TLG 1389 001 :: HARPOCRATION :: Lexicon in decem oratores Atticos HARPOCRATION Gramm. Lexicon in decem oratores Atticos Citation: Page — (line) | ||
Lex.1(t) | ΛΕΞΕΙΣ ΤΩΝ ΔΕΚΑ ΡΗΤΟΡΩΝ. | |
1 | Αβαρις: ὄνομα κύριον. λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκου‐ | 1 |
---|---|---|
Lex.2 | μένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησί τε καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερ‐ βορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. ὁ δὲ χρόνος ἐν ᾧ παρα‐ | |
5 | γέγονε διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν νγʹ αὐτὸν Ὀλυμπιάδα λέγει παραγενέσθαι, ὁ δὲ Πίνδαρος κατὰ Κροῖσον τὸν | |
Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν καʹ Ὀλυμπιάδα. | 2 | |
Lex.3 | Ἄβιος: τὸν ἄβιον Ἀντιφῶν ἐπὶ τοῦ πολὺν τὸν βίον κεκτημένου ἔταξεν, ὡς Ὅμηρος ἄξυλον ὕλην λέγει τὴν πολύξυλον. Ἀβροκόμας: οὗτος σατράπης ἦν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως. Ἀγάθαρχος: τούτου μνημονεύει Δημοσθένης, ἦν δὲ ζωγράφος | |
5 | ἐπιφανὴς, Εὐδήμου υἱὸς, τὸ δὲ γένος Σάμιος. Ἀγαθῆς τύχης νεώς: τούτου μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως καὶ ἕτεροι. | |
Ἀγασικλῆς: περὶ Ἀγασικλέους Ὑπερείδης λέγει. γέγραπται | 3 | |
Lex.4 | καὶ Δεινάρχῳ λόγος κατ’ αὐτοῦ, ἐν ᾧ δεδήλωται ὅτι Ἁλιμουσίους συνεδέκασε καὶ διὰ τοῦτο ξένος ὢν τῇ πολιτείᾳ ἐνεγράφη. Ἄγοι: τοῦτο πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν ἐν τῷ οὕτως ἐπιγραφομένῳ “ὑπὲρ Εὐμά‐ | |
5 | “θους εἰς ἐλευθερίαν ἀφαίρεσις,” λέγων οὕτως “ἔβλαψέ με Ξενοκλῆς “ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν κατὰ “τὸ ἐμὸν μέρος.” καὶ πολλάκις ἐν τῷ λόγῳ ἐχρήσατο τῷ ὀνόματι ἐπὶ τῆς αὐτῆς ἐννοίας. Ἀντιφῶν δ’ ἐν τῷ περὶ ἀληθείας φησὶ “τοὺς “νόμους μεγάλους ἄγοι” ἀντὶ τοῦ ἡγοῖτο. τούτου πολλὴ χρῆσις. | |
10 | Ἀγελαίων: Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ, ὡς ἂν εἰ ἔλεγε τῶν πολλῶν σοφιστῶν καὶ πλανητῶν. ἡ μεταφορὰ ἀπὸ τῶν ἀγελαίων ζῴων, ἃ βόσκεται εἰς ἃ τύχοι χωρία, ἢ ἀπὸ τῶν ἰχθύων, οὓς δια‐ | |
βόσκεσθαί φασι ῥύδην καὶ ἀγεληδόν. | 4 | |
Lex.5 | Ἀγενής: ἀντὶ τοῦ ἄπαις παρ’ Ἰσαίῳ ἐν τῷ ὑπὲρ Μενεκλέους κλήρου. Ἀγησίλαος: οὗτος ἦν, ὡς ὁ Ξενοφῶν δηλοῖ, βασιλεὺς Λακεδαι‐ μονίων ἐπιφανὴς καὶ γενναῖος, καὶ πολλὰ τῆς Ἀσίας κατεστρέψατο | |
5 | τοῖς Κύρῳ συναναβᾶσι χρησάμενος στρατιώταις. Ἄγλαυρος: ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ καὶ ἐπώνυμον Ἀθηνᾶς. Ἁγνεύετε τὴν πόλιν: Ἀντιφῶν ἐν τῷ βʹ ἀντὶ τοῦ ἁγνίζετε. Ἁγνίας: Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην περὶ χωρίου. τοῦτον καὶ τοὺς συμπρεσβευτὰς αὐτοῦ φησὶν Ἀνδροτίων ἐν εʹ τῆς Ἀτθίδος καὶ | |
10 | Φιλόχορος ὡς ἑάλωσάν τε καὶ ἀπέθανον ὑπὸ Λακεδαιμονίων. | 5 |
Lex.6 | Ἀγνοῦς: δῆμος τῆς Ἀκαμαντίδος φυλῆς· ὁ δημότης Ἀγνού‐ σιος. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Ἀγνωμόνως: ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς. | |
5 | Ἀγοράς: Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου περὶ τοῦ διαγράμ‐ ματος “οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται.” μήποτε ἀντὶ τοῦ συνό‐ δους νῦν. σημαίνει δὲ καὶ ἕτερα τοὔνομα. Ἀγορανόμοι: οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων | |
10 | πολιτείᾳ κληροῦσθαί φησι εʹ μὲν εἰς Πειραιᾶ, εʹ δὲ εἰς ἄστυ. Ἀγοράσαι: ἀντὶ τοῦ ὠνήσασθαι Ὑπερείδης ἐν τῷ Δηλιακῷ. Ἀγραφίου: εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφειλόν‐ των μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτῖσαι | |
ἐξαλειφθέντων. διδάσκουσι δὲ τοῦθ’ οὕτως ἔχειν Δημοσθένης τε ἢ | 6 | |
Lex.7 | Δείναρχος ἐν τῷ κατὰ Θεοκρίνου καὶ Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστο‐ γείτονος, ἔτι τε Πυθέας ἐν τῇ πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ. Ἀγρίους: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοη‐ μένους περὶ τὰ παιδικὰ καὶ χαλεποὺς παιδεραστάς φησι. καὶ ἄγριον | |
5 | κυβευτὴν Μένανδρος λέγει τὸν σφόδρα κυβεύειν ἐσπουδακότα. Ἀγρυλή: δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, καὶ ὁ δημότης Ἀγρυ‐ λεύς, ἐπίρρημα δὲ τοπικὸν Ἀγρυλῆθεν. Ἀγυιᾶς: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου “χοροὺς ἱστάναι κατὰ “τὰ πάτρια καὶ κνισᾶν ἀγυιᾶς.” ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώ‐ | |
10 | μενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν ὡς ἀπὸ τοῦ ἀγυιεύς. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν, | |
ὡς σαφὲς ποιοῦσιν Ἀριστοφάνης τε ἐν Σφηξὶ καὶ Εὔπολις. | 7 | |
Lex.8 | ἰδίους δὲ εἶναι φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμ‐ φοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιέας, καὶ κατὰ τὴν Ἀττικῶν διά‐ λεκτον ἀγυιᾶς, καθὰ καὶ Στειριᾶς καὶ Μηλιᾶς καὶ τὰ παραπλήσια λέγουσιν ἐν συναλοιφῇ. Ἀριστοφάνης ἐν Ὄρνισι | |
5 | μηλοσφαγεῖν τε βουθύτοις ἐπ’ ἐσχάραις κνισᾶν τ’ ἀγυιᾶς. φασὶ δ’ αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ Διευχίδας ἐν τῇ γʹ τῶν Μεγαρικῶν. εἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὥς φασι Κρατῖνος καὶ Μένανδρος. | |
10 | καὶ Σοφοκλῆς ἐν τῷ Λαοκόωντι, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς | |
Τροίαν, φησὶ | 8 | |
Lex.9 | λάμπει δ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρων εὐοσμίας. Ἀγύρριος: δημαγωγὸς οὗτος οὐκ ἀφανής· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. | |
5 | Ἀγωνίαν: τὸ ἀγωνίζεσθαι Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. Ἀγωνιῶντες: ἀντὶ τοῦ ἀγωνιζόμενοι παρὰ τῷ αὐτῷ ἐν τῷ Πανη‐ γυρικῷ. Ἀδέητος: ἀντὶ τοῦ ἀνενδεής παρ’ Ἀντιφῶντι Ἀληθείας αʹ. Ἀδελφίζειν: ἀντὶ τοῦ ἀδελφὸν καλεῖν παρ’ Ἰσοκράτει ἐν Αἰγι‐ | |
10 | νητικῷ καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐν βʹ Γενεαλογιῶν καὶ Στράττιδι | |
καὶ Ἀπολλοφάνει ἐν Ἰφιγέροντι. | 9 | |
Lex.10 | Ἀδημονούσης: ἀπορούσης. Ἀδηφάγους τριήρεις: Λυσίας λέγει ἐν τῇ ὑπὲρ Εὐκρίτου δια‐ μαρτυρίᾳ, εἰ γνήσιος ὁ λόγος, καὶ Ἀδηφάγον Πεντηκόντορον Φίλιστος· λέγοιεν δ’ ἂν τὰς ἐντελομίσθους καὶ πολλὰ ἀναλισκούσας. | |
5 | ἔοικε δὲ ἐκ μεταφορᾶς τῶν ἵππων τῶν τελείων καὶ ἀγωνιστῶν λέγε‐ σθαι, οἵτινες εἰώθασιν ἔδμεναι ἄδδην κατὰ τὸν ποιητήν. Ἀλκαῖος δὲ ἐν τῇ κωμῳδοτραγῳδίᾳ τοὺς πότας λύχνους ἀδηφάγους εἶπεν. Ἀδιάστατον: τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον Ἀντιφῶν εἶπεν. | |
10 | Ἀδικίου: οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίνυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς θʹ πρυτανείας ἀποδοθῇ· εἰ δὲ μὴ, διπλοῦν καταβάλλεται. Ἀδοκίμαστος: δοκιμασθῆναι τὸ εἰς ἄνδρας ἐγγραφῆναι, καὶ ἀδο‐ κίμαστος ὁ μήπω ἐγγεγραμμένος παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Δημο‐ | |
15 | σθένους ἐπιτροπῆς, εἰ γνήσιος. | |
Ἀδράστειαν: οἱ μὲν τὴν αὐτὴν λέγουσι τῇ Νεμέσει, λαβεῖν τε | 10 | |
Lex.11 | τοὔνομα ἀπὸ Ἀδράστου τοῦ Ταλαοῦ νεμεσηθέντος ἐφ’ οἷς τῶν Θη‐ βαίων κατηλαζονεύσατο, εἶτα ἔκ τινων μαντειῶν ἱδρυσαμένου ἱερὸν Νεμέσεως, ὃ προσαγορευθῆναι μετὰ ταῦτα Ἀδραστείας, ὡς Ἀντίμα‐ χος ἐν τούτοις δηλοῖ· | |
5 | ἔστι δέ τις Νέμεσις μεγάλη θεὸς, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχεν. βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο, ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτὴν τῇ Νεμέσει, ὡς | |
10 | Μένανδρος καὶ Νικόστρατος. Δημήτριος δὲ ὁ Σκήψιος Ἄρτεμίν φη‐ σιν εἶναι τὴν Ἀδράστειαν, ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην. | |
Ἀδύνατοι: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. οἱ ἐντὸς τριῶν | 11 | |
Lex.12 | μνῶν κεκτημένοι, τὸ δὲ σῶμα πεπηρωμένοι. ἐλάμβανον δὲ οὗτοι δοκι‐ μασθέντες ὑπὸ τῆς βουλῆς βʹ ὀβολοὺς τῆς ἡμέρας ἑκάστης, ἢ ὀβο‐ λὸν, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ὡς δὲ Φιλόχορός φησιν, θʹ δραχμὰς κατὰ μῆνα. ἔστι δὲ καὶ λόγος τις, ὡς λέγεται, | |
5 | Λυσίου περὶ τοῦ ἀδυνάτου, ἐν ᾧ ὡς ὀβολὸν λαμβάνοντος μέμνηται. Ἀεί: ἀντὶ τοῦ ἕως παρ’ Ἀντιφῶντι Σαμοθρᾳκικῷ. πολλὴ δὲ χρῆσις αὐτοῦ. καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ * * * οὕτως ἤρξατο | |
οὕτω μὲν οὖν μοι δεῦρ’ ἀεὶ τείνει λόγους. | 12 | |
Lex.13 | Ἄϊδρις: ἀνεπιστήμων. Ἀειλογία: τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος. Ἀειεστώ: Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ | |
5 | ἑστάναι, ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται. | 13 |
Lex.14 | Ἄερκτον: ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν καθορώμενον Λυ‐ σίας. Ἀετός: τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, ὅ τινες ἀέτωμα καλοῦσιν. Ἀριστοφάνης Ὄρνισι | |
5 | τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς ἀετόν. Ἀζηνιεύς: Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθωντίδος, καὶ | |
ὁ δημότης Ἀζηνιεύς· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | 14 | |
Lex.15 | Ἀζήτητον: τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον παρ’ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀθεώρητος: ἀντὶ τοῦ ἀθέατος παρ’ Ἀντιφῶντι ἐν τῷ περὶ ὁμο‐ νοίας. | |
5 | Ἀθηνόδωρος: Ἀθηναῖος τῷ γένει, στρατιώτης· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Ἀθμονεύς: Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφ’ οὗ ὁ δημότης Ἀθμονεύς. Αἰγεῖον: Αἰγέως ἡρῷον ἐν Ἀθήναις· Δείναρχος ἐν τῷ κατὰ Πο‐ | |
10 | λυεύκτου. | |
Αἰγεῖδαι: Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος. Αἰγηῒς | 15 | |
Lex.16 | φυλὴ ὠνομάσθη ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἔνθεν οἱ φυλέται Αἰ‐ γεῖδαι. Αἰγίδας ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα· Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως καὶ Νυμφόδωρος. Ἡρόδοτος δ’ ἐν δʹ ταύτας | |
5 | φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι. Αἰγιλιεύς: Ὑπερείδης. Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἔνθεν ὁ δημότης Αἰγιλιεύς. Αἰδέσασθαι: ἀντὶ τοῦ μεταπεισθῆναι Λυσίας ἐν τῷ κατὰ Δη‐ μοσθένους ἐπιτροπῆς, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῇ πρὸς Ναυ‐ | |
10 | σίμαχον καὶ Ξενοπείθην. ἐν δὲ τῷ κατ’ Ἀριστοκράτους οὗτος ἀντὶ | 16 |
Lex.17 | τοῦ ἐξιλάσασθαι καὶ πεῖσαι. Αἰθαλίδης: δῆμός ἐστιν Αἰθαλίδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ δημότης Αἰθαλίδης. Αἰθιόπιον: ὄνομα χωρίου ἐν Εὐβοίᾳ. | |
5 | Αἰκίας: εἶδος δίκης ἐστὶν ἰδιωτικῆς ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλ’ ὁ μὲν κατή‐ γορος τίμημα ἐπιγράφεται ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσιν. Αἰνίους: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Αἶνος πόλις | |
10 | τῆς Θρᾴκης. Ὅμηρος ὃς ἂρ Αἰνόθεν εἰληλούθει. Ἔφορος δ’ ἐν τῇ δʹ περὶ Θρᾳκίων πολισμάτων λέγων φησὶν “ἐχομένη “δὲ τούτων Αἶνος πόλις, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι “κατῴκισαν, ὕστερον δ’ ἐκ Μυτιλήνης ἐπηγάγοντο καὶ Κύμης ἐποί‐ | |
15 | “κους.” | 17 |
Lex.18 | Αἰξωνῆσιν: Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα περὶ χωρίου. Αἰξωνῆς δῆμος φυλῆς τῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ’ οὗ καὶ τὸ κακῶς λέγειν αἰξωνεύεσθαι ἔλεγον· Μένανδρος ἐν Κανη‐ φόρῳ. Πλάτων δ’ ἐν τῷ περὶ ἀνδρείας φησὶν “οὐδὲν ἐρῶ πρὸς ταῦτά | |
5 | γ’ ἔχων εἰπεῖν, μή με εἴπῃς Αἰξωνέα εἶναι.” Ἀκαδήμεια: τρία ὑπῆρχον γυμνάσια, Λύκειον, Κυνόσαργες, Ἀκα‐ δήμεια. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώσαντος αὐτὸ Ἀκαδήμου. Ἀκαμαντίς: Δημοσθένης ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος “ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς.” μία αὕτη τῶν ιʹ φυλῶν, ἀπὸ Ἀκά‐ | |
10 | μαντος τοῦ Θησέως. Ἀκαρῆ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδὲν παρ’ Ἀντιφῶντι. Ἀκινάκης: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Περσικὸν | |
ξίφος ἐστί. καὶ Ἀναξιμένης ἐν αʹ τῶν περὶ Ἀλέξανδρον. | 18 | |
Lex.19 | Ἄκη: πόλις αὕτη ἐν Φοινίκῃ· Δημοσθένης ἐν τῷ πρὸς Κάλλιπ‐ πον. ἣν Νικάνωρ ὁ περὶ μετονομασιῶν γεγραφὼς καὶ Καλλίμαχος ἐν τοῖς ὑπομνήμασι τὴν νῦν Πτολεμαΐδα καλουμένην φασὶν εἶναι· Δημήτριος δὲ ἰδίως τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος πρότερον Ἄκην | |
5 | ὠνομάσθαι φησίν. Ἀκμάζεις: ἀντὶ τοῦ τὰ τῶν νέων πράττεις Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου, Λυσίας ἐν τῷ πρὸς Νίκαρχον τὸν αὐλητὴν, εἰ γνήσιος. Ἄκριτος: ἀντὶ τοῦ ἀδιάκριτος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησι‐ | |
10 | φῶντος. Ἀκροᾶσθαι: ἀντὶ τοῦ ὑπακούειν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου. Ἀκτή: ἰδίως ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς· Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους· ὅθεν καὶ ὁ Ἀκτίτης λίθος. ἐκάλουν δὲ οὕτω | |
καὶ τὴν Ἀττικὴν οἱ μὲν ἀπό τινος Ἀκταίωνος βασιλέως, οἱ δὲ διὰ τὸ | 19 | |
Lex.20 | τὴν πλείω τῆς χώρας ἐπιθαλάττιον εἶναι. Ἄκτια: Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. Ἄκτια ἀγὼν παλαιὸς ἦν, ὡς δῆλον ποιεῖ Καλλίμαχος ἐν τῷ περὶ ἀγώνων. | |
5 | Ἀλαβαστοθῆκαι: αἱ θῆκαι τῶν ἀλαβάστων, ἃς ἐν τῇ συνηθείᾳ μυροθήκας καλοῦσι· Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἀλάβαστοι δ’ εἰσὶ λήκυθοι ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα. Ἁλαιεύς: ὄνομα δήμου. Ἀλάστωρ: οὗ μηδέποτ’ ἄν τις ἐπιλάθοιτο· Δημοσθένης ὑπὲρ | |
10 | Κτησιφῶντος. πολὺ δὲ τοὔνομα ἐν τῇ τραγῳδίᾳ. | 20 |
Lex.21 | Ἁλέας: Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἔστι δὲ πόλις Θεσ‐ σαλική. οἱ δὲ πολῖται Ἁλεῖς. Ἀλέξανδρος: Δημοσθένης ἐν ϛʹ Φιλιππικῶν φησὶν “ἡνίκα ἦλ‐ “θεν Ἀλέξανδρος ὁ τούτων πρόγονος περὶ τούτων κῆρυξ.” οὗτός ἐστιν | |
5 | ὁ ἐπικαλούμενος φιλέλλην, υἱὸς μὲν Ἀμύντου, πατὴρ δὲ Περδίκκου, ἐστρατεύετο δὲ ὑπὸ Μαρδονίῳ, ἀφ’ οὗ καὶ ἐπέμφθη ἐπὶ γῆς καὶ ὕδα‐ τος αἴτησιν πρὸς Ἀθηναίους· οἱ δὲ οὐχ ὅπως αὐτῷ προσέσχον τὸν νοῦν, ἀλλὰ καὶ σφόδρα ἀπειλήσαντες ἀπέπεμψαν. ἕτερος δ’ ἐστὶν Ἀλέξανδρος καὶ αὐτὸς Μακεδόνων βασιλεὺς, ἀδελφὸς Φιλίππου | |
10 | πρεσβύτερος, περὶ οὗ Δημοσθένης ἐν τῷ παραπρεσβείας φησὶ “καίτοι “τῶν ἀποκτεινάντων Ἀλέξανδρον ἦν τὸν ἀδελφὸν τοῦ Φιλίππου οὗτος “Ἀπολλοφάνης.” ἄλλος δ’ ἐστὶν Ἀλέξανδρος Θετταλὸς, περὶ οὗ πάλιν ὁ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους “τί δ’ Ἀλέξανδρον ἐκεῖνον τὸν “Θετταλόν;” οὗτος δὲ Φεραῖος μέν ἐστι, συνεμάχησαν δ’ αὐτῷ Ἀθη‐ | |
15 | ναῖοι κατὰ Θηβαίων, ὅτε δέσμιος ἦν παρ’ αὐτῷ Πελοπίδας. ἄλλος δὲ Ἀλέξανδρος Μολοττὸς, ἀδελφὸς Ὀλυμπιάδος τῆς Φιλίππου γυναικὸς, οὗ πάλιν Δημοσθένης μνημονεύει ἐν ζʹ Φιλιππικῶν, εἰ γνήσιος ὁ λόγος. | |
Ἁλίπεδόν τινες τὸν Πειραιᾶ φασίν. ἔστι δὲ καὶ κοινῶς τόπος | 21 | |
Lex.22 | ὃς πάλαι μὲν ἦν θάλασσα, αὖθις δὲ πεδίον ἐγένετο. διὸ καὶ δασύ‐ νεται ἡ πρώτη· ἔστι γὰρ οἷον ἁλὸς πεδίον. ἤτοι ὁμαλὸν πεδίον καὶ τετριμμένον καὶ οἷον ἀληλεσμένον, ὡς Ἀριστοφάνης Δαιταλεῦσιν διὰ ψιλοῦ “ἐν ἀλιπέδῳ.” ἔνιοι δέ φασιν ὅτι τὸ παραθαλάσσιον πεδίον | |
5 | οὕτω λέγεται. τινὲς δέ φασι παρὰ τὸ ἀλινδεῖσθαι ἵππους ἐν αὐτῷ δύνασθαι, ὅ ἐστι κονίσασθαι, οὕτως ὀνομασθῆναι. Ἁλιμούσιοι: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἁλι‐ μοῦς δῆμος τῆς Λεοντίδος φυλῆς, καὶ οἱ δημόται Ἁλιμούσιοι. Ἁλιρρόθιος: ὄνομα κύριον, υἱὸς Ποσειδῶνος· Δημοσθένης ἐν τῷ | |
10 | κατ’ Ἀριστοκράτους. Ἀλκέτας: Μολοττῶν βασιλεύς· Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μα‐ κεδονίᾳ ῥηθέντων. ἀλλὰ καὶ ὑποστράτηγος ἄλλος Ἀλεξάνδρου. Ἀλκιβιάδης: ὁ Κλεινίου. ἦν δὲ καὶ ἕτερος, πρόπαππος τοῦ προειρημένου, ὅν φησι Λυσίας ἐν τῷ κατ’ Ἀλκιβιάδου λιποταξίου, εἰ | |
15 | γνήσιος ἡ λόγος, αὐτόν τε καὶ τὸν πατρὸς πρὸς μητρὸς πάππον δὶς ἐξοστρακισθῆναι. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης οὗ μνημονεύει Ἀντι‐ φῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ· μνημονεύουσι δ’ αὐτοῦ καὶ τῶν ἄλλων ῥητόρων τινὲς καὶ οἱ κωμικοί. ἔστι δὲ Φηγού‐ | |
σιος, Ἀλκιβιάδου ξένος. | 22 | |
Lex.23 | Ἀλκίμαχος: Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου. στρατηγὸς οὗτός ἐστιν, Ἀναγυράσιος τῶν δήμων, στρατηγήσας ἐν τῷ πρὸς Φίλιππον πολέμῳ. ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδὼν, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου οὕτως “Ἀλκίμαχον καὶ | |
5 | “Ἀντίπατρον Ἀθηναίους καὶ προξένους ἐποιησάμεθα.” Ἀναξιμένης δὲ ἐν τῇ βʹ τῶν περὶ Ἀλέξανδρον ἀνέγραψεν αὐτοῦ δημηγορίαν, πρὸς ἣν ἀντειπεῖν φησὶ Δημοσθένην. Ἀλκμαιωνίδαι: γένος ἐπιφανὲς Ἀθήνησιν ἀπὸ Ἀλκμαίωνος. Ἀλογίαν: τὸ μηδένα ἔχειν λόγον, ἀλλ’ ἀλογιστὶ πράττειν Δη‐ | |
10 | μοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους καὶ Πλάτων. | |
Ἄλογοι ἐρανισταί: μήποτε οἱ μήπω ἐξειλεχότες τὸ ἐπιβάλλον | 23 | |
Lex.24 | ἑαυτοῖς κατὰ τὴν ἐκ τῆς περιόδου τάξιν τῶν ὀνομάτων τῶν εἰς τὸν ἔρανον ἐκφερομένων. Δείναρχος ἐν τῷ κατὰ τῶν Πατροκλέους παί‐ δων ἐρανικῷ. Ἁλόννησος: νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει· Αἰσχίνης ἐν τῷ | |
5 | κατὰ Κτησιφῶντος, ὡς καὶ Ἀρχέμαχος ἐν δʹ τῶν Εὐβοϊκῶν. μνημο‐ νεύει δὲ τῆς ἀμφισβητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δʹ καὶ Ἀναξιμένης ἐν δʹ Φιλιππικῶν. Ἀλόπη: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθῶν ὁ τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, | |
10 | ὡς Ἑλλάνικός τε ἐν βʹ Ἀτθίδος καὶ Εὐριπίδης ἐν τῷ ὁμωνύμῳ δρά‐ ματι καὶ Δείναρχος ἐν τῇ διαδικασίᾳ Φαληρέων. Ἁλουργοπωλική: ἡ πορφυροπωλικὴ ὑφ’ ἡμῶν λεγομένη· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. Ἁλῶα: Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἑορτή ἐστιν Ἀττικὴ | |
15 | τὰ Ἁλῶα, ἥν φησι Φιλόχορος ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀν‐ θρώπους τὰς διατριβὰς ποιεῖσθαι περὶ τὰς ἅλως. ἄγεσθαι δὲ αὐτήν | |
φησιν ἐν τῷ περὶ ἑορτῶν Ποσειδεῶνος μηνός. | 24 | |
Lex.25 | Ἀλωπεκή: δῆμος τῆς Ἀντιοχίδος· ὁ δὲ δημότης Ἀλωπεκεύς καὶ Ἀλωπεκῆθεν. πόθεν δὲ ὠνομάσθησαν Φιλόχορος ἐν γʹ δηλοῖ. Ἀλωπεκόννησος: πόλις τῶν ἐν Χερρονήσῳ. Ἀμάδοκος: Ἰσοκράτης Φιλίππῳ. δύο γεγόνασιν οὗτοι, πατὴρ | |
5 | καὶ υἱὸς, ὃς καὶ Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν πρὸς Κερσο‐ βλέπτην πόλεμον. ἀμφοτέρων μέμνηται Θεόπομπος ἐν τῇ ιαʹ τῶν Φιλιππικῶν. Ἀμαζόνειον: Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. περὶ τῆς Ἀμαζό‐ νων ἀφιερώσεως Ἀθήνησιν Ἀμμώνιος διείλεκται ἐν τῷ περὶ βωμῶν | |
10 | καὶ θυσιῶν. ἔστι δὲ ἱερὸν ὃ Ἀμαζόνες ἱδρύσαντο. Ἁμαξάντεια: δῆμος τῆς Ἱπποθωντίδος φυλῆς. ὁ δημότης Ἁμα‐ ξαντεύς. Ἀμβλωθρίδιον: τὸ ἀμβλωθὲν βρέφος. | |
Ἀμβρακία: πόλις ἐν τῷ Ἀμβρακικῷ κόλπῳ, ἄποικος Κορινθίων. | 25 | |
Lex.26 | Ἅμιπποι: Ἰσαῖος Τεμενικῷ. οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους ἵπποι κέλητες, ὁ δ’ ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχεῖται. οὗτοι ἅμιπποι λέγονται. τοῦτ’ ἔστι τὸ παρ’ Ὁμήρῳ | |
5 | θρώσκων ἄλλοτ’ ἐπ’ ἄλλον. πεζοὶ δ’ εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν ἐστιν ἐκ τῶν Θουκυδίδου καὶ Ξενοφῶντος ἐν τῇ ζʹ τῶν Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι· Φιλόχορος γοῦν ἐν τῇ ιϛʹ φησὶ καὶ προδρόμους. | |
10 | Ἀμμωνίς: ἡ τοῦ Ἄμμωνος ἱερὰ τριήρης· Δείναρχος ἐν τῷ κατὰ Ἱμεραίου. Ἀμόργης: Πισσούθνου νόθος υἱός ἐστιν. Ἀμοργός: ἔστι παραπλήσιόν τι βύσσῳ· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. μνημονεύουσι δὲ οἱ κωμικοὶ πολλάκις τῶν ἀμοργίνων, ὡς | |
15 | καὶ Ἀριστοφάνης Λυσιστράτῃ καὶ Εὔπολις Πόλεσιν. | |
Ἀμφιγνοεῖν: ἀντὶ τοῦ ἀγνοεῖν ἢ ἐνδοιάζειν περὶ τῆς γνώσεως, | 26 | |
Lex.27 | ὡς καὶ Λυσίας ἐν τῷ πρὸς Αἰσίωνα περὶ τῆς τῶν βιβλίων κλοπῆς, εἰ γνήσιος ὁ λόγος. Ἀμφιδέαι: εἰσὶ περισκελίδες τινές· Ἀριστοφάνης Θεσμοφορια‐ ζούσαις. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ’ Εὐθυδίκου φησὶν “οὐ δυνάμε‐ | |
5 | νος δ’ ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας.” Ἀμφιδρόμια: Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως, εἰ γνήσιος ὁ λόγος. ἡμέρα τις ἤγετο ἐπὶ τοῖς νεογνοῖς παιδίοις, ἐν ᾗ τὸ βρέφος περὶ τὴν ἑστίαν ἔφερον τρέχοντες, καὶ ὑπὸ τῶν οἰκείων καὶ φίλων πουλύποδας καὶ σηπίας ἐλάμβανον. | |
10 | Ἀμφικτύονες: συνέδριόν ἐστιν Ἑλληνικὸν, συναγόμενον ἐν Θερ‐ | 27 |
Lex.28 | μοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασιλεύων, ὥς φησι Θεόπομπος ἐν ηʹ (ταῦτα δ’ ἦν ιβʹ, Ἴωνες Δωριεῖς Περραιβοὶ Βοιωτοὶ Μάγνητες Ἀχαιοὶ Φθιῶται Μηλιεῖς Δόλοπες Αἰνιᾶνες Δελφοὶ Φωκεῖς), ἢ ἀπὸ τοῦ πε‐ | |
5 | ριοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας, ὡς Ἀναξιμένης ἐν αʹ Ἑλληνικῶν. Ἀμφίπολις: Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. πόλις αὕτη τῆς Θρᾴκης. πρότερον δὲ Ἐννέα ὁδοὶ ἐκαλεῖτο, ὡς Ἀνδροτίων ἐν ιβʹ Ἀτθίδος. Μαρσύας δ’ ἐν Μακεδονικοῖς διὰ τὸ περιοικεῖσθαι τὸν τό‐ | |
10 | πον Ἀμφίπολιν ὠνομάσθαι, πρότερον Ἄκραν καλουμένην· οἱ δὲ Ἄρεος πόλις. Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν: οἱ τῶν κλήρων ἐπιδικα‐ ζόμενοι ἀμφισβητεῖν ἢ παρακαταβάλλειν λέγονται, οἱ μὲν οὐ φά‐ σκοντες ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ὄντος παιδὸς τῷ τετελευτηκότι | |
15 | ἢ γόνῳ ἢ ποιήσει, οἱ δὲ ὡς ἄπαιδος τελευτήσαντος δικαιότερον λέγον‐ | |
τες ἔχειν αὐτοὺς τὸν κλῆρον τοῦ λαχόντος, ἢ συγγενεῖς ὄντες ἢ κατὰ | 28 | |
Lex.29 | διαθήκας κληρονόμοι. οὕτω Δημοσθένης καὶ Ὑπερείδης περὶ τοῦ παρακαταβάλλειν διεσάφησαν. Ἄμφισσα: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πόλις τῆς Λο‐ κρίδος. Ἀριστοτέλης ἐν τῇ Ὀπουντίων πολιτείᾳ οὕτω λέγει “Ἀν‐ | |
5 | “δραίμων δὲ ἦν οἰκιστὴς, Ἄμφισσαν δ’ ὠνόμασαν διὰ τὸ περιέχεσθαι “τὸν τόπον ὄρεσιν.” Ἀμφοτερόπλουν: Δημοσθένης ἐν τῷ κατὰ Διονυσοδώρου. ὅταν τις ναυτικὸν δανείσῃ δάνειον ἐπὶ τῷ καὶ ἐνθένδε πλεῦσαί ποι κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. | |
10 | Ἁμωσγέπως: ἀντὶ τοῦ ἑνί γέ τῳ τρόπῳ Λυσίας ἐν τῷ κατ’ Ἀρι‐ σταγόρου ἐνδείξεως, εἰ γνήσιος. Ἀναβάλλει: ἀντὶ τοῦ εἰς ἀναβολὰς καθίστησι καὶ οἱονεὶ ἀνα‐ βάλλεται Δημοσθένης Φιλιππικοῖς. Ἀνάγειν: τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι Λυσίας | |
15 | ἐν τῷ πρὸς Βοίωνα, εἰ γνήσιος, καὶ Δείναρχος. | 29 |
Lex.30 | Ἀναγεῖς: Αἰσχίνης κατὰ Κτησιφῶντος. διὰ μὲν τοῦ α τοὺς ἀνάγνους· ἐὰν δὲ ἐναγεῖς, τοὺς ἐν τῷ ἄγει, τουτέστιν ἐν τῷ μιάσματι. Ἀναγινωσκόμενος: ἀντὶ τοῦ ἀναπειθόμενος Ἀντιφῶν, Ἰσαῖος, Ἡρόδοτος ἐν αʹ. | |
5 | Ἀναγκαῖον: ἀντὶ τοῦ δεσμωτήριον Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα καὶ Ξενοφῶν Ἑλληνικαῖς. Καλλισθένης δὲ ἀνώγεων εἶπεν, ὃ δεῖ μᾶλ‐ λον λέγεσθαι. Ἀναγυράσιος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστιν Ἀναγυροῦς τῆς Ἐρεχθηΐδος φυλῆς, ἔνθεν ὁ δημότης Ἀναγυράσιος. | |
10 | Ἀναδικάσασθαι: τὸ ἄνωθεν δικάσασθαι· οὕτως Ἰσαῖος. ἐντεῦ‐ θεν καὶ τὸ Ἀνάδικοι κρίσεις, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶσιν | |
οἱ μάρτυρες ψευδομαρτυριῶν. | 30 | |
Lex.31 | Ἀναθέσθαι: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας “ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν” ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῷ προτέρῳ βίῳ. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων· Πλάτων ἐν Ἱππάρχῳ ἢ φιλοκερδεῖ. | |
5 | Ἀναιρεθείς: ἀντὶ τοῦ ἀναληφθεὶς καὶ τραφεὶς παρ’ Ἰσοκράτει Φιλίππῳ. Ἀναίνεσθαι: κοινῶς μὲν τὸ ἀρνεῖσθαι, ἰδίως δὲ ἐπὶ τῶν κατὰ τοὺς γάμους καὶ τὰ ἀφροδίσια λέγεται· Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ, Πλάτων Φάωνι, Μένανδρος Σι‐ | |
10 | κυωνίῳ. Ἀνακαίασιν: Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. δῆμος φυλῆς Ἱπ‐ ποθωντίδος ἡ Ἀνάκαια. Ἀνακαλυπτήρια: δῶρα διδόμενα ταῖς νύμφαις παρά τε τοῦ | |
ἀνδρὸς καὶ τῶν οἰκείων καὶ φίλων, ὅταν τὸ πρῶτον ἀνακαλύπτωνται | 31 | |
Lex.32 | ὥστε ὁραθῆναι τοῖς ἀνδράσι. καλεῖται δὲ τὰ αὐτὰ καὶ ἐπαύλια. ταῦτα δ’ εἰσὶ τὰ παρ’ ἡμῖν θεώρετρα. Ἀνάκειον: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἱερὸν τῶν Διοσ‐ κούρων. | |
5 | Ἀνάκρισις: ἐξέτασις ὑφ’ ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν περὶ τῶν συντεινόντων εἰς τὸν ἀγῶνα. ἐξετάζουσι δὲ καὶ εἰ ὅλως εἰσάγειν χρή. πολλάκις δέ ἐστι παρὰ τοῖς ῥήτορσιν, ὥσπερ καὶ Λυσίας ἐν τῷ πρὸς Ἀριστόδημον. Ἄνακτες καὶ Ἄνασσαι: Ἰσοκράτης Εὐαγόρᾳ. ἔοικε δ’ ὁ ῥήτωρ | |
10 | ἔθους τινὸς ἐν Κύπρῳ μνημονεύειν. Ἀριστοτέλης γοῦν ἐν τῇ Κυπρίων πολιτείᾳ φησὶ “καλοῦνται δὲ υἱοὶ μὲν καὶ ἀδελφοὶ τοῦ βασιλέως | |
ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι.” | 32 | |
Lex.33 | Ἀναξαγόρας: σοφιστὴς, Ἡγησιβούλου υἱὸς Κλαζομένιος, Ἀνα‐ ξιμένους μαθητὴς Μιλησίου. νοῦς δ’ ἐπεκαλεῖτο, ἐπεὶ ὕλην τε καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν ὁ τὸν ἥλιον μύδρον εἰπὼν διάπυρον. | |
5 | Ἀναξίβιος: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. Λακεδαιμονίων δὲ ἦν στρατηγός. Ἀναποδιζόμενα: ἀντὶ τοῦ ἐξεταζόμενα, ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττόμενα Ἀντιφῶν Ἀληθείας αʹ. Ἀνασείσας: ἀπειλησάμενος· Δημοσθένης κατ’ Ἀριστογείτονος. | |
10 | Ἀνασυντάξας: ἀντὶ τοῦ ἄνωθεν συντάξας Ὑπερείδης κατὰ Πο‐ λυεύκτου. Ἀνατί: ἀντὶ τοῦ ἄνευ ἄτης, ἄνευ κακοῦ Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. Ἀναφλύστιοι: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνάφλυ‐ | |
15 | στος δῆμος τῆς Ἀντιοχίδος. ἔνιοι δὲ ὡς πόλεως τῆς Ἀναφλύστου μνημονεύουσιν. Ἀναφοράν: τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ’ ἄλ‐ | |
λους Δημοσθένης ὑπὲρ Κτησιφῶντος. | 33 | |
Lex.34 | Ἄνδηρα: Ὑπερείδης ἐν τῷ κατὰ Κόνωνος. τὰ χείλη τῶν ποτα‐ μῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ εἶναι. οἱ δὲ τὰ χώματα διὰ τὸ ἄνω καὶ καθύπερθε τῶν διερῶν εἶναι· ὧν καὶ Ὑπερ‐ είδης. | |
5 | Ἀνδοκίδου Ἑρμῆς: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου “ἔπειτα “τὸν Ἑρμῆν τὸν Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου, ἀλλ’ Αἰγηΐ‐ δος φυλῆς εἶναι ἀνάθημα.” καὶ αὐτὸς Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων ὅτι τῆς Αἰγηΐδος εἴη τὸ ἀνάθημα εἴρηκεν, ὥστε ὁ Δοῦρις αὐτοσχεδιάζει Ἀνδοκίδου αὐτὸ εἶναι λέγων. | |
10 | Ἀνδραποδοκάπηλος: ὁ νῦν λεγόμενος σωματέμπορος, παρὰ τὸ καπηλεύειν τὰ ἀνδράποδα, ὅ ἐστι πιπράσκειν· Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα. Ἀνδραποδιστής: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος “θαυμάζω “δ’ ἐγὼ εἰ τοὺς ἀνδραποδιστὰς, τῶν οἰκετῶν ἡμᾶς ἀποστεροῦντας μό‐ | |
15 | “νον, θανάτῳ ζημιοῦμεν.” | |
Ἀνδρεία: ἡ τῶν ἀνδρῶν ἡλικία· Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. | 34 | |
Lex.35 | Ἀνδροληψία: τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως· ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. Δημοσθένης κατ’ Ἀριστοκράτους. λέγει δὲ καὶ οὐδετέρως τὸ ἀνδρολήψιον ἐν τούτῳ. | |
5 | Ἄνδρων: Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπο‐ λογίᾳ. Ἄνδρωνά φησιν εἶναι Κρατερὸς ἐν εʹ τῶν Ψηφισμάτων τὸν γράψαντα τὸ ψήφισμα τὸ περὶ Ἀντιφῶντος τοῦ ῥήτορος. ἦν δὲ εἷς τῶν υʹ ὁ Ἄνδρων. Ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησεν αὐτῆι: | |
10 | Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος φησὶν, ἀσαφῶς δ’ αὐτοῦ ἔχοντος | |
καὶ ἐλλιπῶς ἄλλοι ἄλλως ἐξηγοῦνται. ἐν δὲ τοῖς Ἀττικιανοῖς διττὴ | 35 | |
Lex.36 | ἦν γραφὴ, ἡ μὲν οὕτως “ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνη‐ σεν αὐτήν” ἀντὶ τοῦ παραβᾶσα γὰρ τοῦτον τὸν νόμον διαχειροτονίαν περὶ αὐτῆς ἔδωκεν, εἰ χρὴ στεφανοῦν αὐτὴν, ἡ δ’ ἄλλη “ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησε λαβοῦσα ἐκεῖνον αὐτῇ.” | |
5 | Ἀνεμύτας: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οὗτος τὸ γένος Θηβαῖος. Ἀνεπόπτευτος: Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. ὁ μὴ ἐποπτεύ‐ σας. τί δὲ τὸ ἐποπτεῦσαι, δηλοῖ Φιλόχορος ἐν τῇ ιʹ· “τὰ ἱερὰ οὗτος “ἀδικεῖ πάντα, τά τε μυστικὰ καὶ τὰ ἐποπτικά,” καὶ πάλιν “Δη‐ | |
10 | “μητρίῳ μὲν οὖν ἴδιόν τι ἐγένετο παρὰ τοὺς ἄλλους τὸ μόνον μυηθῆ‐ “ναί τε ἅμα καὶ ἐποπτεῦσαι καὶ τοὺς χρόνους τῆς τελετῆς τοὺς “πατρίους μετακινηθῆναι.” Ἀνεσκευάσαντο: τὸ λεγόμενον ἐν τῷ βίῳ ἀναστατωθῆναι, τουτ‐ έστι τὸ ἀνασκευάσασθαι καὶ οἷον ἀπείπασθαι. | |
15 | Ἄνετον: ἀντὶ τοῦ ἱερὸν καὶ ἀνειμένον θεῷ τινὶ Ὑπερείδης Δη‐ | |
λιακῷ. | 36 | |
Lex.37 | Ἀνεχαίτισε: Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς ἀντὶ τοῦ ἀνέκο‐ ψεν ἢ ἀνέτρεψεν, ἐκ μεταφορᾶς τῶν ἵππων. Ἀνήκει: παρ’ Ἀντιφῶντι Ἀληθείας αʹ ἀντὶ ἁπλοῦ τοῦ ἥκει, ἢ οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν. | |
5 | Ἄνθεια: ὅτι μὲν ἑταίρα δῆλον· μήποτε δὲ Ἄντεια γραπτέον διὰ τοῦ τ, ἐπεὶ οὕτως εὕρομεν παρὰ Λυσίᾳ. Ἀνθεμόκριτος: Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα “τό τε βαλα‐ “νεῖον τὸ παρ’ Ἀνθεμοκρίτου ἀνδριάντα,” τουτέστι πρὸς ταῖς Θρια‐ σίαις πύλαις. οὗτος ἦν Ἀθηναίων μὲν κῆρυξ, ὑπὸ Μεγαρέων δ’ ἀπε‐ | |
10 | σφάγη ἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ταῖν θεαῖν ὀργάδα μὴ ἐπεργά‐ ζεσθαι. Ἀνθεμοῦς: πόλις Μακεδονικὴ, καὶ οἱ ἀπ’ αὐτῆς Ἀνθεμούν‐ | |
τιοι. | 37 | |
Lex.38 | Ἀνθεστηριών: ὄγδοος μὴν οὗτος παρ’ Ἀθηναίοις, ἱερὸς Διονύσου. Ἴστρος δὲ ἐν τοῖς τῆς συναγωγῆς κεκλῆσθαί φησιν αὐτὸν διὰ τὸ πλεῖστα τῶν ἐκ γῆς ἀνθεῖν τότε. Ἀνθήνη: Λυσίας ἐν τῇ πρὸς τὴν Ἀριστοδήμου γραφὴν, εἰ γνή‐ | |
5 | σιος. πόλις τῆς Λακωνικῆς. Ἀνθυπώμοσαν: ἀντὶ τοῦ ὑπεῖπον τῇ ὑπωμοσίᾳ Δημοσθένης κατ’ Ὀλυμπιοδώρου. Ἀνίδρυτος: ἀντὶ τοῦ ἀνεξίλαστος Δημοσθένης ἐν τῷ κατ’ Ἀρι‐ στογείτονος. | |
10 | Ἄνοικος: ἀντὶ τοῦ ἀοίκητος Λυκοῦργος κατὰ Λυκόφρονος. Ἀντεπιτίθησιν: ἀντὶ τοῦ ἀντεπιστέλλει Ἰσαῖος ἐν τῷ πρὸς Καλλιππίδην. Ἀντιάταις: τοῖς ἀπὸ Ἀντίου πόλεως, ἥτις ἀπέχει Ῥώμης τʹ | |
σταδίους. | 38 | |
Lex.39 | Ἀντιβληθέντος: ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. Ἀντιγενίδας: Λυσίας ἐν τῷ πρὸς Νίκαρχον τὸν αὐλητὴν, εἰ γνήσιος, υἱὸς οὗτος ἦν Διονυσίου, ἐνδοξότατος αὐλητής. | |
5 | Ἀντιγραφεύς: ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι ταῦτα· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, ὁ μὲν τῆς διοικήσεως, ὥς φησι Φιλόχορος, ὁ δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | |
10 | Ἀντιγραφή: ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις ἀντι‐ γραφὴ καλεῖται, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον κατὰ γένος ἢ δόσιν. κοινῶς δ’ ἐν ταῖς δίκαις ταῖς δημοσίαις καὶ ταῖς ἰδίαις τὰ τῶν δικαζομένων γράμ‐ ματα, ἃ ἐδίδοσαν περὶ τοῦ πράγματος, καὶ τὰ τοῦ διώκοντος καὶ τὰ | |
15 | τοῦ φεύγοντος, ἀντιγραφὴ, καὶ τὰ μαρτύρια· Δημοσθένης κατὰ Στε‐ | 39 |
Lex.40 | φάνου καὶ Ὑπερείδης. Πλάτων δὲ ἐν τῇ Σωκράτους ἀπολογίᾳ τὸ αὐτὸ καλεῖ ἀντωμοσίαν καὶ ἀντιγραφήν. Ἀντίθεσις: Ἰσοκράτης Παναθηναϊκῷ. σχῆμα λέξεώς ἐστιν ἡ ἀντίθεσις, καθ’ ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἤτοι κατὰ μέρος | |
5 | ἢ ἀθρόα. καὶ κατὰ μέρος μὲν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησι‐ φῶντος “ἐδίδασκες γράμματα, ἐγὼ δ’ ἐφοίτων” καὶ τὰ ἑξῆς. ἀθρόως δὲ πάντων πρὸς πάντα, ὡς ὁ αὐτὸς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀπὸ τοῦ “ὁ μέν γε ὑπὸ φίλου” ἕως τοῦ “βαδίζειν χορηγοῦντι.” λέ‐ γεται δὲ καὶ ἀντίθετον τὸ αὐτὸ σχῆμα, ὡς Αἰσχίνης ἐν τῇ περὶ τῆς | |
10 | πρεσβείας ἀπολογίᾳ. Ἀντίκυρα: Λυσίας ἐν τῷ πρὸς Μέδοντα. μήποτ’ ἐπώνυμόν ἐστιν. Ἀντιφάνης ἐν τῷ περὶ ἑταιρῶν φησὶν “Ἀντίκυραν δ’ ἐκάλεσαν ὅτι “συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν. οἱ δὲ ὅτι ἰατρὸς αὐτῇ Νικό‐ “στρατος κατέλιπεν ἀποθνήσκων πολὺν ἐλλέβορον.” | |
15 | Ἀντιοχίς: ὄνομα φυλῆς. Ἀντιφῶν: εἷς τῶν ιʹ ῥητόρων, Σωφίλου μὲν υἱὸς, ἀπὸ τοῦ δήμου δὲ Ῥαμνούσιος. | |
Ἀντίπατρος: Ἰολάου παῖς. | 40 | |
Lex.41 | Ἄντισσα: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. μία πόλις τῶν ἐν Λέσβῳ. Ἀντρῶνες: πόλις ἐν Θετταλίᾳ· Δημοσθένης Φιλιππικῷ. Ἀντωμοσία: γράμματά τινα γράψαντες ἀποφέρουσι πρὸς τὴν | |
5 | ἀρχὴν οἵ τε κατηγοροῦντες καὶ οἱ κατηγορούμενοι, περὶ ὧν ἂν ἡ δίκη. καλεῖται δὲ οὕτως, ἐπειδὴ ἀντώμνυον οἱ διώκοντες καὶ οἱ φεύγοντες, οἱ μὲν ἀληθῆ κατηγορήσειν, οἱ δὲ ἀληθῆ ἀπολογήσεσθαι. Ἀνωρθίαζον: Ἀνδοκίδης. ἀντὶ τοῦ ὄρθιον βοῶντες ἔλεγον. Ὅμηρος | |
10 | ἔνθα στᾶς’ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθι’ Ἀχαιοῖσιν, μέγα δὲ σθένος ἔμβαλ’ ἑκάστῳ καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. Ἀξιοῖ: ἀντὶ τοῦ νομίζει Ἀντιφῶν ὑπὲρ τῆς εἰς τὸν ἐλεύθερον παῖδα ὕβρεως καὶ Λυσίας. | |
15 | Ἀξίοχος: Αἰσχίνῃ τῷ Σωκρατικῷ διάλογος ἐγράφη Ἀξίοχος καλούμενος. | |
Ἄξονι: οἱ Σόλωνος νόμοι ἐν ξυλίνοις ἦσαν ἄξοσι γεγραμμένοι· | 41 | |
Lex.42 | Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους “ὡς ἐν τῷ ἄξονι εἴρηται.” ἦσαν δὲ, ὥς φησι Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην, τετράγωνοι τὸ σχῆμα, διασώζονται δὲ ἐν τῷ πρυτανείῳ, γεγραμμένοι κατὰ πάντα τὰ μέρη. ποιοῦσι δ’ ἐνίοτε φαντασίαν τρίγωνον, ὅταν ἐπὶ τὸ στενὸν | |
5 | κλιθῶσι τῆς γωνίας. Ἄοπτα: ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶ‐ σθαι Ἀντιφῶν Ἀληθείας αʹ. Ἄπαγε: ἀντὶ τοῦ ἀπαγωγῇ χρῶ· ἀπαγωγὴ δὲ εἶδός ἐστι δίκης· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. ὠνόμασται δὲ ἀπὸ τοῦ ἀπάγειν, | |
10 | ἀπάγεσθαι δ’ ἐπὶ τῶν κακούργων. ἀπήγοντο δὲ πρὸς τοὺς ἕνδεκα. Ἀπαγορεύειν: ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτως ἔχειν Λυσίας ἐρωτικῷ. Ἀπαθῆ: ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη Ἀντιφῶν Ἀληθείας αʹ. | |
15 | Ἀπαριθμῶν: ἀντὶ τοῦ ἀποπληρῶν ἀριθμὸν Ἰσοκράτης Φιλίππῳ. Ἀπαρτιλογία: Λυσίας ἐν τῷ πρὸς Ἀρέσανδρον καὶ Ἡρόδοτος ἀντὶ τοῦ ἀπηρτισμένος καὶ πλήρης ἀριθμός. | |
Ἀπατούρια: Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. ἑορτή ἐστι παρ’ | 42 | |
Lex.43 | Ἀθηναίοις, ἣν ἄγουσι Πυανεψιῶνι ἐφ’ ἡμέρας δʹ, ὥς φασιν οἱ τὰ περὶ ἑορτῶν γράψαντες. πόθεν δ’ ἐκλήθη ἄλλοι τε πολλοὶ εἰρήκασι καὶ Ἔφορος ἐν βʹ, ὡς διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι Ἀθηναίων πολεμούντων πρὸς Βοιωτοὺς ὑπὲρ τῆς Μελανίας χώρας | |
5 | Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον τὸν Θηβαίων μονομαχῶν ἀπατήσας ἀπέκτεινεν. Ἀπειπεῖν ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι Ἀντιφῶν ἐν τῷ | |
περὶ τοῦ Λινδίων φόρου. καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι παρὰ τῷ αὐτῷ. | 43 | |
Lex.44 | Ἀπεργασάμενος: ἀντὶ τοῦ ἀποδοὺς ἐκ τῶν ἔργων ὧν εἰργάσατο Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. Ἀπεσχοινισμένος: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος αʹ ἀντὶ τοῦ ἀποκεκλεισμένος· ὅταν γὰρ ἡ βουλὴ περισχοινίσηται, ὡς | |
5 | αὐτός φησι, τότε οἱ ἄλλοι πάντες εἰσὶν ἀπεσχοινισμένοι. Ἀπηλοημένος: ὁ ἀπὸ τῆς ἅλω συγκεκομισμένος μετὰ τὸ ἀλοη‐ θῆναι, ὅ ἐστι πατηθῆναι· Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. Ἀπήχεια: ἀντὶ τοῦ ἀπέχθεια Λυσίας πρὸς Μέδοντα καὶ Δείναρ‐ χος κατὰ Κηφισοκλέους. | |
10 | Ἀπίλλειν: Λυσίας ἐν τῇ κατὰ Θεομνήστου, εἰ γνήσιος, “ἀπο‐ “κλείειν νομίζεται.” Ἀπιστεῖν: ἀντὶ τοῦ ἀπειθεῖν Ἀντιφῶν κατὰ Λαισποδίου, Ἰσο‐ κράτης ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Φίλιππον. λέγουσι δὲ καὶ Ἀπιστίαν | |
τὴν ἀπείθειαν, ὡς Δημοσθένης ἐν θʹ Φιλιππικῶν καὶ ἄλλοι πολλοί. | 44 | |
Lex.45 | Ἁπλᾶς: Δημοσθένης κατὰ Κόνωνος. Καλλίστρατός φησι τὰ μονόπελμα τῶν ὑποδημάτων οὕτω καλεῖσθαι. Στράττις Λημνομέδᾳ “ὑποδήματα σαυτῷ πρίασθαι τῶν ἁπλῶν.” Ἀποβάτης καὶ Ἀποβαίνειν καὶ Ἀποβατικοὶ τροχοί: Δεί‐ | |
5 | ναρχος κατὰ Φορμισίου καὶ ἐν τῇ πρὸς Ἀντιφάνην ἀπολογίᾳ, Λυ‐ κοῦργός τε ἐν τῇ πρὸς Δημάδην ἀπολογίᾳ. ὁ ἀποβάτης ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, καὶ ἀποβα‐ τικοὶ τροχοὶ οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. τὰ δ’ ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος ἐν τῷ κʹ τῶν Νόμων. χρῶνται δὲ, φησὶ, τούτῳ | |
10 | μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ Βοιωτοί. Ἀπογραφή: ὅταν τις λέγῃ τινὰ ἔχειν τι τῶν τῆς πόλεως, ἀπο‐ γραφὴν ποιεῖται ὁ ἐναγόμενος, δηλῶν πόθεν ἔχει τὰ χρήματα καὶ πόσα ταῦτα εἴη. μήποτε δὲ καὶ εἶδός τι δίκης ἐστὶν ἡ ἀπογραφή· εἰ γὰρ ἀρνοῖτό τις μὴ ἔχειν, ἀπογραφῆς ἐκρίνετο ὡς οὐκ ὀρθῶς γεγενη‐ | |
15 | μένης τῆς ἀπογραφῆς· Δημοσθένης κατ’ Ἀνδροτίωνος. τί δὲ ἦν τὸ | 45 |
Lex.46 | κινδύνευμα τῷ τὴν ἀπογραφὴν ποιουμένῳ, ἐν τῷ Δημοσθένους πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων, εἰ γνήσιος, δῆλον γίνεται. Ἀποδέκται: ἀρχή τίς ἐστι παρ’ Ἀθηναίοις οἱ ἀποδέκται, ἧς | |
5 | πολλάκις μνημονεύουσιν οἱ ῥήτορος καὶ οἱ κωμικοί. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ δεδήλωκεν ὡς δέκα τε εἴησαν, καὶ ὡς παρα‐ λαβόντες τὰ γραμματεῖα ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα τῆς βουλῆς ἐναντίον ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόασι τὰ γραμματεῖα τῷ δημοσίῳ· καὶ ἁπλῶς ἃ πράττουσι διασαφεῖ. ὅτι δὲ | |
10 | ἀντὶ τῶν κωλακρετῶν οἱ ἀποδέκται ὑπὸ Κλεισθένους ἀπεδείχθησαν, Ἀνδροτίων βʹ. Ἀποδιδόμενοι: Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ἀντὶ τοῦ ἀποδιδόντες. ἑξῆς δέ φησιν “ἀποδιδόμεθα” ἤτοι ἀντὶ τοῦ ἀποδίδομεν ἢ ἀντὶ τοῦ πιπράσκομεν. | |
15 | Ἀποικία: ἰδίως τὰ γράμματα καθ’ ἃ ἀποικοῦσί τινες οὕτως ὠνόμασαν· Ὑπερείδης Δηλιακῷ. Ἀποικοδομεῖς: ἀντὶ τοῦ ἀποφράττεις ἀπολαβών τινα οἰκοδο‐ μήματι Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα. Ἀποκηρύττοντες: ἀντὶ τοῦ πιπράσκοντες Δημοσθένης κατ’ | |
20 | Ἀριστοκράτους. Πλάτων Πρέσβεσι “σκευάρια δὴ κλέψας ἀπεκήρυξ’ “ἐκφέρων,” ἐπώλησεν. Ἀπόκρισις: ἡ ἀπολογία· Λυσίας. καὶ Δημοσθένης κατ’ Αἰσχί‐ | |
νου “ἀπόκριναι γὰρ δεῦρο παρελθών μοι.” Εὔπολις Πόλεσιν | 46 | |
Lex.47 | ὡς ὑμῖν πάντως ἐγὼ ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα. Ἀπολαχεῖν: ἀντὶ ἁπλοῦ τοῦ λαχεῖν Ἀντιφῶν ἐν τῷ κατὰ Φι‐ λίνου, Λυσίας κατὰ Ποσειδίππου. Ἀριστοφάνης Ταγηνισταῖς | |
5 | οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ ἀπελάγχανεν. Ἀπολελοιπότες: ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. Ἰσοκράτης Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. Ἀπόληξις: εἷς τῶν ιʹ συγγραφέων, ὃν Πλάτων κωμῳδεῖ ἐν Σο‐ | |
10 | φισταῖς. | 47 |
Lex.48 | Ἀπομάττων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ἁπλοϊκώτερον ἀκούουσιν ἀντὶ τοῦ ἀποψῶν καὶ ἀπολυμαινόμενος, ἄλλοι δὲ περιεργότερον, οἷον περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις, ὡς λέγομεν ἀπομάττεσθαι τὸν ἀνδριάντα πηλῷ· ἤλειφον | |
5 | γὰρ τῷ πηλῷ καὶ τῷ πιτύρῳ τοὺς μυουμένους, ἐκμιμούμενοι τὰ μυ‐ θολογούμενα παρ’ ἐνίοις, ὡς ἄρα οἱ Τιτᾶνες τὸν Διόνυσον ἐλυμήναντο γύψῳ καταπλασάμενοι ἐπὶ τῷ μὴ γνώριμοι γενέσθαι. τοῦτο μὲν οὖν τὸ ἔθος ἐκλιπεῖν, πηλῷ δὲ ὕστερον καταπλάττεσθαι νομίμου χάριν. Σοφοκλῆς ἐν Αἰχμαλωτίσι | |
