TLG 1386 006 :: HISTORIA ALEXANDRI MAGNI :: Recensio ε HISTORIA ALEXANDRI MAGNI Narr. Fict., vel Pseudo–Callisthenes Cf. et ANONYMI HISTORICI in FGrH (1139 007) Recensio ε Citation: Chapter — section — (line) | ||
1.1 | Οἱ σοφοὶ τῶν Ἑλλήνων, θεῶν ὄντες ἀπόγονοι, οὐρανοῦ ἀστέρας ἀριθμήσαντες, γῆς καὶ θαλάσσης μέτρα καταλαβό‐ μενοι, ἔδοξεν αὐτοῖς μὴ λανθάνειν οὐδέν. φασὶ γάρ· ὁ Νεκτε‐ ναβώ, ὁ τελευταῖος φαραώ, ὁ βασιλεὺς Αἰγύπτου, μαντείαις τε | |
5 | καὶ μαγείαις καὶ τῶν ἀστρονομικῶν ἀκριβῶς ἦν πεπαιδευμέ‐ νος, ὥστε διὰ τῆς μαγικῆς μηχανουργίας καὶ ἀστρονομικῆς προγνώσεως γινώσκειν πάντα. ἀλλ’ οὐδὲ στρατευμάτων πρὸς ἀντιπαράταξιν τῶν ἐπερχομένων αὐτῷ πολεμίων ἐκέκτητο, πάντας τοὺς ἐπερχομένους ταῖς μαγείαις καὶ μὴ βουλομένους | |
---|---|---|
10 | ἀντιστρέφων. ὀλίγον δὲ στρατὸν ἐξυπηρετοῦντα εἶχε, καὶ τοῦ‐ τον διὰ τὰ κυνήγια καὶ τοῦ βίγλας φυλάττειν καὶ ἐξυπηρετεῖν ἐν τῷ παλατίῳ. | 1 |
1.2 | Ὁπόταν δὲ πόλεμος αὐτῷ ἐμηνύθη, τοιῷδε τρόπῳ ἐκέκ‐ τητο· λεκάνην πλήρης ὕδατος ἀγαγὼν καὶ κηρόπλαστα ζῷδα ποιήσας τῶν τε πολεμίων οὖν τῶν αὐτοῦ, καὶ τῇ λεκάνῃ ἐνθείς, ἔκρουεν μεθ’ ἣν ἐπεφέρετο ῥάβδον ἐβελλίνην εἰς τὸ μέσον τῆς | |
5 | λεκάνης. καὶ εὐθὺς τὰ τῶν πολεμίων πλοῖα ἐβυθίζοντο. κατ’ αὐτὴν τὴν ὥραν, ἐν ᾗ τὰ κηρόπλαστα ἐβυθίζοντο τῇ λεκάνῃ, ὁμοίως δὲ καὶ ὁ κατὰ τὴν ξηρὰν λαὸς τοῦτο ἐποίει. καὶ ἁπλῶς εἰπεῖν, οὐκ ἦν ἐν αὐτῷ πόλεμος τὸ σύνολον. | |
1.3 | Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἔρχονται οἱ τὰς ἔξω βίγλας τῆς θαλάσσης ποιούμενοι καί φησιν· ὦ δέσποτα, οὐ μικρὸς ἀγὼν ἡμῖν, ἀπὸ γὰρ τὸ βορεῖον μέρος μέγας καθ’ ἡμῶν ἐπέρχεται στόλος, διά τε ξηρᾶς καὶ θαλάσσης. —ὁ δὲ πρὸς αὐτούς φησι | |
5 | τὸν Ὁμηρικὸν στίχον· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ὧι λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε, ὑμεῖς δὲ {μήκοθεν} θεασάμενοι μήκοθεν τὴν αὑτῶν καταστρο‐ φήν. | |
1.4 | Ὁ δὲ ἐν τῷ κοιτῶνι εἰσελθὼν καὶ τὰ συνήθη ἐπιτελέσας | |
πλεῖον οὐδὲν διέγνω εἰ μὴ τὴν ἑαυτοῦ καταστροφήν. ἐν ἀθυμίᾳ οὖν γενόμενος διέγνω φυγὴν χρησάμενος τὴν οἰκείαν πραγμα‐ τεύσασθαι σωτηρίαν. λαβὼν δὲ μεθ’ ἑαυτοῦ χρυσίον καὶ τὸ | 2 | |
5 | ἀστρολάβιον, ὃ ἦν διὰ λίθων καὶ μαργαρίτων πολυτίμων, λάθρα τῆς Αἰγύπτου ἀπέδρα. | |
1.5 | Τῶν δὲ πολεμίων ἤδη καταλαβόντων καὶ σφοδροῦ πολέ‐ μου ἐπικειμένου τοῖς Αἰγυπτίοις, καὶ τοῦ βασιλέως μήπω εὑρισ‐ κομένου, ἐν ἀμηχανίᾳ καὶ ἀδημονίᾳ διῆγον. καὶ δὴ προσέρχον‐ ται τῷ τοῦ Ἀπόλλωνος μαντείῳ καὶ πύθονται τί ἄρα γέγονεν | |
5 | ὁ βασιλεὺς Αἰγύπτου. καὶ ἐδόθη αὐτοῖς χρησμός· ἐγὼ ἐφετμεύω ἄνακτα Νεκτεναβὼ ἔσεσθαι ἐν χώρᾳ Μακεδόνων· ἐκδρὰς γεραρὸς νεάζων ἐλεύσεται, ἄπιτε, εἱμαρμένη. ταῦτα λοιπὸν ἀκούσαντες ἔμφοβοι ὑποστρέφουσι καὶ τοῖς πο‐ | |
10 | λεμίοις ὡς εἰκὸς δουλωθέντες τὰ περὶ τῆς σωτηρίας αὐτῶν ἐφρόντιζον. | |
11 | ||
2.1 | Νεκτεναβὼ δὲ διελθὼν τὴν Αἴγυπτον περνᾷ ἐν τῇ Ἑλ‐ λάδι. καὶ παρελθὼν τὰ μέρη Πελοποννήσου καὶ τὴν Θεσσαλο‐ νίκην καταντᾷ ἐν Μακεδονίᾳ. καὶ εἰσελθὼν ἐν πόλει Φιλίππου τὰς διατριβὰς ἐποιεῖτο, εἰσκαθήμενος ἔν τινι τόπῳ καὶ τοὺς | |
5 | διερχομένους σκοπολογῶντα τῆς εἱμαρμένης ἐγχειρήμασιν. | 3 |
2.2 | Ἐν δὲ τῇ πόλει Φίλιππος ἦν βασιλεύς, καὶ αὐτὸς οὖν Φίλ‐ ιππος γυναῖκα ἔσχεν Ὀλυμπιάδα. στεῖρα δὲ ἦν καὶ οὐκ ἔτικτεν ἐξ αὐτοῦ. ἐν πολλῇ δὲ ἀθυμίᾳ ὢν ὁ Φίλιππος διότι ἄτεκνος ἦν, μέλλων χρονιαῖαν ἀποδημίαν ποιεῖν ἐν τῷ πολέμῳ, προσκαλε‐ | |
5 | σάμενος τὴν ἑαυτοῦ γυναῖκα Ὀλυμπιάδα καὶ γενόμενος μετ’ αὐτῆς ἔφη· τοῦτο ἐπιγινώσκουσα, ὅτι ἐὰν μὴ τέξῃς τέκνον ἐπα‐ νιόντος μου ἐκ τοῦ πολέμου, οὐκέτι μοῦ τοῖς κόλποις προσπελά‐ σειας. —διαφαούσης οὖν τῆς ἡμέρας ᾤχετο Φίλιππος ἐπὶ τὸν πόλεμον σὺν παντὶ τῷ στρατῷ αὐτοῦ. | |
2.3 | Ἠθύμει δὲ ἡ Ὀλυμπιὰς καὶ διηπόρει ἐπὶ τῷ λόγῳ Φιλίπ‐ που, καὶ ἦν τοῖς ἐντυγχάνουσι ἀδήλως ἐρωτῶσα τί ἂν διαπρά‐ ξοιτο. μία δὲ τῶν θεραπαινίδων ἔφη πρὸς αὐτήν· δέσποινα, ἔχω πρὸς σὲ τί διηγήσασθαι, καὶ εἰ ἦν μοι ἀκίνδυνον, εἶπον ἄν | |
5 | σοι. —ἡ δὲ πρὸς αὐτήν· λάλησόν μοι, οὐ γὰρ ἔστιν σοι κίνδυνος, ἀλλ’ εἰ καὶ ὁ λόγος τῆς ἐπιθυμίας τύχοι μοι, καὶ χάριτάς σοι ὀφείλω ὁμολογεῖν. —ἡ δέ φησιν· ἔστιν ἐν τῇ πόλει ἡμῶν ἄν‐ θρωπος Αἰγύπτιος δυνάμενος πάντα τὰ ἐν τῇ ψυχῇ σου πλη‐ ρῶσαι, εἰ ὅλως ἀξιοῖς τοῦτον θεαθῆναί σε. | |
2.4 | Ἡ δὲ μὴ μελλήσασα ἀλλὰ ταχέως ἀποστείλασα ἄγει αὐτὸν καί φησιν· ὦ ἄνθρωπε, εἰ ἀληθὴ τὰ λεχθέντα μοι περὶ σοῦ καὶ ὅτι δύνασαι διὰ τῆς προσηκούσης σοι ἐπιστήμης δια‐ | |
λύειν δεσμὰ ἀτέκνου μήτρας καὶ ψυχὴν ἀνδρὸς ἀγαθῦναι πρὸς | 4 | |
5 | φίλτρον ἐμόν, τὸ ἀληθὲς τάχιστά μοι διακόνησον καὶ τὸν κόπον λάβῃς πολυπλασίως παρ’ ἐμοῦ. —ὁ δὲ Νεκτεναβὼ ἐμβλέψας εἰς αὐτὴν καὶ τὸ περιαστράπτον κάλλος αὐτῆς θεασάμενος καὶ ὅλως πρὸς φίλτρον αὐτῆς κινηθείς, δριμέως τοὺς ὀφθαλμοὺς ἀντανακλάσας καὶ τὴν κεφαλὴν ἐπισείσας ἵστατο περισκοπῶν | |
10 | αὐτὴν τὰ πάντα ῥιγῶν. ἡ δὲ ὑπολαβοῦσα τί περὶ αὐτὸν ἐξέπεμψε πάντας ἔξω καί φησι· τί μοι κόπους παρέχεις, ὦ ἄνθρωπε, λέ‐ ξον μοι τάχιστα εἰ ἔστιν σοι ἐκ θεῶν ἐνέργεια. —ὁ δὲ ἔφη· τὰ κατὰ σὲ φράσαι οὐκ ᾔδειν, ὁρῶ γὰρ τοὺς θεοὺς ἑστῶτας ἔνθεν κἀκεῖθεν καὶ βούλονται πάντες μετὰ σοῦ γενέσθαι καί 〈σε〉 παι‐ | |
15 | δοποιεῖσθαι ἐξ αὐτῶν. ἐγὼ δὲ ὧδε παραμείνας τὴν ἔλευσιν αὐτῶν καταμηνύσω σοι, ἵνα μὴ θορυβηθῇς. ἐλεύσονται γάρ σοι λεοντοειδεῖς καὶ ἀετόμορφοι καὶ δρακοντοειδεῖς. οἱ δὲ θεοί εἰσιν οὗτοι· Ζεὺς ἀετόμορφος, Ἄμμων δρακοντοειδὴς καὶ Ἡρα‐ κλῆς λεοντοειδής, καὶ μηδαμῶς μὴ ἄπιστον ἡγεῖσαι τὸ ὅραμα. | |
20 | ἐπελεύσονται γάρ σοι ἐν ὄψει πάντων, οἵτινες γενόμενοι μετὰ σοῦ παῖδα διδοῦσίν σοι καὶ βασιλεὺς κοσμοκράτωρ γενήσεται. — ταῦτα ἀκούσασα ἡ Ὀλυμπιὰς καὶ ἐναγώνιος γεναμένη καὶ λέγει τῷ Νεκτεναβῶ· καὶ εἰ ταῦτα ἐνορᾷς ἐν ἐμοί, καὶ οἱ θεοὶ μετ’ ἐμοῦ γενέσθαι βούλονται, ὧδέ μοι παρακαθέσθητι καὶ τὴν ἔλευ‐ | |
25 | σιν αὐτῶν προκατάγγειλον καὶ 〈ἐπ’〉 ἀγαθοῖς παραστῆναι ἀξίω‐ σον. —ὁ δὲ Νεκτεναβὼ ᾐτήσατο δοθῆναι αὐτῷ ταμεῖον κατα‐ μόνας. | |
2.5 | καὶ δὴ τούτων γενομένων καὶ τῆς Ὀλυμπιάδος διαλογι‐ ζομένης, ἑτοίμως ἐχούσης τοῖς λαληθεῖσιν, ἰδοὺ ἀετὸς παμμε‐ γέθης ἐπιφαίνεται ἔμπροσθεν πάντων, καὶ φόβος αὐτοῖς οὐ μι‐ κρὸς ἐγένετο τῷ ξένῳ τῆς ὀπτασίας θεάματι. ὁ δὲ ἀετὸς Νεκ‐ | 5 |
5 | τεναβὼ ἦν, καὶ εἰσῆλθεν ἐν τῷ ταμείῳ 〈καὶ συνεγένετο τῆς Ὀλυμπιάδος ἅπαξ〉 καὶ ἀφανὴς ἐγένετο. φόβος δὲ κατέσχεν πάντας. θορύβου δὲ γενομένου ἰδοὺ λέων ἐμφαίνεται, καὶ δὴ πάντες τῷ φόβῳ πτήξαντες, διῆλθεν ἐν μέσῳ αὐτῶν καὶ εἰσῆλθε καὶ αὐτὸς εἰς τὸ ταμεῖον καὶ συνεγένετο αὐτῆς ἅπαξ | |
10 | καὶ ἀφανὴς ἐγένετο· φόβος δὲ κατέσχεν πάντας καὶ ἔκπληξις. καὶ δὴ ἐκπληττομένων αὐτῶν, ἰδοὺ δράκων φοβερὸς συρίζων ἐφαίνετο ὥστε πῦρ ἐκ τῶν μυκτήρων ἐκπέμπων. ὡς οὖν εἶδον | |
οἱ περιεστῶτες ἔφυγον, καὶ ἀφανεῖς γενόμενοι ........... | 6 | |
