, καὶ τὰ τῶν Σκυθῶν ἔθνη μέχρι Τα‐
625νάιδος ποταμοῦ τοῦ διορίζοντος τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας· ὅτε δή φασι τῶν Αἰγυ‐ πτίων καταλειφθέντας περὶ τὴν Μαιῶτιν λίμνην συστήσασθαι τὸ τῶν Κόλχων ἔθνος. (5) ὅτι δὲ τοῦτο τὸ γένος Αἰγυπτιακόν ἐστι σημεῖον εἶναι τὸ περιτέμνεσθαι τοὺς ἀνθρώπους παρα‐ πλησίως τοῖς κατ’ Αἴγυπτον, διαμένοντος τοῦ νομίμου παρὰ τοῖς ἀποίκοις, καθάπερ καὶ παρὰ τοῖς Ἰουδαίοις. (6) ὁμοίως δὲ καὶ τὴν λοιπὴν Ἀσίαν ἅπασαν ὑπήκοον ἐποιήσατο,
630καὶ τῶν Κυκλάδων νήσων τὰς πλείους. διαβὰς δ’ εἰς τὴν Εὐρώπην καὶ διεξιὼν ἅπασαν τὴν Θράικην ἐκινδύνευσεν ἀποβαλεῖν τὴν δύναμιν διὰ σπάνιν τροφῆς καὶ τόπων δυσχωρίας· (7) διόπερ ὅρια τῆς στρατείας ποιησάμενος ἐν τῆι Θράικηι, στήλας κατεσκεύασεν ἐν πολ‐ λοῖς τόποις τῶν ὑπ’ αὐτοῦ κατακτηθέντων· αὗται δὲ τὴν ἐπιγραφὴν εἶχον Αἰγυπτίοις γράμμασι τοῖς ἱεροῖς λεγομένοις «τήνδε τὴν χώραν ὅπλοις κατεστρέψατο τοῖς ἑαυτοῦ
635βασιλεὺς βασιλέων καὶ δεσπότης δεσποτῶν Σεσόωσις». (8) τὴν δὲ στήλην κατεσκεύασεν ἔχουσαν αἰδοῖον ἐν μὲν τοῖς μαχίμοις ἔθνεσιν ἀνδρός, ἐν δὲ τοῖς ἀγεννέσι καὶ δειλοῖς γυναι‐ κός, ἀπὸ τοῦ κυριωτέρου μέρους τὴν διάθεσιν τῆς ἑκάστων ψυχῆς φανερωτάτην τοῖς ἐπιγινομένοις ἔσεσθαι νομίζων. (9) ἐν ἐνίοις δὲ τόποις καὶ τὴν ἑαυτοῦ κατεσκεύασεν εἰκόνα λιθίνην, τόξα καὶ λόγχην ἔχουσαν, τῶι μεγέθει τέτταρσι παλαισταῖς μείζονα τῶν
640τεττάρων πηχῶν, ἡλίκος ὢν καὶ αὐτὸς ἐτύγχανεν. (10) ἐπιεικῶς δὲ προσενεχθεὶς ἅπασι τοῖς ὑποτεταγμένοις καὶ συντελέσας τὴν στρατείαν ἐν ἔτεσιν ἐννέα, τοῖς μὲν ἔθνεσι κατὰ δύναμιν προσέταξε δωροφορεῖν κατ’ ἐνιαυτὸν εἰς Αἴγυπτον, αὐτὸς δ’ ἀθροίσας αἰχμαλώτων τε καὶ τῶν ἄλλων λαφύρων πλῆθος ἀνυπέρβλητον ἐπανῆλθεν εἰς τὴν πατρίδα, μεγίστας
πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος. (11) καὶ τὰ μὲν ἱερὰ πάντα τὰ κατ’ Αἴγυπτον37
645ἀναθήμασιν ἀξιολόγοις καὶ σκύλοις ἐκόσμησε, τῶν δὲ στρατιωτῶν τοὺς ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν ἐτίμησε. (12) καθόλου δὲ ἀπὸ ταύτης τῆς στρατείας οὐ μόνον ἡ συνανδραγαθήσασα δύναμις μεγάλην εὐπορίαν κτησαμένη τὴν ἐπάνοδον ἐποιήσατο λαμ‐ πράν, ἀλλὰ καὶ τὴν Αἴγυπτον ἅπασαν συνέβη παντοίας ὠφελείας ἐμπλησθῆναι. (56) ὁ δὲ Σεσόωσις ἀποστήσας τὰ πλήθη τῶν πολεμικῶν ἔργων τοῖς μὲν συνανδραγαθήσασι συνε‐

3a,264,F

25

(650)

χώρησε τὴν ῥαιστώνην καὶ τὴν ἀπόλαυσιν τῶν κατακτηθέντων ἀγαθῶν, αὐτὸς δὲ φιλό‐ δοξος ὢν καὶ τῆς εἰς τὸν αἰῶνα μνήμης ὀρεγόμενος κατεσκεύασεν ἔργα μεγάλα καὶ θαυ‐ μαστὰ ταῖς ἐπινοίαις καὶ ταῖς χορηγίαις, ἑαυτῶι μὲν ἀθάνατον περιποιοῦντα δόξαν, τοῖς δ’ Αἰγυπτίοις τὴν εἰς ἅπαντα τὸν χρόνον ἀσφάλειαν μετὰ ῥαιστώνης. (2) πρῶτον μὲν γὰρ ἀπὸ θεῶν ἀρξάμενος ὠικοδόμησεν ἐν πάσαις ταῖς κατ’ Αἴγυπτον πόλεσιν ἱερὸν θεοῦ τοῦ
655μάλιστα παρ’ ἑκάστοις τιμωμένου. πρὸς δὲ τὰς ἐργασίας τῶν μὲν Αἰγυπτίων οὐδένα παρέ‐ λαβε, δι’ αὐτῶν δὲ τῶν αἰχμαλώτων ἅπαντα κατεσκεύασε. διόπερ ἐπὶ πᾶσι τοῖς ἱεροῖς ἐπέγραψεν ὡς οὐδεὶς ἐγχώριος εἰς αὐτὰ μεμόχθηκε. (3) λέγεται δὲ τῶν αἰχμαλώτων τοὺς ἐκ τῆς Βαβυλωνίας ἁλόντας ἀποστῆναι τοῦ βασιλέως, μὴ δυναμένους φέρειν τὰς ἐν τοῖς ἔργοις ταλαιπορίας· οὓς καταλαβομένους παρὰ τὸν ποταμὸν χωρίον καρτερὸν διαπολε‐
660μεῖν τοῖς Αἰγυπτίοις καὶ τὴν σύνεγγυς χώραν καταφθείρειν, τέλος δὲ δοθείσης ἀδείας αὐτοῖς κατοικῆσαι τὸν τόπον, ὃν καὶ ἀπὸ τῆς πατρίδος Βαβυλῶνα προσαγορεῦσαι. (4) δι’ αἰτίας δὲ παραπλησίους φασὶν ὠνομάσθαι καὶ τὴν Τροίαν τὴν ἔτι καὶ νῦν οὖσαν παρὰ τὸν Νεῖλον· τὸν μὲν γὰρ Μενέλαον ἐξ Ἰλίου πλέοντα μετὰ πολλῶν αἰχμαλώτων παραβαλεῖν εἰς Αἴγυπτον, τοὺς δὲ Τρῶας ἀποστάντας αὐτοῦ καταλαβέσθαι τινὰ τόπον καὶ διαπολεμῆσαι
665μέχρι ὅτου συγχωρηθείσης αὐτοῖς τῆς ἀσφαλείας ἔκτισαν πόλιν, ἣν ὁμώνυμον αὐτοὺς ποιῆ‐ σαι τῆι πατρίδι. (5) οὐκ ἀγνοῶ δὲ ὅτι περὶ τῶν εἰρημένων πόλεων Κτήσιας ὁ Κνίδιος (III C) διαφόρως ἱστόρησε, φήσας τῶν μετὰ Σεμιράμιδος παραβαλόντων εἰς Αἴγυπτόν τινας ἐκτικέναι ταύτας .... (57) ὁ δ’ οὖν Σεσόωσις χώματα πολλὰ καὶ μεγάλα κατα‐ σκευάσας τὰς πόλεις εἰς ταῦτα μετώικισεν, ὅσαι μὴ φυσικῶς τὸ ἔδαφος ἐτύγχανον ἐπηρμέ‐
670νον ἔχουσαι, ὅπως κατὰ τὰς πληρώσεις τοῦ ποταμοῦ καταφυγὰς ἔχωσιν ἀκινδύνους οἵ τε ἄνθρωποι καὶ τὰ κτήνη. (2) κατὰ πᾶσαν δὲ τὴν χώραν τὴν ἀπὸ Μέμφεως ἐπὶ θάλατταν ὤρυξε πυκνὰς ἐκ τοῦ ποταμοῦ διώρυχας, ἵνα τὰς μὲν συγκομιδὰς τῶν καρπῶν ποιῶνται συντόμως καὶ ῥαιδίως, ταῖς δὲ πρὸς ἀλλήλους τῶν λαῶν ἐπιμιξίαις καὶ πᾶσι τοῖς τόποις ὑπάρχηι ῥαιστώνη καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν πολλὴ δαψίλεια· τὸ δὲ μέγιστον, πρὸς
675τὰς τῶν πολεμίων ἐφόδους ὀχυρὰν καὶ δυσέμβολον ἐποίησε τὴν χώραν. (3) τὸν γὰρ πρὸ τοῦ χρόνον ἡ κρατίστη τῆς Αἰγύπτου πᾶσα σχεδὸν ἱππάσιμος οὖσα καὶ ταῖς συνωρίσιν εὔβατος ἀπ’ ἐκείνου τοῦ χρόνου διὰ τὸ πλῆθος τῶν ἐκ τοῦ ποταμοῦ διωρύχων δυσεφοδωτάτη γέγονεν. (4) ἐτείχισε δὲ καὶ τὴν πρὸς ἀνατολὰς νεύουσαν πλευρὰν τῆς Αἰγύπτου πρὸς τὰς ἀπὸ τῆς Συρίας καὶ τῆς Ἀραβίας ἐμβολάς, ἀπὸ Πηλουσίου μέχρι Ἡλιουπόλεως διὰ
680τῆς ἐρήμου τὸ μῆκος ἐπὶ σταδίους χιλίους καὶ πεντακοσίους. (5) ἐναυπηγήσατο δὲ καὶ πλοῖον κέδρινον τὸ μὲν μῆκος πηχῶν διακοσίων καὶ ὀγδοήκοντα, τὴν δ’ ἐπιφάνειαν ἔχον τὴν μὲν ἔξωθεν ἐπίχρυσον, τὴν δ’ ἔνδοθεν κατηργυρωμένην· καὶ τοῦτο μὲν ἀνέθηκε τῶι θεῶι μάλιστα ἐν Θήβαις τιμωμένωι, δύο τε λιθίνους ὀβελίσκους ἐκ τοῦ σκληροῦ λίθου πηχῶν τὸ ὕψος εἴκοσι πρὸς τοῖς ἑκατόν, ἐφ’ ὧν ἐπέγραψε τό τε μέγεθος τῆς δυνάμεως καὶ τὸ
685πλῆθος τῶν προσόδων καὶ τὸν ἀριθμὸν τῶν καταπολεμηθέντων ἐθνῶν. ἐν Μέμφει δ’ ἐν
τῶι τοῦ Ἡφαίστου ἱερῶι μονολίθους εἰκόνας ἑαυτοῦ τε καὶ τῆς γυναικὸς τὸ ὕψος τριάκοντα πηχῶν, τῶν δ’ υἱῶν εἴκοσι πηχῶν, διὰ σύμπτωμα τοιόνδε. (6) ἐκ τῆς μεγάλης στρατείας ἀνα‐ κάμψαντος εἰς Αἴγυπτον τοῦ Σεσοώσιος καὶ διατρίβοντος περὶ τὸ Πηλούσιον, ἑστιῶν αὐτὸν ὁ ἀδελφὸς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἐπιβουλὴν συνεστήσατο· ἀναπαυομένων38
690γὰρ αὐτῶν ἀπὸ τῆς μέθης, ἔχων καλάμου ξηροῦ πλῆθος ἐκ χρόνου παρεσκευασμένον, καὶ τοῦτο νυκτὸς τῆι σκηνῆι περιθεὶς ἐνέπρησεν. (7) ἄφνω δὲ τοῦ πυρὸς ἐκλάμψαντος οἱ μὲν ἐπὶ τῆς θεραπείας τοῦ βασιλέως τεταγμένοι παρεβοήθουν ἀγεννῶς ὡς ἂν οἰνωμένοι, ὁ δὲ Σεσόωσις ἀμφοτέρας τὰς χεῖρας ἀνατείνας καὶ ὑπὲρ τῆς σωτηρίας τῶν τε παίδων καὶ τῆς γυναικὸς τοῖς θεοῖς εὐξάμενος διεξέπεσε διὰ τῆς φλογός. (8) σωθεὶς δὲ παρα‐
695δόξως τούς τε ἄλλους θεοὺς ἐτίμησεν ἀναθήμασι, καθότι προείρηται, πάντων δὲ μάλιστα τὸν Ἥφαιστον, ὡς ὑπὸ τούτου τετευχὼς τῆς σωτηρίας. (58) πολλῶν δὲ καὶ μεγάλων περὶ τὸν Σεσόωσιν ὑπαρξάντων δοκεῖ μεγαλοπρεπέστατον αὐτῶι γεγονέναι τὸ συντελούμενον ἐν ταῖς ἐξόδοις περὶ τοὺς ἡγεμόνας. (2) τῶν γὰρ καταπεπολεμημένων ἐθνῶν οἵ τε τὰς συγκεχωρημένας βασιλείας ἔχοντες καὶ τῶν ἄλλων οἱ τὰς μεγίστας ἡγεμονίας παρειλη‐

3a,264,F

25

(700)

φότες ἀπήντων εἰς Αἴγυπτον ἐν τακτοῖς χρόνοις φέροντες δῶρα· οὓς ὁ βασιλεὺς ἐκδεχόμενος ἐν μὲν τοῖς ἄλλοις ἐτίμα καὶ διαφερόντως προῆγεν, ὁπότε δὲ πρὸς ἱερὸν ἢ πόλιν προσιέναι μέλλοι, τοὺς ἵππους ἀπὸ τοῦ τεθρίππου λύων ὑπεζεύγνυεν ἀντὶ τούτων κατὰ τέτταρας τούς τε βασιλεῖς καὶ τοὺς ἄλλους ἡγεμόνας, ἐνδεικνύμενος (ὡς ὤιετο) πᾶσιν ὅτι τοὺς τῶν ἄλλων κρατίστους καὶ δι’ ἀρετὴν ἐπιφανεστάτους καταπολεμήσας εἰς ἅμιλλαν ἀρετῆς
705οὐκ ἔχει τὸν δυνάμενον συγκριθῆναι. (3) δοκεῖ δ’ οὗτος ὁ βασιλεὺς πάντας τοὺς πώποτε γενομένους ἐν ἐξουσίαις ὑπερβεβηκέναι ταῖς τε πολεμικαῖς πράξεσι καὶ τῶι μεγέθει καὶ τῶι πλήθει τῶν τε ἀναθημάτων καὶ τῶν ἔργων τῶν κατεσκευασμένων κατ’ Αἴγυπτον. ἔτη δὲ τρία πρὸς τοῖς τριάκοντα βασιλεύσας ἐκ προαιρέσεως ἐξέλιπε τὸν βίον, ὑπολιπόντων αὐτὸν τῶν ὀμμάτων· καὶ τοῦτο πράξας οὐ μόνον παρὰ τοῖς ἱερεῦσιν ἀλλὰ καὶ παρὰ τοῖς
710ἄλλοις Αἰγυπτίοις ἐθαυμάσθη, δόξας τῆι μεγαλοψυχίαι τῶν πεπραγμένων ἀκόλουθον πεποιῆσθαι τὴν τοῦ βίου καταστροφήν. (4) ἐπὶ τοσοῦτο δ’ ἴσχυσε καὶ διέτεινε τοῖς χρό‐ νοις ἡ δόξα τούτου τοῦ βασιλέως ὥστε τῆς Αἰγύπτου πολλαῖς γενεαῖς ὕστερον πεσούσης ὑπὸ τὴν ἐξουσίαν τῶν Περσῶν, καὶ Δαρείου τοῦ Ξέρξου πατρὸς σπουδάσαντος ἐν Μέμφει τὴν ἰδίαν εἰκόνα στῆσαι πρὸ τῆς τοῦ Σεσοώσιος, ὁ μὲν ἀρχιερεὺς ἀντεῖπε, λόγου προτεθέν‐
715τος ἐν ἐκκλησίαι τῶν ἱερέων, ἀποφηνάμενος ὡς οὔπω Δαρεῖος ὑπερβέβηκε τὰς Σεσοώσιος πράξεις· ὁ δὲ βασιλεὺς οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ τοὐναντίον ἡσθεὶς ἐπὶ τῆι παρ‐ ρησίαι σπουδάσειν ἔφησεν ὅπως κατὰ μηδὲν ἐκείνου λειφθείη βιώσας τὸν ἴσον χρόνον, καὶ παρεκάλει συγκρίνειν τὰς ἡλικιώτιδας πράξεις· τοῦτον γὰρ δικαιότατον ἔλεγχον εἶναι τῆς ἀρετῆς. (5) περὶ μὲν οὖν Σεσοώσιος ἀρκεσθησόμεθα τοῖς λόγοις τοῖς ῥηθεῖσιν.
720 (59) ὁ δ’ υἱὸς αὐτοῦ διαδεξάμενος τὴν βασιλείαν καὶ τὴν πατρὸς προσηγορίαν ἑαυτῶι περιθέμενος πρᾶξιν μὲν πολεμικὴν ἢ μνήμης ἀξίαν οὐδ’ ἡντινοῦν συνετελέσατο, συμπτώματι δὲ περιέπεσεν ἰδιάζοντι. (2) ἐστερήθη μὲν γὰρ τῆς ὁράσεως εἴτε διὰ τὴν πρὸς τὸν πατέρα τῆς φύσεως κοινωνίαν εἴθ’, ὥς τινες μυθολογοῦσι, διὰ τὴν εἰς τὸν ποταμὸν ἀσέβειαν, ἐν ὧι χειμαζόμενός ποτε τὸ φερόμενον ῥεῦμα κατηκόντισε. διὰ δὲ τὴν ἀτυχίαν ἀναγκασθεὶς
725καταφυγεῖν ἐπὶ τὴν τῶν θεῶν βοηθείαν, ἐπὶ χρόνους ἱκανοὺς πλείσταις θυσίαις καὶ τιμαῖς
τὸ θεῖον ἐξιλασκόμενος οὐδεμιᾶς ἐτύγχανε πολυωρίας. (3) τῶι δεκάτωι δ’ ἔτει μαντείας αὐτῶι γενομένης τιμῆσαί τε τὸν θεὸν τὸν ἐν Ἡλιουπόλει καὶ γυναικὸς οὔρωι νίζεσθαι τὸ πρόσωπον, ἥτις ἑτέρου πείραν ἀνδρὸς οὐκ εἴληφε, τῶν μὲν γυναικῶν ἀπὸ τῆς ἰδίας ἀρξά‐ μενος καὶ πολλὰς ἐξετάσας οὐδεμίαν εὗρεν ἀδιάφθορον πλὴν κηπουροῦ τινος, ἣν ὑγιὴς39
730γενόμενος ἔγημε· τὰς δ’ ἄλλας ζώσας ἐν κώμηι τινὶ κατέκαυσεν, ἣν Αἰγύπτιοι διὰ τὸ σύμ‐ πτωμα τοῦτο προσηγόρευσαν Ἱερὰν βῶλον. (4) τῶι δ’ ἐν Ἡλιουπόλει θεῶι τὰς χάριτας ἀπονέμων τῆς εὐεργεσίας κατὰ τὸν χρησμὸν ὀβελίσκους ἀνέθηκε δύο μονολίθους, τὸ μὲν πλάτος ὀκτώ, τὸ δὲ μῆκος πηχῶν ἑκατόν. (60) μετὰ δὲ τοῦτον τὸν βασιλέα συχνοὶ τῶν διαδεξαμένων τὴν ἀρχήν τινες οὐδὲν ἔπραξαν
735ἀναγραφῆς ἄξιον. πολλαῖς δ’ ὕστερον γενεαῖς Ἄμασις γενόμενος βασιλεὺς ἦρχε τῶν ὄχλων βιαιότερον· πολλοὺς μὲν γὰρ παρὰ τὸ δίκαιον ἐτιμωρεῖτο, συχνοὺς δὲ τῶν οὐσιῶν ἐστέρισκε, πᾶσι δὲ ὑπεροπτικῶς καὶ κατὰ πᾶν ὑπερηφάνως προσεφέρετο. (2) μέχρι μὲν οὖν τινος οἱ πάσχοντες ἐκαρτέρουν, οὐ δυνάμενοι κατ’ οὐδένα τρόπον ἀμύ‐ νασθαι τοὺς πλέον ἰσχύοντας· ἐπεὶ δ’ Ἀκτισάνης ὁ τῶν Αἰθιόπων βασιλεὺς ἐστράτευσεν ἐπ’
740αὐτόν, τότε τοῦ μίσους καιρὸν λαβόντος ἀπέστησαν οἱ πλεῖστοι. (3) διόπερ ῥαιδίως αὐτοῦ χειρωθέντος, ἡ μὲν Αἴγυπτος ἔπεσεν ὑπὸ τὴν τῶν Αἰθιόπων βασιλείαν, ὁ δ’ Ἀκτισάνης ἀνθρωπίνως ἐνέγκας τὴν εὐτυχίαν ἐπιεικῶς προσεφέρετο τοῖς ὑποτεταγμένοις. (4) ὅτε δὴ καὶ συνετέλεσεν ἴδιόν τι περὶ τοὺς ληιστάς, οὔτε θανατώσας τοὺς ἐνόχους οὔτε ὁλο‐ σχερῶς ἀφεὶς ἀτιμωρήτους. (5) συναγαγὼν γὰρ ἐξ ἁπάσης τῆς χώρας τοὺς ἐν ἐγκλήμασιν
745ὄντας κακουργίας καὶ τὴν διάγνωσιν αὐτῶν δικαιοτάτην ποιησάμενος, ἤθροισεν ἅπαντας τοὺς καταδεδικασμένους, ἀποτεμὼν δ’ αὐτῶν τοὺς μυκτῆρας κατώικισεν ἐν τοῖς ἐσχάτοις τῆς ἐρήμου, κτίσας πόλιν τὴν ἀπὸ τοῦ συμπτώματος τῶν οἰκητόρων Ῥινοκόλουρα προσα‐ γορευθεῖσαν. (6) αὕτη δὲ κειμένη πρὸς τοῖς μεθορίοις τῆς Αἰγύπτου καὶ Συρίας οὐ μα‐ κρὰν τοῦ παρήκοντος αἰγιαλοῦ πάντων σχεδὸν τῶν πρὸς ἀνθρωπίνην δίαιταν ἀνηκόντων

3a,264,F

25

(750)