10 | στρατοῦ καθαρτὴς κἀπομαγμάτων ἴδρις, καὶ πάλιν δεινότατος ἀπομάκτης τε μεγάλων συμφορῶν. Ἀπόλλων πατρῶιος ὁ Πύθιος: προσηγορία τίς ἐστι τοῦ θεοῦ πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν | |
15 | Ἀθηναῖοι ἀπὸ Ἴωνος· τούτου γὰρ οἰκίσαντος τὴν Ἀττικὴν, ὡς Ἀρι‐ στοτέλης φησὶ, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι καὶ Ἀπόλλωνα πα‐ | |
τρῷον αὐτοῖς ὀνομασθῆναι. | 48 | |
Lex.49 | Ἀπόμισθοι: οἱ μισθὸν μὴ λαμβάνοντες· Δημοσθένης Φιλιππι‐ κοῖς καὶ ἐν τῷ κατ’ Ἀριστοκράτους. Ἀπὸ μισθωμάτων: Δίδυμός φησιν ὁ γραμματικὸς ἀντὶ τοῦ ἐκ τῶν τεμενικῶν προσόδων. ἑκάστῳ γὰρ θεῷ πλέθρα γῆς ἀπένεμον, ἐξ | |
5 | ὧν μισθουμένων αἱ εἰς τὰς θυσίας ἐγίνοντο δαπάναι· οὐ γὰρ κατ’ εὐσέβειαν ἔθυον τὰ ἱερεῖα, ἀλλὰ μισθούμενοι. Ἀπονομή: ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγιγνομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως, ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτὰς, ἵν’ ἕκαστος λάβῃ τι μέρος· Δείναρχος ἐν τῷ πρὸς τοὺς | |
10 | Λυκούργου παῖδας πολλάκις. Ἀποπεφασμένον: ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτω Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης κατὰ Νεαίρας “ἀπο‐ “πεφασμένως πωλοῦνται” ἀντὶ τοῦ φανερῶς. Ἀποπομπάς: Ἰσοκράτης Φιλίππῳ. ἀποπομπαῖοί τινες ἐκα‐ | |
15 | λοῦντο θεοὶ, περὶ ὧν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ θεῶν διείλεκται. | 49 |
Lex.50 | Ἀπορρέξαντες: ἀπομερίσαντες, ἀπόμοιράν τινα δόντες· Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ· ἔστι δὲ κἀν τῇ κωμῳδίᾳ. Ἀπόρρητα: τὰ ἀπειρημένα ἐν τοῖς νόμοις· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. τίνα δὲ ἦν ἅπερ ἀπείρηται λέγειν εἰς ἀλλήλους | |
5 | δεδήλωκε Λυσίας ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος ὁ λόγος. Ἀπορώτατος: ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν Ἰσαῖος ἐν τῷ ὑπὲρ τῆς Μνησαίου θυγατρός. Ἀποσάξαντα: Δείναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα καὶ ἀπο‐ πληρώσαντα. [Ἡρόδοτος ἐν ϛʹ.] | |
10 | Ἀποστασίου: δίκη τίς ἐστι κατὰ τῶν ἀπελευθερωθέντων δεδο‐ μένη τοῖς ἀπελευθερώσασιν, ἐὰν ἀφιστῶνταί τε ἀπ’ αὐτῶν ἢ ἕτερον ἐπιγράφωνται προστάτην, καὶ ἃ κελεύουσιν οἱ νόμοι μὴ ποιῶσιν. καὶ τοὺς μὲν ἁλόντας δεῖ δούλους εἶναι, τοὺς δὲ νικήσαντας τελέως ἤδη ἐλευθέρους. πολλάκις δ’ ἐστὶ παρὰ τοῖς ῥήτορσι, παρὰ τῷ Λυσίᾳ | |
15 | ἐν τῷ πρὸς Ἀριστόδημον καὶ Ὑπερείδῃ ἐν τῷ κατὰ Δημητρίας ἀπο‐ | |
στασίου. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ περὶ τοῦ πολεμάρχου | 50 | |
Lex.51 | γράφει ταυτί· “οὗτος δὲ εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ “ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων.” Ἀποστησάμενον: ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα Δημο‐ σθένης ἐν τῷ πρὸς Τιμόθεον. | |
5 | Ἀποστολεῖς: οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν τριήρων ἀποδεδειγμένοι· Δημοσθένης ὑπὲρ Κτησιφῶντος καὶ Φιλόχορος ἐν ζʹ. Ἀπόστολοι δ’ εἰσὶν αἱ τῶν νεῶν ἐκπομπαί· ὁ αὐτὸς ῥήτωρ ἐν αʹ Φιλιππικῶν. Ἀποστροφήν: ἀντὶ τοῦ καταφυγὴν Δημοσθένης Φιλιππικοῖς. Ἀπόταξις: τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντε‐ | |
10 | ταγμένους εἰς τὸ ὑποτελεῖν τὸν ὡρισμένον φόρον· Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. Ἀποτιμηταί καὶ Ἀποτίμημα καὶ Ἀποτιμᾶν καὶ τὰ ἀπ’ αὐ‐ τῶν. οἱ μισθούμενοι τοὺς τῶν ὀρφανῶν οἴκους παρὰ τοῦ ἄρχοντος ἐνέχυρα τῆς μισθώσεως παρείχοντο· ἔδει δὲ τὸν ἄρχοντα ἐπιπέμπειν | |
15 | τινὰς ἀποτιμησομένους τὰ ἐνέχυρα. τὰ μὲν οὖν ἐνέχυρα τὰ ἀποτι‐ μώμενα ἐλέγοντο ἀποτιμήματα, οἱ δὲ πεμπόμενοι ἐπὶ τῷ ἀποτιμή‐ | |
σασθαι ἀποτιμηταὶ, τὸ δὲ πρᾶγμα ἀποτιμᾶν. εἰώθεσαν δὲ καὶ οἱ | 51 | |
Lex.52 | τότε, εἰ γυναικὶ γαμουμένῃ προῖκα διδοῖεν οἱ προσήκοντες, αἰτεῖν παρὰ τοῦ ἀνδρὸς ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἄξιον, οἷον οἰκίαν ἢ χωρίον. ἐλέγετο δὲ ὁ μὲν δοὺς τὸ ἀποτίμημα ἐνεργητικῶς ἀποτιμᾶν, ὁ δὲ λαβὼν ἀποτιμᾶσθαι. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ὀφλη‐ | |
5 | μάτων· Δημοσθένης ἐν τῷ κατ’ Ὀνήτορος βʹ καὶ Λυσίας ἐν τῷ πρὸς Διογένην ὑπὲρ μισθώσεως οἴκου, εἰ γνήσιος. Ἀπόταφος: ἀντὶ τοῦ ἀπεστερημένος τῶν προγονικῶν τάφων Δεί‐ ναρχος ἐν τῇ κατ’ Ἀγασικλέους εἰσαγγελίᾳ. Ἀποτειχίσαι: τὸ ἀπολαβεῖν τείχει καὶ ἀποκλεῖσαι τῆς ἐξόδου, | |
10 | Ἀποτετειχισμένος δὲ ὁ ἀπειλημμένος καὶ ἀποκεκλεισμένος τῷ τείχει· Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ Θουκυδίδης. Ἄπο τοῦ πράγματος: ἀντὶ τοῦ ἄπωθεν Δημοσθένης κατ’ Ἀν‐ δροτίωνος. | |
15 | Ἀπόφασις: τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος ὁπόσην οὐσίαν ἔχει, ὅπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται· Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον πολλάκις. ἅπαξ μόνον Ἀπογραφὴν τὸ αὐτὸ | |
τοῦτο κέκληκεν. | 52 | |
Lex.53 | Ἀποφοράν: ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι μεταξὺ Ἰσαῖος ἐν τῷ πρὸς ὀργεῶνας, ἐν ᾧ φησὶν οὕτως “εἴπερ γοῦν ὥριζον “ταῖς ἀποφοραῖς ταύταις τῶν ποδῶν ἀλλότριον εἶναι τὸ χωρίον.” Ἀποψηφίζονται: ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολί‐ | |
5 | την Δείναρχος ἐν τῷ κατ’ Ἀρχεστράτου. καὶ Ἀποψήφισιν δὲ τὸ πρᾶγμα λέγει Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἀπροβούλευτον: τὸ μὴ πρότερον εἰς τὴν βουλὴν, ἀλλ’ εὐθὺς εἰς τὸν δῆμον εἰσφερόμενον ψήφισμα. ἐν τῷ κατ’ Ἀνδροτίωνος νόμος πα‐ ράκειται ταῦτα δηλῶν. | |
10 | Ἀπρόσκλητον: τὴν οὐ προσκεκλημένην Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους βʹ. Ἀπροστασίου: εἶδος δίκης κατὰ τῶν προστάτην μὴ νεμόντων μετοίκων· ᾑρεῖτο γὰρ ἕκαστος ἑαυτῷ τῶν πολιτῶν τινὰ προστησόμε‐ νον περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν. Ὑπερείδης ἐν τῷ κατ’ | |
15 | Ἀρισταγόρας ἀπροστασίου βʹ. | |
Ἀπρότων: Δείναρχος ἐν τῷ κατὰ Πυθέου “ἐμπεπηδηκότων τῶν | 53 | |
Lex.54 | “ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον.” μήποτε γραφικὸν ἁμάρ‐ τημα, καὶ δεῖ γράφειν “ὥσπερ λῃστῶν.” ἐν τισὶ δὲ γέγραπται “ὥσπερ παρνόπων·” εἰσὶ δ’ οἱ πάρνοπες εἶδος ἀκρίδος. Ἀραφήνιος: Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. | |
5 | δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος. | |
Ἀργᾶς: Αἰσχίνης περὶ τῆς ἀποδόσεως. πιθανώτερόν ἐστι λέγειν | 54 | |
Lex.55 | ὅτι Δωριεῖς, μάλιστα δ’ Ἀργεῖοι, τὸν ὄφιν ἀργᾶν ἐκάλουν, ὡς Ἀχαιὸς ἐν Ἀδράστῳ. Τιμαχίδας δὲ ὁ Ῥόδιος οὐ κατὰ γλῶτταν καλεῖσθαι τὸν ὄφιν ἀργᾶν φησὶν, ἀλλὰ γένος τι εἶναι ὄφεως τοὺς ἀργᾶς· λέγε‐ σθαι οὖν εἰκὸς τὸν Δημοσθένην, ἐπιτροπῆς τοῖς ἐπιτρόποις δίκας | |
5 | λαγχάνοντα, ὄφιν διὰ τὸ θηριῶδες. καὶ αὐτὸς τοὺς τοιούτους ὄφεσιν εἰκάζει ἐν τῷ κατ’ Ἀριστογείτονος. ἐν μέντοι τοῖς Ἀττικιανοῖς ἐγέ‐ γραπτο “ἅρπαξ.” ἔνιοι δὲ τοῦ δράκοντος εἶναί φασι τὸ ἀργᾶν ἐπί‐ θετον. Ἄργουρα: Δημοσθένης κατὰ Μειδίου. ἔστι δὲ πόλις τῆς Εὐ‐ | |
10 | βοίας ἐν τῇ Χαλκιδικῇ κειμένη, ὡς Ἀριστοτέλης ὁ Χαλκιδεὺς ἐν τῷ περὶ Εὐβοίας. | |
Ἀργυριοθήκη: Δείναρχος ἐν τῷ κατὰ Προξένου βλάβης. διτ‐ | 55 | |
Lex.56 | τὰ ἦν γραμματείδια οἷς ἐχρῶντο Ἀθηναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον τι ἐν αὐτοῖς, τὰ δὲ ὥστε καὶ ἀργυρίδιον κατατίθεσθαι, ἅπερ καὶ κιβώτια ἐκάλουν, τὰ δ’ ἄλλα καὶ δίθυρα. Ἀργυρῖτις γῆ καὶ χρυσῖτις: ἡ ἐργαζομένη χρυσὸν καὶ ἄργυρον. | |
5 | Ἀργυροκοπεῖον: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅπου κόπτε‐ ται τὸ νόμισμα· ὃ νῦν σημαντήριόν τινες καλοῦσιν. Ἀργινοῦσαι: νῆσοι κείμεναι ἔναντι τῆς Λέσβου, ἀπὸ Ἀργίνου τινός. Ἀργυρόπους δίφρος: ὁ Ξέρξου, ὃς αἰχμάλωτος ἐπεκαλεῖτο, ἐφ’ | |
10 | οὗ καθεζόμενος ἐθεώρει τὴν ναυμαχίαν. ἀνέκειτο δὲ εἰς τὸν παρθε‐ νῶνα τῆς Ἀθηνᾶς. Ἀργαῖος: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. περὶ τούτου καὶ Θεόπομπος ἐν τῷ αʹ τῶν Φιλιππικῶν λέγει “τὸν Ἀρχέλαον κα‐ “λοῦσι καὶ Ἀργαῖον καὶ Παυσανίαν.” | |
15 | Ἀριοβαρζάνης: σατράπης Φρυγίας ἀποδειχθεὶς οὗτος παρὰ | 56 |
Lex.57 | Ἀρταξέρξου ἀπέστη, ὃς καὶ ἀποστείλας λαὸν τοὺς πολεμήσοντας αὐτῷ καὶ χειρωσάμενος ἐσταύρωσεν. Ἀρδηττός: Λυσίας ἐν τῷ πρὸς Ἐλπίνην. τόπος Ἀθήνησιν ὑπὲρ τὸ στάδιον τὸ Παναθηναϊκὸν, πρὸς τῷ δήμῳ τῷ ὑπένερθεν Ἀγρυλέων. | |
5 | ἐν τούτῳ, φασὶ, δημοσίᾳ πάντες ὤμνυον Ἀθηναῖοι τὸν ὅρκον τὸν ἡλι‐ αστικόν. ὠνομάσθη δὲ ἀπὸ Ἀρδήττου ἥρωος ἀρχαίου, ὃς Ἀθηναίους πρῶτος ἐξώρκισεν. Θεόφραστος δ’ ἐν τοῖς περὶ νόμων δηλοῖ ὡς κατε‐ λέλυτο τὸ ἔθος τοῦτο. Ἀρετή: ἀντὶ τοῦ εὐδοξία Ἀνδοκίδης καὶ Θουκυδίδης ἐν αʹ. | |
10 | Ἄρθμιος: ὄνομα κύριον, δοῦλός τινος βασιλέως. Ἀριστεύς: ὄνομα καὶ τοῦτο κύριον. Ἀρίστυλλα: Ἀριστογείτονος ἦν ἀδελφή. | |
Ἀριστίων: Ὑπερείδης κατὰ Δημοσθένους. οὗτος Σάμιος μέν | 57 | |
Lex.58 | ἐστιν ἢ Πλαταιεὺς, ὡς Δίυλλός φησιν, ἐκ μειρακυλλίου δ’ ἑταῖρος Δημοσθένους, ἐπέμφθη δ’ ὑπ’ αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλλα‐ γῶν, ὥς φησι Μαρσύας ἐν εʹ τῶν περὶ Ἀλέξανδρον. Ἀρκτεῦσαι: Λυσίας ἐν τῷ ὑπὲρ Φρυνίχου θυγατρὸς, εἰ γνήσιος, | |
5 | τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι τῇ Μουνυχίᾳ ἢ τῇ Βραυρωνίᾳ. τὰ δὲ συντείνοντα εἰς τὸ προκείμενον εἴρηται παρά τε ἄλλοις καὶ Κρατερῷ ἐν τοῖς Ψηφίσμασιν. ὅτι δὲ αἱ ἀρκτευόμεναι παρθένοι ἄρκτοι καλοῦνται, Εὐριπίδης Ὑψιπύλῃ, Ἀριστοφάνης Λημ‐ νίαις καὶ Λυσιστράτῃ. | |
10 | Ἀρκτοῦρος καὶ Ἀρκτοφύλαξ: ὁ Βοώτης ὀνομαζόμενος· Λυσίας ἐν τῷ κατὰ Φιλίππου ἐπιτροπῆς. ἰδίως δὲ ὁ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀστήρ· Ἄρατος καὶ Ἡσίοδος Ἔργοις δηλοῦσιν. Ἀρκυωρός: Λυκοῦργος ἐν τῇ κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἄρκυς δὲ πάντα τὰ κυνη‐ | |
15 | γετικὰ λίνα· Ξενοφῶν Κυνηγετικῷ, Κρατῖνος Θρᾴτταις. Ἁρμοσταί: οἱ ὑπὸ Λακεδαιμονίων εἰς τὰς ὑπηκόους πόλεις ἄρ‐ χοντες ἐκπεμπόμενοι, ὡς Ἐρατοσθένης ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν | |
φησί· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. | 58 | |
Lex.59 | Ἀρρηφορεῖν: Δείναρχος κατὰ Πυθέου. τέσσαρες μὲν ἐχει‐ ροτονοῦντο δι’ εὐγένειαν ἀρρηφόροι, δύο δὲ ἐκρίνοντο, αἳ τῆς ὑφῆς τοῦ πέπλου ἦρχον καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν. λευ‐ κὴν δ’ ἐσθῆτα ἐφόρουν. εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα | |
5 | ἐγίνετο. Ἀρτεμισία: Δημοσθένης περὶ τῆς Ῥοδίων ἐλευθερίας. δύο γε‐ γόνασιν αὗται, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, ἡ μὲν πρώτη κατὰ τὰ Περσικὰ, θυγάτηρ δ’ ἦν Λυγδάμιδος, ἧς καὶ Ἡρόδο‐ τος μνημονεύει. ἡ δὲ νεωτέρα, ἧς ὁ Δημοσθένης, θυγάτηρ μὲν ἦν | |
10 | Ἑκατόμνω, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου, ἥν φησι Θεόπομπος φθινάδι νόσῳ ληφθεῖσαν διὰ τὴν λύπην τὴν ἐπὶ τοῦ ἀνδρὸς καὶ ἀδελ‐ φοῦ Μαυσώλου ἀποθανεῖν. Ἀρτεμίσιον: ἰδίως τὸ τῆς Ἀρτέμιδος ἄγαλμα· Ὑπερείδης Δη‐ λιακῷ. λέγεται δὲ καὶ ἀκρωτήριόν τι τῆς Εὐβοίας, ὡς Δημοσθένης | |
15 | ὑπὲρ Κτησιφῶντος. | 59 |
Lex.60 | Ἀρύββας: Ἀλκέτου μὲν υἱὸς, Μολοττῶν δὲ βασιλεύς· Δημοσθέ‐ νης Φιλιππικοῖς. Ἀρχαιρεσιάζειν: τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. | |
5 | Ἀρχαίως: Ἰσοκράτης Πανηγυρικῷ “τά τε παλαιὰ καινῶς διελ‐ “θεῖν καὶ περὶ τῶν νεωστὶ γενομένων ἀρχαίως εἰπεῖν.” ἔνιοι μέν φασι σημαίνειν ἀρχαιοτρόπως, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆ‐ σθαι. Ἔφορος ἐν τῇ αʹ τῶν ἱστοριῶν τρόπον τινὰ ἐξηγήσατο. φησὶ περὶ τῶν ἀρχαίων πραγμάτων τοὺς νεωτέρους διεξέρχεσθαι. “περὶ | |
10 | “μὲν γὰρ τῶν καθ’ ἡμᾶς γεγενημένων” φησὶ “τοὺς ἀκριβέστατα “λέγοντας πιστοτάτους ἡγούμεθα, περὶ δὲ τῶν παλαιῶν τοὺς οὕτω “διεξιόντας ἀπιθανωτάτους εἶναι νομίζομεν, ὑπολαμβάνοντες οὔτε τὰς “πράξεις ἁπάσας οὔτε τῶν λόγων τοὺς πλείστους εἰκὸς εἶναι μνη‐ “μονεύεσθαι διὰ τοσούτων.” Δημοσθένης δ’ ἐν Φιλιππικοῖς φησὶν | |
15 | “οὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς” ἀντὶ τοῦ ἁπλῶς. | |
Ἀρχὴ ἄνδρα δείκνυσι: Δημοσθένης προοιμίοις δημηγορικοῖς. | 60 | |
Lex.61 | Σοφοκλῆς μὲν οὖν ἐν ταῖς ἐλεγείαις Σόλωνός φησιν αὐτὸ εἶναι ἀπό‐ φθεγμα, Θεόφραστος δ’ ἐν τῷ παροιμιῶν καὶ Ἀριστοτέλης Βίαντος. Ἀρχὴν ἰᾶσθαι πολὺ λώϊον ἠὲ τελευτήν: ἄλλη παροιμία. δηλοῖ δὲ ὡς ἀρχόμενα τὰ δεινὰ δεῖ μᾶλλον πειρᾶσθαι κωλύειν ἢ | |
5 | ἀκμάσαντα καὶ τελειωθέντα. Ἀρχιδάμειος πόλεμος: Λυσίας ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Δείναρχος κατὰ Πυθέου ξενίας. τὰ πρῶτα δέκα ἔτη τοῦ Πελοπον‐ νησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν, καθὰ Θουκυδίδης καὶ | |
10 | Ἔφορος καὶ Ἀναξιμένης φασίν. Ἀσήμαντα: τὰ ὑφ’ ἡμῶν λεγόμενα ἀσφράγιστα· σημεῖα γὰρ ἔλεγον τὰς σφραγῖδας· Ὑπερείδης ἐν τῷ κατ’ Ἀντίου. Ἀσπασία: Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν, οὗ διά‐ | |
λογος ἐπιγραφόμενος Ἀσπασία. μνημονεύουσι δ’ αὐτῆς πολλάκις | 61 | |
Lex.62 | καὶ οἱ ἄλλοι Σωκρατικοὶ, καὶ Πλάτων ἐν τῷ Μενεξένῳ τὸν Σωκράτην παρ’ αὐτῆς φησὶ μαθεῖν τὰ πολιτικά. ἦν δὲ τὸ μὲν γένος Μιλησία, δεινὴ δὲ περὶ λόγους· Περικλέους δέ φασιν αὐτὴν διδάσκαλόν τε ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε | |
5 | Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ, ὡς ἔστι μαθεῖν παρά τε Δούρι‐ δος τοῦ Σαμίου καὶ Θεοφράστου ἐκ τοῦ δʹ τῶν Πολιτικῶν καὶ ἐκ τῶν Ἀριστοφάνους Ἀχαρνέων. δοκεῖ δὲ καὶ ἐξ αὐτῆς ἐσχηκέναι ὁ Περι‐ κλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον, ὡς ἐμφαίνει καὶ Εὔπο‐ λις ἐν τοῖς Δήμοις. Λυσικλεῖ δὲ τῷ δημαγωγῷ συνοικήσασα Πορί‐ | |
10 | στην ἔσχεν, ὡς ὁ Σωκρατικὸς Αἰσχίνης φησίν. Ἀσταθμητότατον: περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι τί ποτε διανοεῖται ἢ τί πράξει· Δημοσθένης ἐν τῷ παραπρεσβείας. Ἄστικτον χωρίον: τὸ μὴ ὑποκείμενον δανειστῇ· ὅταν γὰρ ὑπο‐ | |
15 | κέηται, εἴωθεν ὁ δανείσας αὐτὸ τοῦτο δηλοῦν διὰ γραμμάτων ἐπόντων τῷ χωρίῳ. τὸ δ’ αὐτὸ καὶ ἐπ’ οἰκίας γίνεται· Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικόν. | |
Ἀστράβη: ἡ ἡμίονος· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. μή‐ | 62 | |
Lex.63 | ποτε δὲ καὶ πᾶν ὑποζύγιον, ἐφ’ οὗ ἄνθρωποι ὀχοῦνται, οὕτως ἐκαλεῖτο. Ἀστυνόμος: Δημοσθένης κατὰ Τιμοκράτους. δέκα φησὶν εἶναι τοὺς ἀστυνόμους Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, πέντε μὲν ἐν | |
5 | Πειραιεῖ, πέντε δ’ ἐν ἄστει. τούτοις δέ φησι μέλειν περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ τῶν κοπρολόγων καὶ τῶν τοιούτων. Ἀσυνθετώτατον: Δημοσθένης ἐν τῷ παραπρεσβείας ἐπ’ ὄχλου ἔταξε τοὔνομα, ἤτοι ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πί‐ στεις οὐ τιθέμενον διὰ τὸ ἀβέβαιον, ἢ ἀνομόλογον καὶ ἀσύμφωνον· | |
10 | ὁμολογίαι γὰρ αἱ συνθῆκαι. ἢ ἀντὶ τοῦ ἀσυνετώτατον, ὅπερ ἐστὶν ἀνοητότατον. ἢ ἀντὶ τοῦ ὃν μάλιστα οὐκ ἂν δύναιτό τις συνιέναι τί ποτε φρονεῖ· Ὅμηρος σὺ δὲ σύνθεο καί μευ ἄκουσον. Ἀταρνεύς: πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον· Ἰσοκρά‐ | |
15 | της Πανηγυρικῷ, Ἡρόδοτος ἐν ϛʹ. Ἀτεχνῶς: περισπωμένως μὲν ἀντὶ τοῦ σαφῶς ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς, παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς καὶ ἄνευ | |
τέχνης. | 63 | |
Lex.64 | Ἀτίμητος ἀγὼν καὶ τιμητός: ὁ μὲν τιμητὸς ἐφ’ ᾧ τίμημα ὡρισμένον ἐκ τῶν νόμων οὐ κεῖται, ἀλλὰ τοὺς δικαστὰς ἔδει τιμᾶ‐ σθαι ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι· ὁ δὲ ἀτίμητος τοὐναντίον ᾧ πρόσ‐ εστιν ἐκ τῶν νόμων ὡρισμένον τίμημα, ὡς μηδὲν δεῖν τοὺς δικαστὰς | |
5 | διατιμῆσαι. Αἰσχίνης κατὰ Κτησιφῶντος, Δημοσθένης κατὰ Μει‐ δίου. Ἄτιμος: τοῦτο ἰδίως ἔταξε Δημοσθένης Φιλιππικοῖς, ἤγουν ὃν ἄν τις ἀποκτείνας οὐχ ὑποκέηται ἐπιτιμίῳ. φησὶ γὰρ περὶ Ἀρθμίου λέγων ὅτι ἐψηφίσαντο Ἀθηναῖοι ἐχθρὸν εἶναι καὶ πολέμιον τοῦ δήμου | |
10 | τῶν Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος, καὶ ἄτιμον εἶναι· εἶτ’ ἐπιφέρει ὥσπερ ἐξηγούμενος “τοῦτο δ’ ἐστὶν οὐχ ἣν οὕτω τις ἂν “φήσειεν ἀτιμίαν· τί γὰρ τῷ Ζελείτῃ τῶν Ἀθηναίων κοινῶν εἰ μὴ “μεθέξειν ἔμελλεν; ἀλλ’ ἐν τοῖς φονικοῖς γέγραπται νόμοις, ὑπὲρ “ὧν ἂν μὴ διδῷ δίκην φόνου δικάσασθαι, καὶ ἄτιμος, φησὶ, τεθνάτω. | |
15 | “τοῦτο δὴ λέγει καθαρὸν τὸν τούτων τινὰ ἀποκτείναντα εἶναι.” | |
Ἄττα: ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λιν‐ | 64 | |
Lex.65 | δίων φόρου, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποιά τινα Δημοσθένης Φιλιππικοῖς. ἐνιαχοῦ δὲ παρέλκει τὸ ἄττα. [πυθοῦ χελιδὼν πηνίκ’ ἄττα φαίνεται.] Ἄττης: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὁ Ἄττης παρὰ Φρυξὶ | |
5 | μάλιστα τιμᾶται ὡς πρόσπολος τῆς μητρὸς τῶν θεῶν. τὰ δὲ περὶ αὐτὸν δεδήλωκε Νεάνθης· μυστικὸς δὲ ὁ λόγος. | |
Ἀττικοῖς γράμμασιν: Δημοσθένης κατὰ Νεαίρας ἀντὶ τοῦ πα‐ | 65 | |
Lex.66 | λαιοῖς· τὴν γὰρ τῶν κδʹ στοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν εὑρεθῆναι. Θεόπομπος δ’ ἐν τῇ κεʹ τῶν Φιλιππικῶν ἐσκευωρῆ‐ σθαι λέγει τὰς πρὸς τὸν βάρβαρον συνθήκας, ἃς οὐ τοῖς Ἀττικοῖς γράμμασιν ἐστηλιτεῦσθαι, ἀλλὰ τοῖς τῶν Ἰώνων. | |
5 | Αὐθέντης: Λυσίας ἐν τῷ ὑπὲρ τοῦ Ἐρατοσθένους. ἐν τῷ πρὸς Ἰσόδημον ἰδίως ἔταξεν ἐπὶ τῶν λʹ, οἳ δι’ ἑτέρων εἰργάζοντο τοὺς φό‐ νους· ὁ γὰρ αὐθέντης ἀεὶ τὸν αὐτόχειρα δηλοῖ. Αὔλειος: ἡ ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰκίας, ὡς δηλοῖ Μέ‐ νανδρος. | |
10 | Αὔλια: Λυσίας ἐν τῇ κατὰ Διοδότου καὶ Αἰσχίνης κατὰ Κτησι‐ φῶντος ἤτοι ἀντὶ τοῦ ἐπαύλεις, ἢ ἀντὶ τοῦ μικρὰς αὐλάς. | |
Αὐλιζόμενοι: ἀντὶ τοῦ κοιμώμενοι Ἀντιφῶν περὶ ὁμονοίας. | 66 | |
Lex.67 | Αὐτοδικεῖν: ἀντὶ τοῦ ἑαυτοῖς τὰ δίκαια ὁρίζειν Δείναρχος ἐν τῷ κατὰ Κλεομέδοντος. Αὐτοκλείδης: Αἰσχίνης κατὰ Τιμάρχου “Κηδωνίδην καὶ Αὐ‐ “τοκλείδην καὶ Θέρσανδρον.” οὗτοι παιδερασταὶ σφοδροὶ, ὡς καὶ | |
5 | Ἀριστογείτων κατὰ Τιμάρχου. Αὖ: Δημοσθένης ἀντὶ τοῦ πάλιν ἐν τῷ κατ’ Ἀφόβου αʹ. Αὐτολήκυθοι: Δημοσθένης κατὰ Κόνωνος. ἤτοι ἀντὶ τοῦ εὐζώ‐ νους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν, ἢ ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους ἢ ληκύθους, ἢ αὐτουργοὺς, ἢ | |
10 | ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. ἢ λέγοι ἂν τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις· καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον. τὸ ὄνομα καὶ παρὰ Μενάνδρῳ ἔν τε Ἡνιόχῳ καὶ Δακτυλίῳ. ὅτι δὲ εἶχον ἐν ταῖς ληκύθοις ἀργύριον ἐνίοτε, Δίφιλος τῷ Ἀποβάτῃ· ὅτι | |
15 | δὲ λύσαντες τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν, Μέ‐ νανδρος Τροφωνίῳ. Αὐτόλυκος: Λυκούργου λόγος ἐστὶ κατ’ Αὐτολύκου τοῦ Ἀρεοπα‐ | |
γίτου. οὗτος δὲ τοὺς οἰκείους ὑπεκτιθέμενος ἐν τοῖς Χαιρωνικοῖς ἑάλω, | 67 | |
Lex.68 | καὶ κατεψηφίσαντο, αὐτοῦ οἱ δικασταὶ, ὡς ὁ αὐτὸς δηλοῖ ῥήτωρ ἐν τῷ κατὰ Λεωκράτους. Αὐτομαχεῖν: τὸ δι’ ἑαυτοῦ δικάζεσθαι, ἀλλὰ μὴ δι’ ἑτέρου, οἷον ἐάν τις εἰς πρατῆρα ἀνάγῃ, πρὸς ἐκεῖνον ἀποφαίνει τὴν δίκην οὖσαν· | |
5 | καὶ ἐάν τις παρέχῃ τὸν διαμαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, αὐτὸς μὲν οὐκέτι ἀγωνίζεται, πρὸς δὲ τὸν διαμαρτυρήσαντα ὁ ἀγών ἐστι. Λυσίας ἐν τῷ κατ’ Εὐκλέους χωρίου ἐξούλης. Αὐτόχθονες: οἱ Ἀθηναῖοι. Δημοσθένης ἐν τῷ παραπρεσβείας “μόνοι γὰρ τῶν πάντων αὐτόχθονες ὑμεῖς ἐστέ.” Ἀπολλόδωρος ἐν | |
10 | τοῖς περὶ θεῶν κληθῆναί φησιν αὐτοὺς αὐτόχθονας, ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο· οἱ δὲ διὰ τὸ μὴ εἶναι ἐπήλυδας. ὁ δὲ Πίνδαρος καὶ ὁ τὴν Δαναΐδα πεποιηκώς φασιν Ἐριχθόνιον καὶ Ἥφαιστον ἐκ γῆς φανῆναι. αὐτόχθονες δὲ καὶ Ἀρκάδες ἦσαν, ὡς Ἑλλάνικός φησι, καὶ Αἰγινῆται καὶ | |
15 | Θηβαῖοι. Ἀφαίρεσις ἰδίως λέγεται ἡ εἰς ἐλευθερίαν· Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας. Ἀφαρεύς: οὗτος Ἱππίου μὲν ἦν υἱὸς, ἐνομίζετο δὲ Ἰσοκράτους. Ἀφανὴς οὐσία καὶ φανερά: ἀφανὴς μὲν ἡ ἐν χρήμασι καὶ | |
20 | σώμασι καὶ σκεύεσι, φανερὰ δὲ ἡ ἔγγειος· Λυσίας ἐν τῷ πρὸς Ἱππο‐ | |
θέρσην. | 68 | |
Lex.69 | Ἀφεὶς καὶ Ἀπαλλάξας: τὸ μὲν ἀφείς, ὅταν ἀπολύσῃ τίς τινα τῶν ἐγκλημάτων ὧν ἐνεκάλει αὐτῷ, τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν· Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὅτι ἀφίησι μέν τις | |
5 | αὐτῶν μόνων ὧν ἂν ἐγκαλῇ, ἀπαλλάττει δὲ, ὅταν μηδὲ ἄλλον τινὰ λόγον ὑπολίπηται ἑαυτῷ πρὸς τὸν ἐγκαλούμενον. Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ “ἵν’ ἀπαλλαγή τις αὐτῷ γένηται παρ’ ὑμῶν κυρία.” Ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει: Ὑπερείδης ἐν τῷ περὶ | |
10 | τοῦ ταρίχους αʹ. παροιμία ἐπὶ τῶν παριέντων τὰ σπουδαιότερα καὶ περὶ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ’ εἰσὶ ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας. Ἀφ’ Ἑστίας μυεῖσθαι: Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. ὁ ἀφ’ Ἑστίας μυούμενος Ἀθηναῖος ἦν πάντως. κλήρῳ δὲ λαχὼν ἐμυεῖτο. | |
15 | Ἀφορμή: ὅταν τις ἀργύριον δῷ ἐνθήκην, ἀφορμὴ καλεῖται ἰδίως | |
παρὰ τοῖς Ἀττικοῖς. | 69 | |
Lex.70 | Ἀφοσιῶ: ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφαγνίζω Αἰσχίνης κατὰ Κτη‐ σιφῶντος. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ ὥσπερ ὁσίας ἕνεκεν, ἀφοσιώσασθαι εἶπεν Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα. Ἀφροδίσιον: ἰδίως τὸ τῆς Ἀφροδίτης ἕδος. | |
5 | Ἀφύας: Ὑπερείδης κατ’ Ἀρισταγόρας. ἔστι δὲ καὶ ὄνομα ἑται‐ ρῶν γυναικῶν ἀδελφῶν βʹ. Ἀχαριστεῖν: ἀντὶ τοῦ μὴ χαρίζεσθαι. οὕτως Ἀντιφῶν. Β Βαλβῖσιν: Ἀντιφῶν περὶ ὁμονοίας ἀντὶ τοῦ ταῖς ἀρχαῖς. εἴρηται | |
10 | δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγγα γινομένη γραμμὴ διὰ τὸ ἐπὶ ταύτης βεβηκέναι τοὺς δρομέας βαλβὶς καλεῖται. | |
Βάραθρον: ὄρυγμα εἰς ὃ τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλ‐ | 70 | |
Lex.71 | λον. Δημοσθένης δὲ ἐν Φιλιππικοῖς οὐ κυρίως αὐτὸ λέγει, ἀλλ’ ἐκ μεταφορᾶς, οἷον ἐν τῷ ὀλέθρῳ. Βάσανος: Ἀντιφῶν. λίθος οὕτω καλεῖται, ᾗ τὸ χρυσίον παρα‐ τριβόμενον δοκιμάζεται. Ὑπερείδης δ’ ἐν τῷ κατ’ Ἀντίου τὰ ἐν ταῖς | |
5 | βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφέντα βασά‐ νους ὠνόμασε. Βασιλικὴ διαδρομή: ἔοικεν ἡ γενομένη διαδρομὴ τοῦ βασιλέως παρόντος, ὅσπερ εἷς ἐστὶ τῶν Ἀθήνησιν θʹ ἀρχόντων, βασιλικὴ δια‐ δρομὴ καλεῖσθαι· Δείναρχος κατὰ Πυθέου. | |
10 | Βασίλειος στοά: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος αʹ. βʹ εἰσὶ στοαὶ παρ’ ἀλλήλας, ἥ τε τοῦ Ἐλευθερίου Διὸς καὶ ἡ βασί‐ λειος. ἔστι δὲ καὶ τρίτη τις, ἡ πάλαι μὲν Πεισιανάκτειος καλου‐ μένη, Ποικίλη δὲ μετονομασθεῖσα. Βασκαίνει: ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ | |
15 | Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ ἐν τούτοις “βάσκανον “δὲ καὶ πικρὸν καὶ κακόηθες οὐκ ἔστι πολίτευμα ἐμόν” ἀντὶ τοῦ φι‐ | |
λαίτιον καὶ συκοφαντικόν. | 71 | |
Lex.72 | Βασανίσας: ἀντὶ τοῦ δοκιμάσας Δείναρχος ἐν τῷ κατὰ Προξένου. πολὺ δ’ ἐστὶ τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου παρ’ Ἀττικοῖς. Βάταλος: αἰσχίνης ἐν τῷ παραπρεσβείας. κεκωμῴδηται δὲ ἐπὶ μαλακίᾳ. Εὔπολις δὲ τὸν πρωκτὸν βάταλον λέγει. μήποτε οὖν ἔνθεν | |
5 | τοὺς κιναίδους βατάλους καλοῦσι. Βαυβοῦς: ὄνομα γυναικός. Βεβαιώσεως: δίκης ὄνομά ἐστιν, ἣν δικάζονται οἱ ὠνησάμενοί τι τῷ ἀποδομένῳ, ἂν ἕτερος μὲν ἀμφισβητῇ τοῦ πραθέντος, ὁ δὲ μὴ βεβαιοῖ. ἐνίοτε δὲ καὶ ἀρραβῶνος μόνου δοθέντος, εἶτα ἀμφισβητή‐ | |
10 | σαντος τοῦ πεπρακότος, ἐλάγχανε τὴν τῆς βεβαιώσεως δίκην ὁ τὸν ἀρραβῶνα δοὺς τῷ λαβόντι. Λυσίας ἐν δυσὶ λόγοις. Βησαιῆς: Λυσίας ἐν τῇ πρὸς Φιλοκράτην συμβολαίου ἀπολογίᾳ. | |
δῆμος τῆς Ἀντιοχίδος ἡ Βῆσα. | 72 | |
Lex.73 | Βιαίων: ὄνομα δίκης κατὰ τῶν βίᾳ πραττόντων ὁτιοῦν· ὁ δὲ ἁλοὺς ἀποτίνει εἰς τὸ δημόσιον ἴσον ὅσον τῷ ἑλόντι. Δημοσθένης κατὰ Μειδίου. εἰσὶ δὲ καὶ ἐν τοῖς Λυσιακοῖς φερόμενοι λόγοι βιαίων. καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων μόνον οὔτε τὸ ὄνομα οὔτε ἡ δίκη | |
5 | ἐλέγετο, ἀλλὰ καὶ ἐπ’ ἄλλων. Βλιμάζειν: τὸ ταῖς χερσὶ διαθλίβειν. καὶ τὸ τὰ κηρία θλῖψαι βλίσαι λέγεται. Βοηδρόμια: Δημοσθένης Φιλιππικοῖς. ἑορτή τις Ἀθήνησιν οὕτω καλουμένη, ἥν φησι Φιλόχορος ἐν βʹ νενομίσθαι ἐπειδὴ Ἴων ὁ Ξούθου | |
10 | ἐβοήθησε σπουδῇ πολλῇ πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος, Ἐρεχθέως βασιλεύοντος. βοηδρομεῖν γὰρ τὸ βοηθεῖν | |
ὠνομάζετο, τουτέστιν ἐπὶ μάχην δραμεῖν. | 73 | |
Lex.74 | Βόθυνος: τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ. Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα περὶ ἐγγύης μνημονεύει τοῦ τόπου καὶ Καλλι‐ σθένης. Βολεῶνες: ὁ τόπος ὅπου ἡ κόπρος βάλλεται βολεὼν καλεῖται. | |
5 | Νίκανδρος ἐν γʹ Ἀττικῆς διαλέκτου “βολεῶνας ἐπὶ τῶν ἀγρῶν, εἰς “οὓς τὰ κόπρια ἐκφέρει.” οὕτω Δείναρχος καὶ Φιλήμων καὶ ἄλλοι. Βομβυλιός: ζῷον παραπλήσιον μελίττῃ, ὠνομασμένον ἀπὸ τοῦ βόμβου· Ἰσοκράτης Ἑλένης ἐγκωμίῳ. Βουλαία: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους ἐνδείξει “μαρ‐ | |
10 | “τύρομαι τὴν Ἑστίαν τὴν βουλαίαν,” οἷον τὴν ἐν τῇ βουλῇ ἱδρυ‐ μένην. Βουλεία: τὸ ἐκ τῆς βουλῆς ὄντα πράττειν ἃ τοῖς βουλευταῖς προσήκει· Δείναρχος καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. Βουλεύσεως: ἐγκλήματος ὄνομα ἐπὶ δυοῖν ταττόμενον πραγμά‐ | |
15 | τοιν· τὸ μὲν γάρ ἐστιν ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ | 74 |
Lex.75 | θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε μὴ, τὸ δ’ ἕτερον ὅταν ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν ἐγγεγραφότι. τοῦ μὲν οὖν προτέρου μάρτυς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην, ἐπὶ Παλλαδίῳ λέγων εἶναι τὰς δίκας, Δείναρχος | |
5 | δὲ ἐν τῷ κατὰ Πιστίου ἐν Ἀρείῳ πάγῳ. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθη‐ ναίων πολιτείᾳ τῷ Ἰσαίῳ συμφωνεῖ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος αʹ. Ὑπερείδης δ’ ἐν τῷ κατ’ Ἀθηνογένους αʹ ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα ἰδίως κέχρηται τῷ ὀνόματι. | |
10 | Βουτάδης: δῆμος τῆς Οἰνηΐδος φυλῆς Βούτεια, ἀφ’ ἧς οἱ δη‐ μόται Βουτάδαι. Βούτης: οὗτος ἔσχε τὴν ἱερωσύνην· καὶ ἀπὸ τούτου Βουτάδαι καὶ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου· τὸ γὰρ ἐτεὸν ἀληθές. Ὅμηρος “εἰ ἐτεὸν σός εἰμι.” | |
15 | Βουφόνια: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. ἑορτή τις ἐστὶ παρ’ | |
Ἀθηναίοις. | 75 | |
Lex.76 | Βούχετα: Δημοσθένης ἐν Φιλιππικῶν ζʹ. πόλις ἐστὶ τῆς Ἠπείρου, πληθυντικῶς οὐδετέρως λεγομένη, ἣν Φιλοστέφανος ἐν τοῖς Ἠπειρω‐ τικοῖς ὠνομάσθαι φησὶ διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐκεῖσε ἐλθεῖν κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν. | |
5 | Βοώνης: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ὅτι λαμπρὸς ἦν ὁ βοώνης καὶ αἱ μέγισται ἀρχαὶ ἐπὶ τούτῳ ἐχειροτονοῦντο. Βρυτίδαι: ὄνομα γένους Ἀττικοῦ· Δημοσθένης ἐν τῷ κατὰ Νε‐ αίρας. Βωμολοχεύεσθαι: κυρίως ἐλέγοντο βωμολόχοι οἱ ἐπὶ τῶν θυσιῶν | |
10 | ὑπὸ τοὺς βωμοὺς καθίζοντες καὶ μετὰ κολακείας προσαιτοῦντες, ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταί τε καὶ μάντεις. Φερεκράτης Τυραννίδι κἄπειθ’ ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα, | |
15 | ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ. ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι εὔκολοί τινες ἄνθρωποι καὶ ταπεινοὶ καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. Ἀριστοφάνης Γηρυτάδῃ | |
χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει. | 76 | |
Lex.77 | Γ Γαληψός: Ἀντιφῶν κατὰ Λαισποδίου. πόλις Θρᾴκης, ὡς οἱ τὰς περιόδους γεγραφότες φασίν. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θά‐ σου καὶ Τηλέφης, ὡς Μαρσύας ὁ νεώτερος ἐν πέμπτῳ Μακεδονικῶν. | |
5 | Γαμηλία: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει καὶ Ἰσαῖος. καὶ Δίδυμος ὁ γραμματικὸς ἐν μὲν τοῖς Ἰσαίου ὑπομνήμασί φησιν εἶναι γαμηλίαν τὴν τοῖς φράτορσιν ἐπὶ γάμοις διδομένην, παρατιθέ‐ μενος λέξιν Φανοδήμου, ἐν ᾗ οὐδὲν τοιοῦτον γέγραπται. ἐν δὲ τοῖς εἰς Δημοσθένην ὁ αὐτὸς πάλιν γαμηλίαν φησὶν εἶναι τὴν εἰς τοὺς φρά‐ | |
10 | τορας εἰσαγωγὴν τῶν γυναικῶν, οὐδεμίαν ἀπόδειξιν τῆς ἐξηγήσεως παραθέμενος. Γάνος καὶ Γανιάδα: Αἰσχίνης κατὰ Κτησιφῶντος. χωρία ἐστὶ | |
Θρᾳκικὰ, ὡς Ἀρτεμίδωρος. | 77 | |
Lex.78 | Γεισίπους καὶ Γεισιπόδισμα καὶ Γεισιποδίζειν: τὸ ἐξέχον τῆς δοκοῦ, ἐφ’ οὗ τὸ γεῖσόν ἐστι, γεισίπους καλεῖται καὶ γεισιπό‐ δισμα, καὶ γεισιποδίζειν τὸ τοῦτο ποιεῖν· Ἰσαῖος ἐν τῷ πρὸς ὀρ‐ γεῶνας. | |
5 | Γεννῆται: οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες. διῃρημένων γὰρ ἁπάντων τῶν πολιτῶν κατὰ μέρη, τὰ μὲν πρῶτα καὶ μέγιστα μέρη ἐκαλοῦντο φυλαὶ, ἑκάστη δὲ φυλὴ τριχῇ διῄρητο, καὶ ἐκαλεῖτο ἕκα‐ στον μέρος τούτων τριττὺς καὶ φρατρία. πάλιν δὲ τῶν φρατριῶν ἑκάστη διῄρητο εἰς γένη λʹ, ἐξ ὧν αἱ ἱερωσύναι αἱ ἑκάστοις προσή‐ | |
10 | κουσαι ἐκληροῦντο. ἔστι δὲ παρὰ πολλοῖς τῶν ῥητόρων τοὔνομα, ὡς καὶ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἰσαῖος δ’ ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου τοὺς γεννήτας συγγενεῖς ὠνόμασεν· | |
οὐχ οἱ συγγενεῖς μέντοι ἁπλῶς καὶ οἱ ἐξ αἵματος γεννῆταί τε καὶ ἐκ | 78 | |
Lex.79 | τοῦ αὐτοῦ γένους ἐκαλοῦντο, ἀλλ’ οἱ ἐξ ἀρχῆς εἰς τὰ καλούμενα γένη κατανεμηθέντες. Φιλόχορος δ’ ἐν τῇ δʹ φησὶ πρότερον ὁμογάλακτας ὀνομάζεσθαι οὓς νῦν γεννήτας καλοῦσιν. Γεραραί: αἱ τῷ Διονύσῳ ἱερωμέναι γυναῖκες· Δημοσθένης ἐν τῷ | |
5 | κατὰ Νεαίρας. Γεράνεια: Λυσίας ἐπιταφίῳ. ἔστι δὲ ὄρος Μεγαρίδος, ὡς Δι‐ ευχίδας. Γέρρα: Δημοσθένης ὑπὲρ Κτησιφῶντος “τούς τε ἐκ τῶν σκη‐ “νῶν τῶν κατὰ τὴν ἀγορὰν ἐξεῖργον καὶ τὰ γέρρα ἐνεπίμπρασαν.” | |
10 | Περσικὰ μέν τινα ὅπλα τὰ γέρρα ἐστὶ, καθὰ καὶ Ἡρόδοτός φησιν· ἤδη δὲ καταχρηστικῶς καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴη εἴτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. νῦν γοῦν τὰ τῶν σκηνῶν σκεπάσ‐ ματα καὶ παρακαλύμματα ἐμπίπρασθαί φησιν ὁ Δημοσθένης ὑπὲρ τοῦ μὴ συνεστάναι περὶ τὰ ὤνια ἐπὶ τῆς ἀγορᾶς μηδὲ πρὸς ἄλλοις | |
15 | τισὶ τὰς διατριβὰς ἔχειν. ἐν δὲ τῷ κατὰ Νεαίρας, εἰ γνήσιος ὁ λόγος, φησὶν οὕτω· “τοὺς δὲ πρυτάνεις κελεύει τιθέναι τοὺς καδίσ‐ “κους ὁ νόμος καὶ τὴν ψῆφον διδόναι προσιόντι τῷ δήμῳ, πρὶν “τοὺς ξένους εἰσιέναι καὶ τὰ γέρρα ἀναιρεῖν.” ἤτοι οὖν ταὐτόν ἐστι τῷ ὑπὲρ Κτησιφῶντος, ἢ τοιοῦτό τι ὑποληπτέον ὡς παρὰ | |
20 | τοῖς ἐκκλησιάζουσι πολίταις ἡ ψῆφος ὑπὸ τῶν πρυτάνεων ἐδίδοτο | |
πρὶν εἰσιέναι τοὺς ξένους καὶ πρὶν ἀναιρεθῆναι τὰ περιφράγματα, | 79 | |
Lex.80 | τουτέστι πρὶν ἀναπετασθῆναι τὴν ἐκκλησίαν παντὶ τῷ εἰπεῖν βου‐ λομένῳ. Γεωφάνιον: χωρίον ἐν ᾧ γῆς μέταλλον. περὶ δὲ τοῦ ἐν Σάμῳ γεωφανίου ὃν τρόπον ἐξευρέθη Ἔφορος δεδήλωκεν ἐν τῇ θʹ. | |
5 | Γηπέδων: Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. γήπεδον τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. Πλάτων γοῦν ἐν εʹ Νόμων φησὶν “ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων.” Γλαῦκος: ὄνομα κύριον, τὸ γένος Καρύστιος. Γλυκέρα: ἑταίρα τις. | |
10 | Γνῶσις: ἀντὶ τοῦ κρίσις Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος | 80 |
Lex.81 | Γόργυρα: τὸ κατὰ γῆς ὄρυγμα· Δείναρχος, Αἰσχίνης. ἔστι καὶ παρ’ Ἡροδότῳ ἐν γʹ. Γραμματεύς: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὁ γραμματεὺς πῶς τε καθίστατο καὶ τί ἔπραττεν, ὡς τῶν γραμμάτων τ’ ἐστὶ κύ‐ | |
5 | ριος καὶ τὰ ψηφίσματα τὰ γενόμενα φυλάττει καὶ τὰ ἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. Γραφεύς: ἀντὶ τοῦ ζωγράφος Δημοσθένης κατὰ Μειδίου. καὶ Γράφειν δὲ τὸ ζωγραφεῖν ἔλεγον. | |
10 | Γραφή: δημοσίου τινὸς ἐγκλήματος ὄνομα. οὐ μόνον δὲ ὅταν ψη‐ φίσματος ἢ νόμου κατηγορῷ τις, παρανόμων γραφὴν ἀποφέρεσθαι καὶ γράφεσθαι λέγεται, ἀλλὰ καὶ ἐπ’ ἄλλοις πολλοῖς ἀδικήμασιν, ὅταν ἢ δημοσίᾳ ἢ ὡς ἐπὶ δημοσίοις αὐτοῖς ἐγκαλῇ τις. πολὺ δὲ τοὔνομα | |
παρὰ τοῖς ῥήτορσι. Δημοσθένης κατὰ Κόνωνος. | 81 | |
Lex.82 | Γρυπάνιον: Ἀντιφῶν Ἀληθείας βʹ “καῖον γὰρ τὴν γῆν καὶ συν‐ “τῆκον γρυπάνιον ποιεῖ.” καὶ Μελάνθιος ἐν βʹ Ἀτθίδος εἰπὼν σεισ‐ μὸν γεγονέναι φησὶ “καὶ ἔγρυπεν ἡ γῆ.” Διονύσιος μὲν οὖν ὁ τοῦ Τρύφωνος ἐν δʹ Ὀνομάτων “γρυπαίνειν ἐστὶ” φησὶ “τὸ γρυποῦσθαι, | |
5 | “οἷον τὰ ἁπαλὰ ξυλήφια ὅταν κάμψαντες ἀφῶμεν.” μήποτε δ’ ἐμ‐ φαίνουσιν οἱ συγγραφεῖς ὡς γινομένης κατὰ τοὺς σεισμοὺς γρυπότη‐ τός τινος περὶ τὴν γῆν. Γρύλλος: Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα περὶ οἰκίας. Ξενο‐ φῶντος τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλος καὶ Διόδωρος. ἐτελεύτησε δὲ | |
10 | οὗτος ἐν Μαντινείᾳ μαχόμενος. Γυλιός: σκεῦος στρατιωτικὸν πλεκτὸν, εἰς ὃ ἐνετίθετο τὰ ἐπιτή‐ δεια, ὡς καὶ Ἀριστοφάνης δηλοῖ ἐν Εἰρήνῃ. Γύλιππος: ὄνομα κύριον, Λακεδαιμόνιος. | |
Γύλων: ὄνομα κύριον. | 82 | |
Lex.83 | Γωνιασμός: Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ γνήσιος. “ἔστι “δὲ κάμψαντι τοῦ τείχους, ὦ βουλὴ, γωνιασμὸς ἐν ἀριστερᾷ καὶ “εὐρυχωρία πάνυ πολλή.” καὶ Ἀριστοφάνης Βατράχοις λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς. | |
5 | Δ Δαιδάλου ποιήματα. Δάειρα: ὄνομα κύριον. Δάμων: ὄνομα κύριον, διδάσκαλος Περικλέους. Δάοχος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς οὗτος τῶν προε‐ | |
10 | μένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα. | |
Δαρεικός: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους ἑνὸς τῶν λʹ. εἰσὶ | 83 | |
Lex.84 | μὲν χρυσοῖ στατῆρες οἱ Δαρεικοὶ, ἠδύνατο δὲ ὁ εἷς ταὐτὸ ὅπερ καὶ ὁ χρυσοῦς παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος. ἐκλήθησαν δὲ Δαρεικοὶ οὐχ ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπὸ Δαρείου τοῦ Ξέρξου πατρὸς, ἀλλ’ ἀφ’ ἑτέρου τινὸς παλαιοτέρου βασιλέως. λέγουσι δέ τινες δύνασθαι | |
5 | τὸν Δαρεικὸν ἀργυρᾶς δραχμὰς κʹ, ὡς τοὺς εʹ Δαρεικοὺς δύνασθαι μνᾶν ἀργυρίου. Δατεῖσθαι: τὸ μερίζεσθαι, οἱ δὲ δατηταὶ οἱονεὶ μερισταί. τὸ δὲ εἰς δατητῶν αἵρεσιν εἶδός τι δίκης ἐστίν· ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις, καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινὰ, οἱ δὲ μὴ, | |
10 | ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις προκαλούμενοι εἰς δατητῶν αἵρεσιν· Λυσίας ἐν τῷ πρὸς Ἀλεξίδημον, εἰ γνήσιος, καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Δάτος: πόλις ἐστὶ Θρᾴκης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία, Δάτος ἀγαθῶν. δεδηλώκασι δὲ περί τε | |
15 | αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέ‐ γοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῇ δʹ· ἅπαξ δ’ | |
ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γʹ Φιλιππικῶν. μετωνομάσθη μέν‐ | 84 | |
Lex.85 | τοι ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ Μακεδόνων βασι‐ λέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τέ φησι καὶ Φιλόχορος ἐν τῇ εʹ. Δεήσεις: ἀντὶ τοῦ ἐνδείας Ἀντιφῶν Ἀληθείας πρώτῳ. | |
5 | Δεῖγμα: κυρίως μὲν τὸ δεικνύμενον ἀφ’ ἑκάστου τῶν πωλουμέ‐ νων· ἤδη δὲ καὶ τόπος τις ἐν τῷ Ἀθήνησιν ἐμπορίῳ, εἰς ὃν τὰ δεί‐ γματα ἐκομίζετο, οὕτως ἐκαλεῖτο. ἔστι δὲ τὸ ἔθος Ἀττικὸν, τὸ ση‐ μαίνειν ἀπὸ τῶν ἐν τῷ τόπῳ τοὺς τόπους αὐτούς. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος καὶ Λυσίας. | |
10 | Δειπνοφόρος: Ὑπερείδης ἐν τῷ κατὰ Δημέου. λέγεται δὲ καὶ τὰς δειπνοφόρους καταλέγεσθαι νῦν, ὅτι αἱ τῶν κατακεκλειμένων παί‐ δων μητέρες εἰσέπεμπον καθ’ ἡμέραν αὐτοῖς τροφὴν εἰς τὸ τῆς Ἀθη‐ νᾶς ἱερὸν, ἐν ᾧ διῃτῶντο, καὶ αὐταὶ συνῄεσαν ἀσπασόμεναι τοὺς ἑαυτῶν. | |
15 | Δειραδιώτης: δῆμος τῆς Λεοντίδας Δειράδες, ἀφ’ οὗ ὁ δημότης Δειραδιώτης. | |
Δείνωι: ἀντὶ τοῦ δεινήσει Ἀντιφῶν Ἀληθείας βʹ. | 85 | |
Lex.86 | Δεκάζων: Ἰσοκράτης περὶ τῆς εἰρήνης. ὅ τι ποτὲ τοῦτ’ ἐστὶ, δῆλον ἅπασιν· Ἐρατοσθένης δὲ ἐν τοῖς περὶ τῆς ἀρχαίας κωμῳδίας πόθεν τὸ πρᾶγμα εἴρηται δηλοῖ οὕτω λέγων “Λύκος ἐστὶν ἥρως πρὸς “τοῖς ἐν Ἀθήναις δικαστηρίοις, τοῦ θηρίου μορφὴν ἔχων, πρὸς ὃν οἱ | |
5 | “δωροδοκοῦντες κατὰ ιʹ γιγνόμενοι ἀνεστρέφοντο, ὅθεν εἴρηται Λύκου “δεκάς.” Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ Ἄνυτόν φησι κατα‐ δεῖξαι τὸ δεκάζειν τὰ δικαστήρια. Δέκα καὶ δεκαδοῦχος: Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ “ἦρχον μὲν γὰρ οἱ ιʹ οἱ μετὰ τοὺς λʹ καταστάντες.” | |
10 | περὶ τῶν μετὰ τὴν κατάλυσιν τῶν λʹ Ἀθήνησι χειροτονηθέντων ἀν‐ δρῶν ιʹ καὶ τῶν ἑξῆς εἴρηκεν Ἀνδροτίων ἐν τῇ γʹ. ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων δεκαδοῦχος, ὡς δῆλον ποιεῖ Λυσίας ἐν τῷ περὶ τοῦ Διογένους κλήρου. Δεκαδαρχία: Ἰσοκράτης. τὰς μὲν ὑπὸ Λακεδαιμονίων κατα‐ | |
15 | σταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστο‐ ρικοὶ, ὁ μέντοι Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ τρόπον τινὰ ἐξηγήσατο τοὔνομα· φησὶ γὰρ ὅτι Λακεδαιμόνιοι ιʹ μόνον ἄνδρας κυρίους ἑκά‐ στης πόλεως ἐποίησαν. Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδαρ‐ χίαν οὐ κατέστησεν, ὡς γέγραπται ἐν ϛʹ Φιλιππικῷ Δημοσθένους, | |
20 | ἀλλὰ τετραρχίαν. | 86 |
Lex.87 | Δεκατεύειν: Δημοσθένης κατ’ Ἀνδροτίωνος “οὐ γὰρ αὐτοὺς δε‐ “κατεύοντες” ἀντὶ τοῦ τὴν δεκάτην εἰσπραττόμενοι καὶ οἷον λαφυ‐ ραγωγοῦντες· τὰ γὰρ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκάτευον τοῖς θεοῖς. Δημοσθένους δ’ ἐν τῷ κατὰ Μέδοντος περί τινος παρθένου λέ‐ | |
5 | γοντος οὕτως “οὐ δεκατεῦσαι ταύτην οὐδὲ μυῆσαι,” Δίδυμος ὁ γραμ‐ ματικὸς περὶ τούτου βιβλίον γράψας φησὶν ὅτι τὸ δεκατεῦσαι Λυ‐ σίας ἐν τῷ περὶ τῆς Φρυνίχου θυγατρὸς ἀρκτεῦσαι εἴρηκεν. δεκα‐ τεῦσαι μέντοι, φησὶν, κυρίως ἐλέγετο τὸ καθιερῶσαι, ἐπειδήπερ ἔθος ἦν Ἐλληνικὸν τὰς δεκάτας τῶν περιγινομένων τοῖς θεοῖς καθιεροῦν. | |
10 | ἴσως δὲ τὸ ἀρκτεῦσαι δεκατεῦσαι εἴρηκεν ὁ ῥήτωρ, ἐπειδὴ αἱ δεκέτι‐ δες ἤρκτευον. Δεκατευτάς: ἀντὶ τοῦ τελώνας τοὺς τὴν δεκάτην ἐκλέγοντας Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολογίᾳ. ὅτι δὲ ἦν τελώ‐ νιον ἡ δεκάτη δεδήλωκε Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. | |
15 | Δεκατηλόγους: τοὺς τὴν δεκάτην ἐκλέγοντας. ταυτὸν ἄρα τοῖς δεκατευταῖς. Δημοσθένης κατὰ Ἀριστοκράτους. Δεκελεικός: ὁ Πελοποννησιακὸς πόλεμος, ἀπὸ μέρους τοῦ τε‐ | |
λευταίου. | 87 | |
Lex.88 | Δελφίνιον: χωρίον ἐν Χίῳ, ὡς Θουκυδίδης ἐν τῇ ηʹ. ἕτερον δ’ ἐστὶ Δελφίνιον Ἀθήνησιν ἱερὸν Ἀπόλλωνος, ἔνθα ἦν καὶ τὸ ἐν Δελ‐ φινίῳ δικαστήριον· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. Δερκυλίδας: Λακεδαιμονίων βασιλεύς. | |
5 | Δερματικόν: Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ “ἀπολογισμὸς ὧν “πεπολίτευται.” δερματικὸν ἂν εἴη λέγων ὁ ῥήτωρ τὸ ἐκ τῶν δερμα‐ τίων τῶν πιπρασκομένων περιγινόμενον ἀργύριον. Δερμηστής: Λυσίας ἐν τῷ πρὸς Εὐπείθην. Δίδυμος μὲν ἀπο‐ δίδωσι τὸν σκώληκα οὕτω λέγεσθαι τῷ Σοφοκλεῖ ἐν Νιόβῃ, ἐν ζʹ τῆς | |