3.1 | ....—]καλλῆ. τρεῖς δ’ ὁμοῦ εἶχε μορφάς· θρασύτητι μὲν καὶ αὐστηρότητι ὡς ἄν τις εἶποι ἀετὸς μέλλων εἰς θήραν ἵπτασ‐ θαι, στέρνον πλατὺ καὶ αὐχὴν παχὺς καὶ κώμη πυρρὰ οἷον λέ‐ οντος, οἱ δὲ ὀδόντες λευκοὶ καὶ ὀξεῖς ὡς πασσαλίσκοι. οἱ ὀφθαλ‐ | |
5 | μοὶ αὐτοῦ, ὧν ὁ μὲν δεξιὸς μέλας ὁ δὲ ἐξ εὐωνύμων πυρρός, οἷον ἄν τις εἶποι χρυσέους. | |
3.2 | Πάντες δὲ ἐπεθύμουν θεωρεῖν αὐτὸν καὶ οὐκ ἐσυγχω‐ ροῦντο παρὰ τῆς μητρὸς αὐτοῦ. λαβοῦσα δὲ αὐτὸν ἀπῄει εἰς τὸ μαντεῖον τοῦ Ἀπόλλωνος, πυθομένη παρ’ αὐτοῦ τί ἂν ἀποβήσε‐ ται τὸ παιδίον. καὶ ἐδόθη χρησμὸς τοιόσδε· | |
5 | † ἐδόθη † ἐγκρατὴς γῆς πάσης, διπλῆν δὲ τετράδα χρόνων ἐλάσειεν διὰ τεθρίππου νικᾷ, ὃν ἁρματηλατῶν στεφηφόρος ἐπανήξει καί σε τιμωρῶν ἄξει Φίλιππον 〈εἰσ〉 συνάντησίν σου, καὶ πατρὸς τιμωρὸς γενόμενος. ἄπιθι, γήθου, τέρπε βασιλείοις. | |
3.3 | Μεταξὺ δὲ τούτων πενταετὴς χρόνος διελήλυθεν καὶ Ἀλέξανδρος κατὰ μικρὸν τῇ ἡλικίᾳ προέκοπτε. Φίλιππος δὲ | |
τοῦ πολέμου ἐγκρατὴς γενόμενος καὶ ἀνθυποστρέψας ὁρᾷ καθ’ ὕπνους ἐπιστάντας αὐτῷ τοὺς θεοὺς καὶ Ἀλέξανδρον ταῖς χερ‐ | 7 | |
5 | σὶν ἔχοντες ἐπεδείκνυον εἰπόντες· τόνδε τὸν παῖδα ἐξ ἡμῶν ἔχεις. —ὁ δὲ διυπνισθεὶς καὶ ἀμηχανῶν ἐπὶ τῷ παραδόξῳ θεάματι προσκαλεῖται τοὺς δύο σοφοὺς αὐτοῦ, Μένανδρον καὶ Ἀριστοκλέα, καὶ ἀναγγέλλει αὐτοῖς τὰ περὶ τοῦ ὁράματος. διανοουμένων δὲ αὐτῶν περὶ τούτου καὶ ἐν ἀμηχανίᾳ ὄντων, | |
10 | ὁ τοῦ Διὸς ὄρνις καταπτὰς ὠὸν ἀφίησιν τῷ κόλπῳ Φιλίππου. ὁ δὲ θροηθεὶς ἀνέστη τῆς καθέδρας, καὶ πεσὸν τὸ ὠὸν διερ‐ ράγη καὶ ῥαγὲν ἐξῆλθε δρακόντιον μικρόν, καὶ περικυκλώσας τὸ ὠὸν ὁπόταν ἐν τῇ ὀπῇ ἤγγισεν ἐξ ἧς ἐξῆλθε παραχρῆμα ἐξέψυξεν. ἰδόντες δὲ οἱ περὶ Μένανδρον καὶ Ἀριστοκλέα τά‐ | |
15 | χιστα τὴν λύσιν τοῦ ὀνείρου καὶ τοῦ σημείου διεσάφησαν εἰπόν‐ τες ὅτι· ἐκ θεοῦ ἐδόθη σοι ὁ παῖς, ὃς ἂν περινοστήσας πᾶσαν γαῖαν ἀνθυποστρέψας ἐν πατρίδι μὴ φθάσας τελευτᾷ. —τού‐ των οὕτως ἐχόντων ἰδοὺ ἄγγελος ἧκε φέρων ἐπιστολὴν δια‐ γορεύουσαν περὶ Ἀλεξάνδρου, ὅτι ἐκ θεῶν ἔτεκεν Ὀλυμπιὰς | |
20 | καὶ τὰ περὶ τῆς ἀρετῆς τοῦ παιδός. ἐννεὸς δὲ γενόμενος ὁ Φί‐ λιππος {καὶ} ὅτι· οἱ θεοὶ μοιχεύσονται Ὀλυμπιάδα οὐδείς μοι λόγος, 〈ἔφη〉, οἷς γὰρ ἥττημαι τούτοις καὶ δεδούλωμαι· ἔστω | |
δέ μοι Ἀλέξανδρος παῖς ἐκ θεῶν. | 8 | |
3.4 | Ἀπάρας οὖν ἐκεῖθεν καταλαμβάνει Μακεδονίαν. καὶ δὴ τὴν πόλιν ἐπιβάς, εἰσερχόμενος ἐν τοῖς βασιλείοις, Ἀλέξανδρος εἰστρέχει ἔμπροσθεν αὐτοῦ ὁ πλήρης κάλλους καὶ ὄψει εὐειδέ‐ στατος. Φίλιππος δὲ ὡς εἶδεν, ταῖς χερσὶν ἀράμενος κατεφίλει | |
5 | λέγων· ἰδοὺ καὶ νέος Ἀχιλλεύς. —ἐπιθεαζόμενος δὲ τήν τε μορφὴν καὶ τὴν πλάσιν τοῦ παιδὸς εἰς πλεῖον φίλτρον ἐκινεῖτο. | |
3.5 | Προσκαλεσάμενος δὲ ἕνα τῶν αὑτοῦ σοφωτάτων, ὀνό‐ ματι Ἀριστοτέλη, λέγει αὐτῷ· λαβὼν τόνδε μου τὸν παῖδα παίδευσον αὐτὸν τὰ τοῦ Ὁμήρου ποιήματα. —ὁ δὲ παῖς Ἀλέξ‐ ανδρος ἀπῄει τὸ καθ’ ἡμέραν σχολάζων ὥστε δι’ ἑνὸς χρόνου | |
5 | διελθεῖν πᾶσαν τὴν Ἰλιάδα. πάντων δὲ τῶν παίδων φθονούν‐ των τὸ ἄπειρον τοῦ νοὸς λέγουσι πρὸς αὐτόν· εἰ πρὸς τὸν Νεκ‐ τεναβὼ ἐσχόλασες, ἔμαθες ἂν τὰς οὐρανίους κινήσεις. —ἀκού‐ σας δὲ ταῦτα Ἀλέξανδρος ἔρχεται πρὸς Ὀλυμπιάδα καὶ λέγει αὐτῇ· εἰ βούλῃ, ὦ μῆτερ μου, 〈ἀπόστειλόν με〉 μαθητευθῆναι | |
10 | τῷ Νεκτεναβῶ τῷ Αἰγυπτίῳ. —ἡ δὲ ἀκούσασα περὶ Νεκτενα‐ βῶ κατένευσεν αὐτῷ καὶ προσελθοῦσα τῷ Φιλίππῳ εἶπε· Ἀλέξανδρος τῷ Αἰγυπτίῳ βούλεται μαθητευθῆναι διδασκάλῳ ὅς πά〈σας τὰ〉ς οὐρανίους καθηγεῖται κινήσεις ... | |
3.6 | ... τὸ μέρος τὴν νίκην ἐλάμβανεν. μετενεγκόντος δὲ αὐτοῦ | |
ἐν τῷ ἑτέρῳ μέρει πάλιν Ἀλέξανδρος τὴν νίκην ἐποίει· ὁ δὲ καθηγητὴς Ἀριστοτέλης ἐξεπλήττετο λίαν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν προσκαλεσάμενος πάντας τοὺς παίδας, οἵτινες τέκνα | 9 | |
5 | ἐτύγχανον βασιλέων, ἐρωτᾷ ἕνα ἕκαστον αὐτῶν λέγων· ἐὰν τὴν βασιλείαν ἐκ τοῦ πατρός σου λάβῃς, τί μοι χαρίσῃ τῷ διδασκάλῳ σου; —καὶ ὁ μὲν συνέθετο τριακόσια τάλαντα, ὁ δὲ τετρακόσια, ἄλλος πεντακόσια. ἐπὶ δὴ Ἀλέξανδρον βλέπων λέγει· ἐὰν λάβῃς τὴν βασιλείαν παρὰ πατρός σου τοῦ Φιλίππου, | |
10 | τί μοι χαρίσῃ; —ὁ δὲ ἔφη· οὐδὲν ἀλλ’ 〈ἢ〉 ὃ θέλει ὁ θεὸς καὶ δῴη ἡ τύχη. —ἐκπλαγεὶς δὲ ἐπὶ τούτῳ ὁ Ἀριστοτέλης εἶπεν· ὦ παῖ, ἄπιθι, θεοῖς μαθητεύθητι, οὐκέτι χρεία σοι παρ’ ἐμοῦ μαθεῖν τί. | |
3.7 | Καὶ τὸ λοιπὸν ὁ φρενήρης Ἀλέξανδρος ἀπέρχεται κατὰ τὸ ἔθος πρὸς Νεκτεναβὼ πρωΐθεν καὶ ὁρᾷ αὐτοῦ τὸ ἀστρολά‐ βιον ταῖς χερσὶν κρατῶν καί φησιν· ὦ καθηγητᾶ, τί τὸ κάλ‐ λιστον σκεῦος τοῦτο; —ὁ δὲ ἔφη· τοῦτο τῇ οὐρανίῳ κινήσει | |
5 | καθομοιοῦται. —καὶ ὁ Ἀλέξανδρός φησι· δέομαί σου, ὑπόδει‐ ξόν μοι τί τῶν ἐν οὐρανῷ ἐν αὐτῷ. —ὁ δὲ ὑπέδειξεν αὐτῷ τά | |
τε δώδεκα ζώδια καὶ τοὺς πέντε πλανήτας, Ἥλιόν τε καὶ Σε‐ λήνην, καὶ τὰ τούτοις παρανατέλλοντα· Πλειάδα, Ὠρίωνα, Ἀρκτοῦρον, † στηραῖα †, Ἀνδρομέδαν καὶ Ἄρκτον, καὶ διὰ τὸν | 10 | |
10 | Δράκοντα καὶ τὰ λοιπά. καὶ τὸ μὲν σκεῦος χρυσοῦν ἦν, τὰ δὲ ἐγκείμενα διὰ λίθων πολυτίμων· Ἥλιος ἄνθραξ, Σελήνη κρύσταλλος, Ζεὺς ὑάκινθος, Κρόνος σμάραγδος, Ἄρης λυχνί‐ της, Ἀφροδίτη μαργαρίτης, Ἑρμῆς φεγγίτης καὶ ἁπλῶς εἰπεῖν παντὸς λίθου τιμίου διαφανοῦς, ἃ ἦν ἐν τῷ σκεύει. | |
3.8 | Ἰδὼν δὲ Ἀλέξανδρός φησι πρὸς Νεκτεναβὼ τοῦτο· καὶ ἔστω ταῦτα ἐν οὐρανῷ ἀληθῶς, καὶ δι’ αὐτοῦ σὺ πάντα ἐπίστα‐ σαι καθὼς ἀκήκοα; —λέγει οὖν Νεκτεναβώ· ναί. —λέγει Ἀλέξ‐ ανδρος· δίδαξόν μοι ταῦτα ἐν οὐρανῷ καθὼς καὶ ἐν τῷ σκεύει | |
5 | μοι ἐδίδαξας. —ὁ δὲ Νεκτεναβὼ ἑτοίμως εἶχεν τοῦ δείξαι αὐτῷ. νυκτὸς δὲ καταλαβούσης ἐξέρχονται ἀμφότεροι ἐπί τινος ἀκρω‐ ρείας καὶ στήκουσιν ἐν τῷ ἄκρῳ τῆς πέτρας καὶ Νεκτεναβὼ δείκνυσι τῷ Ἀλεξάνδρῳ τὸν ἀστέρα. αὐτὸς δὲ ὡς δῆθεν μὴ σκοπῶν ἀκριβῶς πραγματευσάμενος ἐγγύθεν ἦλθε πρὸς Νεκ‐ | |
10 | τεναβὼ καὶ ὡς διελέγοντο ἀκοντίζει τοῦτον εἰς τὴν φάραγγα κάτω. καὶ δὴ μέλλων τελευτᾶν, Ἀλέξανδρος καταλαμβάνει καί φησιν· ὦ καθηγητᾶ, πάντα μὲν ᾔδεις, τοῦτο δέ σε ἐλάνθανεν; — ὁ δὲ μόλις που ἀπεκρίθη αὐτῷ· οὐδὲ τοῦτό με ἐλάνθανεν, ὦ παῖ, ἀλλ’ ἀκριβῶς ᾔδειν ὑπὸ τέκνου μου θανατωθῆναι. —καὶ | |
15 | τοῦτο εἰπὼν ἀφῆκε τὴν ψυχήν. ταῦτα ἀκούσας Ἀλέξανδρος μετ‐ | |
εμελήθη οὐ μετρίως. ἄρας δὲ αὐτὸν τοῖς ὤμοις ἔρχεται πρὸς Ὀλυμπιάδα. ἡ δὲ θεασαμένη αὐτῷ· τί τοῦτο; ἔφη. ὁ δὲ μετὰ δακρύων φησίν· νέος Αἰνείας Ἀγχίσην βαστάζω. φράσον δή μοι, ὦ μῆτερ, εἰ πατὴρ οὗτος τυγχάνει ἐμός. —ἡ δὲ διηγήσατο | 11 | |
20 | αὐτῷ πάντα καὶ ὡς ἐξ ἀρχῆς παρηκολούθησε, δακρύσας οὖν ἐπὶ τούτῳ Ἀλέξανδρος θάπτει αὐτὸν μετὰ τῆς προσηκούσης τιμῆς. καὶ οὐκ ἐγνώσθη ταῦτα Φιλίππῳ. | |
22 | ||
4.1 | Θαυμάζεται δὲ ἐν πᾶσι, ἔν τε φρονήσει καὶ ἀνδρείᾳ καὶ δεξιᾷ τύχῃ. μεταξὺ δὲ τούτων ἰδού τινες τῶν νεμόντων τοὺς ἵππους Φιλίππου φέρουσιν αὐτῷ ἀγγελίαν τοιάνδε· ὦ δέσποτα, ἵππος γεγένηται ἐν τῇ ἱπποστασίᾳ σου θαυμαστός, τῷ μὲν κάλ‐ | |
