TLG 1386 011 :: HISTORIA ALEXANDRI MAGNI :: Recensio β (e cod. Paris. gr. 1685 et cod. Messinensi 62) HISTORIA ALEXANDRI MAGNI Narr. Fict., vel Pseudo–Callisthenes Cf. et ANONYMI HISTORICI in FGrH (1139 007) Recensio β (e cod. Paris. gr. 1685 et cod. Messinensi 62) Citation: Book — section — (line) | ||
3.29 | Ἔτι εὗρον ἐκεῖ ἔθνη πολλὰ ἐσθίοντας σάρκας ἀνθρώπων καὶ πίνοντας αἷμα ζῴων καὶ θηρίων ὥσπερ ὕδωρ. τοὺς γὰρ νεκροὺς αὐτῶν οὐκ ἔθαπτον, ἀλλὰ τού‐ τους ἤσθιον. καὶ θεασάμενος τὰ τοιαῦτα πονηρότατα ἔθνη καὶ δεδοικώς, μήποτε ἐν τῇ τοιαύτῃ σιτείᾳ μιάνωσι τὴν γῆν ἐκ πονηρῶν αὐτῶν μιασμάτων, ἐδεήθην | |
5 | τῆς ἄνω προνοίας καὶ ἐνίσχυσα εἰς αὐτοὺς καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ πλείστους ἐξ αὐτῶν, καὶ κατεδουλώσαμεν τὴν χώραν αὐτῶν. 〈καὶ〉 φόβος πάντοθεν ἔλαβεν αὐτοὺς ἀπ’ ἄκρων αὐτῶν ἕως ἐσχάτων, ἀκούσαντες ὅτι “Ἀλέξανδρος τῶν Μακεδόνων βασιλεὺς ἐνθάδε ἔρχεται καὶ ἀποκτενεῖ ἐν ῥομφαίᾳ ἅπαντας καὶ πορθῆσαι βούλεται τὰς ἡμετέρας πόλεις καὶ καταδυναστεύσει.” καὶ οὕτως | |
---|---|---|
10 | εἰς φυγὴν τραπέντες ἅπαντες καὶ κατεδίωκον ἀλλήλους, καὶ οὕτως ἔθνος ἐπὶ | |
ἔθνος αὐτῶν † βασιλευόμενον καὶ † τῶν ἐσχάτων ἔμπροσθεν εἰς φυγὴν ἐσαλεύοντο. εἰσὶ δὲ οἱ τούτων βασιλεῖς κβʹ. καὶ κατεδίωξα ὀπίσω αὐτῶν ἄχρις ἂν ἐνήχθησαν ἐν τοῖς δυσὶν ὄρεσι τοῖς μεγάλοις, [δι’] ὧν 〈ἡ〉 προσηγορία οἱ Μαζοὶ τοῦ Βορρᾶ. καὶ οὐκ ἔστιν εἴσοδος οὔτε ἔξοδος ἑτέρα [ἕκαστος τῇ εἰσόδῳ] τῶν μεγάλων | 205 | |
15 | ἐκείνων ὀρέων. ὑπερβάλλουσι γὰρ εἰς ὕψος τὰς τῶν οὐρανῶν νεφέλας, καὶ οὕτως ἐκτεταμένα ὡς τείχη δύο ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πρὸς βορρᾶν ἕως τῆς μεγάλης θαλάσσης τῆς ὑπὸ † ἄνσον † καὶ τὸν σκοτεινὸν τόπον. καὶ παντοίας ἐτεχνησάμην τέχνας μὴ ἔχειν αὐτοὺς ἔξοδον ἐκτὸς οὗ εἰσήχθησαν τόπου τῶν μεγάλων ὀρέων. ἔχει δὲ εἴσοδος μέσον τῶν μεγάλων ὀρέων βασιλικὰς πήχας μϛʹ. | |
20 | αὖθις 〈οὖν〉 ἐξελιπάρησα τὴν ἄνω πρόνοιαν ἐξ ὅλης τῆς καρδίας μου, καὶ εἰσή‐ κουσέ μου τῆς δεήσεως. καὶ προσέταξεν ἡ ἄνω πρόνοια τοῖς δυσὶν ὄρεσιν, καὶ ἐσαλεύθησαν καὶ περιεπάτησαν εἰς ἄλληλα ἕκαστον αὐτῶν πήχεις ιβʹ. καὶ ἔκτισα πύλας χαλκᾶς πηχῶν κβʹ τὸ πλάτος καὶ ὕψος πηχῶν ξʹ ἀσφαλῶς καὶ καταχρίσας τὰς αὐτὰς πύλας ἀσυγχύτῳ ἔσωθεν καὶ ἔξωθεν, ἵνα μήτε πῦρ μήτε | |