10 | ἀπορουμένης λέξεως, Ἀρίσταρχος δὲ τὸ Σοφόκλειον ἐξηγούμενος τὸν ὄφιν ἀπέδωκε. μήποτε δὲ μᾶλλον ἂν εἴη ὅστις τὰ δέρματα ἐσθίει δερμηστὴς, ὡς ὑποσημαίνεται καὶ ἐν ϛʹ Μιλησιακῶν Ἀριστείδου. Δευσοποιός: κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τοὔνομα τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς· ἐκ μεταφορᾶς | |
15 | δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονον καὶ πολυχρόνιον τὸ δευσοποιὸν λέγεται παρὰ τοῖς παλαιοῖς, ὡς καὶ Πλά‐ | |
των διασαφεῖ ἐν δʹ Πολιτείας. Δίφιλος Συντρόφοις | 88 | |
Lex.89 | ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ· ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς τὰ σπάργαν’ ἀποδέδειχεν. Δημαίνετος: ὄνομα κύριον. | |
5 | Δηλιασταί: οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί· Λυκοῦργος κατὰ Μενεσαίχμου. Δήμαρχος: Λυσίας ἐν τῷ κατὰ Μόσχου. ἄρχων τις ἦν ὁ δή‐ μαρχος· οὗτοι δὲ τὰς ἀπογραφὰς ἐποιοῦντο τῶν ἐν ἑκάστῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρὰ τούτοις ἦν, καὶ | |
10 | συνῆγον τοὺς δήμους ὁπότε δεήσειεν, καὶ ψῆφον αὐτοῖς ἐδίδοσαν. τούτους δέ φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ ὑπὸ Κλεισθέ‐ νους κατασταθῆναι, τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυ‐ κράροις. ὅτι δὲ ἠνεχυρίαζον οἱ δήμαρχοι δηλοῖ Ἀριστοφάνης ἐν Σκη‐ νὰς καταλαμβανούσαις. | |
15 | Δημόκοινος: ὁ δημόσιος βασανιστής. Ἰσοκράτης ἐν τῷ Τρα‐ πεζιτικῷ σχεδὸν ἐξηγήσατο τοὔνομα. Δημοποίητος: ὁ ξένος μὲν ὢν τῷ φύσει, ὑπὸ δὲ τοῦ δήμου πο‐ λίτης γεγενημένος. ὃν δὲ τρόπον γίνονταί τινες δημοποίητοι δεδήλωκε Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. | |
20 | Δημόσιος: Δημοσθένης Φιλιππικοῖς. δημοσίους λέγουσι τοὺς | 89 |
Lex.90 | τῆς πόλεως δούλους. Αἰσχίνης κατὰ Τιμάρχου “ἄνθρωπον δημόσιον “οἰκέτην τῆς πόλεως.” Δημοτελῆ καὶ δημοτικὰ ἱερά: διέφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν, ὡς Δείναρχος δηλοῖ ἐν τῷ κατὰ Στε‐ | |
5 | φάνου. Δημοτευόμενος: δημοτεύεσθαί ἐστι τὸ τοῦδέ τινος δήμου κοι‐ νωνεῖν καὶ χρηματίζειν ἀπ’ αὐτοῦ· Ἀντιφῶν ἐν τῇ πρὸς Φίλιππον ἀπολογίᾳ, εἰ γνήσιος. Δημοφάνης: ὄνομα κύριον. | |
10 | Διαγορεύων: Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ἰδίως κέχρηται τῷ διαγορεύων ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. τὸ ἐναντίον γάρ ἐστι παρ’ αὐτοῖς τὸ διαγορεύειν τῷ συναγορεύειν, ὥσπερ τὸ συμφέρε‐ σθαι τῷ διαφέρεσθαι καὶ τὸ συμπολιτεύεσθαι τῷ διαπολιτεύεσθαι καὶ τὸ συμφωνεῖν τῷ διαφωνεῖν. | |
15 | Διάγραμμα: Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα. τὸ ταττόμενον ἐν ταῖς συμμορίαις ὁπόσον ἕκαστον ἄνδρα εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τίμησιν τῆς οὐσίας. περὶ δὲ | |
τούτων σαφέστατα δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου | 90 | |
Lex.91 | περὶ διαγράμματος. διαγραφεὺς μέντοι ἐστὶν ὁ καθιστάμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρῖναι πόσον ἕκαστος ἀνὴρ εἰσενεγκεῖν ὀφείλει, ὡς ὁ αὐτὸς πάλιν φανερὸν ποιεῖ ἐν τῷ κατὰ Πολυεύκτου. Διαγραφή: ἡ διατύπωσις τῶν πιπρασκομένων μετάλλων, δη‐ | |
5 | λοῦσα διὰ γραμμάτων ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πιπρά‐ σκεται. Διαγράψασθαι: Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος, ἀντὶ τοῦ ἀνελέσθαι τὸ ἔγκλημα. Διαδόσεις: τὰς ἐκ διαιρέσεως ἴσης ἐπιβαλλούσας δόσεις Λυ‐ | |
10 | σίας. Διακεχρημένον: ἀντὶ τοῦ κατὰ μέρος δεδανεισμένον Δημοσθέ‐ νης κατ’ Ἀφόβου. Διάστασις: Ἀντιφῶν Ἀληθείας βʹ “περὶ τῆς νῦν κρατούσης “διαστάσεως” ἀντὶ τοῦ διακοσμήσεως τῶν ὅλων. | |
15 | Διαγράψαντος: Δείναρχος κατὰ Λυκούργου. μήποτε ἀντὶ τοῦ καταβαλόντος καὶ καταθέντος. ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθ‐ μήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ. Διάθεσις: ἀντὶ τοῦ πρᾶσις Ἰσοκράτης Βουσίριδι. ἀντὶ δὲ τοῦ ἀποδεδόμεθα διεθέμεθα εἶπεν Ἀντιφῶν ἐν τῷ πρὸς τὴν Καλλίου | |
20 | ἔνδειξιν, καὶ ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῷ περὶ ὁμονοίας “ἀλλὰ | |
“εἰδότες τὴν διάθεσιν ἀκούουσιν.” Φρύνιχος Τραγῳδοῖς “τῇ διαθέ‐ | 91 | |
Lex.92 | “σει τῶν ἐπῶν” φησί. καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι· Ἀντιφῶν Ἀληθείας αʹ “γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ “ἂν καὶ καλὰ κακῶς διαθεῖτο.” διαθέσθαι ἀντὶ τοῦ συνθέσθαι Ὑπερεί‐ δης κατὰ Δημοσθένους. | |
5 | Διάληξις: διαλαγχάνειν τὸ κλήρῳ διαιρεῖσθαι, διάληξις δὲ τὸ πρᾶγμα· Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου. Διὰ μέσου τείχους: Ἀντιφῶν πρὸς Νικοκλέα. τριῶν ὄντων τει‐ χῶν ἐν τῇ Ἀττικῇ, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Τριφάλητι, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παρ’ | |
10 | ἑκάτερα ἐλέγετο τὸ νότιον, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ. Διαχειροτονία: διάκρισις τῆς χειροτονίας ἐν πλήθει γινομένης· Δημοσθένης ἔν τε τῷ κατὰ Τιμοκράτους καὶ κατ’ Ἀνδροτίωνος. Διαμεμετρημένη ἡμέρα: μέτρον τι ἐστὶν ὕδατος πρὸς μεμε‐ τρημένον ἡμέρας διάστημα ῥέον· ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί. | |
15 | πρὸς δὴ τοῦτο ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. | 92 |
Lex.93 | διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύ‐ γοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσι. ταῦτα δὲ σαφέστατα αὐτοὶ οἱ ῥήτορες δεδηλώκασιν, ὥσπερ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶν‐ τος· Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διδάσκει περὶ τούτων. | |
5 | ἐπισκεπτέον δὲ τὸ παρ’ Ἰσαίῳ ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους, πῶς μεμετρημένης τῆς ἡμέρας ὁτὲ μέν φησι χωρὶς ὕδατος γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ. Διάμετρον: τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος· Δείναρ‐ χος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. | |
10 | Διασκευάσασθαι: ἀντὶ τοῦ συσκευάσασθαι Ἰσαῖος ἐν τῷ πρὸς Καλλικράτην. Διασείστους: Αἰσχίνης κατὰ Τιμάρχου. ἐοίκασιν ὠνομάσθαι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵν’ ἀκα‐ κούργητοι μᾶλλον ὦσι· Μένανδρος Πωλουμένοις. | |
15 | Διαψήφισις: ἰδίως λέγεται ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αἳ γίγνονται περὶ ἑκάστου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτης καὶ δημότης ἐστὶν ἢ παρεγγέγραπται ξένος ὤν· Αἰσχίνης κατὰ Τι‐ μάρχου. ἐντελέστατα δὲ διείλεκται περὶ τῶν διαψηφίσεων, ὡς γε‐ γόνασιν ἐπὶ Ἀρχίου ἄρχοντος, Ἀνδροτίων ἐν τῇ Ἀτθίδι καὶ Φιλό‐ | |
20 | χορος ἐν ϛʹ τῆς Ἀτθίδος. | 93 |
Lex.94 | Διαμαρτυρία καὶ διαμαρτυρεῖν: τρόπος τις ἦν παραγραφῆς ἡ διαμαρτυρία· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν διαμαρτυ‐ | |
5 | ρίαν γίνεσθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διω‐ κόντων. καὶ πρότερόν γε τῷ διώκοντι ἦν προβάλλεσθαί τινα μαρτυ‐ ροῦντα εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρότερον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα, οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον· εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ | |
10 | φεύγοντι προσαγαγεῖν τινὰ μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπε‐ σκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ ταῖς διαμαρτυρίαις, ὥσπερ ταῖς μαρτυρίαις· Λυσίας ἐν τῇ πρὸς Ἀριστόδημον διαμαρτυρίῳ, εἰ γνή‐ σιος ὁ λόγος. Ἰσαῖος δ’ ἐν τῷ πρὸς Πύθωνα ἀποστασίου φησὶν ὅτι | |
15 | οὐχ οἷόν τε διαμαρτυρεῖν ξένους· Ὑπερείδης δ’ ἐν τῷ κατ’ Ἀρι‐ | 94 |
Lex.95 | σταγόρας ἀπροστασίου βʹ φησὶν ὡς οἱ νόμοι κελεύουσι διαμαρτυρεῖν ἐπὶ ταῖς γραφαῖς ταῖς τοῦ ἀπροστασίου τὸν βουλόμενον ὁμοίως τῶν ξένων καὶ τῶν ἐπιχωρίων. μήποτ’ οὖν ἐν μὲν ταῖς τοῦ ἀποστασίου δίκαις κεκώλυνται διαμαρτυρεῖν οἱ ξένοι, ἐν δὲ ταῖς τοῦ ἀπροστασίου | |
5 | οὐ κεκώλυνται. Δείναρχος μέντοι τὸ διαμαρτυρῆσαι τέθεικεν οὐκ ἐπὶ τοῦ μαρτυρήσαντος αὐτοῦ, ἀλλ’ ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυ‐ ρήσαντα ἐν τῇ διαμαρτυρίᾳ περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστο‐ φῶντος θυγατέρα. οὗτος δὲ ὁ ῥήτωρ ἐν τῷ κατὰ Ἡδύλης καὶ τὸν τρόπον διαγράφει τῆς διαμαρτυρίας. | |
10 | Διαιτηταί: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. εἰσὶ δὲ οἱ διαι‐ τηταὶ ἕτεροι τῶν δικαστῶν· οὗτοι μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον ἀποδεδειγμένοις καὶ τὰς ἀπὸ τῶν διαιτητῶν ἐφεσίμους ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τῶν κρι‐ νομένων τοῖς κρινομένοις διῄτων. καὶ εἰ μὲν ἤρεσκε τοῖς ἀντιδίκοις, | |
15 | τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μὴ, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ τὰς μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέ‐ ρων ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνάμενοι παρεδίδοσαν τοῖς εἰσαγωγεῦσι τῶν δικῶν. λέγει δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθη‐ | |
ναίων πολιτείᾳ. | 95 | |
Lex.96 | Διαστῆσαι: ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆσαι Ἀν‐ τιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως· Μένανδρος Χήρᾳ βοῶν ποιείτω τὴν πόλιν διάστατον. Διδάσκαλος: ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν διθυ‐ | |
5 | ράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδιῶν. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ χορευτοῦ “ἔλαχον” φησὶ “Παντακλέα διδάσκαλον·” ὅτι γὰρ ὁ Παν‐ τακλῆς ποιητὴς, δεδήλωκεν Ἀριστοτέλης ἐν ταῖς Διδασκαλίαις. πολὺ δ’ ἐστὶ κἀν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τοὔνομα ἐπὶ τούτου τοῦ σημαινο‐ μένου. | |
10 | Διεγγύησιν: ἀντὶ τοῦ κατάστασιν ἐγγυητῶν Δημοσθένης κατὰ Τιμοκράτους. ἐν δὲ τῷ κατὰ Νεαίρας, εἰ γνήσιος ὁ λόγος, φησὶ “διεγγυηθεῖσα ὑπὸ τοῦ Στεφάνου.” Διεκωδώνισε: Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας ἀντὶ τοῦ διεπείρασε καὶ ἐξήτασεν. ἡ δὲ μεταφορὰ ἤτοι ἀπὸ τῶν περιπολούν‐ | |
15 | των σὺν κώδωσι νυκτὸς τὰς φυλακὰς, ὡς Εὐριπίδης Παλαμήδει, ἢ ἀπὸ τῶν δοκιμαζόντων τοὺς μαχίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος, ὡς Ἀρίσταρχος. Δι’ ἐνιαυτοῦ: ἀντὶ τοῦ δι’ ὅλου τοῦ ἐνιαυτοῦ Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. Τηλεκλείδης δ’ ἐν τοῖς Πρυτάνεσι δι’ ἡμέρας εἶπεν | |
20 | ἀντὶ τοῦ δι’ ὅλης τῆς ἡμέρας. Διεσπευσάμην: ἀντὶ τοῦ διὰ σπουδῆς ἐποιησάμην, ἢ ἀντὶ τοῦ | |
διεπραξάμην Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα περὶ ἐγγύης. | 96 | |
Lex.97 | Διεσκαριφησάμεθα: Ἰσοκράτης Ἀρεοπαγιτικῷ. σκαριφήσα‐ σθαί ἐστι τὸ ἐπισεσυρμένως τι ποιεῖν καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν. Διετείναντο: ἰδίως Ἀντιφῶν τοῦτ’ ἔταξεν ἐν τῷ περὶ τοῦ Ἡρώ‐ | |
5 | δου φόνου, ἀντὶ τοῦ διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο. Διήλλαξεν: ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν, Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Διῆρξα: ἀντὶ τοῦ διὰ τέλους ἦρξα Λυσίας ἐν τῇ πρὸς τὴν Μι‐ ξιδήμου γραφὴν ἀπολογίᾳ. | |
10 | Διιπόλεια: ἑορτή τις Ἀθήνησι τὰ Διιπόλεια· Ἀντιφῶν ἐν τῷ περὶ τοῦ χορευτοῦ. Δικαιογένης: τραγῳδίας οὗτος ποιητής. καὶ διθυράμβους ἔγραψε. Δικαιόπολις: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. | |
15 | πόλις ἐν τῇ Θρᾴκῃ πλησίον Ἀβδήρων. τυχὸν δὲ καὶ ἑτέρα τίς ἐστι | |
Δικαιόπολις. | 97 | |
Lex.98 | Δικαίωσις: Λυσίας ἐν τῷ ὑπὲρ τοῦ στρατιώτου, εἰ γνήσιος, καὶ μάλα τὰς δικαιώσεις φησὶν ἀντὶ τοῦ δικαιολογίας. ὁ μέντοι Θου‐ κυδίδης πολλάκις τὴν δικαίωσιν ἐπὶ τῆς κολάσεως τάττει. Δίκη: σημαίνει μὲν καὶ ἄλλα τὸ ὄνομα, ἰδίως δὲ λέγεται ἐπὶ | |
5 | τῶν ἰδιωτικῶν ἐγκλημάτων, ὡς σαφὲς ποιεῖ Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. Διοικιεῖν: ἀντὶ τοῦ διαιρήσειν, ὥστε μὴ ἐν ταὐτῷ πάντας οἰκεῖν, ἀλλὰ χωρὶς καὶ κατὰ μέρος, Δημοσθένης ἐν εʹ Φιλιππικῶν. Διοπεύων: Δημοσθένης ἐν τῷ κατὰ Λακρίτου. δίοπος λέγεται | |
10 | νεὼς ὁ διέπων καὶ ἐποπτεύων τὰ κατὰ τὴν ναῦν, ὁ καθ’ ἡμᾶς λεγόμε‐ νος ἐπίπλους. Διότιμος: ὄνομα κύριον, ναύαρχος Ἀθηναίων. Διόφαντος: ὄνομα κύριον. Διωλύγιον: Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα “πράγματα διωλύ‐ | |
15 | “για” ἀντὶ τοῦ μεγάλα. καὶ Πλάτων. Διωμοσία: κυρίως ἡ παρὰ τῶν διαδικαζομένων· Δημοσθένης κατ’ | |
Ἀριστοκράτους. | 98 | |
Lex.99 | Δοκιμασθείς: ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος. λέγεται δὲ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει δηλοῖ. ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων, εἰ καὶ μηδ’ ἡντιναοῦν ἦρχον ἀρχήν· ἐξη‐ | |
5 | τάζετο γὰρ αὐτῶν ὁ βίος ἐνίοτε, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου φησίν. Λυκοῦργος δ’ ἐν τῷ περὶ τῆς διοικήσεως “γʹ δοκιμασίαι κατὰ “τὸν νόμον” φησὶ “γίνονται, μία μὲν ἣν οἱ θʹ ἄρχοντες δοκιμάζονται, “ἑτέρα δὲ ἣν οἱ ῥήτορες, τρίτη δὲ ἣν οἱ στρατηγοί.” λέγει μέντοι ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. | |
10 | Δορίσκος: χωρίον τῆς Θρᾴκης· Δημοσθένης ὑπὲρ Κτησιφῶντος καὶ Ἡρόδοτος. Δόσις: ἰδίως λέγεται παρὰ τοῖς ῥήτορσι συμβόλαιον γραφόμενον, ὅταν τις τὰ αὑτοῦ διδῷ τινὶ διὰ τῶν ἀρχόντων, ὡς παρὰ Δεινάρχῳ. Δρακοντίδης: εἷς τῶν λʹ· Ὑπερείδης. | |
15 | Δράκων: οὗτος ἐπιφανέστατος νομοθέτης, ὡς Αἰσχίνης. ἕτερος | |
δ’ ἐστὶ Δράκων οὗ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ μέμνηται. | 99 | |
Lex.100 | Δρογγίλον: Θρᾳκικὸν χωρίον· Δημοσθένης Φιλιππικοῖς. Δρομοκήρυκες: Αἰσχίνης. οἱ λεγόμενοι ἡμεροδρόμοι. Δρυμός: πόλις μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς· Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. Ἀριστοτέλης δ’ ἐν τοῖς δικαιώμασί φη‐ | |
5 | σιν οὕτως “ἔπειτα Δρυμὸν ἕνα Ἀττικὸν καὶ ἕτερον Βοιώτιον.” Δρῦς: Δημοσθένης κατ’ Ἀριστοκράτους. πόλις ἐν Ἠπείρῳ. ἔστι δὲ καὶ ἑτέρα ἐν Θρᾴκῃ, ἧς νῦν ὁ ῥήτωρ μνημονεύει· ταύτην Θεόπομ‐ πος ἐν κϛʹ φησὶν ὑπὸ Ἰφικράτους κατοικισθῆναι. Δυσάνιος: Ἀντιφῶν. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν καὶ | |
10 | εὐκαταφρόνητον ᾖ. καὶ Ἱπποκράτης ἐχρήσατό που τῷ ὀνόματι καὶ Μένανδρος. Δυσαύλης: Δείναρχος ἐν τῇ τῆς ἱερείας διαδικασίᾳ, εἰ γνήσιος. Ἀσκληπιάδης δ’ ἐν δʹ Τραγῳδουμένων τὸν Δυσαύλην αὐτόχθονα εἶναί | |
φησι, συνοικήσαντα δὲ Βαυβοῖ σχεῖν παῖδας Πρωτονόην τε καὶ | 100 | |
Lex.101 | Νῖσαν. Παλαίφατος δ’ ἐν θʹ Τρωϊκῶν σὺν τῇ γυναικί φησιν αὐτὸν ὑποδέξασθαι τὴν Δήμητρα. Δυσωποῦμαι: ἀντὶ τοῦ φοβοῦμαι Δημοσθένης Φιλιππικοῖς καὶ Ξενοφῶν ἐν βʹ Ἀπομνημονευμάτων. | |
5 | Δωριεύς: ὄνομα παγκρατιαστοῦ. Δωροξενία: Λυσίας ἐν τῷ κατὰ Νικίδου. ἐξηγήσατο τοὔνομα Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας οὕτω γράφων· “ἐπεὶ καὶ ὁ τῆς “δωροξενίας νόμος ἁρμόττων ἐστὶ τῷ νῦν ἀγῶνι παραχθῆναι· εἰ γὰρ “καὶ τοὺς ἀποφυγόντας ξενίας εἴρηκεν ἐξεῖναι τῷ βουλομένῳ πάλιν | |
10 | “γράψασθαι, ἐὰν μὴ δοκῶσι δικαίως τὸ πρῶτον ἀποπεφευγέναι, πῶς | |
“οὐ φανερόν ἐστι κατ’ Ἀρισταγόρας τὸ δίκαιον;” καὶ Ἀριστοτέλης | 101 | |
Lex.102 | δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων γράφει ταυτί· “εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται, ξενίας “καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν συκοφαντίαν.” Δώρων γραφή: ὁπότε τις αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα | |
5 | λαβεῖν, τὸ ἔγκλημα τὸ κατ’ αὐτοῦ διχῶς ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή. Δείναρχος οὖν λόγον μέν τινα ἐπέγραψε κατὰ Πο‐ λυεύκτου δωροδοκίας, ἐν δὲ τῷ κατὰ Πυθέου ξενίας πολλάκις ὀνομάζει τὴν τῶν δώρων γραφήν. Ε | |
10 | Ἐάν τις γραψάμενος μὴ μεταλάβῃ τὸ εʹ μέρος τῶν ψήφων, ὀφλισκάνει χιλίας καὶ πρόσεστιν ἀτιμία τις. Λυσίας ἐν τῷ ὑπὲρ τοῦ κατὰ τῶν ῥητόρων νόμου. διείλεκται περὶ τούτων καὶ Θεόφραστος ἐν τοῖς περὶ τῶν νόμων. Ἑβδομευομένου: Λυσίας ἐν τῷ πρὸς Ἐτεοκλέα περὶ χρημά‐ | |
15 | των, εἰ γνήσιος. τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδόμας καὶ τὰς | |
δεκάτας ἦγον, καὶ τά γε ὀνόματα ἐτίθεντο αὐτοῖς οἱ μὲν τῇ ἑβδόμῃ, | 102 | |
Lex.103 | ὡς καὶ ὁ ῥήτωρ λέγει, οἱ δὲ τῇ δεκάτῃ. Ἀριστοτέλης δ’ ἐν θʹ περὶ ζῴων ἱστορίας γράφει ταυτί· “τὰ πλεῖστα δὲ ἀναιρεῖται πρὸ τῆς “ἑβδόμης, διὸ καὶ τὰ ὀνόματα τότε τίθενται ὡς πιστεύοντες ἤδη τῇ “σωτηρίᾳ.” | |
5 | Ἐγγυθήκη: φέρεταί τις λόγος ὡς Λυσίου ἐπιγραφόμενος ‘περὶ ‘τῆς ἐγγυθήκης.‘ εἴη δ’ ἂν σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τούτων οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον, ὡς Καλλίξενός τε ἐν δʹ περὶ Ἀλεξανδρείας ὑποσημαίνει καὶ Δαΐμαχος ὁ Πλαταιεὺς ἐν βʹ περὶ Ἰνδικῆς. | |
10 | Ἑδωλιάσαι: Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ‘ἀπολογισμὸς ὧν ‘πεπολίτευται‘ ἐπὶ τοῦ συγκαθίσαι. καὶ ἑδώλια αἱ ἐν ταῖς ναυσὶ καθέδραι· Ἡρόδοτος αʹ. Ἔθνος: οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους, | |
15 | “εἴ τις ὑμᾶς ἔροιτο τί πονηρότατον νομίζετε τῶν ἐν τῇ πόλει πάν‐ “των ἐθνῶν, οὔτε τοὺς γεωργοὺς οὔτε τοὺς ἐμπόρους οὔτε τοὺς ἐκ | |
“τῶν ἀργυρείων οὔτε τῶν τοιούτων οὐδὲν ἂν εἴποιτε.” ἐν δὲ τῷ θʹ Φι‐ | 103 | |
Lex.104 | λιππικῷ φησὶν “ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πόλεις καὶ “τὰς πολιτείας αὐτῶν ἀφῄρηται καὶ τετραδαρχίας κατέστησε παρ’ “αὐτοῖς, ἵνα μὴ μόνον κατὰ πόλεις ἀλλὰ καὶ κατὰ ἔθνη δουλεύ‐ “ωσιν;” | |
5 | Εἱλωτεύειν: τὸ δουλεύειν Ἰσοκράτης Πανηγυρικῷ· εἵλωτες γὰρ οἱ μὴ γόνῳ δοῦλοι Λακεδαιμονίων, ἀλλ’ οἱ πρῶτοι χειρωθέντες τῶν Ἕλος τὴν πόλιν οἰκούντων, ὡς ἄλλοι τε πολλοὶ μαρτυροῦσι καὶ Ἑλ‐ λάνικος ἐν τῇ αʹ. Εἰσαγγελία: δημοσίας τινὸς δίκης ὄνομά ἐστι, τρία δ’ ἐστὶν εἴδη | |
10 | εἰσαγγελιῶν. ἡ μὲν γὰρ ἐπὶ δημοσίοις ἀδικήμασι μεγίστοις καὶ ἀνα‐ βολὴν μὴ ἐπιδεχομένοις, καὶ ἐφ’ οἷς μήτε ἀρχὴ καθέστηκε μήτε νόμοι κεῖνται τοῖς ἄρχουσι καθ’ οὓς εἰσάξουσιν, ἀλλὰ πρὸς τὴν βου‐ λὴν ἢ τὸν δῆμον ἡ πρώτη κατάστασις γίνεται, καὶ ἐφ’ οἷς τῷ μὲν φεύγοντι, ἐὰν ἁλῷ, μέγισται ζημίαι ἐπίκεινται, ὁ δὲ διώκων, ἐὰν μὴ | |
15 | ἕλῃ, οὐδὲν ζημιοῦται, πλὴν ἐὰν τὸ εʹ μέρος τῶν ψήφων μὴ μεταλάβῃ· τότε γὰρ χιλίας ἐκτίνει· τὸ δὲ παλαιὸν καὶ οὗτοι μειζόνως ἐκολά‐ ζοντο. ἑτέρα δὲ εἰσαγγελία λέγεται ἐπὶ ταῖς κακώσεσιν· αὗται δ’ εἰσὶ πρὸς τὸν ἄρχοντα, καὶ τῷ διώκοντι ἀζήμιοι, κἂν μὴ μεταλάβῃ τὸ εʹ μέρος τῶν ψήφων. ἄλλη δὲ εἰσαγγελία ἐστὶ κατὰ τῶν διαιτη‐ | |
20 | τῶν· εἰ γάρ τις ὑπὸ διαιτητοῦ ἀδικηθείη, ἐξῆν τοῦτον εἰσαγγέλλειν πρὸς τοὺς δικαστὰς, καὶ ἁλοὺς ἠτιμοῦτο. Ἰσαῖος μέντοι περὶ τοῦ | |
Ἁγνίου κλήρου τὸ αὐτὸ πρᾶγμα εἰσαγγελίαν καὶ γραφὴν ὠνόμασεν. | 104 | |
Lex.105 | Εἰς ἐμφανῶν κατάστασιν: ὄνομα δίκης ἐστὶν ὑπὲρ τοῦ τὰ ἀμ‐ φισβητήσιμα εἶναι ἐν φανερῷ· Ἰσαῖος ἐν τῷ περὶ τοῦ Φιλοκτήμονος κλήρου. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ πρὸς τὸν ἄρ‐ χοντά φησι λαγχάνεσθαι ταύτην τὴν δίκην, τὸν δὲ ἀνακρίνοντα εἰσά‐ | |
5 | γειν εἰς τὸ δικαστήριον. Εἰς ἓν ἦλθεν: ἀντὶ τοῦ ὡμονόησεν. Εἰσεπόδιζον: ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ χωρίου Ἰσαῖος ἐν τῷ πρὸς ὀργεῶνας. Εἰς ἕω: ἀντὶ τοῦ εἰς ἀρχομένην ἡμέραν Ἰσαῖος ἐν τῷ περὶ τοῦ | |
10 | Κίρωνος κλήρου. Εἰσφρήσειν: ἀντὶ τοῦ εἰσάξειν, εἰσδέξεσθαι· Ἀντιφῶν καὶ Δη‐ μοσθένης ἐν ηʹ Φιλιππικῷ. πολὺ δὲ τοὔνομα ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Ἐκαλίστρουν: Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβού‐ λου, εἰ γνήσιος. Ἰακὸν δ’ ἐστὶ, καὶ τάχ’ ἂν εἴη Δεινάρχου· καὶ οὗτος | |
15 | γὰρ ξενικοῖς ὀνόμασι χρῆται. Ἑκάτης νῆσος: Λυκοῦργος κατὰ Μενεσαίχμου. πρὸ τῆς Δή‐ | |
λου κεῖταί τι νησύδριον, ὅπερ ὑπ’ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς | 105 | |
Lex.106 | Φανόδημος ἐν τῇ αʹ. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σῆμος ἐν αʹ Δηλιακῶν διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δ’ ἐστὶ ψαιστῶν τις ἰδέα. Ἑκατομβαιών: ὄνομα μηνός. Ὑπερείδης. ὁ γοῦν Ἀμμώνιός φη‐ | |
5 | σιν ἀπὸ τοῦ πλείστας τούτῳ τῷ μηνὶ θύεσθαι ἑκατόμβας κεκλῆσθαι. Ἑκατόμνως: ὄνομα κύριον. Ἑκατόμπεδον: Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ‘ἀπολογισμὸς ‘ὧν πεπολίτευται.‘ ὁ παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης | |
10 | ἐν τῷ περὶ Ἀθηνῶν. | 106 |
Lex.107 | Ἔκδεια: Ὑπερείδης ἐν τῷ κατὰ Πασικλέους “ἐὰν δέ τις ἔκδεια “γένηται,” ἤγουν ἐὰν δέ τις ἐνδεήσῃ τοῦ προϋπάρχοντος ἀργυρίου. Ἐκδεξάμενος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος “ἐκδεξάμενος “καὶ γράψας.” ἐκδέξασθαί ἐστι τὸ παρ’ ἑτέρου λαβόντα αὐτὸν ἐγ‐ | |
5 | χειρεῖν τὸ δεύτερον. ἐπισκεπτέον δὲ πῶς ἔχει τὸ ἐν τῷ εʹ Φιλιππικῷ λεχθὲν ὑπὸ τοῦ ῥήτορος “καὶ τὸ δοκεῖν ἐκδέξασθαι τῶν ἐκείναις “πεπραγμένων.” Ἐκδικάσασθαι: ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι· Ἰσαῖος ἐν τῷ πρὸς Καλλικράτην. | |
10 | Ἔκδοσις: τὸ ναυτικὸν δάνεισμα, οἱονεὶ ἔξω δόσις· Δημοσθένης κατ’ Ἀφόβου αʹ. Ἐκκλητεύειν: τὸ εἰς κρίσιν ἄγειν, ἵν’ ἐπάναγκές τις μαρτυρῇ· Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. Ἐκλογεῖς: οἱ ἐκλέγοντες καὶ εἰσπράττοντες τὰ ὀφειλόμενα τῷ | |
15 | δημοσίῳ. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου “ᾑρέθησαν | |
“γὰρ ἐκλογεῖς παρ’ ἡμῖν οἷς πλεῖστα ἐδόκει χρήματα εἶναι.” Λυ‐ | 107 | |
Lex.108 | σίας ἐν τῷ πρὸς Ἀρέσανδρον “νῦν δὲ πρὸς τοὺς ἐκλογέας τοῦ φόρου “ἅπαντα ἀπογραφόμεθα.” Ἐκλώζετε: Δημοσθένης κατὰ Μειδίου. κλωσμὸν ἔλεγον τὸν γιγνόμενον ἐν τοῖς στόμασι ψόφον, ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν | |
5 | ἀκροαμάτων ὧν οὐχ ἡδέως ἤκουον. Ἐκμαρτυρία: διαφέρει τῆς μαρτυρίας, ὅτι ἡ μὲν μαρτυρία τῶν παρόντων ἐστὶν, ἡ δ’ ἐκμαρτυρία τῶν ἀπόντων. σαφέστατα δὲ περὶ τούτων διδάσκουσι Δημοσθένης τε ἐν τῷ κατὰ Στεφάνου καὶ Δεί‐ ναρχος ἐν τῷ ὑπὲρ Αἰσχίνου κατὰ Δεινίου. | |
10 | Ἐκ περιουσίας: Δημοσθένης ὑπὲρ Κτησιφῶντος “οὗτος δ’ ἐκ “περιουσίας μου κατηγορεῖ.” βέλτιον οὕτως ἀκούειν, ὅτι ἐγὼ μὲν περὶ τῶν ἐσχάτων κινδυνεύω, οὗτος δ’ ἐκ πολλοῦ τοῦ περιόντος μου κατηγορεῖ, οὐ περὶ χρημάτων, ὡς οἴονταί τινες. Ἐκπλινθεύσας: ἀντὶ τοῦ διαλύσας καὶ ἐξελὼν τὰς πλίνθους | |
15 | Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. Ἐκπολεμῶσαι: Δημοσθένης Φιλιππικοῖς ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι, ὡς καὶ παρὰ Θουκυδίδῃ πολλάκις. ἐν μέντοι τοῖς Ἀττι‐ κιανοῖς διὰ τοῦ η γράφεται, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν ϛʹ Ἑλληνικῶν. Ἐκ προαγωγῆς: ἀντὶ τοῦ πρὸς ἀνάγκην καὶ οὐκ ἐκ φύσεως οὐδ’ | |
20 | ἁπλοϊκῶς. ἡ μεταφορὰ ἀπὸ τῶν οὐχ ἡμένων, ἀλλ’ ἐκ προβολῶν προ‐ | |
ηναγκασμένων δεσμοῖς. Δημοσθένης κατ’ Ἀριστοκράτους. | 108 | |
Lex.109 | Ἐκφυλλοφορῆσαι: εἰ ἐδόκει τις τῶν βουλευτῶν ἀδικεῖν, διεψη‐ φίζετο ἡ βουλὴ περὶ αὐτοῦ εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν. ἀντὶ δὲ ψήφων φύλλοις ἐχρῶντο, δι’ ὧν ἕκαστος ἐπεσημαίνετο τὴν αὑτοῦ γνώμην. Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος. | |
5 | Ἐλαιούς: πόλις ἐν Χερρονήσῳ τῇ Θρᾳκίᾳ. Ἐλάτεια: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· πόλις δὲ ἦν μεγίστη τῶν ἐν Φωκεῦσι. τοῦ δὲ ῥήτορος πάλιν ἐν ζʹ Φιλιππικῶν, εἰ γνήσιος, τάδε, “ἐν Κασσωπίᾳ τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχετα καὶ “Ἐλάτειαν.” ῥητέον ὅτι βέλτιον ἐν ἐνίοις γέγραπται διὰ τοῦ ρ Ἐλά‐ | |
10 | τρεια· Θεόπομπος γοῦν ἐν μγʹ τέτταρας πόλεις φησὶν εἶναι τῶν Κασ‐ σωπαίων, ἀλλ’ οὐ τρεῖς ὥσπερ ὁ Δημοσθένης, Ἐλάτρειάν τε καὶ Παν‐ δοσίαν καὶ Βιτίαν καὶ Βούχετα. Ἐλαφροτάτους: καὶ ἐν ἐπαίνῳ λέγουσι τοὔνομα οἱ παλαιοὶ, ἀντὶ τοῦ πραοτάτους, κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτους καὶ φορτικωτά‐ | |
15 | τους. Ἰσοκράτης Παναθηναϊκῷ “σφᾶς δ’ αὐτοὺς ὡς δυνατὸν ἐλα‐ | |
“φροτάτους καὶ μετριωτάτους τοῖς συνοῦσι παρέχοντας.” | 109 | |
Lex.110 | Ἐλεοκόπων: Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς “πέντε “μησὶ μετὰ τῶν ἐλεοκόπων διαιτώμενος.” ἐλεοκόπους λέγοι ἂν ὁ ῥήτωρ τοὺς τὰ ἕλη κόπτοντας, τοῦ ε παρεμβεβλημένου, ὡς τὸ “ἐλε‐ “όθρεπτόν τε σέλινον” παρ’ Ὁμήρῳ. μήποτε δὲ παρὰ τὸ ἐλεὸν, ὅπερ | |
5 | ἐστὶ σκεῦος ξύλινον, γεγένηται τοὔνομα. Ἀριστοφάνης Ἱππεῦσιν εἰ προσκαθέλοι με τοὐλεόν. Ἐλευθέριος Ζεύς: Ὑπερείδης “τῷ μὲν τοίνυν Διῒ, ὦ ἄνδρες “δικασταὶ, ἡ ἐπωνυμία γέγονε τοῦ ἐλευθέριον προσαγορεύεσθαι διὰ “τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ.” ὁ | |
10 | δὲ Δίδυμός φησιν ἁμαρτάνειν τὸν ῥήτορα· ἐκλήθη γὰρ ἐλευθέριος διὰ τὸ τῶν Μηδικῶν ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. ὅτι δὲ ἐπιγέγραπται μὲν σωτὴρ, ὀνομάζεται δὲ καὶ ἐλευθέριος, δηλοῖ καὶ Μένανδρος. Ἐλευσίνια: Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου. τοῖς νικῶσι τὰ | |
Ἐλευσίνια ἐδίδοτο ἆθλον. ὠνομάσθη δὲ ἡ πόλις Ἐλευσὶς ἀπὸ | 110 | |
Lex.111 | Ἐλευσίνου τοῦ Ἑρμοῦ. ἄλλοι δὲ ἄλλας αἰτίας φασὶ καὶ ἑορτὴν εἶναι μόνον τὰ Ἐλευσίνια. Ἑλικτῆρες: ἐνωτίων εἶδος· Λυσίας. Ἕλιξος: εἷς τῶν ἐπιφανῶν ἀνδρῶν παρὰ Μεγαρεῦσιν. | |
5 | Ἑλλανοδίκαι: Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου πρὸς Ἠλείους. Ἀριστοτέλης Ἠλείων πολιτείᾳ τὸ μὲν πρῶτόν φησιν ἕνα καταστῆσαι τοὺς Ἠλείους Ἑλλανοδίκην, χρόνου δὲ διελθόντος βʹ, τὸ δὲ τελευ‐ ταῖον θʹ. Ἀριστόδημος δ’ ὁ Ἠλεῖός φησι τοὺς τελευταίους τιθέντας τὸν ἀγῶνα Ἑλλανοδίκας εἶναι ιʹ, ἀφ’ ἑκάστης φυλῆς ἕνα. | |
10 | Ἑλληνοταμίαι: Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος. ὅτι ἀρχή τις ἦν οἱ Ἑλληνοταμίαι, οἳ διεχείριζον τὰ χρήματα, καὶ Ἀριστοτέλης δηλοῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ. μνημονεύει δὲ καὶ Θουκυδίδης αὐτῶν ἐν αʹ. Ἐμβεβλημένα: ἀντὶ τοῦ ἐγκεκεντρισμένα Δημοσθένης ἐν τῷ | |
15 | πρὸς Νικόστρατον. καὶ Ἀριστοτέλης δ’ ἐμβολάδας ἀπίους λέγει τὰς τοιαύτας. Ἔμβιος: Ἀντιφῶν Ἀληθείας αʹ “καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμ‐ “βιος γένοιτο” ἀντὶ τοῦ ἐν τῷ ζῆν, τουτέστι ζήσειε καὶ μὴ ξηρανθείη | |
μηδ’ ἀποθάνοι. | 111 | |
Lex.112 | Ἔμβραχυ: ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίῳ Ἀντιφῶν. Ἔμμηνοι δίκαι: αἵ τε ἐμπορικαὶ καὶ ἐρανικαί· Δημοσθένης καὶ Ὑπερείδης. Ἐμποδών: Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως “καὶ τοὺς | |
5 | “ἐμποδὼν ἐκολάσατε” ἀντὶ τοῦ τοὺς ἐμπεσόντας, καθὰ καὶ Ἀνδοκί‐ δης ἐν τῷ κατ’ Ἀλκιβιάδου. Ἔμπουσα: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. φάσμα τί φασιν εἶναι τῆς Ἑκάτης, ὅπερ στοιχοῦσιν ἐφαίνετο. πλήρης δὲ τοῦ ὀνό‐ ματος ἡ κωμῳδία. | |
10 | Ἕναι ἀρχαί: αἱ παρῳχημέναι· Δημοσθένης κατ’ Ἀριστογεί‐ τονος. Ἔνδειξις: εἶδος δίκης δημοσίας, ὑφ’ ἣν τοὺς ἐκ τῶν νόμων εἰρ‐ γομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον. πολλοὶ μὲν οὖν εἰσὶ λόγοι ἐνδείξεως, γνωριμώτατοι δὲ οἱ κατ’ Ἀριστο‐ | |
15 | γείτονος Δημοσθένους. Ἐνδεκάζοντας: ἀντὶ τοῦ ἐνεορτάζοντας, ἐν τῷ αὐτῷ τὴν δεκά‐ την ἄγοντας, Δημοσθένης ἐν τῷ κατὰ Θεοκρίνου. Ἐν Διομείοις Ἡράκλειον: Ὑπερείδης κατὰ Κόνωνος. τῆς ἐν | |
Διομείοις ἀγομένης ἑορτῆς τῷ Ἡρακλεῖ μνημονεύουσι καὶ οἱ κωμικοί. | 112 | |
Lex.113 | Ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι: Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου. ὁπότε δημευθείη τινὸς ἡ οὐσία, ἐξῆν προσελθόντι τῷ φά‐ σκοντι δανειστῇ γεγονέναι τούτου τοῦ ἀνδρὸς λέγειν ὅτι ἐνοφείλεται αὐτῷ χρέος ἐν τῇ οὐσίᾳ. ἔστι δὲ καὶ λόγος τις ἐπιγραφόμενος ‘Δη‐ | |
5 | ‘μοσθένους πρὸς Κριτίαν περὶ τοῦ ἐνεπισκήμματος,‘ ὃν Καλλίμαχος μὲν ἀναγράφει ὡς γνήσιον, Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς ὡς ψευδε‐ πίγραφον. Ἐνεσκευασμένην: Ἰσαῖος ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ Ἄρ‐ χιππον ἀντὶ τοῦ ἐσκευασμένην καὶ πεπλασμένην. | |
10 | Ἐνετιμᾶτο: Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. τὸ ἀπετιμᾶτο διαφέρει τοῦ ἐνετιμᾶτο· ὅταν μὲν γὰρ πρός τι ποσὸν ἀργύριον ἀποτί‐ μημα λαμβάνῃ τις, ἀποτιμᾶσθαι λέγεται· ὅταν δὲ ἐν εἴδεσί τισι λογίσηταί τις μέρος τι τοῦ ἀργυρίου, τοῦτο λέγεται ὡς ἐνετιμήσατο. Ἕνη καὶ νέα: Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα. τὴν ὑφ’ ἡμῶν | |
15 | τριακάδα καλουμένην ἕνην καὶ νέαν καλοῦσιν Ἀθηναῖοι ἀπὸ τοῦ τὴν | 113 |
Lex.114 | τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸς καὶ τὴν ἀρχὴν τοῦ ὑστέρου. Πο‐ λέμων δέ φησιν ὅτι ἐκάλεσάν ποτε αὐτὴν Ἀθηναῖοι Δημητριάδα ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακεδόνος. ἕνην δὲ καὶ εἰς ἕνην τὸ εἰς τρίτην λέγουσι. καὶ ἁπλῶς τὸ ἕνον δασυνόμενον τὸ πρότερον καὶ | |
5 | παρεληλυθὸς δηλοῖ. Ἔνθρυπτα: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Δίδυμος ὁ γραμματικὸς ἐν τῷ ὑπομνήματι τοῦ λόγου εἰπὼν ὡς τὰ ἔνθρυπτα ἐκκείμενον καὶ γνώριμον ἀπ’ αὐτῆς ἔχει τῆς φωνῆς τὸ σημαινόμενον, περιεργότερόν τινα ἐκτίθεται ἐξήγησιν ἀμάρτυρον· εἰσὶ δὲ ἔνθρυπτα | |
10 | τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. ἔνιοι δὲ ταῖς τε‐ λεταῖς αὐτὰ προσοικειοῦσι· καὶ Ἀπόλλων δὲ παρ’ Ἀθηναίοις Ἔν‐ θρυπτος. Ἐν Λίμναις Διονύσιον: Ἰσαῖος περὶ τοῦ Κίρωνος κλήρου. τό‐ πος ἐστὶν ἐν Ἀθήναις Λίμναι, ἐν ᾧ ὁ τιμώμενος Διόνυσος. | |
15 | Ἐννεάκρουνον: [Λυσίας] Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδό‐ | |
σεως. κρήνη τις ἐν Ἀθήναις· πρότερον δ’ ἐκαλεῖτο Καλλιρρόη. | 114 | |
Lex.115 | Ἐννέα ὁδοί: Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. τόπος ἐν Θρᾴκῃ περὶ τὴν Ἀμφίπολιν. Ἐν παραβύστωι: ἀντὶ τοῦ κρύφα καὶ οὐ φανερῶς Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου. | |
5 | Ἐνσημαινόμενος: ἀντὶ τοῦ ἐνδεικνύμενος καὶ ἐμφαίνων Ἰσο‐ κράτης. Ἐν Φρεαττοῖ: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους περὶ τοῦ ἐν Φρεαττοῖ δικαστηρίου ἀκριβῶς διεξελήλυθε, λέγων οὕτως. “ἔτι “τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθε οἷον ὑπερβέβηκε τὸ ἐν | |
10 | Φρεαττοῖ. ἐνταῦθα γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν “ὁ νόμος, ἐάν τις ἐπ’ ἀκουσίῳ φόνῳ πεφευγὼς, μήπω τῶν ἐκβαλόν‐ “των αὐτὸν ᾐδεσμένων, αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου.” καὶ μετ’ ὀλίγον φησὶν “ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τε ἐκείνῳ, “τῆς χώρας ἀποδείξας τόπον τινὰ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θα‐ | |
15 | “λάττης· εἶθ’ ὁ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει, τῆς γῆς οὐχ “ἁπτόμενος, οἱ δ’ ἀκροῶνται καὶ δικάζουσιν ἐπὶ τῆς γῆς. κἂν μὲν “ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίαν· ἐὰν δὲ “ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δὲ ἐπὶ ἑτέρῳ φόνῳ φυ‐ “γὴν ὑπέχει.” ὠνομάσθαι δ’ ἔοικε τὸ δικαστήριον ἀπό τινος Φρεάτ‐ | |
20 | του ἥρωος, καθά φησι Θεόφραστος ἐν ιϛʹ τῶν Νόμων. | 115 |
Lex.116 | Ἐξάγιστος: ἀντὶ τοῦ λίαν ἐναγὴς καὶ ἔμπλεως ἄγους. Αἰσχί‐ νης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπί τινος λιμένος εἴρηκε τοὔνομα. Ἐξαιρέσεως δίκη: ὁπότε τις ἄγοι τινὰ ὡς δοῦλον, ἔπειτά τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο, ἐξῆν τῷ ἀντιποιουμένῳ τοῦ ἀνθρώπου ὡς | |
5 | δούλου λαγχάνειν ἐξαιρέσεως δίκην τῷ εἰς τὴν ἐλευθερίαν αὐτὸν ἐξαι‐ ρουμένῳ· Ἰσαῖος ἐν τῇ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαιρέσει. Ἐξαράσασθαι: Αἰσχίνης κατὰ Κτησιφῶντος “ὅτι χρυσᾶς ἀσπί‐ “δας ἀνέθηκε πρὸς τὸν καινὸν νεὼν πρὶν ἐξαράσασθαι.” ἐξαράσασθαι δέ ἐστι τὸ ἐκτελέσαι τὰς ἀρὰς, τουτέστι τὰς εὐχὰς, ἃς ἐπὶ ταῖς | |
10 | ἱδρύσεσι τῶν ναῶν εἰώθασι ποιεῖσθαι. Ἐξεγγύησις: τὸ ἐξελέσθαι τινὰ δι’ ἐγγυητῶν καταστάσεως· Δη‐ μοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἐξένιζε: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει “διαβε‐ “βλήκασι γάρ μου τὸν πατέρα ὡς ἐξένιζε.” μήποτε ἀντὶ τοῦ ξένος | |
15 | ἦν, καὶ οὐχ ὡς Δίδυμός φησιν, ἀντὶ τοῦ οὐκ Ἀττικῶς διελέγετο, ἀλλὰ ξενικῶς. Ἐξεπρέμνιζον: ἀντὶ τοῦ κατέβαλλον τὰ πρέμνα, τουτέστι | |
μέχρι ῥιζῶν τὰ στελέχη, Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. | 116 | |
Lex.117 | Ἐξετάζεσθαι: ἀντὶ τοῦ ὁρᾶσθαι Δημοσθένης κατὰ Στεφάνου. καὶ ἐν τῷ κατ’ Ἀνδροτίωνος “ἐξητάσθης” φησὶν ἀντὶ τοῦ ὤφθης, ἑω‐ ράθης. Ἐξηγητής: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. ὁ ἐξηγού‐ | |
5 | μενος τὰ ἱερά. ἔστι δὲ καὶ ἃ πρὸς τοὺς κατοιχομένους νομιζόμενα ἐξηγοῦντο τοῖς δεομένοις. καὶ Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου δηλοῖ, πληθυντικῶς τοὺς ἐξηγητὰς πολλάκις ὀνομάζων. Ἐξήκεστος: ὄνομα κύριον· Δημοσθένης κατ’ Ἀριστοκράτους. Ἐξορχησάμενος: ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράς Δημοσθένης ἐν | |
10 | τῷ κατ’ Ἀνδροτίωνος προσπαίζων ἅμα εἶπε διὰ τὴν τῶν Διονυσίων πομπήν. Ἐξούλης: ὄνομα δίκης ἣν ἐπάγουσιν οἱ φάσκοντες ἐξείργεσθαι τῶν ἰδίων κατὰ τῶν ἐξειργόντων. εἴρηται μὲν οὖν τοὔνομα ἀπὸ τοῦ ἐξίλλειν, ὅ ἐστιν ἐξωθεῖν καὶ ἐκβάλλειν, δικάζονται δὲ ἐξούλης κἀπὶ | |
15 | τοῖς ἐπιτιμίοις οἱ μὴ ἀπολαμβάνοντες ἐν τῇ προσηκούσῃ προθεσμίᾳ, ὑπερημέρων γιγνομένων τῶν καταδικασθέντων. οἱ δὲ ἁλόντες ἐξούλης | |
καὶ τῷ ἑλόντι ἐδίδοσαν ἃ ἀφῃροῦντο αὐτὸν, καὶ τῷ δημοσίῳ κατε‐ | 117 | |
Lex.118 | τίθεσαν τὰ τιμηθέντα. ἐδικάζετο δὲ ἐξούλης καὶ ὁ χρήστης κατέχειν ἐπιχειρῶν κτῆμα τοῦ χρεωστοῦντος καὶ κωλυόμενος ὑπό τινος. καὶ ἐπεργασίας δέ τις εἰ εἴργοιτο, δίδωσιν ὁ νόμος δικάζεσθαι πρὸς τὸν εἴργοντα ἐξούλης. καὶ περὶ ἀνδραπόδου δὲ καὶ παντὸς οὗ φησί τις | |
5 | αὐτῷ μετεῖναι. ταῦτα δὲ σαφῶς Ἰσαῖος διδάσκει καὶ Λυσίας ἐν τῷ κατὰ Στρατοκλέους ἐξούλης. Δείναρχος μέντοι ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ ἰδίως κέχρηται τῷ τῆς ἐξούλης ὀνόματι ἐπὶ τῆς ἱερείας τῆς μὴ βουλομένης τὰ ἴδια δρᾶν. ὅτι δὲ ἐπὶ παντὸς τοῦ ἐκ τῶν ἰδίων ἐκβαλλομένου τάττεται τοὔνομα, καὶ οὐχ ὡς οἴεται Καικίλιος | |
10 | μόνων τῶν ἐκ καταδίκης ὀφειλόντων, καὶ Φρύνιχος ἐν Ποαστρίαις δῆλον ποιεῖ. Ἐξωμοσία: τὸ μεθ’ ὅρκου πρᾶξίν τινα ἀπαρνήσασθαι διὰ νόσον ἤ τινα ἑτέραν πρόφασιν, ὡς δῆλον ποιεῖ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. | |
15 | Ἐπαγγελία: σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξὸν, καὶ ἔστιν οἷον παραγγελία· Αἰσχίνης κατὰ Τιμάρχου. λέγεται δὲ παρ’ αὐτοῖς | |
τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς παρά | 118 | |
Lex.119 | τε Ἀντιφῶντι ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ Δημοσθένει ἐν τῷ περὶ πρεσβείας. Ἐπακτὸς ὅρκος: ὃν αὐτός τις ἑκὼν αὑτῷ ἐπάγεται, τουτέστιν αἱρεῖται· ἄλλοι δὲ τοὐναντίον ὁ ἀλλαχόθεν ἐπιφερόμενος, ἀλλ’ οὐκ | |
5 | αὐθαίρετος. Λυσίας ἐν τῷ πρὸς Χαιρέστρατον καὶ Ἰσοκράτης Ἀπολ‐ λωνιάτης ἐν ταῖς πρὸς Δημόνικον παραινέσεσιν. ἔστι δὲ ὅρκου τρία εἴδη, ἀπώμοτος καὶ κατώμοτος καὶ ὁ καλούμενος ἐπακτός. εἶναι δὲ τοῦτον οὐχ ἁπλοῦν· δεῖν γὰρ τὸν προτεινόμενον ὑπὸ τοῦ ὁρκίζοντος αὐτοῖς ὀνόμασιν ἀντιφωνεῖν τὸν ὁρκιζόμενον. | |
10 | Ἐπακτροκέλης: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. εἶδος δ’ ἐστὶ πλοίου σύνθετον ἔχον τὴν κατασκευὴν ἔκ τε ἐπακτρίδος καὶ κέλητος. ἦν δὲ ὡς ἐπίπαν λῃστρικὸν, ὡς καὶ Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου δοκιμασίᾳ. Ἐπαλλάξεις: ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀντιφῶν Ἀλη‐ | |
15 | θείας αʹ. Ἐπαναφορά: τὸ ἀναφέρειν καὶ ἀνακοινοῦσθαι τῷ πλήθει. Ἐπαιρόμενος: ἀντὶ τοῦ ἐπανατεινόμενος Δημοσθένης ἐν τῷ ὑπὲρ | |
Κτησιφῶντος. ἐν δὲ τῷ πρὸς Ἄφοβον ἐπ’ ἄλλου σημαινομένου φη‐ | 119 | |
Lex.120 | σὶν “ἢ κέρδεσιν δι’ ἀπορίαν ἐπαιρομένους.” [Ἀριστοφάνης Νεφέ‐ λαις εἴθ’ ὤφελ’ ἡ προμνήστρι’ ἀπολέσθαι κακῶς, ἥτις με γῆμ’ ἐπῆρε τὴν σὴν μητέρα.] | |
5 | Ἐπεδίκασε καὶ ἐπεδικάσαντο: Δημοσθένης ἐν τῷ κατ’ Ὀλυμ‐ πιοδώρου. τὸ μὲν ἐπεδίκασέν ἐστιν οἷον προσέκρινε, τὸ δὲ ἐπεδικά‐ σαντο οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον. Ἐπενεγκεῖν δόρυ ἐπὶ τῆι ἐκφορᾶι καὶ προαγορεύειν ἐπὶ τῶι μνήματι: Δημοσθένης κατ’ Εὐέργου καὶ Μνησιβούλου ταῦτά φησιν | |
10 | ἐπὶ τοῦ βιαίως ἀποθανόντος. Ἴστρος δ’ ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων περὶ Προκρίδος καὶ Κεφάλου εἰπὼν γράφει ταυτί· “τινὲς δὲ ἐπὶ τοῦ “τάφου δόρυ καταπεπηχότα τὸν Ἐρεχθέα φασὶ πεποιῆσθαι παρα‐ “καθήμενόν τε καὶ τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμιμον εἶναι τοῖς “προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας.” | |
15 | Ἐπεσκήψατο: ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. λέγεται δὲ ἐνίοτε κατὰ τὸ σπάνιον καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. τῷ δὲ ἐνεργητικῷ τῷ ἐπέσκηψεν ἀντὶ τοῦ ἐνετείλατο Ἰσαῖος κέχρηται ἐν τῇ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαι‐ | |
ρέσει. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ | 120 | |
Lex.121 | οἷον ἐξορκίζω Ἀνδοκίδης τε ἐν τῷ περὶ τῶν μυστηρίων καὶ Λυσίας ἐν τῷ ὑπὲρ Κτησιάρχου εἰρήκασιν. Ἐπιβάτης: Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. οὕτως ἐκάλουν τῶν ἐν ταῖς τριήρεσι στρατευομένων τοὺς μὴ κωπηλα‐ | |
5 | τοῦντας, ἀλλὰ μόνον πρὸς τὸ μάχεσθαι ἐπιτηδείους. Ἀριστοφάνης Βαβυλωνίοις εὖ γ’ ἐξεκολύμβης’ οὑπιβάτης ὡς ἐξοίσων ἐπίγυιον. Ἐπιβλῆτας: Λυσίας ἐν τῷ κατὰ Μικίνου φόνου, εἰ γνήσιος. ἐπιβλής ἐστιν, ὡς μὲν Τιμαχίδας φησὶ, δοκὸς, ὡς δέ φησι Κλεί‐ | |
10 | ταρχος ὁ γλωσσογράφος, ποιά τις δοκός. Ἐπίβοιον: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Φιλόχορος δ’ ἐν βʹ φησὶν οὕτως· “ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ “τῇ Πανδώρᾳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον.” ὁμοίως καὶ | |
Στάφυλος ἐν αʹ τῶν περὶ Ἀθηνῶν. | 121 | |
Lex.122 | Ἐπιβολή: ἡ ζημία. πολὺ τοὔνομα παρ’ αὐτοῖς, ὡς καὶ παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Νικομάχου, εἰ γνήσιος ὁ λόγος. Ἐπιγνώμονας: ἀντὶ τοῦ ἐπισκόπους Λυσίας ἐν τῷ περὶ τοῦ σηκοῦ. | |
5 | Ἐπιγραφέας: τοὺς καθεστηκότας ἐπὶ τῷ γράφειν ὁπόσον ὀφεί‐ λουσιν εἰσφέρειν εἰς τὸ δημόσιον· Λυσίας ἐν τῷ περὶ τῆς εἰσφορᾶς. Ἐπίγυιον: Λυσίας ἐν τῷ πρὸς Ἀνδοκίδην ἀποστασίου, εἰ γνή‐ σιος. τὰ πρυμνήσια ἐπίγυια ἔλεγον. κέχρηνται τῷ ὀνόματι καὶ οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί· Ἀριστοφάνης Ὁλκάσιν. | |
10 | Ἐπιδέκατον: τὸ δέκατον Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. καὶ ἐπίπεμπτον εἰώθασι λέγειν τὸ πέμπτον, ὡς καὶ Εὔπολις Αὐτολύκῳ. Ἐπὶ Δελφινίωι: δικαστήριόν ἐστιν οὕτω καλούμενον Ἀθήνησι. δικάζονται δὲ ἐνταῦθα οἱ ὁμολογοῦντες μὲν ἀπεκτονέναι, δικαίως δὲ πεποιηκέναι τοῦτο λέγοντες, ὡς Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκρά‐ | |
15 | τους δηλοῖ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | |
Ἐπιδιατίθεσθαι: Λυσίας ἐν τῷ πρὸς Θεοπείθη ἐπιτροπῆς ἐπι‐ | 122 | |
Lex.123 | λόγῳ. ἐπιδιατίθεσθαί ἐστι τὸ συνθήκας τινὰς ποιεῖσθαι κατατιθε‐ μένους τι ῥητὸν ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων, ὅσπερ ἐγγυᾶται ἑκατέρῳ ὥστε, εἰ ἡ πρᾶξις γένοιτο, θατέρῳ πάντως τὸ ὡμο‐ λογημένον ἀργύριον ἀποδοῦναι. τὸ δὲ πρᾶγμα αὐτὸ λέγεται ἐπιδια‐ | |