5 | λει ὑπὲρ τὸν Πήγασον, τῇ δὲ γνώμῃ δρακοντοανήμερος, καὶ | |
πολλοὺς ἐξ ἡμῶν κατέφαγε. μόλις δὲ ἠδυνήθημεν περιγενέσθαι αὐτοῦ. διορισάτω τοίνυν τὸ σὸν κράτος ποιῆσαι αὐτῷ τὸ δοκοῦν σοι. —ὁ δὲ Φίλιππος ἔφη· ἀγάγετε αὐτὸν ὅπως ἴδω. —καὶ ἀπελ‐ θόντες ἤγαγον τὸν ἵππον ἁλύσεσι δυσὶ δεδεμένον, φοβερὸν καὶ | 12 | |
10 | πλήρη κάλλους διαθέσεων, βοὸς κεφαλὴν ἔχοντα ἐκτετυπω‐ μένην τῷ δεξιῷ μηρῷ καὶ κέρας ἐν τῇ κεφαλῇ. θαυμάσας δὲ ὁ Φίλιππος ἐπὶ τῇ θεωρίᾳ τοῦ ἵππου ἐκέλευσε κάγκελον σιδη‐ ροῦν γενέσθαι κἀκεῖ δὲ τὸν ἵππον ἐγκλεισθῆναι, ἵνα τοὺς μέλ‐ λοντας θανάτῳ καταδικάζεσθαι δίδοσθαι τῷ ἵππῳ βοράν. οὐ | |
15 | γὰρ ἤσθιεν τί, εἰ μὴ κριθὴν καὶ σάρκας ἀνθρώπων. τούτου δὲ γενομένου οὐδεὶς ἐτόλμα πλησίον αὐτῷ ἐγγίσαι. | |
4.2 | Καὶ δὴ Ἀλέξανδρος ἐλθὼν ἐκ τῆς παιδοτριβῆς καὶ τῷ καγκέλῳ ἐγγίσας εἱστήκει θεωρῶν τὸν ἵππον. ὁ δὲ ἵππος τῇ τύχῃ ὑπετάσσετο καὶ τὴν κεφαλὴν ὑποκλίνας καὶ ἀποβαλὼν τὸ θρασὺ καὶ ἀνήμερον ἠρέμα ἵστατο. ὁ δὲ Ἀλέξανδρος βαλὼν | |
5 | τὴν χεῖρα διὰ τῆς ὀπῆς τοῦ καγκέλου δράσσεται τὸ ὠτίον τοῦ ἵππου καὶ ἕλκει πρὸς αὑτόν, ὁ δὲ ἠκολούθει δίκην βοὸς ἀροτῆ‐ ρος. ὁ δὲ ἐπιστὰς καὶ χαλινὸν τῷ στόματι αὐτοῦ ἐπιθεὶς ἐπέβη | |
ἐπάνω τοῦ ἵππου. | 13 | |
4.3 | Ὁ οὖν Φίλιππος ἀδνούμιον ποιήσας καὶ ἐπισκεπτόμενος τὸν στρατὸν ἐκαθέζετο ἐπί τινος μετεώρου τόπου, ἑκάστου τὴν ἱππασίαν κατανοῶν. καὶ ὡς ταῦτα οὕτως εἶχεν, ἰδοὺ Ἀλέξαν‐ δρος ἐποχούμενος τῷ Βουκεφάλῳ ἵππῳ· οἱ δὲ θεωροῦντες | |
5 | αὐτὸν ἔφευγον καὶ ἀπεκρύβοντο. καὶ ἦλθεν ἐν μέσῳ τοῦ θεά‐ τρου καὶ λίαν ἐμπειροτάτην ἱππασίαν ἐπιδειξάμενος, ὥστε θαυμάσαι πάντας καὶ Φίλιππον μειδιᾶσαι καὶ τὸ ἔμπειρον ἐπαι‐ νέσαι τῆς ἱππασίας· ἦν γὰρ ἐκ ταύτης τῆς ἡμέρας προσδοκῶν Ἀλέξανδρον δεύτερον Ἡρακλέαν, ὥστε δίδωσιν αὐτῷ Φίλιπ‐ | |
10 | πος ἄνδρας νεωτέρους καὶ ἅρματα καὶ ἵππους. καὶ οὕτως ἀνε‐ τρέφετο ἔν τε μαθήμασιν εὐδοκιμῶν καὶ ἐν ἱππασίοις κυνηγίοις | |
εὐτυχῶν. | 14 | |
5.1 | Ἐν μιᾷ οὖν τῶν ἡμερῶν μετὰ τῶν ἡλικιωτῶν αὐτοῦ συνὼν λόγους ἐκ λόγων προτεινόντων εἰσφέρεται λόγος, ὡς ὅτι ἐν Ῥώμῃ ἁρματηλατοῦσιν οἱ εὐδοκιμώτεροι τῶν βασιλέων παῖδες, καὶ τῷ νικήσαντι ἆθλα δίδοται παρὰ τοῦ Καπετωλ‐ | |
5 | λίου Διός, ὁ δὲ ἡττηθεὶς παρὰ τῶν νικησάντων θανατοῦται. ταῦτα ἀκούσας Ἀλέξανδρος ἔρχεται πρὸς τὸν πατέρα αὐτοῦ δρομαῖος καὶ λέγει· δέομαί σου, ὦ δέσποτα, τὸ ἐν ἐμοὶ κατα‐ θύμιον πλήρωσον, καὶ τὸ ἁρμόζον παρασχόμενος ἀπόστειλόν με ἐν Ῥώμῃ ἁρματηλατῆσαι. —ὁ δὲ Φίλιππος λέγει· ὦ βία | |
10 | ἀπὸ σοῦ, παῖ, οὔπω γάρ σοι ὄγδοον ἔτος διῆλθε καὶ ἁρματηλα‐ τῆσαι βούλει; οὐ συγχωρῶ σε τοῦτο πρᾶξαι, παῖς γὰρ ἡμῶν τυγχάνεις. —ὁ δὲ Ἀλέξανδρός φησιν· εἰ τοῦτό με οὐ συγχω‐ ρήσῃς μετ’ ὀλίγον ὄψει με τεθανατωμένον. | |
5.2 | Ἐπὶ τούτῳ πεισθεὶς ὁ Φίλιππος κατασκευάζει αὐτῷ σκεῦος, δοὺς καὶ πώλους ἑπτὰ οἵους ἐν πάσῃ Μακεδονίᾳ εὗρε κούφους τοῖς ποσί, ποιεῖ καὶ στολὴν οἷαν Ἀλέξανδρος διωρίσα‐ το, ἡλίου δὲ ἦν ἀνατέλλοντος ἡ χροιὰ τῆς στολῆς. κατακοσμή‐ | 15 |
5 | σας αὐτὴν χρυσίῳ καὶ λίθοις τιμίοις, λαβὼν δὲ μεθ’ ἑαυτοῦ στρατιώτας καὶ ὑπηρεσίαν ἱκανὴν κατῆλθεν ἐν Ῥώμῃ. | |
5.3 | Κατὰ δὲ τύχην καιρὸν οἱ ἁρματηλατοῦντες εἶχον καὶ τὸ Ὀλύμπιον ηὐτρεπίζετο, καὶ τρεῖς μὲν ηὑρίσκοντο, τέταρτος δὲ οὐκ ἦν. καὶ ἀθυμία περὶ τούτου τοῖς πολίταις κατεῖχε. κῆρυξ δὲ ἀνήρχετο κατ’ ἔθος ἐπιβοῶν τὸν βουλόμενον ἀγωνίσασθαι, | |
5 | ὡς ἅτε εὐγενῆ καὶ ἀνδρεῖον καὶ φίλον τοῦ Διός. τοῦ δὲ κήρυκος βοῶντος Ἀλέξανδρος ἐπιστὰς ᾔτει ἁρματηλατῆσαι. κυκλωσάν‐ των οὖν αὐτὸν πάντων καὶ θαυμαζόντων τό τε νέον τῆς ἡλι‐ κίας καὶ τὸ θρασὺ καὶ αὐστηρὸν τοῦ προσώπου καὶ τὸ εὐγενὲς τοῦ μειδιάματος ἐξεπλήττοντο. καὶ ὡς ταῦτα οὕτως εἶχεν, ἰδοὺ | |
10 | Νικόλαός τις υἱὸς βασιλέως, ἐμπειρότατος ἐν τῷ ἁρματηλατεῖν ἀνὴρ εὐμεγέθης καὶ ἀλκιμώτατος τῷ 〈Καπετωλ〉λίῳ ἐπιστὰς ἔφη· τί ἐνταῦθα ἧκες, παῖ; —ὁ δέ φησιν· ἁρματηλατῆσαι βού‐ λομαι. —ὁ δὲ Νικόλαος πτύελον τούτῳ τῇ ὄψει ἐπαφεὶς ὑπεχώ‐ ρησεν. ἐπὶ τούτῳ θυμομαχήσας ὁ Ἀλέξανδρος ἔφη· ὅτι παῖς | |
15 | τυγχάνω οἴδασι πάντες, φανήσομαί σοι ἐν τῷ ἁρματηλατῆσαι | |
βουλλοῦσθαι μείζων Ἄρεως καὶ Ἡρακλέως καὶ παρ’ ἐμοῦ τὸ ζῆν ἀπολέσεις. —ἐπιβοῶσιν ἐπὶ τούτοις οἱ λαοὶ Ἀλεξάνδρου ἐκ Διὸς ὡς † διυπεριθμηκότες †. | 16 | |
5.4 | Καὶ δὴ τῶν ὄχλων ἐπισυναχθέντων καὶ τῶν δήμων θρυλουμένων ἄγονται πάντες ἐν τῷ Ὀλυμπίῳ οἱ ἁρματηλα‐ τῆσαι βουλόμενοι. καὶ ἰδοὺ Νικόλαος τῇ οὐρανίῳ ἐζωσμένος ἐσθῆτι καὶ ὁ σὺν αὐτῷ Καλλισθένης 〈τῇ〉 ἰκασίῳ καὶ αὐτὸς | |
5 | ἐζωσμένος, μετὰ δὲ τούτοις Λαομέδων καὶ Ἀλέξανδρος, καὶ ὁ μὲν Λαομέδων ὀλύμπιος ὁ δὲ Ἀλέξανδρος ἀνατέλλων. καὶ μεγίστου θρύλου γενομένου οἱ τοῦ ὀλυμπίου μέρους φιληταὶ πρὸς Λαομέδοντα ἐπεβόουν· τί τὴν ψυχήν σου ἀπὸ σοῦ ποιῆσαι ἠθέλησας, ὦ Λαομέδον, καὶ σὺν μειρακίῳ ἐξῆλθες μάχεσθαι | |
10 | Νικολάῳ καὶ Καλλισθένει; ποῖαν βοήθειαν ἐκ τούτου τοῦ μει‐ ρακίου ἐκδέχει; μὴ κατάνευε ἁρματηλατῆσαι. —ὁ δὲ Λαομέ‐ δων ἔφη πρὸς αὐτούς· ὑμεῖς οἱ τοῦ μέρους τοῦ ὀλυμπίου ἄπιτε ἀπ’ ἐμοῦ, κἀγὼ παρὰ τοῦδε τοῦ μειρακίου ἐκδέχομαι στεφάνους ἐκ τοῦ Μειλιχίου Διός· ἀπὸ γὰρ τοῦδε τοῦ ἀγῶνος καὶ ἡ τοῦ πα‐ | |
15 | τρὸς προμαντεύεταί μοι βασιλεία. ταῦτα δὲ εἰπὼν κρατήσας Ἀλέξανδρον τῆς χειρὸς κατεφίλησε καὶ πρὸς τὸν δῆμόν φησιν· Ἀλέξανδρος καὶ ὁ νέος Οἰνόμαος. | 17 |
5.5 | Μεταξὺ δὲ τούτων τὸ Ὀλύμπιον ηὐτρεπίζετο, οἱ ἵπποι ἐζεύγνυντο καὶ ἕκαστος τὸ ἴδιον περιεποιεῖτο σκεῦος. Ἀλέξαν‐ δρος δὲ ζεύγνυσιν ἐν μὲν τῇ βίγᾳ δύο ἵππους βαδίους, τοὺς δὲ ἀκροτήρας δαγαλλίους, δεξιὸν μὲν τὸν Βουκέφαλον, ἀριστερὸν | |
5 | δὲ τὸν Πήγασον. καὶ εἱστήκεισαν κατὰ τάξιν, ὥστε πάντας λέ‐ γειν ἐν τοῖς Ὀλυμπίοις γενηθῆναι τοὺς Ἀλεξάνδρου ἵππους. τῶν δὲ βολίων ἀχθέντων καὶ τοῦ συνήθους ἐπιτελεσθέντος λαχμοῦ, ἔλαχε τὸν οὐράνιον παραβῆναι, μετὰ τοῦτον ἀνατέλ‐ λοντα τὸν Ἀλέξανδρον. ἵσταντο οἱ ὁρίζοντες, παρειστήκει 〈ὁ〉 | |
10 | μαππάριος, συμπαρῆσαν οἱ βλέποντες, οἱ σπεύδοντες ἐπεβόων, Ζεὺς ἄνωθεν ἑώρα, ἐν δὲ τῷ Καπετωλλίῳ ἀθλοθέτης ἐκάθη‐ το ὁ ἱερεὺς τοῦ Διός. ὁ ὄχλος θεωρεῖν συνεπείγετο οὐχ ὡς τὸ Ὀλύμπιον βλέπειν, ἀλλ’ ὡς τὸ ἀποβησόμενον Ἀλεξάνδρῳ· καὶ ἦν ἰδεῖν μυριάνθρωπον ὄχλον ἔχοντα ἕνα ὀφθαλμόν, καὶ αὐτὸν | |
15 | πρὸς Ἀλέξανδρον. | 18 |
5.6 | Μεταξὺ δὲ τούτων Ἀλέξανδρος τὴν σημασίαν ποιεῖ καὶ 〈ὁ〉 μαππάριος διὰ τῆς χειρὸς τοῖς ὄχλοις ἐμήνυσεν. οἱ δὲ ὄχλοι· ἰδοὺ ἡμεῖς ἐπεβόησαν, καὶ πολλοῖς ἔρις συνέπεσε καὶ κλύδων, σιγὴ δὲ τοῖς πᾶσιν ἐξ ἴσου ἐγένετο. ἀγὼν δὲ ἦν ὁ πλείων τῶν | |
5 | ἀγωνιζομένων. ὁ οὐράνιος δὲ ἄφνω τὸ σύνηθες ποιῆσας ση‐ μεῖον καὶ 〈ὁ〉 μαππάριος τῷ ὄχλῳ καταμηνύσας, ἰδοὺ ἡμεῖς ἐπιβοησάντων, αἱ †κάγκελοι† ἄφνω ἀνεῴχθησαν· τὸ θάμβος εἶχε τοὺς πάντας. ὡς γὰρ ἐξήλθοσαν ἅμα Νικόλαος καὶ Καλ‐ λισθένης μέσον δὲ τὸν Ἀλέξανδρον εἶχον, ὧδε κἀκεῖσε περι‐ | |
