TLG 1386 010 :: HISTORIA ALEXANDRI MAGNI :: Recensio β (e cod. Leidensi Vulc. 93)

HISTORIA ALEXANDRI MAGNI Narr. Fict., vel Pseudo–Callisthenes
(Varia)

Cf. et ANONYMI HISTORICI in FGrH (1139 007)

Recensio β (e cod. Leidensi Vulc. 93)

Source: Bergson, L. (ed.), Der griechische Alexanderroman. Rezension β. Stockholm: Almqvist & Wiksell, 1965: 193–204.

Citation: Book — section — (line)

2

.

32

Ἐκεῖθεν οὖν παραλαβὼν ὁδηγοὺς ἠβουλήθην εἰσελθεῖν εἰς τὰ ἐνδότερα μέρη τῆς ἐρήμου 〈κατὰ τὴν ἅμαξαν τοῦ πόλου〉. καὶ οὐ συνεβούλευόν μοι ἀπελθεῖν ἐκεῖσε διὰ τῶν θηρίων τὸ πλῆθος τῶν ἐνοικούντων τοῖς τόποις ἐκείνοις. ἀλλ’ ὅμως μὴ προσσχὼν τοῖς λόγοις αὐτῶν ἠρξάμην τῆς ὁδοῦ. ἤλθομεν οὖν εἴς τινα
5τόπον φαραγγώδη, οὗ ἦν ὁδὸς λίαν στενὴ καὶ φαραγγώδης, ἣν καὶ ὡδεύσαμεν ἡμέρας ὀκτώ. εἴδομεν 〈δὲ〉 ἐν τοῖς τόποις ἐκείνοις θηρία ἀλλογενῆ, οἷα οὐκ εἴδομεν πώποτε. διελθόντες δὲ τὸν τόπον ἐκεῖνον ἤλθομεν εἰς ἕτερον θρηνω‐ δέστερον τόπον. εὕραμεν δὲ ἐκεῖ πολλὴν ὕλην δένδρων καλουμένων ἀναφάνδα, καρπὸν ἔχοντα ξένον καὶ παρηλλαγμένον. ἦσαν γὰρ μῆλα παμμεγέθη οἷον πέ‐
10πονες μέγιστοι. ἦσαν δὲ καὶ ἄνθρωποι ἐν τῇ ὕλῃ ἐκείνῃ † φυτοὶ † λεγόμενοι, ἔχοντες ὕψει πήχεις εἴκοσι τέσσαρας, μακροὺς τραχήλους ἔχοντες ὡς ἕνα πῆχυν
καὶ ἥμισυ, ὁμοίως καὶ πόδας μακροὺς ἔχοντες. οἱ δὲ ἀγκῶνες αὐτῶν πρίοσιν ἦσαν παρεμφερεῖς καὶ αἱ χεῖρες. ἰδόντες δὲ ἡμᾶς ὥρμησαν ἐπὶ τὸ στρατόπεδον. ἐγὼ δὲ ἰδὼν ταῦτα ἐξέστη〈ν〉 τῇ διανοίᾳ. ἐκέλευσα οὖν συλληφθῆναι ἕνα ἐξ αὐ‐193
15τῶν. ὁρμησάντων δὲ ἡμῶν πρὸς αὐτοὺς μετὰ φωνῶν καὶ σαλπίγγων ἔφυγον. ἐφονεύσαμεν δὲ ἐξ αὐτῶν τριάκοντα δύο. αὐτοὶ δὲ ἀνεῖλαν ἐξ ἡμῶν στρατιώτας ρʹ. ἐμείναμεν οὖν ἐκεῖ τρώγοντες τοὺς καρποὺς τῶν δένδρων.
17

2

.

