TLG 1390 001 :: HECATAEUS :: Testimonia

HECATAEUS Hist.
(Abderita: 4–3 B.C.)

Testimonia

Source: FGrH #264. : 3A:11–12.

Citation: Volume-Jacoby#-T — fragment — (line)

3a,264,T

1

SUID. s. Ἑκαταῖος Ἀβδηρίτης· φιλόσοφος, ὃς ἐπεκλήθη καὶ κριτικὸς γραμματικός, οἷα γραμματικὴν ἔχων παρασκευήν. γέγονε δὲ ἐπὶ τῶν διαδόχων. βιβλία αὐτοῦ ταῦτα· Περὶ τῆς ποιήσεως Ὁμήρου καὶ Ἡσιόδου **.

3a,264,T

2a

STRABON 14, 1, 30 p. 644: Τέως .... γέγονε δὲ καὶ συγ‐ γραφεὺς Ἑκαταῖος ἐκ τῆς αὐτῆς πόλεως.

3a,264,T

3a

DIOG. LAERT. 9, 69: .... διήκουσε τοῦ Πύρρωνος Ἑκαταῖός τ’ ὁ Ἀβδηρίτης καὶ Τίμων ὁ Φλιάσιος .... ἔτι τε Ναυσιφάνης 〈ὁ〉 Τήιος ....

3a,264,T

3b

CLEM. AL. Strom. 2, 130, 4: ἀλλὰ καὶ οἱ Ἀβδηρῖται τέλος ὑπάρχειν διδάσκουσι, Δημόκριτος μὲν ἐν τῶι Περὶ τέλους (Vorsokr. 68 [55] F 4) τὴν εὐθυμίαν, ἣν καὶ εὐεστὼ προσηγόρευσεν .... Ἑκαταῖος δὲ αὐτάρκειαν· (5) καὶ δὴ Ἀπολλόδωρος ὁ Κυζικηνὸς (74 [61] A 1) τὴν ψυχαγωγίαν, καθάπερ Ναυσιφάνης (75 [62] B 3) τὴν ἀκα‐
5ταπληξίαν· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ἀθαμβίην λέγεσθαι.

3a,264,T

4

DIODOR. 1, 46, 8 (F 25): πολλοὶ τῶν Ἑλλήνων τῶν παρα‐ βαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ Ἑκαταῖος.

3a,264,T

5

PLUT. Lyk. 20, 3 (Apophth. Lac. 218 B): Ἀρχιδαμίδας (294a) δὲ μεμφομένων τινῶν Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον οὐδὲν ἔλεγεν, «ὁ εἰδώς» ἔφη «λόγον καὶ καιρὸν οἶδεν».

3a,264,T

6a

SCHOL. APOLL. RHOD. 2, 675: ἔστι δὲ αὐτῶι (F 10) βιβλία ἐπιγραφόμενα Περὶ Ὑπερβορέων.

3a,264,T

6b

PLIN. NH 6, 55: .... pri‐ vatim condidit volumen .... Hecataeus de Hyperboreis.

3a,264,T

7a

JOSEPH. c. Apion. 1, 183: Ἑκαταῖος δὲ ὁ Ἀβδηρίτης, ἀνὴρ φιλό‐ σοφος ἅμα καὶ περὶ τὰς πράξεις ἱκανώτατος, Ἀλεξάνδρωι τῶι βασιλεῖ συνακμάσας καὶ Πτολεμαίωι τῶι Λάγου συγγενόμενος, οὐ παρέργως 〈ἡμῶν ἐμνημόνευσεν〉, ἀλλὰ περὶ αὐτῶν
Ἰουδαίων συγγέγραφε βιβλίον, ἐξ οὗ βούλομαι κεφαλαιωδῶς ἐπιδραμεῖν ἔνια τῶν εἰρη‐3
5μένων. (184) καὶ πρῶτον ἐπιδείξω τὸν χρόνον· μνημονεύει γὰρ τῆς Πτολεμαίου περὶ Γάζαν πρὸς Δημήτριον μάχης· αὕτη δὲ γέγονεν ἑνδεκάτωι μὲν ἔτει τῆς Ἀλεξάνδρου τελευτῆς, ἐπὶ δὲ ὀλυμπιάδος ζ καὶ ι καὶ ρ ὡς ἱστορεῖ Κάστωρ (250 F 12) .... (185) .... Ἀλέ‐ ξανδρον δὲ τεθνάναι πάντες ὁμολογοῦσιν ἐπὶ τῆς ριδ ὀλυμπιάδος. δῆλον οὖν ὅτι καὶ κατ’ ἐκεῖνον καὶ κατὰ Ἀλέξανδρον ἤκμαζεν ἡμῶν τὸ ἔθνος. λέγει τοίνυν ὁ Ἑκαταῖος (F
1021) ....