10 | σκοποῦντες τὸ ποῦ αὐτὸν θανατώσουσιν. ἤγετο δὲ Ἀλέξανδρος μέσον αὐτῶν καθάπερ χειμαζομένη ναῦς. ὡς δὲ τὸν ἐπὶ σφεν‐ δόνα κατέλαβον καμπ〈τ〉όν, ἐνδίδωσι τὰς ἡνίας Ἀλέξανδρος καὶ ὁ Βουκέφαλος περικλείει τοὺς ἵππους, καὶ τὸν μὲν Καλλισ‐ θένην περιδραμὼν τὸ σφενδόνιον ἀπερρίψατο, Νικολάου δὲ | |
15 | τῷ σκεύει ἐπέβη καὶ τοῦ πέρονος αὐτὸν πατάξαντος τελευτᾷ παραχρῆμα. οἱ δὲ ἵπποι αὐτοῦ διελύθησαν καὶ ἀπέθανον, καὶ μόνος Ἀλέξανδρος τὸν ἀγῶνα διετέλει. —Λαομέδων δὲ ἐκ | |
τῶν ὄπισθεν ἐρχόμενος ἐγκρατὴς γίνεται Καλλισθένη καὶ ὥρμησε κατὰ Ἀλεξάνδρου. ἐπιβοᾶτο νῦν ὁ δῆμος καταπαῦσαι | 19 | |
20 | Λαομέδοντα. Ἀλέξανδρος δὲ ὅμως ἐπὶ τούτοις θρασύνεται καὶ τῷ Λαομέδοντι ἐπεξέρχεται. ὁ δὲ Λαομέδων φρίξας τῶν ἵππων ἐγκρατὴς γίνεται καὶ ἱκετηρίοις αὐτὸν διανεύεται σχή‐ μασιν. ὁ δὲ οὐκ εἴχετο μέχρις ὁ τοῦ Διὸς ἱερεὺς ἀναστὰς δάφνην ἐξέπεμψε καθὼς ἔθος ἦν αὐτοῖς. καὶ μόλις πεισθεὶς Ἀλέξαν‐ | |
25 | δρος συγκεχώρηκε Λαομέδοντι. φιλονεικίαι δὲ ἐπὶ τούτοις καὶ βοαὶ καὶ κρότος. νικητὴς δὲ Ἀλέξανδρος ἀναδείκνυται καὶ πα‐ ρὰ πάντων εὐφημούμενος καὶ ὑπὲρ πάντων θαυμαζόμενος στε‐ φανοῦται παρὰ τοῦ ἱερέως, καὶ χρησμὸν λαμβάνει ἐκ Διός. ὁ δὲ χρησμὸς οὗτος· ἥκω μου τὸν ἀγῶνα τελέσας, Ἀλέξανδρε, στέμ‐ | |
30 | ματα δὲ ἐμὰ συνέχων ἄνυε, σὺ γένει μητρὸς καὶ πατρὸς τιμω‐ ρός, καὶ γεγονὼς ἄνασσε κόσμου. | |
5.7 | Λαβὼν δὲ τὸν χρησμὸν ἐξέρχεται Ῥώμης καὶ συνέρχον‐ ται δῆμοι καὶ πᾶσα ἡ πόλις σχεδὸν καὶ Λαομέδων ὁ σὺν αὐτῷ ἁρματηλατήσας, καὶ οὐκ ἠβούλετο καταλεῖψαι αὐτόν, νεανίσκος πάνυ χρηστὸς καὶ θεῶν ἄξιος. παλινοστοῦσι δ’ ὅμως θαυμάζον‐ | |
5 | τες ἐπὶ τῇ συνέσει καὶ ἀνδρείᾳ Ἀλεξάνδρου, ὕμνον αὐτῷ πλέ‐ ξαντες τόνδε· Αὔχει Φίλιππε, τέρπου Μακεδονία, ὁ μὲν γενέτης ἐντυχὼν Ἀλεξάνδρου, | |
ἡ δὲ πατρὶς τυχοῦσα καλεῖσθαι τούτου. | 20 | |
10 | αὐτὸν δ’ ὑπαντήσαντες στεφανωμένον, νικητὴν ἀήττητον, γεοῦχον μέγαν. ἀνατέλλων γὰρ κατηγλάϊσε Ῥώμην {ὡς ἀνατέλλων ἤθλησεν ἐν τῷ σταδίῳ} καὶ πάντας ἠμαύρωσε λοιποὺς ἀστέρας. | |
15 | δέχοιο δ’ αὐτόν, λαμπρὰ Μακεδονία, καὶ τοῖς ἐχθροῖς ἄμυναν ἐν τούτῳ δίδου· Ἀλέξανδρος γάρ ἐστιν ὁ κοσμοκράτωρ. Ταῦτα λέγοντες τὴν πόλιν διήρχοντο, δάφνας ἔχοντες ἐν χερσίν. Ἀλέξανδρος δὲ τὴν ὁδοιπορίαν ἐποιεῖτο πρὸς Μακεδονίαν. | |
19 | ||
6.1 | Μεταξὺ δὲ τούτων Φίλιππος τὴν Ὀλυμπιάδα ἀποβάλλεται καὶ ἑτέρᾳ γυναικὶ συνοικεῖν βουληθεὶς ἄγεσθαι τοὺς γάμους ἐκέλευσεν. ὡς δὲ οἱ γάμοι ἐτελοῦντο, τῶν κρότων ἐπιτεινόντων Ἀλέξανδρος τοῖς βασιλείοις ἐπεισέρχεται ἐστεφανωμένος, σκῆπ‐ | |
5 | τρον νίκης τῇ χειρὶ κατέχων, καὶ τῷ πατρὶ τὴν πρέπουσαν ἀπο‐ | |
δίδωσι τιμήν, καὶ παρ’ αὐτοῦ ἐκελεύσθη τῇ τραπέζῃ καθεσθῆ‐ ναι. καθεσθεὶς δὲ τὰ νικητήρια στέμματα καὶ τὰ ἐκ τοῦ Καπε‐ τωλλίου Διὸς στεφανώματα τῷ πατρὶ κελεύει ἐνεχθῆναι. | 21 | |
6.2 | Ὁ δὲ Φίλιππος θεασάμενος σκυθρωπὸς γίνεται καὶ με‐ ταμελεῖται ἐν οἷς ἔπραξεν εἰς Ὀλυμπιάδα. θεασάμενοι δὲ οἱ κεκλημένοι τὸ πρόσωπον Φιλίππου, διέγνωσαν αὐτοῦ τὸ ἐνθύ‐ μιον. καὶ δὴ κύλικα φέρουσι τῷ Φιλίππῳ· ὁ δὲ οὐκ ἤθελε πιεῖν. | |
5 | ἀναστὰς δὲ εἷς τῶν συνανακειμένων, ὃς ἦν πατὴρ Εὐρυμήδας τῆς ἄρτι ἀχθείσης Φιλίππῳ εἰς γάμον, ἔφη· πίε, δέσποτα Φίλ‐ ιππε, καὶ χάρηθι μετὰ Εὐρυμήδας, γεννήσεις γὰρ ἐξ αὐτῆς παίδας ἀμοιχεύτους. —ἐπὶ τούτοις ἐταράχθη Ἀλέξανδρος καὶ τῆς τραπέζης ἐξεπήδησε. ῥοπάλου δὲ ἐπιλαβόμενος ταῖς χερσὶν | |
10 | οὓς μὲν ἐφόνευσεν, οὓς δὲ ἡμιθανεῖς ἐποίησεν, ἄλλους τοῖς τοίχοις προσέκρουσε καὶ ἄλλους τοῦ παλατίου ἐκρήμνιζεν, ὥστε καὶ Φίλιππον θροηθῆναι καὶ φυγὴν μέλλοντα χρήσασθαι πε‐ ριπτωκέναι καὶ δεινῶς τὸν πόδα πληγῆναι, καὶ τῷ μὲν δέει τοῦ φόβου καὶ τῷ τῆς πληγῆς πόνῳ ἄφωνον κεῖσθαι, ὡσεὶ νε‐ | 22 |
15 | κρόν. καὶ ἦν ἰδεῖν ἄλλον Ὀδυσσέα περὶ τῆς τῶν μνηστήρων ἀπωλείας γενναίως ἀγωνιζόμενον, ἄφνω γὰρ αὐτοῖς ὁ θάνα‐ τος ἐπῆλθε καὶ τῷ δέει κατεβαπτίσθησαν, καὶ οἱ μὲν ἔθνησκον, οἱ δὲ ἔμελλον, οἱ δὲ ἔκειντο. | |
6.3 | Ἀλεξάνδρῳ δὲ τὰ περὶ τοῦ πατρὸς μηνύεται καὶ παρευ‐ θὺς καταλιπὼν τὸν πόλεμον εἰς τὰ βασίλεια ᾤχετο. καὶ κατα‐ λαβὼν τὸν πατέρα πεπτωκότα, ταῖς χερσὶ βαστάξας ἀπῄει ἐν τῷ κοιτῶνι καὶ τῇ κλίνῃ ἐπιτίθησι καὶ δῆθεν θεραπεύει τὸν | |
5 | πόνον. ὁ δὲ Φίλιππος {καὶ} τῷ πόνῳ ἐπιέζετο, καὶ τὸν Ἀλέ‐ ξανδρον βλέπων εἰς γέλωτα καὶ χαρὰν μετετρέπετο, καί· οἷον, ἔφη, παιδίον τοῖς τοσαύτοις καὶ τηλικούτοις κατεκυρίευσεν ἀν‐ δράσι. μικροῦ δὲ θροηθῆναι κἀμὲ πεποίηκε. καὶ ἁπλώσας τὴν χεῖρα κατέσχεν Ἀλέξανδρον, καὶ τῷ τραχήλῳ αὐτοῦ περιπλα‐ | |
10 | κεὶς ἡδέως κατησπάζετο. | 23 |
6.4 | Ἀντασπαζόμενος δὲ αὐτὸν Ἀλέξανδρος ἔφη· Ὀλυμπιὰς συνανασσέτω σοι, καὶ Φίλιππος ἀπεκρίνατο· ναί, συνανασσέτω, τέκνον μου, καὶ συνθνησκέτω μοι λόγου δίχα παντός, καὶ σέ μου τῆς βασιλείας διάδοχον καθίστημι. σύγγνωθί μοι δὲ τῷ | |
5 | πατρί σου ἅπερ ἔπραξα εἰς Ὀλυμπιάδα τὴν μητέρα σου. —Ἀλέ‐ ξανδρος δὲ δρομαῖος ἄπεισι καὶ ἄγει Ὀλυμπιάδα καὶ λέγει Φιλ‐ ίππῳ· μηδαμῶς μοι ἐπαισχυνθῇς, παῖς γάρ σου τυγχάνω, καὶ εἰ πληροφορῆσαί με θέλεις, κατ’ ὄψιν μου κοιμήθητι σὺν τῇ μητρί μου τῇ νυκτὶ ταύτῃ. —ὁ δὲ Φίλιππος οὐ τῇ νυκτὶ ταύτῃ, | |
10 | ἔφη, ἀναμείνωμεν, ἀλλὰ τῇ ὥρᾳ ταύτῃ πληροφορήσω σε, σφό‐ δρα γὰρ λελύπημαι περὶ αὐτῆς· ἂν δὲ αἰῶνα ζήσω, συμβασι‐ | |
λεύσει μοι. | 24 | |
7.1 | Τούτων οὕτως ἐχόντων καὶ ἡμερῶν τινων διελθουσῶν Φίλιππος τῆς νόσου περιεγένετο. καὶ δὴ πόλεμον Σκύθαι ὁπλί‐ ζουσι κατὰ Μακεδονίας, καὶ Φίλιππος ἀκούσας τὸν στρατὸν ἐπισκέπτεται, καὶ γνοὺς μὴ αὐταρκῶς ἔχειν πρὸς ἀντιπαράτα‐ | |
5 | ξιν αὐτῶν· πολὺ γὰρ τὸ Σκυθικὸν πλῆθος ἦν, ὡσεὶ χιλιάδες πεντακόσιαι. ἐν ἀμηχανίᾳ οὖν ὑπῆρχεν ὁ Φίλιππος καὶ προσκα‐ λεσάμενος πάντας τοὺς φίλους αὐτοῦ διηπορεῖτο περὶ τοῦ πολέ‐ μου, ὡς ἂν τί διαπράξοιτο. καί φησιν Ἀριστοτέλης· ὦ δέσποτα Φίλιππε, δὸς τὸν πόλεμον Ἀλεξάνδρῳ καὶ τῇ τύχῃ διαπράξοιτο. | |
7.2 | Καὶ παρευθὺς προσκαλεῖται Φίλιππος Ἀλέξανδρον καὶ λέγει· ἰδοὺ καιρὸς ἀγῶνος ὑπὲρ πατρίδος, Ἀλέξανδρε, ἐκλη‐ ρώθη σου τῇ τύχῃ ὁ πόλεμος. φράσον δή, πῶς ἂν ἔχῃς περὶ αὐτοῦ, προοίμιον γάρ σου τῆς εὐτυχίας ὁ λόγος προβέβληται. | |
5 | σκόπει οὖν τὰ περὶ τοῦ πολέμου. —ὁ δὲ Ἀλέξανδρος ἵστατο, καὶ συνειστήκεισαν πάντες, ἱστάμενος δὲ ἐμειδία καὶ μειδιῶν ἐθρασύνετο, καὶ χαρίεντι τῷ προσώπῳ τῷ πατρὶ ἀντεφθέγξα‐ το· καὶ τί μοι ταῦτα οὐ πρὸ πολλοῦ ἔλεξας, ἀλλ’ ἦς ἀθυμῶν | |
καὶ ἀπορούμενος δι’ ἀθροισμὸν μυρμήκων πολλῶν; ἐξελεύσο‐ | 25 | |
10 | μαι δὴ καὶ καταπολεμήσω αὐτούς, καὶ τοὺς δυνατοὺς αὐτῶν θήσω δὲ αὐτοὺς εἰς ἀφανισμόν. οὐ γὰρ ἐν πλήθει αἱ νῖκαι καὶ αἱ ἧτται, ἀλλ’ ἐκ τῆς ἄνωθεν δεδώρηνται προνοίας. ἐπὶ τούτοις πάντων οἱ ὀφθαλμοὶ τῷ Ἀλεξάνδρῳ ἠτένιζον καὶ θαυμάζεται παρὰ πάντων, ἵστατο δὲ μέσον αὐτῶν ὡς ἀστὴρ | |
15 | ἐκλάμπων. καὶ Φίλιππος φησίν· ἄπιθι, τέκνον, ὅσα ἡ πρόνοια τίθησιν ἐν τῇ ψυχῇ σου ποίει. | |
