TLG 1386 008 :: HISTORIA ALEXANDRI MAGNI :: Recensio λ (Pseudo–Methodius, redactio 1)

HISTORIA ALEXANDRI MAGNI Narr. Fict., vel Pseudo–Callisthenes
(Varia)

Cf. et ANONYMI HISTORICI in FGrH (1139 007)

Recensio λ (Pseudo–Methodius, redactio 1)

Source: van Thiel, H. (ed.), Die Rezension λ des Pseudo–Kallisthenes. Bonn: Habelt, 1959: 72, 74.

Citation: Page — (line)

72

οὗτος (sc. ὁ Ἀλέξανδρος) κτίζει Ἀλεξάνδρειαν τὴν μεγάλην καὶ βασιλεύει ἐν αὐτῇ χρόνους ιθʹ. οὗτος κατελθὼν εἰς τὴν ἑῴαν ἀπέκτεινε Δαρεῖον τὸν Μῆδον καὶ κατεκυρίευσε χωρῶν πολλῶν καὶ πόλεων, καὶ περιενόστησε τὴν γῆν καὶ κατήχθη
5ἕως τῆς θαλάσσης τῆς ἐπονομαζομένης ἡλίου χώρας. ἔνθα καὶ ἑώρακεν ἔθνη ἀκάθαρτα καὶ δυσειδῆ· εἰσὶ δὲ ἐκ τῶν υἱῶν Ἰάφεθ ἀπόγονοι. ὧν τὴν ἀκαθαρσίαν θεασάμενος ἐμισάχθη. ἤσθιον γὰρ ἅπαντες †αὐτῶν καθαροειδῶς† μυσαρά τε καὶ κί‐ βδελα· κύνας, μυίας, κάττας, ὄφεις, νεκρῶν σάρκας, ἀμβλώ‐
10ματα, ἐκτρώματα, ἔμβρυα μήπω τελείως ἀπαρτισθέντα ἤ τινα τῆς διαπλάσεως ἀποσώζοντα χαρακτῆρα, καὶ ταῦτα κτηνῶν, οὐ 〈μὴν〉 [δὲ] ἀλλὰ καὶ ἅπαν εἶδος θηρίων ἀκαθάρτων. τοὺς δὲ νεκροὺς οὐκ ἔθαπτον ἀλλὰ 〈πλείω〉 ἤσθιον αὐτούς. ταῦτα Ἀλέ‐ ξανδρος ἰδὼν γινόμενα ὑπ’ αὐτῶν τὰ μυσαρὰ καὶ ἀθέμιστα,
15δεδιὼς μήποτε μιάνωσιν πᾶσαν τὴν γῆν, ἐδεήθη τοῦ θεοῦ περὶ αὐτῶν καὶ προστάξας συνήγαγεν ἅπαντας αὐτούς τε καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ 〈ἁπλῶς εἰπεῖν〉 πάσας τὰς παρεμβολὰς αὐτῶν· καὶ ἐξαγαγὼν αὐτοὺς ἐκ τῆς ἑῴας γῆς κατεδίωξεν ὀπίσω αὐτῶν ἕως οὗ εἰσήχθησαν ἐν τοῖς πέρασι
20τοῦ βορρᾶ. καὶ οὐκ ἔστιν οὔτε εἴσοδος οὔτε ἔξοδος ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν, δι’ ἦς τις πρὸς αὐτοὺς περάσει καὶ εἰσέλθῃ. αὖθις οὖν παρεκάλεσε τὸν Θεὸν ὁ Ἀλέξανδρος. καὶ ἐπήκουσε αὐτοῦ τῆς δεήσεως καὶ προσέταξε Κύριος ὁ Θεὸς τοῖς δύο ὄρεσιν, οἷς ἐστι προσηγορία οἱ Μαζοὶ τοῦ Βορρᾶ, καὶ
25ἐπλησίασαν ἀλλήλοις ἄχρι πηχῶν δυοκαίδεκα. καὶ κατεσκεύασε
πύλας χαλκὰς καὶ ἐπέχρισεν αὐτὰς ἀσυγχύτῳ, ἵνα εἰ καὶ72

74

βούλοιντο ἀνοῖξαι αὐτὰς ἐν σιδήρῳ μὴ δύνανται ἢ διαλῦσαι αὐτὰς πυρί, ἀλλ’ αὐτίκα τὸ πὺρ ὑπ’ αὐτοῦ σβέννυται. τοι‐ αύτη γὰρ ἡ φύσις τοῦ ἀσυγχύτου ἐστὶν ὅτι οὔτε σιδήρου ὑφίσταται τὴν κατάκλησιν οὔτε πυρὸς τὴν διάλυσιν. πάσας
5γὰρ ὧνπέρ εἰσι δαιμόνων ἐπίνοιαι αἰόλους καὶ κενὰς ἀπεργά‐ ζεται. ταῦτα τοίνυν τὰ ἐναγῆ καὶ κίβδηλα καὶ μυσαρώτατα ἔθνη πάσαις ταῖς μαγικαῖς κακοτεχνίαις κέχρηνται. καὶ ἐν τούτοις αὐτῶν τὴν ῥυπαρὰν καὶ ἀπάνθρωπον, μᾶλλον δὲ λέγειν μισόθεον κατήργησε γοητείαν, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε
10πυρὶ μήτε σιδήρῳ ἤ τινι ἑτέρᾳ ἐπινοίᾳ τὰς τοιαύτας ἀναμο‐ χλεῦσαι πύλας καὶ ἀποδρᾶσαι. ἐν δὲ τοῖς ἐσχάτοις καιροῖς κατὰ τὴν τοῦ Ἰεζεκιὴλ προφητείαν τὴν λέγουσαν· ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς συντελείας τοῦ κόσμου ἐξελεύσεται Γὼγ καὶ Μαγὼγ εἰς τὴν γῆν τοῦ Ἰσραήλ, οἵ εἰσιν ἔθνη καὶ βασιλεῖς,
15οὓς καθεῖρξεν Ἀλέξανδρος ἐν τοῖς πέρασι τοῦ βορρᾶ· Γὼγ καὶ Μαγὼγ καὶ Ἀνοὺγ καὶ Ἀνὴγ καὶ Ἀχενὰς καὶ Διφὰρ καὶ Φωτιναῖοι καὶ Λίβυοι καὶ Εὔνιοι καὶ Φαριζαῖοι καὶ Δεκλημοὶ καὶ Ζαρμάται καὶ Θεβλαῖοι καὶ Ζαρματιανοὶ καὶ Χανώνιοι καὶ Ἀμαζάρθαι καὶ Γαρμίαρδοι καὶ ἀνθρωποφάγοι οἱ λεγόμενοι
20κυνοκέφαλοι καὶ Θάρβιοι καὶ Ἄλανες καὶ Φισολονίκιοι καὶ Ἀρκναῖοι καὶ Ἀσαλτήριοι. οὗτοι οἱ κβ βασιλεῖς καθεστήκα‐
σιν ἐμφρούριοι ἔνδον τῶν πυλῶν, ὧν ὁ Ἀλέξανδρος ἔπηξεν.74