ἐστέρηται. (7) περιέχει μὲν γὰρ αὐτὴν χώρα πλήρης ἁλμυρίδος, ἐντὸς δὲ τοῦ τείχους ὀλίγον ἐστὶν ὕδωρ ἐν φρέασιν, καὶ τοῦτο διεφθαρμένον καὶ παντελῶς τῆι γεύσει πικρόν. (8) κατώικισε δ’ αὐτοὺς εἰς ταύτην τὴν χώραν, ὅπως μήτε τοὺς ἐξ ἀρχῆς ἐπιτηδευθέντας βίους διατηροῦντες λυμαίνωνται τοὺς μηδὲν ἀδικοῦντας μήτε κατὰ τὰς πρὸς τοὺς ἄλλους ἐπιμιξίας ἀγνοούμενοι λανθάνωσιν. (9) ἀλλ’ ὅμως ἐκριφέντες εἰς χώραν ἔρημον καὶ πάν‐
755των σχεδὸν τῶν χρησίμων ἄπορον, ἐπενόησαν βίον οἰκεῖον τῆς περὶ αὐτοὺς ἐνδείας, ἀνα‐ γκαζούσης τῆς φύσεως πρὸς τὴν ἀπορίαν πάντα μηχανᾶσθαι. (10) καλάμην γὰρ κείροντες ἐκ τῆς ὁμόρου χώρας καὶ ταύτην σχίζοντες λίνα παραμήκη κατεσκεύαζον, ταῦτα δὲ παρὰ τὸν αἰγιαλὸν ἐπὶ πολλοὺς σταδίους ἱστάντες τὰς θήρας τῶν ὀρτύγων ἐποιοῦντο· φέρονται γὰρ οὗτοι κατ’ ἀγέλας μείζονας ἐκ τοῦ πελάγους· οὓς θηρεύοντες ἤθροιζον πλῆθος ἱκανὸν εἰς
760διατροφὴν ἑαυτοῖς. (61) τοῦ δὲ βασιλέως τούτου τελευτήσαντος ἀνεκτήσαντο τὴν ἀρχὴν Αἰγύπτιοι, καὶ κατέστησαν ἐγχώριον βασιλέα Μένδην, ὅν τινες Μάρρον προσονομάζουσιν. (2) οὗτος δὲ πολεμικὴν μὲν πρᾶξιν οὐδ’ ἡντινοῦν ἐπετελέσατο, τάφον δ’ αὑτῶι κατεσκεύασε τὸν ὀνομα‐ ζόμενον Λαβύρινθον, οὐχ οὕτω κατὰ τὸ μέγεθος τῶν ἔργων θαυμαστόν, ὡς πρὸς τὴν φιλο‐
765τεχνίαν δυσμίμητον· ὁ γὰρ εἰσελθὼν εἰς αὐτὸν οὐ δύναται ῥαιδίως τὴν ἔξοδον εὑρεῖν, ἐὰν μὴ τύχηι τινὸς ὁδηγοῦ παντελῶς ἐμπείρου. (3) φασὶ δέ τινες καὶ τὸν Δαίδαλον εἰς Αἴγυ‐ πτον παραβαλόντα καὶ θαυμάσαντα τὴν ἐν τοῖς ἔργοις τέχνην κατασκευάσαι τῶι βασιλεύοντι
τῆς Κρήτης Μίνωι λαβύρινθον ὅμοιον τῶι κατ’ Αἴγυπτον ἐν ὧι γενέσθαι μυθολογοῦσι τὸν λεγόμενον Μινώταυρον. (4) ἀλλ’ ὁ μὲν κατὰ τὴν Κρήτην ἠφανίσθη τελέως, εἴτε40
770δυνάστου τινὸς κατασκάψαντος εἴτε τοῦ χρόνου τοὖργον λυμηναμένου, ὁ δὲ κατ’ Αἴγυπτον ἀκέραιον τὴν ὅλην κατασκευὴν τετήρηκε μέχρι τοῦ κατ’ ἡμᾶς βίου. (62) μετὰ δὲ τὴν τοῦ βασιλέως τούτου τελευτὴν ἐπὶ γενεὰς πέντε γενομένης ἀναρχίας τῶν ἀδόξων τις ἡιρέθη βασιλεύς, ὃν Αἰγύπτιοι μὲν ὀνομάζουσι Κέτηνα (?), παρὰ δὲ τοῖς Ἕλλησιν εἶναι δοκεῖ Πρωτεὺς ὁ κατὰ τὸν Ἰλιακὸν γεγονὼς πόλεμον. (2) τούτου δὲ
775παραδεδομένου τῶν τε πνευμάτων ἔχειν ἐμπειρίαν καὶ τὴν μορφὴν μεταβάλλειν ὁτὲ μὲν εἰς ζώιων τύπους, ὁτὲ δὲ εἰς δένδρον ἢ πῦρ ἤ τι τῶν ἄλλων, ὁμολογούμενα τούτοις συμ‐ βαίνει καὶ τοὺς ἱερεῖς λέγειν περὶ αὐτοῦ. (3) ἐκ μὲν γὰρ τῆς μετὰ τῶν ἀστρολόγων συμ‐ βιώσεως, ἣν ἐποιεῖτο συνεχῶς, ἐμπειρίαν ἐσχηκέναι τὸν βασιλέα τῶν τοιούτων, ἐκ δὲ τοῦ νομίμου τοῦ παραδεδομένου τοῖς βασιλεῦσι τὸ περὶ τὰς μεταβολὰς τῆς ἰδέας μυθολο‐
780γηθῆναι παρὰ τοῖς Ἕλλησιν. (4) ἐν ἔθει γὰρ εἶναι τοῖς κατ’ Αἴγυπτον δυνάσταις περι‐ τίθεσθαι περὶ τὴν κεφαλὴν λεόντων καὶ ταύρων καὶ δρακόντων προτομὰς σημεῖα τῆς ἀρχῆς, καὶ ποτὲ μὲν δένδρα, ποτὲ δὲ πῦρ. ἔστι δ’ ὅτε καὶ θυμιαμάτων εὐωδῶν ἔχειν ἐπὶ τῆς κεφα‐ λῆς οὐκ ὀλίγα, καὶ διὰ τούτων ἅμα μὲν ἑαυτοὺς εἰς εὐπρέπειαν κοσμεῖν, ἅμα δὲ τοὺς ἄλ‐ λους εἰς κατάπληξιν ἄγειν καὶ δεισιδαίμονα διάθεσιν.
785 (5) μετὰ δὲ τὴν Πρωτέως τελευτὴν διαδεξάμενος τὴν βασιλείαν ὁ υἱὸς Ῥέμφις διετέλεσε πάντα τὸν τοῦ ζῆν χρόνον ἐπιμελόμενος τῶν προσόδων καὶ σωρεύων πανταχόθεν τὸν πλοῦ‐ τον, διὰ δὲ μικροψυχίαν καὶ φιλαργυρίαν [ἤθους] οὔτε εἰς ἀναθήματα θεῶν οὔτ’ εἰς εὐερ‐ γεσίαν ἀνθρώπων οὐδὲν ἀνήλωσε. (6) διὸ καὶ γενόμενος οὐ βασιλεὺς ἀλλ’ οἰκονόμος ἀγαθὸς ἀντὶ τῆς ἐπ’ ἀρετῆι δόξης ἀπέλιπε πλεῖστα χρήματα τῶν πρὸ αὐτοῦ βασιλευσάντων·
790ἀργύρου γὰρ καὶ χρυσοῦ παραδέδοται συναγαγεῖν αὐτὸν εἰς τετταράκοντα μυριάδας ταλάντων. (63) τούτου δὲ τελευτήσαντος ἐπὶ γενεὰς ἑπτὰ διεδέξαντο τὴν ἀρχὴν βασιλεῖς ἀργοὶ παντελῶς καὶ πρὸς ἄνεσιν καὶ τρυφὴν ἅπαντα πράττοντες. διόπερ ἐν ταῖς ἱεραῖς ἀναγρα‐ φαῖς οὐδὲν αὐτῶν ἔργον πολυτελὲς οὐδὲ πρᾶξις ἱστορίας ἀξία παραδέδοται, πλὴν ἑνὸς Νει‐
795λέως, ἀφ’ οὗ συμβαίνει τὸν ποταμὸν ὀνομασθῆναι Νεῖλον, τὸ πρὸ τοῦ καλούμενον Αἴγυπτον. οὗτος δὲ πλείστας εὐκαίρους διώρυχας κατασκευάσας καὶ πολλὰ περὶ τὴν εὐχρηστίαν τοῦ Νείλου φιλοτιμηθεὶς αἴτιος κατέστη τῶι ποταμῶι ταύτης τῆς προσηγορίας. (2) ὄγδοος δὲ βασιλεὺς γενόμενος Χέμμις ὁ Μεμφίτης ἦρξε μὲν ἔτη πεντήκοντα, κατε‐ σκεύασε δὲ τὴν μεγίστην τῶν τριῶν πυραμίδων τῶν ἐν τοῖς ἑπτὰ τοῖς ἐπιφανεστάτοις ἔργοις

3a,264,F

25

(800)

ἀριθμουμένων. (3) αὗται δὲ κείμεναι κατὰ τὴν Λιβύην τῆς Μέμφεως ἀπέχουσι σταδίους ἑκατὸν καὶ εἴκοσι, τοῦ δὲ Νείλου πέντε πρὸς τοῖς τετταράκοντα, τῶι δὲ μεγέθει τῶν ἔργων καὶ τῆι κατὰ τὴν χειρουργίαν τέχνηι θαυμαστὴν κατάπληξιν παρέχονται τοῖς θεωμένοις. (4) ἡ μὲν γὰρ μεγίστη τετράπλευρος οὖσα τῶι σχήματι τὴν ἐπὶ τῆς βάσεως πλευρὰν ἑκάστην ἔχει πλέθρων ἑπτά, τὸ δ’ ὕψος πλέον τῶν ἓξ πλέθρων· συναγωγὴν δ’ ἐκ τοῦ κατ’ ὀλίγον
805λαμβάνουσα μέχρι τῆς κορυφῆς ἑκάστην πλευρὰν ποιεῖ πηχῶν ἕξ. (5) πᾶσα δὲ στερεοῦ λίθου κατεσκεύασται, τὴν μὲν ἐργασίαν ἔχοντος δυσχερῆ, τὴν δὲ διαμονὴν αἰώνιον· οὐκ ἐλαττόνων γὰρ ἢ χιλίων ἐτῶν, ὥς φασι, διεληλυθότων εἰς τὸν καθ’ ἡμᾶς βίον, ὡς δὲ ἔνιοι γράφουσι πλειόνων ἢ τρισχιλίων καὶ τετρακοσίων, διαμένουσι μέχρι τοῦ νῦν οἱ λίθοι
τὴν ἐξ ἀρχῆς σύνθεσιν καὶ τὴν ὅλην κατασκευὴν ἄσηπτον διαφυλάττοντες. (6) λέγεται41
810δὲ τὸν μὲν λίθον ἐκ τῆς Ἀραβίας ἀπὸ πολλοῦ διαστήματος κομισθῆναι, τὴν δὲ κατα‐ σκευὴν διὰ χωμάτων γενέσθαι, μήπω τῶν μηχανῶν εὑρημένων κατ’ ἐκείνους τοὺς χρόνους. (7) καὶ τὸ θαυμασιώτατον· τηλικούτων ἔργων κατεσκευασμένων καὶ τοῦ περιέχοντος τόπου παντὸς ἁμμώδους ὄντος οὐδὲν ἴχνος οὔτε τοῦ χώματος οὔτε τῆς τῶν λίθων ξεστουρ‐ γίας ἀπολείπεσθαι, ὥστε δοκεῖν μὴ κατ’ ὀλίγον ὑπ’ ἀνθρώπων ἐργασίας ἀλλὰ συλλήβδην
815ὥσπερ ὑπὸ θεοῦ τινος τὸ κατασκεύασμα τεθῆναι πᾶν εἰς τὴν περιέχουσαν ἅμμον. (8) ἐπιχει‐ ροῦσι δέ τινες τῶν Αἰγυπτίων τερατολογεῖν ὑπὲρ τούτων, λέγοντες ὡς ἐξ ἁλῶν καὶ νίτρου τῶν χωμάτων γεγονότων ἐπαφεθεὶς ὁ ποταμὸς ἔτηξεν αὐτὰ καὶ παντελῶς ἠφάνισεν ἄνευ τῆς χειροποιήτου πραγματείας. (9) οὐ μὴν καὶ τἀληθὲς οὕτως ἔχει, διὰ δὲ τῆς πολυχειρίας τῆς τὰ χώματα βαλούσης πάλιν τὸ πᾶν ἔργον εἰς τὴν προυπάρχουσαν ἀποκατεστάθη τάξιν·
820τριάκοντα μὲν γὰρ καὶ ἓξ μυριάδες ἀνδρῶν, ὥς φασι, ταῖς τῶν ἔργων λειτουργίαις προσή‐ δρευσαν, τὸ δὲ πᾶν κατασκεύασμα τέλος ἔσχε μόγις ἐτῶν εἴκοσι διελθόντων. (64) τε‐ λευτήσαντος δὲ τοῦ βασιλέως τούτου διεδέξατο τὴν ἀρχὴν ὁ ἀδελφὸς Κεφρήν, καὶ ἦρξεν ἔτη ἓξ πρὸς τοῖς πεντήκοντα. ἔνιοι δέ φασιν οὐκ ἀδελφὸν ἀλλ’ υἱὸν παραλαβεῖν τὴν ἀρχήν, ὀνομαζόμενον Χαβρύιν. (2) συμφωνεῖται δὲ παρὰ πᾶσιν ὅτι ζηλώσας ὁ διαδεξάμενος
825τὴν τοῦ προβασιλεύσαντος προαίρεσιν κατεσκεύασε τὴν δευτέραν πυραμίδα, τῆι μὲν κατὰ τὴν χειρουργίαν τέχνηι παραπλησίαν τῆι προειρημένηι, τῶι δὲ μεγέθει πολὺ λειπομένην, ὡς ἂν τῆς ἐν τῆι βάσει πλευρᾶς ἑκάστης οὔσης σταδιαίας. (3) ἐπιγέγραπται δ’ ἐπὶ τῆς μείζονος τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων ὡς εἰς λάχανα καὶ συρμαίαν τοῖς ἐργά‐ ταις, καὶ μηνύεται διὰ τῆς γραφῆς τάλαντα δεδαπανῆσθαι πλείω τῶν χιλίων καὶ ἑξακο‐
830σίων. ἡ δ’ ἐλάττων ἀνεπίγραφος μέν ἐστιν, ἀνάβασιν δ’ ἔχει διὰ μιᾶς τῶν πλευρῶν ἐγκεκο‐ λαμμένην. (4) τῶν δὲ βασιλέων τῶν κατασκευασάντων αὐτὰς ἑαυτοῖς τάφους συνέβη μηδέτερον αὐτῶν ταῖς πυραμίσιν ἐνταφῆναι· (5) τὰ γὰρ πλήθη διά τε ταλαιπωρίαν τὴν ἐν τοῖς ἔργοις καὶ διὰ τὸ τούτους τοὺς βασιλεῖς ὠμὰ καὶ βίαια πολλὰ πρᾶξαι δι’ ὀργῆς εἶχε τοὺς αἰτίους, καὶ τὰ σώματα ἠπείλει διασπάσειν καὶ μεθ’ ὕβρεως ἐκρίψειν ἐκ τῶν τάφων.
835(6) διὸ καὶ τελευτῶν ἑκάτερος ἐνετείλατο τοῖς προσήκουσιν ἐν ἀσήμωι τόπωι καὶ λάθραι θάψαι τὸ σῶμα. (7) μετὰ δὲ τούτους ἐγένετο βασιλεὺς Μυκερῖνος, ὅν τινες Μεγχερῖνον ὀνομάζουσιν, υἱὸς ὢν τοῦ ποιήσαντος τὴν προτέραν πυραμίδα. οὗτος δ’ ἐπιβαλόμενος τρίτην κατασκευά‐ ζειν πρότερον ἐτελεύτησε πρὶν ἢ τὸ πᾶν ἔργον λαβεῖν συντέλειαν. τῆς μὲν γὰρ βάσεως
840ἑκάστην πλευρὰν ὑπεστήσατο πλέθρων τριῶν, τοὺς δὲ τοίχους ἐπὶ μὲν πεντεκαίδεκα δόμους κατεσκεύασεν ἐκ μέλανος λίθου τῶι Θηβαικῶι παραπλησίου, τὸ δὲ λοιπὸν ἀνεπλή‐ ρωσεν ἐκ λίθων ὁμοίων ταῖς ἄλλαις πυραμίσιν. (8) τῶι δὲ μεγέθει λειπόμενον τοῦτο τὸ ἔργον τῶν προειρημένων τῆι κατὰ τὴν χειρουργίαν τέχνηι πολὺ διαλλάττει καὶ τῆι τοῦ λίθου πολυτελείαι· ἐπιγέγραπται δὲ κατὰ τὴν βόρειον αὐτῆς πλευρὰν ὁ κατασκευάσας αὐτὴν
845Μυκερῖνος. (9) τοῦτον δέ φασι μισήσαντα τὴν τῶν προβασιλευσάντων ὠμότητα ζηλῶσαι βίον ἐπιεικῆ καὶ πρὸς τοὺς ἀρχομένους εὐεργετικόν· καὶ ποιεῖν αὐτὸν συνεχῶς ἄλλα τε πλείω δι’ ὧν ἦν μάλιστα ἐκκαλέσασθαι τὴν τοῦ πλήθους πρὸς αὐτὸν εὔνοιαν, καὶ κατὰ τοὺς χρηματισμοὺς ἀναλίσκειν χρημάτων πλῆθος, διδόντα δωρεὰς τῶν ἐπιεικῶν τοῖς δοκοῦσιν ἐν ταῖς κρίσεσι μὴ κατὰ τρόπον ἀπαλλάττειν.

3a,264,F

25

(850)

(10) εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς πυραμίδες, ὧν ἑκάστη μὲν πλευρὰ πλεθρ〈ι〉αία ὑπάρχει, τὸ δ’ ὅλον ἔργον παραπλήσιον τῆι κατασκευῆι ταῖς ἄλλαις πλὴν τοῦ μεγέθους· ταύ‐ τας δέ φασιν τοὺς προειρημένους τρεῖς βασιλεῖς ταῖς ἰδίαις κατασκευάσαι γυναιξίν. (11) ὁμολογεῖται δὲ ταῦτα τὰ ἔργα πολὺ προέχειν τῶν κατ’ Αἴγυπτον οὐ μόνον τῶι βάρει τῶν κατασκευασμάτων καὶ ταῖς δαπάναις ἀλλὰ καὶ τῆι φιλοτεχνίαι τῶν ἐργασαμένων·42
855(12) καί φασι δεῖν θαυμάζειν μᾶλλον τοὺς ἀρχιτέκτονας τῶν ἔργων ἢ τοὺς βασιλεῖς τοὺς παρασχομένους τὰς εἰς ταῦτα χορηγίας· τοὺς μὲν γὰρ ταῖς ἰδίαις ψυχαῖς καὶ ταῖς φιλο‐ τιμίαις, τοὺς δὲ τῶι κληρονομηθέντι πλούτωι καὶ ταῖς ἀλλοτρίαις κακουχίαις ἐπὶ τέλος ἀγαγεῖν τὴν προαίρεσιν. (13) περὶ δὲ τῶν πυραμίδων οὐδὲν ὅλως οὔτε παρὰ τοῖς ἐγχω‐ ρίοις οὔτε παρὰ τοῖς συγγραφεῦσι συμφωνεῖται· οἱ μὲν γὰρ τοὺς προειρημένους βασιλεῖς
860κατασκευάσαι φασὶν αὐτάς, οἱ δὲ ἑτέρους τινάς· οἷον τὴν μὲν μεγίστην ποιῆσαι λέγουσιν Ἀρμαῖον, τὴν δὲ δευτέραν Ἄμωσιν, τὴν δὲ τρίτην Ἰναρῶν. (14) ταύτην δ’ ἔνιοι λέγουσι Ῥοδώπιδος τάφον εἶναι τῆς ἑταίρας, ἧς φασι τῶν νομαρχῶν τινας ἐραστὰς γενομένους διὰ φιλοστοργίαν οἰκοδομήσαντας ἐπιτελέσαι κοινῆι τὸ κατασκεύασμα. (65) μετὰ δὲ τοὺς προειρημένους βασιλεῖς διεδέξατο τὴν ἀρχὴν Βόκχωρις, τῶι μὲν
865σώματι παντελῶς εὐκαταφρόνητος, ἀγχινοίαι δὲ πολὺ διαφέρων τῶν προβασιλευσάντων. (2) πολλοῖς δ’ ὕστερον χρόνοις ἐβασίλευσε τῆς Αἰγύπτου Σαβάκων, τὸ μὲν γένος ὢν Αἰθίοψ, εὐσεβείαι δὲ καὶ χρηστότητι πολὺ διαφέρων τῶν πρὸ αὐτοῦ. (3) τῆς μὲν οὖν ἐπιεικείας αὐτοῦ λάβοι τις ἂν τεκμήριον τὸ τῶν νομίμων προστίμων ἆραι τὸ μέγιστον, λέγω δὲ τὴν τοῦ ζῆν στέρησιν. (4) ἀντὶ γὰρ τοῦ θανάτου τοὺς καταδικασθέντας ἠνάγκαζε
870λειτουργεῖν ταῖς πόλεσι δεδεμένους· καὶ διὰ τούτων πολλὰ μὲν χώματα κατεσκεύαζεν, οὐκ ὀλίγας δὲ διώρυχας ὤρυττεν εὐκαίρους. ὑπελάμβανε γὰρ τοῖς μὲν κολαζομένοις τὸ τῆς τιμωρίας ἀπότομον ἠλαττωκέναι, ταῖς δὲ πόλεσιν ἀντὶ προστίμων ἀνοφελῶν μεγάλην εὐχρηστίαν περιπεποιηκέναι. (5) τὴν δὲ τῆς εὐσεβείας ὑπερβολὴν συλλογίσαιτ’ ἄν τις ἐκ τῆς κατὰ τὸν ὄνειρον φαντασίας καὶ τῆς κατὰ τὴν ἀρχὴν ἀποθέσεως. (6) ἔδοξε μὲν γὰρ
875κατὰ τὸν ὕπνον λέγειν αὐτῶι τὸν ἐν Θήβαις θεὸν ὅτι βασιλεύειν οὐ δυνήσεται τῆς Αἰγύπτου μακαρίως οὐδὲ πολὺν χρόνον, ἐὰν μὴ τοὺς ἱερεῖς ἅπαντας διατεμὼν διὰ μέσων αὐτῶν διέλθηι μετὰ τῆς θεραπείας. (7) πλεονάκις δὲ τούτου γενομένου, μεταπεμψάμενος πανταχόθεν τοὺς ἱερεῖς ἔφη λυπεῖν τὸν θεὸν ἐν τῆι χώραι μένων· οὐ γὰρ ἂν αὐτῶι τοιαῦτα προστάττειν κατὰ τὸν ὕπνον. (8) ἀπελθὼν οὖν βούλεσθαι καθαρὸς παντὸς μύσους ἀποδοῦναι τὸ ζῆν
880τῆι πεπρωμένηι μᾶλλον ἢ λυπῶν τὸν κύριον καὶ μιάνας ἀσεβεῖ φόνωι τὸν ἴδιον βίον ἄρχειν τῆς Αἰγύπτου. καὶ πέρας τοῖς ἐγχωρίοις ἀποδοὺς τὴν βασιλείαν ἐπανῆλθεν εἰς τὴν Αἰ‐ θιοπίαν. (66) ἀναρχίας δὲ γενομένης κατὰ τὴν Αἴγυπτον ἐπ’ ἔτη δύο, καὶ τῶν ὄχλων εἰς ταρα‐ χὰς καὶ φόνους ἐμφυλίους τρεπομένων, ἐποιήσαντο συνωμοσίαν οἱ μέγιστοι τῶν ἡγεμόνων
885δώδεκα· συνεδρεύσαντες δὲ ἐν Μέμφει καὶ συνθήκας γραψάμενοι περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ πίστεως ἀνέδειξαν ἑαυτοὺς βασιλεῖς. (2) ἐπ’ ἔτη δὲ πεντεκαίδεκα κατὰ τοὺς ὅρκους καὶ τὰς ὁμολογίας ἄρξαντες καὶ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν διατηρήσαντες, ἐπεβάλοντο κατασκευάσαι κοινὸν ἑαυτῶν τάφον, ἵνα καθάπερ ἐν τῶι ζῆν εὐνοοῦντες ἀλλή‐ λοις τῶν ἴσων ἐτύγχανον τιμῶν, οὕτω καὶ μετὰ τὴν τελευτὴν ἐν ἑνὶ τόπωι τῶν σωμάτων
890κειμένων τὸ κατασκευασθὲν μνημεῖον κοινῆι περιέχηι τὴν τῶν ἐνταφέντων δόξαν. (3) εἰς ταύτην δὲ τὴν ἐπιβολὴν φιλοκαλοῦντες ἔσπευσαν ὑπερβαλέσθαι τῶι μεγέθει τῶν ἔργων ἅπαντας τοὺς πρὸ αὑτῶν. ἐκλεξάμενοι γὰρ τόπον παρὰ τὸν εἴσπλουν τὸν εἰς τὴν Μοίριδος λίμνην ἐν τῆι Λιβύηι κατεσκεύαζον τὸν τάφον ἐκ τῶν καλλίστων λίθων· καὶ τῶι μὲν σχήματι τετράγωνον ὑπεστήσαντο, τῶι δὲ μεγέθει σταδιαίαν ἑκάστην πλευράν, ταῖς δὲ γλυφαῖς καὶ43
895ταῖς ἄλλαις χειρουργίαις ὑπερβολὴν οὐκ ἀπέλιπον τοῖς ἐπιγενομένοις. (4) εἰσελθόντι μὲν γὰρ τὸν περίβολον οἶκος ἦν περίστυλος, ἑκάστης πλευρᾶς ἐκ τετταράκοντα κιόνων ἀναπληρουμένης, καὶ τούτου μονόλιθος ἦν ὀροφή, φάτναις διαγεγλυμμένη καὶ γραφαῖς διαφοροῖς πεποικιλ‐ μένη. (5) εἶχε δὲ τῆς πατρίδος τῆς ἑκάστου τῶν βασιλέων ὑπομνήματα καὶ τῶν ἱερῶν καὶ θυσιῶν τῶν ἐν αὐτῆι ταῖς καλλίσταις γραφαῖς φιλοτέχνως δεδημιουργημένα. (6) καθόλου