3a,264,T

7b

——1, 213: ὅτι δὲ οὐκ ἀγνοοῦντες ἔνιοι τῶν συγγραφέων τὸ ἔθνος ἡμῶν, ἀλλ’ ὑπὸ φθόνου τινὸς ἢ δι’ ἄλλας αἰτίας οὐχ ὑγιεῖς τὴν μνήμην παρέλιπον, τεκμήριον οἶμαι παρέ‐ ξειν· Ἱερώνυμος γάρ, ὁ τὴν περὶ τῶν διαδόχων ἱστορίαν συγγεγραφὼς (154 T 6) κατὰ τὸν αὐτὸν μὲν ἦν Ἑκαταίωι χρόνον, φίλος δ’ ὢν Ἀντιγόνου τοῦ βασιλέως τὴν Συρίαν ἐπε‐
5τρόπευεν· (214) ἀλλ’ ὅμως Ἑκαταῖος μὲν καὶ βιβλίον ἔγραψεν περὶ ἡμῶν, Ἱερώνυμος δ’ οὐδαμοῦ κατὰ τὴν ἱστορίαν ἐμνημόνευσε.

3a,264,T

7c

ORIGEN. c. Cels. 1, 15: καὶ Ἑκαταίου δὲ τοῦ ἱστορικοῦ φέρεται περὶ Ἰουδαίων βιβλίον, ἐν ὧι προστίθεται μᾶλλόν πως ὡς σοφῶι τῶι ἔθνει ἐπὶ τοσοῦτον, ὡς καὶ Ἑρέννιον Φίλωνα ἐν τῶι περὶ Ἰουδαίων συγγράμματι πρῶτον μὲν ἀμφιβάλλειν εἰ τοῦ ἱστορικοῦ ἐστι τὸ σύγγραμμα, δεύτερον
5δὲ λέγειν ὅτι εἴπερ ἔστιν αὐτοῦ, εἰκὸς αὐτὸν συνηρπάσθαι ἀπὸ τῆς παρὰ Ἰουδαίοις πιθανότητος καὶ συγκατατεθεῖσθαι αὐτῶν τῶι λόγωι.

3a,264,T

8a

JOSEPH. AJ 1, 158: μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἀβράμου Βηρωσ‐ σός (III C u. Assyrien), οὐκ ὀνομάζων λέγων δ’ οὕτως .... (159) Ἑκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλεῖόν τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε.

3a,264,T

8b

CLEM. AL. Strom. 5, 113, 1: Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῶι κατ’ Ἄβραμον καὶ τοὺς Αἰγυπτίους (F 24).

3a,264,T

9

AGATHARCHIDES. (De M. r.) —PHOT. Bibl. 250 p. 454 b 30: τῆς ὅλης οἰκου‐ μένης ἐν τέτταρσι κυκλιζομένης μέρεσιν .... τὰ μὲν πρὸς ἑσπέραν ἐξείργασται Λύκος (III B u. Sicilien) τε καὶ Τίμαιος (III B), τὰ δὲ πρὸς ἀνατολὰς Ἑκαταῖος (1 T 14) τε καὶ Βάσιλις (III u. Indien), τὰ δὲ πρὸς τὰς ἄρκτους Διόφαντος (III C u. Pontos) καὶ Δημήτριος (V),
5τὰ δὲ πρὸς μεσημβρίαν .... ἡμεῖς.11