TLG 1386 020 :: HISTORIA ALEXANDRI MAGNI :: Recensio δ (e cod. Vat. gr. 1700, 88v–89r)

HISTORIA ALEXANDRI MAGNI Narr. Fict., vel Pseudo–Callisthenes
(Varia)

Cf. et ANONYMI HISTORICI in FGrH (1139 007)

Recensio δ (e cod. Vat. gr. 1700, 88v–89r)

Source: Ballaira, G. (ed.), “Frammenti inediti della perduta recensione δ del romanzo di Alessandro in un codice Vaticano” [Bollettino del comitato per la preparazione della edizione nazionale dei classici greci e latini 13] 1965: 29.

Citation: (Line)

1οὔτε χαλκοῦν ἀγγεῖον οὔτε κεράμιον, ἐδύνατο ὑπενεγκεῖν τὴν δύναμϊν τοῦ φαρμάκου ὦ ἀλέξανδρος δϊεφθάρη, εἰ μὴ μολίβδινον Μέλϊ νησσϊωτικὸν καὶ σμύρνα τρω‐ γλητὴ, ἄσηπτα τὰ σώματα δϊαφϋλάττουσϊν λϛʹ ἔτη
5ὅρα ἐβίω ὁ ἀλέξανδρος. ἀπὸ δὲ ιηʹ ἐτῶν ἤρξατο πολεμεῖν μέχρϊς ἐτῶν κεʹ. πολεμῶν δὲ ἐνίκη(σ)ε βασιλ(έ)ας ὅσας τε‐ λευτῶν κατέλϊπεν. ὑπέταξε δὲ ἔθνη βαρβάρων κβʹ. καὶ ἑλλήνων φϋλὰς ιγʹ. ἔκτϊσε μέντοι πόλεις ιηʹ· ἀλεξανδρείας ἁπάσας ὀνομασθείσας· πλὴν μέντοι προσ‐
10θήκης δϊαφόρου Ἡ τύχη οὐκ οἶδε βασιλέα· οὔτε μὴν πλῆθος αἰδεῖται· ἀκρίτῳ δὲ γνώμῃ, πανταχόθεν ῥέμβεταιΠολεμίοις ἀλέξανδρος πολϊορκουμένοις, σῖτον ἔπεμψεν. ἀντιγόνου δὲ τοῦ στρατάρχου εἰπόντος, ἀλέξανδρε, οἷς πολε‐ μεῖν μέλλεις, σῗτον πέμπεις; καὶ μάλα ἔφη· ἵνα ἐγὼ
15αὐτοὺς μαχόμενος νϊκή(σω), καὶ μὴ λϊμὸς αὐτοὺς ἀνέληΤὸ τῆς ἐλευθερίας θέατρον, τὰς ἀθήνας, τὸ τῆς οἰκουμένης παιδευτ(ή)ριον ρπ ἔθνη ὑπετάσσοντο τῶ δαρείωὉ δὲ κΰρου τάφος ἦν, πύργος αἴθριος δεκάστεγος· ἐν δὲ τῆ ἄνω στέγη, ἔκειτο κΰρος, ἐν χρυσῆ πϋέλω, ὕελος δὲ περϊεκέ‐
20χϋτο, ὥστε τὸ τρίχωμα αὐτοῦ φαίνεσθαι. καὶ αὐτὸν ὅλονἮσαν δὲ εἰς τὸν τάφον ξέρξου, ἕλληνες ἄνδρες λελωβημένοι, οἱ μἓν πόδας, οἱ δἓ χεῖρας, οἱ δἓ ὦτα, οἱ δἓ ῥῖνας, δεδεμένοι πέδαις καθηλωταῖς, σϋνελθόντες δὲ ἄνδρες ἀθη‐ ναῖοι, ἐβόησαν· εἰπόντες ἀλεξάνδρω σῶσαι αὐτούς.
25ἰδὼν δὲ αὐτοὺς ὁ ἀλέξανδρος, ἐδάκρυσε καὶ βαρέως ἤνεγκε, καὶ προσέταξεν ἑκάστω δοθῆναι δραχμὰς ͵αʹ, καὶ ἀποκατα‐ στῆναι αὐτοὺς εἰς τὴν ἰδΐαν π(ατ)ρίδα. οἱ δἓ λαβόντες τὸ ἀρ‐ γΰριον, ἐνέτϋχον τῶ βασιλεῖ. καὶ ἠξίωσαν χώραν αὐτοῖς ἀπο‐ κατασταθῆναι καὶ μετρηθῆναι εἰς κατασποράν, εἰς δὲ τὰς
30πατρίδας μὴ ἐκπεμφθῆναι οὕτως δϊακειμένους, ὄνειδος εἶναι
τοῖς οἰκείοις. ὃ καὶ γέγονεν 29