7.3 | Ἐξῆλθεν δὲ Ἀλέξανδρος καὶ μετ’ αὐτοῦ τριάκοντα χι‐ λιάδες ἀνδρῶν νεανίσκων καὶ ὥρμησε τοὺς Σκύθας πολεμῆ‐ σαι. καὶ ἡ μὲν Σκυθῶν παράταξις ἀναρίθμητος ἦν, ἡ δὲ τύχη Ἀλεξάνδρου ἀκαταγώνιστος. καὶ δὴ λαμβάνει μεθ’ ἑαυτοῦ | |
5 | ὀλίγους τινὰς καὶ καταλαμβάνει τινὰ ἀκρώρειαν. καὶ τὸ φοσ‐ σᾶτον ἐπισκοπῶν ἐπιτηδειότατον σκέπτεται τόπον, ὃς δύσβατος ἦν καὶ τοῖς Σκύθαις ἄγνωστος. στραφεὶς δὲ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἅπαν τὸ πλῆθος, καὶ διίστησιν ἀπελθὼν γύρωθεν τοῦ τῶν Σκυθῶν φοσσάτου νυκτὸς μήκοθεν. ἐν δὲ τῷ δυσβά‐ | |
10 | τῳ τόπῳ ἄδειαν ἀφίησιν, καὶ ἐπιλέκτους ἄνδρας ἐν αὐτῷ ὡσεὶ δισχιλίους κρύπτεσθαι προσέταξεν. ἐκέλευσε δὲ τοῖς κύκλω‐ θεν πᾶσιν ἀνὰ τριάκοντα ἢ καὶ πλείους καμίνους ἀνάπτειν. τού‐ | |
του δὲ γενομένου καὶ τῶν Σκυθῶν θεασαμένων τὸ ἀνείκαστον τῶν λαμπάδων οὐκ εἶχον τί διαπράξασθαι, φόβος γὰρ καὶ ἔν‐ | 26 | |
15 | νοια ἀμβλυοῖ φρένας. καὶ δὴ πάντοθεν περισκοπήσαντες ὁρῶ‐ σιν ἐν τῷ τόπῳ οὗ Ἀλέξανδρος τὸ ἔνεδρον ἐποίησεν ἄδειαν εἶναι τῶν λαμπάδων. καὶ ἔδοξεν αὐτοῖς διὰ τῆς νυκτὸς φυγῇ χρησαμένοις ἐκεῖθεν διασωθῆναι. παραχρῆμα δὲ καταλιπόν‐ τες τὴν πᾶσαν αὐτῶν ἀποσκευὴν ὥρμησαν εἰς φυγήν. Ἀλέξαν‐ | |
20 | δρος δὲ θεασάμενος ἀψοφητὶ αὐτοὺς ἐκ τῶν ὄπισθεν ἠκολού‐ θει μετὰ πάντων τῶν στρατευμάτων αὐτοῦ. ὡς δὲ ἐν τῷ τόπῳ ἐγένοντο Σκύθαι καὶ τῷ χωνεύματι εἰσβάντες, σαλπίζει ὄπισ‐ θεν αὐτῶν Ἀλέξανδρος καὶ βοῶσι Μακεδόνες. καὶ Σκύθαι ἀλ‐ λήλους κατωθοῦσι, καὶ τὸ ἔνεδρον ἐκ τῶν ἔμπροσθεν ὑπεξέρ‐ | |
25 | χεται καὶ ἄνωθεν εἰσβάλλουσι, καὶ ἵσταντο Σκύθαι μηδὲν ἄλλο εἰ μὴ τὸν θάνατον ἐκδεχόμενοι. φωνὰς δὲ ἱκετηρίους προσέφε‐ ρον καὶ ἀλλήλους δεσμεῖν ἐπεχείρουν. ἐπικάμπτεται τούτοις Ἀλέξανδρος καὶ παρευθὺς ἀνέχεσθαι τοῦ πολέμου ἐκέλευσε, πάντας δὲ εἶπεν δεθῆναι καὶ ἄγεσθαι ἐν τῷ φοσσάτῳ αὐτοῦ | |
30 | ὡς ἂν τὰ περὶ αὐτῶν σκέψηται. | 27 |
7.4 | Καὶ δὴ ἀπελθόντες ἐν ᾧ ἀφωρίσθησαν τόπῳ Ἀλέξαν‐ δρος τοὺς προύχοντας αὐτῶν παριστάναι ἐκέλευσε. παρίσταν‐ ται δὲ τρέμοντες καί φησι πρὸς αὐτούς· οἴδατε ὡς ἡ πρόνοια παρέδωκεν ὑμᾶς εἰς χείρας Μακεδόνων, καὶ οὐκ ἠδυνήθητε | |
5 | ἀντιστῆναι τὰ ἴχνη τῶν ποδῶν ἡμῶν. ἔστε μοι δοῦλοι ἢ οὔ; — οἱ δὲ μετὰ φόβου εἶπον· δοῦλοί σού ἐσμεν, δέσποτα, καὶ δου‐ λεύσομέν σοι εἰς τὸν αἰῶνα, κἂν ὑμῖν δοκεῖ. —καὶ πεσόντες προσκυνοῦσιν αὐτόν. Ἀλέξανδρος δὲ ὡσανεὶ φιλοφρονούμενος αὐτοὺς ἐκέλευσεν τοῦ δεσμοῦ ἀφεθῆναι καὶ σὺν αὐτῷ εἰς τὴν | |
10 | πόλιν Φιλίππου εἰσελθεῖν, ὡς ἐπινίκιον ἐπιδείξασθαι νῖκος, ἔπειτα δὲ συγχωρηθῆναι καὶ ἀπελθεῖν εἰς τὰ ἴδια. φόρους ἐτησίους ἐκέλευσε τελεῖν τοῖς Μακεδόσιν. | |
12 | ||
8.1 | Καὶ δὴ τὴν πόλιν καταλαβόντες θόρυβος καὶ βοὴ ἐγένετο | |
καὶ προϋπαντῶσιν Ἀλέξανδρον καὶ τὰ συμβάντα διηγοῦνται. τὰ δὲ συμβάντα τάδε ἦν· ὡς Ἀνάξαρχος ὁ Θεσσαλονικέων τύ‐ ραννός ποτε παριὼν ἐξενίζετο παρὰ Φιλίππου, καὶ ξενισθεὶς | 28 | |
5 | θεωρεῖ Ὀλυμπιάδα, καὶ ἔκτοτε φιλικῶς εἶχε πρὸς αὐτήν. μα‐ θὼν δὲ τὴν τῶν Σκυθῶν κατὰ Μακεδόνων ἔφοδον ὡσεὶ δώ‐ δεκα χιλιάδας ἀνδρῶν μεθ’ ἑαυτοῦ λαβὼν φθάνει Μακεδονίαν, τοιόνδε τρόπον ἔχων ἐν ἑαυτῷ· χάριν συμμαχίας ἐλθεῖν καὶ εἰ μὲν δυνηθῇ ἁρπάξαι Ὀλυμπιάδα, εἰ δὲ μὴ δυνηθῇ ὡς σύμμα‐ | |
10 | χος πάλιν ἀντιστραφήσεται λογισθείς. ἡ δὲ τύχη εὐάλωτον δίδωσιν Ὀλυμπιάδα. μαθὼν γὰρ ὁ Φίλιππος τὴν Ἀλεξάνδρου πρὸς Σκύθας νίκην καὶ ὅτι ἐγκρατὴς αὐτῶν γίνεται, λαβὼν Ὀλυμπιάδα ἐξέρχεται εἰς ἀπάντησιν Ἀλεξάνδρου. καταλιπὼν δὲ αὐτὴν ἔν τινι προαστείῳ, ἐκεῖνος μεθ’ οὗ ἐπεφέρετο στρατοῦ | |
15 | ἐξῆλθε τοῦ μετεωρισθῆναι. Ἀνάξαρχος δὲ ταῦτα μαθὼν ἐπεισ‐ έρχεται καὶ ἁρπάζει Ὀλυμπιάδα καὶ ἀνθυποστρέφει. Φίλιπ‐ πος δὲ μαθὼν καταδιώκει αὐτὸν μεθ’ οὗ ἐπεφέρετο ὀλιγοστοῦ στρατοῦ. | |
8.2 | Ταῦτα μαθὼν Ἀλέξανδρος μετὰ σπουδῆς ἐκτείνει τὴν | |
φάλαγγα καὶ καταδιώκει Ἀνάξαρχον λαβὼν μεθ’ ἑαυτοῦ ὡσεὶ ὀκτακισχιλίους ἱππεῖς, καὶ μετὰ σπουδῆς κατέλαβε. προκατα‐ λαμβάνει δὲ τοῦτον Φίλιππος καὶ πόλεμον συνάψας καὶ λαβὼν | 29 | |
5 | πληγὴν κατὰ τοῦ στέρνου ἐπεπτώκει τοῦ ἵππου. εὑρὼν δὲ αὐτὸν Ἀλέξανδρος ἐρριμένον καὶ ἰδὼν ἔτι ἐμπνέοντα, ἐάσας αὐτὸν ᾤχετο ἐπὶ τὸν πόλεμον καὶ περικυκλώσας αὐτοὺς ἄρχεται κό‐ πτειν ἀφειδῶς. τῶν δὲ μετὰ Ἀναξάρχου εἰς φυγὴν τραπέντων, καταλιμπάνουσιν Ὀλυμπιάδα· ὁ δὲ Ἀλέξανδρος ἕνα τῶν Ἀνα‐ | |
10 | ξάρχου κρατήσας ἔφη· ὑπόδειξόν μοι Ἀνάξαρχον καὶ τὸ ζῆν σοι μὰ τὴν πρόνοιαν χαρίσομαι. —ὁ δὲ δείκνυσιν αὐτὸν εἰπών· βλέ‐ ψον ἐν μέσῳ τῆς φάλαγγος, καὶ ὃν ἂν ἴδῃς λευκὴν ἔχοντα στο‐ λὴν καὶ περικεφαλαίαν χρυσὴν καὶ ποικίλῳ ἵππῳ ἐποχούμενον, αὐτός ἐστιν Ἀνάξαρχος. | |
8.3 | Σημειωσάμενος οὖν Ἀλέξανδρος εἶδεν αὐτὸν καὶ παρα‐ λαμβάνει μεθ’ ἑαυτοῦ τετρακοσίους ἱππεῖς εἰς μέσον τῆς φάλαγ‐ γος ὥρμησε. πάντες δὲ † τόπον τῷ θανάτῳ ἐδίδοσαν † καὶ κα‐ ταλιμπάνουσιν Ἀνάξαρχον μόνον. ἐγκρατὴς δὲ τούτου γενόμε‐ | |
5 | νος Ἀλέξανδρος οὐδεμίαν ἄλλην εἶχε φροντίδα ἀλλ’ αὐτὸν | |
μόνον λαβὼν πρὸς τὸν πατέρα ἐπάνεισιν. ὁ δὲ Φίλιππος ἐν ταῖς ἐσχάταις ἀναπνοαῖς ἦν. φησὶ πρὸς αὐτὸν Ἀλέξανδρος· ὁ πατὴρ ὁ ἐμός, ἀνάστηθι καὶ ἀμύνου τὸν ἐχθρόν σου ἐν τῇ χειρί σου. — καὶ τίθεται κατενώπιον αὐτοῦ Ἀνάξαρχος δεδεμένος. | 30 | |
8.4 | Ὁ δὲ Φίλιππος ἔτι ἐμπνέων πήξας ταῖς χερσὶν ἀνίσταται καὶ λαβόμενος τοῦ ξίφους σφάζει Ἀνάξαρχον. ἐκ δὲ τοῦ αἵματος αὐτοῦ λαβὼν ἐπιρραντίζει Ἀλέξανδρον καὶ ἐπὶ τῷ ὄχλῳ Μακε‐ δόνων εἶπεν· οὕτω γενέσθω πᾶσι τοῖς ἀνθεστηκόσιν Ἀλεξάν‐ | |
5 | δρῳ καὶ Μακεδόσιν. Ὀλυμπιὰς δὲ παρειστήκει πενθοῦσα, ἐμβλέψας δὲ πρὸς αὐτὴν μόλις καί που λέγει· ὡς καὶ σὺ θαυ‐ μαστὴ τοιοῦτον τέξασα παῖδα. —ἐπὶ Ἀλεξάνδρῳ δὲ τὸ ὄμμα ἐκτείνας καὶ αὐτοῦ τῷ τραχήλῳ ἐφαψάμενος τῇ κεφαλῇ αὐτοῦ ἐπικλίνας ἐξέπνευσε. | |
8.5 | Πενθοῦσιν τε ἐπ’ αὐτῷ Μακεδόνες καὶ ἄγουσιν ἐν τῇ πόλει ἐπὶ χρυσέου κραββάτου καὶ θάπτουσιν αὐτὸν καθὼς αὐ‐ τοῖς ἔθος ἦν. | |
3 | ||
9.1 | Οἱ οὖν Σκύθαι μετὰ τὸ παύσασθαι τὸν καιρὸν τοῦ θρή‐ νους προσῆλθον Ἀλεξάνδρῳ αἰτοῦντες τὸ δοκοῦν αὐτῷ. ὁ δὲ ἀπέστειλεν αὐτοὺς εἰς τὰ ἴδια εἰπών· ἀπελθόντες ἄνδρας μοι δοκίμους εἰς συμμαχίαν εὐτρεπίσατε ὡσεὶ χιλιάδας τριάκοντα, | 31 |
5 | πάντας τοξότας. ὁπόταν δὲ πρὸς ὑμᾶς ἀποστείλω, τούτους ἐκ‐ πέμψατε πρὸς μέ. εἰ δὲ καὶ τοῦτο μὴ βούλεσθε, ἔσονται κἂν ἡμῖν εἰς συμμαχίαν ὁπόταν ἐλεύσομαι τὴν γῆν ὑμῶν ἐκδαφί‐ σαι. —ἐπὶ τούτοις Σκύθαι προσκυνοῦσιν Ἀλέξανδρον καὶ θεὸν αὐτὸν ἀναγορεύουσιν, οἴκαδε ἀναχωρήσαντες συνταξάμενοι δὲ | |
10 | αὐτὸν δουλικῶς διακεῖσθαι καὶ μέχρι πέμπτης γενεᾶς. | |
9.2 | Μετὰ δὲ τὴν τελευτὴν Φιλίππου Ἀλέξανδρος Μακεδονίας βασιλεὺς ἀνηγορεύθη. | |
9.3 | Παραχρῆμα δὲ προστάσσει ἐπισυναχθῆναι πάντας τοὺς ἐν οἱᾳδήποτε τεχνουργίᾳ ἀσχολουμένους, ἔν τε σιδήρῳ καὶ χαλκῷ καὶ ξύλοις. καὶ τοῖς μὲν χαλκεῦσι προστάσσει θώρα‐ κας καὶ περικεφαλαίας καὶ ξίφη ποικίλα ἔν τε δόρασι καὶ ἱστοῖς | |