3a,264,F

25

(900)

δὲ τοιαύτην τῆι πολυτελείαι καὶ τηλικαύτην τῶι μεγέθει τὴν ὑπόστασιν τοῦ τάφου λέγε‐ ται ποιήσασθαι τοὺς βασιλεῖς ὥστ’, εἰ μὴ πρὸ τοῦ συντελέσαι τὴν ἐπιβολὴν κατελύθησαν, μηδεμίαν ἂν ὑπερβολὴν ἑτέροις πρὸς κατασκευὴν ἔργων ἀπολιπεῖν. (7) ἀρξάντων δὲ τούτων τῆς Αἰγύπτου πεντεκαίδεκα ἔτη συνέβη τὴν βασιλείαν εἰς ἕνα περιστῆναι διὰ τοιαύτας αἰτίας. (8) Ψαμμήτιχος ὁ Σαίτης, εἷς ὢν τῶν δώδεκα βασιλέων καὶ τῶν παρὰ θάλατταν
905μερῶν κυριεύων, παρείχετο φορτία πᾶσι τοῖς ἐμπόροις, μάλιστα δὲ τοῖς· τε Φοίνιξι καὶ τοῖς Ἕλλησι· (9) διὰ δὲ τοιούτου τρόπου τά τε ἐκ τῆς ἰδίας χώρας λυσιτελῶς διατι‐ θέμενος καὶ τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι φυομένων μεταλαμβάνων, οὐ μόνον εὐπορίαν εἶχε μεγάλην ἀλλὰ καὶ φιλίαν πρὸς ἔθνη καὶ δυνάστας. (10) διὰ δὲ ταῦτά φασι φθονή‐ σαντας αὐτῶι τοὺς ἄλλους βασιλεῖς πόλεμον ἐξενεγκεῖν. ἔνιοι δὲ τῶν ἀρχαίων συγγραφέων
910(Herodot. 2, 147/51) μυθολογοῦσι χρησμὸν γενέσθαι τοῖς ἡγεμόσι, ὃς ἂν αὐτῶν ἐκ χαλ‐ κῆς φιάλης πρῶτος ἐν Μέμφει σπείσηι τῶι θεῶι, κρατήσειν αὐτὸν πάσης τῆς Αἰγύπτου· τὸν δὲ Ψαμμήτιχον, ἐξενέγκαντος ἐκ τοῦ ἱεροῦ τῶν ἱερέων τινὸς φιάλας ἕνδεκα χρυσᾶς, περιελόμενον τὴν περικεφαλαίαν σπεῖσαι. (11) ὑπιδομένους οὖν τοὺς συνάρχοντας τὸ πραχθὲν ἀποκτεῖναι μὲν αὐτὸν μὴ βουληθῆναι, φυγαδεῦσαι δὲ καὶ προστάξαι διατρίβειν
915ἐν τοῖς ἕλεσι τοῖς παρὰ θάλατταν. (12) εἴτε δὴ διὰ ταύτην τὴν αἰτίαν εἴτε διὰ τὸν φθόνον, καθότι προείρηται, γενομένης τῆς διαφορᾶς, ὁ μὲν Ψαμμήτιχος ἔκ τε τῆς Καρίας καὶ τῆς Ἰωνίας μισθοφόρους μεταπεμψάμενος ἐνίκησε παρατάξει περὶ πόλιν τὴν ὀνομαζομένην Μώμεμφιν, τῶν δ’ ἀντιταξαμένων βασιλέων οἱ μὲν κατὰ τὴν μάχην ἀνηιρέθησαν, οἱ δ’ εἰς Λιβύην ἐκδιωχθέντες οὐκέτι περὶ τῆς ἀρχῆς ἴσχυσαν ἀμφισβητῆσαι. (67) τῆς
920δ’ ὅλης βασιλείας κυριεύσας ὁ Ψαμμήτιχος τῶι μὲν ἐν Μέμφει θεῶι τὸ πρὸς ἕω προπύ‐ λαιον κατεσκεύασε, καὶ τῶι ναῶι τὸν περίβολον, κολοττοὺς ὑποστήσας ἀντὶ τῶν κιόνων δωδεκαπήχεις· τοῖς δὲ μισθοφόροις χωρὶς τῶν ὡμολογημένων συντάξεων δωρεάς τε ἀξιο‐ λόγους ἀπένειμε καὶ τὰ καλούμενα Στρατόπεδα τόπον οἰκεῖν ἔδωκε, καὶ χώραν πολλὴν κατεκληρούχησε μικρὸν ἐπάνω τοῦ Πηλουσιακοῦ στόματος· οὓς ἐντεῦθεν Ἄμασις ὕστερον
925πολλοῖς ἔτεσι βασιλεύσας ἀνέστησε καὶ κατώικισεν εἰς Μέμφιν. (2) διὰ δὲ τῶν μισθο‐ φόρων κατωρθωκὼς τὴν βασιλείαν ὁ Ψαμμήτιχος τούτοις τὸ λοιπὸν μάλιστ’ ἐνεπίστευε τὰ κατὰ τὴν ἀρχήν, καὶ διετέλεσε ξενοτροφῶν μεγάλας δυνάμεις. (3) στρατεύσαντος δ’
εἰς τὴν Συρίαν αὐτοῦ καὶ κατὰ τὰς παρατάξεις τοὺς μὲν μισθοφόρους προτιμῶντος καὶ τάττοντος εἰς τὰ δεξιὰ μέρη, τοὺς δ’ ἐγχωρίους ἀτιμότερον ἄγοντος καὶ τὸν εὐώνυμον44
930τόπον ἀπονέμοντος τῆς φάλαγγος, οἱ μὲν Αἰγύπτιοι διὰ τὴν ὕβριν παροξυνθέντες καὶ γενό‐ μενοι τὸ πλῆθος πλείους τῶν εἴκοσι μυριάδων ἀπέστησαν καὶ προῆγον ἐπ’ Αἰθιοπίας, κεκρι‐ κότες ἰδίαν χώραν ἑαυτοῖς κατακτᾶσθαι· (4) ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον ἔπεμψέ τινας τῶν ἡγεμόνων τοὺς ἀπολογησομένους ὑπὲρ τῆς ἀτιμίας, ὡς δ’ οὐ προσεῖχον αὐτοῖς, αὐτὸς μετὰ τῶν φίλων ἐδίωξε πλοίοις. (5) προαγόντων δ’ αὐτῶν παρὰ τὸν Νεῖλον καὶ τοὺς
935ὅρους ὑπερβαλλόντων τῆς Αἰγύπτου, ἐδεῖτο μετανοῆσαι, καὶ τῶν τε ἱερῶν καὶ τῶν πατρί‐ δων, ἔτι δὲ καὶ τῶν γυναικῶν καὶ τέκνων ὑπεμίμνησκεν. (6) οἱ δ’ ἅμα πάντες ἀναβοή‐ σαντες καὶ τοῖς κοντοῖς τὰς ἀσπίδας πατάξαντες ἔφασαν, ἕως ἂν κυριεύωσι τῶν ὅπλων ῥαιδίως εὑρήσειν πατρίδας· ἀναστειλάμενοι δὲ τοὺς χιτῶνας καὶ τὰ γεννητικὰ μέρη τοῦ σώμα‐ τος δείξαντες, οὔτε γυναικῶν οὔτε τέκνων ἀπορήσειν ἔφασαν ταῦτ’ ἔχοντες. (7) τοιαύτηι
940δὲ μεγαλοψύχιαι χρησάμενοι καὶ καταφρονήσαντες τῶν παρὰ τοῖς ἄλλοις μεγίστων εἶναι δοκούντων, κατελάβοντο μὲν τῆς Αἰθιοπίας τὴν κρατίστην, κατακληρουχήσαντες δὲ πολλὴν χώραν ἐν ταύτηι κατώικησαν. (8) ὁ δὲ Ψαμμήτιχος ἐπὶ μὲν τούτοις οὐ μετρίως ἐλυπήθη, τὰ δὲ κατὰ τὴν Αἴγυπτον διατάξας καὶ τῶν προσόδων ἐπιμελόμενος πρός τε Ἀθηναίους καί τινας τῶν ἄλλων Ἑλλήνων συμμαχίαν ἐποιήσατο. (9) εὐηργέτει δὲ καὶ τῶν ξένων τοὺς
945ἐθελοντὶ εἰς τὴν Αἴγυπτον ἀποδημοῦντας· καὶ φιλέλλην ὢν διαφερόντως τοὺς υἱοὺς τὴν Ἑλληνικὴν ἐδίδαξε παιδείαν· καθόλου δὲ πρῶτος τῶν κατ’ Αἴγυπτον βασιλέων ἀνέωιξε τοῖς ἄλλοις ἔθνεσι τὰ κατὰ τὴν [ἄλλην] χώραν ἐμπόρια, καὶ πολλὴν ἀσφάλειαν τοῖς καταπλέουσι ξένοις παρείχετο. (10) οἱ μὲν γὰρ πρὸ τούτου δυναστεύσαντες ἀνεπίβατον τοῖς ξένοις ἐποίουν τὴν Αἴγυπτον, τοὺς μὲν φονεύοντες, τοὺς δὲ καταδουλούμενοι τῶν καταπλεόντων.

3a,264,F

25

(950)

(11) καὶ γὰρ ἡ περὶ τὸν Βούσιριν ἀσέβεια διὰ τὴν τῶν ἐγχωρίων ἀξενίαν διεβοήθη παρὰ τοῖς Ἕλλησιν, οὐκ οὖσα μὲν πρὸς ἀλήθειαν, διὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀνομίας εἰς μύθου πλάσμα καταχωρισθεῖσα. (68) μετὰ δὲ Ψαμμήτιχον ὕστερον τέτταρσι γενεαῖς Ἀπρίης ἐβασίλευσεν ἔτη δυσὶ πλείω τῶν εἴκοσι. στρατεύσας δὲ δυνάμεσιν ἁδραῖς πεζαῖς τε καὶ ναυτικαῖς ἐπὶ Κύπρον
955καὶ Φοινίκην Σιδῶνα μὲν κατὰ κράτος εἷλε, τὰς δ’ ἄλλας τὰς ἐν τῆι Φοινίκηι πόλεις κατα‐ πληξάμενος προσηγάγετο. ἐνίκησε δὲ καὶ ναυμαχίαι μεγάληι Φοίνικάς τε καὶ Κυπρίους, καὶ λαφύρων ἀθροίσας πλῆθος ἐπανῆλθεν εἰς Αἴγυπτον. (2) μετὰ δὲ ταῦτα δύναμιν πέμψας ἁδρὰν τῶν ὁμοεθνῶν ἐπὶ Κυρήνην καὶ Βάρκην, καὶ τὸ πλεῖστον αὐτῆς ἀποβαλών, ἀλλο‐ τρίους ἔσχε τοὺς διασωθέντας· ὑπολαβόντες γὰρ αὐτὸν ἐπ’ ἀπωλείαι συντάξαι τὴν στρα‐
960τείαν, ὅπως ἀσφαλέστερον ἄρχηι τῶν λοιπῶν Αἰγυπτίων, ἀπέστησαν. (3) ἀποσταλεὶς δὲ πρὸς τούτους ὑπὸ τοῦ βασιλέως Ἄμασις, ἀνὴρ ἐμφανὴς Αἰγύπτιος, τῶν μὲν ῥηθέντων ὑπ’ αὐτοῦ πρὸς ὁμόνοιαν [ἐντολῶν] ἠμέλησε, τοὐναντίον δ’ ἐκείνους προτρεψάμενος εἰς ἀλλοτριότητα συναπέστη, καὶ βασιλεὺς αὐτὸς ἡιρέθη. (4) μετ’ οὐ πολὺν δὲ χρόνον καὶ τῶν ἄλλων ἐγχωρίων ἁπάντων συνεπιθεμένων, ὁ βασιλεὺς διαπορούμενος
965ἠναγκάσθη καταφυγεῖν ἐπὶ τοὺς μισθοφόρους, ὄντας εἰς τρισμυρίους. (5) γενομένης οὖν παρατάξεως περὶ τὴν Μάρειαν κώμην, καὶ τῶν Αἰγυπτίων τῆι μάχηι κρατησάντων, ὁ μὲν Ἀπρίης ζωγρηθεὶς ἀνήχθη καὶ στραγγαλισθεὶς ἐτελεύτησεν, Ἄμασις δὲ διατάξας
τὰ κατὰ τὴν βασιλείαν ὥς ποτ’ ἔδοξεν αὐτῶι συμφέρειν, ἦρχε νομίμως τῶν Αἰγυπτίων καὶ μεγάλης ἐτύγχανεν ἀποδοχῆς. (6) κατεστρέψατο δὲ καὶ τὰς ἐν Κύπρωι πόλεις,45
970καὶ πολλὰ τῶν ἱερῶν ἐκόσμησεν ἀναθήμασιν ἀξιολόγοις. βασιλεύσας δ’ ἔτη πέντε πρὸς τοῖς πεντήκοντα κατέστρεψε τὸν βίον, καθ’ ὃν χρόνον Καμβύσης ὁ τῶν Περσῶν βασι‐ λεὺς ἐστράτευσεν ἐπὶ τὴν Αἴγυπτον κατὰ τὸ τρίτον ἔτος τῆς ἑξηκοστῆς καὶ τρίτης ὀλυμ‐ πιάδος (526/5) ..... (69) ἐπεὶ δὲ τὰς τῶν ἐν Αἰγύπτωι βασιλέων πράξεις ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων
975διεληλύθαμεν ἀρκούντως μέχρι τῆς Ἀμάσιος τελευτῆς, τὰς λοιπὰς ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις· (2) περὶ δὲ τῶν νομίμων τῶν κατ’ Αἴγυπτον νῦν διέξιμεν ἐν κεφα‐ λαίοις τά τε παραδοξότατα καὶ τὰ μάλιστα ὠφελῆσαι δυνάμενα τοὺς ἀναγινώσκοντας. πολλὰ γὰρ τῶν παλαιῶν ἐθῶν τῶν γενομένων παρ’ Αἰγυπτίοις οὐ μόνον παρὰ τοῖς ἐγχω‐ ρίοις ἀποδοχῆς ἔτυχεν, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν οὐ μετρίως ἐθαυμάσθη. (3) διόπερ
980οἱ μέγιστοι τῶν ἐν παιδείαι δοξασθέντων ἐφιλοτιμήθησαν εἰς Αἴγυπτον παραβαλεῖν, ἵνα μετάσχωσι τῶν τε νόμων καὶ τῶν ἐπιτηδευμάτων ὡς ἀξιολόγων ὄντων. (4) καίπερ γὰρ τῆς χώρας τὸ παλαιὸν δυσεπιβάτου τοῖς ξένοις οὔσης διὰ τὰς προειρημένας αἰτίας, ὅμως ἔσπευσαν εἰς αὐτὴν παραβαλεῖν τῶν μὲν ἀρχαιοτάτων Ὀρφεὺς καὶ ὁ ποιητὴς Ὅμηρος, τῶν δὲ μεταγενεστέρων ἄλλοι τε πλείους καὶ Πυθαγόρας ὁ Σάμιος, ἔτι δὲ καὶ Σόλων ὁ νομοθέτης.
985(5) λέγουσι τοίνυν Αἰγύπτιοι παρ’ αὑτοῖς τήν τε τῶν γραμμάτων εὕρεσιν γενέσθαι καὶ τὴν τῶν ἄστρων παρατήρησιν, πρὸς δὲ τούτοις τά τε κατὰ τὴν γεωμετρίαν θεωρήματα καὶ τῶν τεχνῶν τὰς πλείστας εὑρεθῆναι, νόμους τε τοὺς ἀρίστους τεθῆναι. (6) καὶ τούτων μεγίστην ἀπόδειξίν φασιν εἶναι τὸ τῆς Αἰγύπτου πλείω τῶν ἑπτακοσίων καὶ τετρακισχιλίων ἐτῶν βασιλεῦσαι τοὺς πλείους ἐγγενεῖς, καὶ τὴν χώραν εὐδαιμονεστάτην ὑπάρξαι τῆς
990ἁπάσης οἰκουμένης· ταῦτα γὰρ οὐκ ἄν ποτε γενέσθαι μὴ οὐ τῶν ἀνθρώπων χρωμένων κρα‐ τίστοις ἔθεσι καὶ νόμοις καὶ τοῖς κατὰ πᾶσαν παιδείαν ἐπιτηδεύμασιν. (7) ὅσα μὲν οὖν Ἡρόδοτος καί τινες τῶν τὰς Αἰγυπτίων πράξεις συνταξαμένων ἐσχε‐ διάκασιν, ἑκουσίως προκρίναντες τῆς ἀληθείας τὸ παραδοξολογεῖν καὶ μύθους πλάττειν ψυχαγωγίας ἕνεκα, παρήσομεν, αὐτὰ δὲ τὰ παρὰ τοῖς ἱερεῦσι τοῖς κατ’ Αἴγυπτον ἐν ταῖς
995ἀναγραφαῖς γεγραμμένα φιλοτίμως ἐξητακότες ἐκθησόμεθα. (70) πρῶτον μὲν τοίνυν οἱ βασιλεῖς αὐτῶν βίον εἶχον οὐχ ὅμοιον τοῖς ἄλλοις τοῖς ἐν μοναρχικαῖς ἐξουσίαις οὖσι καὶ πάντα πράττουσι κατὰ τὴν ἑαυτῶν προαίρεσιν ἀνυπευθύνως, ἀλλ’ ἦν ἅπαντα τεταγμένα νόμων ἐπιταγαῖς, οὐ μόνον τὰ περὶ τοὺς χρηματισμοὺς ἀλλὰ καὶ τὰ περὶ τὴν καθ’ ἡμέραν διαγωγὴν καὶ δίαιταν. (2) περὶ μὲν γὰρ τὴν θεραπείαν αὐτῶν

3a,264,F

25

(1000)