5 | θήκη, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῷ ὑπὲρ Νησοκλέους δηλοῖ. Ἐπὶ Δηλίωι μάχη: Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. Δή‐ λιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνική‐ θησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δʹ. Ἐπιδιετὲς ἡβῆσαι: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Δί‐ | |
10 | δυμός φησιν ἀντὶ τοῦ ἐὰν ιϛʹ ἐτῶν γένωνται· τὸ γὰρ ἡβῆσαι μέχρι ιδʹ ἔστιν. ἀλλ’ οἱ ἔφηβοι παρ’ Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γίνονται, καὶ μένουσιν ἐν τοῖς ἐφήβοις ἔτη βʹ, ἔπειτα τῷ ληξιαρχικῷ ἐγγρά‐ φονται γραμματείῳ, καθά φησιν Ὑπερείδης ἐν τῷ πρὸς Χάρητα ἐπιτροπικῷ· “ἐπεὶ δὲ ἐνεγράφην ἐγὼ καὶ ὁ νόμος ἀπέδωκε τὴν κομιδὴν | |
15 | “τῶν καταλειφθέντων τῇ μητρὶ, ὃς κελεύει κυρίους εἶναι τῆς ἐπι‐ “κλήρου καὶ τῆς οὐσίας ἁπάσης τοὺς παῖδας, ἐπειδὰν ἐπιδιετὲς “ἡβῶσιν.” | |
Ἐπίδικος καὶ ἐπίκληρος καὶ ἐπίπροικος καὶ ἐπικληρῖτις: | 123 | |
Lex.124 | ἐπίκληρος μέν ἐστιν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ (ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτις)· ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου ὥστε προῖκα ἔχειν, ἀδελφῶν αὐτῇ ὄντων· ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος ὅτῳ χρὴ αὐτὴν γαμηθῆναι. | |
5 | ταῦτα δὲ δηλοῦσιν Ἰσαῖος ἐν τῷ πρὸς Σάτυρον ὑπὲρ ἐπικλήρου καὶ Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ “διαμαρτυρία περὶ τοῦ μὴ ἐπίδικον “εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα·” ἐν δὲ τούτῳ τῷ λόγῳ δείκνυται καὶ ὅτι τὰς ἀπορουμένας κόρας ἐξεδίδοσαν οἱ ἄγχιστα γένους πέντε μνᾶς ἐπιδιδόντες. ὁ δὲ Ἰσαῖος ἐν τῷ πρὸς Λυσίβιον τὴν ἐπίκληρον | |
10 | ἐπικληρῖτιν κέκληκεν. Ἐπὶ Θρασύλλωι: Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παρα‐ γραφῇ φησὶ “τὸ ἐπὶ Θρασύλλῳ.” Ἀττικὸν ἔθος ἀντὶ τοῦ ἐπὶ τῷ Θρασύλλου μνήματι. Ἐπιθέτους ἑορτάς: Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πα‐ | |
15 | τρίους, ἄλλως δ’ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέγετο δὲ παρ’ αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὁπόσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζεν, ὡς σαφὲς ποιεῖ Λυσίας ἐν τῷ πρὸς τὴν Μιξι‐ δήμου γραφήν. ἐπιθέτους δὲ ἐπιστολὰς Λυσίας ἐν τῷ κατὰ Θρασυ‐ βούλου τινὰς ὀνομάζει, λέγοι δ’ ἂν τὰς δοθείσας τισὶν ὥστε διακο‐ | |
20 | μίσαι· λέγειν γὰρ ἦν εἰθισμένον “ἐπέθηκεν ἐπιστολήν” ἀντὶ τοῦ | 124 |
Lex.125 | παρέδωκεν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου πρὸς τὴν Φορμί‐ ωνος παραγραφήν. Κρατῖνος δ’ ἐν Τροφωνίῳ * * * * Ἐπικεκηρυχέναι: Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆναί τινα τῶν μὴ ὑφ’ ἑαυτοῖς, | |
5 | ἐκήρυττε δώσειν χρήματα, εἴ τις αὐτὸν ἀνέλοι, τόσα καὶ τόσα, καθάπερ Ξέρξῃ ἐπεκήρυξαν οἱ Ἕλληνες, εἴ τις ἢ ζῶντα ἢ νεκρὸν κατάγοι Ἀθήναζε, δώσειν ρʹ τάλαντα. Ἐπικηρυκεία: τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν· Δημοσθένης Φιλιππικῶν εʹ. | |
10 | Ἐπὶ κόρρης: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἄλλοι μὲν ἄλ‐ λως ἀπέδοσαν, βέλτιον δὲ ὑπολαμβάνειν ἐπὶ κόρρης λέγεσθαι τὸ ἐπὶ τῆς γνάθου, ὃ λέγομεν ἐν τῷ βίῳ ῥάπισμα. Ὑπερείδης γοῦν ἢ Φιλῖνος ἐν τῷ κατὰ Δωροθέου, προειπὼν τὸν ῥαπίσαντα Ἱππόνικον ἐπὶ κόρρης γραφῆναι ὕβρεως, ἐν τοῖς ἑξῆς ὥσπερ ἐξηγεῖται τοὔνομα | |
15 | λέγων “ἔπειτα Ἱππόνικος ὑπ’ Αὐτοκλέους μόνον ἐρραπίσθη τὴν γνάθον, “ἐγὼ δ’ ὑπὸ τούτων τῶν τριχῶν εἱλκόμην, κονδύλους ἔλαβον.” Ἐπικράτης: Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. | |
οὗτός ἐστιν ὁ τῶν Ἀθηναίων δημαγωγὸς ὁ σακεσφόρος ἐπικαλού‐ | 125 | |
Lex.126 | μενος, οὗ μνημονεύει καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ἕτερος δ’ ἐστὶν Ἐπικράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοι‐ κήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακοσίων οὐσίαν. ἄλλος δ’ ἐστὶν Ἐπι‐ | |
5 | κράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστὴς, ὡς δηλοῦται ὑπ’ αὐτοῦ ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ· οὗτος μέντοι ἐπωνύμιον εἶχε Κυρη‐ βίων, ὡς Δημοσθένης φησὶν ἐν τῷ κατ’ Αἰσχίνου. Ἐπιλαχών: Αἰσχίνης κατὰ Κτησιφῶντος “οὔτε λαχὼν οὔτ’ “ἐπιλαχὼν, ἀλλ’ ἐκ παρασκευῆς πριάμενος.” ἔοικε τὸ γιγνόμενον | |
10 | τοιοῦτον εἶναι. ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι, ἔπειτα ἑκάστῳ τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵν’ ἐὰν ὁ πρῶτος λαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ’ ἐκείνου γένηται βουλευτὴς ὁ ἐπιλα‐ χὼν αὐτῷ. ὑποφαίνεται δὲ ταῦτα ἐν τῷ Πλάτωνος Ὑπερβόλῳ. Ἐπιμελητὴς τῶν μυστηρίων: παρ’ Ἀθηναίοις ὁ λεγόμενος βα‐ | |
15 | σιλεύς· Δημοσθένης κατὰ Μειδίου. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶν οὕτως “ὁ δὲ βασιλεὺς πρῶτον μὲν τῶν μυστηρίων “ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος χειροτονεῖ, βʹ μὲν | |
“ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ’ ἐξ Εὐμολπιδῶν, ἕνα δ’ ἐκ Κηρύκων.” | 126 | |
Lex.127 | Ἐπιμελητὴς ἐμπορίου: Δείναρχος ἐν τῷ κατὰ Πυθέου. Ἀρι‐ στοτέλης “ἐμπορίου δ’ ἐπιμελητὰς ιʹ κληροῦσιν, τούτοις δὲ προστέ‐ “τακται τῶν τε ἐμπόρων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέ‐ “οντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ βʹ μέρη τοὺς ἐμπόρους ἀναγκά‐ | |
5 | “ζειν εἰς τὸ ἄστυ κομίζειν.” Ἐπιμήνια: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔοικεν εἶναι ἐπι‐ μήνια ἤτοι τὰ καθ’ ἕκαστον μῆνα θυόμενα, ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γιγνόμενα θύματα. Ἐπιορκήσαντα: Λυσίας κατὰ Θεομνήστου ἐξηγήσατο ὅτι τὸ | |
10 | ἐπιορκήσαντα ὀμόσαντα ἐστίν. Ἐπὶ Παλλαδίωι: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. δι‐ καστήριόν ἐστιν οὕτω καλούμενον, ὡς καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ἐν ᾧ δικάζουσιν ἀκουσίου φόνου καὶ βουλεύσεως οἱ ἐφέται. ἔσχε δὲ καὶ τὸ δικαστήριον τὴν τοῦ Παλλαδίου ἐπωνυμίαν καὶ οἱ δι‐ | |
15 | κασταὶ τὴν τῶν ἐφετῶν ἐντεῦθεν. Ἀγαμέμνονος μετὰ τῶν Ἀργείων σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις ἐξ Ἰλίου Δημοφῶν ἁρπά‐ | |
ζει τὸ Παλλάδιον καὶ πολλοὺς τῶν διωκόντων ἀναιρεῖ. Ἀγαμέμνων | 127 | |
Lex.128 | δὲ δυσχεράνας δίκην τὸν ἁρπάσαντα ἀπαιτεῖ, καὶ συνίσταται τὸ δι‐ καστήριον ἐπὶ πεντήκοντα μὲν Ἀθηναίων, πεντήκοντα δὲ Ἀργείων, οὓς ἐφέτας ἐκάλεσαν διὰ τὸ παρ’ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς τὰ τῆς κρίσεως. | |
5 | Ἐπίπεμπτον: Λυσίας ἐν τῷ πρὸς Κριτόδημον καὶ Πλάτων ἀντὶ ἁπλοῦ τοῦ πέμπτου. Ἀριστοφάνης Δαιταλεῦσιν οὐ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω. Ἔπιπλον: Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. τὰ κατὰ τὴν οἰκίαν σκεύη ἔπιπλα λέγουσι, τὴν οἷον ἐπιπόλαιον κτῆσιν καὶ μετακομίζε‐ | |
10 | σθαι δυναμένην. Σοφοκλῆς Ἀθάμαντι. Ἐπὶ Πρυτανείωι: δικαστήριόν ἐστι καὶ τοῦτο φονικὸν, δικάζει δὲ ἄν τι τῶν ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ τινὰ, τοῦτο δ’ ἐστὶν ἐὰν λί‐ θος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον, καὶ τὸν μὲν βαλόντα ἀγνοῇ, αὐτὸ δὲ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον. | |
15 | Ἐπισημαίνεσθαι: ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ὡς ἐν τῇ συνη‐ | |
θείᾳ λέγομεν ἐπιφωνεῖν Ἰσοκράτης Παναθηναϊκῷ, ἀντὶ δὲ τοῦ ἐπι‐ | 128 | |
Lex.129 | σφραγίσαι Ἰσαῖος ἐν τῇ ἐξούλης Καλυδῶνι πρὸς Ἁγνόθεον ἀπο‐ λογίᾳ. Ἐπισίτια: τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα· Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς. ταῦτα δὲ ἐνίοτε ἐκάλουν καὶ | |
5 | σιτίον. Ἐπίσκοπος: Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ ἐν τῷ κατὰ Λαισποδίου. ἐοίκασιν ἐκπέμπεσθαί τινες ὑπὸ Ἀθηναίων εἰς τὰς ὑπηκόους πόλεις ἐπισκεπτόμενοι τὰ παρ’ ἑκάστοις. Θεόφραστος γοῦν ἐν αʹ τῶν πολιτικῶν τῶν πρὸς καιροὺς φησὶν οὕτω “πολλῷ γὰρ κάλ‐ | |
10 | “λιον κατά γε τὴν τοῦ ὀνόματος θέσιν, ὡς οἱ Λάκωνες ἁρμοστὰς “φάσκοντες εἰς τὰς πόλεις πέμπειν, οὐκ ἐπισκόπους οὐδὲ φύλακας, “ὡς Ἀθηναῖοι.” Ἐπιστάτης: Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. δύο εἰσὶν οἱ καθιστάμενοι ἐπιστάται, ὁ μὲν ἐκ πρυτάνεων κληρούμενος | |
15 | ὁ δὲ ἐκ τῶν προέδρων, ὧν ἑκάτερος τίνα διοίκησιν διοικεῖ δεδήλωκεν ὁ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ἐλέγετο δ’ ἐν τοῖς κοινοῖς καὶ ὁ ἐφεστηκὼς πράγματι ὁτῳοῦν, ὡς Ὑπερείδης τε ἐν τῷ κατὰ Δημο‐ σθένους καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος φανερὸν ποιοῦσιν. | |
Ἐπίσταθμος: Ἰσοκράτης Πανηγυρικῷ “Ἑκατόμνως ὁ Καρίας | 129 | |
Lex.130 | “ἐπίσταθμος,” ὃ οὐδὲν ἕτερον ἦν ἢ κατὰ σατραπείαν Καρίας κύριος. Ἐπιτελεοῦν καὶ ἐπιτελέωμα: ἀμφότερα πολλάκις ἐστὶ τὰ ὀνόματα ἐν τῷ περὶ τῆς ἱερείας Λυκούργου, ἔοικε δὲ ἐπιτελέωμα λέ‐ | |
5 | γεσθαι τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ ἐπιτελεῖς γενέσθαι τὰς πρότε‐ ρον θυσίας. αὐτὸς γοῦν ὁ ῥήτωρ ἐν τῷ λόγῳ φησὶν “ἔτι τοίνυν ἔφη “πάντων ὕστατα ταῦτα θύεσθαι καὶ ἐπιτελεώματα εἶναι τῶν ἄλλων “θυμάτων.” Ἐπιτιμητάς: οἱ μὲν τὸ πρῶτον τιμώμενοί τι τιμηταὶ ἐκαλοῦντο, | |
10 | οἱ δὲ τοῖς ἑξῆς ἔτεσι τὰ αὐτὰ τιμώμενοι ἐπιτιμηταί· Λυσίας ἐν τῷ κατὰ Διογένους. Ἐπιτείχισμα: τὸ τειχιζόμενον κατά τινων χωρίον, ὅθεν ὁρμώ‐ μενοι οἱ τειχίσαντες κακῶς δυνήσονται ποιεῖν τοὺς ἐπιτειχισθέντας· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τὸ πρᾶγμα δὲ ἐπιτει‐ | |
15 | χισμὸν ὀνομάζουσιν, ὥσπερ ἐν ταὐτῷ λόγῳ ἐστίν. | |
Ἐπιτρέπειν: Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου αʹ οὕτως ἤρξατο | 130 | |
Lex.131 | “εἰ μὲν ἐβούλετο Ἄφοβος, ὦ ἄνδρες δικασταὶ, δίκαια ποιεῖν περὶ ὧν “διαφερόμεθα τοῖς τε οἰκείοις ἐπιτρέπειν” ἀντὶ τοῦ διαιτητὰς αὐτοὺς αἱρεῖσθαι· ὅθεν καὶ Μενάνδρου δρᾶμα Ἐπιτρέποντες. Λυσίας δ’ ἐν τῷ πρὸς τοὺς ἐπιτρόπους τῶν Βόωνος παίδων “ἐπέτρεψεν” εἶπεν “ἀν‐ | |
5 | “δράσιν” ἀντὶ τοῦ ἐπιτρόπους κατέστησεν. Ἐπιτρίταις: Ἰσαῖος ἐν τῷ κατὰ Καλλιφῶντος “ἑξακοσίαις “δραχμαῖς ἐπιτρίταις” ἀντὶ τοῦ ἐπὶ ηʹ ὀβολοῖς, κατὰ τὸ τρίτον εἶναι μέρος τοὺς ηʹ ὀβολοὺς τοῦ τετραδράχμου. Ἐπιχάρης: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον, | |
10 | Σικυώνιος προδότης. Ἐπιχειροτονία: ἡ τῶν χειροτονητῶν κατάστασις· Ὑπερείδης ἐν τῷ ὑπὲρ Σιμίου πρὸς Πυθέαν καὶ Λυκοῦργον. Ἐπιψηφίζων: ἀντὶ τοῦ ἐπικυρῶν· Δημοσθένης ἐν τῷ κατ’ Ἀν‐ δροτίωνος. πολὺ δέ ἐστι παρὰ τοῖς Ἀττικοῖς τοὔνομα ἐπὶ τούτου τοῦ | |
15 | σημαινομένου, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν αʹ Ἀπομνημονευμάτων. | 131 |
Lex.132 | Ἐπόγδοον: Δημοσθένης ἐν τῷ πρὸς Πολυκλέα περὶ τοῦ ἐπι‐ τριηραρχήματος. εἴη δ’ ἂν ἐπόγδοον τὸ οὕτω δεδανεισμένον ὥστε τοῦ κεφαλαίου τὸ ὄγδοον μέρος δοθῆναι τῷ δανειστῇ, οἷον τριώβολον τοῦ τετραδράχμου. | |
5 | Ἐπωβελία: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἐπιτίμιόν ἐστιν ἡ ἐπωβελία τὸ ἕκτον μέρος τοῦ τιμήματος, ὅπερ ἐδίδοσαν οἱ διώκον‐ τες τοῖς φεύγουσιν, εἰ μὴ ἕλοιεν. ἐκαλεῖτο δὲ οὕτως, ὅτι καθ’ ἑκά‐ στην δραχμὴν ὀβολὸς ἦν, ὅπερ ἕκτον ἐστὶν, ἐν ἓξ ὀβολοῖς τῆς δραχμῆς λογιζομένης. ἐκ πολλῶν δὲ ἔστι τοῦτο οὕτως ἔχον μαθεῖν. | |
10 | Ἐπώνια: τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον, εἴη δ’ ἂν ἴσως ἡ πέμπτη· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους κἀν τῇ πρὸς | |
Τληπόλεμον ἀντωμοσίᾳ. | 132 | |
Lex.133 | Ἐπώνυμοι: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. διττοί εἰσιν οἱ ἐπώνυμοι, οἱ μὲν ιʹ τὸν ἀριθμὸν, ἀφ’ ὧν αἱ φυλαὶ, ἕτεροι δὲ βʹ καὶ μʹ, ἀφ’ ὧν αἱ ἡλικίαι προσαγορεύονται τῶν πολιτῶν καθ’ ἕκαστον ἔτος, ἀπὸ ιηʹ ἐτῶν μέχρι ξʹ. | |
5 | Ἐπωπτευκότων: Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τῇ δευτέρᾳ μυήσει ἐποπτεύειν λέγονται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δημοσθένους λόγου καὶ ἐκ τῆς δεκάτης Φιλο‐ χόρου. Ἐρανίζοντες: Δημοσθένης ἐν τῇ περὶ τῶν Λυκούργου παίδων | |
10 | ἐπιστολῇ ἐρανίσας εἶπεν ἀντὶ τοῦ ἔρανον αἰτήσας· ἐν δὲ τῷ περὶ τοῦ ὀνόματός φησι “τί δὲ εἰ ψευδομαρτυριῶν ἁλώσεσθαι προσδοκῶν ἐφ’ “οἷς ἐρανίζει τούτοις τοῖς περὶ αὑτόν;” ἀντευποιεῖ ἀποδιδοὺς τὴν ἴσην βοήθειαν αὐτοῖς, ἣν κἀκεῖνοί ποτε παρέσχον ψευδομαρτυρήσαντες ὑπὲρ αὐτοῦ. ἐρανιστὴς μέντοι κυρίως ἐστὶν ὁ τοῦ ἐράνου μετέχων | |
15 | καὶ τὴν φορὰν ἣν ἑκάστου μηνὸς ἔδει καταβάλλειν εἰσφέρων. τὸ δὲ ὄνομα παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστοκράτην περὶ ἐγγύης ἐράνου, εἰ γνήσιος. | |
Ἔργα νέων: τοῦτο καὶ Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους Ἡσι‐ | 133 | |
Lex.134 | όδου φησὶν εἶναι. παροιμία τίς ἐστιν, ἣν ἀνέγραψε καὶ Ἀριστοφάνης ὁ γραμματικὸς οὕτως ἔχουσαν ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων. Ἐργίσκη: Αἰσχίνης κατὰ Κτησιφῶντος. καὶ ἡ Ἐργίσκη τῆς | |
5 | Θρᾴκης ἐστὶν, ὠνόμασται δὲ ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης. Ἐργοκλῆς: στρατηγὸς Ἀθηναίων. Ἐργόφιλος: καὶ οὗτος στρατηγὸς Ἀθηναίων. Ἕρκειος Ζεύς: Δείναρχος ἐν τῷ κατὰ Μοσχίωνος “εἰ φράτορες | |
10 | “αὐτῷ καὶ βωμοὶ Διὸς ἑρκείου καὶ Ἀπόλλωνος πατρῴου εἰσίν.” ἕρκειος Ζεὺς, ᾧ βωμὸς ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας οἷς εἴη Ζεὺς ἕρκειος, δεδήλωκε καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου, εἰ γνήσιος, καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας. | |
15 | Ἕρμα: ἡ ὕφαλος πέτρα· Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ. ἔστι δὲ τοὔνομα καὶ παρ’ Ἀνακρέοντι καὶ ἐν Γηρυτάδῃ Ἀριστοφάνους. | |
Ἑρμαῖ: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Ὑπερείδης ἐν τῷ | 134 | |
Lex.135 | περὶ τῶν Εὐβούλου δωρεῶν. Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί “ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασι‐ “λέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι “καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι | |
5 | “συμβέβηκεν. ἐφ’ ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρ‐ “χαίοις ἀντ’ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί.” ὅτι δὲ καὶ Ἑρμῶν στοά τις ἐλέγετο δεδήλωκε καὶ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅτι δὲ ἐκαλοῦντό τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ | |
10 | Ἱππάρχου τοῦ Πεισιστράτου εἴρηται ἔν τε τῇ ἀρχαίᾳ κωμῳδίᾳ καὶ παρὰ Πλάτωνι ἐν τῷ Ἱππάρχῳ. Ἕρμος: δῆμός ἐστι τῆς Ἀττικῆς, φυλῆς Ἀκαμαντίδος, ὥς φησι Διόδωρος ἐν τῷ περὶ τῶν δήμων. Διονύσιος δὲ ὁ τοῦ Τρύφωνος ἐν τῷ | |
περὶ ὀνομάτων φησὶν ὡς ἔοικεν οὐδέτερον εἶναι τὸ τοῦ δήμου ὄνομα τὸ | 135 | |
Lex.136 | Ἕρμος, ὡς τὸ ἕρκος. Ζώπυρος δὲ ἐν τοῖς περὶ ποταμῶν Ἕρμον φησὶν εἶναι ἐν τῇ Ἀττικῇ καὶ δῆμον ὁμώνυμον αὐτῷ. Ἑρμῆς ὁ πρὸς τῆι πυλίδι: Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου. Φιλόχορος ἐν εʹ Ἀτθίδος φησὶν ὡς οἱ ἐννέα ἄρ‐ | |
5 | χοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα τὸν Ἀττικόν. Ἑρμίας: ὄνομα κύριον, ὁ εὐνοῦχος ὁ τρίπρατος. οἰκείως δὲ διέ‐ κειτο πρὸς Ἀριστοτέλην, καὶ τὴν θετὴν αὑτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ. Ἐροιάδαι: οἱ Ἐροιάδαι δῆμός ἐστι τῆς Ἱπποθωντίδος, ὥς φησι | |
10 | Διόδωρος. Ἐρυθραῖοι: Δημοσθένης ἐν Φιλιππικῷ ηʹ. πόλις ἐν Ἰωνίᾳ Ἐρυ‐ θρὰ, μία τῶν ὑπὸ Νηλέως τοῦ Κόδρου κτισθεισῶν, ὥς φησιν Ἑλλά‐ | |
νικος ἐν Ἀτθίδι. | 136 | |
Lex.137 | Ἐρχιᾶθεν: Δείναρχος κατὰ Στεφάνου. Ἐρχιὰ δῆμός ἐστι τῆς Αἰγηΐδος, ὥς φησι Διόδωρος. Ἐσπαθᾶτο: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἀπώλλυτο, παρὰ τὴν σπάθην, σπάθη δέ ἐστι ξίφος. μήποτε | |
5 | δὲ ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά· σπάθῃ γὰρ χρῶνται. καὶ Ἀρι‐ στοφάνης Νεφέλαις “ὦ γύναι, λίαν σπαθᾷς.” Ἑστιάτωρ: ὁ τράπεζάν τισι παρατιθείς· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. εἱστίων τὰς φυλὰς οἱ μὲν ἐθελονταὶ, οἱ δὲ κληρωτοὶ, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ κατὰ Μειδίου. | |
10 | Ἐσχάρα: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Ἀμμώνιος ἐν τοῖς | 137 |
Lex.138 | περὶ βωμῶν ἐχάραν φησὶ καλεῖσθαι τὴν μὴ ἔχουσαν ὕψος ἑστίαν, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην κοίλην, παρ’ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν τοῖς σώμασι κοῖλα ἕλκη ἐσχάρας καλεῖν. Ἐσχατιά: Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. τὰ πρὸς τοῖς | |
5 | τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον, οἷς γειτνιᾷ εἴτε ὄρος εἴτε θά‐ λασσα. Ἑταιρεία: ἰδίως ἐπὶ τῆς ἑταιρήσεως τοὔνομα τέταχεν Ἀνδοκίδης ἐν τῇ περὶ τῶν μυστηρίων ἀπολογίᾳ. Ἐτεοβουτάδαι: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. γένος παρ’ | |
10 | Ἀθηναίοις, οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου· ἐτεόν γὰρ τὸ ἀληθές. ἐκ δὲ τούτων καθίστατο ἡ ἱέρεια τῆς Πολιάδος Ἀθηνᾶς, καθά φησι Δράκων περὶ γενῶν. Ἑτερόφθαλμος: ὁ ἐν Λοκροῖς νομοθετήσας· Δημοσθένης ἐν τῷ | |
κατὰ Τιμοκράτους. | 138 | |
Lex.139 | Εὐαγόρας: ὄνομα κύριον, εἰς ὃν τὸ ἐγκώμιον Ἰσοκράτους. Εὐαίων: Δημοσθένης κατὰ Μειδίου. ὄνομα κύριον. Εὐανδρία: Δείναρχος ἐν τῷ κατ’ Ἀγασικλέους. Παναθηναίοις εὐανδρίας ἀγὼν ἤγετο. Ἀνδοκίδης τ’ ἐν τῷ κατ’ Ἀλκιβιάδου δηλοῖ | |
5 | καὶ Φιλόχορος. Εὔβουλος: Ὑπερείδου λόγος ἐστὶ περὶ τῶν Εὐβούλου δωρεῶν, μνημονεύει δ’ αὐτοῦ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὅτι δὴ δημαγωγὸς ἦν ἐπιφανέστατος, ἐπιμελής τε καὶ φιλόπονος, ἀργύριόν τε συχνὸν πορίζων τοῖς Ἀθηναίοις διένειμε, διὸ καὶ τὴν πόλιν ἐπὶ τῆς | |
10 | τούτου πολιτείας ἀνανδροτάτην καὶ ῥαθυμοτάτην συνέβη γενέσθαι, Θεόπομπος ἐν τῇ ιʹ τῶν Φιλιππικῶν. ἕτερος δ’ ἐστὶν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου. Εὔδικος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς δ’ ἐστὶν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης. | |
15 | Εὔηνος: Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους. δύο ἀναγράφουσιν Εὐήνους ἐλεγείων ποιητὰς ὁμωνύμους ἀλλήλοις, καθάπερ Ἐρατοσθέ‐ νης ἐν τῷ περὶ χρονογραφιῶν, ἀμφοτέρους λέγων Παρίους εἶναι· γνωρίζεσθαι δέ φησι τὸν νεώτερον μόνον. μέμνηται δὲ θατέρου αὐτῶν καὶ Πλάτων. | |
20 | Εὐηνιώτατα: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. εὐήνιος ὁ πρᾶος | 139 |
Lex.140 | καὶ μέτριος καὶ μὴ ταραχώδης· ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. ἔστι τοὔνομα καὶ παρὰ Πλάτωνι ἐν θʹ τῶν Νόμων. Εὐθίας: Ὑπερείδης ὑπὲρ Φρύνης. τῶν ἐπὶ συκοφαντίᾳ διαβε‐ βλημένων ἦν ὁ Εὐθίας. τὸν μέντοι λόγον αὐτῷ τὸν κατὰ Φρύνης | |
5 | Ἀναξιμένην πεποιηκέναι φησὶν Ἕρμιππος. Εὔθυνοι: Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. εὔθυνοι ὄνομα ἀρχῆς παρ’ Ἀθηναίοις. δέκα δὲ τὸν ἀριθμὸν ἦσαν ἄνδρες, παρ’ οἷς ἐδίδοσαν οἱ πρεσβεύσαντες ἢ ἄρξαντες ἢ διοικήσαντές τι τῶν δημο‐ σίων τὰς εὐθύνας. διείλεκται περὶ αὐτῶν Ἀριστοτέλης ἐν τῇ Ἀθη‐ | |
10 | ναίων πολιτείᾳ. Εὐθύωρον: τὸ κατ’ εὐθεῖαν Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. τὸ ὄνομα καὶ παρὰ Ξενοφῶντι ἐν βʹ Ἀναβάσεως. Εὐμενίδες: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Αἰσχύλος ἐν Εὐμενίσιν εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησὶν ὡς ἡ | |
15 | Ἀθηνᾶ πραΰνασα τὰς Ἐρινύας ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην, Εὐμενίδας ὠνόμασεν. εἰσὶ δὲ Ἀληκτὼ, Μέγαιρα, Τισι‐ | |
φόνη. | 140 | |
Lex.141 | Εὐνεῖδαι: Λυσίας ἐν τῷ κατὰ Τελαμῶνος, εἰ γνήσιος. γένος ἐστὶ παρ’ Ἀθηναίοις οὕτως ὀνομαζόμενον Εὐνεῖδαι, ἦσαν δὲ κιθαρῳδοὶ πρὸς τὰς ἱερουργίας παρέχοντες τὴν χρείαν. Εὐξίθεος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ὑπὸ τούτου | |
5 | φησὶν Ἠλείους προδοθῆναι. Εὐοῖ σαβοῖ: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Βακχικόν τι ἐπίφθεγμά ἐστι τὸ εὐοῖ. Ἀριγνώτη δέ φησιν ὅτι τινὲς ἔλεξαν εὐοῖ ἀντὶ τοῦ εὖ σοι, τὸ εὕρημα τοῦ κατόπτρου ἐπαινέοντες. Εὐοφθάλμως: ἀντὶ τοῦ εὐπρεπῶς Ἀντιφῶν ἐν τῷ περὶ ταῶν. | |
10 | Εὐρύβατον: Αἰσχίνης κατὰ Κτησιφῶντος. Ἔφορος ἐν τῇ ηʹ Εὐρύβατόν φησιν ἄνδρα Ἐφέσιον λαβόντα χρήματα παρὰ Κροί‐ σου ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, εἶτα προδότην γενόμενον ἐγχειρίσαι τὰ δοθέντα χρήματα τῷ Κύρῳ, καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβάτους καλεῖσθαι. | |
15 | Εὐρυμέδων: Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. τῆς Παμ‐ | 141 |
Lex.142 | φυλίας οὗτος ποταμός ἐστιν, ἔνθα Κίμων Ἀθηναίων στρατηγὸς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκησε τοὺς Πέρσας, ὡς Θουκυδίδης ἐν αʹ. Εὐρυσάκειον: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. τέμενός | |
5 | ἐστιν Εὐρυσάκους τοῦ Αἴαντος ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, ἐν Μελίτῃ. Εὐσύμβολος: ἀντὶ τοῦ ῥᾳδίως καὶ εὖ συμβάλλων, τουτέστιν ἀγα‐ θὸς συμβάλλειν, Ἀντιφῶν Πολιτικῷ. Εὐφραῖος: Δημοσθένης Φιλιππικῷ θʹ. οὗτος Ὠρείτης ἦν τὸ γέ‐ | |
10 | νος, μετέσχε δὲ καὶ τῆς Πλάτωνος διατριβῆς. Εὐωνυμεῖς: Λυσίας ἐν τῷ κατὰ Φιλοκράτους. δῆμός ἐστι τῆς Ἐρεχθηΐδος, ὥς φησι Διόδωρος. Ἔφεσις: ἡ ἐξ ἑτέρου δικαστηρίου εἰς ἕτερον μεταγωγή· τὸ δὲ αὐτὸ καὶ ἔκκλητος καλεῖται. Δημοσθένους λόγος ἐστὶν ἐπιγραφόμε‐ | |
15 | νος ‘ἔφεσις πρὸς Εὐβουλίδην,‘ ἐν δὲ τῷ λόγῳ πολλάκις ἐστὶν ἡ ἔφε‐ σις καὶ τὸ ἐφεῖναι ῥῆμα. Ἔφεκτος τόκος: ὁ ἐπὶ τῷ ἕκτῳ τοῦ κεφαλαίου· Δημοσθένης ἐν | |
τῷ ὑπὲρ Χρυσίππου. | 142 | |
Lex.143 | Ἐφέται: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. οἱ δικάζοντες τὰς ἐφ’ αἵματι κρίσεις ἐπὶ Παλλαδίῳ καὶ ἐπὶ Πρυτανείῳ καὶ ἐπὶ Δελφινίῳ καὶ ἐν Φρεαττοῖ ἐφέται ἐκαλοῦντο. Ἐφ’ Ἱερόν: Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. | |
5 | ἱερόν ἐστι τῶν ιβʹ θεῶν ἐν Βοσπόρῳ, ὡς Τιμοσθένης ἐν τοῖς περὶ λιμένων. Ἐφορία: ἡ ἐπὶ τῶν ὅρων γινομένη προαγόρευσις, ὡς Δημοσθένης διδάσκει ἐν τῷ κατ’ Ἀριστοκράτους καὶ Θεόφραστος ἐν γʹ Νόμων. Ἐφορμεῖν: ἀντὶ τοῦ ἐφεδρεύειν· τὸ γὰρ κατά τινων ὁρμεῖν ἐπι‐ | |
10 | τηροῦντας καιρὸν ἐπιθέσεως οὕτως ἔλεγον· Δημοσθένης Φιλιππικοῖς. Ἐχῖνος: ἔστι μὲν ἄγγος τι εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. μνημονεύει τοῦ ἄγγους τούτου καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Ἀρι‐ στοφάνης Δαναΐσιν. ἦν δὲ καὶ πόλις Ἐχῖνος, ἧς μνημονεύει Δημο‐ | |
15 | σθένης ἐν θʹ Φιλιππικῶν. ἔστι δέ τι καὶ ζῷον χερσαῖον καὶ θαλάσσιον | |
ὄστρεον. | 143 | |
Lex.144 | Ἑωλοκρασία: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος “αἴτιος δ’ “οὗτος ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς αὑτοῦ κατα‐ “σκεδάσας.” Δίδυμος δὲ “οὗτος χθὲς καὶ πρώην ἃ ἐκέρασε πράγ‐ “ματα, τήμερόν μου καταχεῖ καὶ ἐμὲ πρᾶξαί φησι.” | |
5 | Ζ Ζειρὰ ἤτοι σειρά: ὥς τινες, ἦν ἔνδυμά τι ὃ ἐπενεδύοντο μετὰ τοὺς χιτῶνας ὥσπερ ἐφαπτίδας· Λυσίας ἐν τῷ κατὰ Φιλίππου, εἰ γνήσιος. καὶ Ξενοφῶν ἐν ζʹ Ἀναβάσεως περὶ Θρᾳκῶν λέγων φησὶ “καὶ ζειρὰς μέχρι ποδῶν ἐπὶ τῶν ἵππων εἶχον, ἀλλ’ οὐ χλαμύδας.” | |
10 | Ζεῦξις: Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως. ἄριστος τῶν κατ’ ἐκεῖ‐ νον τὸν χρόνον ζωγράφων. Ζηλοτυποῦν: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἀντὶ τοῦ μι‐ σοῦν· ζηλοῦν γὰρ τὸ μακαρίζειν, ζηλοτυπεῖν δὲ τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι. | |
15 | Ζητητής: ἀρχή τις Ἀθήνησι κατὰ καιροὺς καθισταμένη, εἴ ποτε τοὺς ἀδικοῦντάς τι δημοσίᾳ δέοι ζητεῖν· Δημοσθένης ἐν τῷ κατὰ Τι‐ | |
μοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ ἐνδείξεως. οὗτος δὲ ὁ ῥήτωρ καὶ | 144 | |
Lex.145 | ζητητής ποτε ἐγένετο, ὥς φησι Λυσίας καὶ Ἰσοκράτης καὶ Πλάτων ὁ κωμικὸς Πρέσβεσιν. Η Ἡγεμονία δικαστηρίου: Αἰσχίνης κατὰ Κτησιφῶντος. ἄλλαι | |
5 | πρὸς ἄλλους τῶν ἀρχόντων ἐλαγχάνοντο δίκαι, τὰς δὲ ἀπενεχθείσας αἱ ἀρχαὶ κατὰ τὸν αὐτῆς ἑκάστη νόμον εἰσῆγον εἰς δικαστήριον ἡγου‐ μένη καὶ προεστῶσα, οἷον πρὸς μὲν τὸν ἄρχοντα αἱ τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων, πρὸς δὲ τὸν βασιλέα αἱ τῆς ἀσεβείας, πρὸς δὲ τὸν πολέμαρχον τοῦ ἀποστασίου τε καὶ ἀπροστασίου, πρὸς δὲ τοὺς θεσμο‐ | |
10 | θέτας αἱ τῆς ξενίας τε καὶ δωροξενίας καὶ συκοφαντίας καὶ δώρων καὶ ψευδεγγραφῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ βουλεύσεως καὶ ἄλλων. Ἡγεμὼν συμμορίας: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἡγεμὼν ἐκαλεῖτο συμμορίας ὁ προέχων τῷ πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος, ὡς ὑποφαίνει Ὑπερείδης ἐν τῷ κατὰ | |
15 | Πολυεύκτου. Ἡγήμων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς δὲ ἦν τῶν | |
μακεδονιζόντων καὶ τῶν ἐπὶ δωροδοκίᾳ διαβεβλημένων. | 145 | |
Lex.146 | Ἡγήσιππος: Δημοσθένης Φιλιππικῷ. οὗτος δ’ ἐστὶν ὁ Κρώβυ‐ λος ἐπικαλούμενος, οὗ δοκεῖ τισὶν εἶναι ὁ ζʹ Φιλιππικὸς ἐπιγραφόμε‐ νος Δημοσθένους. Ἡδύλειον: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὄρος ἐστὶν ἐν | |
5 | Βοιωτίᾳ τὸ Ἡδύλειον, ὡς καὶ Θεόπομπος ἐν τῇ κεʹ φησίν. Ἢ ἐν ὁδῶι καθελών: ἀντὶ τοῦ ἐνεδρεύοντα ἑλὼν, τουτέστι ἔν τινι ἐνέδρᾳ καταβαλών· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Ἠετιώνεια: Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οὕτως ἐκα‐ λεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν | |
10 | Ἠετίωνος, ὥς φησι Φιλόχορος ἐν τῇ πρὸς Δήμωνα ἀντιγραφῇ. μνη‐ μονεύει δὲ τῆς Ἠετιωνείας καὶ Θουκυδίδης ἐν ηʹ. Ἠκρωτηριασμένοι: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος “ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας” ἀντὶ τοῦ λελυ‐ μασμένοι· οἱ γὰρ λυμαινόμενοί τισιν εἰώθασι περικόπτειν αὐτῶν τὰ | |
15 | ἄκρα, ὡς καὶ Σοφοκλῆς Πολυξένῃ. τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ ἐνεργητικοῦ κεῖται τοῦ ἠκρωτηριακότες. | |
Ἡλιαία καὶ ἡλίασις: ἡλιαία μέν ἐστι τὸ μέγιστον δικαστήριον | 146 | |
Lex.147 | τῶν Ἀθήνησιν, ἐν ᾧ τὰ δημόσια τῶν πραγμάτων ἐκρίνετο χιλίων δικαστῶν ἢ χιλίων καὶ πεντακοσίων συνιόντων. συνῄεσαν δὲ οἱ μὲν χίλιοι ἐκ δυοῖν δικαστηρίων, οἱ δὲ χίλιοι πεντακόσιοι ἐκ τριῶν. ἡλιά‐ ζεσθαι δὲ καὶ ἡλίασίς ἐστι τὸ ἐν ἡλιαίᾳ δικάζειν. Λυσίας ἐν μὲν | |
5 | τῷ πρὸς Γλαύκωνα τὴν ἡλιαίαν πολλάκις ὀνομάζει, ἐν δὲ τῷ κατὰ Φιλωνίδου, εἰ γνήσιος, τῷ ἡλιάζεσθαι ἐχρήσατο. Ἡλικία τῆς πόλεως: ἀντὶ τοῦ οἱ ἐν ἡλικίᾳ, οἱ νέοι· Λυκοῦργος κατ’ Ἀριστογείτονος καὶ Δημοσθένης Φιλιππικοῖς. Ἡμίεκτον καὶ ἡμιμέδιμνον: Δείναρχος ἐν τῇ κατὰ Καλλι‐ | |
10 | σθένους εἰσαγγελίᾳ. τοῦ μεδίμνου ἔχοντος χοίνικας μηʹ, τὸ χωροῦν κδʹ χοίνικας ἡμιμέδιμνόν ἐστιν, ἡμίεκτον δὲ τὸ χωροῦν δʹ χοίνικας, τοῦ ἕκτου, ὅπερ ἐστὶ χοίνικες ηʹ, τὸ ἥμισυ. Ἡμιολιασμός: Ἀντιφῶν Πολιτικῷ “διπλασιασμοῦ καὶ ἡμιολια‐ “σμοῦ” ἀντὶ τοῦ τὸ ἡμιόλιον δοῦναι ἐν τοῖς λογισμοῖς. ἡμιόλιος δ’ | |
15 | ἐστὶν ἀριθμὸς ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ, οἷον ὁ τρία πρὸς | 147 |
Lex.148 | τὸν δύο. Ξενοφῶν γοῦν ἐν τῇ Ἀναβάσει φησὶν ὅτι τοῖς στρατιώταις ἐποίησεν ἡμιόλιον τὸν μισθὸν, ἀντὶ Δαρεικοῦ τρία ἡμιδαρεικά. Ἤπειρον: σύνηθές ἐστι τῷ Ἰσοκράτει τὴν ὑπὸ τῷ βασιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν, ὥσπερ ἔν τε Φιλίππῳ καὶ Ἀρχιδάμῳ. | |
5 | Ἡράκλεια: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, νῦν ἂν ὁ Δημοσθένης μνημονεύοι ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει· ταῦτα γὰρ μάλιστα διὰ τιμῆς εἶχον Ἀθηναῖοι. Ἡραῖον τεῖχος: Δημοσθένης Φιλιππικοῖς. χωρίον ἐστὶν ἐν | |
10 | Θρᾴκῃ οὕτως ὀνομαζόμενον, ὑπὸ Σαμίων δὲ ᾠκίσθη, ὥς φησι Διονύ‐ σιος ἐν εʹ Κτίσεων. Ἠρία: Λυκοῦργος ἐν τῷ κατ’ Αὐτολύκου. ἠρία εἰσὶν οἱ τάφοι, ὡς καὶ αὐτὸς ὁ ῥήτωρ δῆλον ποιεῖ. φασὶ δέ τινες κοινότερον μὲν πάντας τοὺς τάφους οὕτως ὀνομάζεσθαι, κατ’ ἐξαίρετον δὲ τοὺς μὴ | |
15 | ἐν ὕψει τὰ οἰκοδομήματα ἔχοντας, ἀλλ’ ὅταν τὰ σώματα εἰς γῆν κατατεθῇ· ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν. Ἦσμεν: ἀντὶ τοῦ ᾔδειμεν. Ἀντιφῶν πρὸς τὴν Καλλίου ἔνδειξιν | |
ἀπολογίᾳ “ἡμεῖς μὲν οὖν οὔτε ναυτικὸν ᾖσμεν ὁπόσου δέοι.” | 148 | |
Lex.149 | Ἠιτημένην: ἀντὶ τοῦ κεχρημένην Δημοσθένης ἐν τῷ κατ’ Εὐέρ‐ γου, εἰ γνήσιος. ὅτι γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κίχρασθαι, Μένανδρος οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος. Ἡφαιστία: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ἀκαδήμου. ὅτι δύο πόλεις | |
5 | ἦσαν τῆς Λήμνου, Μύρινά τε καὶ Ἡφαιστία, δηλοῖ καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν γʹ Κτίσεων. Ἠιών: Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ἠιὼν πόλις Θρᾴκης, Μενδαίων ἀποικία, ὡς Θουκυδίδης· Θεόπομπος δ’ ἐν τῇ δʹ φησὶν ὡς Ἀθηναῖοι ἐκβαλόντες ἐξ Ἠιόνος Ἀμφιπολίτας κατέσκαψαν | |
10 | τὸ χωρίον. Θ Θαργήλια: Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου. ἑορτή ἐστι τὰ | |
Θαργήλια, ἄγεται δὲ Θαργηλιῶνι μηνὶ, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος. | 149 | |
Lex.150 | Θέμενος τὰ ὅπλα: ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμενος Δη‐ μοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ Ὅμηρος “κρατὶ δ’ ἐπ’ ἰφθίμῳ “κυνέην θέτο.” καὶ Αἰσχίνης κατὰ Τιμάρχου φησὶν “ἄνθρωπε, τῇ “πόλει ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι.” | |
5 | Θεμιστεύειν: ἀντὶ τοῦ χρησμῳδεῖν Λυσίας ἐν τῷ περὶ τῆς ἀμ‐ βλώσεως, εἰ γνήσιος. ὅτι δὲ γέγονε τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχη‐ κέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος Αἰσχύλος ἀρχόμενος τῶν Εὐμενίδων φησίν. Θεμίσων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον. | |
10 | οὗτος ἐτυράννησεν. Θεογείτων: Δημοσθένης ἐν τῷ αὐτῷ. ἔνιοι δὲ τοῦτον Θεογένην ὠνόμασαν, ὡς καὶ Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους. Θέογνις: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. οὗτος εἷς ἦν τῶν παρ’ Ἀθηναίοις λʹ τυράννων, καθά φασιν ἄλλοι τε καὶ Ξενοφῶν ἐν βʹ | |
15 | Ἑλληνικῶν. τοῦ δὲ ποιητοῦ Θεόγνιδος μνημονεύει Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις· οὗτος δ’ ἦν Μεγαρεὺς, ἀπὸ τῶν πρὸς τῇ Ἀττικῇ Μεγάρων· αὐτὸς γάρ φησιν ὁ ποιητὴς | |
ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν. | 150 | |
Lex.151 | ᾧ μὴ ἐπιστήσας Πλάτων ἐν αʹ Νόμων τῶν ἐν Σικελίᾳ Μεγαρέων πολίτην ἔφασκεν. κατηκολούθησαν δὲ τῷ Πλάτωνι οὐκ ὀλίγοι. Θεοίνιον: Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοι‐ ρωνίδας. τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆ‐ | |
5 | ται ἐπέθυον· τὸν γὰρ Διόνυσον θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν αʹ Συναγωγῶν. Θεοκρίνης: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος λοιδορού‐ μενος Αἰσχίνῃ φησὶ “τραγικὸς Θεοκρίνης.” βούλεται δὲ λέγειν αὐτὸν συκοφάντην, ἐπειδὴ ὁ Θεοκρίνης τοιοῦτος, ὡς ἔστι δῆλον ἐκ τοῦ κατὰ | |
10 | Θεοκρίνου, εἴτε Δημοσθένους ἐστὶν εἴτε Δεινάρχου οὗτος ὁ λόγος· τὸν γοῦν πάλαι μὲν ὑποκριτὴν τραγικὸν, ὕστερον δὲ συκοφάντην εἰκότως ὠνόμασε τραγικὸν Θεοκρίνην. Θεράπναι: Ἰσοκράτης Ἑλένῃ. τόπος ἐστὶν ἐν Λακεδαίμονι Θεράπναι, οὗ μνημονεύει καὶ Ἀλκμὰν ἐν αʹ. | |
15 | Θέρμαν: Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. Θρᾴκιον | |
τοῦτό ἐστι πόλισμα, ὡς καὶ Θεόπομπος ἐν κβʹ φησίν. | 151 | |
Lex.152 | Θερμοπύλαι: Ἰσοκράτης Πανηγυρικῷ. ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλας καλοῦσι· Φιλέας δέ φησιν ἐν γῆς περιόδῳ Θερ‐ μοπύλας κληθῆναι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ τῷ Ἡρακλεῖ ἐποίησε. | |
5 | Θέρσανδρος: Αἰσχίνης κατὰ Τιμάρχου. ὅτι παιδεραστὴς οὗτος σφοδρὸς καὶ Ἀριστογείτων ἐν τῷ κατὰ Τιμάρχου δηλοῖ. Θέσθαι: ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα, ἀντὶ δὲ τοῦ προσέσθαι καὶ κυρῶσαι νόμον Δημοσθένης· ἐπὶ γὰρ τῶν νόμων λέγεται ὡς ἔθηκε μὲν ὁ νομοθέτης, ἔθετο δὲ ὁ | |
10 | δῆμος· Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἐν μέντοι τῷ κατὰ Στεφάνου φησὶν “ἑαυτῷ νόμους ἰδίους θέμενον,” μήποτε ἀντὶ τοῦ θέντα. Θεσμός: ἐκαλεῖτο μὲν πάλαι καὶ εἷς ἕκαστος τῶν νόμων θεσμός, καὶ τὸ ὅλον δὲ τῆς πολιτείας σύνταγμα οὕτω κέκληκεν ὁ Δημοσθένης | |
15 | ἐν τῷ κατ’ Ἀριστοκράτους. | |
Θεσμοθέται: Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος. ἀρχή τίς | 152 | |
Lex.153 | ἐστιν Ἀθήνησιν ἡ τῶν θεσμοθετῶν ἓξ τὸν ἀριθμὸν ὄντων, εἰσὶ δὲ ἐκ τῶν καλουμένων θʹ ἀρχόντων. καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον· θεσμοὶ δὲ ἐκαλοῦντο οἱ νόμοι, ὡς προείπομεν. ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ’ ἐνιαυτὸν ἕκαστον εἴρηκεν Αἰσχίνης | |
5 | τε ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Θεόφραστος ἐν γʹ Νόμων. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ διέρχεται ὅσα οὗτοι πράτ‐ τουσιν. Θέτης: μήποτε θέτην λέγουσι τὸν ὑποθήκην τεθεικότα, οὐχ ὡς Δίδυμος τὸν εἰσποιησάμενον· θετοὺς γὰρ ἔλεγον, φησὶ, τοὺς εἰσ‐ | |
10 | ποιητούς. Θετταλός: Λυσίας κατὰ Νικίδου. εἷς τῶν Κίμωνος παίδων Θετταλὸς ἐκαλεῖτο, ὥς φησιν Ἡλιόδωρος ἐν τῷ περὶ ἀκροπόλεως. Θευδοσίαν: Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἔστι δὲ χωρίον κείμενον ἐγγὺς Σκυθῶν, ὃ Σάτυρος πολιορκῶν ἐτελεύτησεν. | |
15 | Θεωρικά: Δημοσθένης Φιλιππικῷ. θεωρικὰ ἦν τινὰ ἐν κοινῷ χρήματα, ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα· ταῦτα δὲ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο | |
στρατιωτικὰ, ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατασκευὰς | 153 | |
Lex.154 | καὶ διανομὰς, ὧν πρῶτος ἤρξατο Ἀγύρριος ὁ δημαγωγός. Φιλόχορος δὲ ἐν τῇ γʹ τῆς Ἀτθίδος φησὶ “τὸ δὲ θεωρικὸν ἦν τὸ πρῶτον νομισθὲν “δραχμὴ τῆς θέας, ὅθεν καὶ τοὔνομα ἔλαβε” καὶ τὰ ἑξῆς. Φιλῖνος δὲ ἐν τῇ πρὸς Σοφοκλέους καὶ Εὐριπίδου εἰκόνας περὶ Εὐβούλου | |
5 | λέγων φησὶν “ἐκλήθη δὲ θεωρικὸν, ὅτι τῶν Διονυσίων ὑπογύων ὄντων “διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι καὶ τῆς “θεωρίας μηδεὶς τῶν πολιτῶν ἀπολείπηται δι’ ἀσθένειαν τῶν ἰδίων.” ἄλλοτε μέντοι ἄλλως ὡρίσθη τὸ διδόμενον εἴς τε τὰς θέας καὶ εἰς τὰς θυσίας καὶ ἑορτὰς, ὡς ἔστι δῆλον ἐκ τοῦ αʹ Φιλιππικῶν Δημο‐ | |
10 | σθένους. ὅτι δὲ οὐκ ἐξῆν τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν Ὑπερ‐ είδης δεδήλωκεν ἐν τῷ κατ’ Ἀρχεστρατίδου. ἦν δὲ ἀρχή τις ἐπὶ τοῦ θεωρικοῦ, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος δεικνύει. θεωροὶ | |
μέντοι λέγονται οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεοὺς πεμπόμενοι, | 154 | |
Lex.155 | καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τῶν θείων φροντίζοντας οὕτως ὠνόμαζον· ὤρην γὰρ ἔλεγον τὴν φροντίδα· ὤρη γάρ τ’ ὀλίγη πέλεται νεικέων τ’ ἀγορέων τε. Θεωρίς: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος, εἰ γνήσιος. | |
5 | μάντις ἦν ἡ Θεωρὶς, καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν, ὡς καὶ Φιλό‐ χορος ἐν ϛʹ γράφει. Θημακεύς: Ἀνδοκίδης ἐν τῷ περὶ μυστηρίων. δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος Θημακὸς, ὥς φησι Διόδωρος ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν δήμων. | |
10 | Θηραμένης: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. ὃς ἀνῃρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν λʹ. Θησεῖον: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τέμενός ἐστιν ἀνειμένον τῷ Θησεῖ. Θῆτες καὶ θητικόν: Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου φησὶ “τούς | |
15 | “τε θῆτας ἅπαντας ὁπλίτας ποιῆσαι” καὶ Δημοσθένης ἐν τῷ περὶ Ἁγνίου κλήρου “τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν.” εἰς τέσσαρα διῃρημένης παρ’ Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Ἀθηναίων πολιτείᾳ. ὅτι δὲ οὐκ ἐστρατεύοντο | |
20 | εἴρηκε καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν. ὁ μέντοι Δημοσθένης ἐν τοῖς προκειμένοις ἐπίκληρον ὠνόμασε τὴν πενιχρὰν κόρην, ἣν θῆσσαν | |
ὀνομάζουσιν οἱ Ἀττικοί. ἐπάναγκες δὲ ἦν τοῖς ἔγγιστα γένους τὰς | 155 | |
Lex.156 | θήσσας ἢ λαμβάνειν πρὸς γάμον ἢ εʹ μνᾶς διδόναι, ὡς καὶ Ποσείδιπ‐ πός που ὁ κωμικός φησιν. Θίασος: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. θίασός ἐστι τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τελετῇ καὶ τιμῇ θεῶν· Ξενοφῶν ἐν βʹ Ἀπο‐ | |
5 | μνημονευμάτων. Ἴων δὲ ἐν Ὀμφάλῃ κοινῶς ἐπὶ παντὸς ἀθροίσματος ἔταξε τοὔνομα. θιασῶται δ’ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων· Ἰσαῖος ἐν τῷ περὶ Ἀστυφίλου κλήρου. Θίβρων: Ἰσοκράτης Πανηγυρικῷ. Λακεδαιμόνιος οὗτος ἦν πεμ‐ φθεὶς εἰς τὴν Ἀσίαν ἁρμοστὴς μετὰ τὰ Πελοποννησιακά. | |
10 | Θόλος: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὁ τόπος ἔνθα ἐδεί‐ πνουν οἱ πρυτάνεις οὕτως ἐκαλεῖτο παρ’ Ἀθηναίοις. Ἀμμώνιος γοῦν ἐν δʹ περὶ βωμῶν γράφει ταυτί “ὁ δὲ τόπος ὅπου ἑστιῶνται οἱ πρυ‐ “τάνεις καλεῖται θόλος, ὑπ’ ἐνίων δὲ σκιὰς, διὰ τὸ οὕτως ᾠκοδομῆ‐ σθαι αὐτὸν στρογγύλον παρόμοιον θολίᾳ.” | |
15 | Θοραί: δῆμος τῆς Ἀντιοχίδος, ὥς φησι Διόδωρος. Θορικός: Ἰσαῖος ἐν τῷ κατὰ Ποσειδίππου. δῆμός ἐστι τῆς | |
Ἀκαμαντίδος, ὡς ὁ αὐτὸς Διόδωρός φησιν ἐν τῷ περὶ τῶν δήμων. | 156 | |
Lex.157 | Θριπήδεστον: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου θριπήδεστον τὴν Ἑλλάδα εἶπεν ἀντὶ τοῦ διεφθαρμένην, ἀπὸ τῶν ὑπὸ θριπῶν κατεδη‐ δεσμένων ξύλων. Θρόνιον: Αἰσχίνης ἐν τῷ παραπρεσβείας. πόλις ἐστὶ τῆς Λο‐ | |
5 | κρίδος Θρόνιον, ὡς Θεόπομπος ἐν τῇ * * Θυμαιτάδαι: δῆμος τῆς Ἱπποθωντίδος, ἀπὸ Θυμαίτου ἥρωος ὀνο‐ μασθεὶς, ὥς φησι Διόδωρος. Θυργωνίδαι: Ἰσαῖος ἐν τῷ πρὸς Νικοκλέα. Νίκανδρος ὁ Θυα‐ τειρηνὸς ἐν τῷ περὶ τῶν δήμων “μετετέθησάν” φησιν “ἐξ Αἰαντίδος | |
10 | “Ἀφιδναῖοι, Περρίδαι, Τιτακίδαι, Θυργωνίδαι.” φησὶ δὲ καὶ Δη‐ μήτριος ὁ Σκήψιος ἐν βʹ Διακόσμου τῆς Πτολεμαΐδος φυλῆς τὸν | |
δῆμον εἶναι. | 157 | |
Lex.158 | Θύστιον: Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Αἰτω‐ λίας, καθά φησι Δίδυμος ἐπαγόμενος μαρτύριον ἐκ τῆς αʹ Νικάνδρου τῶν Αἰτωλικῶν. ἡμεῖς μέντοι ἐν τοῖς Ἀττικιανοῖς διὰ τοῦ τ Θύτιον εὕρομεν γεγραμμένον. | |
5 | Ι Ἰδίαν: ἀντὶ τοῦ ἰδιωτικήν Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. ἐλέγετο δὲ τὸ ἴδιον καὶ ἰδιωτικὸν, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῷ πρὸς Ζη‐ νόθεμιν. Ἰδριεύς: Ἰσοκράτης Φιλίππῳ. δυνάστης ἦν οὗτος ἐν Καρίᾳ, υἱὸς | |
10 | Ἑκατόμνω, ἀδελφὸς δὲ Μαυσώλου καὶ Ἀρτεμισίας. Ἱέραξ: Δημοσθένης ἐν αʹ Φιλιππικῶν. ὅτι ὁ Ἱέραξ εἷς ἦν τῶν ὑπ’ Ἀμφιπολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι καὶ τὴν πόλιν καὶ τὴν χώραν, εἴρηκε Θεόπομπος ἐν γʹ Φιλιππικῶν. | |
15 | Ἱερὰ ὁδός: Ἰσαῖος ἐν τῇ πρὸς Διοφάνην ἀπολογίᾳ. Ἱερὰ | |
ὁδός ἐστιν ἣν οἱ μύσται πορεύονται ἀπὸ τοῦ ἄστεος ἐπ’ Ἐλευσῖνα. | 158 | |
Lex.159 | βιβλίον οὖν ὅλον Πολέμωνι γέγραπται περὶ τῆς Ἱερᾶς ὁδοῦ. μνημο‐ νεύει δ’ αὐτῆς Κρατῖνος ἐν Δραπέτισιν. Ἱερὰ τριήρης: Δημοσθένης ἐν δʹ Φιλιππικῶν “καὶ τὴν ἱερὰν “ἀπὸ τῆς χώρας ᾤχετο ἔχων τριήρη.” λέγοι ἂν τὴν Πάραλον, ὡς συν‐ | |
5 | ιδεῖν ἔστιν ἔκ τε τῆς Φιλοχόρου καὶ ἐκ τῆς Ἀνδροτίωνος ὁμοίως ϛʹ. Ἱερομηνία: Δημοσθένης κατὰ Τιμοκράτους. αἱ ἑορτώδεις ἡμέ‐ ραι ἱερομηνίαι καλοῦνται. Ἱερομνήμονες: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ πεμπόμε‐ νοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ | |
10 | συνεδρίου μετεχουσῶν οὕτω καλοῦνται, ὡς σαφὲς ποιεῖ Θεόπομπος ἐν τῇ λʹ. Ἱεροφάντης: Ὑπερείδης φησί που “ἐγὼ δὲ οὔτε δᾳδούχου θυ‐ “γατέρα ἔχω οὔτε ἱεροφάντου.” Δείναρχος ἐν τῇ Κροκωνιδῶν δια‐ δικασίᾳ ὠνομάσθαι φησὶ τὸν πρῶτον ἱεροφάντην τὸν ἀποφήναντα ἐκ | |
15 | τοῦ πολέμου ἐπανιόντα τὰ ἱερά. περὶ δὲ τοῦ γένους τῶν ἱεροφαντῶν δεδήλωκεν Ἑλλάνικος ἐν βʹ Ἀτθίδος. Ἱερώνυμος: Λυσίας ἐν τῷ πρὸς Ἱπποθέρσην. Ἱερωνύμου τοῦ στρατηγήσαντος Ἀθηναίων ἄλλοι τε μνημονεύουσι καὶ Ἔφορος ἔν τε τῇ ιηʹ καὶ ἐν τῇ ιθʹ. ἕτερος δ’ ἐστὶν Ἱερώνυμος Μεγαλοπολίτης, οὗ | |
20 | μνημονεύει Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὅτι δ’ οὗτος ἦν τῶν μα‐ | |
κεδονιζόντων μάλιστα καὶ Θεόπομπος εἴρηκεν ἐν τῇ ναʹ. | 159 | |
Lex.160 | Ἰθύφαλλοι: Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου “οἱ τοὺς ἰθυ‐ “φάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι.” ποιήματά τινα οὕτως ἐλέ‐ γετο τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα, ὡς Λυγκεὺς ἐν ταῖς ἐπιστολαῖς φησίν· Δημοσθένης δὲ ἐν τῷ κατὰ Κόνωνος ἐπὶ ἐπωνύμου τεθειμένου | |
5 | τισὶ κατὰ παιδιὰν ἔταξεν αὐτό. ἐλέγετο δὲ κυρίως ἰθύφαλλος τὸ ἐντεταμένον αἰδοῖον, ὡς Κρατῖνος ἐν Ἀρχιλόχοις. Ἰκαριεύς: Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος, ὥς φησι Διόδωρος. Ἱκετηρία: Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ. ἱκετηρία καλεῖται ἐλαίας | |
10 | κλάδος στέμματι ἐστεμμένος. Ἰόνιος: Λυσίας ἐν Ὀλυμπιακῷ. τὸν Ἀδρίαν καλούμενον οὕτως ὠνόμαζον ἐνίοτε οἱ παλαιοί. “Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέ‐ “οντι τὸν Ἰόνιον κόλπον” Θουκυδίδης αʹ. Ἰπνός: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος αʹ. μέρος τι τῆς | |
15 | οἰκίας οὕτω καλεῖται, τὸ λεγόμενον παρ’ ἡμῖν μαγειρεῖον· ἔστι γοῦν δρᾶμα Φερεκράτους Ἰπνὸς ἢ Παννυχίς, ἐν ᾧ δηλοῦται τοῦτο, ὅτι μέ‐ ρος ἐστὶ τῆς οἰκίας. λέγεται δὲ κυρίως ἰπνὸς ἡ κάμινος, ὅθεν καὶ ἰπνοπλάθους τινὰς ὀνομάζουσιν. | |
Ἵππαρχος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τύραννος ἦν | 160 | |
Lex.161 | οὗτος Ἐρετρίας. ἕτερος δ’ ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου. ἄλλος δέ ἐστιν Ἵππαρχος ὁ Χάρμου, ὥς φησι Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους· περὶ δὲ τούτου Ἀνδροτίων ἐν τῇ βʹ φησὶν ὅτι συγγενὴς μὲν ἦν Πει‐ | |
5 | σιστράτου τοῦ τυράννου καὶ πρῶτος ἐξωστρακίσθη τοῦ περὶ τὸν ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν. ἄλλος δ’ ἐστὶν Ἵππαρχος ὑποκριτὴς, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. λέγεται δὲ παρ’ Ἀθηναίοις ἵππαρχος καὶ ὁ τῶν | |
10 | ἱππέων ἄρχων· δύο δ’ ἦσαν οὗτοι, ὡς Δημοσθένης ἐν δʹ Φιλιππικῶν φησὶ καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. Ἱππάς: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου “ἀπεγρά‐ “ψατο μὲν τίμημα μικρὸν ὡς ἱππάδα τελῶν.” Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶν ὅτι Σόλων εἰς τέτταρα διεῖλε τέλη τὸ πᾶν | |
15 | πλῆθος Ἀθηναίων, πεντακοσιομεδίμνους καὶ ἱππέας καὶ ζευγίτας καὶ θῆτας. τῶν οὖν ἱππέων αἱ ἱππάδες. Ἱππία Ἀθηνᾶ: Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. Μνασέας ἐν αʹ | |
Εὐρώπης τὴν ἱππίαν Ἀθηνᾶν Ποσειδῶνος εἶναί φησι θυγατέρα καὶ | 161 | |
Lex.162 | Κορύφης τῆς Ὠκεανοῦ, ἅρμα δὲ πρώτην κατασκευάσασαν διὰ τοῦτο ἱππίαν κεκλῆσθαι. Ἱπποδάμεια: Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον ἀγοράν φησιν εἶναι ἐν Πειραιεῖ καλουμένην Ἱπποδάμειαν ἀπὸ Ἱπποδάμου Μιλησίου | |
5 | ἀρχιτέκτονος τοῦ οἰκοδομησαμένου τοῖς Ἀθηναίοις τὸν Πειραιᾶ. Ἴσα βαίνων Πυθοκλεῖ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μηδὲ βραχὺ ἀφιστάμενος. καὶ ἐν τῷ κατὰ Στε‐ φάνου αʹ φησὶν “Ἀριστολόχῳ τῷ τραπεζίτῃ ἴσα βαίνων ἐβάδιζε.” Μένανδρος | |
10 | παρ’ αὐτὸν ἴσα βαίνους’ ἑταίρα πολυτελής. Ἴσαι ψῆφοι: Αἰσχίνης κατὰ Κτησιφῶντος “ἕτερος δὲ πλεύσας “ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκε, πρώην μέν ποτε “εἰσηγγέλθη καὶ ἴσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο, εἰ δὲ μία ψῆφος ὑπερ‐ “έπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν.” | |
15 | Ἰσαῖος: εἷς μέν ἐστι τῶν δέκα ῥητόρων οὗτος, μαθητὴς δὲ Ἰσο‐ κράτους, διδάσκαλος δὲ Δημοσθένους, Ἀθηναῖος τὸ γένος, καθά φησιν Ἕρμιππος ἐν βʹ περὶ τῶν Ἰσοκράτους μαθητῶν. Δημήτριος δ’ ἐν τοῖς | |
περὶ ὁμωνύμων ποιητῶν Χαλκιδέα φησὶν αὐτὸν εἶναι. | 162 | |
Lex.163 | Ἰσμηνίας: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. εἷς τῶν παρὰ Θηβαίοις ἦν πολέμαρχος ἐπιφανής. Ἰσοδαίτης: Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. ξενικός τις δαίμων, ᾧ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέλει. | |
5 | Ἰσοτελής καὶ ἰσοτέλεια: Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου πολ‐ λάκις. τιμή τις διδομένη τοῖς ἀξίοις φανεῖσι τῶν μετοίκων, καθ’ ἣν καὶ τοῦ μετοικίου ἄφεσις αὐτοῖς ἐγίγνετο, ὡς Λυσίας ἐν τῷ πρὸς Σώ‐ στρατον ὕβρεως, εἰ γνήσιος. ὅτι δὲ καὶ τῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι ἄφεσιν εἶχον οἱ ἰσοτελεῖς Θεόφραστος εἴρηκεν ἐν ιαʹ τῶν | |
10 | Νόμων· οὗτος δέ φησιν ὡς ἐνιαχοῦ καὶ πόλεσιν ὅλαις ἐψηφίζοντο τὴν ἰσοτέλειαν Ἀθηναῖοι, ὥσπερ Ὀλυνθίοις τε καὶ Θηβαίοις. ἔστι δὲ μαθεῖν ἐκ τοῦ προγεγραμμένου Ἰσαίου λόγου καὶ ὅσα ἐτέλει ὁ ἰσοτελής. Ἴσχανδρος: Δημοσθένης κατ’ Αἰσχίνου. τραγικὸς ὑποκριτὴς ὁ | |
15 | Ἴσχανδρός ἐστι. δοκεῖ δ’ αὐτῷ συνυποκρινόμενος Αἰσχίνης ὁ ῥήτωρ | 163 |
Lex.164 | ἐν Κολλυτῷ καταπεσεῖν, καθά φησι Δημοχάρης ἐν τοῖς Δια‐ λόγοις. Ἰτεαῖος: Λυσίας ἐν τῷ κατὰ Νικίδου. δῆμός ἐστι τῆς Ἀκα‐ μαντίδος Ἰτέα, ἀφ’ ἧς ὁ δημότης Ἰτεαῖος, ὥς φησι Διόδωρος. | |
5 | Ἴων: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. Ἴωνος τοῦ τῆς τρα‐ γῳδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ μέλη πολλὰ καὶ τραγῳδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπι‐ γραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους· | |
10 | ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται Τριαγμοί, καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαεύς. ἀναγράφουσι δὲ ἐν αὐτῷ τάδε “ἀρχὴ ἥδε μοι τοῦ λόγου. πάντα τρία καὶ πλέον οὐδὲν οὐδὲ “ἔλασσον. τούτων τῶν τριῶν ἑνὸς ἑκάστου ἀρετὴ τριὰς, σύνεσις καὶ | |
“κράτος καὶ τύχη.” | 164 | |
Lex.165 | Κ Καβύλη: Δημοσθένης ἐν ηʹ Φιλιππικῶν. χωρίον ἐστὶ τῆς Θρᾴ‐ κης, ὥς φησι Θεόπομπός τε ἐν μζʹ καὶ Ἀναξιμένης ἐν ηʹ Φιλιππι‐ κῶν. οὗτος δέ φησιν αὐτὸ ἱδρύσθαι πρὸς τῷ Τάξῳ ποταμῷ κατὰ | |
5 | μέσον τῆς Θρᾴκης. Καδίσκος: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. ἀγγεῖόν τι εἰς ὃ ἐψηφοφόρουν οἱ δικασταὶ οὕτως ἔλεγον. Φρύνιχος Μούσαις ἰδοὺ, δέχου τὴν ψῆφον. ὁ καδίσκος δέ σοι ὁ μὲν ἀπολύων οὗτος, ὁ δ’ ἀπολλὺς ὁδί. | |
10 | Καδμεία: Ἰσοκράτης Πανηγυρικῷ. τῆς Καδμείας καὶ οἱ ἄλλοι ῥήτορες πολλάκις μνημονεύουσι, λέγεται δὲ οὕτως ἡ τῶν Θηβαίων ἀκρόπολις, ὡς παρὰ πᾶσι σχεδὸν τοῖς ἱστορικοῖς ὡμολόγηται. Καθάρσιον: Αἰσχίνης κατὰ Τιμάρχου. ἔθος ἦν Ἀθήνησι καθαί‐ ρειν τὴν ἐκκλησίαν καὶ τὰ θέατρα καὶ ὅλως τὰς τοῦ δήμου συνόδους | |
15 | μικροῖς πάνυ χοιριδίοις, ἅπερ ὠνόμαζον καθάρσια. τοῦτο δ’ ἐποίουν οἱ λεγόμενοι περιστίαρχοι, οἵπερ ὠνομάσθησαν οὕτως ἤτοι ἀπὸ τοῦ περιστείχειν ἢ ἀπὸ τῆς ἑστίας. Καθελών: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν “ἢ ἐν | |
“ὁδῷ καθελών” ἀντὶ τοῦ ἀνελὼν ἢ ἀποκτείνας. ἐχρήσαντο δὲ οὕτω | 165 | |
Lex.166 | τῷ ὀνόματι καὶ ἄλλοι, ὡς καὶ Στησίχορος ἐν Ἰλιοπέρσιδι καὶ Σοφο‐ κλῆς ἐν Εὐμήλῳ. Καθήκοντα: Δημοσθένης ἐν ιʹ Φιλιππικῶν φησὶν “ὅστις οὐκ “ἠξίου τὰ καθήκοντα ἐφ’ ἑαυτὸν ποιεῖν” ἀντὶ τοῦ τὰ ἥκοντα ἐφ’ | |
5 | ἑαυτόν. Κάθετος: ὁ καθιέμενος εἰς τὸ πέλαγος ἀμνός· Λυσίας ἐν τῷ κατὰ Τελαμῶνος. διείλεκται περὶ τοῦ καθέτου Μελίτων ἐν αʹ περὶ τῶν Ἀθήνησι γενῶν. Καὶ γὰρ τὸ μηδένα τῶν μαχίμων ἄνευ τῆς τῶν ἀρχόντων | |
10 | γνώμης ἀποδημεῖν: Ἰσοκράτους ἐν Βουσίριδι περὶ Λακεδαιμονίων ταῦτα λέγοντος ῥητέον ὅτι καὶ οἱ τὰς Λακεδαιμονίων πολιτείας γε‐ γραφότες τὰ ὅμοια εἰρήκασιν· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐξεῖναί φησιν ἀποδημεῖν τοῖς Λακεδαιμονίοις, ὅπως μὴ ἐθίζωνται ἄλλων νόμων εἶναι φίλοι. τοῦ μέντοι Ἰσοκράτους τοὺς μαχίμους μόνους λέγοντος κω‐ | |
15 | λύεσθαι ἀποδημεῖν οἱ περὶ Ἀριστοτέλην τοὺς πάντας Λακεδαιμονίους φασίν. Καινῶς: Ἰσοκράτης Πανηγυρικῷ, οἷον ὡς τοῖς νεωτέροις ἁρ‐ μόττει πράγμασιν. Ἔφορος δὲ τρόπον τινὰ ἐξηγήσατο αὐτὸ ἐν τῇ αʹ. | |
20 | Κακοτεχνιῶν: δίκης ὄνομα, ἣν οἱ ἑλόντες τινὰ ψευδομαρτυ‐ | |
ριῶν κατὰ τοῦ παρασχομένου αὐτὸν ἐδίδοσαν· Δημοσθένης ἐν τῷ | 166 | |
Lex.167 | κατὰ Τιμοθέου τίσεως, εἰ γνήσιος, καὶ ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου. Κακῶς εἰδότες: ἀντὶ τοῦ ἀγνοοῦντες Ἰσοκράτης ἐν τῷ περὶ εἰ‐ ρήνης. | |
5 | Κακώσεως: δίκης ὄνομά ἐστι ταῖς τε ἐπικλήροις κατὰ τῶν γε‐ γαμηκότων, καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι, καὶ κατὰ τῶν ἐπι‐ τρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν ἐπεξιοῦσι διδομένη· Δημοσθένης κατὰ Τιμοκράτους καὶ Λυσίας ἔν τε τῷ περὶ τοῦ Ἡγησάνδρου κλήρου καὶ ἐν τῷ ὑπὲρ * * * καὶ Ὑπερείδης περὶ τοῦ Πυρράνδρου κλήρου. ὅτι | |
10 | δὲ ἐξῆν καὶ παντὶ τῷ βουλομένῳ γράφεσθαι κακώσεως γονέων καὶ ταῖς ἐπικλήροις βοηθεῖν δηλοῦται ἔν τε τῷ προειρημένῳ λόγῳ Ὑπερ‐ είδου καὶ ἐν τῷ Λυσίου κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος. ἦν δὲ | |
καὶ ἄνευ ὕδατος. | 167 | |
Lex.168 | Καλαύρεια: Δημοσθένης ἐν τῇ περὶ τῆς ἑαυτοῦ καθόδου ἐπι‐ στολῇ. νῆσός ἐστι πλησίον Τροιζῆνος, ὡς Ἑκαταῖος ἐν περιόδῳ τῆς γῆς ἔφη. ἐκαλεῖτο δὲ πρότερον Εἰρήνη ἡ Καλαύρεια, καθά φησιν Ἀντικλείδης. | |
5 | Κανηφόροι: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. περὶ τῶν κανη‐ φόρων Φιλόχορος ἐν βʹ Ἀτθίδος φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῇ θεῷ, ἐφ’ οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς. | |
10 | Καρκίνος: Λυσίας ἐν τῇ περὶ τοῦ κυνὸς ἀπολογίᾳ, εἰ γνήσιος, “ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι αἱ κύνες.” καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι· Φερεκράτης Αὐ‐ τομόλοις ὁπόταν σχολάζῃς, νίψον, ἵνα τὰ λήϊα | |
15 | συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν, ὃ νῦν καρ‐ κίνωμα καλοῦσιν. ἔστι δὲ καὶ κύριον ὄνομα, οὗ μνημονεύει Ἰσοκράτης Τραπεζιτικῷ· εἴη δ’ ἂν οὗτος ὁ Ἀθηναίων στρατηγὸς ὁ πεμφθεὶς περι‐ | |
πλεῦσαι Πελοπόννησον. περὶ δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ τοῦ | 168 | |
Lex.169 | Ξενοκλέους υἱοῦ Λυσίας ἐν τῷ πρὸς Μνησίμαχόν φησι “συντίθεται “δὲ τούτοις καὶ Καρκίνος ὁ ποιητὴς εἰπὼν ‘οὐκ οἶνος ἐξέστησε· τὰς γὰρ ἐμφύτους ‘ὀρθῶς παγείσας – ⏑ – ⏑ – φρένας | |
5 | ‘οὐδεὶς ἐπαίρει καιρὸς ἐξαμαρτάνειν.‘” Καρποῦ δίκη: Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς “εἰ “γάρ τι ἐγκαλεῖς τῷδε τῷ μειρακίῳ καὶ τῶν σῶν τι ἔχει, δίκασαι “αὐτῷ κατὰ τοὺς νόμους, εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ, εἰ δὲ “οἰκίας, ἐνοικίου, ὥσπερ οὗτος σοὶ νῦν ἐπιτροπῆς δικάζεται.” | |
10 | Καρύανδα: Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. ἔστι δὲ πόλις τῆς Καρίας. Καταβολή: Δημοσθένης ἐν θʹ Φιλιππικῷ “ὥσπερ περίοδος ἢ “καταβολὴ πυρετοῦ.” ἐν ταῖς περιοδικαῖς νόσοις λέγεταί τις κατα‐ βολὴ διὰ τὸ ἐν ἀποδεδειγμένῳ προσιέναι χρόνῳ, καθάπερ οἱ ἐρανισταὶ | |
15 | τὰς καταβολὰς ποιοῦνται τῶν χρημάτων. Καταδεδέσθαι: ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέσθαι φαρμά‐ κοις Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. Κατὰ δήμους δικαστάς: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. περὶ τῶν κατὰ δήμους δικαστῶν, ὡς πρότερον μὲν ἦσαν λʹ καὶ κατὰ | |
20 | δήμους περιιόντες ἐδίκαζον, εἶτα ἐγένοντο μʹ, εἴρηκεν Ἀριστοτέλης ἐν | |
τῇ Ἀθηναίων πολιτείᾳ. | 169 | |
Lex.170 | Καταδικασάμενος: ἀντὶ τοῦ νικήσας καὶ καταδικασθῆναί τινα ποιήσας Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὕβρεως. Κατάγειν τὰ πλοῖα: Δημοσθένης ἐν ηʹ Φιλιππικῷ. κατάγειν τὰ πλοῖα λέγεται ἀντὶ τοῦ βιάζεσθαι καὶ κακοῦν, καὶ μὴ ἐᾶν τοὺς | |
5 | πλέοντας ὅποι βούλονται πλεῖν, ἀλλ’ εἰς τὰ οἰκεῖα χωρία τοῖς λῃστεύ‐ ουσι κατάγειν, ὡς καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους δηλοῖ. Κατάστασις: Λυσίας “ψηφίσασθαι δὲ τοὺς φυλάρχους ἀπενεγ‐ “κεῖν τοὺς ἱππεύσαντας, ἵνα τὰς καταστάσεις ἀναπράξητε παρ’ “αὐτῶν.” ἔοικεν ἀργύριον εἶναι ὅπερ οἱ κατασταθέντες ἱππεῖς ἐλάμ‐ | |
10 | βανον ἐκ τοῦ δημοσίου ἐπὶ τῇ καταστάσει, ὥσπερ αὐτὸς ὁ ῥήτωρ ἐν τοῖς ἑξῆς ὑποσημαίνει. παρεμφαίνει τοῦτο καὶ Εὔπολις Φίλοις· οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν τήνδε λαμβάνων ἄφνω πρὶν καὶ μαθεῖν τὴν ἱππικήν. ἔτι δὲ σαφέστερον λέγεται ἐν τῷ Σύρφακι Πλάτωνος. ἀπεδίδοτο δὲ | |
15 | τὸ ἀργύριον ὑπὸ τῶν ἱππευσάντων, ὅτε ἀντ’ αὐτῶν ἕτεροι καθίσταντο· ἀπῄτουν δὲ αὐτὸ οἱ φύλαρχοι. Κατὰ τὴν ἀγορὰν ἀψευδεῖν: Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογέ‐ νους αʹ “ὁ μὲν τοίνυν νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ.” ἔοικεν ὁ νόμος περὶ τῶν ὠνίων κεῖσθαι· Θεόφραστος γοῦν ἐν τοῖς περὶ νόμων | |
20 | φησὶ δυοῖν τούτων ἐπιμελεῖσθαι δεῖν τοὺς ἀγορανόμους, τῆς τε ἐν τῇ ἀγορᾷ εὐκοσμίας καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας, | |
ἀλλὰ καὶ τοὺς ὠνουμένους. | 170 | |
Lex.171 | Κατατομή: Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους “καὶ καθή‐ “μενος κάτω ὑπὸ τῇ κατατομῇ.” Φιλόχορος δὲ ἐν ϛʹ οὕτως “Αἰ‐ “σχραῖος Ἀναγυράσιος ἀνέθηκε τὸν ὑπὲρ τοῦ θεάτρου τρίποδα “καταργυρώσας, νενικηκὼς τῷ πρότερον ἔτει χορηγῶν παισὶ, καὶ | |
5 | “ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας.” Καταπλήξ: ὁ συνεχῶς πεπληγμένος· Λυσίας ἐν τῷ πρὸς Αἰ‐ σχίνην τὸν Σωκρατικὸν, καὶ ἐν τῷ κατ’ Ἀνδοκίδου ἀσεβείας, εἰ γνήσιος ὁ λόγος. Θεόπομπος Τισαμενῷ ἀλλ’ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει | |
10 | ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην. Καταχύσματα: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου αʹ. ὅτι τῶν νεωνήτων οἱ δεσπόται τραγήματα κατέχεον Ἀριστοφάνης Πλούτῳ δηλοῖ· ὅτι δὲ καὶ τῶν ἀπὸ θεωρίας * * * *. κατεχεῖτο δὲ καὶ | |
τῶν νυμφίων, ὡς Θεόπομπος Ἡδυχάρει. | 171 | |
Lex.172 | Καταχειροτονία: ἔθος ἦν Ἀθήνησι κατὰ τῶν ἀρχόντων καὶ κατὰ τῶν συκοφαντῶν προβολὰς ἐν τῷ δήμῳ τίθεσθαι· εἰ δέ τις κατα‐ χειροτονηθείη, οὗτος εἰσήγετο εἰς τὸ δικαστήριον. ἔστι δὲ πολλάκις τοὔνομα παρά τε Δημοσθένει ἐν τῷ κατὰ Μειδίου καὶ Ὑπερείδῃ ἐν | |
5 | τῷ ὑπὲρ Χαιρεφίλου περὶ τοῦ ταρίχους. διεξῆλθε δὲ περὶ τῆς κατα‐ χειροτονίας καὶ Θεόφραστος ἐν δʹ Νόμων. Καταψευδομαρτυρησάμενος: ἀντὶ τοῦ παρασχὼν τοὺς τὰ ψεύδη μαρτυρήσοντας Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Κατέλευσαν: ἀντὶ τοῦ λίθοις κατέβαλον· Ὑπερείδης ἐν τῷ κατ’ | |
10 | Αὐτοκλέους. Κατωικοδόμησεν: ἀντὶ τοῦ κατέκλεισεν εἰς οἴκημα καὶ ἀπέ‐ κτεινεν Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους πολλάκις. Κεβρῆνα: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. πόλις ἐστὶ τῆς Τρῳάδος Κεβρὴν, Κυμαίων ἀποικία, ὥς φησιν Ἔφορος ἐν αʹ. | |
15 | Κεγχρεών: Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ | |
“κἄπειτ’ ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν | 172 | |
Lex.173 | “κεγχρεῶνα” ἀντὶ τοῦ εἰς τὸ καθαριστήριον, ὅπου τὴν ἐκ τῶν με‐ τάλλων κέγχρον διέψυχον, ὡς ὑποσημαίνει Θεόφραστος ἐν τῷ περὶ μετάλλων. Κεῖοι: Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν “οἱ Κεῖοι μὲν | |
5 | “πόλις τοσαύτη.” Κέως μία τῶν Κυκλάδων νήσων, παρακειμένη τῇ Ἀττικῇ. τὴν νῆσον δὲ πόλιν ὠνόμασεν ὁ ῥήτωρ. καὶ Εὐριπίδης τὴν Εὔβοιαν· Εὔβοι’ Ἀθήναις ἐστί τις γείτων πόλις. Ἀριστοφάνης δὲ περὶ Σικελίας φησὶν | |
10 | οἵα πόλις τάλαινα διαλυμαίνεται. Κειριάδης: Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐκ δημοτῶν ἐφέσει. ὅτι Κειριάδαι δῆμός ἐστι τῆς Ἱπποθωντίδος εἴρηκε Διόδωρος ἐν τῷ περὶ τῶν δήμων. Κεκροπίς: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία δ’ ἦν | |
15 | τῶν ιʹ φυλῶν Ἀθήνησι Κεκροπὶς, ὡς Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος. Κελέοντες: Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολο‐ γίᾳ “ἵνα τοὺς κελέοντας κατέπηξεν.” κυρίως μὲν κελέοντές εἰσιν οἱ ἱστόποδες, ὡς καὶ παρ’ Ἀριστοφάνει δῆλον τῷ κωμικῷ. μεταφορικῶς | |
20 | δὲ νῦν ὁ ῥήτωρ λέγοι ἂν τὰ ὀρθὰ ξύλα. | 173 |
Lex.174 | Κεραμεῖς: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου αʹ. δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος Κεραμεῖς, ὥς φησι Διόδωρος. φησὶ δὲ Φιλόχορος ἐν γʹ εἰληφέναι τούτους τοὔνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμῳ τινὶ ἥρωϊ. | |
5 | Κεραμεικός: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. ὅτι δύο εἰσὶ Κεραμεικοὶ, ὡς καὶ ὁ ῥήτωρ φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον, δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῷ περὶ Ἀθηνῶν. | |
10 | Κερκιδᾶς: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τοὺς προ‐ δότας καταλέγων φησὶν “Ἀρκάδας Κερκιδᾶς.” ὅτι δ’ οὗτος τῶν τὰ Μακεδονικὰ φρονούντων ἦν εἴρηκε καὶ Θεόπομπος ἐν ιεʹ Φι‐ λιππικῶν. Κέρκουρος: εἶδος τι νεώς· Δείναρχος Τυρρηνικῷ. | |
15 | Κέρκωψ: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις Κέρκωψιν δηλοῦται ὡς ἐξαπατητῆρές τε ἦσαν καὶ ψεῦσται οἱ Κέρκωπες· Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς μετα‐ | |
βαλεῖν φησι, καὶ τὰς Πιθηκούσσας νήσους ἀπ’ αὐτῶν κληθῆναι. | 174 | |
Lex.175 | Αἰσχρίων δὲ ὁ Σάμιος ἐν τοῖς ἰάμβοις καὶ τὰ ὀνόματα αὐτῶν ἀνα‐ γράφει, Κάνδουλον καὶ Ἄτλαντον. Κεινέας: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὡμολόγηται καὶ παρὰ τοῖς ἱστορικοῖς ὅτι Κεινέας εἷς ἦν τῶν προϊεμένων Φιλίππῳ | |
5 | τὰ Θετταλῶν πράγματα, καὶ μάλιστα Θεοπόμπῳ ἐν αʹ, ἅμα καὶ διεξερχομένῳ τὰ περὶ τὸν ἄνδρα. Κερσοβλέπτης: πολλάκις τούτου μνημονεύουσιν οἱ ῥήτορες, ὥσπερ καὶ Δημοσθένης κατ’ Ἀριστοκράτους. ἦν δὲ παῖς Κότυος, καὶ νεώτατος ὢν βασιλεὺς κατεστάθη ὑπὸ τοῦ πατρὸς Θρᾴκης. ὅτι δὲ | |
10 | καὶ περὶ Χερρονήσου ποτὲ ἐπολέμησεν Ἀθηναίοις δηλοῖ καὶ Ἰσοκρά‐ της ἐν τῷ περὶ εἰρήνης. Κεστρῖνοι: Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους. κεστρῖνος ἰχθύς. ἐπισκεπτέον δὲ εἰ διαφέρει τι κεστρέως. | |
Κέφαλος: ὄνομα κύριον, δημαγωγός. | 175 | |
Lex.176 | Κεφαλῆθεν: Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα ἐπιτροπῆς. Κεφαλὴ δῆμος τῆς Ἀκαμαντίδος, ἀφ’ ἧς ὁ δημότης λέγεται Κεφαλῆθεν, καθά φησι Διόδωρος. Κηδωνίδης: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου “ὑπερβαίνων | |
5 | “τούσδε τοὺς ἀγρίους, Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσαν‐ δρον.” παιδερασταί τινες ἦσαν οὗτοι σφοδροί. Κηκίς: βάμμα τι καὶ στύμμα, ἢ καρπός τις δρυὸς ἐπιτήδειος εἰς βαφήν· Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου αʹ. Κῆπος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. πόλις δ’ ἐστὶ | |
10 | κατὰ Βόσπορον καλουμένη Κῆπος. Κηρύκεια: ὁ διδόμενος μισθὸς τοῖς κήρυξιν ἐπὶ ταῖς γινομέναις πράσεσιν· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. Κήρυκες: Ἰσοκράτης Πανηγυρικῷ. γένος ἐστὶν ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, κέκληται δὲ ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ. | |
15 | Κηττοί: Λυσίας ἐν τῷ κατὰ Νικίδου ἀργίας. δῆμός ἐστι τῆς | |
Λεοντίδος, ὡς Διόδωρος ὁ περιηγητής φησιν. | 176 | |
Lex.177 | Κηφισιεύς: Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. δῆμός ἐστι τῆς Ἐρεχθηΐδος φυλῆς, ὡς αὐτός φησιν. Κηφισόδωρος: Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου. κεκω‐ μῴδηται δὲ οὗτος ὡς νωθής. ἕτερος δ’ ἂν εἴη Κηφισόδωρος ὃς ἵπ‐ | |
5 | παρχος ὢν ἐν Μαντινείᾳ μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν, οὗ μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου. Κηφισόδοτος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνδροτίων ἐν εʹ Ἀτθίδος ἱστορεῖ ὡς Ἀλωπεκόννησον πολιορκῶν ἀπεχειροτονήθη καὶ κριθεὶς ἑάλω καὶ ἀπέτισε πέντε τάλαντα. | |
10 | Κιγκλίς: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος. αἱ τῶν δικα‐ στηρίων θύραι κιγκλίδες ἐκαλοῦντο· Ἀριστοφάνης Δαιταλεῦσιν ὁ δ’ ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα. Κίναδος: ἀντὶ τοῦ θηρίον Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἔστι δὲ καὶ ἐν τῇ κωμῳδίᾳ, ὡς καὶ παρ’ Ἀριστοφάνει. ἰδίως δέ φασι | |
15 | Σικελιώτας τὴν ἀλώπεκα καλεῖν κινάδιον. Κινησίας: Λυσίου βʹ λόγοι εἰσὶ πρὸς Κινησίαν, ἐν οἷς πολλάκις | |
μνημονεύει τἀνδρὸς, λέγων ὡς ἀσεβέστατος εἴη καὶ παρανομώτατος, | 177 | |
Lex.178 | καὶ ὅτι καὶ οἱ κωμῳδοδιδάσκαλοι καθ’ ἕκαστον ἐνιαυτὸν γράφουσιν εἰς αὐτόν. εἴη δ’ ἂν οὗτος ὁ διθυραμβοποιὸς, οὗ μέμνηνται πολλάκις οἱ κωμικοὶ καὶ Στράττις ὅλον δρᾶμα ποιήσας εἰς αὐτὸν, ὅπερ ἐπεγράφη Κινησίας, ἐν ᾧ καὶ τὴν ἀσέβειαν αὐτοῦ κωμῳδεῖ. | |
5 | Κιρραῖον πεδίον: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Κίρρα πόλις ἐστὶν ἀπέχουσα Δελφῶν σταδίους λʹ. ἔοικεν οὖν Κιρραῖον πεδίον καλεῖν ὁ ῥήτωρ τὸ ταύτῃ παρακείμενον τῇ πόλει. Κισθήνη: Ἰσοκράτης Πανηγυρικῷ. ὄρος τῆς Θρᾴκης. Κρατῖνος κἀνθένδ’ ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει. | |
10 | Κιττοφόρος: ἔνιοι μετὰ τοῦ ς γράφουσι κιστοφόρος· τὰς γὰρ λεγομένας κίστας ἱερὰς εἶναι ἔλεγον τοῦ Διονύσου καὶ ταῖν θεαῖν. Κλιμάζηι: Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ ‘συνηγορία Αἰσχίνῃ | |
‘κατὰ Δεινίου‘ “ὅταν οὖν ἀπολογούμενος κλιμάζῃ καὶ παράγῃ τοὺς | 178 | |
Lex.179 | “νόμους” ἀντὶ τοῦ παρακλίνῃ καὶ παρατρέπῃ. μήποτε δὲ δεῖ γρά‐ φειν βλιμάζηι, ἵν’ ᾖ οἷον θλίβῃ καὶ βιάζηται. Κληροῦχοι: Δημοσθένης ἐν ηʹ Φιλιππικῶν. κληροῦχοι ἐκαλοῦντο οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον, κλήρους ἑκάστοις | |
5 | διανεμοῦντες. Ἰσοκράτης Πανηγυρικῷ “ὑπὲρ ὧν προσήκει τοὺς εὖ “φρονοῦντας μεγάλην χάριν ἔχειν πολὺ μᾶλλον ἢ τὰς κληρουχίας “ἡμῖν ὀνειδίζειν, ἃς ἡμεῖς εἰς τὰς ἐρημουμένας τῶν πόλεων φυλακῆς “ἕνεκα τῶν χωρίων, ἀλλ’ οὐ διὰ πλεονεξίαν ἐξεπέμπομεν.” ἐν δὲ τῷ περὶ τῶν συμμοριῶν Δημοσθένης κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμ‐ | |
10 | φθέντων εἰς ἑτέραν χώραν ἡντιναδήποτε κατὰ κληρουχίαν· πῶς γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἁθήνησι τριηραρχεῖν; Κλῆσις: ἡ πρόσκλησις, τουτέστι παραγγελία εἰς κρίσιν· Δη‐ μοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. ὅτι μέντοι καὶ προσκλήσεις ἔλεγον ὁ αὐτὸς ἐν τῷ περὶ Ἁγνίου κλήρου δηλοῖ. | |
15 | Κλητῆρες καὶ κλητεύειν: κλητῆρες μὲν οἱ ἄνδρες δι’ ὧν εἰς τὰς δίκας προσκαλοῦνται οἱ δικαζόμενοί τισιν· ἔδει γὰρ παρεῖναί | |
τινας ὥσπερ μάρτυρας τῆς προσκλήσεως· Ἰσαῖος ἐν τῷ πρὸς Νεοκλέα | 179 | |
Lex.180 | περὶ χωρίου. πολὺ δ’ ἐστὶν ὅλως τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. κλητεῦσαι δ’ ἐστὶ τὸ κλητῆρα γενέσθαι, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Κλεομέδοντος. λέγεται δὲ κλητεύεσθαι καὶ ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων, ὅταν μὴ ὑπακούωσι πρὸς τὴν μαρ‐ | |
5 | τυρίαν ἐν τοῖς δικαστηρίοις, καὶ ἔστιν ἐπιτίμιον κατ’ αὐτῶν δραχμαὶ χίλιαι, ὡς Ἰσαῖος ἐν τῷ ὑπὲρ Πύθωνος ἀποστασίου. Κοβαλεία: Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. κοβα‐ λεία ἐλέγετο ἡ προσποιητὴ μετ’ ἀπάτης παιδιὰ, καὶ κόβαλος ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ· Φιλόχορος βʹ | |
10 | Ἀτθίδος “οὐ γὰρ ὥσπερ ἔνιοι λέγουσι, βωμολόχον τινὰ καὶ κόβαλον “γίνεσθαι νομιστέον τὸν Διόνυσον.” Ἀριστοτέλης δὲ ἐν ηʹ ζῴων ἱστο‐ ρίας τὸν ὦτόν φησι κόβαλον καὶ μιμητὴν ὄντα ἀντορχούμενον ἁλί‐ σκεσθαι. Κοινὸν γραμματεῖον καὶ ληξιαρχικόν: τὸ μὲν κοινὸν γραμ‐ | |
15 | ματεῖόν ἐστιν εἰς ὃ ἐνεγράφοντο οἱ εἰσαγόμενοι εἰς τοὺς φράτορας καὶ γεννήτας, τὸ δὲ ληξιαρχικὸν εἰς ὃ ἐνεγράφοντο οἱ εἰς τοὺς δήμους ἐγγραφόμενοι, ὡς δεικνύουσιν ἄλλοι τε ῥήτορες καὶ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου. | |
Κοινωνικῶν: Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν. κοινω‐ | 180 | |
Lex.181 | νικοὺς ἂν λέγοι τάχα μὲν τοὺς ἀνέμητον οὐσίαν ἔχοντας ἀδελφοὺς, ὧν ὁ μὲν πατὴρ ἐδύνατο λειτουργεῖν, οἱ δὲ κληρονόμοι τῶν ἐκείνου καθ’ ἕνα τριηραρχεῖν οὐκ ἐξήρκουν· τάχα δὲ καὶ περὶ τῶν ἑκούσιον κοινωνίαν συνθεμένων ἐμπορίας ἤ τινος ἄλλου, ὧν ἕκαστος οὐκ εἶχε | |
5 | τὸ ὅλον τίμημα τῆς κοινῆς οὐσίας. Κοιρωνίδαι: ἔστι Λυκούργῳ λόγος οὕτως ἐπιγραφόμενος ‘Κρο‐ ‘κωνιδῶν διαδικασία πρὸς Κοιρωνίδας,‘ ὃν ἔνιοι Φιλίνου νομίζουσιν· ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ συναγωγῇ τῆς Ἀτθίδος φησίν. ὠνομασμένοι δ’ ἂν εἶεν ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελ‐ | |
10 | φὸν εἶναί φασι τοῦ Κρόκωνος, παρ’ ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κρο‐ κωνίδας. ὁ δὲ τὸν λόγον γεγραφὼς ὅστις ποτ’ ἐστὶν, τρισὶν ὀνόμασί φησιν αὐτοὺς προσηγορεῦσθαι· καὶ γὰρ Κοιρωνίδας καὶ Φιλιεῖς καὶ Περιθοίδας. Κολλυτεύς: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. δῆμός ἐστι τῆς | |
15 | Αἰγηΐδος Κολλυτός. Κολωνέτας: Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον περὶ τοῦ θη‐ | |
σαυροῦ. τοὺς μισθωτοὺς Κολωνέτας ὠνόμαζον, ἐπειδὴ παρὰ τῷ Κο‐ | 181 | |
Lex.182 | λωνῷ εἱστήκεσαν, ὅς ἐστι πλησίον τῆς ἀγορᾶς, ἔνθα τὸ Ἡφαιστεῖον καὶ τὸ Εὐρυσάκειόν ἐστιν· ἐκαλεῖτο δὲ ὁ Κολωνὸς οὗτος ἀγοραῖος. ἦν δὲ καὶ ἕτερος Κολωνὸς πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερὸν, ὡς Ὑπερεί‐ δης ἐν τῷ κατ’ Αὐτοκλέους· οὗτος δ’ ἂν εἴη ὁ τῶν ἱππέων. Φερεκρά‐ | |
5 | της Πετάλῃ οὗτος, πόθεν ἥκεις; ἐς Κολωνὸν ἱέμην, οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων. Δημοσθένης ἐν τοῖς Κολωνῆθέν φησι. περὶ τῶν Κολωνῶν Διόδωρός τε ὁ περιηγητὴς καὶ Φιλόχορος ἐν γʹ Ἀτθίδος διεξῆλθεν. | |
10 | Κομιστικὰ πλοῖα: Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν. ἔοικε καλεῖσθαι κομιστικὰ πλοῖα ἐν οἷς ἐκόμιζον οἱ Τυρ‐ ρηνοὶ τὰ ληφθέντα λάφυρα, ὡς αὐτὸς ὁ ῥήτωρ ὑποσημαίνει ἐν τῷ λόγῳ. Κόμματα καὶ κυρήβια: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους | |
15 | εἰσαγγελίᾳ. τὰ μὲν κυρήβιά ἐστι τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικεν εἶναι μέρη τινὰ ἢ τῆς καλάμης ἢ τῶν περὶ τὸν σῖτον αὐτὸν ἐν τῷ στάχυϊ γινομένων ἢ τῶν ἀνθερίκων. | |
Κορδακισμός: Δημοσθένης Φιλιππικοῖς. ὁ κόρδαξ κωμικῆς ὀρ‐ | 182 | |
Lex.183 | χήσεώς ἐστιν εἶδος, καθάπερ φησὶν Ἀριστόξενος ἐν τῷ περὶ τῆς τρα‐ γικῆς ὀρχήσεως. ἔστι δὲ τοὔνομα καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, ὡς παρὰ Νικοφῶντι. Κοροπλάθος: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. τοὺς ἐκ | |
5 | πηλοῦ ἢ κηροῦ ἤ τινος τοιαύτης ὕλης πλάττοντας κόρας ἢ κόρους οὕ‐ τως ὠνόμαζον. Κορσιαί: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. πόλις ἐστὶ τῆς Βοιωτίας Κορσιαὶ, ὡς Θεόπομπος ἐν τῇ λʹ. Κοτύλαιον ὄρος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ἔοικε τὸ | |
10 | ὄρος τῆς Εὐβοίας εἶναι· Ἀρχέμαχος γοῦν ἐν γʹ Εὐβοϊκῶν φησὶ “Κότυλος μὲν οὖν φαίνεται κατασχεῖν τὸ ὄρος τὸ νῦν ἀπ’ ἐκείνου “Κοτύλαιον καλούμενον.” Κότυς: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. οὗτος ἦρξε τῆς Θρᾴκης ἔτη κδʹ, διῆγε δὲ τὰ μὲν πρῶτα ἐν τρυφαῖς καὶ ἡδυπαθείαις, | |
15 | ἔπειτα αὔξησιν λαμβανούσης αὐτῷ τῆς εὐπραγίας εἰς ὠμότητα καὶ ὀργὴν ἐξηνέχθη, ὡς καὶ τὴν γυναῖκα, ἐξ ἧς αὐτῷ ἦν τέκνα, διέκοψε | |
μέσην ταῖς αὑτοῦ χερσὶν, ἀπὸ τῶν αἰδοίων ἀρξάμενος. | 183 | |
Lex.184 | Κραυαλλίδαι: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Δίδυμός φησι δεῖν γράφεσθαι Κραυγαλλίδαι· οὕτω γὰρ λέγεσθαι τὴν ἐν Φω‐ κεῦσι πλησίον Κίρρας χώραν Κραυγάλλιον, ὡς καὶ Ξεναγόρας ἐν δʹ Χρόνων ἱστορεῖ. | |
5 | Κράστις: Δείναρχος ἐν τῷ πρὸς Λυσικράτην. κράστις ἐστὶν ἡ πόα, ὡς καὶ Ἀριστοφάνης. Κριθώτην: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Κριθώτη μία πόλις τῶν ἐν Χερρονήσῳ, καθά φησιν Ἑλλάνικος ἐν αʹ Τρωϊκῶν. Ἔφορος δ’ ἐν τῇ δʹ φησὶν αὐτὴν κατοικισθῆναι ὑπὸ Ἀθηναίων τῶν | |
10 | μετὰ Μιλτιάδου ἐκεῖ παραγενομένων. Κριωεύς: Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. δῆμός ἐστι τῆς Ἀντιοχίδος Κριώα, ὥς φησι Διόδωρος ἐν τῷ περὶ τῶν δήμων. Κρώβυλος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἡγήσιππος μέν ἐστιν ὁ Κρώβυλος ἐπικαλούμενος, κυρίως δὲ εἶδός τι ἐμπλοκῆς | |
15 | ἐστὶν ὁ κρώβυλος, καθά φησι Θουκυδίδης ἐν αʹ. Κτησίου Διός: Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον. κτήσιον Δία | |
ἐν τοῖς ταμιείοις ἱδρύοντο· Μένανδρος Ψευδηρακλεῖ | 184 | |
Lex.185 | νῦν δ’ εἰς γυναικωνῖτιν εἰσιόνθ’ ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, ἀλλ’ εἰστρέχοντα πορνίδια. | |
5 | Κτησιφῶν: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου “τὸ μὲν γὰρ ἐξ “ἀρχῆς, ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆς εἰρήνης, Κτησι‐ “φῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ.” εἷς τῶν ιʹ πρέσβεων τῶν μετὰ Δημοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων ἦν οὗτος· ἑκάτερος γοῦν τῶν ῥητόρων ἐν τῷ περὶ τῆς πρεσβείας πολλά‐ | |
10 | κις αὐτοῦ μνημονεύει. ἕτερος δ’ ἂν εἴη τις ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγραφὼς Δημοσθένει, καθ’ οὗ λόγος ἐστὶ τῷ Αἰσχίνῃ ὁ κατὰ Κτησιφῶντος. Κυδαθηναιεύς: Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου. Κυδαθήναιον δῆμός ἐστι φυλῆς τῆς Πανδιονίδος, ἀφ’ οὗ ὁ δημότης | |
15 | Κυδαθηναιεύς. Κυδαντίδης: Ὑπερείδης ἐν τῷ πρὸς Πολύευκτον. δῆμός ἐστι τῆς Αἰγηΐδος Κυδαντίδαι. Κυθήριος: Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. Κύθηρος δῆμος | |
τῆς Πανδιονίδος, ἀφ’ οὗ ὁ δημότης λέγεται Κυθήριος. | 185 | |
Lex.186 | Κύθνιοι: Δημοσθένης ἐν τῷ περὶ συντάξεως. Κύθνος μία τῶν Κυκλάδων νήσων, ὡς Ἀριστοτέλης ἐν τῇ Κυθνίων πολιτείᾳ. Κύκλοι: Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου. κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντό τινες· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλῳ πε‐ | |
5 | ριεστάναι τοὺς πωλουμένους. Μένανδρος Ἐφεσίῳ ἐγὼ μὲν ἤδη μοι δοκῶ νὴ τοὺς θεοὺς ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν, κύκλῳ τρέχοντα καὶ πωλούμενον. Κυμβίον: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. εἶδός τι ἐκπώμα‐ | |
10 | τος τὸ κυμβίον. φησὶ δὲ Δίδυμος ἐπίμηκες αὐτὸ εἶναι καὶ στενὸν καὶ τῷ σχήματι παρόμοιον τῷ πλοίῳ ὃ καλεῖται κυμβίον. Κυννίδαι: Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοι‐ ρωνίδας. γένος ἐστὶ παρ’ Ἀθηναίοις οἱ Κυννίδαι. Κυνόσαργες: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ’ | |
15 | Ἀθηναίοις γυμνασίων τὸ Κυνόσαργες. Κυπρόθεμις: ὄνομα κύριον. Δημοσθένης ἐν τῷ περὶ τῆς τῶν Ῥοδίων ἐλευθερίας “Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν | |
“κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος.” | 186 | |
Lex.187 | Κύπασσις: Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνή‐ σιος. οἱ γλωσσογράφοι χιτῶνος εἶδός φασιν αὐτὸν εἶναι τὸν κύ‐ πασσιν, οἱ μὲν γυναικείου, οἱ δὲ ἀνδρείου. μέμνηται δ’ αὐτοῦ Ἱππῶ‐ νάξ τε καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης, λέγων “Κίσσιοι δὲ ἐσθῆτα | |
5 | “φορέουσι κυπάσσεις Περσικούς,” καὶ Ἀριστοφάνης ἐν τοῖς Ταγη‐ νισταῖς. Κύρβεις: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους, εἶναι δ’ αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας, οὓς ἀπὸ μὲν τῆς στάσεως | |
10 | στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀνατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρ‐ βεις ἐκάλουν, ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶν “ἀναγράψαντες δὲ “τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείᾳ.” Κύρειον: Ἰσοκράτης Πανηγυρικῷ. Κύρειον στράτευμα τὸ μετὰ | |
15 | Κύρου συναναβεβηκὸς, ὅτε ἐστράτευσεν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην· | |
οὗ μετεῖχε καὶ Ξενοφῶν. | 187 | |
Lex.188 | Κυρηβίων: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὅτι δ’ ἐπώνυμόν ἐστι τοῦτο Ἐπικράτους τοῦ Αἰσχίνου κηδεστοῦ καὶ ἐν ἄλλοις δεδή‐ λωται. Κυρία ἐκκλησία: Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας, εἰ | |
5 | γνήσιος. τίνες δὲ αἱ κύριαι ἐκκλησίαι Ἀριστοτέλης δεδήλωκεν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, λέγων τοὺς πρυτάνεις συνάγειν τὴν βουλὴν καὶ τὸν δῆμον, τὴν μὲν βουλὴν ὁσημέραι, πλὴν ἐάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. “προγράφουσι δέ” φησι “καὶ κυρίαν ἐκκλησίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἀποχειροτονεῖν οἳ δοκοῦσι | |
10 | “μὴ καλῶς ἄρχειν, καὶ περὶ φυλακῆς δὲ τῆς χώρας.” καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαί φησι, καὶ τὰ ἑξῆς. Κυρσίλον: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος “τὸν μὲν ταῦτα “συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δὲ ὑπα‐ | |
15 | “κούειν ἀποφηνάμενον Κυρσίλον καταλιθώσαντες.” Κώδεια: τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦσιν· Ὑπερείδης καὶ Ἀριστοφάνης Γεωργοῖς “ἀγαθήν γε κώδειαν.” | |
Κωλιάς: Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. ἐπιθα‐ | 188 | |
Lex.189 | λασσία ἄκρα τῆς Ἀττικῆς ἐστιν ἡ Κωλιὰς, ἐκ μεταφορᾶς τοῦ κώλου ὠνομασμένη· ἔστι δ’ αὐτόθι Ἀφροδίτης ἱερόν. μέμνηται Ἀριστοφά‐ νης κατ’ ἀρχὴν τῆς Λυσιστράτης. Λ | |
5 | Λαγίσκα: Λυσίας ἐν τῷ πρὸς Λαΐδα, εἰ γνήσιος. Λαγίσκας τῆς ἑταίρας μνημονεύει καὶ Στράττις ὁ κωμικὸς οὕτω Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι τόν τ’ αὐλοτρύπην αὐτόν. | |
10 | Λαμπάδιον: ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν αʹ τῆς Πολιτείας. Λαμπάς: Λυσίας ἐν τῷ κατ’ Εὐφήμου. τρεῖς ἄγουσιν Ἀθηναῖοι | |
ἑορτὰς λαμπάδος, Παναθηναίοις καὶ Ἡφαιστίοις καὶ Προμηθείοις, | 189 | |
Lex.190 | ὡς Πολέμων φησὶν ἐν τῷ περὶ τῶν ἐν τοῖς προπυλαίοις πινάκων. Ἴστρος δ’ ἐν αʹ τῶν Ἀτθίδων, εἰπὼν ὡς ἐν τῇ τῶν Ἀπατουρίων ἑορτῇ Ἀθηναίων οἱ καλλίστας στολὰς ἐνδεδυκότες, λαβόντες ἡμ‐ μένας λαμπάδας ἀπὸ τῆς ἑστίας, ὑμνοῦσι τὸν Ἥφαιστον θύον‐ | |
5 | τες, ὑπόμνημα τοῦ κατανοήσαντα τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους. Λαμπτρεῖς: Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος, ὡς Διόδωρός φησι. δύο δ’ εἰσὶ Λαμπτραὶ, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν· Ἀριστοφάνης Ἀμφιάρεῳ “Λαμ‐ | |
10 | “πτρεὺς ἔγωγε τῶν κάτω.” Λάρκος: Λυσίας ἐν τῷ πρὸς Καλλιππίδην. λάρκος ἐστὶ φορμὸς εἰς ὃν ἄνθρακας ἐνέβαλλον. κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Ἀριστοφάνης Ἀχαρνεῦσιν. Λαρυγγίζειν: τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγ‐ | |
15 | γεσθαι, ἀλλ’ ἐπιτηδεύειν περιεργότερον τῷ λάρυγγι χρῆσθαι οὕτως ἐλέγετο· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Λεβάδεια: Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. πόλις ἐστὶ τῆς | |
Βοιωτίας. | 190 | |
Lex.191 | Λέμβος: Δημοσθένης ἐν τῷ πρὸς Ζηνόθεμιν. εἶδος νεὼς ὁ λέμβος· πολλάκις δὲ εἴρηται ἐν τῇ κωμῳδίᾳ. Λέσχαι: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. λέσχας ἔλεγον δημο‐ σίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. | |
5 | Ὅμηρος οὐδ’ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην. Κλεάνθης ἐν τῷ περὶ θεῶν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας φησὶν, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι αὐτὰς, καὶ παρ’ ἐνίοις τὸν θεὸν | |
10 | λεσχηνόριον ἐπικαλεῖσθαι. Λευκάς: Δημοσθένης ἐν θʹ Φιλιππικῶν. νῆσός ἐστι πρὸ τῆς | |
Ἠπείρου κειμένη. | 191 | |
Lex.192 | Λεύκη: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος “ἐστεφανωμένους “τῷ μαράθῳ καὶ τῇ λεύκῃ.” οἱ τὰ Βακχικὰ τελούμενοι τῇ λεύκῃ στέφονται διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτὸν, χθόνιον δὲ καὶ τὸν τῆς Περσεφόνης Διόνυσον. τὴν δὲ λεύκην πεφυκέναι φασὶ πρὸς τῷ | |
5 | Ἀχέροντι, ὅθεν καὶ ἀχερωΐδα καλεῖσθαι παρ’ Ὁμήρῳ· ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή. Λευκὴ ἀκτή: Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην. πλειόνων οὐσῶν Λευκῶν, ὡς Δημήτριος ὁ Μάγνης δηλοῖ, ἔοικε τῆς ἐν Προποντίδι | |
10 | μνημονεύειν ὁ ῥήτωρ νῦν. Λευκονοιεύς: Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου. Λευκόνοιον δῆμος τῆς Λεοντίδος, ὡς Διόδωρός φησιν. Λεῦκτρα: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ χωρίον | |
Βοιώτιον περὶ Θεσπιάς. | 192 | |
Lex.193 | Λέχαιον: ἐν τῇ πρὸς τὴν Μιξιδήμου γραφὴν ἀπολογίᾳ φησὶ Λυσίας ὅτι τὸ Λέχαιον ἑάλω Μνασίππου ἄρχοντος. ἔστι δὲ τὸ Λέ‐ χαιον ἐπίνειον Κορινθίων. Λεωκόρειον: Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. τὸ δὲ Λεωκό‐ | |
5 | ρειον εἶναί φησι Φανόδημος ἐν θʹ Ἀτθίδος ἐν μέσῳ τῷ Κεραμεικῷ. Ληξιαρχικὸν γραμματεῖον: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου, εἰς ὃ ἐνεγράφοντο οἱ τελεωθέντες τῶν παίδων, οἷς ἐξῆν ἤδη τὰ πατρῷα οἰκονομεῖν, παρ’ ὃ καὶ τοὔνομα γεγονέναι, διὰ τὸ τῶν λήξεων ἄρχειν· λήξεις δ’ εἰσὶν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι, ὡς καὶ Δείναρχος | |
10 | ἐν τῇ αʹ καθ’ Ἡγελόχου συνηγορίᾳ ὑπὲρ ἐπικλήρου. Λῆξις: τὸ ἔγκλημα, καθ’ ὃν λόγον φαμὲν καὶ λαχεῖν δίκην· Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐφέσει. Λητή: Ὑπερείδης κατὰ Δημάδου. Λητὴ πόλις ἐστὶ τῆς Μακε‐ δονίας, μνημονεύει δὲ αὐτῆς πολλάκις Μαρσύας ὁ νεώτερος ἐν ϛʹ | |
15 | Μακεδονικῶν. Λίθος: Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος “τῶν τε παρόντων καθ’ “ἕνα ἡμῖν οὑτωσὶ καὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες.” ἐοίκασι δ’ Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀρι‐ στοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Φιλόχορος ἐν τῷ γʹ ὑποση‐ | |
20 | μαίνουσιν. | 193 |
Lex.194 | Λικνοφόρος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τὸ λίκνον πρὸς πᾶσαν τελετὴν καὶ θυσίαν ἐπιτήδειόν ἐστιν· ὁ τοῦτο οὖν φέρων λικνοφόρος λέγοιτ’ ἄν. Λιπάρα: Δείναρχος Τυρρηνικῷ. μία τῶν καλουμένων Αἰόλου | |
5 | νήσων περὶ τὴν Σικελίαν ἡ Λιπάρα, ὡς Εὔδοξος ζʹ περιόδου. Λογισμός: ἡ λογιστικὴ τέχνη· Ἰσοκράτης Βουσίριδι. Λογισταὶ καὶ λογιστήρια: ἀρχή τις παρ’ Ἀθηναίοις οὕτω κα‐ λουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ | |
10 | ἄρχοντες· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. διείλεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέμνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί· Εὔ‐ πολις Πόλεσιν ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν. | |