33

Κἀκεῖθεν ἀπάραντες ἤλθομεν εἴς τινα χλοερὰν χώραν, ἐν ᾗ ἦσαν ἄνθρωποι ἄγριοι γίγασιν ὅμοιοι, στρογγύλοι, πυρρὰς ὄψεις ἔχοντες, ὡς λέοντες φαινόμενοι. ἦσαν δὲ καὶ ἕτεροι μετ’ αὐτῶν λεγόμενοι Ὀχλῖται, μὴ ἔχοντες τρίχας τὸ σύνο‐ λον, τὸ μῆκος ἔχοντες πηχῶν τεσσάρων καὶ πλάτος ὡσεὶ λόγχη. καὶ ἰδόντες
5ἔδραμον πρὸς ἡμᾶς. ἦσαν δὲ περιεζωσμένοι δέρματα λεόντων, ἰσχυροὶ λίαν καὶ ἑτοιμότατοι πολεμεῖν ἄνευ ὅπλων. ἡμεῖς δὲ ἐτύπτομεν αὐτούς, αὐτοὶ δὲ ξύλοις ἔτυπτον ἡμᾶς, ὡς καὶ πολλοὺς ἀνεῖλον ἐξ ἡμῶν. ἐγὼ δὲ φοβηθεὶς μήπως τρο‐ πώσωνται ἡμᾶς, ἐκέλευσα πῦρ ἀνάψαι ἐν τῇ ὕλῃ. οἱ δὲ ἰδόντες τὸ πῦρ ἔφυγον οἱ ἀκμαιότατοι ἐκεῖνοι ἄνδρες. ἀνεῖλαν δὲ ἐξ ἡμῶν στρατιώτας ἑκατὸν ὀγδοή‐
10κοντα. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἠβουλήθην ἀπελθεῖν εἰς τὰ σπήλαια αὐτῶν, καὶ εὕρομεν θηρία προσδεδεμένα ταῖς θύραις αὐτῶν ὡς λέοντες· ἦσαν δὲ τριόφθαλμοι. εἴδο‐ μεν δὲ ψύλλους ἐκεῖ ὡς τοὺς παρ’ ἡμῶν βατράχους πηδῶντας. ἐκεῖθεν δὲ ἀνα‐ χωρήσαντες ἤλθομεν εἴς τινα τόπον, ἐξ οὗ ἐξήρχετο πηγὴ πλουσιωτάτη· καὶ
15ἐκέλευσα ἐκεῖ στῆναι τὸ ἅρμα. ἐμείναμεν δὲ ἐκεῖ μῆνας δύο. Ἐκεῖθεν δὲ ἀπάραντες ἤλθομεν ἕως τῶν Μηλοφάγων· καὶ εἴδομεν ἐκεῖ ἄνδρα δασὺν ὅλῳ τῷ σώματι, παμμεγέθη, καὶ ἐφοβήθημεν. καὶ κελεύω αὐτὸν
συλληφθῆναι. ὁ δὲ συλληφθεὶς ἀγρίως ἡμᾶς καθόπτευεν. κελεύω δὲ γυναῖκα γυμνὴν προσενεχθῆναι αὐτῷ. ὁ δὲ ἁρπάσας αὐτὴν κατήσθιεν. συνδραμόντων δὲ194
20τῶν στρατιωτῶν ἐξελεῖν αὐτὴν ἐταρτάρισεν τῇ γλώσσῃ αὐτοῦ. καὶ ἀκούσαντες οἱ λοιποὶ σύντοποι αὐτοῦ ἐξῆλθον πρὸς ἡμᾶς ἐκ τοῦ ἕλους ἄνδρες ὡσεὶ μύριοι, τὸ δὲ στρατόπεδον ἡμῶν ἦν μυριάδες τέσσαρες. καὶ κελεύω ἀναφθῆναι 〈τὸ ἕλος. οἱ δὲ θεασάμενοι〉 τὸ πῦρ ἔφυγον. διώξαντες δὲ αὐτοὺς ἐκρατήσαμεν ἐξ αὐτῶν τρεῖς. οἳ καὶ μὴ μετασχόντες τροφῆς μέχρις ἡμερῶν ὀκτὼ ἐτελεύτησαν.
25εἶχον δὲ λογισμὸν οὐκ ἀνθρώπινον, ἀλλ’ ὡς οἱ κύνες ὑλάκτουν.
25

2

.