οὐδεὶς ἦν οὔτ’ ἀργυρώνητος οὔτ’ οἰκογενὴς δοῦλος ἀλλὰ τῶν ἐπιφανεστάτων, ἱερῶν υἱοὶ πάντες, ὑπὲρ εἴκοσι μὲν ἔτη γεγονότες, πεπαιδευμένοι δὲ κάλλιστα τῶν ὁμοεθνῶν, ἵνα τοὺς ἐπιμελησομένους τοῦ σώματος καὶ πᾶσαν ἡμέραν καὶ νύκτα προσεδρεύοντας ὁ βασι‐ λεὺς ἔχων ἀρίστους μηδὲν ἐπιτηδεύηι φαῦλον· οὐδεὶς γὰρ ἐπὶ πλέον κακίας προβαίνει δυ‐ νάστης, ἐὰν μὴ τοὺς ὑπηρετήσοντας ἔχηι ταῖς ἐπιθυμίαις. (3) διατεταγμέναι δ’ ἦσαν
1005αἵ τε τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὧραι, καθ’ ἃς ἐκ παντὸς τρόπου καθῆκον ἦν τὸν βασιλέα πράττειν τὸ συντεταγμένον ἐκ τῶν νόμων, οὐ τὸ δεδογμένον ἑαυτῶι. (4) ἕωθεν μὲν γὰρ ἐγερθέντα λαβεῖν αὐτὸν ἔδει πρῶτον τὰς πανταχόθεν ἀπεσταλμένας ἐπιστολάς, ἵνα δύνηται πάντα κατὰ τρόπον χρηματίζειν καὶ πράττειν, εἰδὼς ἀκριβῶς ἕκαστα τῶν κατὰ τὴν βασι‐ λείαν συντελουμένων. ἔπειτα λουσάμενον καὶ τοῖς τῆς ἀρχῆς συσσήμοις μετ’ ἐσθῆτος λαμ‐
1010πρᾶς κοσμήσαντα τὸ σῶμα θῦσαι τοῖς θεοῖς· (5) τῶι δὲ βωμῶι προσαχθέντων τῶν θυμάτων ἔθος ἦν τὸν ἀρχιερέα στάντα πλησίον τοῦ βασιλέως εὔχεσθαι μεγάληι τῆι φωνῆι, περιε‐ στῶτος τοῦ πλήθους τῶν Αἰγυπτίων, δοῦναι τήν τε ὑγίειαν καὶ τἄλλα ἀγαθὰ πάντα τῶι βασιλεῖ διατηροῦντι τὰ πρὸς τοὺς ὑποτεταγμένους δίκαια. (6) ἀνθομολογεῖσθαι δ’ ἦν ἀναγκαῖον καὶ τὰς κατὰ μέρος ἀρετὰς αὐτοῦ, λέγοντα διότι πρός τε τοὺς θεοὺς εὐσεβῶς46
1015καὶ πρὸς τοὺς ἀνθρώπους ἡμερώτατα διάκειται· «ἐγκρατής τε γάρ ἐστι καὶ δίκαιος καὶ μεγαλόψυχος, ἔτι δ’ ἀψευδὴς καὶ μεταδοτικὸς τῶν ἀγαθῶν, καὶ καθόλου πάσης ἐπιθυμίας κρείττων, καὶ τὰς μὲν τιμωρίας ἐλάττους τῆς ἀξίας ἐπιτιθεὶς τοῖς ἁμαρτήμασι, τὰς δὲ χάρι‐ τας μείζονας τῆς εὐεργεσίας ἀποδιδοὺς τοῖς εὐεργετήσασι». (7) πολλὰ δὲ καὶ ἄλλα παρα‐ πλήσια τούτοις διελθὼν ὁ κατευχόμενος τὸ τελευταῖον ὑπὲρ τῶν ἀγνοουμένων ἀρὰν ἐποιεῖτο,
1020τὸν μὲν βασιλέα τῶν ἐγκλημάτων ἐξαιρούμενος, εἰς δὲ τοὺς ὑπηρετοῦντας καὶ διδάξαντας τὰ φαῦλα καὶ τὴν βλάβην καὶ τὴν τιμωρίαν ἀξιῶν ἀποσκῆψαι. (8) ταῦτα δ’ ἔπραττεν ἅμα μὲν εἰς δεισιδαιμονίαν καὶ θεοφιλῆ βίον τὸν βασιλέα προτρεπόμενος, ἅμα δὲ καὶ κατὰ τρόπον ζῆν ἐθίζων οὐ διὰ πικρᾶς νουθετήσεως ἀλλὰ δι’ ἐπαίνων κεχαρισμένων καὶ πρὸς ἀρετὴν μάλιστ’ ἀνηκόντων. (9) μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἱεροσκοπησαμένου μόσχωι καὶ
1025καλλιερήσαντος, ὁ μὲν ἱερογραμματεὺς παρανεγίνωσκέ τινας συμβουλίας συμφερούσας καὶ πράξεις ἐκ τῶν ἱερῶν βίβλων τῶν ἐπιφανεστάτων ἀνδρῶν, ὅπως ὁ τῶν ὅλων τὴν ἡγεμο‐ νίαν ἔχων τὰς καλλίστας προαιρέσεις τῆι διανοίαι θεωρήσας οὕτω πρὸς τὴν τεταγμένην τῶν κατὰ μέρος τρέπηται διοίκησιν. (10) οὐ γὰρ μόνον τοῦ χρηματίζειν ἢ κρίνειν ἦν καιρὸς ὡρισμένος ἀλλὰ καὶ τοῦ περιπατῆσαι καὶ λούσασθαι καὶ κοιμηθῆναι μετὰ τῆς γυναικὸς
1030καὶ καθόλου τῶν κατὰ τὸν βίον πραττομένων ἁπάντων. (11) τροφαῖς δ’ ἔθος ἦν αὐτοῖς ἁπα‐ λαῖς χρῆσθαι, κρέα μόσχεια καὶ χηνῶν μόνον προσφερομένους, οἴνου δὲ τακτόν τι μέτρον πίνοντας, μὴ δυνάμενον πλησμονὴν ἄκαιρον ἢ μέθην περιποιῆσαι. (12) καθόλου δὲ τὰ περὶ τὴν δίαιταν οὕτως ὑπῆρχε συμμέτρως διατεταγμένα ὥστε δοκεῖν μὴ νομοθέτην ἀλλὰ τὸν ἄριστον τῶν ἰατρῶν συντεταχέναι, τῆς ὑγιείας στοχαζόμενον. (71) παραδόξου
1035δ’ εἶναι δοκοῦντος τοῦ μὴ πᾶσαν ἔχειν ἐξουσίαν τὸν βασιλέα τῆς καθ’ ἡμέραν τροφῆς, πολλῶι θαυμασιώτερον ἦν τὸ μήτε δικάζειν μήτε χρηματίζειν τὸ τυχὸν αὐτοῖς ἐξεῖναι, μηδὲ τιμωρήσασθαι μηδένα δι’ ὕβριν ἢ διὰ θυμὸν ἤ τινα ἄλλην αἰτίαν ἄδικον, ἀλλὰ καθάπερ οἱ περὶ ἑκάστων κείμενοι νόμοι προσέταττον. (2) ταῦτα δὲ κατὰ τὸ ἔθος πράττοντες οὐχ ὅπως ἠγανάκτουν ἢ προσέκοπτον ταῖς ψυχαῖς, ἀλλὰ τοὐναντίον ἡγοῦντο ἑαυτοὺς ζῆν βίον
1040μακαριώτατον. (3) τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἐνόμιζον ἀλογίστως τοῖς φυσικοῖς πάθεσι χαριζομένους πολλὰ πράττειν τῶν φερόντων βλάβας ἢ κινδύνους· καὶ πολλάκις ἐνίους εἰδότας ὅτι μέλλουσιν ἁμαρτάνειν μηδὲν ἧττον πράττειν τὰ φαῦλα, κατισχυομένους ὑπ’ ἔρωτος ἢ μίσους ἤ τινος ἑτέρου πάθους· ἑαυτοὺς δ’ ἐζηλωκότας βίον τὸν ὑπὸ τῶν φρονι‐ μωτάτων ἀνδρῶν προκεκριμένον ἐλαχίστοις περιπίπτειν ἀγνοήμασι. (4) τοιαύτηι δὲ
1045χρωμένων τῶν βασιλέων δικαιοσύνηι πρὸς τοὺς ὑποτεταγμένους, τὰ πλήθη ταῖς εἰς τοὺς ἡγουμένους εὐνοίαις πᾶσαν συγγενικὴν φιλοστοργίαν ὑπερεβάλλετο· οὐ γὰρ μόνον τὸ σύστημα τῶν ἱερέων, ἀλλὰ καὶ συλλήβδην ἅπαντες οἱ κατ’ Αἴγυπτον οὐχ οὕτω γυναικῶν καὶ τέκνων καὶ τῶν ἄλλων τῶν ὑπαρχόντων αὐτοῖς ἀγαθῶν ἐφρόντιζον ὡς τῆς τῶν βασιλέων ἀσφαλείας. (5) τοιγαροῦν πλεῖστον μὲν χρόνον τῶν μνημονευομένων βασιλέων πολιτικὴν κατάστασιν

3a,264,F

25

(1050)

ἐτήρησαν, εὐδαιμονέστατον δὲ βίον ἔχοντες διετέλεσαν, ἕως ἔμεινεν ἡ προειρημένη τῶν
νόμων σύνταξις, πρὸς δὲ τούτοις ἐθνῶν τε πλείστων ἐπεκράτησαν, καὶ μεγίστους πλού‐ τους ἔσχον, καὶ τὰς μὲν χώρας ἔργοις καὶ κατασκευάσμασιν ἀνυπερβλήτοις, τὰς δὲ πόλεις ἀναθήμασι πολυτελέσι καὶ παντοίοις ἐκόσμησαν. (72) καὶ τὰ μετὰ τὴν τελευτὴν δὲ γινόμενα τῶν βασιλέων παρὰ τοῖς Αἰγυπτίοις οὐ μικρὰν ἀπόδειξιν φέρειν τῆς τοῦ πλή‐47
1055θους εὐνοίας εἰς τοὺς ἡγουμένους· εἰς ἀνεπαίσθητον γὰρ χάριν ἡ τιμὴ τιθεμένη μαρτυρίαν ἀνόθευτον περιεῖχε τῆς ἀληθείας. (2) ὁπότε γὰρ ἐκλείποι τις τὸν βίον τῶν βασιλέων, πάντες οἱ κατὰ τὴν Αἴγυπτον κοινὸν ἀνηιροῦντο πένθος, καὶ τὰς μὲν ἐσθῆτας κατερρήττοντο, τὰ δ’ ἱερὰ συνέκλειον καὶ τὰς θυσίας ἐπεῖχον καὶ τὰς ἑορτὰς οὐκ ἦγον ἐφ’ ἡμέρας ἑβδομή‐ κοντα καὶ δύο· καταπεπλασμένοι δὲ τὰς κεφαλὰς πηλῶι καὶ περιεζωσμένοι σινδόνας ὑπο‐
1060κάτω τῶν μαστῶν ὁμοίως ἄνδρες καὶ γυναῖκες περιῆισαν ἀθροισθέντες κατὰ διακοσίους καὶ τριακοσίους, καὶ τὸν μὲν θρῆνον ἐν ῥυθμῶι μετ’ ὠιδῆς ποιούμενοι δὶς τῆς ἡμέρας ἐτίμων ἐγκωμίοις, ἀνακαλούμενοι τὴν ἀρετὴν τοῦ τετελευτηκότος· τροφὴν δ’ οὔτε τὴν ἀπὸ τῶν ἐμψύχων οὔτε τὴν ἀπὸ τοῦ πυροῦ προσεφέροντο, τοῦ τε οἴνου καὶ πάσης πολυτελείας ἀπεί‐ χοντο. (3) οὐδεὶς δ’ ἂν οὔτε λουτροῖς οὔτ’ ἀλείμμασιν οὔτε στρωμναῖς προείλετο χρῆσθαι,
1065οὐ μὴν οὐδὲ πρὸς τὰ ἀφροδίσια προσελθεῖν ἂν ἐτόλμησεν, ἀλλὰ καθάπερ ἀγαπητοῦ τέκνου τελευτήσαντος ἕκαστος περιώδυνος γινόμενος ἐπένθει τὰς εἰρημένας ἡμέρας. (4) ἐν δὲ τούτωι τῶι χρόνωι τὰ πρὸς τὴν ταφὴν λαμπρῶς ἡτοιμασμένοι, καὶ τῆι τελευταίαι τῶν ἡμερῶν θέντες τὴν τὸ σῶμα ἔχουσαν λάρνακα πρὸ τῆς εἰς τὸν τάφον εἰσόδου, προετί‐ θεσαν κατὰ νόμον τῶι τετελευτηκότι κριτήριον τῶν ἐν τῶι βίωι πραχθέντων. (5) δο‐
1070θείσης δ’ ἐξουσίας τῶι βουλομένωι κατηγορεῖν, οἱ μὲν ἱερεῖς ἐνεκωμίαζον ἕκαστα τῶν καλῶς αὐτῶι πραχθέντων διεξιόντες, αἱ δὲ πρὸς τὴν ἐκφορὰν συνηγμέναι μυριάδες τῶν ὄχλων ἀκούουσαι συνεπευφήμουν, εἰ τύχοι καλῶς βεβιωκώς· εἰ δὲ μή, τοὐναντίον ἐθορύ‐ βουν. (6) καὶ πολλοὶ τῶν βασιλέων διὰ τὴν τοῦ πλήθους ἐναντίωσιν ἀπεστερήθησαν τῆς ἐμφανοῦς καὶ νομίμου ταφῆς· διὸ καὶ συνέβαινε τοὺς τὴν βασιλείαν διαδεχομένους μὴ μόνον
1075διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας δικαιοπραγεῖν ἀλλὰ καὶ διὰ τὸν φόβον τῆς μετὰ τὴν τελευτὴν ἐσομένης ὕβρεώς τε τοῦ σώματος καὶ βλασφημίας εἰς ἅπαντα τὸν αἰῶνα. τῶν μὲν οὖν περὶ τοὺς ἀρχαίους βασιλεῖς νομίμων τὰ μέγιστα ταῦτ’ ἐστίν. (73) τῆς Αἰγύπτου δὲ πάσης εἰς πλείω μέρη διηιρημένης, ὧν ἕκαστον κατὰ τὴν Ἑλλη‐ νικὴν διάλεκτον ὀνομάζεται νομός, ἐφ’ ἑκάστωι τεταγμένος ἦν νομάρχης ὁ τὴν ἁπάντων
1080ἔχων ἐπιμέλειάν τε καὶ φροντίδα. (2) τῆς δὲ χώρας ἁπάσης εἰς τρία μέρη διηιρημένης τὴν μὲν πρώτην εἶχε μέριδα τὸ σύστημα τῶν ἱερέων, μεγίστης ἐντροπῆς τυγχάνον παρὰ τοῖς ἐγχωρίοις διά τε τὴν εἰς τοὺς θεοὺς ἐπιμέλειαν καὶ διὰ τὸ πλείστην σύνεσιν τοὺς ἄν‐ δρας τούτους ἐκ παιδείας εἰσφέρεσθαι. (3) ἐκ δὲ τούτων τῶν προσόδων τάς τε θυσίας ἁπάσας τὰς κατ’ Αἴγυπτον συντελοῦσι, καὶ τοὺς ὑπηρέτας ἔτρεφον, καὶ ταῖς ἰδίαις χρείαις
1085χορηγοῦσιν· οὔτε γὰρ τὰς τῶν θεῶν τιμὰς ὤιοντο δεῖν ἀλλάττειν, ἀλλ’ ὑπό τε τῶν αὐτῶν ἀεὶ καὶ παραπλησίως συντελεῖσθαι, οὔτε τοὺς πάντων προβουλευομένους ἐνδεεῖς εἶναι τῶν ἀναγκαίων. (4) καθόλου γὰρ περὶ τῶν μεγίστων οὗτοι προβουλευόμενοι συνδιατρίβουσι τῶι βασιλεῖ, τῶν μὲν συνεργοί, τῶν δὲ εἰσηγηταὶ καὶ διδάσκαλοι γινόμενοι· καὶ διὰ μὲν τῆς ἀστρολογίας καὶ τῆς ἱεροσκοπίας τὰ μέλλοντα προσημαίνοντες, ἐκ δὲ τῶν ἐν ταῖς ἱεραῖς
1090βίβλοις ἀναγεγραμμένων πράξεων τὰς ὠφελῆσαι δυναμένας παραναγινώσκοντες. (5) οὐ γὰρ ὥσπερ παρὰ τοῖς Ἕλλησιν εἷς ἀνὴρ ἢ μία γυνὴ τὴν ἱερωσύνην παρείληφεν, ἀλλὰ πολλοὶ περὶ τὰς τῶν θεῶν θυσίας καὶ τιμὰς διατρίβουσι· καὶ τοῖς ἐκγόνοις τὴν ὁμοίαν τοῦ βίου προαί‐
ρεσιν παραδιδόασιν. εἰσὶ δὲ οὗτοι πάντων τε ἀτελεῖς καὶ δευτερεύοντες μετὰ τὸν βασιλέα ταῖς τε δόξαις καὶ ταῖς ἐξουσίαις. (6) τὴν δὲ δευτέραν μοῖραν οἱ βασιλεῖς παρειλή‐48
1095φασιν εἰς προσόδους, ἀφ’ ὧν εἴς τε τοὺς πολέμους χορηγοῦσι καὶ τὴν περὶ αὑτοὺς λαμ‐ πρότητα διαφυλάττουσι, καὶ τοὺς μὲν ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν τιμῶσι, τοὺς δ’ ἰδιώτας διὰ τὴν ἐκ τούτων εὐπορίαν οὐ βαπτίζουσι ταῖς εἰσφοραῖς. (7) τὴν δὲ μερίδα τὴν τελευταίαν ἔχουσιν οἱ μάχιμοι καλούμενοι καὶ πρὸς τὰς λειτουργίας τὰς εἰς τὴν στρατείαν ὑπακούοντες, ἵν’ οἱ κινδυνεύοντες εὐνούστατοι τῆι χώραι διὰ τὴν κληρουχίαν

3a,264,F

25

(1100)

ὄντες προθύμως ἐπιδέχωνται τὰ συμβαίνοντα κατὰ τοὺς πολέμους δεινά. (8) ἄτοπον γὰρ ἦν τὴν μὲν τῶν ἁπάντων σωτηρίαν τούτοις ἐπιτρέπειν, ὑπὲρ οὗ δὲ ἀγωνιοῦνται μηδὲν αὐτοῖς ὑπάρχειν κατὰ τὴν χώραν σπουδῆς ἄξιον. τὸ δὲ μέγιστον, εὐπορουμένους αὐτοὺς ῥαιδίως τεκνοποιήσειν, καὶ διὰ τοῦτο τὴν πολυανθρωπίαν κατασκευάσειν, ὥστε μὴ προσδεῖ‐ σθαι ξενικῆς δυνάμεως τὴν χώραν. (9) ὁμοίως δ’ οὗτοι τὴν τάξιν ταύτην, ἐκ προγόνων
1105διαδεχόμενοι ταῖς μὲν τῶν πατέρων ἀνδραγαθίαις προτρέπονται πρὸς τὴν ἀνδρείαν, ἐκ παίδων δὲ ζηλωταὶ γινόμενοι τῶν πολεμικῶν ἔργων ἀνίκητοι ταῖς τόλμαις καὶ ταῖς ἐμπει‐ ρίαις ἀποβαίνουσιν. (74) ἔστι δὲ ἕτερα συντάγματα τῆς πολιτείας τρία, τό τε τῶν νομέων καὶ τὸ τῶν γεωργῶν, ἔτι δὲ τὸ τῶν τεχνιτῶν. οἱ μὲν οὖν γεωργοὶ μικροῦ τινος τὴν καρποφόρον γῆν τὴν παρὰ τοῦ βασιλέως καὶ τῶν ἱερέων καὶ τῶν μαχίμων μισθούμενοι
1110διατελοῦσι τὸν πάντα χρόνον περὶ τὴν ἐργασίαν ὄντες τῆς χώρας· ἐκ νηπίου δὲ συντρεφό‐ μενοι ταῖς γεωργικαῖς ἐπιμελείαις πολὺ προέχουσι τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι γεωργῶν ταῖς ἐμπειρίαις. (2) καὶ γὰρ τὴν τῆς γῆς φύσιν καὶ τὴν τῶν ὑδάτων ἐπίρρυσιν, ἔτι δὲ τοὺς καιροὺς τοῦ τε σπόρου καὶ τοῦ θερισμοῦ καὶ τῆς ἄλλης τῶν καρπῶν συγκομιδῆς ἀκρι‐ βέστατα πάντων γινώσκουσι, τὰ μὲν ἐκ τῆς τῶν προγόνων παρατηρήσεως μαθόντες, τὰ
1115δ’ ἐκ τῆς ἰδίας πείρας διδαχθέντες. (3) ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῶν νομέων, οἳ τὴν τῶν θρεμμάτων ἐπιμέλειαν ἐκ πατέρων ὥσπερ κληρονομίας νόμωι παραλαμβάνοντες ἐν βίωι κτηνοτρόφωι διατελοῦσι πάντα τὸν τοῦ ζῆν χρόνον· (4) καὶ πολλὰ μὲν παρὰ τῶν προγόνων πρὸς θεραπείαν καὶ διατροφὴν ἀρίστην τῶν βοσκομένων παρειλήφασιν, οὐκ ὀλίγα δ’ αὐτοὶ διὰ τὸν εἰς ταῦτα ζῆλον προσευρίσκουσι. καὶ τὸ θαυμασιώτατον, διὰ τὴν
1120ὑπερβολὴν τῆς εἰς ταῦτα σπουδῆς οἵ τε ὀρνιθοτρόφοι καὶ οἱ χηνοβοσκοὶ χωρὶς τῆς παρὰ τοῖς ἄλλοις ἀνθρώποις ἐκ φύσεως συντελουμένης γενέσεως τῶν εἰρημένων ζώιων αὐτοὶ διὰ τῆς ἰδίας φιλοτεχνίας ἀμύθητον πλῆθος ὀρνέων ἀθροίζουσιν. (5) οὐ γὰρ ἐπωιάζουσι διὰ τῶν ὀρνίθων, ἀλλ’ αὐτοὶ παραδόξως χειρουργοῦντες τῆι συνέσει καὶ φιλοτεχνίαι τῆς φυσικῆς ἐνεργείας οὐκ ἀπολείπονται. (6) ἀλλὰ μὴν καὶ τὰς τέχνας ἰδεῖν ἐστι παρὰ
1125τοῖς Αἰγυπτίοις μάλιστα διαπεπονημένας καὶ πρὸς τὸ καθῆκον τέλος διηκριβωμένας. παρὰ μόνοις γὰρ τούτοις οἱ δημιουργοὶ πάντες οὔτ’ ἐργασίας ἄλλης οὔτε πολιτικῆς τάξεως μεταλαμβάνειν ἐῶνται πλὴν τῆς ἐκ τῶν νόμων ὡρισμένης καὶ παρὰ τῶν γονέων παραδε‐ δομένης, ὥστε μήτε παρὰ διδασκάλου φθόνον μήτε πολιτικοὺς περισπασμοὺς μήτ’ ἄλλο μηδὲν ἐμποδίζειν αὐτῶν τὴν εἰς ταῦτα σπουδήν. (7) παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἰδεῖν ἐστι
1130τοὺς τεχνίτας περὶ πολλὰ τῆι διανοίαι περισπωμένους καὶ διὰ τὴν πλεονέξιαν μὴ μένοντας τὸ παράπαν ἐπὶ τῆς ἰδίας ἐργασίας· οἱ μὲν γὰρ ἐφάπτονται γεωργίας, οἱ δ’ ἐμπορίας κοινω‐ νοῦσιν, οἱ δὲ δυοῖν ἢ τριῶν τεχνῶν ἀντέχονται, πλεῖστοι δ’ ἐν ταῖς δημοκρατουμέναις πό‐ λεσιν εἰς τὰς ἐκκλησίας συντρέχοντες τὴν μὲν πολιτείαν λυμαίνονται, τὸ δὲ λυσιτελὲς περι‐ ποιοῦνται παρὰ τῶν μισθοδοτούντων. παρὰ δὲ τοῖς Αἰγυπτίοις εἴ τις τῶν τεχνιτῶν μετάσχοι
1135τῆς πολιτείας ἢ τέχνας πλείους ἐργάζοιτο, μεγάλαις περιπίπτει τιμωρίαις. (8) τὴν μὲν οὖν διαίρεσιν τῆς πολιτείας καὶ τὴν τῆς ἰδίας τάξεως ἐπιμέλειαν διὰ προγόνων τοιαύτην
ἔσχον οἱ τὸ παλαιὸν τὴν Αἴγυπτον κατοικοῦντες. (75) περὶ δὲ τὰς κρίσεις οὐ τὴν τυχοῦσαν ἐποιοῦντο σπουδήν, ἡγούμενοι τὰς ἐν τοῖς δικαστηρίοις ἀποφάσεις μεγίστην ῥοπὴν τῶι κοινῶι βίωι φέρειν πρὸς ἀμφότερα. (2)49
1140δῆλον γὰρ ἦν ὅτι τῶν μὲν παρανομούντων κολαζομένων, τῶν δ’ ἀδικουμένων βοηθείας τυγχανόντων, ἀρίστη διόρθωσις ἔσται τῶν ἁμαρτημάτων· εἰ δ’ ὁ φόβος ὁ γινόμενος ἐκ τῶν κρίσεων τοῖς παρανομοῦσιν ἀνατρέποιτο χρήμασιν ἢ χάρισιν, ἐσομένην ἑώρων τοῦ κοινοῦ βίον σύγχυσιν. (3) διόπερ ἐκ τῶν ἐπιφανεστάτων πόλεων τοὺς ἀρίστους ἄνδρας ἀποδεικνύντες δικαστὰς κοινοὺς οὐκ ἀπετύγχανον τῆς προαιρέσεως. ἐξ Ἡλίου γὰρ πόλεως
1145καὶ Θηβῶν καὶ Μέμφεως δέκα δικαστὰς ἐξ ἑκάστης προέκρινον· καὶ τοῦτο τὸ συνέδριον οὐκ ἐδόκει λείπεσθαι τῶν Ἀθήνησιν Ἀρεοπαγιτῶν ἢ τῶν παρὰ Λακεδαιμονίοις γερόν‐ των. (4) ἐπεὶ δὲ συνέλθοιεν οἱ τριάκοντα, ἐπέκρινον ἐξ ἑαυτῶν ἕνα τὸν ἄριστον· καὶ τοῦτον μὲν ἀρχιδικαστὴν καθίσταντο, εἰς δὲ τὸν τούτου τόπον ἀπέστελλεν ἡ πόλις ἕτερον δικαστήν. συντάξεις δὲ τῶν ἀναγκαίων παρὰ τοῦ βασιλέως τοῖς μὲν δικασταῖς ἱκαναὶ πρὸς