5 | καὶ μαχαίρας ποιεῖν, τοῖς δὲ ξυλουργοῖς ἀσπίδας καὶ τόξα καὶ δοράτων ἅστας, καὶ ἀπέστειλεν εἰπών· τῶν προσταχθέντων | |
ὑμῖν ὃς ἂν ἀμελήσειεν θανάτῳ παραδοθήσεται. | 32 | |
10.1 | Τούτων οὕτως ἐχόντων ἀπὸ ἀνατολῶν Δαρεῖος ὁ Περ‐ σῶν βασιλεὺς ἀγγέλους πρὸς Μακεδονίαν ἐξέπεμψε περὶ τῶν ἐτησίως διδομένων φόρων, ὥστε αὐτοὺς ἀναλαβέσθαι καὶ πρὸς αὐτὸν τὸ τάχος ἀνθυποστρέψαι. ὡς δὲ τὴν βασιλεύουσαν Φιλίπ‐ | |
5 | που πόλιν κατέλαβον, ὡς ἔθος ἦν αἰτοῦνται τὸν βασιλέα ὑπεξέρ‐ χεσθαι καὶ δουλικῶς τοῖς Περσικοῖς γράμμασι προσκυνεῖν ὡς αὐτὸν τὸν βασιλέα Περσῶν καὶ μετὰ τῆς προσηκούσης τιμῆς τοὺς ἀγγέλους ὑποδέχεσθαι· Ἀλέξανδρος οὐκ ἐποίει. ἀποστέλ‐ λει δὲ πρὸς αὐτοὺς Ἀντίοχον τὸν ἐπὶ πάντων αὐτοῦ, καὶ αὐτὸν | |
10 | νεανίσκον ὡσεὶ χρόνων δεκατριῶν, καὶ μετ’ αὐτοῦ τινας τῶν μεγιστάνων, τοὺς πάντας χρυσέοις περιβεβλημένους θώραξιν, καὶ τὸ δόρυ Ἀλεξάνδρου Ἀντίοχος ἐπεφέρετο. ὡς δὲ τὴν πύ‐ λην ἐπῄεσαν τῆς πόλεως ἀπέστειλε πρὸς αὐτοὺς Ἀντίοχος ἄγ‐ γελον λέγων· τοῦτο ὑμῖν τὸ σημεῖον ἔστω τοῖς ὑπὸ Δαρείου | |
15 | ἀποσταλεῖσιν, ὡσὰν πρὸς ἡμᾶς καταλάβητε, πεσόντες προσκυ‐ | |
νήσατε τὸ Ἀλεξάνδρου δόρυ. εἰ δὲ καὶ τοῦτο ὑμῖν οὐ δόξει, θα‐ νάτῳ ὑμᾶς ἀπολεῖ. —ταῦτα ἀκούσαντες οἱ τοῦ Δαρείου τὰ ἀσυν‐ ήθη καὶ ἀπροσδόκητα ῥήματα καὶ ἐν ἐκπλήξει πολλῇ γενόμε‐ νοι κἂν μὴ θέλοντες τὰ προσταττόμενα ἐποίουν. καὶ προσελθόν‐ | 33 | |
20 | τες προσκυνοῦσι τὸ δόρυ Ἀλεξάνδρου καὶ ἀσπάζονται τοὺς πό‐ δας Ἀντιόχου. καὶ ἐξ ἀναλόγου ταῦτα ἐγίνοντο. ἃ γὰρ οἱ ὑπὸ Δαρείου ἀποσταλέντες ἐποίησαν, τοῦτο μάλιστα παρὰ τοῦ βα‐ σιλέως ἤλπιζον ἀπολαβεῖν τὸ σέβας, ὡς κύριον πάσης γῆς εἶ‐ ναι Δαρεῖον τῶν Περσῶν βασιλέα. | |
10.2 | Ἀλέξανδρος δὲ ἐπί τινος τόπου μετεώρου καθήμενος, παρειστήκεισαν αὐτῷ παίδες Μακεδόνων χρυσόζωνοι καὶ συ‐ ρικοφόροι. αὐτὸς Ἀλέξανδρος τὴν ἀνατέλλοντος ἐσθῆτα ἦν ἠμφιεσμένος, καὶ στέφανος ἐπὶ τῇ κεφαλῇ αὐτοῦ ἐκ χρυσοῦ καὶ | |
5 | λίθου καὶ μαργαρίτου νικητικὸν ἄνωθεν ἔχων σημεῖον οἷος 〈ὁ〉 Ζεύς. καὶ οὐκ ἦν αὐτὸν ἀπεικάζων ἐν οὐδενὶ εἰ μὴ τῷ Διΐ, τοὺς δὲ περὶ αὐτὸν ἀστέρας, καὶ δίκην ἀστέρων ἦσαν ἐκλάμποντες. ἀπὸ δὲ τῆς πύλης τῆς πόλεως μέχρις Ἀλεξάνδρου ἵστατο πλῆ‐ θος πολύ, καὶ πάντες ἔνοπλοι ἔνθεν καὶ ἔνθεν ἦχοί τε καὶ κρό‐ | |
10 | τοι καὶ σαλπίγγων φωναὶ καὶ εὐφημία καὶ συνδρομὴ καὶ πλῆθος. ὡς δὲ τὴν πύλην ἔμελλον εἰσιέναι οἱ περὶ Κανδαύλην καὶ Ἀρ‐ ζέμβαρ κελεύει Ἀντίοχος σὺν αὐτῷ γαιηβάτως ἄγεσθαι πρὸς Ἀλέξανδρον. αὐτοὶ δὲ τὰ προστασσόμενα ἐποίουν καὶ φόβος αὐτοῖς εἶχε καὶ ἔκπληξις· τὰ γὰρ παρ’ ἐλπίδα ἐρχόμενα φοβερὰ | 34 |
15 | τοῖς ἀπείροις ἐμφαίνονται. ὡς δὲ τὴν πόλιν διήρχοντο οὐδὲν εἶχον πρῶτον θεωρεῖν, πάντα γὰρ αὐτοῖς ἐθαυμάζοντο. ἐπεὶ δὲ καὶ πρὸς Ἀλέξανδρον κατέλαβον καὶ ἐπ’ αὐτῷ τοὺς ὀφθαλ‐ μοὺς ἀποστείλαντες, ἔδοξαν θεόν τινα θεωρῆσαι. πεσόντες δὲ προσκυνοῦσιν Ἀλέξανδρον καὶ δὴ ἀναστάντες οὐκ ἤθελον ἐξ | |
20 | αὐτοῦ ἀνταίρειν τοὺς ὀφθαλμούς, καὶ εἰ ἤθελον οὐκ ἠδύνοντο. πρὸς γὰρ τὴν γῆν βιαζόμενοι βλέψαι, οἱ ὀφθαλμοὶ ἀντανακλώ‐ μενοι πρὸς Ἀλέξανδρον αὐτοὺς ἀτενίζειν κατηνάγκαζον. οὐ γὰρ ἦν αὐτοῖς κόρος τῆς θέας. τρισσῶς δὲ προσκυνήσαντες τὴν ἐπιστολὴν Δαρείου τῷ Ἀλεξάνδρῳ ὑπέδειξαν. Ἀντίοχος δὲ | |
25 | ταύτην λαβὼν ἀναγινώσκει τῷ Ἀλεξάνδρῳ. | |
10.3 | Τὰ δὲ τῇ ἐπιστολῇ ἐμφερόμενα τάδε ἦν· Ἐπειδὴ τὸ τῆς μοναρχίας κράτος μόνῳ Δαρείῳ τῷ θεῷ δίδοται—καὶ τίς θεὸς πλὴν Δαρείου ὃς ἐγκρατὴς τῆς ὑπου‐ | |
ρανὸν ἐκ τῆς περὶ αὐτοῦ ἀπείρου δυνάμεως ἐγένετο; —ἄρχει | 35 | |
5 | δὲ βασιλεῖς καὶ τοπάρχας. ἐπὶ τούτῳ οὖν γινωσκέτω τὸ ἡμέτερον κράτος μὴ λανθάνειν Μακεδόνας· εἰ δὲ καὶ τέως ἔλαθεν, διὰ τῶν παρόντων τανῦν ἀποστελλομένων παρ’ ἡ‐ μῶν οὐρανίων ἀνθρώπων πάντα τὰ περὶ ἡμῶν διδαχθήσε‐ σθε, καὶ τὸ παρὰ τῆς θείας ἡμῶν προνοίας ἄρχειν Μακεδό‐ | |
10 | νων ἐγχειρισθεὶς δουλικῶς τὸ σέβας τῷ κράτει ἡμῶν ἀπο‐ νέμοιτο, τοῖς παρ’ ἡμῶν ἀποσταλεῖσι τοὺς ἐτησίους φόρους παρασχεῖν, συγχωρηθῆναι παρὰ τῆς θειότητος ἡμῶν ἐν τῷ τέως ἄρχειν. ἐπεγράφη· ΔΟΥΛΟΙΣ ΘΕΟΥ ΔΑΡΕΙΟΥ ΤΗΣ ΓΗΣ ΠΑΣΗΣ | |
15 | ΚΥΡΙΟΥ. | |
10.4 | Ὡς δὲ ταῦτα ἀνέγνω Ἀλέξανδρος διαρρήξας τὴν ἐπιστο‐ λὴν ἐπ’ ὄψεσι τῶν ἀπεσταλμένων τῷ ἐδάφει προσέρριψεν εἰπών· Ἄπιτε, εἴπατε Δαρείῳ τῷ ὑμετέρῳ θεῷ τὰ πρὸς πόλε‐ μον εὐτρεπίζειν, εἰ μὴ τάχιον δώροις εἰς τὰ ἀγνοίᾳ γραφέντα | |
5 | μοι ἐκμειλίξεται. γινωσκέτω δὲ ταῦτα Δαρεῖος· Ἀλεξάνδρου βασιλεύοντος Μακεδόνες φόρους οὐ τελοῦσιν. ἄπιτε καὶ τὸ συμ‐ φέρον ὑμῖν μετὰ Δαρείου τοῦ θεοῦ ὑμῶν πραγματεύσασθε. — οἱ δὲ πεσόντες προσκυνοῦσιν Ἀλέξανδρον καὶ ἐξελθόντες ἀπῄεσαν τὴν ὁδοιπορίαν πρὸς Δαρεῖον ποιούμενοι. | 36 |
10.5 | Καταλαβόντες δὲ τὴν Περσίδα ἔρχονται πρὸς Δαρεῖον καὶ στάντες ἔμπροσθεν αὐτοῦ ἀναγγέλλουσι πάντα καί· Ὦ δέσποτα, εἶπον, ὅτι ἐξέπληξεν ἡμᾶς παῖς Μακεδονικός. καὶ τάδε τὰ λεχθέντα ἡμῖν παρ’ αὐτοῦ, λοιπὸν ὃ βούλει ποίει. — | |
5 | ταῦτα ἀκούσας ὁ Δαρεῖος προσκαλεσάμενος ἑτέρους ἀγγέλους ἀποστέλλει πρὸς Ἀλέξανδρον, δοὺς αὐτοῖς φραγγέλιον ἐκ ξύλου καὶ σχοινίον καὶ στρομβίδιον καὶ αὐτὸ ἐκ ξύλου, καὶ σκευροὺς δύο εἰπών· Τάδε εἴπατε ἀπελθόντες Ἀλεξάνδρῳ· λαβὼν τόδε τὸ φραγγέλιον καὶ στρομβίδιον παῖζε μετὰ τῶν σῶν Μακεδό‐ | |
10 | νων παίδων, ἐν δὲ τοῖς δυσὶ σκευρίοις τοὺς ἐτησίους εἰσβαλὼν φόρους ταχέως ἀπόστειλον συγγνώμην αἰτούμενος τῶν πρώην σου ἀγνοημάτων. ἐπίσταμαι γὰρ παιδίον εἶναι Φιλίππου. | |
10.6 | Δεξάμενος οὖν Ἀλέξανδρος τό τε φραγγέλιον καὶ στρουμ‐ βίδιον τοὺς μὲν ἀγγέλους ἐμαστίγωσεν εἰπών· Διὰ τί τοὺς σκεμ‐ βροὺς πρὸς μὲν ἀγαγεῖν ἐτολμήσατε; πλὴν τάδε εἴπατε Δαρείῳ· ἀπὸ θεῶν ἀπέχεις, τανῦν δὲ καὶ τῆς βασιλείας σου αὐτοπροαιρέ‐ | 37 |
5 | τως ἐστέρησαι. ἄκων γὰρ καὶ μὴ βουλόμενος κύριόν με πάσης γῆς μεμάντευσαι ἀποστείλας {καὶ} τὸ σφαιροειδὲς στρομβίδιον· ὁ γὰρ κόσμος σφαιροειδῶς σχηματίζεται. τὸ δὲ φραγγέλιον καὶ τοῦτο μάστιξ ἐστὶν οὐχὶ ἄλλων τινῶν εἰ μὴ δεσπότου πρὸς οἰκέ‐ τας. ἐπεὶ δὲ τοὺς σκεμβροὺς κενοὺς ἀποστεῖλαι ἐτόλμησας τὴν | |
10 | πρὸς ταῦτα ἄμυναν ἐκδέχου· τάχιστα γὰρ ἐλεύσομαι διερευνῶν σε καὶ πεῖραν Μακεδονικὴν ἐπάξω ἐπὶ σέ, ἵνα μάθῃς Ἀλεξάν‐ δρῳ μὴ ἀντιλέγειν. ἂν δὲ θεὸς ᾖς ἔγωγε οὐκ οἶδα. ταχέως δὲ ὑμεῖς ἄπιτε πρὸς τὸν θεὸν ὑμῶν. —ταῦτα διαγορεύσαντος οἱ δὲ πρὸς Δαρεῖον ᾤχοντο. | |
14 | ||
11.1 | Ἀλέξανδρος κήρυκας ἐκπέμπει ἐπὶ πᾶσαν Μακεδονίαν τοῖς βουλομένοις συνεισελθεῖν αὐτῷ ἐν τῷ πολέμῳ. τούτου δὲ γενομένου ὥς ἔκ τινος θείας προνοίας πάντες ἐξῄεσαν ἀπὸ νεανίσκου καὶ μέχρι πρεσβυτέρου, οἱ πάντες ἔφιπποι ἐνωπλισ‐ | |
5 | μένοι. ἐπισκεψάμενος οὖν αὐτοὺς Ἀλέξανδρος εὗρεν ἄνδρας χιλιάδας τετρακοσίας. ἐκλογὴν δὲ ποιησάμενος ἐξ αὐτῶν εὗρεν ἄνδρας χιλιάδας διακοσίας, τοὺς δὲ λοιποὺς ἔταξε Μα‐ | |
κεδονίαν φυλάττειν καταστήσας ἐπ’ αὐτοὺς ἄρχοντας καὶ Ἀρι‐ στοτέλην τὸν καθηγητὴν αὐτοῦ ἐκπροσωποῦντα αὐτῷ ἐν Μα‐ | 38 | |
10 | κεδονίᾳ σὺν Ὀλυμπιάδα τῇ μητρὶ αὐτοῦ. | |