38

Ἐκεῖθεν οὖν ἀναλαβόντες ἔρημον ὡδεύσαμεν ἐπὶ θάλασσαν μηκέτι μηδὲν ὁρῶντες, μήτε πετεινὸν μήτε θηρίον, εἰ μὴ τὸν οὐρανὸν καὶ τὴν γῆν. τὸν δὲ ἥλιον οὐκέτι ἐθεωροῦμεν, ἀλλὰ μαῦρον τὸν ἀέρα ἐπὶ ἡμέρας δέκα. ἐλθόντες δὲ εἴς τινα τόπον παραθαλάσσιον καὶ τὰς σκηνὰς ἡμῶν καὶ τὴν παρεμβολὴν δια‐
5θέντες ἐμείναμεν ἡμέρας πλείστας. ἦν δὲ νῆσος ἐν μέσῳ τῆς θαλάσσης ἐκείνης. ἐπιθυμίαν δὲ εἶχον τὰ ἐν ἐκείνῳ τῷ τόπῳ ἔσωθεν ἱστορῆσαι. προσέταξα δὲ κατα‐ σκευάσαι πλοιάρια πλεῖστα. ἀνῆλθον δὲ ἐν ἐκείνοις τοῖς πλοιαρίοις ἄνδρες ὡσεὶ χίλιοι, καὶ κατεπλεύσαμεν εἰς ἐκείνην τὴν νῆσον, οὐ μακρὰν δὲ οὖσαν τῆς γῆς· ἐφ’ ἧς ἠκούσαμεν λαλιὰς ἀνθρώπων Ἑλληνικῇ διαλέκτῳ λέγοντα·
10Ὦ παῖ Φιλίππου, Αἰγυπτίου δὲ [τὸ] σπέρμα, κλῆσιν ἔσχηκας σημαίνουσαν τὸ μέλλον ὑπὸ σοῦ πραχθὲν εὐτύχημα γενναίως· ὑπὸ μητρὸς γὰρ Ἀλέξανδρος ἐκλήθης· ἤλεξας ἄνδρας ὡς τούτους ἐκδιώκων
15
καὶ ἀποσοβῶν βασιλεῖς ἐξ οἰκείων·
ἀλλ’ ἔξανδρος δὲ πάντως τάχος γένοιο,
συμπληρουμένου σου δευτέρου στοιχείου
τοῦ ὀνόματος, ὃ κλῆσιν ἔσχε λάβδα. καὶ τούτους μὲν τοὺς λόγους ἠκούομεν, τοὺς δὲ λαλοῦντας οὐκ ἐθεωροῦμεν.
195
20τινὲς δὲ στρατιῶται παραβουλευσάμενοι κολύμβῳ διῆλθον ἀπὸ τῶν πλοίων εἰς τὴν γῆν τῆς νήσου ἱστορῆσαι· καὶ εὐθέως καρκίνοι ἐξελθόντες εἵλκυσαν αὐτοὺς εἰς τὸ ὕδωρ καὶ ἀνεῖλον. φοβηθέντες οὖν ὑπεστρέψαμεν εἰς τὴν γῆν. Ἐξελθόντων δὲ ἡμῶν ἀπὸ τῶν πλοίων καὶ ἐμπεριπατούντων ἐπὶ τὴν ὄχθαν τῆς θαλάσσης εὕρομεν καρκίνον ἐξελθόντα τοῦ ὕδατος ἐπὶ τὴν ξηράν. ἦν δὲ τὸ
25μέγεθος αὐτοῦ ἶσον θώρακος, οἱ δὲ ἐμπρόσθιοι πόδες οἱ λεγόμενοι 〈δί〉χαλοι τὸ μῆκος ἀνὰ ὀργυίας μιᾶς ἕκαστος. ἰδόντες δὲ αὐτὸν καὶ λαβόντες δόρατα ἀνείλο‐ μεν αὐτὸν μετὰ βίας. σίδηρος γὰρ οὐκ εἰσήρχετο εἰς τὸ[ν] ὄστρακον αὐτοῦ. τοῖς γὰρ ἐμπροσθίοις ποσὶν συνέτριβε τὰ δόρατα ἡμῶν. ἀνελόντες δὲ τοῦτον καὶ ἀναπτύξαντες εὕρομεν ἐντὸς τοῦ ὀστράκου αὐτοῦ μαργαρίτας ζʹ μεγάλης τιμῆς
30ἀξίους. οὐδεὶς ἀνθρώπων τοιούτους μαργαρίτας ἑώρακεν πώποτε. τούτους ἰδὼν ἐγὼ ὑπέλαβον ἐν τῷ τῆς ἀπλεύστου θαλάσσης 〈βυθῷ〉 ταῦτα γενέσθαι. ὅθεν ὑπενόησα κλωβὸν σιδηρὸν μέγαν γενέσθαι καὶ ἔνδοθεν τοῦ κλωβοῦ ἐπενεχθῆ‐ ναι [αὐτῷ] πίθον ὑέλινον παμμεγέθη ἔχοντα πάχος ἕνα πῆχυν καὶ ἥμισυ. καὶ
ἐκέλευσα γενέσθαι ἐν τῷ πυθμένι τοῦ πίθου τρυμαλιάν, ὡς χωρεῖν [τοῦ] ἀνθρώ‐196
35που [τὴν] χεῖρα, βουλόμενος κατελθεῖν καὶ ἀναμαθεῖν τί ἐστιν ἐν τῷ πυθμένι τῆς τοιαύτης θαλάσσης, ἔχειν δὲ κεκλεισμένην ἔνδοθεν τῆς τρυμαλιᾶς τὴν ὀπὴν τὴν οὖσαν ἐν τῷ πυθμένι τοῦ πίθου, κατελθόντα δέ με εὐθέως ἀνοῖξαι καὶ ἐξαγα‐ γεῖν διὰ 〈τῆσ〉 τρυμαλιᾶς τὴν χεῖρα καὶ λαβεῖν ἐκ τῆς παρακειμένης αὐτῆς ψάμμου τὸ εὑρεθὲν ἐν τῷ πυθμένι τῆς τοιαύτης θαλάσσης καὶ πάλιν εἰσενεγκεῖν
40τὴν χεῖρα καὶ παραχρῆμα ἐμφράξαι τὴν τρυμαλιάν· ὃ καὶ πεποίηκα. ἐκέλευσα οὖν γενέσθαι ἅλυσιν ὀργυιῶν τηʹ, καὶ προσέταξα μή τις ἀνελκύσῃ με πρὶν ἢ ἡ ἅλυσις ταραχθῇ· “ἐγὼ γὰρ κατελθὼν ἐν τῷ πυθμένι εὐθὺς ταράξω τὸν πίθον, καὶ ὑμεῖς ἀναγάγετέ με.” Μετὰ οὖν τὸ κατασκευάσαι πάντα εἰσῆλθον ἐν τῷ ὑαλίνῳ πίθῳ βουλόμενος
45ἐπιχειρεῖν ἀδύνατα. εἰσελθὼν οὖν διὰ μολυβδίνου σκεύους εὐθὺς ἐκλείσθη ἡ εἴσοδος. κατελθὼν δὲ πήχεις ρκʹ, ἰχθὺς διελθὼν διὰ τῆς κέρκου κρούσας τὸν κλωβόν, ἀνήγαγόν με διὰ 〈τὸ〉 τὴν ἅλυσιν ταραχθῆναι. ἐγὼ δὲ πάλιν 〈κατελθὼν〉 τὸ αὐτὸ πέπονθα. τρίτον οὖν κατελθὼν ὡσεὶ πήχεις τηʹ ἔβλεπον ἰχθύας περι‐ κυκλοῦντάς με, πάμπολλα γένη. καὶ ἰδοὺ ἐλθὼν παμμεγεθέστατος ἰχθὺς ἔλαβέ

2

.