15 | λογιστήρια δ’ ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων δηλοῦσιν. Λογοποιός: ὁ ὑφ’ ἡμῶν ἱστορικὸς λεγόμενος· Ἰσοκράτης Βουσί‐ | |
ριδι καὶ Ἡρόδοτος ἐν τῷ βʹ. | 194 | |
Lex.195 | Λόγου τυχεῖν: ἀντὶ τοῦ ἐπαίνου Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησι‐ φῶντος. Λοιδίας: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὅτι Μακεδονίας ἐστὶ ποταμὸς ἄλλοι τε ἱστοροῦσι καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐ‐ | |
5 | ρώπης. Λουτροφόρος καὶ λουτροφορεῖν: ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν, ἔπεμπον δ’ ἐπὶ ταῦτα τὸν ἐγγύτατα γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφόρουν. ἔθος δὲ ἦν καὶ τῶν ἀγάμων ἀποθανόντων λουτροφόρον ἐπὶ τὸ μνῆμα | |
10 | ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων. λέγει περὶ τούτων Δεί‐ ναρχος ἔν τε τῷ κατὰ Θεοδότου καὶ ἐν τῇ κατὰ Καλλισθένους εἰσαγ‐ γελίᾳ. ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης, πρότερον δὲ Καλλιρρόης, Φιλοστέφανος ἐν τῷ περὶ κρηνῶν φησί. μέμνηνται δὲ τοῦ ἔθους οἱ κωμικοί. | |
15 | Λουσιεύς: Ὑπερείδης ἐν τῷ πρὸς τὴν Δημέου γραφήν. δῆμός ἐστι τῆς Οἰνηΐδος Λουσιὰ, ἀφ’ ἧς ὁ δημότης Λουσιεὺς, ὡς Διόδωρός | |
φησιν. | 195 | |
Lex.196 | Λύκειον: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ’ Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, ὃ Θεόπομπος μὲν ἐν τῇ καʹ Πεισίστρατον ποιῆσαι, Φιλόχορος δ’ ἐν τῇ δʹ Περικλέους φησὶν ἐπι‐ στατοῦντος αὐτὸ γενέσθαι. | |
5 | Λυκιουργεῖς: Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. Δίδυμός φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας, τοῦ Μύρωνος υἱοῦ, οὕτως εἰρῆσθαι. ἀγνοεῖν δὲ ἔοικεν ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχημα‐ τισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν· “κλίνη Μιλησιουργής” Κριτίας φησὶν ἐν τῇ | |
10 | Λακεδαιμονίων πολιτείᾳ. μήποτ’ οὖν γραπτέον καὶ παρ’ Ἡροδότῳ ἐν τῇ ζʹ, ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει οὕτως ὀνομάζηται τὰ ἐν Λυκίᾳ εἰργασμένα. Λυκοῦργος: εἷς τῶν δέκα ῥητόρων, οὗ πάππος Λυκοῦργος ὁ νομο‐ θέτης. | |
15 | Λύσανδρος: ὄνομα κύριον, Λακεδαιμονίων ναύαρχος. | |
Λυσίμαχος: Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἦν δὲ Ἀρι‐ | 196 | |
Lex.197 | στείδου υἱὸς τοῦ δικαίου ἐπικληθέντος. ἕτερος δ’ ἐστὶ Λυσίμαχος οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως ὡς εὐτελοῦς μελο‐ ποιοῦ. Μ | |
5 | Μαιμακτηριών: ὁ πέμπτος μὴν παρ’ Ἀθηναίοις· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. ὠνόμασται δὲ ἀπὸ Διὸς μαιμάκτου. μαιμάκτης δ’ ἐστὶν ὁ ἐνθουσιώδης καὶ ταρακτικὸς, ὥς φησι Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν· ἀρχὴν δὲ λαμβάνοντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἴσχει. | |
10 | Μακροκέφαλοι: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶν οὕτω καλούμενον, οὗ καὶ Ἡσίοδος μέμνηται ἐν γʹ Γυναικῶν καταλόγῳ. Παλαίφατος δ’ ἐν ζʹ Τρωϊκῶν ἐν τῇ Λιβύῃ φησὶν ὑπεράνω Κόλχων οἰκεῖν τοὺς Μακροκεφάλους. | |
Μαλκίομεν: Δημοσθένης θʹ Φιλιππικῶν φησὶ “μένομεν καὶ | 197 | |
Lex.198 | “μαλακιζόμεθα.” ἐν ἐνίοις γράφεται μαλκίομεν, ὅπερ δηλοῖ τὸν ὄρρον φρίττειν. Αἰσχύλος ἔλα, δίωκ’ ἀκμῆτι μαλκίων ποδί. Μάλθη: ὁ μεμαλαγμένος κηρός· Δημοσθένης ἐν τῷ κατὰ Στε‐ | |
5 | φάνου. Ἱππῶναξ ἔπειτα μάλθῃ τὴν τρόπιν παραχρίσας. Μαντινέων διοικισμός: Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης περὶ Λακεδαιμονίων λέγων φησὶ “Μαντινέας διῴκισαν,” καὶ Ἔφορος ἐν τῇ κʹ φησὶν ὅτι εἰς εʹ κώμας τὴν Μαντινέων διῴκισαν πόλιν Λακε‐ | |
10 | δαιμόνιοι. Μαργίτης: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος “ἐπωνυμίαν δὲ “Ἀλεξάνδρῳ Μαργίτην ἔθετο.” καὶ Μαρσύας ἐν εʹ τῶν περὶ Ἀλε‐ ξάνδρου ἱστορεῖ λέγων Μαργίτην ὑπὸ Δημοσθένους καλεῖσθαι τὸν Ἀλέξανδρον. ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτω διὰ τὸν εἰς Ὅμηρον | |
15 | ἀναφερόμενον Μαργίτην, ὅπερ ποίημα Καλλίμαχος θαυμάζειν ἔοικεν. Μαρώνεια: Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ. τόπος ἐστὶ τῆς Ἀττικῆς. ἔστι μέντοι καὶ πόλις ἐν Θρᾴκῃ Μαρώ‐ | |
νεια, ἥν φασιν εἶναι τὴν ὑφ’ Ὁμήρου Ἴσμαρον καλουμένην· μνημονεύ‐ | 198 | |
Lex.199 | ουσι δὲ αὐτῆς Δημοσθένης τε ἐν τῷ πρὸς Πολυκλέα καὶ Ἔφορος ἐν τῇ δʹ. Μασσαλία: Ἰσοκράτης μέν φησιν ἐν Ἀρχιδάμῳ ὡς Φωκαεῖς φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν εἰς Μασσαλίαν | |
5 | ἀπῴκησαν· ὅτι δὲ πρὸ τούτων τῶν χρόνων ἤδη ὑπὸ Φωκαέων ᾤκι‐ στο ἡ Μασσαλία καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν πολιτείᾳ δηλοῖ. Μάστειρα: ἐν ηʹ Φιλιππικῶν Δημοσθένης “τῶν μὲν ἐν Θρᾴκῃ “κακῶν· τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ | |
10 | “Μάστειραν;” μήποτε γραπτέον Βάστειραν ἢ Πίστειραν ἢ Ἐπί‐ μαστον, ἐπεὶ ταύτας τὰς πόλεις εὑρίσκομεν παρ’ Ἀναξιμένει ἐν ζʹ τῶν περὶ Φίλιππον, τὴν δὲ Μάστειραν οὐδαμοῦ μνήμης τυχοῦσαν. Μαστῆρες: Ὑπερείδης ἐν τῷ πρὸς Πάγκαλον. ἔοικεν ἀρχή τις εἶναι ἀποδεδειγμένη ἐπὶ τοῦ ζητεῖν τὰ κοινὰ τοῦ δήμου, ὡς οἱ ζητηταὶ | |
15 | καὶ οἱ ἐν Πελλήνῃ μάστροι, ὡς Ἀριστοτέλης ἐν τῇ Πελληνέων πολιτείᾳ. Ματρυλεῖον: Δείναρχος ἐν τῷ κατὰ Προξένου. Ἡρακλέων | |
καὶ Δίδυμος τόπον τινά φασιν εἶναι ἐν ᾧ γρᾶες· διατρίβουσαι | 199 | |
Lex.200 | δέχονται τοὺς βουλομένους καταμεθυσθῆναι· Μένανδρος Ἐπιτρέ‐ πουσιν οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον; | |
5 | Μαύσωλος: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ὄνομα κύριον, ἄρχων Καρῶν. φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα. Μαχάτας: ὄνομα κύριον. Μέδιμνος: Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. μέτρον ἐστὶ | |
10 | ξηρῶν, οἷον πυρῶν ἢ κριθῶν, ἔχει δὲ χοίνικας μηʹ, καθά φησι Νίκαν‐ δρος ὁ Θυατειρηνὸς ἐν τοῖς ἐξηγητικοῖς τῆς Ἀττικῆς διαλέκτου. Μεθώνη: Δημοσθένης Φιλιππικοῖς. λέγοι ἂν τὴν ἐν Θρᾴκῃ, ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν. Δημήτριος δ’ ὁ Μάγνης ἐν ταῖς Συνωνύμοις πόλεσι τέσσαρας εἶναί φησι Μεθώνας. | |
15 | Μεῖον καὶ μειαγωγός: Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα “παρέ‐ “στησε μεῖον.” θῦμά ἐστιν ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖ‐ δας εἰσάγοντες εἰς τούτους. Ἐρατοσθένης δ’ ἐν τοῖς περὶ κωμῳδίας φησὶν οὕτως “νόμου ὄντος μὴ μεῖον εἰσάγειν ὡρισμένου τινὸς, ἐπι‐ | |
“σκώπτοντες μετὰ παιδιᾶς πάντα τὸν εἰσάγοντα μεῖον ἔφασαν εἰσά‐ | 200 | |
Lex.201 | “γειν, ὅθεν τὸ μὲν ἱερεῖον μεῖον προσηγορεύθη, μειαγωγὸς δὲ ὁ εἰσά‐ “γων.” Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν “οἱ φράτορές” φησιν, “ἵνα “μείζονας νέμωνται μερίδας, ἐφώνουν ἑστῶτες ἱστάνειν δεῖν, μεῖον “γάρ ἐστι.” περὶ δὲ τοῦ μειαγωγοῦ Εὔπολις ἐν Δήμοις | |
5 | τοιγαροῦν στρατηγὸς οὐδεὶς ἐξ ἐκείνου τοῦ χρόνου ἐδύναθ’, ὥσπερ μειαγωγὸς ἑστιῶν ⏑ – ⏑ – – ⏑ – τῆς τοῦδε νίκης πλείον’ ἑλκύσαι σταθμόν. μειαγωγῆσαι δέ ἐστι τὸ ἐπιδοῦναι τοῖς φράτορσι τὸ μεῖον, ὡς Λυ‐ σίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς. | |
10 | Μελανίππειον: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. Μελα‐ νίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδου‐ μένοις. Κλείδημος δ’ ἐν αʹ Ἀτθίδος ἐν Μελίτῃ αὐτὸ εἶναι λέγει. Μελάνωπος: Δημοσθένης κατ’ Ἀνδροτίωνος. ὄνομα κύριον, κη‐ δεστὴς Διοφάντου τοῦ ῥήτορος. | |
15 | Μελίνη: Δημοσθένης Φιλιππικοῖς. ὀσπρίου ἐστὶ σπέρμα, καὶ | |
ἀρσενικῶς λέγουσι· θηλυκῶς δὲ Σοφοκλῆς Τριπτολέμῳ “κνήμη με‐ | 201 | |
Lex.202 | “λίνης” καὶ Ἡρόδοτος “σπείροντες μελίνην.” Ξενοφῶν Ἀναβάσεως αʹ “καὶ σίτου καὶ μελίνης,” ἐν δὲ τῷ αὐτῷ “πολὺν δὲ σήσαμον καὶ “μέλινον” καὶ ἐν ϛʹ “καὶ ὄσπρια πάντα καὶ μελίνους.” ἔνιοι μὲν οὖν εἶδος κέγχρου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον· | |
5 | Θεόφραστος δὲ ἐν ζʹ περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει, “κέγχρον ἢ μελίνην ἢ ἔλυμον.” Μελίτη: Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. δῆμός ἐστι τῆς Κεκροπίδος· κεκλῆσθαι δέ φησι τὸν δῆμον Φιλόχορος ἐν γʹ ἀπὸ Με‐ λίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου | |
10 | τοῦ Ἀπόλλωνος. Μένδη: Δημοσθένης κατὰ Λακρίτου. μία πόλις ἐστὶ τῶν ἐν Παλλήνῃ Μένδη, ὑπὸ Ἐρετριέων ᾠκισμένη. Μενέλαος: Δημοσθένης Φιλιππικοῖς. ἀδελφὸς Φιλίππου ὁμο‐ | |
πάτριος. | 202 | |
Lex.203 | Μεσεγγύημα: τὸ ὁμολογηθὲν ἀργύριον παρ’ ἀνδρὶ μέσῳ γινο‐ μένῳ ἐγγυητῇ τῆς ἀποδόσεως. καὶ μεσεγγυήσασθαι τὸ ποιῆσαι τοῦτο λέγεται, ὡς ὑποσημαίνει Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Μεταγειτνιών: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενίππου. ὁ δεύτερος | |
5 | μὴν παρ’ Ἀθηναίοις οὕτω καλεῖται. ἐν δὲ τούτῳ Ἀπόλλωνι Μετα‐ γειτνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν. Μεταλλεῖς: Λυσίας ἐν τῷ πρὸς Διοχάρη, εἰ γνήσιος. οἱ τὰ μέταλλα ἐργαζόμενοι μεταλλεῖς ὀνομάζονται. ἔστι δὲ καὶ δρᾶμα Φε‐ ρεκράτους Μεταλλεῖς, ὅπερ Νικόμαχόν φησι πεποιηκέναι Ἐρατοσθέ‐ | |
10 | νης ἐν ζʹ περὶ τῆς ἀρχαίας κωμῳδίας. Μεταπύργιον: Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. τὸ ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων μεταπύργιον ἐλέγετο. οὕτω καὶ Θουκυδίδης πολλάκις, ὥσπερ ἐν τῇ γʹ. Μετοίκιον: Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας. μέτοικος μέν | |
15 | ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ὡς ξένος ἐπιδημῶν, ἀλλὰ τὴν οἴκησιν αὐτόθι καταστησάμενος. ἐδίδοντο | |
δὲ ὑπ’ αὐτῶν καθ’ ἕκαστον ἔτος δραχμαὶ ιβʹ, ὅπερ ὠνόμαστο μετοί‐ | 203 | |
Lex.204 | κιον, ὡς δηλοῖ Εὔβουλος ἐν τῇ Πλαγγόνι. Ἰσαῖος δ’ ἐν τῷ κατ’ Ἐλ‐ παγόρου καὶ Δημοφάνους ὑποσημαίνει ὅτι ὁ μὲν ἀνὴρ ιβʹ δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ϛʹ, καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ’ ἐκείνου αὐτὴ τελεῖ. ὅτι δὲ καὶ οἱ δοῦλοι | |
5 | ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον ἄλλοι τε τῶν κωμι‐ κῶν δεδηλώκασι καὶ Ἀριστομένης. Μένανδρος δ’ ἐν Ἀνατιθεμένῃ καὶ ἐν Διδύμαις πρὸς ταῖς ιβʹ δραχμαῖς καὶ τριώβολόν φησι τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μὴ τιθέντες τὸ μετοίκιον μέτοικοι ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο, ὥς φησι | |
10 | Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν Φιλιππικοῖς δηλοῖ. ἐκά‐ λουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι. Μετοιωνίσασθαι: ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνὸν Δεί‐ | |
15 | ναρχος ἐν τῷ κατὰ Δημοσθένους. Μετρονόμοι: ἀρχή τις Ἀθήνησίν ἐστιν ἡ τῶν μετρονόμων, ὡς | |
Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. ἦσαν δὲ τὸν ἀριθμὸν ιʹ, εʹ μὲν | 204 | |
Lex.205 | εἰς Πειραιᾶ, εʹ δ’ εἰς ἄστυ, εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πο‐ λιτείᾳ δηλοῖ. Μέταυλος: Λυσίας ἐν τῇ ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπο‐ | |
5 | λογίᾳ. μέταυλός ἐστιν ἡ ῥυπαρὰ λεγομένη αὐλὴ, οὗ ὄρνιθες ἦσαν· Ἀριστοφάνης Λημνίαις καὶ Μένανδρος Θαΐδι. Μηκύβερνα: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. πόλις ἐστὶν ἐν Θρᾴκῃ σταδίους κʹ ἀπέχουσα τῆς Ὀλύνθου ἡ Μηκύβερνα. Μηλόβιος: Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους. ἔστι δὲ εἷς τῶν | |
10 | λʹ τῶν παρ’ Ἀθηναίοις τυραννησάντων. Μητρῶιον: Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαντες ἐν τῷ μητρῴῳ· δηλοῖ Δείναρχος ἐν τῷ κατὰ Πυθέου. Μίκων: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας “καὶ Μίκωνα τὸν | |
15 | “γράψαντα καταδεῶς τοὺς Ἕλληνας ἐζημίωσαν.” | 205 |
Lex.206 | Μόλπις: Λυσίας ἐν τῷ περὶ τοῦ Διογένους κλήρου φησὶ “Μόλ‐ “πις ὁ τῶν ιʹ τῶν ἐν Πειραιεῖ.” οἱ δ’ ἄρα κατὰ τοὺς λʹ δέκα ἄνδρες ἦρχον ἐν Πειραιεῖ, ὧν εἷς ἦν ὁ Μόλπις, ὡς Ἀνδροτίων ἐν γʹ Ἀτθίδος. Μοιροκλῆς: ὄνομα κύριον, Σαλαμίνιος, τῶν παρ’ Ἀθηναίοις οὐκ | |
5 | ἀφανῶς πολιτευσαμένων. Μοιρολογχῆσαι: ἀντὶ τοῦ μέρους μεταλαβεῖν Ἀντιφῶν ἐν τῇ | |
πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ. | 206 | |
Lex.207 | Μουνυχία: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τόπος παρα‐ θαλάσσιος ἐν τῇ Ἀττικῇ. Ἑλλάνικος δὲ ἐν βʹ Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως τοῦ Παντακλέους. Μουνυχιών: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. ὁ δέκατος μὴν | |
5 | παρ’ Ἀθηναίοις οὕτω καλεῖται, ἐν δὲ τούτῳ τῷ μηνὶ Ἀρτέμιδι θύεται Μουνυχίᾳ. Μουσαῖος: Λυσίας πρὸς τὴν Μιξιδήμου γραφὴν, εἰ γνήσιος, “καὶ δύο παῖδας αὐτῷ ἀκολούθους εἶναι, ὧν οὗτος τὸν μὲν Μουσαῖον “καλεῖ, τὸν δὲ Ἡσίοδον.” ὅτι μὲν ὁ κρινόμενος ἐπετήδευσε τοὺς | |
10 | οἰκέτας οὕτω καλεῖν δῆλον· περὶ δὲ Μουσαίου Ἀριστόξενος ἐν τοῖς Πραξιδαμαντείοις φησὶν ὅτι οἱ μὲν ἐκ Θρᾴκης εἰρήκασι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. εἰρήκασι δὲ περὶ αὐτοῦ ἄλλοι τε καὶ Γλαῦκος. Μόραν: Δημοσθένης Φιλιππικοῖς. συντάγματά τινα Λακωνικὰ | |
15 | οὕτω καλεῖται. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Λακε‐ | |
δαιμονίων πολιτείᾳ. φησὶ δὲ ὡς εἰσὶ μόραι ἓξ ὠνομασμέναι, καὶ | 207 | |
Lex.208 | διῄρηνται εἰς τὰς μόρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δὲ ἐν τῇ Λακώνων πολιτείᾳ φησὶν “ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πο‐ “λέμαρχον ἕνα, λοχαγοὺς δʹ, πεντηκοστύας ηʹ, ἐνωμοτάρχας ιϛʹ.” Μυλωθρός: ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος ἐν αὐτῷ· Δεί‐ | |
5 | ναρχος ἐν τῷ κατὰ Καλλισθένους πολλάκις. ἔστι δὲ καὶ παρὰ τοῖς κωμικοῖς πολὺ τοὔνομα. Μύριοι ἐν Μεγάληι πόλει: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάντων, οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. διείλεκται δὲ περὶ αὐτῶν καὶ Ἀριστοτέλης ἐν τῇ κοινῇ | |
10 | Ἀρκάδων πολιτείᾳ, ἀρχόμενος τοῦ βιβλίου. Μύρτανον: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. φρούριον ἦν ἐν Θρᾴκῃ, ὡς Μαρσύας ὁ πρεσβύτερος ἐν ζʹ Μακεδονικῶν καὶ Ἀναξιμέ‐ | |
νης ἐν Φιλιππικοῖς. | 208 | |
Lex.209 | Μύρτις: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φησὶν “Ἀργείους Μύρτις, Τελέδαμος, “Μνασέας.” Θεόπομπος δ’ ἐν τῇ ναʹ Πασέαν καὶ Ἀμυρταῖον ὀνομά‐ ζει τῶν Ἀργείων τοὺς μακεδονίζοντας. ἰδεῖν οὖν εἰ γραφικά ἐστιν | |
5 | ἁμαρτήματα. Μυσῶν λείαν: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία τίς ἐστιν οὕτω λεγομένη, ἥν φησι Δήμων ἐν αʹ περὶ παροιμιῶν τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων τε καὶ λῃστῶν τὴν Μυσίαν κατὰ τὴν Τηλέφου τοῦ βασιλέως ἀποδημίαν. κέχρην‐ | |
10 | ται δὲ τῇ παροιμίᾳ ἄλλοι τε καὶ Στράττις ἐν Μηδείᾳ καὶ Σιμωνίδης ἐν ἰάμβοις. Ν Ναΐς: ἑταίρα τις· Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου, εἰ γνήσιος, καὶ Ἀριστοφάνης Γηρυτάδῃ. μήποτε δὲ καὶ ἐν τῷ Πλούτῳ, ὅπου φησὶν | |
15 | ὁ κωμικὸς ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου, | |
γραπτέον ἦν διὰ τοῦ ν Ναΐς. | 209 | |
Lex.210 | Νάννιον: Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν ἑταιρῶν Αἶγα λέγεσθαί φησι ταύτην τὴν ἑταίραν διὰ τὸ Θάλλον τὸν κάπηλον καταφαγεῖν· ὅτι γὰρ θαλλῷ χαίρουσιν αἱ αἶγες καὶ Σοφοκλῆς Ποιμέσιν | |
5 | ἑωθινὸς γὰρ, πρίν τιν’ αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίραις προσφέρων νεοσπάδα, εἶδον στρατὸν στείχοντα παρ’ ἁλίαν ἄκραν. ἔστι δὲ αὐτῆς μνήμη καὶ ἐν τῇ κωμῳδίᾳ. Ἀντιφάνης δὲ ὁ νεώτερος ἐν τῷ περὶ τῶν ἑταιρῶν τὴν Νάννιόν φησι Προσκήνιον ἐπονομάζεσθαι | |
10 | διὰ τὸ ἔξωθεν δοκεῖν εὐμορφοτέραν εἶναι. Ναύκληρος: Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους οὐ μόνον ὡς ἡ συνήθεια χρῆται τῷ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τῷ τὰ ἐνοίκια ἐκλέγειν ἢ οἰκίας ἢ συνοικίας, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν | |
τῷ πρὸς Ἀριστογείτονα καὶ Σαννυρίων Γέλωτι καὶ Δίφιλος Ἐμπόρῳ. | 210 | |
Lex.211 | Ναυκραρικά: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς Ναυκρατιτικά, ἵν’ ᾖ ἀπὸ Ναυ‐ κρατιτικοῦ πλοίου ἢ Ναυκρατιτῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ ναυκραρικὰ, εἴη ἂν τὰ | |
5 | τῶν ἀρχόντων· ναυκράρους γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ ἐν τῇ εʹ Ἡρόδοτος δηλοῖ. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶ “κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς “πρότερον ναυκράροις.” [δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησαν.] Ναυτοδίκαι: Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην, εἰ γνήσιος ὁ | |
10 | λόγος. ἀρχή τις ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι· Κρατερὸς γοῦν ἐν τῷ δʹ τῶν Ψηφισμάτων φησὶν “ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς | |
“φρατρίζῃ, διώκειν εἶναι τῷ βουλομένῳ Ἀθηναίων, οἷς δίκαι εἰσὶ, | 211 | |
Lex.212 | “λαγχάνειν δὲ τῇ ἕνῃ καὶ νέᾳ πρὸς τοὺς ναυτοδίκας.” Ἀριστοφάνης Δαιταλεῦσιν “ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένον ἐξαίφνης ⏑ ⏑ – –.” Νεαλής: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος, εἰ γνήσιος. ὁ νεωστὶ ἑαλωκὼς οὕτως ἐλέγετο κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἰχθύων. | |
5 | Νεβρίζων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνημμένου ἢ καὶ τοὺς τελουμένους διαζων‐ νύντος νεβρίσιν, οἱ δὲ ἐπὶ τοῦ νεβροὺς διασπᾶν κατά τινα ἄρρητον λόγον. ἔστι δὲ ὁ νεβρισμὸς καὶ παρὰ Ἀριγνώτῃ ἐν τῷ περὶ τῶν τελετῶν. | |
10 | Νεήλατα: Δημοσθένης ὑπὲρ Κτησιφῶντος κατ’ ἔλλειψιν ἀντὶ τοῦ νεήλατα ἄλφιτα, τὰ νεωστὶ ἀληλεσμένα, ἃ δὴ μέλιτι ἀναδεύ‐ οντες, ἀσταφίδας τε καὶ χλωροὺς ἐρεβίνθους ἐπεμβάλλοντες, τοῖς τὰ ἱερὰ τελοῦσιν ἔνεμον. ἐκάλουν δὲ αὐτὰ οἱ μὲν ἀμβροσίαν, οἱ δὲ μακαρίαν. | |
15 | Νεμεὰς Χαράδρα: Αἰσχίνης περὶ τῆς πρεσβείας. οὕτω τόπος | 212 |
Lex.213 | τις ἐκαλεῖτο ἐν Πελοποννήσῳ· “πλησίον τῆς Νεμεάδος Χαράδρας” Ἔφορος ἐν κγʹ. Νεμέας αὐλητρίδος μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Πατρο‐ κλέους, εἰ γνήσιος. ὁ δὲ Πολέμων ἐν τοῖς περὶ τῆς ἀκροπόλεως | |
5 | παρατίθεται ψήφισμα καθ’ ὃ ἀπείρητο Ἀθήνησιν ὄνομα πεντετηρίδος τίθεσθαι δούλῃ ἢ ἀπελευθέρᾳ ἢ πόρνῃ ἢ αὐλητρίδι· ἄξιον οὖν ἀπορῆ‐ σαι πῶς οὕτως ὠνομάζετο ἡ αὐλητρίς. Νεμέσεια: Δημοσθένης ἐν τῷ κατὰ Σπουδίου. μήποτε ἑορτή τις ἦν Νεμέσεως, καθ’ ἣν τοῖς κατοιχομένοις ἐπετέλουν τὰ νομι‐ | |
10 | ζόμενα. Νέων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας Θεόπομπος ἐν βʹ Φιλιππικῶν ἱστορεῖ. Νεώρια καὶ νεώσοικοι: μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται, ὡς | |
15 | ὑποσημαίνουσι Λυκοῦργός τε ἐν ἀπολογισμῷ ὧν πεπολίτευται καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος ὁ λόγος. Νεῶσι: Δημοσθένης κατ’ Αἰσχίνου. πόλις ἐστὶν ἐν τῇ Φωκίδι, ἣν Ἡρόδοτος μὲν ἐν ηʹ Νεῶνα ὀνομάζει, Ἀνδροτίων δ’ ἐν ϛʹ Ἀτθίδος | |
Νεῶνας. | 213 | |
Lex.214 | Νίκαια: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἔστι δὲ πόλις τῆς Λοκρίδος ἐπιθαλαττίδιος. Νικάνωρ: Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους. τρεῖς γεγόνασι Νικάνορες, ὁ μὲν υἱὸς Βαλάκρου, ἕτερος δὲ Παρμενίωνος υἱὸς, ἄλλος | |
5 | δὲ Σταγειρίτης τὸ γένος, οὗ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ. Νίκη Ἀθηνᾶ: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ’ Ἀθηναίοις δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως. | |
10 | Νοθεῖα: τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτω καλεῖται, ἦν δὲ μέχρι χιλίων δραχμῶν· Λυσίας ἐν τῷ πρὸς Καλλιφάνη ξενίας, εἰ γνήσιος, Ἰσαῖος πρὸς Λυσίβιον περὶ ἐπικλήρου. Ἀριστοφάνης Ὄρνισι τί δ’ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα | |
15 | τὰ νοθεῖ’ ἀποθνήσκων; ὁ νόμος αὐτὸν οὐκ ἐᾷ. τίνων δ’ οὐκ ἐξῆν τοῖς νόθοις μετέχειν δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας βʹ. Δημοσθένης δ’ ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ὡς εἰς τὸ Κυνόσαργες ἐτέλουν. Νομοφύλακες: ἀρχή τις παρ’ Ἀθηναίοις οὕτως ἐκαλεῖτο, δια‐ | |
20 | φέρουσα τῶν θεσμοθετῶν· Δείναρχος καθ’ Ἱμεραίου καὶ ἐν τῷ κατὰ | 214 |
Lex.215 | Πυθέου. Φιλόχορος δὲ ἐν τῷ ζʹ ἄλλα τέ τινα διεξῆλθε περὶ αὐτῶν καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι. Νότιον: Λυσίας κατὰ Μαντίου. ὅτι δέ ἐστι χωρίον προκεί‐ μενον τῆς Κολοφωνίων πόλεως Θεόπομπος ἐν τῇ ιεʹ φησίν. | |
5 | Νύμφαιον: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντός φησι “Νύμ‐ “φαιον τὸ ἐν τῷ Πόντῳ.” Κρατερὸς δὲ ἐν θʹ τῶν Ψηφισμάτων φησὶν ὅτι Ἀθηναίοις τὸ Νύμφαιον ἐτέλει τάλαντον. Ξ Ξενίζειν: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει πολλάκις. | |
10 | ἔνιοι μὲν οἷον ξένῃ διαλέκτῳ χρῆσθαι, τάχα δ’ ἂν εἴη μᾶλλον τὸ ἐν τῇ ξένῃ διατρίβειν. Ξενικὸν ἐν Κορίνθωι: Δημοσθένης Φιλιππικοῖς καὶ Ἀριστο‐ φάνης Πλούτῳ. συνεστήσατο δ’ αὐτὸ πρῶτον Κόνων, παρέλαβε δ’ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ᾧ χρησάμενοι τὴν Λακεδαι‐ | |
15 | μονίων μόραν κατέκοψαν στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλίου, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος. Ξενιτευομένους: ἀντὶ τοῦ μισθοφοροῦντας, ξένοι δὲ οἱ μισθο‐ φόροι· Ἰσοκράτης Φιλίππῳ κἄν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν. Ἀντιφάνης Εὐθυδίκῳ | |
20 | ἐγὼ ξενιτευόμενος ἐστρατευόμην. | 215 |
Lex.216 | Ξηραλοιφεῖν: Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι, ὡς Δίδυμος ἐν κηʹ Τραγικῆς λέξεως καὶ Νίκανδρος ἐν ιηʹ Ἀττικῆς διαλέκτου, προστιθεὶς ὅτι μήποτε καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτριβεῖσθαι οὕτως ἐλέγετο. | |
5 | Σοφοκλῆς Πηλεῖ καὶ ξηραλοιφῶν εἵματος διὰ πτυχῶν. Ξυπεταίονες: Ὑπερείδης κατ’ Ἀρχεστρατίδου. δῆμος τῆς Κεκροπίδος Ξυπέτη, ἀφ’ ἧς ὁ δημότης Ξυπεταίων, ὡς Διόδωρος. Ξυστίς: Λυσίας ἐν τῷ πρὸς Νικόδημον καὶ Κριτόβουλον. γυναι‐ | |
10 | κεῖόν τι ἔνδυμά ἐστιν ἡ ξυστὶς πεποικιλμένον, ὡς δῆλον ποιοῦσιν ἄλλοι τε τῶν κωμικῶν καὶ Ἀντιφάνης ἐν Εὐπλοίᾳ | |
τὸν ποικίλ’ ὥσπερ ξυστίδ’ ἠμφιεσμένον. | 216 | |
Lex.217 | ἔστι μὲν καὶ τραγικόν τι ἔνδυμα οὕτω καλούμενον, ὡς Κρα‐ τῖνος ἐν Ὥραις, ἔστι δὲ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης Νε‐ φέλαις. Ο | |
5 | Ὀβολοστατοῖ: ἀντὶ τοῦ δανείζοι Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. ἐν δὲ τῷ πρὸς Λακράτην διασαφῶν φησὶν “οὐδ’ ἂν εἰ “πολὺ ἐλάττονα τόκον λογίσαιτό τις ἢ ὅσον οὗτοι οἱ ὀβολοστατοῦντες “τοὺς ἄλλους πράττονται.” ὀβολοστάτας δ’ ἔλεγον τοὺς δανειστὰς, ὡς παρά τε Ὑπερείδῃ ἐν τῷ κατὰ Πολυεύκτου καὶ πολλάκις ἐν τῇ | |
10 | κωμῳδίᾳ. Ὁδός: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν “ἢ ἐν ὁδῷ “καθελών” ἀντὶ τοῦ ἐν λόχῳ καὶ ἐνέδρᾳ. τοιοῦτον δὲ εἶναι καὶ τὸ Ὁμηρικόν φασιν “ἢ ὁδὸν ἐλθέμεναι.” εἰ δὲ ψιλωθείη ἡ προτέρα, σημαίνει τὸν βαθμὸν, ὡς παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Φιλίππου, εἰ γνή‐ | |
15 | σιος ὁ λόγος. Ὀθνεῖος: Ἰσαῖος ἐν τῷ κατὰ Στρατοκλέους ἀντὶ τοῦ ἀλλότριος, | |
ὡς καὶ παρὰ Πλάτωνι ἐν αʹ Νόμων. | 217 | |
Lex.218 | Οἴηθεν: Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος· Οἴηθεν δὲ ἀπὸ τόπου ἐπίρρημα. Φιλόχορος δ’ ἐν τῇ γʹ τὴν Οἴην Κεφάλου μὲν θυγατέρα, Χάροπος δὲ γυναῖκα ἱστορεῖ. Οἰκέως: Λυσίας ἐν τῷ κατὰ Θεομνήστου ὥσπερ ἐξηγούμενος | |
5 | τοὔνομα φησὶ “τὸ δὲ οἰκέως θεράποντος.” Οἴκημα: ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος ἐν Τυρρηνικῷ καὶ ἐν τῷ κατὰ Ποσειδίππου, ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. Οἰκίσκωι: ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ Δημοσθένης ἐν τῷ ὑπὲρ | |
10 | Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ’ ἡμῶν λεγόμενον ὀρνιθο‐ τροφεῖον οἰκίσκον· Ἀριστοφάνης Πελαργοῖς, Μεταγένης Αὔραις. ἐκ τούτων δ’ ἔοικε πλανώμενος ὁ Δίδυμος καὶ τὸ Δημοσθενικὸν ἐξηγεῖσθαι. Οἰνηΐς: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία τῶν δέκα | |
φυλῶν παρ’ Ἀθηναίοις. | 218 | |
Lex.219 | Οἰνόη καὶ Οἰναῖος: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα “καὶ ἔφασαν ἐν Οἰνόῃ ἀκοῦσαι ὅτι μάχη εἴη γεγονυῖα.” Οἰνόη δῆμος τῆς Ἱπποθωντίδος πρὸς Ἐλευθέραις, ὁ δὲ τῆς Αἰαντίδος πρὸς Μαραθῶνι· ἀφ’ ἑκατέρου δὲ τῶν δήμων ὁ δημότης Οἰναῖος καλεῖται. | |
5 | μνημονεύοι δ’ ἂν νῦν ὁ ῥήτωρ τοῦ πρὸς Ἐλευθέραις, οὗ καὶ Θουκυ‐ δίδης ἐν τῇ βʹ. Οἶον: Ἰσαῖος ἐν τῷ περὶ τῆς ποιήσεως. δῆμοί εἰσιν ἐν τῇ Ἀτ‐ τικῇ διττοὶ οὐδετέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. κεκλῆσθαι δέ φησιν οὕτω Φιλόχορος ἐν τῇ γʹ διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, | |
10 | ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι. ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν τῆς Ἱπποθωντίδος, ὡς Διόδωρος. οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. ἄλλοι δ’ ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται. Οἷος εἶ καὶ οἷός τε εἶ: τὸ μὲν χωρὶς τοῦ τέ σημαίνει τὸ | |
15 | βούλει καὶ προῄρησαι, τὸ δὲ σὺν τῷ τέ τὸ δύνασαι. ἀμφοτέροις | |
ἐχρήσατο Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ γνήσιος. | 219 | |
Lex.220 | Οἰσύμη: Ἀντιφῶν ἐν τῷ κατὰ Λαισποδίου. πόλις ἐστὶ τῆς Θρᾴκης, καθά φασιν ἄλλοι τε καὶ Ἔφορος ἐν δʹ. Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλα‐ ταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, | |
5 | ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὁ κάτωθεν νόμος: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Δίδυμος “ἤτοι” φησὶ “τὴν ἡλιαίαν λέγει ὁ ῥήτωρ διὰ τὸ τῶν δικα‐ “στηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, ἢ διὰ τὸ σχῆμα “τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης τὸν ἀπὸ τῶν | |
10 | “εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι “γάρ” φησι “βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμ‐ “μένοι δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ. ἢ ἐπεί” φησι “τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ “βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν | |
15 | “Ἀναξιμένης ἐν Φιλιππικοῖς.” | 220 |
Lex.221 | Ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημο‐ σθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως “ἡμῖν δὲ τὸ τῆς “χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκού‐ “σεται.” ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ | |
5 | συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ιʹ Ἀτθίδος. Ὀλιγωρήσετε: ἀντὶ τοῦ ἀμελήσετε Δημοσθένης Φιλιππικοῖς. | |
10 | ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὤραν ἔχειν· ἔστι δὲ τὸ ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην, ὡς ἐν τῷ ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς, ὤρα δ’ ἐστὶν ἡ φροντίς. Ὁλοσχοίνωι: Αἰσχίνης ἐν τῷ περὶ πρεσβείας. Θεόφραστος δ’ | |
15 | ἐν δʹ περὶ φυτῶν, εἰπὼν τοῦ σχοίνου τρία εἴδη εἶναι, φησὶν ὡς ὁ | |
τρίτος μεγέθει καὶ εὐσαρκίᾳ διαφέρων ὁλόσχοινος καλεῖται. | 221 | |
Lex.222 | Ὁμηρεύοντας: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἀναπεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρῳ. Κλείταρχος δέ φησιν ἐν τῇ εʹ νʹ εἶναι τοὺς δοθέντας παρὰ τῶν Λακεδαιμονίων ὁμήρους. ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῆσαι γὰρ τὸ συμ‐ | |
5 | βαλεῖν· Ὅμηρος ὡμήρησε δέ μοι παρ’ ἑταίρων ἄγγελος ἐλθών. Θεόπομπος δὲ ὁμηρεῖν φησὶ παρὰ τοῖς ἀρχαίοις λέγεσθαι τὸ ἀκολου‐ θεῖν· τοὺς οὖν ἐπ’ ἀκολουθίᾳ τῶν ὁμολογουμένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι. | |
10 | Ὁμηρίδαι: Ἰσοκράτης Ἑλένῃ. Ὁμηρίδαι γένος ἐν Χίῳ, ὅπερ Ἀκουσίλαος ἐν γʹ, Ἑλλάνικος ἐν τῇ Ἀτλαντιάδι ἀπὸ τοῦ ποιητοῦ φησιν ὠνομάσθαι. Σέλευκος δὲ ἐν βʹ περὶ βίων ἁμαρτάνειν φησὶ Κράτητα νομίζοντα ἐν ταῖς Ἱεροποιίαις Ὁμηρίδας ἀπογόνους εἶναι τοῦ ποιητοῦ· ὠνομάσθησαν γὰρ ἀπὸ τῶν ὁμήρων, ἐπεὶ αἱ γυναῖκές | |
15 | ποτε τῶν Χίων ἐν Διονυσίοις παραφρονήσασαι εἰς μάχην ἦλθον τοῖς ἀνδράσι, καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύ‐ σαντο, ὧν τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν. Ὁμοερκές: Δείναρχος ἐν τῷ πρὸς τὴν Καλλίππου παραγραφὴν ἀντὶ τοῦ ὑφ’ ἓν ἕρκος, τουτέστιν ὑπὸ τὸν αὐτὸν περίβολον. | |
20 | Ὁμόσε ἰέναι: Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους φησὶν “ἀλλὰ | |
“ὁμόσε βούλομαι τῷ λόγῳ τούτῳ ἐλθεῖν” ἀντὶ τοῦ παραβαλέσθαι. | 222 | |
Lex.223 | λέγεται δὲ ἐκ μεταφορᾶς τοῦ ὁμόσε ταῖς λόγχαις ἰέναι, ἀντὶ τοῦ ἐξ ἐναντίας εἰς τὸ αὐτὸ ἔρχεσθαι καὶ μὴ στρέφεσθαι μηδὲ φεύγειν. Ὁμοῦ: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονός φησιν “εἰσὶν “ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι” ἀντὶ τοῦ ἐγγύς. ἔστι δὲ πολὺ | |
5 | παρ’ Ἀττικοῖς. καὶ Μένανδρός που “ἤδη γάρ ἐστι τοῦ τίκτειν “ὁμοῦ.” Ὀνήτωρ: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. πρὸς τοῦτον ἂν εἶεν οἱ γεγραμμένοι Δημοσθένει περὶ τῆς ἐξούλης λόγοι. ὅτι δὲ τῶν χορηγησάντων ἦν Ἡλιόδωρος περὶ τῶν Ἀθήνησι τριπόδων. | |
10 | Ὀνομάζων: ἀντὶ τοῦ φράζων, ἑρμηνείᾳ χρώμενος, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Ὀξυθύμια: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου φησὶ “περὶ οὗ “πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις ἡ στήλη σταθείη ἢ ἐν τοῖς “ἡμετέροις ἱεροῖς.” ἔνιοι μὲν, ὧν ἐστι καὶ Ἀρίσταρχος, ὀξυθύμια | |
15 | λέγεσθαί φασι τὰ ξύλα ἀφ’ ὧν ἀπάγχονταί τινες, ἀπὸ τοῦ ὀξέως τῷ | |
θυμῷ χρῆσθαι· ταῦτα δ’ ἐκκόπτοντες ἐξορίζουσι καὶ καίουσι. Δίδυ‐ | 223 | |
Lex.224 | μος δὲ Ἀντικλείδου λέξιν παραγράψας ἐκ τῶν ἐξηγητικῶν φησιν, ὀξυθύμια τὰ καθάρματα λέγεται καὶ ἀπολύματα· ταῦτα γὰρ ἀπο‐ φέρεσθαι εἰς τὰς τριόδους, ὅταν τὰς οἰκίας καθαίρωσιν. ἐν δὲ τῷ ὑπομνήματι τῷ κατὰ Δημάδου τὰ ἐν ταῖς τριόδοις φησὶν Ἑκαταῖα, | |
5 | ὅπου τὰ καθάρσια ἔφερόν τινες, ἃ ὀξυθύμια καλεῖται. Εὔπολις Δήμοις ὃν χρῆν ἔν τε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα. ἔστι τοὔνομα καὶ παρὰ Πυθέᾳ ἐν τῷ κατὰ Ἀδειμάντου. | |
10 | Ὀπισθόδομος: Δημοσθένης ἐν τῷ περὶ συντάξεως “ἀνέῳξαν “δήπου πρώην τινὲς τὸν ὀπισθόδομον.” ὁ οἶκος ὁ ὄπισθεν τοῦ νεὼ τῆς Ἀθηνᾶς οὕτω καλεῖται, ἐν ᾧ ἀπετίθεντο τὰ χρήματα. Ὀργάς: Δημοσθένης ἐν τῷ περὶ συντάξεως. ὀργὰς καλεῖται τὰ λοχμώδη καὶ ὀρεινὰ χωρία καὶ οὐκ ἐπεργαζόμενα, ὅθεν καὶ ἡ Μεγα‐ | |
15 | ρικὴ ὀργὰς προσωνομάσθη τοιαύτη τις οὖσα, περὶ ἧς ἐπολέμησαν Ἀθηναῖοι Μεγαρεῦσιν. Ὀργεῶνας: Ἰσαίου λόγος ἐστὶ πρὸς ὀργεῶνας, ὀργεῶνες δ’ εἰσὶν | |
οἱ ἐπὶ τιμῇ θεῶν ἢ ἡρώων συνιόντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ | 224 | |
Lex.225 | τὰ νομιζόμενα δρᾶν, ἤτοι παρὰ τὸ ὀρέγειν τὼ χεῖρε, ἢ παρὰ τὰ ὄργια, ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν. οἱ μέντοι ποιηταὶ ἔταττον τοὔνομα ἁπλῶς ἐπὶ τῶν ἱερέων, ὡς Ἀντίμαχός τέ που καὶ Αἰσχύλος ἐν Μυσοῖς. μήποτε δὲ ὕστερον νενόμισται τὸ ἐπὶ | |
5 | τιμῇ τινὰς τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὁμοίως ὠνομάσθαι, ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν. Ὀργέων: ἀντὶ τοῦ ὀργεώνων Λυσίας ἐν τῷ περὶ τοῦ Θεοπόμπου κλήρου. Ὀρικὰ ζεύγη: τὰ τῶν ὀρέων, τουτέστι τῶν ἡμιόνων, Αἰσχίνης ἐν | |
10 | τῷ περὶ τῆς πρεσβείας· ὅτι γὰρ ὀρέας ἐκάλουν τὰς ἡμιόνους καὶ Ὅμηρος καὶ Ἀριστοφάνης ἐν Βατράχοις δηλοῖ. Ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆσαι Ἀντιφῶν Ἀληθείας αʹ. Ὁρκάνη: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος βʹ. μήποτε ὁ φραγμὸς, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιὰ, οὕτω καλεῖται, | |
15 | παρὰ τὸ ἐρύκειν ἢ παρὰ τὸ ἕρκος εἶναι. Ὅμηρος αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. | |
Ὀρνιθευτής: ὁ ὀρνιθοθήρας· Δείναρχος κατὰ Προξένου, Πλάτων | 225 | |
Lex.226 | ἢ Κάνθαρος Συμμαχίᾳ. ἔστι δὲ καὶ ἐν τῇ νέᾳ κωμῳδίᾳ δρᾶμα Ὀρ‐ νιθευτὴς Νικοστράτου. Ὅρος: οὕτως ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖς ὑποκειμέναις οἰκίαις καὶ χωρίοις γράμματα, δηλοῦντα ὅτι ὑπόκεινται δανειστῇ· | |
5 | Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν καὶ Μένανδρος Παρακαταθήκῃ. Ὄρον: σκεῦός τι γεωργικὸν, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὑποσημαίνει. μήποτε μέντοι τὸ ὄρον παρά τε Αἰσχύλῳ ἐν Κερκύονι καὶ παρὰ Μενάνδρῳ ἐν βʹ Ἐπικλήρῳ σημαίνει ξύλον τι, ᾧ τὴν πεπα‐ τημένην σταφυλὴν πιέζουσιν. | |
10 | Ὀρρωδεῖν: ἀντὶ τοῦ φοβεῖσθαι Ἀνδοκίδης ἐν τῷ περὶ τῆς ἀδείας. πολὺ δ’ ἐστὶ τοὔνομα παρ’ αὐτοῖς. Ὀρρωδία δὲ τὸ δέος· Δημοσθέ‐ νης ἐν δημηγορικοῖς προοιμίοις. Ὄρυγμα: ἰδίως οὕτως ἐκαλεῖτο ἐφ’ οὗ οἱ κακοῦργοι ἐκολάζοντο Ἀθήνησι· Λυκοῦργος κατ’ Ἀριστογείτονος. | |
15 | Ὅσιον: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι “καὶ τὰ “χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια,” ὅ τε Ἰσοκράτης Ἀρεοπαγιτικῷ “καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις.” ὅτι δὲ τὰ ὅσια τὰ δημόσια δηλοῖ | |
Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους σαφῶς διδάσκει περὶ τούτων· | 226 | |
Lex.227 | “καὶ τὰ μὲν ἱερὰ, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν “ἄλλων θεῶν, σεσυληκότες” καὶ μετ’ ὀλίγα “τὰ δὲ ὅσια ἃ ἐγίνετο “ἡμέτερα κεκλοφότες.” Δίδυμος δὲ “διχῶς” φησὶν “ἔλεγον τὸ “ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν.” | |
5 | Ὀσχοφόροι: Ὑπερείδης ἐν τῷ κατὰ Δημέου, εἰ γνήσιος. περὶ τῶν ὀσχοφόρων ἄλλοι τε εἰρήκασι καὶ Φιλόχορος ἐν τῇ βʹ. ὁ δὲ Ἴστρος ἐν τῇ ιγʹ περὶ Θησέως λέγων γράφει οὕτως, ἕνεκα τῆς κοι‐ νῆς σωτηρίας νομίσαι τοὺς καλουμένους ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτῳ προυχόντων. ἡ δὲ ὄσχη κλῆμά ἐστι βότρυς | |
10 | ἐξηρτημένους ἔχον· ταύτην δὲ ὀρεσχάδα ἔνιοι καλοῦσιν. Ὅτι νόμος ἐστὶν ὑπὲρ μʹ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχί‐ νης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φι‐ | |
15 | λίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ’ ἐν τῷ κατ’ Αἰσχίνου φησὶν ὅτι Ἀπολλοφάνους θυγατέ‐ ρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς | |
20 | Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. | 227 |
Lex.228 | Ὅτι οἱ ἁλόντες ἐπ’ ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων δηλοῖ. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ | |
5 | ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιη‐ σαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν καʹ Νόμων. Ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ | |
10 | λόγος. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδω‐ ρον δηλοῖ. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κρι‐ | |
15 | θῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες | |
Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας βʹ εἴρηκεν. Κρώβυλος δὲ ὁ | 228 | |
Lex.229 | κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κεί‐ μενον. Οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία ἐστὶν ἐλλιπῶς λεγομένη· προσυπα‐ | |
5 | κουστέον οὖν ἔξωθεν τὸ ἀγκύρας. Οὐσίας δίκη: οἱ δικαζόμενοι περὶ χωρίων ἢ οἰκιῶν πρὸς τοὺς ἔχοντας οὐσίας ἐδικάζοντο τὴν δευτέραν δίκην· ἡ δὲ προτέρα ἦν τῶν μὲν οἰκιῶν ἐνοικίου, τῶν δὲ χωρίων καρποῦ, τρίτη δὲ ἐπὶ τούτοις ἐξού‐ λης. καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημάτων καὶ εἰ τὴν δίκην | |
10 | τὴν τοῦ καρποῦ ἢ τοῦ ἐνοικίου καὶ εἰ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας· εἰ δὲ καὶ ἐξούλης ἁλοῖεν, οὐκέτι ἐξῆν ἐπικρατεῖν, ἀλλ’ ἐξί‐ στασθαι ἔδει ἤδη τῶν κτημάτων τοῖς καταδικασαμένοις. ταῦτα δὲ ἔστι μὲν καὶ παρ’ ἄλλοις ῥήτορσιν, ἀκριβέστατα δὲ εἴρηται Ἰσαίῳ ἔν τε τῷ πρὸς Τιμωνίδην περὶ χωρίου καὶ ἐν τῷ πρὸς Δωρόθεον ἐξ‐ | |
15 | ούλης. διείλεκται δὲ περὶ τῆς δίκης καὶ Θεόφραστος ἐν ιηʹ περὶ νόμων. Ὀφρύνιον: Δημοσθένης ἐν τῷ πρὸς Ἀπατούριον. πόλις ἐστὶ τῆς Τρῳάδος, ὡς δηλοῖ Ἀνδροτίων ἐν γʹ Ἀτθίδος. Ὀχεῖον: ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐν ἀπολογίᾳ πρὸς Ἀν‐ | |
20 | τιφάνην περὶ τοῦ ἵππου, ἀντὶ δὲ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον ὁ | 229 |
Lex.230 | αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· φησὶ γὰρ “ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον.” Λυκοῦργος δ’ ἐν τῷ περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί· μή‐ ποτε δὲ ἐπὶ τόπου τινὸς, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται. | |
5 | Π Παγασαί: Δημοσθένης ἐν Φιλιππικοῖς. ἐπίνειόν ἐστι Φεραίων αἱ Παγασαὶ, ὡς Θεόπομπος ἐν τῇ εʹ τῶν Φιλιππικῶν δηλοῖ. Παιανιεῖς καὶ Παιονίδαι: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος “ὅτ’ ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν | |
10 | “ὄντα.” Δίδυμος γραπτέον εἶναί φησι Παιανιᾶ, χωρὶς τοῦ ε. εἰσὶ | |
δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος κα‐ | 230 | |
Lex.231 | λεῖσθαί φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· ὁμοίως δ’ ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. δια‐ φέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ | |
5 | κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος δέ ἐστιν οὗτος τῆς Λεοντί‐ δος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ. Παλιναίρετος: Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλο‐ φορηθέντος ἐνδείξει. μήποτε παλιναίρετον λέγει ὁ ῥήτωρ τὸν Πολύ‐ ευκτον, ἐπειδήπερ συκοφαντῶν τινὰς, ἔπειτα λαμβάνων δῶρα τούτοις | |
10 | αὐτοῖς ἐβοήθει, ὡς ἐν αὐτῷ τῷ λόγῳ δείκνυται· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτ’ ἐκωλύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν ἣν ὦφλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν, ὡς δη‐ λοῦται καὶ τοῦτο ἐν τῷ λόγῳ. ὅτι γὰρ τοὺς τοιούτους ἐκάλουν παλιν‐ αιρέτους, καὶ τοὺς ἀποχειροτονηθέντας τὴν ἀρχὴν καὶ πάλιν χειρο‐ | |
15 | τονηθέντας, Εὔπολίς τε ἐν Βάπταις δηλοῖ καὶ Ἄρχιππος ἐν τοῖς | |
Ἰχθύσι λέγων | 231 | |
Lex.232 | αἱρουμένους τε πραγμάτων ἐπιστάτας ἀποδοκιμάζειν, εἶτα δοκιμάζειν πάλιν. ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν ἁπαξάπαντας γενομένους παλιναιρέτους. | |
5 | ἐπὶ δὲ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων Πίν‐ δαρος Διθυράμβοις. Παλίνσκιον: Ἰσαῖος μὲν ἐν τῷ πρὸς ὀργεῶνας “μήτε παλίν‐ “σκιον γίγνεσθαι τὸ χωρίον” ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ τρι‐ μέτροις | |
10 | πρὸς τοῖχον ἐκλίνθησαν ἐν παλινσκίῳ ἀντὶ τοῦ ἐν σκοτεινῷ, καὶ Σοφοκλῆς Ἰνάχῳ χειμῶνι σὺν παλινσκίῳ ἀντὶ τοῦ ζοφερῷ. Παλίμβολον: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁ πολλάκις | |
15 | ἐπ’ ἐμπολῇ μεταβεβλημένος παλίμπρατος παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ Με‐ νάνδρου Σικυωνίου. Παλληνεύς: Ὑπερείδης ἐν τῇ ὑπὲρ Χαιρεφίλου ἀπολογίᾳ. | |
Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δεί‐ | 232 | |
Lex.233 | ναρχος ἐν τῷ κατὰ Στεφάνου Παλλήνηθέν φησιν, ὁ δὲ δημότης Παλ‐ ληνεύς. ὅτι δ’ ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη γνώριμον. Παλαμναῖος: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. τοὺς αὐτοχει‐ ρίᾳ τινὰς ἀνελόντας τῇ παλάμῃ παλαμναίους ἐκάλουν, ὡς καὶ Ἀν‐ | |