25 | σίδηρον ἢ οἱαδήποτε ἐπίνοια δυνήσονται αὐτὰς ἀναχαλκεῦσαι τὰς πύλας. τὸ γὰρ πῦρ ἀγόμενον εἰς αὐτὰς σβέννυται καὶ σίδηρος συντρίβεται. καὶ ἔξωθεν τού‐ των τῶν φοβερωτάτων πυλῶν ἐθέμην ἑτέραν οἰκοδομὴν διὰ λίθων πετρίνων, ἕκαστος ἔχων πλάτος πηχέων ιαʹ καὶ ὕψος πηχῶν κʹ καὶ εὖρος πηχῶν ξʹ. καὶ οὕτως ποιήσας κατέκλεισα τὴν τοιαύτην οἰκοδομὴν ποτίσας τοὺς λίθους κασ‐ | |
30 | σίτερον σὺν μολύβδῳ σμήξας καὶ καταχρίσας τὴν τοιαύτην οἰκοδομὴν τῷ | |
ἀσυγχύτῳ, ὅπως μή τι ἰσχύσῃ κατακυριεῦσαι τῶν τοιούτων πυλῶν, ἐπονο‐ μάσας καὶ τὰς πύλας Κασπιακάς. κβʹ βασιλεῖς ἔκλεισα ἐκεῖ [εἰς ὀκτακόσια τρία καθ’ ἕν]. καὶ ἔστι τὰ ὀνόματα τῶν ἐθνῶν Μαγώγ, Κυνοκέφαλοι, Νοῦνοι, Φονοκέρατοι, Συριασοροί, Ἴωνες, Καταμόργοροι, Ἱμαντόποδες, Καμπάνες, | 206 | |
35 | Σαμάνδρες, Ἱππύεις, Ἐπαμβόροι. καὶ ἐκαθάρισα τὰ μέρη τοῦ βορρᾶ ἐκ τού‐ των τῶν δυσσεβῶν. κτίσας δὲ καὶ ἄλλα τείχη δύο παμμεγέθη εἰς τὴν ἀνατολὴν πηχέων ρκʹ καὶ εἰς τὴν δύσιν πηχέων πʹ καὶ εὖρος πηχέων κδʹ διεχώρησα ἀνα‐ μέσον Τούρκων καὶ Ἀρμενίων. κἀκεῖθεν ὥρμησα εἰς αὐτοὺς ὡς λέων εἰς θήραν καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ ἅπαντας αὐτῶν καὶ τὸν αὐτῶν βασιλέα [καὶ ἐσκύλευσα | |
40 | τὰ μέλεθρα αὐτοῦ], καλούμενον Κάνον, καὶ ἐπέβη〈ν〉 εἰς τὰ αὐτοῦ βασίλεια. εὗρον δὲ ἐκεῖ καὶ Κανδαύλην τὸν υἱὸν Κανδάκης τῆς βασιλίσσης Ἰνδικῆς χώ‐ ρας σὺν τῇ αὐτοῦ γυναικὶ ἐν οἴκῳ ἠσφαλισμένους. καὶ ἐξελὼν αὐτοὺς ἐπυνθα‐ νόμην παρ’ αὐτοῦ πῶς ἐχειρώθη ὑπ’ αὐτῶν· καὶ ἀπεκρίθη λέγων ὅτι “πρὸς θήραν ἐξῆλθον εὐφρανθῆναι βουλόμενος σὺν τῇ ἐμῇ γυναικὶ ἐπὶ χώραν ὁδεύον‐ | |
45 | τες, ἔχων μεθ’ ἑαυτοῦ πεντακοσίους παῖδας μετὰ λεοντοπάρδων καὶ κυνῶν καὶ ἱερακίων. καὶ ἄφνω ἐπέβησαν εἰς ἡμᾶς καὶ ἀπέκτειναν τοὺς σὺν ἐμοὶ ἅπαντας, ἐμὲ δὲ χειρωσάμενοι καὶ τὴν ἐμὴν σύζυγον ἤγαγον πρὸς τὸν ἑαυτῶν βασιλέα. καὶ ἐφρούρησεν ἡμᾶς βουλόμενος θυσιάσαι τῷ ἑαυτοῦ θεῷ. καὶ νῦν καλοκαγαθία παρήγαγέ σε ἐνταῦθα, καὶ ἰδού ἐσμεν ἐνώπιόν σου, δέσποτα παγκράτιστε.” καὶ | |
3.29(50) | ἐκέλευσα φυλαχθῆναι αὐτοὺς καὶ παντοίας τιμὰς ποιῆσαι αὐτοῖς. καὶ μεθ’ | |
ἡμέρας δύο ἀπέστειλα αὐτοὺς πρὸς Κανδάκην τὴν βασίλισσαν. ἔρρωσθε. | 207 |