11.2 | Ἀποστέλλει δὲ καὶ πρὸς Σκύθας ἄγγελον λέγων ὃς ἂν βούλοιτο, ἐλευσάτω αὐτῷ εἰς συμμαχίαν. ἀποστέλλει δὲ αὐτῷ Σκύθης ἱππεῖς τοξότας χιλιάδας ἑβδομήκοντα πάντας νεανίσ‐ κους ἐκλεκτούς. καὶ ἐγένετο πᾶσα ἡ δύναμις Ἀλεξάνδρου χι‐ | |
5 | λιάδες διακοσίαις ἑβδομήκοντα. | |
11.3 | Προσκαλεσάμενος δὲ ἐκ τῶν ἀρχόντων Φιλίππου οἵτινες ἐν τοῖς πολέμοις πολλάκις μετ’ αὐτοῦ λέγει αὐτοῖς· Ἔλθατε καὶ ὑμεῖς μετ’ ἐμοῦ. —οἱ δὲ βαρέως ἤνεγκαν τὸ ῥῆμα καὶ εἶπον αὐτῷ· Ὦ δέσποτα, ἡμεῖς πλείστους κόπους μετὰ τοῦ πατρός | |
5 | σου ὑπεμείναμεν, τανῦν δὲ ἔασον ἡμᾶς ἀνέ〈σε〉ως τυχεῖν. οὐ γὰρ ἔχεις ἡμῶν χρείαν. —ἐπὶ τούτοις Ἀλέξανδρος ἀπεκρίθη· Οὐχ ὑμῶν χρεία ἐν πολέμῳ—μὴ γένοιτο—ἀλλ’ ἐν καιρῷ εὐκαιρίας {λέγει}. ὁρῶν τὰ Φιλίππου καὶ ὑμῶν ἀριστεύματα καὶ οὐ μικράν μοι περιποιεῖσθε παρηγορίαν. τὰ γὰρ παρ’ ὑμῶν | |
10 | λεγόμενα ἐγείρουσι τὰς τῶν νεωτέρων καρδίας. —ἐπὶ τούτοις οὐκέτι ἀντεῖπον ἀλλ’ ἤ· Τὸ δοκοῦν σοι γενέσθαι ἔφησαν, πᾶν γὰρ τὸ παρὰ σοῦ λεγόμενον ἐκ προνοίας λέλεκται. καὶ χρεὼν ἡμῖν ὑπείκειν τοῖς σοῖς προστάγμασιν. | |
11.4 | Ἀπάρας οὖν Ἀλέξανδρος ὥρμησε κατὰ Θεσσαλονίκης. ὁ δὲ τηνικαῦτα τύραννος Πολυκράτης πρὸ τοῦ πλησιάσαι Ἀλέ‐ ξανδρον τοῖς ὅροις Θεσσαλονίκης ἀποστέλλει πρὸς αὐτὸν πρέσ‐ βεις εἰρήνην αἰτούμενος καὶ συνεκπέμπει χρυσίον τε καὶ ἀργύ‐ | 39 |
5 | ριον καὶ τὸν ἴδιον παῖδα, γράψας ἐπιστολὴν τοιάνδε· Τῷ δεσπότῃ τῆς οἰκουμένης Ἀλεξάνδρῳ τῷ θειοτάτῳ καὶ ἐν θεοῖς, Πολυκράτης ὁ ἀνάξιος ἱκέτης χαίρειν. Ἐπειδήπερ τῇ προνοίᾳ ἀδύνατον οὐδὲν πάντας τῇ τύχῃ ὑπο‐ τάσσεσθαι χρεών, διὸ δὴ καὶ σὲ τὸν θειότατον ἡμῶν βασι‐ | |
10 | λέα ἀκριβῶς εἰδότες ἐκ θείας προνοίας γεγονότα, καὶ ὡς τὰ δοκοῦντά σοι πάντα εὐκαίρως ἡ τύχη πεποίηκε. δουλικῶς εἰ καὶ μὴ θέλουσιν οἱ τὴν ὑπουρανὸν ἅπαντες οἰκοῦντες τῷ κράτει σου τὸ σέβας ἀπονεμέτωσαν. ὅθεν κἀγὼ ἀκριβῶς ἐπιστάμενος τὰ σὰ εὐτυχῆ πλεονεκτήματα τὴν πρὸς σέ μου | |
15 | δούλωσιν διὰ τοῦδε τοῦ εὐτελοῦς γραμματίου ἀνήγαγον. ἐν ἀκριβείᾳ δὲ βουλόμενος πιστῶσαι τῷ κράτει σου, πέπομφά σοι καὶ ὅν μοι ἡ τύχη μονογενῆ παῖδα ἐχαρίσατο σὺν οἰκτρο‐ | |
τάτοις δώροις. δέχοιο τήνδε μου τὴν ἱκετήριον δέησιν, καθ’ ἅ ἐστιν ἀρεστὸν ἐν τοῖς ὀφθαλμοῖς σου. ἔρρωσον ὁ ἡμέτερος | 40 | |
20 | κύριος καὶ τὰ δοκοῦντά σοι δῆλα ἡμῖν τοῖς δούλοις σου ποί‐ ησον. | |
11.5 | Δεξάμενος οὖν Ἀλέξανδρος τὴν ἐπιστολὴν καὶ ἀναγνοὺς ἐπικάμπτεται τῇ δεήσει Πολυκράτους, δεξάμενος καὶ τὰ παρ’ αὐτοῦ ἐκπεμφθέντα δῶρα καὶ τοὺς ἀπεσταλμένους φιλοφρονη‐ σάμενος ἀπέστειλε πρὸς Πολυκράτην, γράψας αὐτῷ ἐπιστολὴν | |
5 | τοιάνδε· Ἐπειδήπερ ἐκ θείας προνοίας δέδοται ἡμῖν ἡ ἀρχὴ καὶ ὅτι τῇ τύχῃ ὑποτάσσεσθαι χρή, ταῦτα ἐν ἀληθείᾳ ἔλεξας. οὐ γὰρ ἐγὼ πέπεισμαι γίνεσθαί τι τῆς ἄνωθεν δίχα προνοίας. ἐπὶ τούτῳ τὸ δοκοῦν ἡμῖν ἐξιλέωσας καὶ τὴν ὑπ’ Ἀναξάρχου | |
10 | τοῦ πατρός σου ἐξαναφθεῖσαν ὀργὴν κατέσβεσας οὐ τοῖς ἀποσταλεῖσιν ἡμῖν δώροις, ἀλλὰ τῇ παρακλήσει τοῦ γράμ‐ ματος καὶ τῇ τοῦ υἱοῦ ἀποστολῇ. καὶ ἔστω Χαρμίδης ὁ παῖς σου σὺν ἡμῖν τὴν σὴν ἀναμιμνῄσκων με εὐγνωμοσύνην. ἔρρωσον. | |
11.6 | Μετὰ δὲ τὸ ὑποταγῆναι αὐτῷ Θεσσαλονίκην τὴν πορείαν ἐπὶ τοὺς ἄνωθεν ἐποιεῖτο Σκύθας. καὶ δὴ τριῶν ἡμερῶν διελ‐ | |
θουσῶν πρέσβεις ἥκασιν ἐκ Σκυθίας φάσκοντες δουλικῶς ὑποκεῖσθαι αὐτῷ, εἰ συγχωρήσει ἂν τοῦ μὴ ἐπιβῆναι αὐτοῖς | 41 | |
5 | τηνικαῦτα Ἀλέξανδρον. ὁ δέ φησι πρὸς αὐτούς· Ἄπιτε ἐν τῇ γῇ ὑμῶν καὶ ἀποστείλατέ μοι ἄνδρας τοξότας χιλιάδας ὅσας βούλεσθε. καὶ ἰδοὺ ἐγὼ πρὸς Λακεδαιμονίους ἀπερχόμενος πολεμήσω. ἐλεύσονται δέ μοι δι’ ἡμερῶν ἑξήκοντα· τῆς δὲ προθεσμίας παρελθούσης καὶ μήπω οἱ προσδοκώμενοι ἥξουσι | |
10 | πρὸς ἡμᾶς, ἐφ’ ὑμᾶς ἐπεκτείνω τὴν φάλαγγα καὶ οὐ μεταστρα‐ φήσομαι. —οἱ δὲ Σκύθαι συνετάξαντο πάντα τὰ προσταχθέντα δουλικῶς ποιεῖν. ἀπέστειλεν αὐτοὺς φιλοφρονησάμενος πορευ‐ θῆναι εἰς τὰ ἴδια. | |
13 | ||
12.1 | Τούτου δὲ γενομένου Ἀλέξανδρος κατὰ Λακεδαιμονίων ὥρμησεν. ἀκουστὸν δὲ ἐγένετο πάσῃ τῇ Ἑλλάδι καὶ φόβος αὐτοῖς καὶ τρόμος ἐπέπεσεν καὶ διηποροῦντο τί ἂν διαπράξοιντο. | |
καὶ δὴ καταλαμβάνουσι πάντες οἱ τῶν πόλεων ἔξαρχοι ἐν Ἀθή‐ | 42 | |
5 | ναις, ἐκεῖσε γὰρ ἦν αὐτῶν ἡ ἀρχή. δώδεκα δὲ ῥήτορες τῷ τότε καιρῷ διεῖπον τὴν πᾶσαν ἀρχὴν Ἑλλάδος. συνήρχοντο δὲ πάν‐ τες ὁμοῦ καὶ βουλὴν ἐδίδοσαν τί ἄρα περὶ Ἀλεξάνδρου διαπρά‐ ξοιντο. ἐπὶ τρισὶ δὲ ἡμέραις διαπορούμενοι καὶ τὸ συμφέρον διερευνῶντες οὐκ ἦν αὐτοῖς τὸ ἀρέσκον τὸ σύνολον. ἄλλοι μὲν | |
10 | αὐτῶν ἀντιπαρατάξεσθαι Ἀλεξάνδρῳ ἔλεγον, ἄλλοι δὲ τὸ ἀνάπαλιν ἐπεφώνουν. καὶ ἦν αὐτοῖς ἄωρος ἡ τύχη. | |
12.2 | Καὶ δὴ πάντες συμβουλευόμενοι μάχεσθαι Ἀλεξάνδρῳ, Σοφοκλῆς ἀντεφθέγξατο· Καὶ ποῦ ἡμῖν ἐλπὶς νίκης 〈καὶ τοῦ〉 τῷ Ἀλεξάνδρῳ μὴ ὑπείκειν; —οἱ δὲ περὶ Ἀντισθένην καὶ Παρ‐ μενίδην φασίν· Ἔχομεν λόγους ἐκ προγόνων· ὁπόταν τῇ πόλει | |
5 | ἡμῶν ἐπῆλθε Διόνυσος πᾶσαν ὑποτάξας γῆν, ἀλλὰ ἀντεῖπον αὐτῷ Θηβαῖοι καὶ μέγιστα κατ’ αὐτοῦ ἦραν τρόπαια καὶ ἀχρεῖον αὐτὸν ἀποστρέφουσιν ὡσεὶ ἀδρανῆ. καὶ μὴ κρείσσων Ἀλέξαν‐ δρος Διονύσου. | |
12.3 | Ἐπὶ τούτοις Διογένης παριὼν ἀκούει τὰ λεγόμενα καὶ περιστραφεὶς εἶπεν· Εἴπατε δή μοι, οἱ τῶν Θηβαίων ἔξαρχοι, ἐν τῷ τότε καιρῷ τίς ὁ ὑπὲρ Θηβῶν ἀγωνιζόμενος καὶ τίνες | |
οἱ τότε στρατηγοί; —οἱ δὲ εἶπον· Ὁ μὲν πρόμαχος Ἀτρεύς, οἱ | 43 | |
5 | δὲ μετ’ αὐτῶν στρατηγοὶ † οἷος ἐστὶ † καὶ ὁ θαυμαστὸς Ὕλλος, ὃς καὶ βασιλεύειν Λακεδαιμονίοις πρῶτος ἐνδείκνυται. —καὶ Διογένης ἐπὶ τούτῳ γελῶν εἶπε· Καὶ ὦ συμφορᾶς, Ὕλλον ἐξ αὐτῶν μοι παραστήσατε μόνον, καὶ ἐρῶ ὑμῖν Ἀλεξάνδρῳ ἀντι‐ παρατάξασθαι. εἰ δὲ μὴ τοῦτο ποιήσητε, οὐ μόνον Ἀλεξάνδρῳ | |
10 | οὐκ ἀντιμαχήσεσθε ἀλλὰ καὶ τὰ τείχη Θηβῶν ἐδαφίσατε. — καὶ ταῦτα εἰπὼν διῆλθεν, ἀλλ’ οὐκ ἔπειθεν τὸν ὅμιλον εὔλογον λέγειν, ἵστατο δὲ αὐτῶν ἡ βουλὴ τὰ πρὸς μάχην εὐτρεπίζεσθαι. | |
12.4 | Ἐπὶ τούτῳ καταλαμβάνει Ἀλέξανδρος καὶ παρεκτείνει τὴν φάλαγγα καὶ τὰ εἰς εἰρήνην 〈ἦν〉 αὐτοὺς ἐρωτῶν. αὐτοὶ δὲ μᾶλλον ἐπὶ πλεῖον ἐθρασύνοντο καὶ ἀποστρέφουσι τοὺς ἀγγέλους Ἀλεξάνδρου οὐ μετρίως ὑβρίσαντες. Ἀλέξανδρος δὲ τῶν ἐκεῖ‐ | |
5 | σε ὑποχωρῶν μικρόν τι ἐκ τῆς πόλεως εἶπεν αὐτοῖς· Ὦ ὑμεῖς, ἐπ’ ἐσχάτου μετανοήσαντες οὐδὲν ὠφελήσετε. —καὶ δὴ ὡς ἀπὸ | |
σταδίων δώδεκα ἔπηξε φοσσᾶτον Ἀλέξανδρος ἐκδεχόμενος τὸν ἐκ Σκυθῶν αὐτῷ ἐπερχόμενον λαόν. μετ’ οὐ πολλὰς οὖν ἡμέρας φθάνουσιν οἱ προσδοκούμενοι ποικίλως ἐνωπλισμένοι, | 44 | |
10 | θώρακας ἔχουσιν οἱ πάντες ἁλυσιδωτοὺς καὶ ἀσπίδας κατὰ στίχας λευκάς, καὶ τόξα καὶ φαρέτρας καὶ δόρατα. ἐπισκεψά‐ μενος οὖν αὐτοὺς εὗρε χιλιάδας ὀγδοήκοντα πέντε. | |
12.5 | Κατ’ αὐτὴν δὲ τὴν ὥραν ἐπὶ Θήβας διίστησι πόλεμον καὶ ἐπέστη τῇ πόλει καὶ ἤρξατο πολιορκεῖν αὐτήν. καὶ οὐκ ἦν ἀριθ‐ μὸς τῶν τοξότων, ἀπὸ γὰρ τῆς βολῆς ὁ ἥλιος οὐκ ἐφαίνετο. καὶ ἦν ἰδεῖν θαῦμα μέγιστον· οἱ γὰρ τοῖς τείχεσι χάριν πολέμου | |