5 | τικλείδης ἐν ἐξηγητικῷ ὑποσημαίνει. Παμβωτάδης: Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. Παμβω‐ τάδαι τῆς Ἐρεχθηΐδος δῆμος. Πανδαισία: Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα. ἔστι μὲν τοὔνομα πολλάκις καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, πανδαισία δέ ἐστι τὸ πάντα | |
10 | ἔχειν ἄφθονα καὶ μηδὲν ἐλλείπειν ἐν τῇ δαιτί. ἡ γὰρ τοῦ Διδύμου ἀπόδοσις περίεργος. Πάνδημος Ἀφροδίτη: Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν πάνδημόν φησιν Ἀθήνησι κληθῆναι τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν διὰ τὸ ἐνταῦθα | |
15 | πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιὸν ἐν ταῖς ἐκκλησίαις, ἃς ἐκά‐ | |
λουν ἀγοράς. Νίκανδρος ἐν ϛʹ Κολοφωνιακῶν Σόλωνά φησι σώματα | 233 | |
Lex.234 | ἀγοράσαντα εὐπρεπῆ ἐπὶ στέγης στῆσαι διὰ τοὺς νέους, καὶ ἐκ τῶν περιγενομένων χρημάτων ἱδρύσασθαι Ἀφροδίτης πανδήμου ἱερόν. ἔστι δὲ τὸ πάνδημον πάγκοινον. Πάνδια: ἑορτή τις Ἀθήνησι μετὰ τὰ Διονύσια ἀγομένη. | |
5 | Πανδοσία: Δημοσθένης Φιλιππικοῖς. περὶ τῆς ἁλώσεως τῶν ἐν Κασσωπίᾳ πόλεων, ὧν ἐστι καὶ Πανδοσία, Θεόπομπος ἐν γʹ ἱστό‐ ρηκεν. Πανδιονίς: Δημοσθένης κατὰ Μειδίου. μία τῶν δέκα φυλῶν παρ’ Ἀθηναίοις ἐστὶ, κληθεῖσα ἀπὸ Πανδίονος τοῦ Ἐριχθονίου, ὡς | |
10 | ἄλλοι τε πολλοὶ λέγουσι καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ Φορμισίου. Παναθήναια: Δημοσθένης Φιλιππικοῖς. διττὰ Παναθήναια ἤγετο Ἀθήνησι, τὰ μὲν καθ’ ἕκαστον ἐνιαυτὸν, τὰ δὲ διὰ πεντετηρί‐ δος, ἅπερ καὶ μεγάλα ἐκάλουν. Ἰσοκράτης Παναθηναϊκῷ φησι “μι‐ “κρὸν δὲ πρὸ τῶν μεγάλων Παναθηναίων.” ἤγαγε δὲ τὴν ἑορτὴν πρῶ‐ | |
15 | τος Ἐριχθόνιος ὁ Ἡφαίστου, καθά φησιν Ἑλλάνικός τε καὶ Ἀνδρο‐ | 234 |
Lex.235 | τίων, ἑκάτερος ἐν αʹ Ἀτθίδος. πρὸ τούτου δὲ Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν Ἴστρος ἐν γʹ τῶν Ἀττικῶν. Πάνακτος: Δημοσθένης κατὰ Κόνωνος. πόλις ἐστὶ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ὡς καὶ Εὐριπίδης ἐν Αἰγεῖ μνημονεύει. | |
5 | Θουκυδίδης μὲν οὖν οὐδετέρως καλεῖ τὸ χωρίον ἔν τε ἄλλοις κἀν τῇ εʹ, ἀρρενικῶς δὲ Μένανδρος ἐν Ψοφοδεεῖ. Πάνδροσος: ὄνομα γυναικός. Παραγραφή: οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ’ ἰδίως Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεώς φη‐ | |
10 | σιν “λέγε ἀρξάμενος ἀπὸ τῆς παραγραφῆς,” ὅπερ ἐστὶν ἀπὸ τῆς γραμμῆς ἣν μέχρι νῦν παράγραφον καλοῦμεν· καὶ ἔστι τὸ λεγόμε‐ νον, ἀφ’ οὗ παρέγραψα· τοῦτο δ’ ἂν εἴη, ἀφ’ οὗ παρεθέμην. ὁ δ’ Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους “οὐδὲ μέχρι παραγραφῆς” φη‐ σὶν ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμέ‐ | |
15 | νου, ὅ ἐστι περιγεγραμμένου. Παραγγελία: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου “ὅση σπουδὴ “καὶ παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε.” καὶ Αἰσχίνης δὲ | |
τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ κατὰ Κτησιφῶντος· | 235 | |
Lex.236 | “τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν παράταξιν “ὅση γεγένηται, καὶ τὰς κατ’ ἀγορὰν δεήσεις αἷς κέχρηνταί τινες.” Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἀποφάσει “καὶ τὰς ἰδίᾳ παραγ‐ “γελίας γεγενημένας καὶ τὰς δεήσεις.” | |
5 | Παράκλησις: ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι “διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες.” τίθεται μέντοι σπανίως καὶ ἀντὶ τῆς δεήσεως· Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας προειπὼν “εἰ μὲν ὑπὲρ ἰδίου τινὸς ἦν ὁ ἀγὼν, ἐδεόμην ἂν “ὑμῶν μετ’ εὐνοίας ἀκοῦσαί μου” μετ’ ὀλίγον φησὶν “νυνὶ δὲ αὐτοὺς | |
10 | “ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς παρακλήσεως τῆς ἐμῆς.” Πάραλος: Δημοσθένης Φιλιππικοῖς. μία τῶν παρ’ Ἀθηναίων πρὸς τὰς δημοσίας χρείας διαπεμπομένων τριήρων, ἀπό τινος ἥρωος τοὔνομα λαβοῦσα Παράλου. οἱ δὲ ἐπιβεβηκότες αὐτῆς ἐκαλοῦντο Πάραλοι, οἳ διὰ ταύτην τὴν ὑπηρεσίαν τέτταράς τε ὀβολοὺς ἐλάμ‐ | |
15 | βανον καὶ τὸ πλεῖον μέρος τοῦ ἐνιαυτοῦ οἴκοι ἔμενον, ἄλλα τέ τινα ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως, ὥς φησιν Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου. μέμνηται δὲ τοῦ Παράλου ἥρωος καὶ Φύλαρχος | |
ἐν καʹ. | 236 | |
Lex.237 | Παράβυστον: οὕτως ἐκαλεῖτό τι τῶν παρ’ Ἀθηναίοις δικαστη‐ ρίων, ἐν ᾧ ἐδίκαζον οἱ ἕνδεκα· Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. μνημονεύουσι δ’ αὐτοῦ ἄλλοι τε τῶν κωμικῶν καὶ Τιμοκλῆς ἐν Ὀρεσταυτοκλείδῃ. ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ | |
5 | κλίνη παράβυστος, ἧς μέμνηται Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέ‐ ους. λέγεσθαι δ’ ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορ‐ τίοις παραβυσμάτων, τουτέστι παραπληρωμάτων. Παραπεπτωκώς: ἀντὶ τοῦ ὑποπεπτωκώς Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. | |
10 | Παρακαταβολή καὶ παρακαταβάλλειν: οἱ ἀμφισβητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν καὶ οἱ περὶ κλήρων ἢ ἐπικλήρων πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριόν τι κατετίθεσαν· καὶ τούτου ἐχρῆν αὐτοὺς στέρεσθαι, εἰ τὴν δίκην ἡττηθεῖεν. ἐπὶ μὲν οὖν τῶν πρὸς τὸ δημόσιον ἀμφισβητήσεων δῆλόν ἐστιν ὅτι τὸ εʹ μέρος | |
15 | τοῦ ἀμφισβητουμένου κατετίθετο. περὶ μὲν οὖν τῶν δημοσίων πολ‐ λαχοῦ εἴρηται τῷ Λυσίᾳ, ὥσπερ ἔν τε τῷ πρὸς Ἀλκιβιάδην περὶ οἰκίας καὶ ἐν τῷ πρὸς Ἀσωπόδωρον περὶ οἰκίας, περὶ δὲ τῶν κληρικῶν ἄλλοι τε πάλιν εἰρήκασι ῥήτορες καὶ Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱπ‐ πέως κλήρου δευτέρῳ. Δημοσθένης μέντοι ἐν τῇ πρὸς Πανταίνετον | |
20 | παραγραφῇ περὶ ἰδίας τινὸς δίκης φησὶ “καὶ μετὰ ταῦτα προσκα‐ “λεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρα‐ | |
“καταβολάς.” | 237 | |
Lex.238 | Παραβάλοιτο: ἀντὶ τοῦ παραπέμψαιτο Αἰσχίνης κατὰ Κτησι‐ φῶντος. Πάρεδρος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολύ ἐστι τοὔνο‐ μα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Ἀριστοτέλης | |
5 | δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶ “λαμβάνουσι δὲ καὶ παρέδρους ὅ “τε ἄρχων καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος οὓς ἂν βούληται· καὶ οὗ‐ “τοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας “διδόασιν ἐπὰν παρεδρεύσωσιν.” Παρεῖαι ὄφεις: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. παρεῖαι ὀνο‐ | |
10 | μάζονταί τινες ὄφεις παρὰ τὸ παρειὰς μείζους ἔχειν, ὡς καὶ Κρατῖ‐ νος ἐν τῷ Τροφωνίῳ ὑποσημαίνει. ὁ δὲ Ὑπερείδης ἐν τῷ κατὰ Δη‐ μάδου γράφει ταυτί “εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· “τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας, τῶν δὲ ὄφεων αὐτῶν “τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν, τοὺς δὲ παρείας αὐτοὺς τοὺς | |
15 | “ἔχεις κατεσθίειν.” | 238 |
Lex.239 | Παρρησίας: ἀντὶ τοῦ βλασφημίας καὶ λοιδορίας Ἰσοκράτης Βουσίριδι [καὶ περὶ τοῦ ζεύγους]. Παρακρούεται: ἀντὶ τοῦ ἐξαπατᾷ. πολὺ δ’ ἐστὶ παρά τε τοῖς ἄλλοις Ἀττικοῖς καὶ παρὰ Δημοσθένει ἐν τοῖς Φιλιππικοῖς. με‐ | |
5 | τῆκται δὲ τοὔνομα ἀπὸ τοῦ τοὺς ἱστάντας τι ἢ μετροῦντας κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν, καὶ ὡς Σοφοκλῆς που ὡς μήτε κρούσῃς μήθ’ ὑπὲρ χεῖλος βάλῃς. Παρασκήνια: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἔοικε παρα‐ σκήνια καλεῖσθαι, ὡς καὶ Θεόφραστος ἐν κʹ Νόμων ὑποσημαίνει, ὁ | |
10 | παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρα‐ σκευαῖς. ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτω φησὶ καλεῖσθαι. Παράσημος ῥήτωρ: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισμάτων, ἃ καλοῦσι παράσημα ἤτοι | |
15 | ὅτι ὑποχαράττεται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείῳ τινὶ ὃ τὴν φαυλό‐ τητα δηλοῖ, ἢ ἐπειδὴ παρατετύπωται καὶ παρακεχάρακται. ὅτι γὰρ ἐπὶ νομισμάτων λέγεται τὸ παράσημον δεδήλωκεν ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμοκράτους. Παράστασις: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Πύρρου κλήρου. τοὔνομα | |
20 | παρὰ πολλοῖς ἐστὶν Ἀττικοῖς, ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ | |
τῶν δικαζομένων τὰς ἰδίας δίκας· Μένανδρος Μισογύνῃ | 239 | |
Lex.240 | ἕλκει δὲ γραμματείδιον ἐκεῖσε δίθυρον καὶ παράστασις μία δραχμή. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων | |
5 | φησὶν οὕτως “εἰσὶ δὲ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται, “ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ “ψευδεγγραφῆς καὶ ψευδοκλητείας καὶ βουλεύσεως καὶ ἀγραφίου καὶ “μοιχείας.” Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς περὶ νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμὰς μίαν μὲν ἀπὸ τῆς λήξεως, | |
10 | ἣν παράστασιν ἐκάλουν, ἑτέραν δὲ καθ’ ὑπωμοσίαν ἑκάστην. Παραφρυκτωρεῖν: Δείναρχος ἐν τῇ κατὰ Δεινίου ἐνδείξει. τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων, ἐπὶ βλάβῃ δὲ τῶν φιλίων, οὕτως ἔλεγον, ὡς αὐτὸς | |
ὁ ῥήτωρ ἐν τῷ λόγῳ αὐτὸ ἐξηγήσατο. | 240 | |
Lex.241 | Παρεγγύησεν καὶ παρεγγυηθέντος: Ἰσαῖος ἐν τῇ πρὸς Διο‐ φάνην ἐπιτροπῆς ἀπολογίᾳ φησὶ “τὸ μὲν παρὼν, τὸ δὲ παρ’ ἑτέρων “μεταλαβεῖν παρεγγύησεν,” ἀντὶ τοῦ παρέδωκεν ἐντειλάμενος ἑκα‐ τέρῳ, τῷ μὲν λαβεῖν, τῷ δὲ δοῦναι. καὶ πάλιν φησὶ “τὰ μὲν ἐμοῦ | |
5 | “διαλύσαντος, βʹ τάλαντα καὶ λʹ μνᾶς, τὰ δὲ τοῦ γεωργοῦ παρεγ‐ “γυηθέντος” ἀντὶ τοῦ παραλαβόντος. Παρελθεῖν: ἀντὶ τοῦ νικῆσαι Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Παρουσία: ἀντὶ τοῦ περιουσία ἢ αἰτία πλούτου οὐσία· Δημο‐ σθένης ἐν τῷ περὶ συντάξεως καὶ Δείναρχος ἐν τῷ ὑπὲρ τῆς νεώς. | |
10 | καὶ Κράτης Θηρίοις ἔχοντες εὐπαθῆ βίον παρουσίαν τε χρημάτων. | |
Παρράσιος: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. ὅτι μὲν | 241 | |
Lex.242 | ζωγράφος Παρράσιος παντὶ δῆλον· Ἰόβας δὲ ἐν ηʹ περὶ ζωγράφων διεξέρχεται τὰ περὶ τὸν ἄνδρα, φησὶ δ’ αὐτὸν εἶναι υἱὸν καὶ μαθητὴν Εὐήνορος, Ἐφέσιον δὲ τὸ γένος. Πασῖνος: Ἰσοκράτης Αἰγινητικῷ. ὄνομα κύριον. | |
5 | Πασίων: ὄνομα κύριον, τραπεζίτης. Παταικίων: ὄνομα κύριον, κλέπτης καὶ τοιχωρύχος. Πεδιακά: Λυσίας ἐν τῷ κατὰ Φιλίππου ἐπιτροπῆς, εἰ γνήσιος ὁ λόγος. ἔστι μοῖρα τῆς Ἀττικῆς, ἣ ἀπὸ τοῦ συμβεβηκότος ἐκαλεῖτο Πεδίον· εἶχε δὲ καὶ προβάτων νομὰς, καὶ τὰ ἐντεῦθεν, ὡς ἔοικεν, | |
10 | ἐκαλεῖτο Πεδιακά. ἔστι δὲ καὶ παρ’ ἄλλοις ῥήτορσι τοὔνομα. Πεδάριτος: Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ. τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος, ἁρμοστὴς ἀνὴρ, τῶν γεγονότων καλῶν, ὥς | |
φησι Θεόπομπος ἐν βʹ Ἑλληνικῶν. | 242 | |
Lex.243 | Πεζέταιροι: Δημοσθένης Φιλιππικοῖς. Ἀναξιμένης ἐν αʹ Φι‐ λιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησὶν “ἔπειτα τοὺς μὲν ἐνδοξοτά‐ “τους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους “καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς | |
5 | “διελὼν πεζεταίρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασι‐ “λικῆς ἑταιρίας προθυμότατοι διατελῶσιν ὄντες.” Πέλανος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολλάκις ἐστὶ τοὔνομα παρὰ πολλοῖς τῶν ἀρχαίων. Ἀπολλώνιος δ’ ὁ Ἀχαρνεὺς ἐν τῷ περὶ τῶν ἑορτῶν οὕτω γράφει “ὁμοίως δὲ καὶ ὁ προσαγορευόμενος | |
10 | “πέλανος. λέγεται δὲ πέμματά τινα τοῖς θεοῖς γινόμενα ἐκ τοῦ “ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω.” Σαννυρίων δ’ ἐν Γέλωτί φησι πέλανον * * * * * ἃ καλεῖτε σεμνῶς ἄλφιθ’ ὑμεῖς οἱ βροτοί. | |
Δίδυμος δὲ κυρίως φησὶ τὸ ἐκ τῆς παιπάλης πέμμα, ἐξ ἧς ποιοῦνται | 243 | |
Lex.244 | πέμματα, ἢ καὶ ἀπὸ τοῦ πεπλατύνθαι, ἢ ὅτι λευκά ἐστιν· Ὅμηρος ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας. ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν. Εὐριπίδης μέντοι ἐν τῷ Ὀρέστῃ ἰδίως φησὶν | |
5 | ἐκ δ’ ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ. Πεντακοσιομέδιμνον: Λυσίας ἐν τῷ περὶ τῆς Ὀνομακλέους θυγατρός. ὅτι δʹ τέλη ἐποίησεν Ἀθηναίων ἁπάντων Σόλων, ὧν ἦσαν | |
10 | καὶ οἱ πεντακοσιομέδιμνοι, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. Πεπάρηθος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντός φησι “καὶ “τὴν Πεπαρήθου πόρθησιν.” νῆσός ἐστιν αὕτη οὐκ ἄπωθεν Εὐβοίας. Πείσων: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. εἷς τῶν λʹ τῶν παρ’ | |
15 | Ἀθηναίοις τυραννησάντων. Πενέσται: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Πενέσται παρὰ Θετταλοῖς καλοῦνται οἵπερ παρὰ Λακεδαιμονίοις Εἵλωτες· Ξενοφῶν γοῦν ἐν γʹ Ἑλληνικῶν φησιν ἐπί τινος “καὶ τοὺς Πενέστας “ὥπλισεν ἐπὶ τοὺς δεσπότας.” διείλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον | |
20 | Στάφυλος ἐν τῇ γʹ περὶ Θετταλῶν. οὐ μόνον δὲ αὐτοὺς Πενέστας | |
καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλίκτας. | 244 | |
Lex.245 | Πεντηκόνταρχος: ὁ τῆς πεντηκοντόρου ἄρχων, ὡς δηλοῖ Δημο‐ σθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. ὅτι δὲ πεντηκόντορος ἐκαλεῖτο ἡ ναῦς ἡ ὑπὸ νʹ ἐρεσσομένη πρόδηλον. Πεντηκοστή καὶ πεντηκοστεύεσθαι καὶ πεντηκοστολόγοι: | |
5 | πεντηκοστὴ μὲν τέλος τι καὶ πεντηκοστολόγοι οἱ τοῦτο τὸ τέλος ἐκλέγοντες, πεντηκοστεύεσθαι δὲ τὸ πράττεσθαι τὴν πεντηκοστήν. ταῦτα δ’ ἔστιν εὑρεῖν ἔν τε τῷ κατὰ Μειδίου καὶ ἐν τῷ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους, καὶ Ὑπερείδου ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. | |
10 | Πέπλος: Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων· περὶ τοῦ πέπλου τοῦ ἀναγομένου τῇ Ἀθηνᾷ τοῖς μεγάλοις Παναθηναίοις οὐ μόνον παρὰ τοῖς ῥήτορσίν ἐστι μνήμη, ἀλλὰ καὶ παρὰ τοῖς κωμικοῖς. | |
Περγασῆθεν: Ἰσαῖος ἐν τῷ κατὰ Θουτίμου. Περγασὴ δῆμος | 245 | |
Lex.246 | τῆς Ἐρεχθηΐδος· τὸν μέντοι δημότην διχῶς λέγεσθαί φασι, Περ‐ γασέα τε καὶ Περγασῆθεν. Περίανδρος: ὄνομα κύριον. Περὶ τῆς ἐν Δελφοῖς σκιᾶς: Δημοσθένης Φιλιππικοῖς. Δί‐ | |
5 | δυμός φησι τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος λέγοντος περὶ τῆς ἐν Δελφοῖς σκιᾶς, λέγεσθαι δ’ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις. Περιθοῖδαι: Δημοσθένης ἐν τῷ πρὸς Πολυκλέα. δῆμός ἐστι τῆς Οἰνηΐδος. | |
10 | Περίλαος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ ὄνομα κύριον. Περίοδος: Δημοσθένης Φιλιππικοῖς φησὶν “ἐπεὶ ὅτι γε ὥσπερ “περίοδος ἢ καταβολὴ πυρετοῦ.” περιοδικὰ νοσήματα καλοῦσιν οἱ ἰατροὶ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιτεινόμενα, οἷον τριταίους καὶ τεταρταίους· καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς | |
15 | τῶν ἀνέσεων ἡμέραις μηδὲν νοσεῖν, ἀλλ’ ὑγιεῖς εἶναι. Περιοίκιον: Ἰσαῖος ἐν τῷ πρὸς Μενεκράτην “καὶ τὸ περιοίκιον “καὶ τὴν οἰκίαν.” μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον. Περίπολος: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. Ἀρι‐ | |
στοτέλης ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων φησὶν οὕτως | 246 | |
Lex.247 | “τὸν δεύτερον ἐνιαυτὸν ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἀποδεξά‐ “μενοι τῷ δήμῳ περὶ τὰς τάξεις καὶ λαβόντες ἀσπίδα καὶ δόρυ “παρὰ τοῦ δήμου περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς “φυλακτηρίοις.” παρατηρητέον οὖν ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα | |
5 | φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίγνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο· καὶ τάχα διὰ τοῦτο ἐπεμνήσθη τοῦ πράγματος ὁ ῥήτωρ, καίπερ πάντων τῶν ἐφήβων ἐξ ἀνάγκης περιπολούντων, ὅτι αὐτὸς δύο ἔτη γέγονεν ἐν τοῖς περιπόλοις· διὸ καὶ μαρτυρῶν ἐδή‐ λωσεν αὐτό. | |
10 | Περίστατοι: Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως “θαυματοποιίαις “ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέ‐ “ναις” ἀντὶ τοῦ περὶ ἃς κύκλῳ ἵστανται οἱ θεώμενοι. τὸ ὄνομα καὶ ἐν Ἀρχιδάμῳ ἐστὶ καὶ παρ’ Εὐπόλιδι ἐν Κόλαξιν. Περίστασιν: Δείναρχος Τυρρηνικῷ “μετὰ ταῦτα τοῦ Δάμωνος | |
15 | “ἤδη περὶ ἀναγωγὴν ὄντα με περίστασιν ποιησαμένου καὶ μαρτυρεῖν | |
“ἀξιοῦντος” καὶ τὰ ἑξῆς. μήποτε τοιοῦτόν ἐστι τὸ λεγόμενον, ἐν | 247 | |
Lex.248 | κύκλῳ περιέστη με αὐτὸς καὶ οἱ συμπαρόντες αὐτῷ, καὶ μαρτυρεῖν ἠνάγκαζον, ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχῃ τῷ περίστατόν με ἐποίησαν. ἐν ἐνίοις δὲ παράστασιν γράφεται. Περιστοιχίζεται: Δημοσθένης Φιλιππικοῖς φησι “μέλλοντας | |
5 | “ἡμᾶς καὶ καθημένους περιστοιχίζεται” ἐκ μεταφορᾶς τῶν κυνηγε‐ τῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους ἢ στόχους, καταπεταννύντες αὐτῶν δίκτυα, ἵν’ ἐὰν αὐτοὺς ἐκφύγῃ τὰ θηρία εἰς τὰ δίκτυα ἐμπέσῃ, ὡς ὑποσημαίνει Ξενοφῶν ἐν τῷ Κυνηγετικῷ. ἐν ἐνίοις μέντοι γράφεται περιστοιχί‐ | |
10 | ζεται, ἐν ἄλλοις δὲ καὶ περισχοινίζεται. Περίστοιχοι: Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων “φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν.” Δίδυμος δέ τι γένος ἐλαιῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοι‐ χάδας προσηγόρευσε. μήποτε δὲ περιστοίχους κέκληκεν ὁ ῥήτωρ τὰς | |
15 | κύκλῳ περὶ τὸ χωρίον ἐν στοίχῳ πεφυκυίας. | |
Πεφασμένης: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος ἀντὶ τοῦ | 248 | |
Lex.249 | γεγενημένης. Λυσίας δ’ ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος, φησὶ “τὸ μὲν πεφασμένως ἐστὶ φανερῶς.” Πεφοριῶσθαι: Λυσίας ἐν τῇ πρὸς Πολυκράτην κατ’ Ἐμπέδου ἐπιστολῇ, εἰ γνήσιος, φησὶν “ἢ τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότε‐ | |
5 | “ρον εἶναι ἢ πεφοριῶσθαι” ἐπὶ τοῦ ἀποκεκλειμένου, ὥσπερ Εὐφορίων κέχρηται τῷ ὀνόματι· εἰσὶ γάρ τινες ὀφθαλμοὶ κατακεχαλασμένα ἔχοντες τὰ βλέφαρα καὶ οἱονεὶ μύοντες. ἐὰν δὲ γράφηται πεφορι‐ νῶσθαι, εἴη ἂν πεπαχύνθαι, ἀπὸ τῆς φορίνης· ὅτι γὰρ καὶ ἐπ’ ἀνθρώ‐ πων τάσσουσι τὴν φορίνην δῆλον ποιεῖ Ἀντιφῶν ἐν βʹ Ἀληθείας. | |
10 | Πηγαί: Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος. Πηγαὶ τόπος ἐν Μεγάροις, ὡς ἐν δʹ τῆς Ἀτθίδος φησὶν Ἑλλάνικος. Πήληξ: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστι τῆς | |
Λεοντίδος Πήληκες, ὥς φησι Διόδωρος ὁ περιηγητής. | 249 | |
Lex.250 | Πινάκια: τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρουμένων. ἔοικε δ’ εἶναι ταῦτα χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἐν δὲ τοῖς Φιλιππικοῖς ὅταν λέγῃ “μικρὸν, ὦ Ἀθηναῖοι, “μικρὸν πινάκιον πάντα τὰ ἐνταῦθα,” τυχὸν πινάκιον λέγει εἰς ὃ ἐγ‐ | |
5 | γράφεται τὰ ἐγκλήματα τὰ κατὰ τῶν εἰσαγγελλομένων, ὡς καὶ παρὰ Δεινάρχῳ ἐν συνηγορίᾳ Αἰσχίνῃ δείκνυται. Πιτθεύς: δῆμος τῆς Κεκροπίδος ἡ Πιτθός. Πλειστηριάσαντες: ἀντὶ τοῦ ὑπερβαλόντες ἐν τῇ τιμῇ τῶν πι‐ πρασκομένων Λυσίας ἐν τῷ πρὸς Ἀνδοκίδην, εἰ γνήσιος. κέχρηται | |
10 | τῷ ὀνόματι καὶ Πλάτων ὁ κωμικὸς ἐν Γρυψίν. Πληρωτής: Δημοσθένης κατ’ Ἀριστογείτονος. πληρωτὰς ἐκά‐ λουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. | |
εἶεν δ’ ἂν οὗτοι οἱ παρ’ ἡμῖν καλούμενοι ἐρανάρχαι. τὸ δὲ πληρωτής | 250 | |
Lex.251 | ὄνομα καὶ ἐν τῷ κατὰ Μειδίου, καὶ ἐν τῷ κατὰ τῶν Πατροκλέους παίδων Δεινάρχου. Πλινθεῖον: ὁ τόπος ἐν ᾧ πλίνθος πλάττεται· Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. | |
5 | Πλυντήρια: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἑορτὴ παρ’ Ἀθη‐ ναίοις. Πλωθεύς: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πλω‐ θειὰ δῆμος τῆς Αἰγηΐδος, ὅθεν ὁ δημότης Πλωθεύς. Ποδοστράβη: Ὑπερείδης ἔν τε τῷ κατ’ Ἀθηνογένους καὶ ἐν τῷ | |
10 | κατ’ Αὐτοκλέους. ποδοστράβας ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα, εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο. διείλεκται Ξενοφῶν περὶ τῆς κατασκευῆς αὐτῶν ἐν τῷ περὶ κυνη‐ γετικῶν καὶ τῆς χρήσεως. Ποδοκάκκη: Δημοσθένης κατὰ Τιμοκράτους. τὸ ξύλον τὸ ἐν | |
15 | τῷ δεσμωτηρίῳ οὕτως ἐκαλεῖτο, ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα, ἢ κατὰ συγκοπὴν, ὥς φησι Δίδυμος, οἷον ποδοκατοχή. Λυσίας δ’ ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος, ἐξηγεῖ‐ ται τοὔνομα· φησὶ γὰρ “ἡ ποδοκάκκη αὐτό ἐστιν ὃ νῦν καλεῖται ἐν “τῷ ξύλῳ δεδέσθαι.” | |
20 | Πολιτεία: ἰδίως εἰώθασι τῷ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς | 251 |
Lex.252 | δημοκρατίας, ὥσπερ Ἰσοκράτης τε ἐν τῷ Πανηγυρικῷ καὶ Δημοσθέ‐ νης ἐν Φιλιππικοῖς. Πολέμαρχος: Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλό‐ δωρον. ἀρχή τις ἦν παρ’ Ἀθηναίοις οὕτω καλουμένη, ἔστι δὲ εἷς τῶν | |
5 | θʹ ἀρχόντων. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διεξελθὼν ὅσα διοικεῖ ὁ πολέμαρχος, “πρὸς ταῦτά” φησιν “αὐτός τε εἰσάγει δίκας “τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλή‐ “ρων τοῖς μετοίκοις, καὶ τἄλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα “τοῖς μετοίκοις ὁ πολέμαρχος.” εἰκότως οὖν ὁ ῥήτωρ ἐν τῷ προει‐ | |
10 | ρημένῳ λόγῳ ἐγγυῆσαί φησι πρὸς τῷ πολεμάρχῳ Ἀπολλόδωρον· ὁ γὰρ Ἀπολλόδωρος Σάμιος τὸ γένος μέτοικος ἦν. ὅτι δὲ καὶ κύριον ὄνομα ὁ Πολέμαρχος τοῦ Λυσίου ἀδελφὸς αὐτός τε ὁ Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους καὶ Πλάτων ἔν τε τῷ αʹ τῆς Πολιτείας καὶ ἐν | |
Φαίδρῳ φησίν. | 252 | |
Lex.253 | Πολίοχος καὶ Πολυάλκης: ὀνόματα κύρια. Πομπείας καὶ πομπεύειν: ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. μεταφέρει δὲ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομπαῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις· Μέ‐ | |
5 | νανδρος Περινθίᾳ ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι. πομπεῖα δὲ λέγεται τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ κατ’ Ἀνδροτίωνος ὑποσημαίνει. “πομπείοις δέ” | |
10 | φησι Φιλόχορος “πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας “τῶν λʹ κατασκευασθεῖσιν. ὀψὲ δέ” φησι “καὶ Ἀνδροτίων ἄλλα “κατεσκεύασεν.” Πόριος: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πόρος | |
ἐστὶ δῆμος τῆς Ἀκαμαντίδος· ὁ δὲ δημότης Πόριος. | 253 | |
Lex.254 | Πορθμός: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Εὐ‐ βοίας. Πολύγνωτος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. περὶ Πολυ‐ γνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ | |
5 | Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ Θησείῳ καὶ τῷ ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς περὶ γραφικῆς. Πολύστρατος: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. | |
10 | Πολύστρατος αἰτίαν ἔχων τοὺς Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθη‐ ναίων. ἕτερος δ’ ἂν εἴη Πολύστρατος ὑπὲρ οὗ λόγος ἐστὶ Λυσίᾳ ἐπι‐ γραφόμενος ‘ὑπὲρ Πολυστράτου δήμου καταλύσεως ἀπολογία.‘ ἄλ‐ λος δ’ ἂν εἴη Πολύστρατος οὗ Δημοσθένης μνημονεύει ἐν Φιλιππι‐ κοῖς, λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι | |
15 | ἐνταῦθα δεῖ γράφειν Πολύτροπον ἀντὶ τοῦ Πολυστράτου· παρὰ μη‐ | |
δενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησάμενον | 254 | |
Lex.255 | τοῦ ἐν Κορίνθῳ ξενικοῦ. τὸν Πολύτροπον μὲν οὖν ἐν τῇ ϛʹ τῶν Ἑλ‐ ληνικῶν Ξενοφῶντος εὗρον· ἀλλ’ οὔτε τὸ ξενικὸν τοῦτο ἔφησεν ὁ Ξενοφῶν τρέφεσθαι ὑπ’ Ἀθηναίων οὔτε αὐτὸς Ἀθηναῖος ἦν ὁ Πολύ‐ τροπος. | |
5 | Ποσειδεών: Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου. ὁ ϛʹ μὴν παρ’ Ἀθηναίοις οὕτω καλεῖται. Ποταμός: Λυσίας ἐν τῷ κατὰ Νικίδου ἀργίας. Ποταμὸς δῆμος τῆς Λεοντίδος, οὗ ὁ δημότης Ποτάμιος. ἐκωμῳδοῦντο δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράπτους, ὡς ἄλλοι τε δηλοῦσι καὶ Μένανδρος | |
10 | ἐν Διδύμαις. Προβαλλομένους: ἀντὶ τοῦ ὑποτιθεμένους, οἷον πρὸ τῆς πρά‐ ξεως εἰς τὸν νοῦν ἐμβαλλομένους, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔν τε τῷ κατ’ Αἰσχίνου τὴν προαίρεσιν τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἶπεν ἀντὶ τοῦ εὐλαβῶς ἔχουσαν καὶ φυλαττομένην. ἐν | |
15 | δὲ τῷ ὑπὲρ Κτησιφῶντός φησι “προβληθεὶς πυλάγορος οὕτω καὶ “τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτόν.” ἐν δὲ τῷ κατὰ Μειδίου “καὶ προὐβαλόμην” φησὶν “ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν” ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ | |
τὴν ἑορτὴν ἀδικούντων, [ὠνόμασα τοῦτον ἐν τῷ δήμῳ]. ἐν δὲ τοῖς | 255 | |
Lex.256 | Φιλιππικοῖς φησι “προβάλλεσθαι δ’ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν “οὔτε ἐθέλει” ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην. Προβολάς: ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἤ τινων ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γιγνομένων Δημοσθένης ἐν | |
5 | τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, εἰ γνήσιος. παρὰ δ’ Αἰσχίνῃ ἐν τῷ περὶ τῆς πρεσβείας ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προ‐ βάλλεσθαί τινα ἀδικεῖν. Προβούλευμα: τὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. | |
10 | Προβόλιον: εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν. Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν τροπικῶς ἐκ μεταφορᾶς ἐχρήσατο τῷ ὀνόματι. ὅτι δὲ δόρυ τι ση‐ μαίνει πολλάκις ἔστι μαθεῖν ἐκ τοῦ Ξενοφῶντος Κυνηγετικοῦ. Πρόβολοι: αἱ εἰς θάλατταν προκείμεναι πέτραι καὶ οἷον ἀκταί | |
15 | τινες· Δημοσθένης ἐν Φιλιππικοῖς. | |
Πρόεδροι: ἐκληροῦντο ὑπὸ τῶν πρυτάνεων καθ’ ἑκάστην ἐκκλη‐ | 256 | |
Lex.257 | σίαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης, οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. πολλάκις δ’ ἐστὶ τοὔνομα παρὰ τοῖς ῥήτορσιν, ὡς καὶ παρὰ Δημοσθένει ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Αἰσχίνῃ ἐν τῷ | |
5 | κατὰ Κτησιφῶντος. ὅτι δ’ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. Προηροσία: Ὑπερείδης Δηλιακῷ. ὄνομα θυσίας. Προθεσμίας νόμος: Δημοσθένης ὑπὲρ Φορμίωνος. τὴν τῶν εʹ ἐτῶν ἂν λέγοι προθεσμίαν ὁ ῥήτωρ, ὡς ἐν τῷ λόγῳ ὑποσημαίνει, καὶ | |
10 | Λυσίας ἐν τῷ πρὸς Μενέστρατον, εἰ γνήσιος ὁ λόγος ἐστίν. Πρόκλησις: εἰώθεσαν, ὁπότε δικάζοιντό τινες, ἐξαιτεῖν ἐνίοτε θεραπαίνας ἢ θεράποντας εἰς βάσανον ἢ εἰς μαρτυρίαν τοῦ πράγμα‐ τος, καὶ τοῦτο ἐκαλεῖτο προκαλεῖσθαι, τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γραφόμενον ὠνομάζετο πρόκλησις. παρὰ πολλοῖς δέ ἐστι ῥή‐ | |
15 | τορσι. Δημοσθένης δ’ ἐν τῷ κατὰ Στεφάνου καὶ περὶ ὧν πρόκλησις γίνεται δηλοῖ. Προκώνια: Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος “προ‐ “κώνιά” φησίν “ἐστι πυροὶ μέλιτι κεχρισμένοι.” Ἀριστοφάνης δ’ | |
ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω φασὶν ὀνο‐ | 257 | |
Lex.258 | μάζεσθαι. ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι, ὡς Ἀντι‐ κλείδης ἐν τοῖς ἐξηγητικοῖς ὑποσημαίνει. Δήμων δ’ ἐν τῷ περὶ θυσιῶν φησι “καὶ προκώνιά ἐστι κάχρυς κατηρειγμέναι μετὰ ἀρωμάτων.” Προμετρητάς: Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους. Δείναρχος | |
5 | κατ’ Ἀγασικλέους “Σκύθου τοίνυν τοῦ προμετρητοῦ ἦν υἱὸς καὶ ἐν “δημόταις γέγονε καὶ αὐτὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκεν.” Προναία: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ὠνομάζετό τις | |
παρὰ Δελφοῖς Ἀθηνᾶ Προναία διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρύσθαι. ταύ‐ | 258 | |
Lex.259 | την δὲ Ἡρόδοτος ἐν τῇ ηʹ Προνηΐην ὀνομάζει. ἱστορήκασι δὲ περὶ αὐτῆς ἄλλοι τε καὶ Στάφυλος ἐν τῷ περὶ Αἰολέων. Πρόπεμπτα: Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφὴν, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. Δίδυμος | |
5 | “μήποτέ” φησιν “ἄλλα τινά ἐστιν ἐπιτίμια τὰ πρὸ τῆς καταβολῆς· “εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαί φα‐ “σιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀπολλοδώρου ὑποσημαίνει. εἰ μὴ ἄρα “πρόπεμπτα ὡς Δημοσθένης πρὸ ἡμερῶν πέντε· ταῖς γὰρ μεγάλαις “δίκαις οὐκ ἤρκει μία ἡμέρα πρὸς τὴν κρίσιν.” | |
10 | Προπεπωκότες: ἀντὶ τοῦ προδεδωκότες. ἐκ μεταφορᾶς δὲ λέγεται. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἐν ἀρχῇ τῶν Μυρμι‐ | |
δόνων Αἰσχύλος | 259 | |
Lex.260 | τάδε μὲν λεύσσεις, φαίδιμ’ Ἀχιλλεῦ, δοριλυμάντους Δαναῶν μόχθους, οὓς * * * εἴσω κλισίας. Προπύλαια ταῦτα: Δημοσθένης Φιλιππικοῖς. δύναται μὲν δει‐ | |
5 | κτικῶς λέγεσθαι ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πυκνὸς, βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ’ Αἰσχίνου αὐτὸς ὁ Δημοσθένης φησὶν “ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν.” περὶ δὲ τῶν προπυλαίων τῆς ἀκροπόλεως, ὡς ἐπὶ Εὐθυμένους ἄρχοντος οἰκοδομεῖν | |
10 | ἤρξαντο Ἀθηναῖοι Μνησικλέους ἀρχιτεκτονοῦντος, ἄλλοι τε ἱστορή‐ κασι καὶ Φιλόχορος ἐν τῇ δʹ. Ἡλιόδωρος δ’ ἐν αʹ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως μεθ’ ἕτερα καὶ ταῦτά φησιν “ἐν ἔτεσι μὲν εʹ παντελῶς “ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη δισχίλια ιβʹ· πέντε δὲ πύλας ἐποί‐ “ησαν, δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν.” | |
15 | Προσεποιήσατο: ἀντὶ τοῦ ἀντεποιήσατο· Ἰσαῖος ἐν τῷ κατὰ Νικοδήμου “οὐδεὶς πώποτε προσεποιήσατο οὐδ’ ἠμφισβήτησε τῆς | |
“κληρονομίας ἐκείνῳ.” | 260 | |
Lex.261 | Πρόσκλησις: ἡ εἰς δικαστήριον κλῆσις, καὶ προσκαλέσασθαι τὸ παραγγέλλειν εἰς δίκην· Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου, Ὑπερείδης ἐν τῷ πρὸς Δάμιππον. Προσπάλτιοι: Λυσίας ἐν τῷ περὶ Μακαρτάτου κλήρου. Πρόσ‐ | |
5 | παλτα δῆμος τῆς Ἀκαμαντίδος. Προστάτης: οἱ τῶν μετοίκων Ἀθήνησι προεστηκότες προστάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἕκαστον τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν προστάτην· Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας. μέμνηται καὶ Μένανδρος ἐν ἀρχῇ τῆς Περινθίας. | |
10 | Προστασία: Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος “ταῦτα οὐχ “ὁμολογουμένη προστασία;” ἀντὶ τοῦ βοήθεια προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσ‐ βείας “ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν “εἰς τὴν προστασίαν τῆς Καδμείας.” Δίδυμος τὴν προστασίαν | |
15 | φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ’ ἐνίων προστάδος καλουμένης. | |
Πρὸς τῆι πυλίδι Ἑρμῆς: Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου. | 261 | |
Lex.262 | Φιλόχορος ἐν τῇ εʹ “Ἀθηναίων” φησὶν “ἀρξαμένων τειχίζειν τὸν Πειραιᾶ οἱ θʹ ἄρχοντες τοῦτον ἀναθέντες ἐπέγραψαν ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδ’ ἀνέθηκαν βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι. | |
5 | Προστιμήματα: ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων, ὥσπερ ἡ ἐπωβελία παρ’ Ἰσαίῳ ἐν τῷ κατὰ Διοκλέους, ἔστι δὲ καὶ ἄλλα ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημο‐ σθένης ἐν τῷ κατὰ Τιμοκράτους. Προστρόπαιον: Αἰσχίνης περὶ τῆς πρεσβείας “ἐάσετε οὖν | |
10 | “αὐτὸν τὸ τοιοῦτον προστρόπαιον” ἀντὶ τοῦ ἄγος καὶ τὸ μίασμα. καὶ προστροπὴ δὲ παρὰ τοῦτο λέγεται· ἐν γοῦν τῷ κατὰ Κτησι‐ φῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. κεῖται δὲ τοῦτο τὸ ὄνομα καὶ παρὰ Δεινάρχῳ ἐν τῷ κατὰ Φορμισίου ἀσεβείας. Προτέλεια: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ | |
15 | τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γινόμενα ἢ διδόμενα καλεῖται προτέλεια. Προφερεῖς: οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι· Αἰ‐ σχίνης ἐν τῷ κατὰ Τιμάρχου. Προσφορά: ἀντὶ τοῦ πρόσοδος Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων | |
20 | φόρου. καὶ παρ’ ἄλλοις δὲ τοὔνομα. | 262 |
Lex.263 | Προχειροτονία: ἔοικεν Ἀθήνησι τοιοῦτό τι γίγνεσθαι, ὁπόταν τῆς βουλῆς προβουλευσάσης εἰσφέρηται εἰς τὸν δῆμον ἡ γνώμη· πρότερον γίνεται χειροτονία ἐν τῇ ἐκκλησίᾳ πότερον δοκεῖ περὶ τῶν προβουλευθέντων σκέψασθαι τὸν δῆμον, ἢ ἀρκεῖ τὸ προβούλευμα. | |
5 | ταῦτα δ’ ὑποσημαίνεται ἐν τῷ Λυσίου πρὸς τὴν Μιξιδήμου γραφήν. Προσχαιρητήρια: Λυκοῦργος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ. | |
ἑορτὴ παρ’ Ἀθηναίοις ἀγομένη ὅτε δοκεῖ ἀπιέναι ἡ Κόρη. | 263 | |
Lex.264 | Πρυτανεῖα: Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ. ἔστι δὲ καὶ παρὰ τοῖς ἄλλοις Ἀττικοῖς τὰ πρυτανεῖα· ἦν δὲ ἀργύ‐ ριόν τι ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων. | |
5 | Πρυτανείας: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἔστι δὲ ἀριθμὸς ἡμερῶν ἡ πρυτανεία ἤτοι λϛʹ ἢ λεʹ, ἃς ἑκάστη φυλὴ πρυτανεύει. διεί‐ λεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Πρυτανεύοντα: κυρίως μὲν ἀντὶ τοῦ πρύτανιν ὄντα· ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς. ἐν δὲ ἑτέρῳ Φιλιππικῷ | |
10 | “πρυτανευόμενοί” φησιν ἀντὶ τοῦ διοικούμενοι καὶ διατρεφόμενοι. Πρυτάνεις: τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φʹ, νʹ ἄνδρες ἀπὸ μιᾶς φυλῆς, οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα, πρυτάνεις ἐκαλοῦντο. ἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλαις αἱ ιʹ | |
φυλαὶ κλήρῳ λαχοῦσαι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | 264 | |
Lex.265 | Πτοιόδωρος: Δημοσθένης. ὄνομα κύριον. Πυανόψια: Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου “καὶ ἡμεῖς “Πυανόψια ταύτην τὴν ἑορτὴν καλοῦμεν, οἱ δ’ ἄλλοι Ἕλληνες Πα‐ “νόψια, ὅτι πάντας εἶδον τοὺς καρποὺς τῇ ὄψει.” Ἀπολλώνιος καὶ | |
5 | σχεδὸν πάντες οἱ περὶ τῶν Ἀθήνησιν ἑορτῶν γεγραφότες Πυανε‐ ψιῶνος ἑβδόμῃ τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαί φασι. δεῖν δέ φασι λέγειν Πυανέψια, καὶ τὸν μῆνα Πυανεψιῶνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς καὶ ἡ εἰρεσιώνη ἄγεται. Πύγελα: Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου, εἰ γνήσιος. πόλις ἐστὶν | |
10 | ἐν τῇ Ἰωνίᾳ τὰ Πύγελα, ἣν Θεόπομπός φησιν ἐν ϛʹ λαβεῖν τοὔνομα ἐπειδὴ τῶν μετ’ Ἀγαμέμνονός τινες διὰ νόσον τὴν περὶ τὰς πυγὰς ἐνταῦθα κατέμειναν. Πτώματα ἐλαιῶν: Λυσίας ἐν τῷ κατὰ Νικίδου. λέγοι ἂν ἤτοι τὸν καρπὸν τὸν ἀποπεπτωκότα τῶν φυτῶν, ἢ αὐτὰ τὰ δένδρα κατά | |
15 | τινα τύχην πεπτωκότα. Πυελίδα: τὸ ὑφ’ ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον Λυσίας ἐν | |
τῷ κατ’ Εὐφήμου καὶ Ἀριστοφάνης Ἥρωσιν. | 265 | |
Lex.266 | Πυθαέα: Ὑπερείδης πρὸς Ἀπελλαῖον. ἄπορον πῶς ἀπὸ τούτου ἐσχημάτισται παρὰ τῷ Διδύμῳ· καὶ γὰρ οὐ δι’ ὧν παρέθετο ὁ γραμ‐ ματικὸς ὠνόμασε τὰ Πύθια ἑορτὴν, ἀλλὰ τὸν Πύθιον Ἀπόλλωνα. Πυκνί: Ὑπερείδης ἐν τῷ ὑπὲρ Χαιρεφίλου αʹ φησὶ “καὶ τῆς | |
5 | “Πυκνὸς τοσοῦτον εὑρισκούσης.” ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο. πολλὴ δ’ ἡ μνήμη αὐτῆς παρ’ Ἀττικοῖς. Κλείδημος δ’ ἐν γʹ Πρωτογονίας “συνῄεσάν” φησιν “εἰς τὴν Πύκνα ὀνομασθεῖσαν “διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι.” Πύλαι καὶ Πυλαία καὶ Πυλαγόρας: Πύλαι μὲν καλοῦνται αἱ | |
10 | Θερμοπύλαι· Δημοσθένης Φιλιππικοῖς. ἐκλήθησαν δ’ οὕτω διὰ τὸ στενὴν εἶναι ταύτην τὴν εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευο‐ | |
μένοις. Πυλαία δ’ ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφι‐ | 266 | |
Lex.267 | κτυόνων· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὅτι δέ τις ἐγίγνετο σύνοδος τῶν Ἀμφικτυόνων εἰς Πύλας Ὑπερείδης τε ἐν ἐπιταφίῳ καὶ Θεόπομπος ἐν τῇ λʹ εἰρήκασιν. ἐπέμποντο δ’ ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινὲς οἵπερ ἐκαλοῦντο Πυλαγόραι· | |
5 | μνημονεύουσι δὲ καὶ τούτων πολλοὶ, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καὶ Ἀριστοφάνης ἐν δευτέραις Θεσμοφορια‐ ζούσαις. Πυριλάμπης: Ἀντιφῶν ἐν τῷ περὶ τῶν ταῶν. ὄνομα κύριον. Πύρρα: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. Πύρρα | |
10 | μία πόλις ἐστὶ τῶν ἐν Λέσβῳ, ὡς μαρτυροῦσιν οἱ τὰς περιόδους γράψαντες. Πωληταὶ καὶ πωλητήριον: οἱ μὲν πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, ιʹ τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τέλη καὶ μέταλλα καὶ | |
15 | μισθώσεις καὶ τὰ δημευόμενα· Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας βʹ. διείλεκται δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. πωλητήριον δὲ καλεῖται ὁ τόπος ἔνθα συνεδρεύουσιν οἱ πωληταί· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου πολλάκις. Πωλάς: ἀντὶ τοῦ πράσεις Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον. | |
20 | ἔστι τοὔνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις. | |
Πωλῶσι: Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας “ἢ ἐν τῇ ἀγορᾷ | 267 | |
Lex.268 | “πωλῶσί τι ἀποπεφασμένως.” Δίδυμός φησιν ἀντὶ τοῦ πορνεύωσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὴν τοῖς βουλομένοις, ὅθεν καὶ τὸ πορνεύειν, ὅπερ ἐστὶ περνάναι. ἐγὼ δέ φημι ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν νόμον οὐκ ἐᾶν ἐπὶ ταύταις μοιχὸν | |
5 | λαβεῖν, ὁπόσαι ἂν ἐπ’ ἐργαστηρίου κάθωνται ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως. Πώμαλα: ἀντὶ τοῦ οὐδαμῶς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχί‐ νου. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ | |
μάλα ἤτοι παρέλκει ἢ ἔστιν ἐν ποσοῖς λεγόμενον πώμαλα, οἷον | 268 | |
Lex.269 | οὐ μάλα, οὐ πάνυ. πολὺ δ’ ἐστὶν ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ· Ἀρι‐ στοφάνης ἦ λοιδορία τις ἐγένεθ’ ὑμῖν; πώμαλα οὐδ’ εἶπον οὐδέν. | |
5 | Ρ Ῥαΐσας: ἀντὶ τοῦ ῥᾷον ἔχων ἐκ τῆς νόσου Δημοσθένης Φιλιπ‐ πικοῖς. Ῥηναία: Ὑπερείδης Δηλιακῷ. ἔστι δὲ νῆσος πλησίον Δήλου. Ῥητορικὴ γραφή: Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην. ἔοικε ῥητο‐ | |
10 | ρικὴ γραφὴ καλεῖσθαι ἡ κατὰ ῥήτορος γράψαντός τι ἢ εἰπόντος ἢ πράξαντος παράνομον, ὥσπερ λέγεται καὶ πρυτανικὴ ἡ κατὰ πρυτά‐ νεως καὶ ἐπιστατικὴ ἡ κατ’ ἐπιστάτου. ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαί τινες καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ κατὰ τῶν ῥητόρων γραφαὶ εἰσάγονται, ὡς Ἀντιφῶν ἐν τῷ κατὰ | |
15 | πρυτάνεως, εἰ γνήσιος, ὑποσημαίνει. Ῥίνων: Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ. ὄνομα | |
κύριον. | 269 | |
Lex.270 | Ῥοδογούνη: γυνὴ μὲν Ὑστάσπου, Ξέρξου δὲ καὶ Δαρείου μήτηρ. Ῥοδωνιά: Δημοσθένης ἐν τῷ περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων. ῥοδωνιά ἐστιν ἡ τῶν ῥόδων φυτεία, ὥσπερ ἰωνιὰ ἡ τῶν ἴων, ὡς Ἑκα‐ | |
5 | ταῖος ἐν αʹ περιηγήσεως δηλοῖ. Ῥόθιον: Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅταν σφοδρῶς ἐλαύνωσιν. τοὔνομα παρὰ πολλοῖς καὶ παρ’ Ἀριστοφάνει ἐν Ἱππεῦσι καὶ Θουκυδίδῃ ἐν δʹ. | |
10 | Ῥόπτρον: Λυσίας κατ’ Ἀνδοκίδου ἀσεβείας “ἔδησε τὸν ἵππον “ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ.” νῦν τὸν τῆς θύρας κρίκον λέγει, ὡς καὶ ἄλλοι, Ἀριστοφάνης Ἀμφιάρεῳ, Ξενοφῶν Ἑλληνικῶν ϛʹ. Ῥυτά: συνεσταλμένως εἶδός ἐστι ποτηρίου· Δημοσθένης κατὰ Μειδίου. ἐκτεταμένως τὰ παρ’ ἡμῖν λεγόμενα ὁμοίως Κρατῖνος ἐν | |