38

(50)

με σὺν τῷ κλωβῷ ἐν τῷ στόματι αὐτοῦ καὶ ἀνήγαγέ με ἐπὶ τὴν γῆν μακρόθεν μίλιον ἕν. ἦσαν δὲ ἐν τοῖς πλοίοις οἱ καταγαγόντες με ἄνδρες τξʹ, καὶ πάντας εἵλκυσε σὺν τοῖς τέσσαρσι πλοιαρίοις. φθάσας δὲ [τὴν κλωβὸν] ἐπὶ τὴν ξηρὰν καὶ τοῖς ὀδοῦσιν αὐτοῦ τὴν κλωβὸν συντρίψας ἔρριψεν ἐπὶ τὴν ξηράν. ἐγὼ δὲ
ἐγενόμην ἡμίπνους καὶ νενεκρωμένος ἀπὸ τοῦ φόβου, καὶ πεσὼν προσεκύνησα197
55τῇ ἄνω προνοίᾳ τῇ διαφυλαξάσῃ με ζῶντα ἀπὸ τοῦ φοβεροῦ θηρίου. εἶπον δὲ εἰς ἐμαυτόν· ἀπόστα, Ἀλέξανδρε, ἀδυνάτοις ἐπιχειρεῖν, μήπως ἀνιχνεύων βυ‐ θὸν στερηθῇς καὶ τοῦ ζῆν. καὶ εὐθὺς προσέταξα τὸν στρατὸν ἐκεῖθεν ἀπᾶραι καὶ ἐπὶ τὰ ἔμπροσθεν πορεύεσθαι.
58

2

.

