TLG 1388 002 :: HARMODIUS :: Fragmenta

HARMODIUS Hist.
(Lepreates: 3 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 411–412.

Frr. 1–3

Citation: Fragment — (line)

t1a-3a

ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΦΙΓΑΛΕΙΑΝ ΝΟΜΙΜΩΝ.

1a

Athenaeus IV: Ἁρμόδιος δ’ ὁ Λεπρεά‐ της ἐν τῷ Περὶ τῶν κατὰ Φιγάλειαν νομίμων· «Ὁ κα‐ τασταθεὶς (φησί) παρὰ Φιγαλεῦσι σίταρχος ἔφερε τῆς ἡμέρας οἴνου τρεῖς χόας καὶ ἀλφίτων μέδιμνον καὶ τυ‐
5ροῦ πεντάμνουν, καὶ τἄλλα πρὸς τὴν ἄρτυσιν τῶν ἱε‐ ρείων ἁρμόττοντα. Ἡ δὲ πόλις παρεῖχεν ἑκατέρῳ τῶν χορῶν τρία πρόβατα καὶ μάγειρον ὑδριαφόρον τε καὶ τραπέζας καὶ βάθρα πρὸς τὴν καθέδραν, καὶ τὴν τοιαύ‐ την ἅπασαν παρασκευὴν, πλὴν τῶν περὶ τὸν μάγειρον
10σκευῶν, ἃ ὁ χορηγός. Τὸ δὲ δεῖπνον ἦν τοιοῦτον· τυρὸς καὶ φυστὴ μᾶζα νόμου χάριν ἐπὶ χαλκῶν κανῶν, τῶν παρά τισι καλουμένων μαζονόμων, ἀπὸ τῆς χρείας εἰ‐ ληφότων τὴν ἐπωνυμίαν· ὁμοῦ δὲ τῇ μάζῃ καὶ τῷ τυρῷ σπλάγχνον καὶ ἅλες προσφαγεῖν. Καθαγισάντων δὲ
15ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρὸν, καὶ ὁ προσφέρων ἀνεῖπεν Εὖ δείπνειας· εἶτα δ’ εἰς τὸ κοινὸν ζωμὸς καὶ περίκομμα, πρόσχερα δ’ ἑκάστῳ δύο κρέα. Ἐνόμιζον δ’ ἐν ἅπασι τοῖς δείπνοις, μάλιστα δὲ τοῖς λεγομένοις μαζῶσι, τοῦτο γὰρ ἔτι καὶ νῦν ἡ Διονυσιακὴ
20σύνοδος ἔχει τοὔνομα, τοῖς ἐσθίουσι τῶν νέων ἀνδρι‐ κώτερον ζωμόν τ’ ἐγχεῖν πλείω καὶ μάζας καὶ ἄρτους παραβάλλειν. Γενναῖος γὰρ ὁ τοιοῦτος ἐκρίνετο καὶ ἀν‐ δρώδης ὑπάρχειν· θαυμαστὸν γὰρ ἦν καὶ περιβόητον παρ’ αὐτοῖς ἡ πολυφαγία. Μετὰ δὲ τὸ δεῖπνον σπονδὰς
25ἐποιοῦντο, οὐκ ἀπονιψάμενοι τὰς χεῖρας, ἀλλ’ ἀποματ‐ τόμενοι τοῖς ψωμοῖς, καὶ τὴν ἀπομαγδαλίαν ἕκαστος ἀπέφερε, τοῦτο ποιοῦντες ἕνεκα τῶν ἐν ταῖς ἀμφόδοις γινομένων νυκτερινῶν φόβων. Ἀπὸ δὲ τῶν σπονδῶν παιὰν ᾄδεται. Ὅταν δὲ τοῖς ἥρωσι θύωσι, βουθυσία
30μεγάλη γίνεται καὶ ἑστιῶνται πάντες μετὰ τῶν δούλων. Οἱ δὲ παῖδες ἐν ταῖς ἑστιάσεσι μετὰ τῶν πατέρων ἐπὶ λίθων καθήμενοι γυμνοὶ συνδειπνοῦσιν.»

1b

Idem XI: Κοτταβίς. Ἁρμόδιος ὁ Λε‐ πρεάτης ἐν τῷ Περὶ τῶν κατὰ Φιγάλειαν νομίμων, διεξιὼν περὶ τῶν ἐπιχωρίων δείπνων, γράφει καὶ ταῦτα· «Καθαγισάντων ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν
5ἑκάστῳ μικρὸν, καὶ ὁ προσφέρων ἀνεῖπεν· εὖ δεί‐ πνειας.»

2

Idem X: Ἁρμόδιος δὲ ὁ Λεπρεάτης ἐν τῷ Περὶ τῶν παρὰ Φιγαλεῦσι νομίμων, φιλοπότας φησὶ γενέσθαι Φιγαλεῖς, Μεσσηνίοις ἀστυγείτονας ὄντας, καὶ ἀποδημεῖν ἐθισθέντας.

3a

Idem XI: Οἶδα δέ τινας, ἄνδρες θια‐ σῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ, ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ. Ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιγαλείας,
5ὃς καὶ ἀποθνήσκων οὐκ ὤκνησεν ἐπιθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδ’ ἔστ’, ἀγαθοῦ καὶ σώφρονος ἀνδρὸς,
ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον, ἀργυρέων, χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,
10
τῶν προτέρων πάντων πλείονα πασάμενος.
Τοῦτο δ’ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ Περὶ τῶν κατὰ Φιγάλειαν νομίμων.
411

3b

(t)

(ΚΩΜῼΔΟΥΜΕΝΑ.)
1 Schol. Aristoph. Vesp. 1239, ad verba [Ἀδμήτου λόγον]: Καὶ τοῦτο ἀρχὴ σκολίου ... Ἁρμόδιος δὲ ἐν τοῖς Κωμῳδουμένοις καὶ τὸν Ἄδμητον ἀναγέγραφε, παραθεὶς τὰ τοῦ Κρατίνου ἐκ Χειρώνων· «Κλειταγόρας ᾄδειν,
5ὅταν Ἀδμήτου μέλος αὐλῇ.»412