15 | Ὥραις. Σ Σαβοί: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν Σαβοὺς λέγε‐ | |
σθαι τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ | 270 | |
Lex.271 | τοὺς τῷ Βάκχῳ Βάκχους. τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διόνυσόν φασιν ἄλλοι τε καὶ Νύμφις βʹ περὶ Ἡρακλείας. οὕτω δέ φασι καὶ τοὺς Ἕλληνάς τινες τοὺς Βάκχους Σαβοὺς καλεῖν. Μνασέας δὲ ὁ Παταρεὺς υἱὸν εἶναί φησι τοῦ Διονύσου Σαβάζιον. | |
5 | Σείρινα: Λυκοῦργος περὶ τῆς διοικήσεως. σείριον ἐκάλουν λεπ‐ τὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ σειρὴν δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθετος τότε ὅτε ἐστὶν ὁ Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι | |
10 | χωρὶς τοῦ ε γράφεται σίρινα. Σεμναὶ θεαί: οὕτω καλοῦσιν Ἀθηναῖοι τὰς Ἐρινύας. Σέρρειον τεῖχος καὶ Σίριον: ὀνόματα χωρίων. Σεσημασμένωι: ἀντὶ τοῦ ἐσφραγισμένῳ Δημοσθένης ἐν τῷ περὶ | |
τοῦ ὀνόματος, Ὑπερείδης ἐν τῷ κατ’ Ἀντίου ὀρφανικῷ. | 271 | |
Lex.272 | Σεύθης: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. ἔστι δὲ εἷς τῶν ἐν Θρᾴκῃ βασιλέων. Σηκός: ἐπιγράφεταί τις λόγος Λυσίου ἐν τῇ τῆς εὐσεβείας περὶ τοῦ σηκοῦ ἀπολογίᾳ, ἐν ᾧ δῆλόν ἐστιν ὡς περὶ ἐλαίας ἐκκοπείσης ὁ | |
5 | λόγος ἐστί. γράφει δὲ καὶ ταυτὶ ὁ ῥήτωρ “ὃς δύο ἔτη ἐγεώργησεν “οὔτε ἰδίαν ἐλαίαν οὔτε μορίαν οὔτε σηκὸν παραλαβών.” μήποτε οὖν τὰς μὲν ἰδιωτικὰς ἐλαίας καλοῦσι, τὰς δὲ δημοσίας μορίας· ση‐ κὸν δὲ, ὡς ἔοικε, καὶ μορίαν ὀνομάζουσι τὴν αὐτήν. Σηράγγιον: Λυσίας ἐν τῷ κατ’ Ἀνδροτίωνος. χωρίον τι τοῦ | |
10 | Πειραιῶς οὕτως ἐκαλεῖτο. μνημονεύει δ’ αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Γεωργοῖς. Σημεῖα: οὕτω λέγουσι τὰς σφραγῖδας. Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. Σθένελος: Λυσίας ἐν τῷ πρὸς Διογένην. καὶ ἐν ταῖς Διδασκα‐ | |
15 | λίαις εὑρίσκεται ὁ Σθένελος τραγῳδίας ποιητής. ἐκωμῴδει δὲ αὐτὸν ὁ τοὺς Πλάτωνος Λάκωνας γράψας ὡς τἀλλότρια ἔπη σφετεριζόμενον. Σίγειον: Δημοσθένης Φιλιππικοῖς. πόλις ἐστὶ τῆς Τρῳάδος, οὐκ ἄπωθεν τοῦ Ἰλίου. Σῖμος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς τῶν Ἀλευαδῶν οὗ‐ | |
20 | τός ἐστι τῶν δοκούντων συμπρᾶξαι τῷ Μακεδόνι. | 272 |
Lex.273 | Σιμύλος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντός φησιν “ἀλλὰ “μισθώσας ἑαυτὸν τοῖς βαρυστόνοις ὑποκριταῖς Σιμύλῳ καὶ Σω‐ “κράτει.” Σίμων: ὄνομα κύριον. | |
5 | Σινώπη: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ἡρόδικος ἐν ϛʹ Κω‐ μῳδουμένων φησὶν ὅτι Σινώπη ἡ ἑταίρα Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. Σιπύα: Λυσίας ἐν τῷ περὶ ἡμικληρίου τῶν Μακαρτάτου χρημά‐ των. σιτηρὸν ἀγγεῖόν ἐστιν ἡ σιπύα, ἔστι δὲ πολλάκις παρὰ τοῖς | |
10 | ἀρχαίοις κωμικοῖς· Εὔπολις Χρυσῷ γένει, Ἀριστοφάνης Τελμη‐ σεῦσιν. Σιτηρέσιον: τὸ διδόμενόν τισιν εἰς τροφήν· Δημοσθένης ἐν τῷ | |
περὶ τριηραρχήματος. | 273 | |
Lex.274 | Σῖτος: Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου αʹ. σῖτος καλεῖται ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἐξ ἄλλων τε μαθεῖν ἔστι καὶ ἐκ τοῦ Σόλωνος αʹ ἄξονος καὶ ἐκ τῆς Ἀριστο‐ τέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀτ‐ | |
5 | τικοῖς σῖτον λέγεσθαι τὸν τόκον, ἀγνοεῖ δὲ ὅτι ἓν ἀνθ’ ἑνὸς οὐδέποτε παρ’ αὐτοῖς ὁ τόκος σῖτος καλεῖται. Σιτοφύλακες: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ἀρχή τις ἦν Ἀθήνησιν ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθή‐ σεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ιʹ, εʹ μὲν ἐν | |
10 | ἄστει, εʹ δ’ ἐν Πειραιεῖ, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | 274 |
Lex.275 | Σκαμβωνίδαι: Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν. ἔστι δὲ δῆμος τῆς Λεοντίδος. Σκαφηφόροι: Δείναρχος ἐν τῷ κατὰ Ἀγασικλέους φησὶν “οἳ “ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρόπολιν ἀναβήσονται, οὐχ ὑμῖν | |
5 | “ἔχοντες χάριν τῆς πολιτείας, ἀλλὰ τῷ τούτου ἀργυρίῳ,” ἀντὶ τοῦ μέτοικοι· οὗτοι γὰρ ἐσκαφηφόρουν Ἀθήνησι. Δημήτριος γοῦν ἐν γʹ Νομοθεσίας φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδια. διείλεκται περὶ τούτων καὶ Θεόφραστος ἐν ιʹ Νόμων. | |
10 | Σκαφίον: Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολο‐ γίᾳ. ὅτι δὲ τὸ σκαφίον εἶδος κουρᾶς καὶ Ἀριστοφάνης Γήρᾳ. Σκευοποιοῦντα τὸ πρᾶγμα: Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον. Σκηνίτης: Ἰσοκράτης Τραπεζιτικῷ “Πυθόδωρον γὰρ τὸν σκη‐ | |
15 | “νίτην καλούμενον.” ἔοικεν ἐπώνυμον εἶναι. μήποτε δὲ ὡς ἀγοραῖον καλούμενον, ἐπειδὴ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων. Σκηνὴν δὲ ἣν ἔχουσιν, οὐδὲ γὰρ ταύτην λαβόντες | |
ἀναφέρουσι: Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. ἔοικε δὲ σκεῦός | 275 | |
Lex.276 | τι εἶναι, ὅπερ οἱ μὲν κόσμον τινὰ γυναικεῖον εἶναί φασιν, οἱ δὲ σκιάδιον. Σκῆψις: Δημοσθένης κατ’ Ἀριστοκράτους. πόλις ἐστὶν ἐν Τροίᾳ, ἧς μνημονεύουσιν ἄλλοι τε καὶ Ἔφορος ἐν ιεʹ. | |
5 | Σκίαθος: Δημοσθένης Φιλιππικοῖς. νῆσός ἐστι πλησίον Εὐ‐ βοίας. Σκιάποδες: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν. Κτησίας ἐν περίπλῳ Ἀσίας φησὶν “ὑπὲρ δὲ τούτων Σκιάποδες, οἳ “τούς τε πόδας οἵους οἱ χῆνες ἔχουσι κάρτα πλατέας, καὶ ὅταν | |
10 | “θέρμη ᾖ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη σκιάζονται τοῖς “ποσίν.” Σκίρον: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Σκίρα ἑορτὴ παρ’ Ἀθηναίοις, ἀφ’ ἧς καὶ ὁ μὴν Σκιροφοριών. φασὶ δὲ οἱ γράψαντες περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης, | |
15 | ὡς τὸ σκίρον σκιάδιόν ἐστι μέγα, ὑφ’ ᾧ φερομένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεο‐ | |
βουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας | 276 | |
Lex.277 | ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθί‐ δος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος. | |
5 | Σκιράφια: Δείναρχος ἐν τῷ κατὰ Προξένου. σκιράφια ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέτριβον ἐν Σκίρῳ οἱ κυβεύοντες, ὡς Θεόπομ‐ πος ἐν τῇ νʹ ὑποσημαίνει. Σκυθικαί: Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνή‐ σιος. εἶδός τι ὑποδήματός εἰσιν αἱ Σκυθικαί. καὶ Ἀλκαῖος ἐν ηʹ | |
10 | καὶ Σκυθικὰς ὑποδησάμενος. Σμικυθίων: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. ὄνομα κύριον. Σόλοι: Ἰσοκράτης Εὐαγόρᾳ. Σόλοι ἡ μὲν Κυπρικὴ πόλις, ἡ δὲ τῆς Κιλικίας, ὡς ἄλλοι τε ἱστοροῦσι καὶ Ἔφορος ἐν τῇ εʹ. Σπάρτωλος: Ἀντιφῶν ἐν τῷ ἐπιγραφομένῳ ‘ἐπιτροπικὸς Τιμο‐ | |
15 | ‘κράτει.‘ πόλις ἐστὶ τῆς Βοττικῆς ἡ Σπάρτωλος. | 277 |
Lex.278 | Σπερμολόγος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. λέγεταί τι μι‐ κρὸν ὀρνιθάριον κολοιῶδες σπερμολόγος, ὠνομασμένον, ὡς ἔοικεν, ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν, οὗ μνημονεύει Ἀριστοφάνης ἐν Ὄρνισι. λέγεται οὖν ἀπὸ τούτου ὁ εὐτελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος καὶ | |
5 | ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν σπερμολόγος. Στασιώτης: Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως “περὶ τοίνυν “ὧν Ἀπόληξις κατηγόρηκεν, ὡς στασιώτης ἦν ἐγὼ καὶ ὁ πάππος ὁ “ἐμός.” ἔοικε νῦν ὁ ῥήτωρ ἰδίως ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῷ ὀνόματι· ἐν γοῦν τοῖς ἑξῆς φησιν ὅτι οὐκ ἂν τοὺς μὲν τυραννοῦντας | |
10 | ἠδυνήθησαν οἱ πρόγονοι κολάσαι, τοὺς δὲ δορυφόρους ἠδυνάτησαν. Σταφυλοβολεῖον: Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. ἔστι δὲ τὸ καλούμενον πατητήριον, ὡς Ἀνδροτίων ἢ Φίλιππος ἐν τῷ Γεωργικῷ. Στεφανηφόρος: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. Στεφανηφόρου ἡρῷον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις. εἴη δ’ ἂν ὁ Στεφανηφόρος ἤτοι | |
15 | τῶν Ἡρακλέους υἱέων εἷς τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων, οὗ μνημονεύει Ἑλλάνικος ἐν ιʹ Φορωνίδος· ἢ μήποτε τοῦ Ἀττικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, οὗ πάλιν ὁ αὐτὸς Ἑλλάνικος ἐν βʹ Ἀτθί‐ δος μέμνηται. Στεφανῶν τοὺς νενικηκότας: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου | |
20 | ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ περὶ διοικήσεώς φησιν “ἀλλὰ | 278 |
Lex.279 | “μὴν καὶ Καλλισθένην ρʹ μναῖς ἐστεφανώσατε.” καὶ παρ’ ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπῳ ἐν νζʹ καὶ Μενάνδρῳ ἐν Αὑτὸν πενθοῦντι. Στειριεύς: Ὑπερείδης κατ’ Ἀρχεστρατίδου. δῆμος φυλῆς τῆς | |
5 | Πανδιονίδος ἡ Στειριά. Στρατεία ἐν τοῖς ἐπωνύμοις: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσ‐ βείας. τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ λέγων “εἰσὶ γὰρ ἐπώνυμοι ιʹ μὲν οἱ τῶν φυ‐ “λῶν, βʹ δὲ καὶ μʹ οἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρό‐ | |
10 | “τερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγρά‐ “φοντο αὐτοῖς ὅ τε ἄρχων ἐφ’ οὗ ἐνεγράφησαν καὶ ὁ ἐπώνυμος ὁ τῷ | |
“προτέρῳ ἔτει δεδιητηκώς· νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται.” | 279 | |
Lex.280 | καὶ μετ’ ὀλίγα “χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, “καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγράφουσιν ἀπὸ τίνος ἄρχοντος “ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι.” διείλεκται περὶ τούτων καὶ Φιλόχορος ἐν δʹ τῆς Ἀτθίδος. | |
5 | Στρατηγοί: Δημοσθένης Φιλιππικοῖς. οἱ καθ’ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ιʹ ἦσαν, ὡς μαθεῖν ἔστιν ἔκ τε τῶν Ὑπερεί‐ δου κατ’ Αὐτοκλέους καὶ ἐκ τῆς Ἀθηναίων πολιτείας Ἀριστοτέλους. Στράβαξ: ὄνομα κύριον. Στρέψα: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. πόλις ἐστὶ τῆς | |
10 | Θρᾴκης, ὡς Ἑλλάνικος ἐν βʹ Περσικῶν ὑποσημαίνει. οἱ δὲ πολῖται τῆς Στρέψης καλοῦνται Στρεψαῖοι. Στρεπτούς: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πλακοῦντος εἶδός ἐστιν οἱ στρεπτοὶ, ὡς καὶ παρ’ ἑτέροις. Στρομβιχίδης: Λυσίας ἐν τῷ ὑπὲρ Δεξιοῦ ἀποστασίου. ὄνομα | |
15 | κύριον. Στρούθης: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. σατράπης τις βασιλέως ἦν. Στροφάδες νῆσοι: Δείναρχος Τυρρηνικῷ. νῆσοί τινές εἰσι με‐ | |
ταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι. | 280 | |
Lex.281 | Στρύμη: Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. Ἡρα‐ κλείδης ἢ Φιλοστέφανος ἐν τῷ περὶ νήσων φησὶν “ἀποικίαι δέ εἰσι “Θασίων ἐπὶ τῆς Θρᾴκης Γαληψὸς καὶ Στρύμη ἡ νῆσος.” ἔστι δὲ ἐμπόριον Θασίων. μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ | |
5 | τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν εʹ, Ἀρχίλοχον ἐπαγό‐ μενος μάρτυρα. Στύραξ: Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. στύραξ καλεῖται τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασιν, ὡς Θουκυδίδης πού φησι “στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησά‐ | |
10 | “μενος εἰς τὸν μοχλόν.” Στρωτήρ: Λυκοῦργος κατ’ Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος. ἔστι τοὔνομα καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνους. Σύλας: Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου τῆς τριηραρχίας. | |
15 | κἀν τῷ πρὸς τὴν Λακρίτου παραγραφήν “ἐξελόμενος ὁπόταν μὴ | |
“σῦλαι ὦσιν Ἀθηναίοις.” ἐν δὲ τοῖς ἑξῆς ὥσπερ ἐξηγούμενος αὐτό | 281 | |
Lex.282 | φησιν “σεσυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φασηλιτῶν ὥσπερ δεδομένων συλῶν Φασηλίταις κατ’ Ἀθηναίων. ἐπειδὰν γὰρ μὴ θέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἔχοι ἄλλο ὄνομα θέσθαι τῷ τοιούτῳ ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια;” ἀντὶ τοῦ τὰς συλήσεις | |
5 | σύλας ἔλεγον. Συλλογῆς: ὄνομα ἀρχῆς. Ἰσαῖος ἐν τῷ μετοικικῷ σαφέστατα δηλοῖ. Σύμβολα: τὰς συνθήκας, ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττωσι τοῖς πολίταις ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια. | |
10 | πολλάκις ἐν τῷ ζʹ Φιλιππικῶν Δημοσθένης, καὶ Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. Συμμορία: Δημοσθένης κατ’ Ἀφόβου αʹ. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρ’ ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοσθένης ἐν | |
15 | τῷ περὶ τῶν συμμοριῶν φησι, περὶ τῶν χιλίων καὶ διακοσίων ἀνδρῶν | 282 |
Lex.283 | λέγων τῶν πλουσιωτάτων, “ἐκ τούτων τοίνυν οἶμαι δεῖν ποιῆσαι συμ‐ “μορίας κʹ, ὥσπερ νῦν εἰσὶ, σώματα ξʹ ἑκάστην ἔχουσαν.” Ὑπερεί‐ δης δ’ ἐν τῷ πρὸς Πολύευκτόν φησιν “εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ “ἑκάστῃ ιεʹ ἄνδρες.” οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημοσθένης | |
5 | φησὶν ξʹ ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερείδης ιεʹ· ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτί “ἕως μὲν οἱ πλου‐ “σιώτατοι παρακρουόμενοι τὴν πόλιν σύμπεντε καὶ σύνεξ τριηραρ‐ “χοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα “κατιδὼν Δημοσθένης νόμους ἔθηκε τοὺς τʹ τριηραρχεῖν καὶ βαρεῖαι | |
10 | “γεγόνασιν αἱ τριηραρχίαι, νῦν ὁ Φορμίων αὑτὸν ἐκκλέπτει.” ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας δεδήλωκεν ὁ Ὑπερ‐ είδης ἐν τῷ κατὰ Πολυεύκτου πολλάκις. συμμορῖται δέ εἰσιν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας, ὡς ἐν τῷ αὐτῷ λόγῳ Ὑπερείδης δείκνυσι. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυ‐ | |
15 | σινίκου ἄρχοντος, ὥς φησι Φιλόχορος ἐν τῇ εʹ Ἀτθίδος. Συγγραφεῖς: Ἰσοκράτης Ἀρεοπαγιτικῷ. εἰθισμένον ἦν παρ’ | |
Ἀθηναίοις, ὁπότε δέοι, πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσφέ‐ | 283 | |
Lex.284 | ρον γνώμας εἰς τὸν δῆμον. τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν υʹ ἐγένετο, καθὰ Θουκυδίδης ἐν τῇ ηʹ φησίν “ἐν δὲ τούτῳ τῷ καιρῷ “οἱ περὶ Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο, καὶ πρῶτον “μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην, ιʹ ἄνδρας ἑλέσθαι συγ‐ | |
5 | “γραφέας αὐτοκράτορας, τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγ‐ “κεῖν ἐς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν, καθότι ἄριστα ἡ πόλις οἰκή‐ “σεται.” ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λʹ οἱ τότε αἱρεθέντες, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος, ἑκάτερος ἐν τῇ Ἀτθίδι· ὁ δὲ Θουκυδίδης τῶν ιʹ ἐμνημόνευσε μόνων τῶν προβούλων. | |
10 | Σύνδικοι: Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους φησὶν “οἳ μετὰ τὰ ἐκ Πειραιῶς, ὡς ἐγὼ ἀκούω, σύνδικοι ἦσαν, πρὸς “οὓς τὰ δημευόμενα ἀπεφέρετο.” καὶ Λυσίας ἐν τῷ κατὰ Δεξίπ‐ που, εἰ γνήσιος, “καὶ ποῦ ἑτέρωθι ἀνδρεῖός ἐστιν οὗτος; πρὸς τοῖς “θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συνδίκοις ἀπογραφὰς | |
15 | “ἀπογράφων.” μήποτ’ οὖν ἀρχή τις ἦν καθεσταμένη μετὰ τὴν ἐκ | |
Πειραιῶς κάθοδον. | 284 | |
Lex.285 | Συνήγοροι: Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπο‐ λογίᾳ καὶ ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἐοίκασι παρ’ Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι ἐπὶ τῷ συναγορεύειν. Σύγκλητος ἐκκλησία: τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ἔθους καὶ κατὰ | |
5 | μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν ὥστε γενέσθαι ἐκκλη‐ σίαν, αὕτη ἐκαλεῖτο σύγκλητος ἐκκλησία· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. Σύνταξις: ἀντὶ τοῦ συντεταγμένη διοίκησις· Δημοσθένης Φι‐ λιππικοῖς “καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ | |
10 | “τοῦ ποιεῖν τὰ δέοντα.” ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλι‐ στράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ιʹ Φιλιππικῶν. Ὑπερείδης Δηλιακῷ “σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς “δέ ποτε ἠξιώσαμεν λαβεῖν.” | |
15 | Συντελεῖς: οἱ συνδαπανῶντες καὶ συνεισφέροντες· τὸ δὲ πρᾶ‐ | |
γμα συντέλεια καλεῖται, ὡς ἔστιν εὑρεῖν ἐν τῷ Ἀντιφῶντος | 285 | |
Lex.286 | περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησι‐ φῶντος. Σφηττός: Ἰσαῖος ἐν τῷ πρὸς δημότας περὶ χωρίου. Σφηττὸς δῆμος τῆς Ἀκαμαντίδος. | |
5 | Σφοδρίας: Ἰσαῖος ἐν τῷ κατὰ Μεγαρέων, εἰ γνήσιος. στρατη‐ γὸς Λακεδαιμονίων ὁ Σφοδρίας. φησὶ δ’ αὐτὸν ὁ Καλλισθένης ἐν βʹ Ἑλληνικῶν εὐήθη τε εἶναι λίαν καὶ κοῦφον πρὸς τὰς ἐλπίδας. Τ Ταυρέας: ὄνομα κύριον. | |
10 | Ταμίαι: Ἰσαῖος ἔν τινι τῶν κληρικῶν. ἀρχή τις παρ’ Ἀθηναίοις ἦν οἱ ταμίαι, ιʹ τὸν ἀριθμόν. παραλαμβάνουσι δ’ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. εἰσὶ δέ τινες καὶ τῶν ἱερῶν τριήρων ταμίαι, ὡς ὁ αὐτὸς φιλόσοφός | |
15 | φησιν. ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι δεδήλωκεν Εὔπολις ἐν Μαρικᾷ. | |
Ταμύναι: Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶν ἐν Εὐβοίᾳ | 286 | |
Lex.287 | ἐν τῇ χώρᾳ τῇ Ἐρετριέων αἱ Ταμύναι, ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς οἵ τε τὰ Εὐβοϊκὰ γράψαντες μαρτυροῦσι καὶ Σιμωνίδης ἐν τῷ εἰς Λυσίμαχον τὸν Ἐρετριέα θρήνῳ. Τὰ τῶν φωρῶν κρείττω: Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους | |
5 | βʹ. παροιμία ἐστὶ λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδί‐ κησαν. Τεταρτημόριον: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγ‐ γελίᾳ. τεταρτημόριόν ἐστι τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ, τουτέστι χαλκοῖ βʹ. | |
10 | Τετρακόσιοι: Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οἱ υʹ πρὸ ζʹ ἐτῶν κατέστησαν τῶν λʹ τυράννων παρ’ Ἀθηναίοις, οἵτινες δʹ μῆνας ἦρξαν τῆς πόλεως, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. Τετραρχία: Δημοσθένης Φιλιππικοῖς. τεττάρων μερῶν ὄντων | |
15 | τῆς Θετταλίας ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο, καθά φησιν Ἑλλά‐ νικος ἐν τοῖς Θετταλικοῖς· ὄνομα δέ φησιν εἶναι ταῖς τετράσι Θετ‐ | |
ταλιῶτιν, Φθιῶτιν, Πελασγιῶτιν, Ἑστιαιῶτιν. καὶ Ἀριστοτέλης δὲ | 287 | |
Lex.288 | ἐν τῇ κοινῇ Θετταλῶν πολιτείᾳ ἐπὶ Ἀλεύα τοῦ Πύρρου διῃρῆσθαί φησιν εἰς δʹ μοίρας τὴν Θετταλίαν. εἴη ἂν οὖν λέγων ὁ Δημοσθένης τὴν τετραρχίαν. ὅτι δὲ Φίλιππος καθ’ ἑκάστην τούτων τῶν μοιρῶν ἄρχοντα κατέστησε δεδηλώκασιν ἄλλοι τε καὶ Θεόπομπος ἐν τῇ μδʹ. | |
5 | Τετρυπημένη: Αἰσχίνης κατὰ Τιμάρχου. Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ γράφει ταυτί “ψῆφοι δέ εἰσι χαλκαῖ, αὐλίσκον “ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι “πλήρεις. οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν “οἱ λόγοι, παραδιδόασιν ἑκάστῳ τῶν δικαστῶν βʹ ψήφους, τετρυπη‐ | |
10 | “μένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις ἵνα μήτε πλήρεις “μήτε πάντη τετρυπημένας λαμβάνωσιν.” Τετύφωμαι: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἀντὶ τοῦ ἐμβε‐ βρόντημαι, ἔξω τῶν φρενῶν γέγονα, ἤτοι ἀπὸ τῆς βροντῆς, ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα ἀναφερομένων σκηπτῶν, ἢ ἀπὸ τῶν Τυφωνικῶν | |
15 | καλουμένων πνευμάτων, ἃ δὴ καὶ αὐτὰ ἐξίστησιν ἀθρόως καταρρα‐ γέντα· καὶ γὰρ Ἀλκαῖός φησι | |
πάμπαν δὲ τυφὼς ἔκ ς’ ἕλετο φρένας. | 288 | |
Lex.289 | Τηλεφάνης: αὐλητής· Δημοσθένης κατὰ Μειδίου. ὄνομα κύριον. Τῆνος: μία τῶν Κυκλάδων νήσων. Τῆτες: ἀντὶ τοῦ τούτῳ τῷ ἔτει Λυσίας ἐν τῇ πρὸς Πυθόδημον ἀπολογίᾳ, εἰ γνήσιος, Ἀριστοφάνης Γήρᾳ καὶ οἱ ἄλλοι. | |
5 | Τιλφώσσαιον: Δημοσθένης κατ’ Αἰσχίνου. ὄρος ἐστὶ μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαΐδος, ὡς Θεόπομπος ἐν ταῖς Φιλιπ‐ πικαῖς. Τίμημα: ἀντὶ μὲν τοῦ ἐνέχυρον καὶ οἷον ἀποτίμημα Λυσίας ἐν τῷ ὑπὲρ Καλλίου· “οὗτοι δὲ φάσκοντες πλείονος μισθώσεσθαι καὶ | |
10 | “τίμημα καταστήσεσθαι.” τοῦτο δ’ ἐν τοῖς ἑξῆς ἀποτίμημα καλεῖ. τίθεται δὲ καὶ ἀντὶ τοῦ οἷον κεφάλαιον, ὡς ἐν τῷ περὶ τῶν συμμοριῶν Δημοσθένους. λέγεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσφερόμενον παρ’ ἑκάστου τίμημα παρὰ τῷ αὐτῷ ἐν τῷ κατ’ Ἀφόβου. ἐν δὲ τῷ κατὰ | |
Μειδίου ἐπὶ τῆς τιμωρίας εἴρηται. | 289 | |
Lex.290 | Τιτακίδαι: Ἰσαῖος ἐν τῷ πρὸς Νικοκλέα. δῆμός ἐστι τῆς Αἰ‐ αντίδος φυλῆς οἱ Τιτακίδαι, ὡς Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τῷ περὶ τῶν δήμων δηλοῖ. μήποτε δὲ ἀπὸ Τιτακοῦ ὠνομάσθησαν, οὗ μνημο‐ νεύει Ἡρόδοτος. | |
5 | Τοπεῖον: Ἰσαῖος κατὰ Διοκλέους. τοπεῖα λέγουσι τὰ σχοινία· Στράττις Μακεδόσι τὸν πέπλον δὲ τοῦτον ἕλκους’ ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι εἰς ἄκρον ὥσπερ ἱστίου τὸν ἱστόν. | |
10 | Ἄρχιππος Ὄνῳ τροχιλίαισι ταῦτα καὶ τοπείοις ἱστᾶσιν οὐκ ἄνευ πόνου. Τί ἐστι τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς “καὶ τὸ θρυλούμενόν “ποτε ἀπόρρητον ἐκεῖνο,” Θεόπομπος ἐν λαʹ δεδήλωκε. φησὶ γὰρ | |
15 | “καὶ πέμπει πρὸς τὸν Φίλιππον πρεσβευτὰς Ἀντιφῶντα καὶ Χαρί‐ | |
“δημον πράξοντας καὶ περὶ φιλίας, οἳ παραγενόμενοι συμπείθειν | 290 | |
Lex.291 | “αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτῳ συμπράττειν Ἀθηναίοις ὅπως ἂν λά‐ “βωσιν Ἀμφίπολιν, ὑπισχνούμενοι Πύδναν. οἱ δὲ πρέσβεις οἱ τῶν “Ἀθηναίων εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελλον, βουλόμενοι λανθά‐ “νειν τοὺς Πυδναίους, ἐκδιδόναι μέλλοντες αὐτοὺς, ἐν ἀπορρήτῳ δὲ | |
5 | “μετὰ τῆς βουλῆς ἔπραττον.” Τορώνη: Ἰσοκράτης Παναθηναϊκῷ. πόλις ἐν Θράκῃ, ὡς Ἔφορος ἐν δʹ ἱστορεῖ. Τοὺς ἑτέρους τραγωιδοὺς ἀγωνιεῖται: Λυκοῦργος ἐν τῷ πρὸς Δημάδην. Δίδυμός φησιν ὅτι παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων | |
10 | καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία. Τοὺς χωρὶς οἰκοῦντας: Δημοσθένης Φιλιππικοῖς “καὶ μετὰ “ταῦτα ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε καὶ τοὺς χωρὶς οἰκοῦντας “τῶν δεσποτῶν.” οὐ μὴν ἀλλὰ καὶ χωρὶς τοῦ προσκεῖσθαι φανερὸν ἂν εἴη τὸ δηλούμενον, ὅτι οἱ ἀπελεύθεροι καθ’ αὑτοὺς ᾤκουν, χωρὶς τῶν | |
15 | ἀπελευθερωσάντων, ἐν δὲ τῷ τέως δουλεύοντες ἔτι συνῴκουν. Τραγικὸς πίθηκος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἔοικε λέγειν τοῦτο ὁ ῥήτωρ ὡς καὶ περὶ τὴν ὑπόκρισιν ἀτυχοῦντος τοῦ Αἰσχίνου, καὶ μιμουμένου μᾶλλον τραγῳδοὺς ἢ τραγῳδεῖν δυναμένου. | |
Τραπεζοφόρος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας ὅτι ἱερωσύνης | 291 | |
Lex.292 | ὄνομά ἐστιν ἡ τραπεζοφόρος. ὅτι δ’ αὕτη τε καὶ ἡ κοσμὼ συνδιέ‐ πουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ αὐτός τε ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε καὶ Ἴστρος ἐν ιγʹ τῶν Ἀττικῶν συναγωγῶν. Τριακάς: τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα διὰ θα‐ | |
5 | νάτου, καὶ ἐλέγετο τριακὰς, ὡς Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ τριακάδας τὴν ἡμέραν καλῶν. Τριβωνευόμενοι: Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες, ἢ ἀντὶ τοῦ τεχνάζοντες, ἀπὸ τοῦ τρίβω‐ | |
10 | νες εἶναι πραγμάτων. Τρίγωνον δικαστήριον: Λυκοῦργος κατ’ Ἀριστογείτονος. ὄνο‐ μά ἐστι δικαστηρίου, ἴσως καὶ τῷ σχήματι τριγώνου ὄντος. μνημο‐ | |
νεύουσιν αὐτοῦ ἄλλοι τε καὶ Μένανδρος ἐν τῇ * * * | 292 | |
Lex.293 | Τριηράρχημα: τὸ εἰς τὴν τριηραρχίαν ἀνάλωμα· Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. ἐπιτριηράρχημα δὲ τὸ ἀναλι‐ σκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον. Τρικάρανον: Δημοσθένης ἐν τῷ ὑπὲρ Μεγαλοπολιτῶν. φρού‐ | |
5 | ριόν ἐστι τῆς Ἀργείας οὕτω καλούμενον. Τρικέφαλος: Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην “μικρὸν δ’ ἄνω τοῦ “τρικεφάλου παρὰ τὴν Ἑστίαν ὁδόν.” τὸ πλῆρές ἐστι τοῦ τρικεφά‐ λου Ἑρμοῦ. τοῦτον δέ φησι Φιλόχορος ἐν γʹ Εὐκλείδην ἀναθεῖναι Ἀγκυλῆσιν. | |
10 | Τριπτῆρα: Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. Νίκανδρος ἐν ιϛʹ τῆς Ἀττικῆς διαλέκτου φησὶν ὅτι τριπτήρ ἐστι πιθάκνη ἐκπέτα‐ λος, οἷα τὰ ἐπιλήνια. ἐπὶ τούτου δ’ ἂν τάττοιτο νῦν παρὰ τῷ ῥήτορι· πολλὰ γὰρ καὶ ἄλλα σημαίνει τοὔνομα. Τριτημόριον: Δείναρχος κατὰ Καλλισθένους. ὅτι δὲ τριτημό‐ | |
15 | ριόν ἐστιν ϛʹ χαλκοῖ Φιλήμων ἐν ἀρχῇ τοῦ Σαρδίου διδάσκει. | 293 |
Lex.294 | Τρίτον ἡμίδραχμον: Δείναρχος κατὰ Λυκούργου. τὰς βʹ ἥμισυ δραχμὰς οὕτως εἰώθασιν ὀνομάζειν οἱ παλαιοί. Τριτοπάτορες: Δήμων ἐν τῇ Ἀτθίδι φησὶν ἀνέμους εἶναι τοὺς Τριτοπάτορας· Φιλόχορος δὲ τοὺς Τριτοπάτορας πάντων γεγονέναι | |
5 | πρώτους· τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, φησὶν, ὃν καὶ Ἀπόλλωνα καλεῖν, γονεῖς αὐτῶν ἠπίσταντο οἱ τότε ἄνθρωποι, τοὺς δὲ ἐκ τούτων τρίτους πατέρας. Φανόδημος δὲ ἐν ϛʹ φησὶν ὅτι μόνοι Ἀθηναῖοι θύουσί τε καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν· ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς Τριτοπάτο‐ | |
10 | ρας Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκρέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων· ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας Οὐρανοῦ καὶ Γῆς φησιν αὐτοὺς εἶναι, ὀνόματα δὲ αὐτῶν Κόττον, Βριάρεων καὶ Γύγην. Τριτόμηνις: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὴν τρίτην τοῦ | |
15 | μηνὸς τριτομήνιδα ἐκάλουν. δοκεῖ δὲ γεγεννῆσθαι τότε ἡ Ἀθηνᾶ. | 294 |
Lex.295 | Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι διὰ τοῦτο λέγεσθαι, τὴν αὐ‐ τὴν Σελήνην νομιζομένην. Τριττύς: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. τριττύς ἐστι τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διῄρηται εἰς γʹ μέρη, τριττῦς | |
5 | καὶ ἔθνη καὶ φατρίας, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πο‐ λιτείᾳ. Τυρμεῖδαι: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. δῆμος τῆς Οἰ‐ νηΐδος οἱ Τυρμεῖδαι, ὥς φησι Διόδωρος. Τυρταῖος: Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. ὁ τῶν ἐλεγείων | |
10 | ποιητής. Υ Ὑακινθίδες: Λυκοῦργος ἐν τῇ κατὰ Λυκόφρονος εἰσαγγελίᾳ. εἰσὶ δὲ θυγατέρες Ὑακίνθου τοῦ Λακεδαιμονίου. Ὑβάδαι: Λυσίας ἐν τῷ περὶ τῆς Ὀνομακλέους θυγατρός. ἔστι | |
15 | δὲ δῆμος τῆς Λεοντίδος. Ὑγίεια Ἀθηνᾶ: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔστι δὲ ἐπώνυμον τῆς Ἀθηνᾶς· καὶ γὰρ Ὑγίεια καλεῖται καὶ Νίκη καὶ Ἱπ‐ πία καὶ Ἐργάνη. | |
Ὑπάγουσιν: ἀντὶ τοῦ προάγουσι Δημοσθένης Φιλιππικοῖς. | 295 | |
Lex.296 | Ὑπέρβολος: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἦν δὲ δημαγωγὸς ὃν Θουκυδίδης ἐν τῇ ηʹ ἐξωστρακίσθαι φησίν. Ὑπερήμεροι: οἱ δίκην ὀφλόντες ὁποιανοῦν καὶ τὰ ἐπιτίμια τοῖς ἑλοῦσι μὴ ἀποδιδόντες ἐν ταῖς τακταῖς προθεσμίαις ὑπερήμεροι ἐκα‐ | |
5 | λοῦντο, καὶ τὸ πρᾶγμα ὑπερημερία, ὡς ὑποσημαίνει ἐν τῷ κατ’ Ἀριστοκλέους Ἰσαῖος, εἰ γνήσιος ὁ λόγος ἐστίν. Ὑπὸ γῆν οἰκοῦντες: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῷ Περίπλῳ λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γʹ Καταλόγου Κατουδαίους ὀνομαζομένους. | |
10 | Ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι: Δείναρχος ἐν τῷ κατὰ Στε‐ φάνου. ὑποκυδής ἐστιν ὁ δίυγρος, ὡς ἐκ τῆς γʹ Κτησίου φανερόν ἐστιν. Εὐφορίων οἷόν θ’ εἱαμενῆς ὑποκυδέος. ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων παρὰ τῷ ῥήτορι γέγραπται ὑπό‐ | |
15 | κοιλοι. | 296 |
Lex.297 | Ὑπόλογον: Λυσίας περὶ ἀμβλώσεως, εἰ γνήσιος, “οὐχ ὑπόλο‐ “γον ὄντα” ἀντὶ τοῦ οὐκ ἐν λόγῳ. Δείναρχος ἐν τῷ κατὰ Πυθέου “οὐδεὶς ὑπόλογος βουλῇ γέγονεν” ἀντὶ τοῦ οὐδεμία συγγνώμη, οὐδε‐ μία παραίτησις. | |
5 | Ὑπονομεύοντες: ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες Δείναρχος ἐν τῷ κατὰ Καλλίππου. Ὑποστήσας: ἀντὶ τοῦ ὑποβαλόμενος Ὑπερείδης ἐν τῷ κατ’ Ἀντίου. Ὑποφόνια: τὰ ἐπὶ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ | |
10 | φονευθέντος, ἵνα μὴ ἐπεξίωσιν· Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους καὶ ἐν τῷ κατὰ Φορμισίου, Θεόφραστος Νόμων ιϛʹ. Ὑπωμοσία: τὸ ὑπερτίθεσθαι δίκην προφάσει χρώμενον ἀποδημίᾳ ἢ νόσῳ ἤ τινι τῶν παραπλησίων μεθ’ ὅρκου οὕτως ἐλέγετο, καὶ τὸ ποιεῖν τοῦτο ὑπόμνυσθαι, ὡς ἔκ τε ἄλλων δῆλον καὶ ἐκ τοῦ Δημο‐ | |
15 | σθένους κατ’ Ὀλυμπιοδώρου. Ὑσιαί: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. Ὑσιαὶ τῆς Βοιωτίας πόλις, ἧς μνημονεύει καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ. Φ | |
Φαλάγγια: Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας βʹ ὅτι τῶν δα‐ | 297 | |
Lex.298 | κετῶν τι ζῷόν ἐστι τὸ φαλάγγιον. δῆλον δὲ ποιεῖ καὶ Ξενοφῶν ἐν αʹ τῶν Ἀπομνημονευμάτων. Φάληρον: Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. Φάληρον δῆμος τῆς Ἀντιοχίδος, ἀφ’ οὗ ὁ δημότης Φαληρεύς. | |
5 | Φανίας: ὄνομα κύριον, τῶν ἐστρατηγηκότων τις. Φανοστράτη: Δημοσθένης κατ’ Ἀνδροτίωνος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειρο‐ πύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. Φαρμακός: Λυσίας ἐν τῷ κατ’ Ἀνδοκίδου ἀσεβείας, εἰ γνήσιος. | |
10 | δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν αʹ τῶν | |
15 | Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν. Δημοσθένους δ’ ἐν τῷ κατ’ Ἀριστο‐ | 298 |
Lex.299 | γείτονος λέγοντος “οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός” Δίδυ‐ μος προπερισπᾶν ἀξιοῖ τοὔνομα· ἀλλ’ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν. Φαρμακῶντα: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἔστι δὲ φαρ‐ | |
5 | μακῶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμων ὑποσημαίνει. Φάσις: λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων. ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν | |
10 | οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ· ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο. τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου. | |
15 | Φάσκωλον: πήρα τις οὕτως ἐκαλεῖτο παρ’ αὐτοῖς· Ἰσαῖος καὶ | |
Λυσίας ἐν τῷ πρὸς Δίωνα, Ἀριστοφάνης Θεσμοφοριαζούσαις. | 299 | |
Lex.300 | Φάϋλλος: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Ὀνόμαρχος ἦν Φωκέων τύραννος· τούτῳ δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φάϋλλος. Φελλέα: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. τὰ πετρώδη καὶ αἰγίβοτα χωρία φελλέας ἐκάλουν· Κρατῖνος Ὥραις, Ἀριστοφά‐ | |
5 | νης Νεφέλαις. Φηγαιεῦσι: Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. Φηγαιῆς δῆμος τῆς Αἰαντίδος, ὥς φησι Διόδωρος. Φηλώματα: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν. | |
10 | Φηγούσιον: Λυσίας ἐν τῷ ὑπὲρ τοῦ Βατράχου φόνου. Φηγοῦς | |
δῆμος τῆς Ἐρεχθηΐδος. | 300 | |
Lex.301 | Φθόην: Δημοσθένης ἐν τῷ περὶ τῶν Λυκούργου παίδων καὶ Ἰσο‐ κράτης Αἰγινητικῷ. τὴν νῦν φθίσιν λεγομένην φθόην ἔλεγον. Φιλάμμων: Δημοσθένης ὑπὲρ Κτησιφῶντος Φιλάμμωνα τὸν Ἀθηναῖον πύκτην. | |
5 | Φιλέψιος: Δημοσθένης κατὰ Τιμοκράτους· Φιλεψίου μνημονεύ‐ ουσιν οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ἐπὶ τῷ μεταξὺ τῶν δημηγο‐ ριῶν μύθους λέγειν· κεκωμῴδηται δὲ καὶ εἰς πανουργίαν. Φιλίσκος: Δημοσθένης. ὄνομα κύριον. Φιλοσοφεῖν: ἀντὶ τοῦ πονεῖσθαι καὶ ἀσκεῖν Ἰσοκράτης περὶ τῆς | |
10 | εἰρήνης. Μένανδρος Θρασυλέοντι “φιλοσοφεῖ δὲ τοῦθ’ ὅπως κατα‐ “πράξεται τὸν γάμον.” Φιλοτησία: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου· ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔπινον φιλοτησία ἐκαλεῖτο, ὡς Ὑπερείδης φησὶ καὶ Ἄλεξις. | |
15 | Φιμοί: Αἰσχίνης κατὰ Τιμάρχου “καὶ φιμοὺς καὶ κυβευ‐ | |
“τικὰ ἕτερα ὄργανα.” φιμὸς δ’ ἐστὶν ὁ καλούμενος κημὸς, εἰς ὃν | 301 | |
Lex.302 | ἐνεβάλλοντο, καθά φασιν οἱ γλωσσογράφοι. Δίφιλος Συνωρίδι ἕλκ’ ἐς μέσον τὸν φιμὸν, ὡς ἂν ἐμβάλῃ. Φλυέα: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Φλυεῖς δῆμος τῆς Κεκροπίδος. ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τρα‐ | |
5 | γῳδίας ποιητής. Φορβαντεῖον: Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ’ Ἐρεχθέως ἀναιρεθέντος δεδήλωκεν Ἄνδρων ἐν ηʹ τῶν Συγγενειῶν· ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας, καθά φησιν | |
10 | Ἑλλάνικος ἐν αʹ Ἀτθίδος. Φορίνη: Ἀντιφῶν Ἀληθείας βʹ. ὅτι καὶ ἐπ’ ἀνθρωπείου δέρμα‐ τος ἐλέγετο ἡ φορίνη καὶ Ἀριστομένης ἐν Γόησι δῆλον ποιεῖ. Φρατέρες: Δημοσθένης περὶ τοῦ ὀνόματος. φρατρία ἐστὶ τὸ | |
τρίτον μέρος τῆς φυλῆς, φρατέρες δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέ‐ | 302 | |
Lex.303 | χοντες, καὶ φρατρίζειν τὸ τῆς αὐτῆς φρατρίας μετέχειν· φρατρί‐ αρχος δ’ ἐστὶν ὁ τῆς φρατρίας ἄρχων. Φρεάρριος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ δῆμος τῆς Λεοντίδος. | |
5 | Φροῦδος: Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου ἀντὶ τοῦ ἐκποδών. παρὰ πολλοῖς δὲ τοὔνομα ἐστίν. Φρυκτωρῶν: φρυκτωρεῖν ἐστι κυρίως τὸ διὰ πυρσῶν ἀνατεινο‐ μένων σημαίνειν ὁτιοῦν· Δείναρχος ἐν τῇ Αἰσχίνῃ συνηγορίᾳ κατὰ Δεινίου. | |
10 | Φρυνώνδας: Αἰσχίνης κατὰ Κτησιφῶντος. ἦν δὲ Ἀθηναίοις περιβόητος ἐπὶ πονηρίᾳ, οὐδὲν ἧττον Εὐρυβάτου. Φρύνων: Δημοσθένης κατ’ Αἰσχίνου. οὗτος τῶν ιʹ πρέσβεων εἷς ἦν τῶν μετ’ Αἰσχίνου καὶ Δημοσθένους. Φύλαρχος: Δημοσθένης Φιλιππικοῖς. φύλαρχός ἐστιν ὁ κατὰ | |
15 | φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ, | |
ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησί. | 303 | |
Lex.304 | Φυλή: Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος· Μένανδρος Δυσκόλῳ τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον φυλὴν, τὸ Νυμφαῖον δ’ ὅθεν προέρχομαι | |
5 | φυλασίων. Φιλόχορος δ’ ἐν ζʹ Ἀτθίδος φρούριον αὐτό φησιν εἶναι. Χ Χάρακα: Δημοσθένης τὸ χαράκωμα ὃ περιεβάλλοντό τινες στρατοπέδῳ ἐπὶ σωτηρίᾳ. Μένανδρος Ἀσπίδι | |
10 | πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν. Χαλκεῖα: Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας. τὰ Χαλκεῖα ἑορτὴ παρ’ Ἀθηναίοις τῇ Ἀθηνᾷ ἀγομένη Πυανεψιῶνος ἕνῃ καὶ νέᾳ, | |
χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος ὁ | 304 | |
Lex.305 | Ἀχαρνεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν ἀλλ’ Ἡφαίστῳ. γέγραπται δὲ καὶ Μενάνδρῳ δρᾶμα Χαλκεῖα. Χαρικλῆς: εἷς τῶν λʹ· Λυσίας. Χερνίβων: Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος “καὶ χερνίβων | |
5 | “καὶ κανῶν ἁψόμενον.” εἴη δ’ ἂν ἀπ’ ὀρθῆς τῆς χέρνιψ γενικὴ πλη‐ θυντικὴ χερνίβων· τῆς γὰρ χέρνιβος μέμνηνται καὶ οἱ κωμικοὶ ὡς παραλαμβανομένης εἰς τὰς θυσίας. ὁ γοῦν Ἀριστοφάνης ἐν Ὄρνισί φησι παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα. | |
10 | Χίλιοι διακόσιοι: Ἰσαῖος ἐν τῷ πρὸς Ἰσχόμαχόν φησιν “οὐ‐ “δεὶς Λυσίδης ἐστὶ τῶν διακοσίων καὶ χιλίων.” οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν, οἳ καὶ ἐλειτούργουν. μνημο‐ νεύουσι δ’ αὐτῶν καὶ ἄλλοι ῥήτορες καὶ Φιλόχορος ἐν τῇ ϛʹ. Λυσίας δ’ ἐν τῷ πρὸς Κλεινίαν καὶ Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ τῷ | |
15 | ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσαντο χιλίους εἰπόντες. Χιλιωθέντα: Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος ἀντὶ τοῦ χιλίας ὀφλόντα. ὁ δ’ αὐτὸς ῥήτωρ καὶ ἐν τῷ κατὰ Κηφισοδότου | |
φησὶ κεχιλιῶσθαι. | 305 | |
Lex.306 | Χίλων: ὄνομα κύριον· Αἰσχίνης. Χλῆδος: Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα περὶ χωρίου βλά‐ βης “ἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδὸν, ἐξ ὧν ὑψηλοτέραν “καὶ στενωτέραν τὴν αὐτὴν ὁδὸν πεποιῆσθαι συμβέβηκεν.” πᾶν | |
5 | πλῆθος χλῆδος λέγεται, καὶ ἐστὶν οἷον σωρός τις, μάλιστα δὲ τὸ τῶν ἀποκαθαρμάτων τε καὶ ἀποψημάτων, καὶ ἡ τῶν ποταμῶν πρόσ‐ χωσις, καὶ πολὺ μᾶλλον τῶν χειμάρρων, ὃ καὶ χέραδος καλεῖται. νῦν δὲ ἔοικεν ὁ ῥήτωρ λέγειν ὅτι χοῦν καὶ φρυγανώδη τινὰ ἐκ τοῦ χωρίου σωρὸν ὁ Καλλικλῆς εἰς τὴν ὁδὸν ἐμβέβληκεν, ὡς καὶ αὐτὸς | |
10 | ἐν τοῖς ἑξῆς ὑποσημαίνει. κέχρηνται δὲ τῷ ὀνόματι πολλοί. Αἰ‐ σχύλος Ἀργείοις καὶ παλτὰ κἀγκυλητὰ καὶ χλῆδον βαλών. Χόες: Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἑορτή τις ἦν παρ’ Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. φησὶ δὲ Ἀπολλόδωρος | |
15 | Ἀνθεστήρια μὲν καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, | |
κατὰ μέρος δὲ Πιθοίγια, Χόας, Χύτρους. | 306 | |
Lex.307 | Χολαργεύς: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Χολαργία δῆμος τῆς Ἀκαμαντίδος. Χολλεῖδαι: Λυσίας. δῆμος τῆς Λεοντίδος. Χρῆσται: δύο σημαίνει τοὔνομα τἀναντία· καὶ γὰρ τοὺς δανει‐ | |
5 | στὰς, ὡς παρ’ Ἰσαίῳ ἐν τῷ πρὸς Καλυδῶνα καὶ παρ’ Ἀριστοφάνει ἐν Νεφέλαις· φησὶ γὰρ ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματ’ ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Δημο‐ | |
10 | σθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. καὶ ἐν τῇ πρὸς Ζηνόθεμιν παραγραφῇ φησιν “οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες “ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δ’ “οὐδέν.” Χρυσίς: ἡ φιάλη· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος, Ἀρι‐ | |
15 | στοφάνης Εἰρήνῃ. | |
Χρυσοχοεῖν: Δείναρχος ἐν τῷ κατὰ Πυθέου “πάλιν γὰρ Αἰ‐ | 307 | |
Lex.308 | “σχίνου ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμάνθα‐ “νεν, ἀλλ’ οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν.” κέχρη‐ ται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν εʹ Πολιτείας λέγων “τί δέ; ἦ “δ’ ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖ‐ | |
5 | “χθαι, ἀλλ’ οὐ λόγων ἀκουσομένους;” ἄρξασθαι δέ φασι τὴν παροι‐ μίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δ’ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ’ αὐτούς. ἄπρακτοι δ’ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον | |
10 | ἀλλήλους, λέγοντες “σὺ δὲ ᾤου χρυσοχοήσειν,” ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευά‐ | |
ζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν· Εὔβουλος γοῦν ἐν Γλαύκῳ φησὶν | 308 | |
Lex.309 | ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτί’ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος. | |
5 | Χύτροι: Λυσίας ἐν τῷ κατ’ Αἰσχίνου περὶ τῆς δημεύσεως τῶν Ἀριστοφάνους χρημάτων “ἐπειδὴ τοίνυν τοὺς Χύτρους ὁ Δημάρατος “ἑάλω προδιδούς.” πόλις ἐστὶν ἐν Κύπρῳ οὕτω καλουμένη, καθά φησι Ξεναγόρας ἐν ταῖς Νήσοις. ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Πυθέου. ἤγετο δὲ ἡ | |
10 | ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῷ περὶ ἑορτῶν. Ψ Ψευδεγγραφή: ὄνομα δίκης ἐστὶν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ ὡς καταψευσαμένου αὐτῶν τοῦ ἐγγράψαντος ἐν | |
15 | τῇ σανίδι τῇ παρὰ τῇ θεῷ κειμένῃ, ὡς ἀδίκως ἐγγραφέντες ὀφείλειν τῷ δημοσίῳ. Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος καὶ Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα μνημονεύουσι τοῦ ὀνόματος. | |
Ψευδοκλητεία: ὄνομα δίκης ἐστίν, ἣν εἰσίασιν οἱ ἐγγεγραμμέ‐ | 309 | |
Lex.310 | νοι ὀφείλειν τῷ δημοσίῳ, ἐπειδὰν αἰτιῶνταί τινας ψευδῶς κατεσκευ‐ άσθαι κλητῆρας καθ’ ἑαυτῶν πρὸς τὴν δίκην ἀφ’ ἧς ὦφλον. ἔστι δὲ παρά τε ἄλλοις ῥήτορσι καὶ Ἰσαίῳ ἐν τῷ πρὸς Νικοκλέα περὶ χωρίου. | |
5 | Ψιθυριστής Ἑρμῆς: Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἦν τις Ἀθήνησιν Ἑρμῆς οὕτω καλούμενος. ἐτιμᾶτο δ’ Ἀθήνησι καὶ ψίθυ‐ | |
ρος Ἀφροδίτη καὶ Ἔρως ψίθυρος. | 310 |