39

Καὶ πάλιν ὁδεύσαντες ἤλθομεν διὰ δύο ἡμερῶν εἰς τόπους ὅπου ἥλιος οὐ λάμπει. ἐκεῖ οὖν ἐστιν ἡ καλουμένη μακάρων χώρα. καὶ θέλοντός μου ἱστορῆσαι καὶ ἰδεῖν τοὺς τόπους ἐκείνους ἐπεχείρησα λαβεῖν τοὺς ἰδίους μου δούλους καὶ εἰσελθεῖν πρὸς αὐτούς. Καλλισθένης δὲ ὁ ἐμὸς φίλος συνεβούλευσέ μοι εἰσελθεῖν
5σὺν φίλοις μʹ καὶ παισὶν ἑκατὸν καὶ στρατιώταις ͵αςʹ μόνοις γνησίοις. κατα‐ λείψας οὖν τὸν πεζὸν λαὸν μετὰ τῶν γερόντων καὶ τῶν γυναικῶν αὐτὸς [οὖν] παραλαβὼν πάντας νέους στρατιώτας ἐκλεκτοὺς ἐπορεύθην σὺν αὐτοῖς, παραγ‐ γείλας μὴ συμπορευθῆναι μεθ’ ἡμῶν γέροντα. εἷς δέ τις γέρων περίεργος ἔχων δύο υἱοὺς γενναίους καὶ ἀληθεῖς στρατιώτας λέγει πρὸς αὐτούς· “τεκνία, ἀκού‐
10σατε τῆς φωνῆς τοῦ πατρὸς ὑμῶν καὶ λάβετέ με μεθ’ ὑμῶν, καὶ οὐκ εὑρεθή‐ σομαι ὑμῖν κενὸς ἐν τῇ ὁδῷ· ἰδοὺ γὰρ ἐν καιρῷ περιστάσεως ζήτησις μέλλει γενέσθαι 〈γέροντοσ〉 παρ’ Ἀλεξάνδρου τοῦ βασιλέως. εἰ οὖν εὑρεθῆτέ με ἔχοντες, μεγάλως τιμηθήσεσθε.” οἱ δὲ λέγουσιν αὐτῷ· “φοβούμεθα, πάτερ, τὴν ἀπειλὴν τοῦ βασιλέως, μήπως εὑρεθῶμεν παραβάντες τὸ πρόσταγμα αὐτοῦ
15καὶ στερηθῶμεν [ἐπὶ τῇ στρατιᾷ] καὶ τοῦ ζῆν.” ὁ δὲ γέρων· “ἀναστάντες κεί‐ ρατέ μου τὸν πώγωνα καὶ ἀλλάξατέ 〈μου〉 τὸ σχῆμα καὶ πορεύσομαι μεθ’ ὑμῶν ἀνὰ μέσον τοῦ στρατοῦ καὶ ἐν καιρῷ δέοντι μεγάλως ὑμᾶς ὠφελήσω.” οἱ δὲ ἐποίησαν τὸ κελευσθὲν ὑπὸ τοῦ πατρὸς αὐτῶν.
Ἐκεῖθεν οὖν ὁδεύσαντες ἡμέρας γʹ εὕρομεν τόπον ὁμιχλοειδῆ. μὴ δυναμέ‐198
20νων δὲ ἡμῶν πορρωτέρω προβῆναι διὰ τὸ ἄβατον καὶ ἀστίβητον τὸν τόπον εἶναι, ἐπήξαμεν ἐκεῖ τὰς σκηνὰς ἡμῶν. τῇ δὲ ἐπιούσῃ λαβὼν χιλίους ἐνόπλους εἰσῆλθον μετ’ αὐτῶν ἱστορῆσαι, μήπως ἐνταῦθά ἐστιν τὸ τέλος τῆς γῆς. εἰσελ‐ θόντες οὖν ἐν τοῖς ἀριστεροῖς μέρεσιν—ἦν γὰρ ἐκεῖνο τὸ μέρος φωτεινότερον— ὡδεύσαμεν τόπους πετρώδεις καὶ κρημνώδεις ἕως ἡμέρας ἡμίσους. τοῦτο δὲ ἐκ
25τοῦ ἡλίου οὐκ ἐπέγνω〈ν〉 [τὴν ὁδόν], ἀλλὰ σχοίνοις μετρῶν κατὰ τὴν γεωμετρίαν ἐπέγνω〈ν〉 τὴν ὁδὸν καὶ τὴν ὥραν. μετὰ δὲ ταῦτα φοβηθέντες ὑπεστρέψαμεν διὰ τὸ τὴν ὁδὸν ἄβατον εἶναι. ἐξελθόντες δὲ ἠβουλήθημεν 〈εἰσελθεῖν〉 ἐν τοῖς δε‐ ξιοῖς μέρεσιν. ἦν δὲ πεδίον λίαν ὁμαλόν, πλὴν ζοφῶδες καὶ σκοτεινόν. ἐγὼ δὲ ἐν ἀμηχανίᾳ ἐγενόμην, ὅτι οὐδεὶς τῶν νέων συνεβούλευσέ μοι εἰσελθεῖν ἐν τῷ
30τόπῳ ἐκείνῳ, μήποτε [γὰρ] τῶν ἵππων 〈διὰ τοῦ σκότουσ〉 καὶ τῆς μακρᾶς ὁδοῦ διασκορπισθέντων οὐ δυνάμεθα ὑποστρέψαι. ἐγὼ δὲ εἶπον πρὸς αὐτούς· “ὦ γενναῖοι πάντες ὑμεῖς ἐν πολέμῳ, νῦν ἐγνώκατε ὅτι ἄνευ βουλῆς καὶ συ‐ νέσεως οὐδέν ἐστι γενναῖον. εἰ γὰρ ἦλθεν γηραιός, συνεβούλευσεν ἂν ἡμῖν πῶς δεῖ εἰσελθεῖν ἐν τῷ ζοφώδει τούτῳ τόπῳ. ἀλλ’ οὖν τίς ἐν ὑμῖν γενναῖος, ὃς
35ἀπελθὼν ἐν τῇ παρεμβολῇ ἐνέγκῃ μοι γέροντα; καὶ παρ’ ἐμοῦ λήψεται χρυσοῦ λίτρας δέκα.” οὐδεὶς οὖν εὑρέθη τοῦτο ποιῆσαι διὰ τὸ τῆς ὁδοῦ μῆκος καὶ διὰ τὸ τὸν ἀέρα ἀφεγγῆ εἶναι. προσελθόντες οὖν οἱ υἱοὶ τοῦ γέροντος λέγουσί μοι· “ἐὰν ἀνεξικάκως ἀκούσῃς, δέσποτα, ἐροῦμέν 〈τι〉 πρός σε.” κἀγὼ δέ· “εἴπατε, εἴ τι δ’ ἂν βούλεσθε. ὄμνυμι γὰρ τὴν ἄνω πρόνοιαν τοῦ μὴ ἀδικῆσαι ὑμᾶς.” οἱ
40δὲ εὐθέως διηγήσαντό μοι τὰ περὶ τοῦ πατρὸς αὐτῶν καὶ ποδαπῶς ἤγαγον αὐ‐ τόν. καὶ δραμόντες παρέστησαν αὐτὸν τὸν γέροντα. ἐγὼ δὲ ἰδὼν κατησπασάμην αὐτὸν καὶ βουλὴν ᾔτουν δοθῆναι ἡμῖν. ὁ δὲ γέρων λέγει· “Ἀλέξανδρε βασιλεῦ, ἔξεστίν σοι τοῦτο γνῶναι, ὅτι εἰ μὴ μεθ’ ἵππων εἰσέλθῃς, οὐκέτι τὸ φῶς ὄψει. ἐπίλεξαι οὖν ἵππους θηλείας ἐχούσας πώλους. καὶ τοὺς μὲν πώλους ἔασον
45ἐνταῦθα, ὑμεῖς δὲ εἰσέλθατε μετὰ τῶν ἵππων, καὶ αὗται ἐξάξουσιν ὑμᾶς διὰ τοὺς αὐτῶν πώλους.” ζητήσας οὖν ἐν παντὶ τῷ στρατῷ οὐχ εὕρομεν εἰ μὴ ρʹ ἵππους θηλείας ἐχούσας πώλους. λαβὼν οὖν ταύτας καὶ ἑτέρους ἵππους ρʹ ἐπιλέκτους, ὁμοίως καὶ ἑτέρους ἵππους βαστάζοντας τὰ πρὸς τὴν χρείαν, εἰσήλθομεν κατὰ τὴν βουλὴν τοῦ γέροντος, καὶ ἐάσαμεν τοὺς πώλους ἔξω.199

2

.