3a,264,F

25

(1150)

διατροφὴν ἐχορηγοῦντο, τῶι δ’ ἀρχιδικαστῆι πολλαπλάσιοι. (5) ἐφόρει δ’ οὗτος περὶ τὸν τράχηλον ἐκ χρυσῆς ἁλύσεως ἠρτημένον ζώιδιον τῶν πολυτελῶν λίθων, ὃ προσηγό‐ ρευον ἀλήθειαν. τῶν δ’ ἀμφισβητήσεων ἤρχοντο ἐπειδὰν τὴν τῆς ἀληθείας εἰκόνα ὁ ἀρχιδικα‐ στὴς πρόσθοιτο. (6) τῶν δὲ πάντων νόμων ἐν βιβλίοις ὀκτὼ γεγραμμένων, καὶ τούτων παρακειμένων τοῖς δικασταῖς, ἔθος ἦν τὸν μὲν κατήγορον γράψαι καθ’ ἓν ὧν ἐνεκάλει, καὶ
1155πῶς γέγονε, καὶ τὴν ἀξίαν τοῦ ἀδικήματος ἢ τῆς βλάβης, τὸν δ’ ἀπολογούμενον δὲ λα‐ βόντα τὸ χρηματισθὲν ὑπὸ τῶν ἀντιδίκων ἀντιγράψαι πρὸς ἕκαστον ὡς οὐκ ἔπραξεν ἢ πράξας οὐκ ἠδίκησεν ἢ ἀδικήσας ἐλάττονος ζημίας ἄξιός ἐστι τυχεῖν. (7) ἔπειτα νόμιμον ἦν τὸν κατήγορον ἀντιγράψαι, καὶ πάλιν τὸν ἀπολογούμενον ἀντιθεῖναι. ἀμφοτέρων δὲ τῶν ἀντιδίκων τὰ γεγραμμένα δὶς τοῖς δικασταῖς δόντων, τὸ τηνικαῦτ’ ἔδει τοὺς μὲν
1160τριάκοντα τὰς γνώμας ἐν ἀλλήλοις ἀποφαίνεσθαι, τὸν ἀρχιδικαστὴν δὲ τὸ ζώιδιον τῆς ἀληθείας προστίθεσθαι τῆι ἑτέραι τῶν ἀμφισβητήσεων. (76) τούτωι δὲ τῶι τρόπωι τὰς κρίσεις πάσας συντελεῖν τοὺς Αἰγυπτίους, νομίζοντας ἐκ μὲν τοῦ λέγειν τοὺς συνηγόρους πολλὰ τοῖς δικαίοις ἐπισκοτήσειν· καὶ γὰρ τὰς τέχνας τῶν ῥητόρων καὶ τὴν τῆς ὑποκρίσεως γοητείαν καὶ τὰ τῶν κινδυνευόντων δάκρυα πολλοὺς προτρέπεσθαι παρο‐
1165ρᾶν τὸ τῶν νόμων ἀπότομον καὶ τὴν τῆς ἀληθείας ἀκρίβειαν. (2) θεωρεῖσθαι γοῦν τοὺς ἐπαινουμένους ἐν τῶι κρίνειν πολλάκις ἢ δι’ ἀπάτην ἢ διὰ ψυχαγωγίαν ἢ διὰ τὸ πρὸς τὸν ἔλεον πάθος συνεκφερομένους τῆι δυνάμει τῶν συνηγορούντων· ἐκ δὲ τοῦ γράφειν τὰ δίκαια τοὺς ἀντιδίκους ὤιοντο τὰς κρίσεις ἀκριβεῖς ἔσεσθαι, γυμνῶν τῶν πραγμάτων θεωρουμένων. (3) οὕτω γὰρ ἂν μάλιστα μήτε τοὺς εὐφυεῖς τῶν βραδυτέρων πλεονεκτήσειν μήτε τοὺς
1170ἐνηθληκότας τῶν ἀπείρων μήτε τοὺς ψεύστας καὶ τολμηροὺς τῶν φιλαλήθων καὶ κατε‐ σταλμένων τοῖς ἤθεσι, πάντας δ’ ἐπ’ ἴσης τεύξεσθαι τῶν δικαίων, ἱκανὸν χρόνον ἐκ τῶν νόμων λαμβανόντων, τῶν μὲν ἀντιδίκων ἐξετάσαι τὰ παρ’ ἀλλήλων, τῶν δὲ δικαστῶν συγκρῖναι τὰ παρ’ ἀμφοτέρων. (77) ἐπεὶ δὲ τῆς νομοθεσίας ἐμνήσθημεν, οὐκ ἀνοίκειον εἶναι τῆς ὑποκειμένης ἱστορίασ
1175νομίζομεν ἐκθέσθαι τῶν νόμων ὅσοι παρὰ τοῖς Αἰγυπτίοις παλαιότητι διήνεγκαν ἢ παρηλλαγ‐ μένην τάξιν ἔσχον ἢ τὸ σύνολον ὠφέλειαν τοῖς φιλαναγνωστοῦσι δύνανται παρασχέσθαι. (2) πρῶτον μὲν οὖν κατὰ τῶν ἐπιόρκων θάνατος ἦν παρ’ αὐτοῖς τὸ πρόστιμον, ὡς δύο τὰ μέγιστα ποιούντων ἀνομήματα, θεούς τε ἀσεβούντων καὶ τὴν μεγίστην τῶν παρ’ ἀνθρώ‐ ποις πίστιν ἀνατρεπόντων. (3) ἔπειτα εἴ τις ἐν ὁδῶι κατὰ τὴν χώραν ἰδὼν φονευόμενον ἄνθρω‐
1180πον ἢ τὸ καθόλου βίαιόν τι πάσχοντα μὴ ῥύσαιτο δυνατὸς ὤν, θανάτωι περιπεσεῖν ὤφειλεν· εἰ δὲ πρὸς ἀλήθειαν διὰ τὸ ἀδύνατον μὴ κατισχύσαι βοηθῆσαι, μηνῦσαί γε πάντως ὤφειλε τοὺς ληιστὰς καὶ ἐπεξιέναι τὴν παρανομίαν. τὸν δὲ ταῦτα μὴ πράξαντα κατὰ τὸν νόμον ἔδει μαστιγοῦσθαι τεταγμένας πληγὰς καὶ πάσης εἴργεσθαι τροφῆς ἐπὶ τρεῖς ἡμέρας. (4) οἱ δὲ ψευδῶς τινων κατηγορήσαντες ὤφειλον τοῦτο παθεῖν ὃ τοῖς συκοφαντηθεῖσιν50
1185ἐτέτακτο πρόστιμον, εἴπερ ἔτυχον καταδικασθέντες. (5) προσετέτακτο δὲ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἀπογράφεσθαι πρὸς τοὺς ἄρχοντας ἀπὸ τίνων ἕκαστος πορίζεται τὸν βίον, καὶ τὸν ἐν τούτοις ψευσάμενον ἢ πόρον ἄδικον ἐπιτελοῦντα θανάτωι περιπίπτειν ἦν ἀναγκαῖον. λέγεται δὲ τοῦτον τὸν νόμον ὑπὸ Σόλωνος παραβαλόντος εἰς Αἴγυπτον εἰς τὰς Ἀθήνας μετενεχθῆναι. (6) εἰ δέ τις ἑκουσίως ἀποκτεῖναι [τὸν ἐλεύθερον ἢ] δοῦλον, ἀποθνήσ‐
1190κειν τοῦτον οἱ νόμοι προσέταττον, ἅμα μὲν βουλόμενοι μὴ ταῖς διαφοραῖς τῆς τύχης ἀλλὰ ταῖς τῶν πράξεων ἐπιβολαῖς εἴργεσθαι πάντας ἀπὸ τῶν φαύλων, ἅμα δὲ διὰ τῆς τῶν δούλων φροντίδος ἐθίζοντες τοὺς ἀνθρώπους πολὺ μᾶλλον εἰς τοὺς ἐλευθέρους μηδὲν ὅλως ἐξαμαρ‐ τάνειν. (7) καὶ κατὰ μὲν τῶν γονέων τῶν ἀποκτεινάντων τὰ τέκνα θάνατον μὲν οὐχ ὥρισαν, ἡμέρας δὲ τρεῖς καὶ νύκτας ἴσας συνεχῶς ἦν ἀναγκαῖον περιειληφότας τὸν νεκρὸν
1195ὑπομένειν φυλακῆς παρεδρευούσης δημοσίας. οὐ γὰρ δίκαιον ὑπελήφθη τὸ τοῦ βίου στε‐ ρίσκειν τοὺς τὸν βίον τοῖς παισὶ δεδωκότας, νουθετήσει δὲ μᾶλλον λύπην ἐχούσηι καὶ μετα‐ μέλειαν ἀποτρέπειν τῶν τοιούτων ἐγχειρημάτων. (8) κατὰ δὲ τῶν τέκνων τῶν γονεῖς φονευσάντων τιμωρίαν ἐξηλλαγμένην ἔθηκαν· ἔδει γὰρ τοὺς καταδικασθέντας ἐπὶ τούτοις καλάμοις ὀξέσι δακτυλιαῖα μέρη τοῦ σώματος κατατμηθέντας ἐπ’ ἀκάνθαις κατακάεσθαι

3a,264,F

25

(1200)

ζῶντας· μέγιστον τῶν ἐν ἀνθρώποις ἀδικημάτων κρίνοντες τὸ βιαίως τὸ ζῆν ἀφαιρεῖσθαι τῶν τὴν ζωὴν αὐτοῖς δεδωκότων. (9) τῶν δὲ γυναικῶν τῶν καταδικασθεισῶν θανάτωι τὰς ἐγκύους μὴ θανατοῦσθαι πρὶν ἂν τέκωσι. καὶ τοῦτο τὸ νόμιμον πολλοῖ〈σ〉 καὶ τῶν Ἑλλήνων κατέδειξαν, ἡγούμενοι παντελῶς ἄδικον εἶναι τὸ μηδὲν ἀδικῆσαν τῶι ἀδική‐ σαντι τῆς αὐτῆς μετέχειν τιμωρίας, καὶ παρανομήματος ἑνὸς γενομένου παρὰ δυοῖν λαμ‐
1205βάνειν τὸ πρόστιμον· πρὸς δὲ τούτοις κατὰ προαίρεσιν πονηρὰν συντελεσθέντος τοῦ ἀδική‐ ματος τὸ μηδεμίαν πω σύνεσιν ἔχον ὑπὸ τὴν ὁμοίαν ἄγειν κόλασιν· τὸ δὲ πάντων μέγιστον, ὅτι ταῖς κυούσαις ἰδίαι τῆς αἰτίας ἐπενηνεγμένης οὐδαμῶς προσήκει τὸ κοινὸν πατρὸς καὶ μητρὸς τέκνον ἀναιρεῖσθαι. (10) ἐπ’ ἴσης γὰρ ἄν τις φαύλους διαλάβοι κριτὰς τούς τε τὸν ἔνοχον τῶι φόνωι σώζοντας καὶ τοὺς τὸ μηδὲν ὅλως ἀδικῆσαν συναναιροῦντας. (11)
1210τῶν μὲν οὖν φονικῶν νόμων οἱ μάλιστα δοκοῦντες ἐπιτετεῦχθαι τοιοῦτοί τινες ἦσαν. (78) τῶν δ’ ἄλλων ὁ μὲν περὶ τῶν πολέμων κείμενος κατὰ τῶν τὴν τάξιν λιπόντων ἢ τὸ παραγγελθὲν ὑπὸ τῶν ἡγεμόνων μὴ ποιούντων ἔταττε πρόστιμον οὐ θάνατον ἀλλὰ τὴν ἐσχάτην ἀτιμίαν. (2) εἰ δ’ ὕστερον ταῖς ἀνδραγαθίαις ὑπερβάλοιντο τὰς ἀτιμίας, εἰς τὴν προυπάρξασαν παρρησίαν ἀποκαθίστα, ἅμα μὲν τοῦ θανάτου δεινοτέραν τιμωρίαν
1215ποιοῦντος τὴν ἀτιμίαν [ἢ τὸν θάνατον], ἵνα τὸ μέγιστον τῶν κακῶν ἐθίσηι πάντας κρίνειν τὴν αἰσχύνην, ἅμα δὲ τοὺς μὲν θανατωθέντας ἡγεῖτο μηδὲν ὠφελήσειν τὸν κοινὸν βίον, τοὺς δὲ ἀτιμωθέντας ἀγαθῶν πολλῶν αἰτίους ἔσεσθαι διὰ τὴν ἐπιθυμίαν τῆς παρρησίας. (3) καὶ τῶν μὲν τὰ ἀπόρρητα τοῖς πολεμίοις ἀπαγγειλάντων ἐπέταττεν ὁ νόμος ἐκτέμνε‐
σθαι τὴν γλῶτταν, τῶν δὲ τὸ νόμισμα παρακοπτόντων ἢ μέτρα καὶ σταθμὰ παραποιούντων51
1220ἢ παραγλυφόντων τὰς σφραγῖδας, ἔτι δὲ τῶν γραμματέων τῶν ψευδεῖς χρηματισμοὺς γραφόντων ἢ ἀφαιρούντων τι τῶν ἐγγεγραμμένων καὶ τῶν τὰς ψευδεῖς συγγραφὰς ἐπιφε‐ ρόντων, ἀμφοτέρας ἐκέλευσεν ἀποκόπτεσθαι τὰς χεῖρας, ὅπως οἷς ἕκαστος μέρεσι τοῦ σώματος παρενόμησεν, εἰς ταῦτα κολαζόμενος αὐτὸς μὲν μέχρι τελευτῆς ἀνίατον ἔχηι τὴν συμφορὰν, τοὺς δ’ ἄλλους διὰ τῆς ἰδίας τιμωρίας νουθετῶν ἀποτρέπηι τῶν ὁμοίων
1225τι πράττειν. (4) πικροὶ δὲ καὶ περὶ τῶν γυναικῶν νόμοι παρ’ αὐτοῖς ὑπῆρχον. τοῦ μὲν γὰρ βιασαμένου γυναῖκα ἐλευθέραν προσέταξαν ἀποκόπτεσθαι τὰ αἰδοῖα, νομίσαντες τὸν τοιοῦτον μιᾶι πράξει παρανόμωι τρία τὰ μέγιστα τῶν κακῶν ἐνηργηκέναι, τὴν ὕβριν καὶ τὴν φθορὰν καὶ τὴν τῶν τέκνων σύγχυσιν. (5) εἰ δέ τις πείσας μοιχεύσαι, τὸν μὲν ἄνδρα ῥάβδοις χιλίας πληγὰς λαμβάνειν ἐκέλευον, τῆς δὲ γυναικὸς τὴν ῥῖνα κολοβοῦσθαι,
1230ὑπολαμβάνοντες δεῖν τῆς πρὸς ἀσυγχώρητον ἀκρασίαν καλλωπιζομένης ἀφαιρεθῆναι τὰ μάλιστα κοσμοῦντα τὴν εὐπρέπειαν. (79) τοὺς δὲ περὶ τῶν συμβολαίων νόμους Βοκχόριδος εἶναί φασι. προστάττουσι δὲ τοὺς μὲν ἀσύγγραφα δανεισαμένους, ἂν μὴ φάσκωσιν ὀφείλειν, ὀμόσαντας ἀπολύεσθαι τοῦ δανείου, πρῶτον μὲν ὅπως ἐν μεγάλωι τιθέμενοι τοὺς ὅρκους δεισιδαιμονῶσι· (2) προδήλου γὰρ ὄντος ὅτι τῶι πολλάκις ὀμόσαντι συμβήσεται
1235τὴν πίστιν ἀποβαλεῖν, ἵνα τῆς εὐχρηστίας μὴ στερηθῆι, περὶ πλείστου πᾶς τις ἄξει τὸ μὴ καταντᾶν ἐπὶ τὸν ὅρκον. ἔπειθ’ ὑπελάμβανεν ὁ νομοθέτης τὴν ὅλην πίστιν ἐν τῆι καλοκἀγαθίαι ποιήσας προτρέψεσθαι πάντας σπουδαίους εἶναι τοῖς ἤθεσιν, ἵνα μὴ πίστεως ἀνάξιοι διαβληθῶσι· πρὸς δὲ τούτοις ἄδικον ἔκρινεν εἶναι τοὺς χωρὶς ὅρκου πιστευθέντας περὶ τῶν αὐτῶν συμβολαίων ὀμόσαντας μὴ τυγχάνειν πίστεως. τοὺς δὲ μετὰ συγγραφῆς
1240δανείσαντας ἐκώλυε διὰ τοῦ τόκου τὸ κεφάλαιον πλέον ποιεῖν ἢ διπλάσιον. (3) τῶν δὲ ὀφειλόντων τὴν ἔκπραξιν τῶν δανείων ἐκ τῆς οὐσίας μόνον ἐποιήσατο, τὸ δὲ σῶμα κατ’ οὐδένα τρόπον εἴασεν ὑπάρχειν ἀγώγιμον, ἡγούμενος δεῖν εἶναι τὰς μὲν κτήσεις τῶν ἐργασαμένων ἢ παρὰ κυρίου τινὸς ἐν δωρεαῖς λαβόντων, τὰ δὲ σώματα τῶν πόλεων, ἵνα τὰς καθηκούσας λειτουργίας ἔχωσιν αἱ πόλεις καὶ κατὰ πόλεμον καὶ κατ’ εἰρήνην· ἄτοπον
1245γὰρ τὸ στρατιώτην εἰς τὸν ὑπὲρ τῆς πατρίδος προιόντα κίνδυνον, εἰ τύχοι, πρὸς δάνειον ὑπὸ τοῦ πιστεύσαντος ἀπάγεσθαι, καὶ τῆς τῶν ἰδιωτῶν πλεονεξίας ἕνεκα κινδυνεύειν τὴν κοινὴν ἁπάντων σωτηρίαν. (4) δοκεῖ δὲ καὶ τοῦτον τὸν νόμον ὁ Σόλων εἰς τὰς Ἀθήνας μετενεγκεῖν, ὃν ὠνόμασε σεισάχθειαν, ἀπολύσας τοὺς πολίτας ἅπαντας τῶν ἐπὶ τοῖς σώμασι πεπιστευμένων δανείων. (5) μέμφονται δέ τινες οὐκ ἀλόγως τοῖς πλείστοις τῶν παρὰ

3a,264,F

25

(1250)

