TLG 1386 009 :: HISTORIA ALEXANDRI MAGNI :: Recensio λ (Pseudo–Methodius, redactio 2) HISTORIA ALEXANDRI MAGNI Narr. Fict., vel Pseudo–Callisthenes Cf. et ANONYMI HISTORICI in FGrH (1139 007) Recensio λ (Pseudo–Methodius, redactio 2) Source: van Thiel, H. (ed.), Die Rezension λ des Pseudo–Kallisthenes. Bonn: Habelt, 1959: 73, 75. Citation: Page — (line) | ||
73 | οὗτος (sc. ὁ Ἀλέξανδρος) κτίζει Ἀλεξάνδρειαν τὴν μεγάλην καὶ βασιλεύει ἐν αὐτῇ ἔτη ιβʹ. οὗτος κατῆλθεν εἰς τὴν ἑῴαν καὶ ἀπέκτεινε Δαρεῖον τὸν Μῆδον καὶ κατεκυρίευσε χωρῶν πολλῶν καὶ πόλεων καὶ ἀνῆλθεν ἕως τῆς θαλάσσης τῆς ἐπονο‐ | |
5 | μαζομένης Ἡλιχώ. ἔνθα καὶ ἑώρακεν ἔθνη ἀκάθαρτα, καὶ εἶδεν ἐκ τῶν υἱῶν Ἰάφεθ ἀπογόνους ἐσθίοντας ἀκάθαρτα, μυσαρὰ καὶ βδελύγματα· κώνωπας καὶ μυίας καὶ ὄφεις καὶ νεκρῶν σάρκας, ἀμβλώματα, ἐκτρώματα, ἔμβρυα †σώζοντα χαρακτῆρας†, καὶ ταῦτα οὐ μόνον κτηνῶν, ἀλλὰ καὶ πᾶν εἶδος θηρίων ἀκαθάρτων. | |
---|---|---|
10 | τοὺς δὲ νεκροὺς οὐκ ἔθαπτον, ἀλλ’ [οἱ πλείους] ἤσθιον αὐτούς. ταῦτα δὴ πάντα συναθροίσας ὁ Ἀλέξανδρος διὰ τὰ ὑπ’ αὐτῶν ἐναγῶς καὶ μυσαρῶς γινόμενα βδελύγματα †φοραθεὶς μήπως ἀφίκωνται ἐν τῇ γῇ τῇ ἁγίᾳ καὶ μιάνωσιν αὐτὴν ἐκ τῶν μιαρῶν αὐτῶν ἐπιτηδευμάτων ἐδεήθη τοῦ Θεοῦ ἐκτενῶς· καὶ | |
15 | προστάξει αὐτοῦ ἤγαγε πάντας αὐτοὺς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ πάσας τὰς παρεμβολὰς αὐτῶν, καὶ ἐξήνεγκεν αὐτοὺς ἐκ τῆς γῆς αὐτῶν καὶ κατεδίωξεν ὀπίσω αὐτῶν, ἕως οὗ εἰσήλθοσαν ἐν τοῖς πέρασι τοῦ βορρᾶ. καὶ οὐκ ἔστιν οὔτε εἴσοδος οὔτε ἔξοδος ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, | |
20 | δι’ ἧς δυνήσεταί τις περᾶσαι ἢ εἰσελθεῖν. αὖθις οὖν παρε‐ κάλεσε τὸν Θεὸν ὁ Ἀλέξανδρος· καὶ ἐπήκουσε τῆς δεήσεως αὐτοῦ καὶ προσέταξε Κύριος ὁ Θεὸς δύο ὄρη, ὧν ἐστιν ἡ προσηγορία Μαζοὶ τοῦ Βορρᾶ, καὶ ἐπλησίασαν ἀλλήλοις ἄχρι | |
πηχῶν ιβʹ. καὶ κατεσκεύασε πύλας χαλκὰς καὶ ἐπέχρισεν αὐτὰς | 73 | |
75 | ἀσύγχυτον, ἵνα ἐὰν βούλωνται ἀνοῖξαι ἐν σιδήρῳ μὴ δύνωνται ἢ διαλῦσαι αὐτὰς πυρί. ἡ γὰρ φύσις τοῦ ἀσυγχύτου οὐδὲ σιδή‐ ρου ὑφίσταται κατάλυσιν οὐδὲ πυρὸς διάλυσιν. ἐν τούτοις αὐτῶν τὴν μυσαρὰν καὶ ἀπάνθρωπον καὶ μισόθεον κατήργησε | |
5 | δυναστείαν, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε πυρὶ μήτε σιδήρῳ ἢ οἱᾳδηποτοῦν ἐπινοίᾳ τὰς τοιαύτας ἀναμοχλεῦσαι πύλας καὶ ἀποδρᾶσαι. ἐν δὲ ταῖς ἐσχάταις ἡμέραις κατὰ τὴν τοῦ Ἰεζε‐ κιὴλ προφητείαν τὴν λέγουσαν· ἐν ταῖς ἡμέραις τῆς συντελείας τοῦ κόσμου ἐξελεύσεται Γὼγ καὶ Μαγώγ, οἵτινές εἰσιν ἔθνη | |
10 | καὶ βασιλεῖς, οὒς καθεῖρξεν Ἀλέξανδρος ἐν τοῖς πέρασι τοῦ βορρᾶ· Γὼγ καὶ Μαγὼγ καὶ Νανὼγ καὶ Γὴν καὶ Ἀκελιὰξ καὶ Διάφαρ, Φωτιναῖοι, Λεβαῖοι, Χαριτζίοι, οἱ Δεκέλμοι, Δερμα‐ τιανοί, Χαναναῖοι, Ἀμαχάρ, Τιγάρ, Μιαδέοι, ἀνθρωποφάγοι οἱ λεγόμενοι κυνοκέφαλοι, Θαρβιοί, Ἀλανοί, Φισολονικίοι, | |
15 | Ἀρσιναῖοι, Ἀσαντάριοι. οὗτοι οἱ κβ βασιλεῖς καθεστήκασιν | |
ἐν φρουρᾷ ἔνδον τῶν πυλῶν, ὧν ὁ Ἀλέξανδρος ἠσφαλίσατο. | 75 |