39

(50)

Ὁ δὲ γέρων παρήγγειλεν τοῖς υἱοῖς αὐτοῦ, εἴ τι δ’ ἂν εὕρωσι μετὰ τὸ εἰσελ‐ θεῖν ἐπὶ τῆς γῆς κείμενον συλλέγειν αὐτὰ καὶ βαλεῖν ἐν τοῖς μαρσίποις αὐτῶν. εἰσῆλθον οὖν τριακόσιοι ἑξήκοντα στρατιῶται, 〈καὶ〉 ἐκέλευσα προπορεύεσθαι τοὺς ἑξήκοντα πεζούς. καὶ οὕτως εἰσήλθομεν ὁδὸν ὡσεὶ σχοίνους ιεʹ. καὶ εὕρομεν τόπον, καὶ ἦν ἐν αὐτῷ πηγὴ διαυγής, ἧς τὸ ὕδωρ ἤστραπτεν ὡς ἀστραπή, καὶ
55ἕτερα πλεῖστα ὑδάτων. ἦν δὲ καὶ ὁ ἀὴρ τοῦ τόπου ἐκείνου εὐώδης καὶ οὐ πάνυ σκοτεινός. πρόσπεινος δὲ γενόμενος ἠθέλησα δέξασθαι ἄρτον· καὶ καλέσας τὸν μάγειρον Ἀνδρέαν ὀνόματι εἶπον αὐτῷ· “εὐτρέπισον ἡμῖν προσφάγιον.” ὁ δὲ τάριχον λαβὼν ἐπορεύθη ἐπὶ τὸ διαυγὲς ὕδωρ τῆς πηγῆς πλῦναι τὸ ἔδεσμα. καὶ εὐθέως βραχὲν ἐν τῷ ὕδατι ἐψυχώθη καὶ ἔφυγε τὰς χεῖρας τοῦ μαγείρου. ἐκεῖ‐
60νος δὲ φοβηθεὶς οὐκ ἀνήγγειλέ μοι τὸ γεγονός. αὐτὸς δὲ λαβὼν ἐξ αὐτοῦ τοῦ ὕδατος ἔπιεν καὶ ἔλαβεν ἐν σκεύει τινὶ ἀργυρῷ καὶ ἐφύλαξεν. ἦν γὰρ πᾶς ὁ τόπος βρύων ὕδατα πολλά, ἐξ ὧν ὑδάτων πάντες ἐπίομεν. ὦ τῆς ἐμῆς δυστυχίας, ὅτι οὐκ ἔκειτό μοι πιεῖν ἐκ τῆς ἀθανάτου ἐκείνης πηγῆς τῆς ζωογονούσης τὰ ἄψυχα, ἧς ὁ ἐμὸς μάγειρος τετύχηκεν.
64

2

.