τοῖς Ἕλλησι νομοθετῶν, οἵτινες ὅπλα μὲν καὶ ἄροτρον καὶ ἄλλα τῶν ἀναγκαιοτάτων ἐκώλυσαν ἐνέχυρα λαμβάνεσθαι πρὸς δάνειον, τοὺς δὲ τούτοις χρησομένους συνεχώρησαν ἀγωγίμους εἶναι. (80) ὑπῆρχε δὲ καὶ περὶ τῶν κλεπτῶν νόμος παρ’ Αἰγυπτίοις ἰδιώτατος. ἐκέλευε γὰρ τοὺς μὲν βουλομένους ἔχειν ταύτην τὴν ἐργασίαν ἀπογράφεσθαι πρὸς τὸν ἀρχίφωρα, καὶ τὸ κλαπὲν ὁμολόγως ἀναφέρειν παραχρῆμα πρὸς ἐκεῖνον· τοὺς
1255δὲ ἀπολέσαντας παραπλησίως ἀπογράφειν αὐτῶι καθ’ ἕκαστον τῶν ἀπολωλότων, προστι‐ θέντας τόν τε τόπον καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ’ ἣν ἀπώλεσαν. (2) τούτωι δὲ τῶι τρόπωι πάντων ἑτοίμως εὑρισκομένων, ἔδει τὸν ἀπολέσαντα τὸ τέταρτον μέρος τῆς ἀξίας δόντα κτήσασθαι τὰ ἑαυτοῦ μόνα. ἀδυνάτου γὰρ ὄντος τοῦ πάντας ἀποστῆσαι τῆς κλοπῆς εὗρε πόρον ὁ νομοθέτης δι’ οὗ πᾶν τὸ ἀπολόμενον σωθήσεται μικρῶν διδομένων λύτρων.
1260(3) γαμοῦσι δὲ παρ’ Αἰγυπτίοις οἱ μὲν ἱερεῖς μίαν, τῶν δ’ ἄλλων ὅσας ἂν ἕκαστος προαι‐
ρῆται. καὶ τὰ γεννώμενα πάντα τρέφουσιν ἐξ ἀνάγκης ἕνεκα τῆς πολυανθρωπίας, ὡς ταύτης μέγιστα συμβαλλομένης πρὸς εὐδαιμονίαν χώρας τε καὶ πόλεων· νόθον δ’ οὐδένα τῶν γεν‐ νηθέντων νομίζουσιν, οὐδ’ ἂν ἐξ ἀργυρωνήτου μητρὸς γεννηθῆι. (4) καθόλου γὰρ ὑπει‐ λήφασι τὸν πατέρα μόνον αἴτιον εἶναι τῆς γενέσεως, τὴν δὲ μητέρα τροφὴν καὶ χώραν52
1265μόνον παρέχεσθαι τῶι βρέφει· καὶ τῶν δένδρων ἄρρενα μὲν καλοῦσι τὰ καρποφόρα, θήλεα δὲ τὰ μὴ φέροντα τοὺς καρπούς, ἐναντίως τοῖς Ἕλλησι. (5) τρέφουσι δὲ τὰ παιδία μετά τινος εὐχερείας ἀδαπάνου καὶ παντελῶς ἀπίστου· ἑψήματα γὰρ αὐτοῖς χορηγοῦσιν ἔκ τινος εὐτελείας ἑτοίμης γινόμενα, καὶ τῶν ἐκ τῆς βύβλου πυθμένων τοὺς δυναμένους εἰς τὸ πῦρ ἐγκρύβεσθαι, καὶ τῶν ῥιζῶν καὶ τῶν καυλῶν τῶν ἑλείων τὰ μὲν ὠμά, τὰ δ’ ἕψοντες, τὰ
1270δ’ ὀπτῶντες διδόασιν. (6) ἀνυποδήτων δὲ καὶ γυμνῶν τῶν πλείστων τρεφομένων διὰ τὴν εὐκρασίαν τῶν τόπων, τὴν πᾶσαν δαπάνην οἱ γονεῖς, ἄχρι ἂν εἰς ἡλικίαν ἔλθηι τὸ τέκνον, οὐ πλείω ποιοῦσι δραχμῶν εἴκοσι. δι’ ἃς αἰτίας μάλιστα τὴν Αἴγυπτον συμβαίνει πολυαν‐ θρωπίαι διαφέρειν, καὶ διὰ τοῦτο πλείστας ἔχειν μεγάλων ἔργων κατασκευάς. (81) παιδεύουσι δὲ τοὺς υἱοὺς οἱ μὲν ἱερεῖς γράμματα διττά, τά τε ἱερὰ καλούμενα καὶ τὰ
1275κοινοτέραν ἔχοντα τὴν μάθησιν. γεωμετρίαν δὲ καὶ τὴν ἀριθμητικὴν ἐπὶ πλέον ἐκπο‐ νοῦσιν. (2) ὁ μὲν γὰρ ποταμὸς κατ’ ἐνιαυτὸν ποικίλως μετασχηματίζων τὴν χώραν πολλὰς καὶ παντοίας ἀμφισβητήσεις ποιεῖ περὶ τῶν ὅρων τοῖς γειτνιῶσι, ταύτας δ’ οὐ ῥάιδιον ἀκριβῶς ἐξελέγξαι μὴ γεωμέτρου τὴν ἀλήθειαν ἐκ τῆς ἐμπειρίας μεθοδεύσαντος. (3) ἡ δ’ ἀριθμητικὴ πρός τε τὰς κατὰ τὸν βίον οἰκονομίας αὐτοῖς χρησιμεύει καὶ πρὸς τὰ
1280γεωμετρίας θεωρήματα, πρὸς δὲ τούτοις οὐκ ὀλίγα συμβάλλεται καὶ τοῖς τὰ περὶ τὴν ἀστρο‐ λογίαν ἐκπονοῦσιν. (4) ἐπιμελοῦς γάρ, εἰ καὶ παρά τισιν ἄλλοις, καὶ παρ’ Αἰγυπτίοις παρατηρήσεως τυγ‐ χάνουσιν αἱ τῶν ἄστρων τάξεις τε καὶ κινήσεις· καὶ τὰς μὲν περὶ ἑκάστων ἀναγραφὰς ἐξ ἐτῶν ἀπίστων τῶι πλήθει φυλάττουσιν, ἐκ παλαιῶν χρόνων ἐζηλωμένης παρ’ αὐτοῖς τῆς
1285περὶ ταῦτα σπουδῆς, τὰς δὲ τῶν πλανήτων ἀστέρων κινήσεις καὶ περιόδους καὶ στηριγμούς, ἔτι δὲ τὰς ἑκάστου δυνάμεις πρὸς τὰς τῶν ζώιων γενέσεις, τίνων εἰσὶν ἀγαθῶν ἢ κακῶν ἀπεργαστικαί, φιλοτιμότατα παρατετηρήκασι. (5) καὶ πολλάκις μὲν τοῖς ἀνθρώποις τῶν αὐτοῖς μελλόντων ἀπαντήσεσθαι κατὰ τὸν βίον προλέγοντες ἐπιτυγχάνουσιν, οὐκ ὀλι‐ γάκις δὲ καρπῶν φθορὰς ἢ τοὐναντίον πολυκαρπίας, ἔτι δὲ νόσους κοινὰς ἀνθρώποις ἢ
1290βοσκήμασιν ἐσομένας προσημαίνουσι, σεισμούς τε καὶ κατακλυσμοὺς καὶ κομητῶν ἀστέρων ἐπιτολάς, καὶ πάντα τὰ τοῖς πολλοῖς ἀδύνατον ἔχειν δοκοῦντα τὴν ἐπίγνωσιν, ἐκ πολλοῦ χρόνου παρατηρήσεως γεγενημένης, προγινώσκουσι. (6) φασὶ δὲ καὶ τοὺς ἐν Βαβυλῶνι Χαλδαίους, ἀποίκους Αἰγυπτίων ὄντας, τὴν δόξαν ἔχειν τὴν περὶ τῆς ἀστρολογίας παρὰ τῶν ἱερέων μαθόντας τῶν Αἰγυπτίων. (7) τὸ δ’ ἄλλο πλῆθος τῶν Αἰγυπτίων ἐκ
1295παίδων μανθάνει παρὰ τῶν πατέρων ἢ συγγενῶν τὰς περὶ ἕκαστον βίον ἐπιτηδεύσεις, καθάπερ προειρήκαμεν (c. 74). γράμματα δ’ ἐπ’ ὀλίγον διδάσκονται οὐχ ἅπαντες ἀλλ’ οἱ τὰς τέχνας μεταχειριζόμενοι μάλιστα. παλαίστραν δὲ καὶ μουσικὴν οὐ νόμιμόν ἐστι παρ’ αὐτοῖς μανθάνειν· ὑπολαμβάνουσι γὰρ ἐκ μὲν τῶν καθ’ ἡμέραν ἐν τῆι παλαίστραι γυμνασίων τοὺς νέους οὐχ ὑγίειαν ἕξειν ἀλλὰ ῥώμην ὀλιγοχρόνιον καὶ παντελῶς ἐπικίνδυνον, τὴν δὲ

3a,264,F

25

(1300)

μουσικὴν νομίζουσιν οὐ μόνον ἄχρηστον ὑπάρχειν ἀλλὰ καὶ βλαβεράν, ὡς ἂν ἐκθηλύνουσαν τὰς τῶν ἀκουόντων ψυχάς. (82) τὰς δὲ νόσους προκαταλαμβανόμενοι θεραπεύουσι τὰ σώματα κλυσμοῖς καὶ νηστείαις
καὶ ἐμέτοις, ἐνίοτε μὲν καθ’ ἑκάστην ἡμέραν, ἐνίοτε δὲ τρεῖς ἢ τέτταρας ἡμέρας διαλεί‐ ποντες. (2) φασὶ γὰρ πάσης τροφῆς ἀναδοθείσης τὸ πλέον εἶναι περιττόν, ἀφ’ οὗ γεν‐53
1305νᾶσθαι τὰς νόσους, ὥστε τὴν προειρημένην θεραπείαν ἀναιροῦσαν τὰς ἀρχὰς τῆς νόσου μάλιστ’ ἂν παρασκευάσαι τὴν ὑγίειαν. (3) κατὰ δὲ τὰς στρατείας καὶ τὰς ἐπὶ τῆς χώρας ἐκδημίας θεραπεύονται πάντες οὐδένα μισθὸν ἰδίαι διδόντες· οἱ γὰρ ἰατροὶ τὰς μὲν τροφὰς ἐκ τοῦ κοινοῦ λαμβάνουσι. τὰς δὲ θεραπείας προσάγουσι κατὰ νόμον ἔγγραφον, ὑπὸ πολλῶν καὶ δεδοξασμένων ἰατρῶν ἀρχαίων συγγεγραμμένον· κἂν τοῖς ἐκ τῆς ἱερᾶς βίβλου νόμοις
1310ἀναγινωσκομένοις ἀκολουθήσαντες ἀδυνατήσωσι σῶσαι τὸν κάμνοντα, ἀθῶιοι παντὸς ἐγκλήματος ἀπολύονται· ἐὰν δέ τι παρὰ τὰ γεγραμμένα ποιήσωσι, θανάτου κρίσιν ὑπομέ‐ νουσιν, ἡγουμένου τοῦ νομοθέτου τῆς ἐκ πολλῶν χρόνων παρατετηρημένης θεραπείας καὶ συντεταγμένης ὑπὸ τῶν ἀρίστων τεχνιτῶν ὀλίγους ἂν γενέσθαι συνετωτέρους. (83) περὶ δὲ τῶν ἀφιερωμένων ζώιων κατ’ Αἴγυπτον εἰκότως φαίνεται πολλοῖς παρά‐
1315δοξον τὸ γινόμενον καὶ ζητήσεως ἄξιον. σέβονται γὰρ ἔνια τῶν ζώιων Αἰγύπτιοι καθ’ ὑπερ‐ βολὴν οὐ ζῶντα μόνον ἀλλὰ καὶ τελευτήσαντα, οἷον τούς τε αἰλούρους καὶ τοὺς ἰχνεύμονας καὶ κύνας, ἔτι δ’ ἱέρακας καὶ τὰς καλουμένας παρ’ αὐτοῖς ἴβεις, πρὸς δὲ τούτοις τούς τε λύκους καὶ τοὺς κροκοδείλους καὶ ἕτερα τοιαῦτα πλείω, περὶ ὧν τὰς αἰτίας ἀποδιδόναι πειρασόμεθα, βραχέα πρότερον ὑπὲρ αὐτῶν διελθόντες. (2) πρῶτον μὲν γὰρ ἑκάστωι γένει
1320τῶν σεβασμοῦ τυγχανόντων ζώιων ἀφιέρωται χώρα φέρουσα πρόσοδον ἀρκοῦσαν εἰς ἐπιμέλειαν καὶ τροφὴν αὐτῶν· ποιοῦνται δὲ καὶ θεοῖς τισιν εὐχὰς ὑπὲρ τῶν παίδων οἱ κατ’ Αἴγυπτον τῶν ἐκ τῆς νόσου σωθέντων· ξυρήσαντες γὰρ τὰς τρίχας καὶ πρὸς ἀργύριον ἢ χρυσίον στήσαντες διδόασι τὸ νόμισμα τοῖς ἐπιμελομένοις τῶν προειρημένων ζώιων. (3) οἱ δὲ τοῖς μὲν ἱέραξι κρέα κατατέμνοντες καὶ προσκαλούμενοι μεγάληι τῆι φωνῆι
1325πετομένοις ἀναρρίπτουσι, μέχρι ἂν δέξωνται· τοῖς δ’ αἰλούροις καὶ τοῖς ἰχνεύμοσι καταθρύπτον‐ τες τοὺς ἄρτους εἰς γάλα καὶ ποππύζοντες παρατιθέασιν ἢ τῶν ἰχθύων τῶν ἐκ τοῦ Νείλου κατατέμνοντες ὠμῶς σιτίζουσιν· ὡσαύτως δὲ καὶ τῶν ἄλλων ζώιων ἑκάστωι γένει τὴν ἁρμόζουσαν τροφὴν χορηγοῦσιν. (4) τὰς δὲ γινομένας περὶ ταῦτα λειτουργίας οὐχ οἷον ἐκκλίνουσιν ἢ τοῖς ὄχλοις γενέσθαι καταφανεῖς ἐπαισχύνονται, τοὐναντίον δ’ ὡς περὶ τὰς
1330μεγίστας τῶν θεῶν γινόμενοι τιμὰς σεμνύνονται, καὶ μετὰ σημείων ἰδίων περιέρχονται τὰς πόλεις καὶ τὴν χώραν· πόρρωθεν δ’ ὄντες φανεροὶ τίνων ζώιων ἔχουσι τὴν ἐπιμέλειαν, ὑπὸ τῶν ἀπαντώντων προσκυνῶνται καὶ τιμῶνται. (5) ὅταν δ’ ἀποθάνηι τι τῶν εἰρημένων, σινδόνι κατακαλύψαντες καὶ μετ’ οἰμωγῆς τὰ στήθη καταπληξάμενοι φέρουσιν εἰς τὰς ταριχείας· ἔπειτα θεραπευθέντων αὐτῶν κεδρίαι καὶ τοῖς δυναμένοις εὐωδίαν παρέχεσθαι
1335καὶ πολυχρόνιον τοῦ σώματος τήρησιν, θάπτουσιν ἐν ἱεραῖς θήκαις. (6) ὃς δ’ ἂν τούτων τι τῶν ζώιων ἑκὼν διαφθείρηι, θανάτωι περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκ‐ τείνηι· ταῦτα δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνηι, πάντως θανάτωι περιπίπτει, τῶν ὄχλων συντρεχόντων καὶ τὸν πράξαντα δεινότατα διατιθέντων, καὶ τοῦτ’ ἐνίοτε πραττόντων ἄνευ κρίσεως. (7) διὰ δὲ τὸν ἐπὶ τούτοις φόβον οἱ θεασάμενοι τεθνηκός τι τούτων τῶν
1340ζώιων ἀποστάντες μακρὰν βοῶσιν, ὀδυρόμενοί τε καὶ μαρτυρόμενοι κατειλῆφθαι τετελευ‐ τηκός. (8) οὕτω δ’ ἐν ταῖς τῶν ὄχλων ψυχαῖς ἐντέτηκεν ἡ πρὸς τὰ ζῶια ταῦτα δεισιδαιμονία.
(84) ἀπίστων δὲ φαινομένων πολλοῖς τῶν εἰρημένων καὶ μύθοις παραπλησίων πολλῶι παραδοξότερα φανήσεται τὰ μετὰ ταῦτα ῥηθησόμενα. λιμῶι γάρ ποτε πιεζομένων τῶν54
1345κατ’ Αἴγυπτόν φασι πολλοὺς ἀλλήλων μὲν ἅψασθαι διὰ τὴν ἔνδειαν, τῶν δ’ ἀφιερωμένων ζώιων τὸ παράπαν μήτ’ αἰτίαν σχεῖν μηδένα προσενηνέχθαι. (2) ἀλλὰ μήν γε καὶ καθ’ ἣν ἂν οἰκίαν εὑρεθῆι κύων τετελευτηκώς, ξυρῶνται πάντες οἱ κατ’ οἶκον ὄντες ὅλον τὸ σῶμα καὶ ποιοῦνται πένθος· καὶ τὸ τούτου θαυμασιώτερον, ἐὰν οἶνος ἢ σῖτος ἤ τι τῶν πρὸς τὸν βίον ἀναγκαίων τυγχάνηι κείμενον ἐν τοῖς οἰκήμασιν οὗ τὸ ζῆν ἐξέλιπέ τι τῶν θηρίων,

3a,264,F

25

(1350)

οὐκ ἂν ἔτι χρήσασθαι πρὸς οὐδὲν αὐτοῖς ὑπομείνειαν. (3) κἂν ἐν ἄλληι χώραι που στρα‐ τευόμενοι τύχωσι, λυτρούμενοι τοὺς αἰλούρους καὶ τοὺς ἱέρακας κατάγουσιν εἰς Αἴγυπτον. καὶ τοῦτο πράττουσιν ἐνίοτε τῶν ἐφοδίων αὐτοὺς ὑπολιπόντων. (4) τὰ δὲ γινόμενα περὶ τὸν Ἆπιν τὸν ἐν Μέμφει †ποικίλον καὶ τὸν Μνεῦιν τὸν ἐν Ἡλιουπόλει καὶ τὰ περὶ τὸν τράγον τὸν ἐν Μένδητι, πρὸς δὲ τούτοις τὸν κροκόδειλον τὸν κατὰ τὴν Μοίριδος λίμνην
1355καὶ τὸν λέοντα τὸν τρεφόμενον ἐν τῆι καλουμένηι Λεόντων πόλει καὶ πολλὰ τοιαῦθ’ ἕτερα διηγήσασθαι μὲν εὐχερές, ἀπαγγείλαντα δὲ πιστευθῆναι παρὰ τοῖς μὴ τεθεαμένοις δύσκολον. (5) ταῦτα γὰρ ἐν ἱεροῖς μὲν περιβόλοις τρέφεται, θεραπεύουσι δ’ αὐτὰ πολλοὶ τῶν ἀξιολόγων ἀνδρῶν τροφὰς διδόντες τὰς πολυτελεστάτας· σεμίδαλιν γὰρ ἢ χόνδρον ἕψοντες ἐν γάλακτι καὶ πέμματα παντοδαπὰ μέλιτι φυρῶντες καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες τὰ δ’ ὀπτῶντες
1360ἀνεκλείπτως χορηγοῦσι, τοῖς δ’ ὠμοφάγοις πολλὰ τῶν ὀρνέων θηρεύοντες παραβάλλουσι, καὶ τὸ καθόλου μεγάλην εἰσφέρονται σπουδὴν εἰς τὴν πολυτέλειαν τῆς τροφῆς. (6) λου‐ τροῖς τε χλιαροῖς χρώμενοι καὶ μύροις τοῖς κρατίστοις ἀλείφοντες καὶ παντοδαπὰς εὐωδίας θυμιῶντες οὐ διαλείπουσι· στρωμνάς τε τὰς πολυτελεστάτας καὶ κόσμον εὐπρεπῆ χορη‐ γοῦσι· καὶ τῶν συνουσιῶν ὅπως τυγχάνηι κατὰ φύσιν φροντίδα ποιοῦνται τὴν μεγίστην,
1365πρὸς δὲ τούτοις ὁμοφύλους θηλείας ἑκάστωι τῶν ζώιων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλακίδας προσαγορεύουσι· καὶ θεραπεύουσι ταῖς μεγίσταις δαπάναις καὶ λειτουργίαις. (7) ἐὰν δὲ τελευτήσηι τι, πενθοῦσι μὲν ἴσα τοῖς ἀγαπητῶν τέκνων στερομένοις, θάπτουσι δὲ οὐ κατὰ τὴν ἑαυτῶν δύναμιν, ἀλλὰ πολὺ τὴν ἀξίαν τῆς ἑαυτῶν οὐσίας ὑπερβάλλοντες. (8) μετὰ γὰρ τὴν Ἀλεξάνδρου τελευτήν, Πτολεμαίου τοῦ Λάγου παρειληφότος ἄρτι τὴν
1370Αἴγυπτον, ἔτυχεν ἐν Μέμφει τελευτήσας ὁ Ἆπις γήραι· ὁ δὲ τὴν ἐπιμέλειαν ἔχων αὐτοῦ τήν τε ἡτοιμασμένην χορηγίαν οὖσαν πάνυ πολλὴν εἰς τάφην ἅπασαν ἐδαπάνησε, καὶ παρὰ τοῦ Πτολεμαίου πεντήκοντα ἀργυρίου τάλαντα προσεδανείσατο. (85) προσθετέον δὲ τοῖς εἰρημένοις τὰ λειπόμενα τῶν γινομένων περὶ τὸν ἱερὸν ταῦρον τὸν ὀνομαζόμενον Ἆπιν. ὅταν γὰρ τελευτήσας ταφῆι μεγαλοπρεπῶς, ζητοῦσιν
1375οἱ περὶ ταῦτ’ ὄντες ἱερεῖς μόσχον ἔχοντα κατὰ τὸ σῶμα παράσημα τὰ παραπλήσια τῶι προυπάρξαντι. (2) ὅταν δ’ εὑρεθῆι, τὰ μὲν πλήθη τοῦ πένθους ἀπολύεται, τῶν δ’ ἱερέων οἷς ἐστιν ἐπιμελές, ἄγουσι τὸν μόσχον τὸ μὲν πρῶτον εἰς Νείλου πόλιν, ἐν ἧι τρέφουσιν αὐτὸν ἐφ’ ἡμέρας τετταράκοντα, ἔπειτ’ εἰς θαλαμηγὸν ναῦν οἴκημα κεχρυσωμένον ἔχουσαν ἐμβιβάσαντες ὡς θεὸν ἀνάγουσιν εἰς Μέμφιν εἰς τὸ τοῦ Ἡφαίστου τέμενος. (3) ἐν δὲ
1380ταῖς προειρημέναις τετταράκονθ’ ἡμέραις μόνον ὁρῶσιν αὐτὸν αἱ γυναῖκες κατὰ πρόσωπον ἱστάμεναι, καὶ δεικνύουσιν ἀνασυράμεναι τὰ ἑαυτῶν γεννητικὰ μόρια· τὸν δ’ ἄλλον χρόνον ἅπαντα κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτωι τῶι θεῶι. (4) τῆς δὲ τοῦ βοὸς τούτου τιμῆς αἰτίαν ἔνιοι φέρουσι λέγοντες ὅτι τελευτήσαντος Ὀσίριδος εἰς τοῦτον ἡ ψυχὴ αὐτοῦ μετέστη, καὶ διὰ ταῦτα διατελεῖ μέχρι τοῦ νῦν ἀεὶ κατὰ τὰς ἀναδείξεις αὐτοῦ μεθι‐
1385σταμένη πρὸς τοὺς μεταγενεστέρους· (5) ἔνιοι δὲ λέγουσι τελευτήσαντος Ὀσίριδος ὑπὸ Τυ‐ φῶνος τὰ μέλη συναγαγοῦσαν τὴν Ἶσιν εἰς βοῦν ξυλίνην ἐμβαλεῖν βύσσινα (?) περιβεβλη‐ μένην· καὶ διὰ τοῦτο καὶ τὴν πόλιν ὀνομασθῆναι Βούσιριν. πολλὰ δὲ καὶ ἄλλα μυθολογοῦσι περὶ τοῦ Ἄπιδος, ὑπὲρ ὧν μακρὸν ἡγούμεθα τὰ καθ’ ἕκαστον διεξιέναι. (86) πάντα δὲ θαυμάσια καὶ μείζω πίστεως ἐπιτελοῦντες οἱ κατ’ Αἴγυπτον εἰς τὰ τιμώ‐55
1390μενα ζῶια πολλὴν ἀπορίαν παρέχονται τοῖς τὰς αἰτίας τούτων ζητοῦσιν. (2) οἱ μὲν οὖν ἱερεῖς αὐτῶν ἀπόρρητόν τι δόγμα περὶ τούτων ἔχουσιν, ὃ προειρήκαμεν ἐν τοῖς θεολογουμένοις ὑπ’ αὐτῶν (21, 5—6), οἱ δὲ πολλοὶ τῶν Αἰγυπτίων τρεῖς αἰτίας ταύτας ἀποδιδόασιν, ὧν τὴν μὲν πρώτην μυθώδη παντελῶς καὶ τῆς ἀρχαικῆς ἁπλότητος οἰκείαν. (3) φασὶ γὰρ τοὺς ἐξ ἀρχῆς γενομένους θεούς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς
1395ἀνομίας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισι ζώιοις, καὶ διὰ τοῦ τοιούτου τρόπου διαφυγεῖν τὴν ὠμότητα καὶ βίαν αὐτῶν· ὕστερον δὲ τῶν κατὰ τὸν κόσμον πάντων κρατή‐ σαντας καὶ τοῖς αἰτίοις τῆς ἐξ ἀρχῆς σωτηρίας χάριν ἀποδιδόντας ἀφιερῶσαι τὰς φύσεις αὐτῶν οἷς ἀφωμοιώθησαν, καὶ καταδεῖξαι τοῖς ἀνθρώποις τὸ τρέφειν μὲν ζῶντα πολυτελῶς, θάπτειν δὲ τελευτήσαντα. (4) δευτέραν δὲ λέγουσιν αἰτίαν, ὅτι τὸ παλαιὸν οἱ κατ’ Αἴ‐