41

Καὶ ἐξελθόντων ἡμῶν πρὸς τὸ φῶς εὑρέθησαν χρυσίον δόκιμον λαβόντες καὶ μαργαρίτας μεγάλης τιμῆς ἀξίους. τοῦτο δὲ ἰδόντες μετεμελήθησαν οἱ μὲν λαβόντες ὅτι μὴ πλέον ἔλαβον, οἱ δὲ μὴ λαβόντες ὅτι οὐκ ἔλαβον. ὑπερευχόμεθα
οὖν πάντες τῷ γέροντι τῷ δόντι ἡμῖν τοιαύτην βουλήν.200
5 Μετὰ δὲ τὸ ἐξελθεῖν ἡμᾶς διηγήσατο ὁ μάγειρος τὸ συμβὰν αὐτῷ ἐπὶ τῆς πηγῆς. ἐγὼ δὲ τοῦτο ἀκούσας συνεχύθην τῇ λύπῃ καὶ τοῦτον δεινῶς ἐκόλασα. ὅμως εἶπον πρὸς ἐμαυτόν· τί σοι τὸ ὄφελος, Ἀλέξανδρε, μεταμεληθῆναι ἐπὶ πράγματι παρελθόντι; οὐκ ᾔδειν δὲ ὅτι ἐκ τοῦ ὕδατος ἔπιεν ἢ ὅτι ἐφύλαξεν. τοῦτο γὰρ οὐκ ὡμολόγησεν, εἰ μὴ ὅτι ἐψυχώθη τὸ τάριχον. προσελθὼν δὲ ὁ
10μάγειρος τῇ ἐμῇ θυγατρὶ τῇ ἐκ τῆς παλλακῆς Οὔννας ὀνόματι Καλῇ ἐπλάνησε καί τι ὑποσχόμενος αὐτῇ δοῦναι ἐκ τῆς ἀθανάτου πηγῆς· ὃ καὶ πεποίηκεν. ἐγὼ δὲ τοῦτο μαθών—ἐρῶ τὸ ἀληθές—ἐφθόνησα τῇ ἀθανασίᾳ αὐτῶν. καὶ τὴν ἐμὴν θυγατέρα προσκαλεσάμενος εἶπον αὐτῇ· “λαβοῦσά σου τὸν ἱματισμὸν ἔξελθε τοῦ προσώπου μου· ἰδοὺ γὰρ γέγονας δαίμων ἀπαθανατισθεῖσα. Καλὴ
15μὲν τῷ ὀνόματι ἐκλήθης, ἀρτίως δὲ καλέσω σε Καλὴν τῶν ὀρέων, ὅτι ἐν αὐτοῖς τοῦ λοιποῦ κατοικήσεις. ἔσῃ δὲ κεκλημένη Νεραΐδα, ὡς ἐκ τοῦ νεροῦ τὰ ἀΐδια δεξαμένη, τουτέστιν τὰ ἀθάνατα.” καὶ ταῦτα εἰπὼν προσέταξα τοῦ λοιποῦ μὴ οἰκεῖν ἐν ἀνθρώποις ἀλλ’ ἐν τοῖς ὄρεσιν. ἡ δὲ κλαίουσα καὶ ὀδυρομένη ἐξῆλθε τοῦ προσώπου μου καὶ ἀπῆλθεν οἰκῆσαι μετὰ δαιμόνων ἐν ἐρήμοις τόποις. τὸν
20δὲ μάγειρον προσέταξα δεθῆναι μύλον ἐν τῷ τραχήλῳ αὐτοῦ καὶ ῥῖψαι αὐτὸν ἐν τῇ θαλάσσῃ. ὁ δὲ ῥιφεὶς ἐγένετο δαίμων καὶ ἀπελθὼν κατῴκησεν ἔν τινι τόπῳ τῆς θαλάσσης, ἀφ’ οὗ καὶ τὸ ὄνομα ἐκλήθη Ἀνδρέας. καὶ ταῦτα μὲν περὶ τοῦ ἐμοῦ μαγείρου καὶ τῆς ἐμῆς θυγατρός. ἐγὼ δὲ ὑπέλαβα διὰ πάντων τούτων, ὅτι ἐνταῦθά ἐστι τὸ τέλος τῆς γῆς. προσέταξα δὲ κτισθῆναι ἀψῖδα ἐν τῷ τόπῳ
25ἐκείνῳ μεγίστην καὶ γράψαι διὰ γλυφίδος οὕτως· “οἱ βουλόμενοι εἰσελθεῖν ἐν τῇ μακάρων χώρᾳ, δεξιᾷ πορεύεσθε, μήποτε ἀπόλησθε.” Πάλιν οὖν διενοήθην ἐν ἑαυτῷ λέγων εἰ πάντως ἐνταῦθά ἐστιν τὸ τέρμα τῆς
γῆς καὶ ὁ οὐρανὸς ἐνταῦθα κλίνεται. ἠβουλήθην οὖν ἱστορῆσαι τὴν ἀλήθειαν. προσέταξα οὖν συλληφθῆναι ἐκ 〈τῶν ὀρνέων〉 τοῦ τόπου ἐκείνου δύο. ἦσαν γὰρ201
30ὄρνεα μέγιστα λευκά, ἀλκιμώτατα πάνυ καὶ ἥμερα· βλέποντα γὰρ ἡμᾶς οὐκ ἔφευγον. τινὲς δὲ τῶν στρατιωτῶν ἐπέβαινον τοῖς τραχήλοις αὐτῶν, καὶ ἀνί‐ πταντο βαστάζοντα αὐτούς. ἐσθίουσι δὲ θῆρας νεκρούς, ἔνθεν καὶ πλεῖστα τῶν τοιούτων ὀρνέων ἦλθον πρὸς ἡμᾶς διὰ τοὺς θνῄσκοντας ἵππους. δύο οὖν ἐξ αὐ‐ τῶν κρατήσας προσέταξα μέχρις ἡμερῶν τριῶν μὴ δοθῆναι αὐτοῖς βρῶσιν. τῇ
35δὲ τρίτῃ ἡμέρᾳ προσέταξα κατασκευασθῆναι ξύλον ὅμοιον ζυγῷ καὶ τοῦτον δεθῆναι ἐν τοῖς τραχήλοις αὐτῶν. εὐθὺς δὲ κατεσκεύασα ὥσπερ σπυρίδα, καὶ εἰσῆλθον κἀγὼ ἐν τῇ σπυρίδι, κρατῶν [δύο] δόρυ ὡσεὶ ἑπτὰ πηχῶν τὸ μῆκος καὶ ἔχον ἐπάνω ἧπαρ ἵππιον. εὐθὺς οὖν ἀνέπτη τὰ ὄρνεα τοῦ καταφαγεῖν τὸ ἧπαρ καὶ ἀνῆλθα μετ’ αὐτῶν ἐν τῷ ἀέρι, ὡς νομίζειν με πλησίον τοῦ οὐρανοῦ
40ὑπάρχειν. ὅλως δὲ ἔτρεμα διὰ τὴν ὑπερβάλλουσαν τοῦ ἀέρος ψυχρότητα καὶ 〈τὴν ἐκ〉 τῶν πτερύγων τῶν ὀρνέων γεγενημένην. εἶτα συναντᾷ μοι πετεινὸν ἀνθρωπόμορφον καὶ λέγει πρός με· “ὦ Ἀλέξανδρε, ὁ τὰ ἐπίγεια μὴ καταλαβὼν τὰ ἐπουράνια ἐπιζητεῖς; ὑπόστρεφε οὖν διὰ τάχους ἐπὶ τῆς γῆς, μήπως τοῖς ὀρνέοις τούτοις βρῶμα γενήσῃ.” καὶ πάλιν φησὶ πρός με· “πρόσσχες, Ἀλέ‐
45ξανδρε, ἐπὶ τὴν γῆν κάτω.” ἐγὼ δὲ μετὰ φόβου προ〈σ〉σχὼν [καὶ] εἶδον· καὶ ἰδοὺ ὄφις μέγας κύκλῳ καὶ μέσον τοῦ ὄφεως ἅλωνα σμικροτάτην. καὶ λέγει μοι ὁ συναντήσας μοι· “ἐπίστρεψον οὖν τὸ δόρυ ἐπὶ τὴν ἅλωνα, ἥτις ἐστὶν ὁ κόσμος. ὁ γὰρ ὄφις ἡ θάλασσά ἐστιν ἡ κυκλοῦσα τὴν γῆν.” ἐγὼ δὲ ὑποστρέψας βουλήσει τῆς ἄνω προνοίας κατῆλθον ἐπὶ τῆς γῆς μακρόθεν τοῦ στρατοπέδου