3a,264,F

25

(1400)

γυπτον διὰ τὴν ἀταξίαν τὴν ἐν τῶι στρατοπέδωι πολλαῖς μάχαις ὑπὸ τῶν πλησιοχώρων ἡττηθέντες ἐπενόησαν σύνθημα φορεῖν ἐπὶ τῶν ταγμάτων. (5) φασὶν οὖν κατασκευάσαντας εἰκόνας τῶν ζώιων ἃ νῦν τιμῶσι καὶ πήξαντας ἐπὶ σαυνίων φορεῖν τοὺς ἡγεμόνας, καὶ διὰ τούτου τοῦ τρόπου γνωρίζειν ἕκαστον ἧς εἴη συντάξεως· μεγάλα δὲ συμβαλλομένης αὐτοῖς τῆς διὰ τούτων εὐταξίας πρὸς τὴν νίκην, δόξαι τῆς σωτηρίας αἴτια γεγονέναι τὰ ζῶια·
1405χάριν οὖν αὐτοῖς τοὺς ἀνθρώπους ἀποδοῦναι βουλομένους εἰς ἔθος κατατάξαι τῶν εἰκασθέν‐ των τότε μηδὲν κτείνειν, ἀλλὰ σεβομένους ἀπονέμειν τὴν προειρημένην ἐπιμέλειαν καὶ τιμήν. (87) τρίτην δ’ αἰτίαν φέρουσι τῆς ἀμφισβητήσεως τῶν ζώιων τὴν χρείαν, ἣν ἕκαστον αὐτῶν προσφέρεται πρὸς τὴν ὠφέλειαν τοῦ κοινοῦ βίου καὶ τῶν ἀνθρώπων. (2) τὴν μὲν γὰρ θήλειαν βοῦν ἐργάτας τίκτειν καὶ τὴν ἐλαφρὰν τῆς γῆς ἀροῦν, τὰ δὲ πρόβατα δὶς μὲν τίκτειν
1410καὶ τοῖς ἐρίοις τὴν σκέπην ἅμα καὶ τὴν εὐσχημοσύνην περιποιεῖν, τῶι δὲ γάλακτι καὶ τῶι τυρῶι τροφὰς παρέχεσθαι προσηνεῖς ἅμα καὶ δαψιλεῖς. τὸν δὲ κύνα πρός τε τὰς θήρας εἶναι χρήσιμον καὶ πρὸς τὴν φυλακήν· διόπερ τὸν θεὸν τὸν παρ’ αὐτοῖς καλούμενον Ἄνουβιν παρεισάγουσι κυνὸς ἔχοντα κεφαλήν, ἐμφαίνοντες ὅτι σωματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν. (3) ἔνιοι δέ φασι τῆς Ἴσιδος προηγουμένους τοὺς κύνας καθ’ ὃν καιρὸν
1415ἐζήτει τὸν Ὄσιριν τά τε θηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν, ἔτι δ’ εὐνοικῶς διακειμέ‐ νους συζητεῖν ὠρυομένους· διὸ καὶ τοῖς Ἰσείοις προπορεύεσθαι τοὺς κύνας κατὰ τὴν πομπήν, τῶν καταδειξάντων τοῦτο τὸ νόμιμον σημαινόντων τὴν παλαιὰν τοῦ ζώιου χάριν. (4) καὶ τὸν μὲν αἴλουρον πρός τε τὰς ἀσπίδας θανάσιμα δακνούσας εὔθετον ὑπάρχειν καὶ τἄλλα δάκετα τῶν ἑρπετῶν, τὸν δ’ ἰχνεύμονα τῶν κροκοδείλων παρατηροῦντα τοὺς γόνους τὰ
1420καταλειφθέντα τῶν ὠιῶν συντρίβειν, καὶ ταῦτ’ ἐπιμελῶς καὶ φιλοτίμως ἐνεργεῖν μηδὲν ὠφελούμενον. τοῦτο δ’ εἰ μὴ συνέβαινε γίνεσθαι, διὰ τὸ πλῆθος τῶν γεννωμένων θηρίων ἄβατον ἂν γενέσθαι τὸν ποταμόν. (5) ἀπόλλυσθαι δὲ καὶ τοὺς κροκοδείλους αὐτοὺς ὑπὸ τοῦ
προειρημένου ζώιου παραδόξωι καὶ παντελῶς ἀπιστουμένηι μεθόδωι· τοὺς γὰρ ἰχνεύμονας κυλιομένους ἐν τῶι πηλῶι χασκόντων αὐτῶν καθ’ ὃν ἂν χρόνον ἐπὶ τῆς χέρσου καθεύδωσιν56
1425εἰσπηδᾶν διὰ τοῦ στόματος εἰς μέσον τὸ σῶμα, ἔπειτα συντόμως τὴν κοιλίαν διαφαγόντας αὐτοὺς μὲν ἀκινδύνους ἐξιέναι, τοὺς δὲ τοῦτο παθόντας νεκροὺς ποιεῖν παραχρῆμα. (6) τῶν δ’ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δ’ ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας καὶ τὰ μικρὰ τῶν δακέτων θηρίων τὰ μάλιστα τοὺς ἀνθρώπους †ἐπιτηδεύοντα καὶ ἀναιροῦντα. (7) ἔνιοι δὲ λέγουσι τιμᾶσθαι
1430τὸ ζῶιον τοῦτο διὰ τὸ τοὺς μάντεις οἰωνοῖς τοῖς ἱέραξι χρωμένους προλέγειν τὰ μέλλοντα τοῖς Αἰγυπτίοις. (8) τινὲς δέ φασιν ἐν τοῖς ἀρχαίοις χρόνοις ἱέρακα βιβλίον ἐνεγκεῖν εἰς Θήβας τοῖς ἱερεῦσι φοινικῶι ῥάμματι περιειλημμένον, ἔχον γεγραμμένας τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμάς· διὸ καὶ τοὺς ἱερογραμματεῖς φορεῖν φοινικοῦν ῥάμμα καὶ πτερὸν ἱέρακος ἐπὶ τῆς κεφαλῆς. (9) τὸν δ’ ἀετὸν Θηβαῖοι τιμῶσι διὰ τὸ βασιλικὸν εἶναι
1435δοκεῖν τοῦτο τὸ ζῶιον καὶ τοῦ Διὸς ἄξιον. (88) τὸν δὲ τράγον ἀπεθέωσαν, καθάπερ καὶ παρὰ τοῖς Ἕλλησι τετιμῆσθαι λέγουσι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῶιον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως, ὡς ἂν ὑπάρχον ἀρχέγονον τῆς τῶν ζώιων φύσεως. (2) καθόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους μόνον ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους
1440καθιερωκέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζώιων γενέσεως· τούς τε ἱερεῖς τοὺς παραλα‐ βόντας τὰς πατρικὰς ἱερωσύνας κατ’ Αἴγυπτον τούτωι τῶι θεῶι πρῶτον μυεῖσθαι. (3) καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρ’ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῆι τοῦ τράγου φύσει παραπλησίας [τὸ γὰρ ζῶιον τοῦτο παραδεδόσθαι πρὸς τὰς συνουσίας
1445εἶναι ἐνεργέστατον]· ἐκείνους οὖν διὰ ταύτης τῆς ἐμφάσεως χάριν ἀποδιδόναι περὶ τῆς πολυτεκνίας τῆς ἑαυτῶν. (4) τοὺς δὲ ταύρους τοὺς ἱεροὺς, λέγω δὲ τόν τε Ἆπιν καὶ τὸν Μνεῦιν, τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, Ὀσίριδος καταδείξαντος, ἅμα μὲν διὰ τὴν τῆς γεωργίας χρείαν, ἅμα δὲ καὶ διὰ τὸ τῶν εὑρόντων τοὺς καρποὺς τὴν δόξαν ταῖς τούτων ἐργασίαις παραδόσιμον γεγονέναι τοῖς μεταγενεστέροις εἰς ἅπαντα τὸν αἰῶνα. τοὺς δὲ

3a,264,F

25

(1450)

πυρροὺς βοῦς συγχωρηθῆναι θύειν διὰ τὸ δοκεῖν τοιοῦτον τῶι χρώματι γεγονέναι Τυφῶνα τὸν ἐπιβουλεύσαντα μὲν Ὀσίριδι, τυχόντα δὲ τιμωρίας ὑπὸ τῆς Ἴσιδος διὰ τὸν τἀνδρὸς φόνον. (5) καὶ τῶν ἀνθρώπων δὲ τοὺς ὁμοχρωμάτους τῶι Τυφῶνι τὸ παλαιὸν ὑπὸ τῶν βασιλέων φασὶ θύεσθαι πρὸς τῶι τάφωι τῶι Ὀσίριδος· τῶν μὲν οὖν Αἰγυπτίων ὀλίγους τινὰς εὑρίσκεσθαι πυρρούς, τῶν δὲ ξένων τοὺς πλείους· διὸ καὶ περὶ τῆς Βουσίριδος ξενοκτονίας
1455παρὰ τοῖς Ἕλλησιν ἐνισχῦσαι τὸν μῦθον, οὐ τοῦ βασιλέως ὀνομαζομένου Βουσίριδος, ἀλλὰ τοῦ Ὀσίριδος τάφου ταύτην ἔχοντος τὴν προσηγορίαν κατὰ τὴν τῶν ἐγχωρίων διά‐ λεκτον. (6) τοὺς δὲ λύκους τιμᾶσθαι λέγουσι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα· βραχὺ γὰρ διαλλάττοντας αὐτοὺς ταῖς φύσεσιν ταῖς ἐπιμιξίαις ζωογονεῖν ἐξ ἀλλήλων. (6a) φέρουσι δ’ Αἰγύπτιοι καὶ ἄλλην αἰτίαν τῆς τοῦ ζώιου τούτου τιμῆς μυθι‐
1460κωτέραν· τὸ γὰρ παλαιόν φασι τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνί‐ ζεσθαι πρὸς Τυφῶνα παραγενέσθαι βοηθὸν ἐξ Ἅιδου τὸν Ὄσιριν τῶι τέκνωι καὶ τῆι γυναικί, λύκωι τὴν ὄψιν ὁμοιωθέντα· ἀναιρεθέντος οὖν τοῦ Τυφῶνος τοὺς κρατήσαντας
καταδεῖξαι τιμᾶν τὸ ζῶιον οὗ τῆς ὄψεως ἐπιφανείσης τὸ νικᾶν ἐπηκολούθησεν. (7) ἔνιοι δὲ λέγουσι, τῶν Αἰθιόπων στρατευσάντων ἐπὶ τὴν Αἴγυπτον, ἀθροισθείσας παμπληθεῖς ἀγέλας57
1465λύκων ἐκδιῶξαι τοὺς ἐπελθόντας ἐκ τῆς χώρας ὑπὲρ πόλιν τὴν ὀνομαζομένην Ἐλεφαντίνην διὸ καὶ τόν τε νομὸν ἐκεῖνον Λυκοπολίτην ὀνομασθῆναι, καὶ τὰ ζῶια τὰ προειρημένα τυχεῖν τῆς τιμῆς. (89) λείπεται δ’ ἡμῖν εἰπεῖν περὶ τῆς τῶν κροκοδείλων ἀποθεώσεως, ὑπὲρ ἧς οἱ πλεῖστοι διαποροῦσι πῶς τῶν θηρίων τούτων σαρκοφαγούντων τοὺς ἀνθρώπους ἐνομο‐ θετήθη τιμᾶν ἴσα θεοῖς τοὺς τὰ δεινότατα διατιθέντας. (2) φασὶν οὖν τῆς χώρας τὴν ὀχυρό‐
1470τητα παρέχεσθαι μὴ μόνον τὸν ποταμόν, ἀλλὰ καὶ πολὺ μᾶλλον τοὺς ἐν αὐτῶι κροκοδεί‐ λους· διὸ καὶ τοὺς ληιστὰς τούς τε ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης μὴ τολμᾶν διανήχεσθαι τὸν Νεῖλον, φοβουμένους τὸ πλῆθος τῶν θηρίων· τοῦτο δ’ οὐκ ἄν ποτε γενέσθαι πολε‐ μουμένων τῶν ζώιων καὶ διὰ τῶν σαγηνευόντων ἄρδην ἀναιρεθέντων. (3) ἔστι δὲ καὶ ἄλλος λόγος ἱστορούμενος περὶ τῶν θηρίων τούτων. φασὶ γάρ τινες τῶν ἀρχαίων τινὰ βασιλέων, τὸν
1475προσαγορευόμενον Μηνᾶν (?), διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν Μοίριδος καλουμένην λίμνην, ἔπειθ’ ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς τὸ πέραν ἀπενε‐ χθῆναι. τῆς δὲ σωτηρίας χάριν ἀποδιδόναι βουλόμενον τῶι ζώιωι πόλιν κτίσαι πλησίον, ὀνομάσαντα Κροκοδείλων· καταδεῖξαι δὲ καὶ τοῖς ἐγχωρίοις ὡς θεοὺς τιμᾶν ταῦτα ζῶια, καὶ τὴν λίμνην αὐτοῖς εἰς τροφὴν ἀναθεῖναι. ἐνταῦθα δὲ καὶ τὸν τάφον ἑαυτῶι κατασκευάσαι
1480πυραμίδα τετράπλευρον ἐπιστήσαντα, καὶ τὸν θαυμαζόμενον παρὰ πολλοῖς λαβύρινθον οἰκοδομῆσαι. (4) παραπλήσια δὲ καὶ περὶ τῶν ἄλλων λέγουσιν ὑπὲρ ὧν τὰ καθ’ ἕκαστον μακρὸν ἂν εἴη γράφειν. (4b) ὅτι γὰρ τῆς ὠφελείας ἕνεκα τῆς εἰς τὸν βίον οὕτως ἑαυτοὺς εἰθίκασι, φανερὸν εἶναί φασιν (?) ἐκ τοῦ πολλὰ τῶν ἐδωδίμων παρ’ αὐτοῖς ἐνίους μὴ προσφέρεσθαι. τινὰς μὲν γὰρ φακῶν, τινὰς δὲ κυάμων, ἐνίους δὲ τυρῶν ἢ κρομμύων ἤ
1485τινων ἄλλων βρωμάτων τὸ παράπαν μὴ γεύεσθαι, πολλῶν ὑπαρχόντων κατὰ τὴν Αἴγυπτον, δῆλον ποιοῦντας διότι διδακτέον ἐστὶν ἑαυτοὺς τῶν χρησίμων ἀπέχεσθαι, καὶ διότι πάντων πάντα ἐσθιόντων οὐδὲν ἂν ἐξήρκεσε τῶν ἀναλισκομένων. (90, 2b) καθόλου δέ φασι τοὺς Αἰγυπτίους ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους εὐχαρίστως διακεῖσθαι πρὸς πᾶν τὸ εὐεργε‐
1490τοῦν, νομίζοντας μεγίστην ἐπικουρίαν εἶναι τῶι βίωι τὴν ἀμοιβὴν τῆς πρὸς τοὺς εὐεργέτας χάριτος· δῆλον γὰρ εἶναι διότι πάντες πρὸς εὐεργεσίαν ὁρμήσουσι τούτων μάλιστα παρ’ οἷς ἂν ὁρῶσι κάλλιστα θησαυρισθησομένας τὰς χάριτας. (3) διὰ δὲ τὰς αὐτὰς αἰτίας δοκοῦσιν Αἰγύπτιοι τοὺς ἑαυτῶν βασιλεῖς προσκυνεῖν τε καὶ τιμᾶν ὡς πρὸς ἀλήθειαν ὄντας θεούς, ἅμα μὲν οὐκ ἄνευ δαιμονίου τινὸς προνοίας νομίζοντες αὐτοὺς τετευχέναι τῆς τῶν ὅλων
1495ἐξουσίας, ἅμα δὲ τοὺς βουλομένους τε καὶ δυναμένους τὰ μέγιστ’ εὐεργετεῖν ἡγούμενοι θείας μετέχειν φύσεως. (4) περὶ μὲν οὖν τῶν ἀφιερωμένων ζώιων εἰ καὶ πεπλεονάκαμεν, ἀλλ’ οὖν γε τὰ μάλιστα θαυμαζόμενα τῶν παρ’ Αἰγυπτίοις νόμιμα διευκρινήκαμεν. (91) οὐχ ἥκιστα δ’ ἄν τις πυθόμενος τὰ περὶ τοὺς τετελευτηκότας νόμιμα τῶν Αἰγυπτίων

3a,264,F

25

(1500)

θαυμάσαι τὴν ἰδιότητα τῶν ἐθῶν. ὅταν γάρ τις ἀποθάνηι παρ’ αὐτοῖς, οἱ μὲν συγγενεῖς καὶ φίλοι πάντες καταπλαττόμενοι πηλῶι τὰς κεφαλάς, περιέρχονται τὴν πόλιν θρηνοῦντες, ἕως ἂν ταφῆς τύχηι τὸ σῶμα· οὐ μὴν οὔτε λουτρῶν οὔτε οἴνου οὔτε τῆς ἄλλης τροφῆς ἀξιολόγου μεταλαμβάνουσιν, οὔτε ἐσθῆτας λαμπρὰς περιβάλλονται. (2) τῶν δὲ ταφῶν τρεῖς ὑπάρ‐ χουσι τάξεις, ἥ τε πολυτελεστάτη καὶ μέση καὶ ταπεινοτάτη. κατὰ μὲν οὖν τὴν πρώτην
1505ἀναλίσκεσθαί φασιν ἀργυρίον τάλαντον, κατὰ δὲ τὴν δευτέραν μνᾶς εἴκοσι, κατὰ δὲ τὴν ἐσχάτην παντελῶς ὀλίγον τι δαπάνημα γίνεσθαι λέγουσιν. (3) οἱ μὲν οὖν τὰ σώματα θεραπεύοντές εἰσι τεχνῖται, τὴν ἐπιστήμην ταύτην ἐκ γένους παρειληφότες· οὗτοι δὲ γραφὴν ἑκάστου τῶν εἰς τὰς τάφας δαπανωμένων τοῖς οἰκείοις τῶν τελευτησάντων προσενέγκαντες ἐπερωτῶσι τίνα τρόπον βούλονται τὴν θεραπείαν γενέσθαι τοῦ σώματος. (4) διομολογησά‐58
1510μενοι δὲ περὶ πάντων καὶ τὸν νεκρὸν παραλαβόντες, τοῖς τεταγμένοις ἐπὶ τὴν κατειθισ‐ μένην ἐπιμέλειαν τὸ σῶμα παραδιδόασι. καὶ πρῶτος μὲν ὁ γραμματεὺς λεγόμενος τεθέντος χαμαὶ τοῦ σώματος ἐπὶ τὴν λαγόνα περιγράφει τὴν εὐώνυμον ὅσον δεῖ διατεμεῖν· ἔπειτα δ’ ὁ λεγόμενος παρασχίστης λίθον ἔχων Αἰθιοπικὸν καὶ διατεμὼν ὡς ὁ νόμος κελεύει τὴν σάρκα παραχρῆμα φεύγει δρόμωι, διωκόντων τῶν συμπαρόντων καὶ λίθοις βαλλόντων, ἔτι δὲ
1515καταρωμένων καὶ καθαπερεὶ τὸ μύσος εἰς ἐκεῖνον τρεπόντων· ὑπολαμβάνουσι γὰρ μισητὸν εἶναι καὶ τιμωρίας ἄξιον πάντα τὸν ὁμοφύλωι σώματι βίαν προσφέροντα καὶ τραύματα ποιοῦντα καὶ καθόλου τι κακὸν ἀπεργαζόμενον. (5) οἱ ταριχευταὶ δὲ καλούμενοι πάσης μὲν τιμῆς καὶ πολυωρίας ἀξιοῦνται, τοῖς τε ἱερεῦσι συνόντες καὶ τὰς εἰς ἱερὸν εἰσόδους ἀκωλύτως ὡς καθαροὶ ποιοῦνται· πρὸς δὲ τὴν θεραπείαν τοῦ παρεσχισμένου σώματος ἀθροισθέντων
1520αὐτῶν εἷς καθίησι τὴν χεῖρα διὰ τῆς τοῦ νεκροῦ τομῆς εἰς τὸν θώρακα καὶ πάντα ἐξαιρεῖ χωρὶς νεφρῶν καὶ καρδίας, ἕτερος δὲ καθαίρει τῶν ἐγκοιλίων ἕκαστον, κλύζων οἴνωι φοινι‐ κείωι καὶ θυμιάμασι. (6) καθόλου δὲ πᾶν τὸ σῶμα τὸ μὲν πρῶτον κεδρίαι καί τισιν ἄλλοις ἐπιμελείας ἀξιοῦσιν ἐφ’ ἡμέρας πλείους τῶν τριάκοντα, ἔπειτα σμύρνηι καὶ κινα‐ μώμωι καὶ τοῖς δυναμένοις μὴ μόνον πολυχρόνιον τήρησιν ἀλλὰ καὶ τὴν εὐωδίαν παρέχεσθαι.
1525θεραπεύσαντες δὲ παραδιδόασι τοῖς συγγενέσι τοῦ τετελευτηκότος οὕτως ἕκαστον τῶν τοῦ σώματος μελῶν ἀκέραιον τετηρημένον ὥστε καὶ τὰς ἐπὶ τοῖς βλεφάροις καὶ ταῖς ὀφρύσι τρίχας διαμένειν καὶ τὴν ὅλην πρόσοψιν τοῦ σώματος ἀπαράλλακτον εἶναι καὶ τὸν τῆς μορφῆς τύπον γνωρίζεσθαι· (7) διὸ καὶ πολλοὶ τῶν Αἰγυπτίων ἐν οἰκήμασι πολυτελέσι φυλάτ‐ τοντες τὰ σώματα τῶν προγόνων, κατ’ ὄψιν ὁρῶσι τοὺς γενεαῖς πολλαῖς τῆς ἑαυτῶν γενέσεως
1530προτετελευτηκότας, ὥστε ἑκάστων τά τε μεγέθη καὶ τὰς περιοχὰς τῶν σωμάτων, ἔτι δὲ τοὺς τῆς ὄψεως χαρακτῆρας ὁρωμένους παράδοξον ψυχαγωγίαν παρέχεσθαι καθάπερ συμβεβιωκότας τοῖς θεωρουμένοις. (92) τοῦ δὲ μέλλοντος θάπτεσθαι σώματος οἱ συγγενεῖς? προλέγουσι τὴν ἡμέραν τῆς ταφῆς τοῖς τε δικασταῖς καὶ τοῖς συγγενέσιν, ἔτι δὲ φίλοις τοῦ τετελευτηκότος, καὶ διαβεβαιοῦνται [λέγοντες] ὅτι διαβαίνειν μέλλει
1535τὴν λίμνην, λέγοντες τοὔνομα τοῦ μετηλλαχότος. (2) ἔπειτα παραγενομένων δικαστῶν δυσὶ πλειόνων τῶν τετταράκοντα, καὶ καθισάντων ἐπί τινος ἡμικυκλίου κατεσκευασμένου πέραν τῆς λίμνης, ἡ μὲν βᾶρις καθέλκεται, κατεσκευασμένη πρότερον ὑπὸ τῶν ταύτην ἐχόντων τὴν ἐπιμέλειαν, ἐφέστηκε δὲ ταύτηι ὁ πορθμεύς, ὃν Αἰγύπτιοι κατὰ τὴν ἰδίαν διάλεκτον ὀνομάζουσι χάρωνα. (3) διὸ καί φασιν Ὀρφέα τὸ παλαιὸν εἰς Αἴγυπτον παρα‐
1540βαλόντα καὶ θεασάμενον τοῦτο τὸ νόμιμον, μυθοποιῆσαι τὰ καθ’ Ἅιδην, τὰ μὲν μιμησά‐ μενον, τὰ δ’ αὐτὸν ἰδίαι πλασάμενον ὑπὲρ οὗ τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀναγράψομεν
(96, 4—6). (4) οὐ μὴν ἀλλὰ τῆς βάρεως εἰς τὴν λίμνην καθελκυσθείσης πρὶν ἢ τὴν λάρνακα τὴν τὸν νεκρὸν ἔχουσαν εἰς αὐτὴν τίθεσθαι, τῶι βουλομένωι κατηγορεῖν ὁ νόμος ἐξουσίαν δίδωσιν. ἐὰν μὲν οὖν τις παρελθὼν ἐγκαλέσηι καὶ δείξηι βεβιωκότα κακῶς, οἱ μὲν59
1545κριταὶ τὰς γνώμας πᾶσιν ἀποφαίνονται, τὸ δὲ σῶμα εἴργεται τῆς εἰθισμένης ταφῆς· ἐὰν δ’ ὁ ἐγκαλέσας δόξηι μὴ δικαίως κατηγορεῖν, μεγάλοις περιπίπτει προστίμοις. (5) ὅταν δὲ μηδεὶς ὑπακούσηι κατήγορος ἢ παρελθὼν γνωσθῆι συκοφάντης ὑπάρχειν, οἱ μὲν συγγενεῖς ἀποθέμενοι τὸ πένθος ἐγκωμιάζουσι τὸν τετελευτηκότα· καὶ περὶ μὲν τοῦ γένους οὐδὲν λέγουσιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ὑπολαμβάνοντες ἅπαντας ὁμοίως εὐγενεῖς εἶναι