2

.

41

(50)

ἡμερῶν ζʹ. ἤμην δὲ εἰς τέλος νενεκρωμένος καὶ ἡμίθνητος. εὗρον δὲ ἐκεῖ σατρά‐ πην ὑπὸ τὴν ἐμὴν ἐξουσίαν· 〈καὶ〉 λαβὼν παρ’ αὐτοῦ τριακοσίους ἱππεῖς ἦλθον εἰς τὸ στρατόπεδον. οὐκέτι οὖν προσεθέμην ἀδύνατα ἐπιχειρεῖν. ἔρρωσον.202
52

3

.

33

Καὶ κελεύσας εἰσελθεῖν ὑπομνηματογράφον εἶπε περὶ Ῥωξάνης τῆς γυναι‐ κὸς αὐτοῦ· “Ἐὰν γένηταί μοι ἐκ Ῥωξάνης τῆς ἐμῆς γυναικὸς ἀρρενικόν, ἐκεῖνος βασιλευέτω Μακεδόσιν. ἐὰν δὲ θῆλυ γένηται, ἑλέσθωσαν ὃν ἐὰν βού‐ λωνται βασιλέα.”
5 Προσέταξε δὲ γράψαι 〈πρὸσ〉 τὴν μητέρα αὐτοῦ οὕτως· [Ἐπιστολὴ Ἀλε‐ ξάνδρου πρὸς Ὀλυμπιάδα τὴν μητέρα αὐτοῦ ἔχουσα οὕτως·] “Βασιλεὺς Ἀλέ‐ ξανδρος τῇ γλυκυτάτῃ μου μητρὶ χαίρειν. δεξαμένη μου ταύτην τὴν τελευταίαν γραφὴν ποίησον ἄριστον πολυτελῆ εἰς ἀντάμειψιν τῆς ἄνω προνοίας τὸν τοι‐ οῦτόν σοι παρασχούσης υἱόν. πλὴν εἰ βούλει με θεραπεῦσαι, αὐτὴ δι’ ἑαυτῆς
10πορευθεῖσα συνάγαγε πάντας μικρούς τε καὶ μεγάλους, πλουσίους καὶ πένητας ἐν τῷ ἀρίστῳ, λέγουσα πρὸς αὐτούς· ‘ἰδοὺ τὸ ἄριστον ἡτοίμασται· δεῦτε εὐωχη‐ θῆτε. πλὴν μηδεὶς ἐξ ὑμῶν 〈ὃσ〉 ἔχει θλῖψιν ἢ νῦν ἢ ἔκπαλαι εἰσέλθῃ, ὅτι οὐ θλίψεως ἄριστον ἐποίησα ἀλλὰ χαρᾶς.‘ ἔρρωσον μῆτερ.” Τοῦτο δὲ ποιήσασα ἡ Ὀλυμπιάς, οὐδεὶς παρεγένετο ἐν τῷ ἀρίστῳ οὔτε
15μικρὸς οὔτε μέγας, οὐ πλούσιος οὐ πένης εὑρέθη δίχα θλίψεως. εὐθὺς οὖν ἐπέγνω ἡ μήτηρ αὐτοῦ τὴν σοφίαν αὐτοῦ καὶ ὡς ὅτι ἐκ τῶν ὄντων ἐξῆλθεν Ἀλέξανδρος καὶ χάριν παραμυθίας ἔγραψε ταῦτα, ὡς ὅτι οὐ ξένον τι συνέβη τοῦτο ἀλλὰ
τοῖς πᾶσι συμβὰν καὶ συμβαῖνον. Ταῦτα καὶ ἄλλα πολλὰ εἰπόντος τοῦ Ἀλεξάνδρου ἐγένετο περὶ τὸν ἀέρα203
20ὁμίχλη καὶ ἐφάνη μέγας ἀστὴρ κατερχόμενος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν θάλασσαν καὶ σὺν αὐτῷ ἀετός· καὶ τὸ ἄγαλμα δὲ Βαβυλῶνος, ὃ ἐκάλουν Διός, ἐκινήθη. ὁ δὲ ἀστὴρ πάλιν ἀνῆλθεν εἰς τὸν οὐρανόν. 〈ἠκολούθησε δὲ αὐτῷ καὶ ὁ ἀετός. κρυ‐ βέντος δὲ τοῦ ἀστέρος εἰς τὸν οὐρανὸν〉 εὐθέως ἐκοιμήθη Ἀλέξανδρος τὸν
αἰώνιον ὕπνον.204