3a,264,F

25

(1550)

τοὺς κατ’ Αἴγυπτον, τὴν δ’ ἐκ παιδὸς ἀγωγὴν καὶ παιδείαν διελθόντες, πάλιν ἀνδρὸς γεγο‐ νότος τὴν εὐσέβειαν καὶ δικαιοσύνην, ἔτι δὲ τὴν ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς αὐτοῦ διεξέρχονται, καὶ παρακαλοῦσι τοὺς κάτω θεοὺς δέξασθαι σύνοικον τοῖς εὐσεβέσι· τὸ δὲ πλῆθος ἐπευφημεῖ καὶ συναποσεμνύνει τὴν δόξαν τοῦ τετελευτηκότος ὡς τὸν αἰῶνα δια‐ τρίβειν μέλλοντος καθ’ Ἅιδου μετὰ τῶν εὐσεβῶν. (6) τὸ δὲ σῶμα τιθέασιν οἱ μὲν ἰδίους
1555ἔχοντες τάφους ἐν ταῖς ἀποδεδειγμέναις θήκαις, οἷς δ’ οὐχ ὑπάρχουσιν τάφων κτήσεις καινὸν? οἴκημα ποιοῦσι κατὰ τὴν ἰδίαν οἰκίαν, καὶ πρὸς τὸν †ἀσφαλέστατον τῶν τοίχων ὀρθὴν ἱστᾶσι τὴν λάρνακα. καὶ τοὺς κωλυομένους δὲ διὰ τὰς κατηγορίας ἢ πρὸς δάνειον ὑποθήκας θάπτεσθαι τιθέασι κατὰ τὴν ἰδίαν οἰκίαν· οὓς ὕστερον ἐνίοτε παίδων παῖδες εὐπορήσαντες καὶ τῶν τε συμβολαίων καὶ τῶν ἐγκλημάτων ἀπολύσαντες μεγα‐
1560λοπρεποῦς ταφῆς ἀξιοῦσι. (93) σεμνότατον δὲ διείληπται παρ’ Αἰγυπτίοις τὸ τοὺς γονεῖς ἢ τοὺς προγόνους φανῆναι περιττότερον τετιμηκότας εἰς τὴν αἰώνιον οἴκησιν μετα‐ στάντας. νόμιμον δ’ ἐστὶ παρ’ αὐτοῖς καὶ τὸ διδόναι τὰ σώματα τῶν τετελευτηκότων γονέων εἰς ὑποθήκην δανείου· τοῖς δὲ μὴ λυσαμένοις ὄνειδός τε τὸ μέγιστον ἀκολουθεῖ καὶ μετὰ τὴν τελευτὴν στέρησις ταφῆς. (2) θαυμάσαι δ’ ἄν τις προσηκόντως τοὺς ταῦτα διηυ‐
1565κρινημένως διατάξαντας, ὅτι τὴν ἐπιείκειαν καὶ τὴν σπουδαιότητα τῶν ἠθῶν οὐκ ἐκ τῆς τῶν ζώντων ὁμιλίας μόνον ἀλλὰ καὶ τῆς τῶν τετελευτηκότων ταφῆς καὶ θεραπείας ἐφ’ ὅσον ἦν ἐνδεχόμενον τοῖς ἀνθρώποις ἐνοικειοῦν ἐφιλοτιμήθησαν. (3) οἱ μὲν γὰρ Ἕλληνες μύθοις πεπλασμένοις καὶ φήμαις διαβεβλημμέναις τὴν περὶ τούτων πίστιν παρέδωκαν, τήν τε τῶν εὐσεβῶν τιμὴν καὶ τὴν τῶν πονηρῶν τιμωρίαν· τοιγαροῦν οὐχ οἷον ἰσχῦσαι δύναται
1570ταῦτα προτρέψασθαι τοὺς ἀνθρώπους ἐπὶ τὸν ἄριστον βίον, ἀλλὰ τοὐναντίον ὑπὸ τῶν φαύλων χλευαζόμενα πολλῆς καταφρονήσεως τυγχάνουσι· (4) παρὰ δὲ τοῖς Αἰγυπτίοις οὐ μυθώ‐ δους ἀλλ’ ὁρατῆς τοῖς μὲν πονηροῖς τῆς κολάσεως, τοῖς δ’ ἀγαθοῖς τῆς τιμῆς οὔσης, καθ’ ἑκάστην ἡμέραν ἀμφότεροι τῶν ἑαυτοῖς προσηκόντων ὑπομιμνήσκονται, καὶ διὰ τούτου τοῦ τρόπου ἡ μεγίστη καὶ συμφορωτάτη διόρθωσις γίνεται τῶν ἠθῶν. κρατίστους δ’ οἶμαι
1575τῶν νόμων ἡγητέον οὐκ ἐξ ὧν εὐπορωτάτους ἀλλ’ ἐξ ὧν ἐπιεικεστάτους τοῖς ἤθεσι καὶ πολιτικωτάτους συμβήσεται γενέσθαι τοὺς ἀνθρώπους. (96) τούτων δ’ ἡμῖν διευκρινημένων ῥητέον ὅσοι τῶν παρ’ Ἕλλησι δεδοξασμένων ἐπὶ συνέσει καὶ παιδείαι παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις χρόνοις, ἵνα τῶν ἐνταῦθα
νομίμων καὶ παιδείας μετάσχωσιν. (2) οἱ γὰρ ἱερεῖς τῶν Αἰγυπτίων ἱστοροῦσιν ἐκ τῶν60
1580ἀναγραφῶν τῶν ἐν ταῖς ἱεραῖς βίβλοις παραβαλεῖν πρὸς ἑαυτοὺς τὸ παλαιὸν Ὀρφέα τε καὶ Μουσαῖον καὶ Μελάμποδα καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν τε τὸν ποιητὴν καὶ Λυκοῦργον τὸν Σπαρτιάτην, ἔτι δὲ Σόλωνα τὸν Ἀθηναῖον καὶ Πλάτωνα τὸν φιλόσοφον· ἐλθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον καὶ τὸν μαθηματικὸν Εὔδοξον, ἔτι δὲ Δημόκριτον τὸν Ἀβδηρίτην καὶ Οἰνοπίδην τὸν Χῖον. (3) πάντων δὲ τούτων σημεῖα δεικνύουσι τῶν
1585μὲν εἰκόνας, τῶν δὲ τόπων ἢ κατασκευασμάτων ὁμωνύμους προσηγορίας· ἔκ τε τῆς ἑκάστωι ζηλωθείσης παιδείας ἀποδείξεις φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνοχέναι πάντα δι’ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν. (4) Ὀρφέα (F 293 Kern) μὲν γὰρ τῶν μυστι‐ κῶν τελετῶν τὰ πλεῖστα καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην ὀργιαζόμενα καὶ τὴν τῶν ἐν Ἅιδου μυθοποιίαν ἀπενέγκασθαι. (5) τὴν μὲν γὰρ Ὀσίριδος τελετὴν τῆι Διονύσου τὴν αὐτὴν
1590εἶναι, τὴν δὲ τῆς Ἴσιδος τῆι τῆς Δήμητρος ὁμοιοτάτην ὑπάρχειν, τῶν ὀνομάτων μόνων ἐνηλλαγμένων· τὰς δὲ τῶν ἀσεβῶν ἐν Ἅιδου τιμωρίας καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν μιμησάμενον τὰ γινόμενα περὶ τὰς ταφὰς τὰς κατ’ Αἴγυπτον. (6) τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν κατὰ τὸ παλαιὸν νόμιμον παρ’ Αἰγυπτίοις ἀναγαγόντα τοῦ Ἄπιδος τὸ σῶμα μέχρι τινὸς
1595παραδιδόναι τῶι περικειμένωι τὴν τοῦ Κερβέρου προτομήν. (6a) τοῦ δ’ Ὀρφέως τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι τὸν Ὅμηρον ἀκολούθως τούτωι θεῖναι κατὰ τὴν ποίησιν (ω 1) «Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο / ἀνδρῶν ἡρώων, ἔχε δὲ ῥάβδον μετὰ χερσίν»· εἶτα πάλιν ὑποβάντα λέγειν (ω 10) «πὰρ δ’ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην / ἠδὲ παρ’ Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων / ἤισαν· αἶψα δ’ ἵκοντο κατ’ Ἀσφο‐

3a,264,F

25

(1600)

δελὸν λειμῶνα, / ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων». (7) Ὠκεανὸν μὲν οὖν καλεῖν τὸν ποταμὸν διὰ τὸ τοὺς Αἰγυπτίους κατὰ τὴν ἰδίαν διάλεκτον Ὠκεανὸν λέγειν τὸν Νεῖ‐ λον, Ἡλίου δὲ πύλας τὴν πόλιν τὴν τῶν Ἡλιοπολιτῶν, λειμῶνα δὲ νομίζειν τὴν μυθολογου‐ μένην οἴκησιν τῶν μετηλλαχότων, τὸν παρὰ τὴν λίμνην τόπον τὴν καλουμένην μὲν Ἀχερου‐ σίαν, πλησίον δὲ οὖσαν τῆς Μέμφεως, ὄντων περὶ αὐτὴν λειμώνων καλλίστων ἕλους καὶ
1605λωτοῦ καὶ καλάμου. (7a) ἀκολούθως δ’ εἰρῆσθαι καὶ τὸ κατοικεῖν τοὺς τελευτήσαντας ἐν τούτοις τοῖς τόποις διὰ τὸ τὰς τῶν Αἰγυπτίων ταφὰς τὰς πλείστας καὶ μεγίστας ἐνταῦθα γίνεσθαι, διαπορθμευομένων μὲν τῶν νεκρῶν διά τε τοῦ ποταμοῦ καὶ τῆς Ἀχερουσίας λίμνης, τιθεμένων δὲ τῶν σωμάτων εἰς τὰς ἐνταῦθα κειμένας θήκας. (8) συμφωνεῖν δὲ καὶ τἄλλα τὰ παρὰ τοῖς Ἕλλησι καθ’ Ἅιδου μυθολογούμενα τοῖς ἔτι νῦν γινομένοις
1610κατ’ Αἴγυπτον· τὸ μὲν γὰρ διακομίζον τὰ σώματα πλοῖον βᾶριν καλεῖσθαι, τὸ δ’ ἐπίβα‐ θρον [νόμισμα τὸν ὀβολὸν] τῶι πορθμεῖ δίδοσθαι, καλουμένωι κατὰ τὴν ἐγχώριον διά‐ λεκτον χάρωνι. (9) εἶναι δὲ λέγουσι πλησίον τῶν τόπων τούτων καὶ Σκοτίας Ἑκάτης ἱερὸν καὶ πύλας Κωκυτοῦ καὶ Λήθης, διειλημμένας χαλκοῖς ὀχεῦσιν· ὑπάρχειν δὲ καὶ ἄλλας πύλας Ἀληθείας, καὶ πλησίον τούτων εἴδωλον ἀκέφαλον ἑστάναι Δίκης. (97) πολλὰ
1615δὲ καὶ τῶν ἄλλων τῶν μεμυθοποιημένων διαμένειν παρ’ Αἰγυπτίοις, διατηρουμένης ἔτι τῆς προσηγορίας καὶ τῆς ἐν τῶι πράττειν ἐναργείας. (2) ἐν μὲν γὰρ Ἀκανθῶν πόλει πέραν τοῦ Νείλου κατὰ τὴν Λιβύην ἀπὸ σταδίων ἑκατὸν καὶ εἴκοσι τῆς Μέμφεως πίθον
εἶναι τετρημένον, εἰς ὃν τῶν ἱερέων ἑξήκοντα καὶ τριακοσίους καθ’ ἑκάστην ἡμέραν ὕδωρ φέρειν εἰς αὐτὸν ἐκ τοῦ Νείλου. (3) τὴν δὲ περὶ τὸν Ὄ〈κ〉νον μυθοποιίαν δείκνυσθαι61
1620πλησίον κατά τινα πανήγυριν συντελουμένην, πλέκοντος μὲν ἑνὸς ἀνδρὸς ἀρχὴν σχοινίου μακράν, πολλῶν δ’ ἐκ τῶν ὀπίσω λυόντων τὸ πλεκόμενον. (4) Μελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσωι νομιζόμενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι καὶ τὰ περὶ Κρόνου μυθολογούμενα καὶ τὰ περὶ τῆς Τιτανομαχίας καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν. (5) τὸν δὲ Δαίδαλον λέγουσιν ἀπομιμήσασθαι τὴν τοῦ λαβυρίνθου
1625πλοκὴν τοῦ διαμένοντος μὲν μέχρι τοῦ νῦν καιροῦ, οἰκοδομηθέντος δέ, ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος, ὡς δ’ ἔνιοι λέγουσιν, ὑπὸ Μάρρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασιλείας· (6) τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατ’ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι. τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφει τοῦ Ἡφαίστου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ θαυμασθέντα τυχεῖν εἰκόνος
1630ξυλίνης κατὰ τὸ προειρημένον ἱερὸν ταῖς ἰδίαις χερσὶ δεδημιουργημένης, πέρας δὲ διὰ τὴν εὐφυίαν ἀξιωθέντα μεγάλης δόξης, καὶ πολλὰ προσεξευρόντα τυχεῖν ἰσοθέων τιμῶν· κατὰ γὰρ μίαν τῶν πρὸς τῆι Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων. (7) τῆς δ’ Ὁμήρου παρουσίας ἄλλα τε σημεῖα φέρουσι καὶ μάλιστα τὴν τῆς Ἑλένης γενομένην παρὰ Μενελάωι Τηλεμάχου φαρμακείαν καὶ λήθην τῶν συμβεβηκότων
1635κακῶν. τὸ γὰρ νηπενθὲς φάρμακον, ὃ λαβεῖν φησιν ὁ ποιητὴς (δ 228) ἐκ τῶν Αἰγυπτίων Θηβῶν παρὰ τῆς Πολυδάμνης τῆς Θῶνος γυναικός, ἀκριβῶς ἐξητακὼς φαίνεται· ἔτι γὰρ καὶ νῦν τὰς ἐν ταύτηι γυναῖκας χρῆσθαι τῆι προειρημένηι δυνάμει λέγουσι, καὶ παρὰ μόναις ταῖς Διοσπολίτισιν ἐκ παλαιῶν χρόνων ὀργῆς καὶ λύπης φάρμακον εὑρῆσθαί φασι· τὰς δὲ Θήβας καὶ Διὸς πόλιν τὴν αὐτὴν ὑπάρχειν. (8) τήν τε Ἀφροδίτην ὀνομά‐
1640ζεσθαι παρὰ τοῖς ἐγχωρίοις χρυσῆν ἐκ παλαιᾶς παραδόσεως, καὶ πεδίον εἶναι καλούμενον Χρυσῆς Ἀφροδίτης περὶ τὴν ὀνομαζομένην Μώμεμφιν. (9) τά τε περὶ τὸν Δία καὶ τὴν Ἥραν μυθολογούμενα περὶ τῆς συνουσίας (Il. Ξ) καὶ τὴν εἰς Αἰθιοπίαν ἐκδημίαν (Α 423) ἐκεῖθεν αὐτὸν μετενεγκεῖν· κατ’ ἐνιαυτὸν γὰρ παρὰ τοῖς Αἰγυπτίοις τὸν νεὼν τοῦ Διὸς περαιοῦσθαι τὸν ποταμὸν εἰς τὴν Λιβύην καὶ μεθ’ ἡμέρας τινὰς πάλιν ἐπιστρέφειν, ὡς ἐξ
1645Αἰθιοπίας τοῦ θεοῦ παρόντος· τήν τε συνουσίαν τῶν θεῶν τούτων 〈γίνεσθαι〉 ἐν ταῖς πανηγύ‐ ρεσι τῶν ναῶν ἀνακομιζομένων ἀμφοτέρων εἰς ὄρος ἄνθεσι παντοίοις ὑπὸ τῶν ἱερέων κατεστρωμένον. (98) καὶ Λυκοῦργον δὲ καὶ Πλάτωνα καὶ Σόλωνα πολλὰ τῶν ἐξ Αἰγύπτου νομίμων εἰς τὰς ἑαυτῶν κατατάξαι νομοθεσίας· (2) Πυθαγόραν τε τὰ κατὰ τὸν ἱερὸν λόγον καὶ τὰ κατὰ γεωμετρίαν θεωρήματα καὶ τὰ περὶ τοὺς ἀριθμούς, ἔτι δὲ τὴν

3a,264,F

25

(1650)

εἰς πᾶν ζῶιον τῆς ψυχῆς μεταβολὴν μαθεῖν παρ’ Αἰγυπτίων. (3) ὑπολαμβάνουσι δὲ καὶ Δημόκριτον παρ’ αὐτοῖς ἔτη διατρῖψαι πέντε καὶ πολλὰ διδαχθῆναι τῶν κατ’ ἀστρολογίαν· τόν τε Οἰνοπίδην ὁμοίως συνδιατρίψαντα τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν ποιεῖται. (4) παραπλησίως δὲ καὶ τὸν Εὔδοξον ἀστρολογήσαντα παρ’ αὐτοῖς
1655καὶ πολλὰ τῶν χρησίμων εἰς τοὺς Ἕλληνας ἐκδόντα τυχεῖν ἀξιολόγου δόξης. (5) τῶν
δὲ ἀγαλματοποιῶν τῶν παλαιῶν τοὺς μάλιστα διωνομασμένους διατετριφέναι παρ’ αὐτοῖς Τηλεκλέα καὶ Θεόδωρον, τοὺς Ῥοίκου μὲν υἱούς, κατασκευάσαντας δὲ τοῖς Σαμίοις τὸ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ξόανον. (6) τοῦ γὰρ ἀγάλματος ἐν Σάμωι μὲν ὑπὸ Τηλε‐ κλέους ἱστορεῖται τὸ ἥμισυ δημιουργηθῆναι, κατὰ δὲ τὴν Ἔφεσον ὑπὸ τἀδελφοῦ Θεοδώρου62
1660τὸ ἕτερον μέρος συντελεσθῆναι· συντεθέντα δὲ πρὸς ἄλληλα τὰ μέρη συμφωνεῖν οὕτως ὥστε δοκεῖν ὑφ’ ἑνὸς τὸ πᾶν ἔργον συντετελέσθαι. τοῦτο δὲ τὸ γένος τῆς ἐργασίας παρὰ μὲν τοῖς Ἕλλησι μηδαμῶς ἐπιτηδεύεσθαι, παρὰ δὲ τοῖς Αἰγυπτίοις μάλιστα συντελεῖσθαι. (7) παρ’ ἐκείνοις γὰρ οὐκ ἀπὸ τῆς κατὰ τὴν ὅρασιν φαντασίας τὴν συμμετρίαν τῶν ἀγαλμά‐ των κρίνεσθαι, καθάπερ παρὰ τοῖς Ἕλλησιν, ἀλλ’ ἐπειδὰν τοὺς λίθους κατακλίνωσι (?) καὶ
1665μερίσαντες κατεργάσωνται, τὸ τηνικαῦτα τὸ ἀνάλογον ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ μέγιστα λαμβάνεσθαι. (8) τοῦ γὰρ παντὸς σώματος τὴν κατασκευὴν εἰς ἓν καὶ εἴκοσι μέρη καὶ προσέτι τέταρτον διαιρουμένους τὴν ὅλην ἀποδιδόναι συμμετρίαν τοῦ ζώιου· διόπερ ὅταν περὶ τοῦ μεγέθους οἱ τεχνῖται πρὸς ἀλλήλους σύνθωνται, χωρισθέντες ἀπ’ ἀλλήλων σύμφωνα κατασκευάζουσι τὰ μεγέθη τῶν ἔργων οὕτως ἀκριβῶς ὥστε ἔκπληξιν παρέχειν τὴν ἰδιότητα
1670τῆς πραγματείας αὐτῶν. (9) τὸ δ’ ἐν τῆι Σάμωι ξόανον συμφώνως τῆι τῶν Αἰγυπτίων φιλοτεχνίαι κατὰ τὴν κορυφὴν διχοτομούμενον διορίζειν τοῦ ζώιου τὸ μέσον μέχρι τῶν αἰδοίων, ἰσάζον ὁμοίως ἑαυτῶι πάντοθεν· εἶναι δ’ αὐτὸ λέγουσι κατὰ τὸ πλεῖστον παρεμφερὲς τοῖς Αἰγυπτίοις, ὡς ἂν τὰς μὲν χεῖρας ἔχον παρατεταμένας, τὰ δὲ σκέλη διαβεβηκότα. (10) περὶ μὲν οὖν τῶν κατ’ Αἴγυπτον ἱστορουμένων καὶ μνήμης ἀξίων ἀρκεῖ τὰ
1675ῥηθέντα ....63