5 | ἐφιστάμενοι δίκην φύλλων ἐκ τοῦ τείχους κατήρχοντο, ἐῴκε‐ σαν γὰρ δένδροις φυλλορρ〈ο〉οῦσι καὶ ὑπ’ ἀνέμων βιαίων κλο‐ νουμένοις. ἐν τούτοις νυκτὸς καταλαβούσης Θηβαῖοι ἐξέρχονται καὶ δοῦλοι ἄκοντες τοῖς Μακεδόσι προσῄεσαν μόνον τὸ ζῆν ἐξαι‐ τούμενοι. καὶ ὁ ἀνθιστάμενος Ἀλεξάνδρῳ οὐκ ἦν. | |
12.6 | Δημοκεύς τις ἐν πείρᾳ αὐλοῦ μουσικοῦ ἐν πάνυ ἐλεημονη‐ τικοῖς κρούσμασιν ἐπηύλει Ἀλεξάνδρῳ ἐπιδεόμενος καὶ τοῖς | |
ποσὶν ἐπακολουθῶν ἐδέετο ἀνέχεσθαι θυμόν. ἐπὶ τούτοις προσ‐ έσχεν Ἀλέξανδρος καί φησι πρὸς Δημοκέα· Ὦ βέλτιστε σύ, | 45 | |
5 | ἐπίτεινον δή σου τοῖς κρούσμασι. καὶ Ὀρφεὺς γὰρ κιθαρίζων, Θῆβαι ἐκτίζοντο, καὶ τοῦτο μισθὸς τῷ Θρᾳκὶ ὥστε αὐτὸν κιθα‐ ρίζειν, ὃν ἀκούοντες ἀντὶ μισθοῦ τῆς ἡδονῆς ἔκτιζον. καὶ οὕτως Θῆβαι ὑπὸ Ὀρφέως ἐκτίσθησαν· σοῦ δὲ αὐλοῦντος εἰς βάθρον καταστραφήσονται. —ταῦτα εἰπὼν οὐκ ἐκάμφθη τὸ σύνολον | |
10 | ἀλλ’ ἦν ὁ θυμὸς αὐτοῦ ἐπὶ τοῖς ἀνθεστηκόσιν αὐτῷ. | |
12.7 | Ὡς δὲ ἐπαύσατο ὁ πόλεμος περιιὼν Ἀλέξανδρος καὶ περισκοπῶν τὰ ἀναθήματα ἐντυγχάνει Διογένην ἔν τινι ἡλιακῷ καθεζόμενον τόπῳ καί φησιν· Οὗτος δὲ τίς; —οἱ δὲ περὶ αὐτὸν ἔφησαν· Οὗτος Διογένης ὁ φιλόσοφος ὁ πολλάκις συμβουλεύσας | |
5 | Ἀθηναίοις τῷ σῷ μὴ μάχεσθαι κράτει. —ταῦτα ἀκούσας Ἀλέ‐ ξανδρος καταλαμβάνει τὸν τόπον εἰς ὃν Διογένης καθήμενος ἡλιάζετο—πρωὶ γὰρ ἦν καὶ ὁ Διογένης τῷ κρύει ἐπιέζετο— καί φησιν Ἀλέξανδρος· Ὦ Διόγενες, τί σοι χαρίσομαι; —ὁ δέ· Οὐδέν, ἔφη, ἄλλο ἢ τὸν ἥλιόν μοι χάρισαι ἀπιὼν ἀπ’ ἐμοῦ ἵνα | |
10 | τὸ παρὸν θερμανθῶ. —ἐπὶ τούτῳ ὁ Διογένης θαυμάζεται ὡς τῶν γηίνων μὴ ἐφιέμενος. | |
11 | ||
13.1 | Ἀπάρας οὖν τῶν ἐκεῖσε Ἀλέξανδρος ᾤχετο Ῥώμην κα‐ ταλαβεῖν. καὶ σχεδὸν προυπαντῶσιν αὐτῷ πρέσβεις ἀπὸ πάν‐ των τῶν ἐθνῶν καὶ προσκυνοῦσιν ἔμπροσθεν αὐτοῦ, ἄγοντες αὐτῷ δῶρα χρυσίον τε καὶ ἀργύριον ὧν οὐκ ἔστιν ἀριθμός, | 46 |
5 | συνερχόμενοι αὐτῷ πάντες εἰς συμμαχίαν. καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους. καὶ δὴ καταλαμβάνει τὴν Ῥώμην καὶ προυπαντῶ‐ σιν αὐτῷ Ῥωμαῖοι μετὰ τυμπάνων καὶ χορῶν, κλάδη δαφνῶν ἔχοντες ἐν χερσί, καὶ τῷ Ἀλεξάνδρῳ ἐπεισιόντες βασιλέα κοσ‐ μοκράτορα τοῦτον ἀνηγόρευον. εἰσελθὼν δὲ ἐν τῇ πόλει ἄπει‐ | |
10 | σιν ἐν τῷ Καπετωλίῳ {Διός}, καὶ ὁ ἱερεὺς δέχεται αὐτὸν καὶ ξενίζεται παρ’ αὐτῷ. ὁ δὲ λοιπὸς ὄχλος ὅσοι μὲν ἐν τῇ πόλει Ῥωμαίων ἐχωροῦντο ἐν αὐτῇ μιτατεύονται, τὸ δὲ λοιπὸν πλῆ‐ θος ἐν τοῖς πέριξ χωρίοις. | |
13.2 | Διατρίψαντος οὖν Ἀλεξάνδρου ἐν Ῥώμῃ ἰδοὺ καὶ Λαομέ‐ δων ὁ συναρματηλατήσας αὐτῷ σὺν χιλιάσι πεντήκοντα ἧκεν εἰς συμμαχίαν Ἀλεξάνδρου, ἔχων μεθ’ ἑαυτοῦ δῶρα ἔν τε χρυ‐ σίῳ καὶ λίθοις καὶ μαργαρίταις. δέχεται τοῦτον Ἀλέξανδρος | |
5 | καὶ γνησίως κατησπάζετο καί· Ὦ γενναῖε, εἶπεν, ἧκάς μοι καὶ μετὰ Δαρείου μαχομένῳ σύμμαχον εἶναι. | |
13.3 | Ἀπάρας οὖν ἀπὸ Ῥώμης ὥρμησε κατὰ δυσμῶν καὶ οὐκ ἦν αὐτῷ ὁ ἀνθιστάμενος. καὶ προσυπαντῶσιν αὐτῷ πᾶσαι αἱ βασιλεῖαι δυσμῶν καὶ δώροις ἐκμειλίσσονται αὐτὸν καὶ παρα‐ καλοῦσι μὴ ἐπιβῆναι αὐτῶν τὴν γῆν. ἐπεκάμφθη οὖν ἐπ’ αὐτοὺς | 47 |
5 | Ἀλέξανδρος καὶ συνετάξατο ἀντιστραφῆναι εἰ φόρους αὐτῷ τελέσωσι χρόνων δώδεκα. καὶ συνέθεντο τοῦτο ποιῆσαι καὶ ἤγαγον αὐτῷ χρυσίου τε καὶ ἀργυρίου ἀναρίθμητον πλῆθος. καὶ λαβὼν αὐτὸ Ἀλέξανδρος ἀνθυποστρέφει καταλιπὼν αὐτοῦ πάντων ἐν πᾶσι κύριον τὸν Λαομέδοντα. | |
13.4 | Ἐκεῖθεν δὲ ἀνθυποστρέψας τοῖς τοῦ νότου μέρεσιν ἐπι‐ βαίνει καὶ ὑπέταξεν ἔθνη πολλὰ καὶ ποικίλα. καὶ διῆλθεν τὴν οἰκουμένην καὶ εἰσῆλθε τὴν ἀοίκητον καὶ διώδευσε μέχρι τοῦ Ὠκεανοῦ. καὶ εὗρεν ἀνθρώπους δικεφάλους καὶ ἀκεφάλους | |
5 | καὶ ὀφιόποδας καὶ ἐπολέμησε μετ’ αὐτῶν. καὶ ἔφυγον ἀπ’ αὐτοῦ διότι οὐκ ἦν ἰσχὺς ἐπ’ αὐτοῖς. | |
13.5 | Εἶπε δὲ Ἀλέξανδρος περὶ αὐτῶν ὅτι Ὥσπερ οὗτοι οἱ δι‐ κέφαλοι ἄνθρωποι καὶ ἀκέφαλοι φοβεροὶ μὲν τοῖς ὁρῶσι φαί‐ νονται, ἐν δὲ τῷ πολεμεῖν οὐ κατισχύουσιν ἀλλ’ ἀποροῦντες φεύγουσιν ἑαυτοῖς βοηθῆσαι μὴ δυνάμενοι. οὕτως καὶ ἐπὶ ὄχλον | |
5 | πολὺν ἀπεικονίζεται· δύο ἔχοντες ἀρχάς, τῇ μὲν μιᾷ τῇ ἑτέρᾳ μὴ ὑποκυπτούσῃ καὶ τῇ ἑτέρᾳ τῇ ἄλλῃ μὴ ὑποκλινομένῃ κἂν τάχα καὶ συμμαχῆσαι ἀλλήλοις θέλωσιν, ἀλλ’ εἰς τὸν ἕτερον βλέπων μήπως ὁ ἕτερος φυγὼν τὸν ἕτερον καταλείψῃ, ἀμφό‐ τεροι φεύγουσιν. καὶ οὐκ ἔστιν αὐτοῖς ἰσχὺς πολεμῆσαι λαῷ | 48 |
10 | μίαν ἀρχὴν ἔχοντι. ὡσαύτως καὶ ὁ λαὸς ὁ ἀκέφαλος τῷ κε‐ φαλὴν ἔχοντι ἀντιστῆναι οὐ δύναται, καθὼς καὶ οὗτοι οἱ παρ‐ ηλλαγμένοι ἄνθρωποι βλέπονται. καὶ γὰρ ὁ δύο κεφαλὰς ἔχων ἄνθρωπος τῷ μίαν ἔχοντι κεφαλὴν οὐ δύναται μάχεσθαι, ἀνίσχυρος γάρ ἐστιν. ὁμοίως δὲ καὶ ὁ μὴ κεφαλὴν ἔχων τὸν | |
15 | κεφαλὴν ἔχοντα φεύγειν, οὐ γάρ ἐστιν ἰσχὺς ἐν αὐτῷ. ὡσαύ‐ τως δὲ καὶ οὗτοι οἱ τοὺς πόδας ὄφεις ἔχοντες· οὐχ ὑποτάττου‐ σιν αὐτοὺς ἀλλ’ ὅπου θέλουσιν οἱ ὄφεις ἐκεῖ ἄγουσι τοὺς ἐπ’ αὐτῶν ἱσταμένους. καὶ γὰρ κἂν θέλωσιν ἀντιστῆναι οὐ δύναν‐ ται ὅτι φεύγουσι καὶ μὴ βουλόμενοι. οὕτως ἐστὶ καὶ ἐπὶ λαοῦ μὴ | |
20 | ἔχοντος ὑποταγήν. τοῖς ἄρχουσι μὴ ὑποτασσόμενοι ἑαυτοὺς καὶ μὴ βουλόμενοι θανατοῦσι καὶ οὐ δύνανται τῷ ὑποταγὴν ἔχοντι ἀντιπαρατάξασθαι κἂν ἀλκιμώτατοι καὶ ἀνδρεῖοι ὑπάρχωσιν. | |
13.6 | Ἐκεῖθεν οὖν διελθὼν εὗρε γυναῖκας δυσθεωρήτους καὶ λίαν μεγίστας, ὡς εἶναι αὐτὰς πάντων ὧν περιῆλθον δυσ‐ μαχώτεραι καὶ ταχύτεραι. αὗται δὲ ἐν τῷ τρέχειν τοὺς μασ‐ θοὺς ἐν τοῖς ὤμοις τιθέασιν. ἔνδυμα δὲ αὐταῖς ἡ τῶν τριχῶν | |
5 | δασύτης. αὗται δὲ ἐπελθοῦσαι πτεροῖς ἦσαν πετομέναι. εἰς παντελῆ δὲ ἀπορίαν ἦλθον Μακεδόνες ταύτας ὡς ἐθεάσαντο | |
πετομένας καὶ πρὸς αὐτοὺς μαχομένας. Ἀλέξανδρος δὲ ταύτας ὡς εἶδεν προστάσσει πῦρ ἀνάπτειν καὶ ὑπεράνωθεν κρατεῖν· αἵτινες τὴν φύσιν τοῦ πυρὸς ἀγνοήσασαι ἀσκόπως κατέπεσον | 49 | |
10 | ἐπ’ αὐτοὺς καὶ τῶν πτερῶν καέντων οὐκέτι ἀνάξαι ἴσχυσαν. πεπτωκυῖαι δὲ ἀνῃρέθησαν ὑπὸ τῶν στρατιωτῶν τοῖς ξίφεσιν. ἀνεῖλον δὲ καὶ αὗται τοῖς ὄνυξιν ἑκατὸν στρατιώτας. τοιούτου δὲ τρόπου χρώμενοι μόλις διήλθοσαν αὐτάς. | |
13.7 | Τὰ ἐκεῖθεν δὲ οὐκέτι διελθεῖν ἔχοντες τοῦ Ὠκεανοῦ αὐτοῖς κωλύοντος τῆς εἰσόδου, τὴν δὲ ἀριστερὰν κρατήσαντες παράλιον Ὠκεανοῦ καὶ τὰ πρὸς βορρᾶν περιπατήσαντες τὴν οἰκουμένην κατέλαβον. πολέμους δὲ πλείστους μετὰ βαρβάρων | |
5 | ποιήσας πάντα τὰ ἑσπέρια ὑπέταξε. | |
5 | ||
14.1 | Ἐκεῖ οὖν τὰ στρατόπεδα ἀναπαύσας προστάσσει τοῖς βαρβάροις ναῦς αὐτῷ κατασκευάσαι, οἵτινες ἑτοίμως εἶχον καὶ ἤγαγον ἐπ’ αὐτόν. ἡ δὲ ναῦς ἦν χωροῦσα ἄνδρας χιλίους μετὰ πάσης τῆς ἀπαρτίας αὐτῶν. καὶ συναγαγὼν πάσας τὰς ναῦς | 50 |
5 | καὶ ἐρευνήσας εὗρε χιλιάδας δύο, εἰς ἃς ἐπιβὰς πανστρατὶ νό‐ του πνεύσαντος οὐρίως δι’ ἡμερῶν τριάκοντα ἦλθε Σέλευκος μὲν ὁ ἀρχιστράτηγος αὐτοῦ σὺν ναυσὶ χιλίαις ἐν 〈Κι〉λικίᾳ. καὶ ἐξελθὼν ἐκ τῶν ναύκλων ἐκεῖ Σελεύκειαν τὴν πόλιν ἔκτισεν ἐπὶ τῷ ἰδίῳ ὀνόματι. Ἀλέξανδρος δὲ καὶ αὐτὸς ἀποβὰς σὺν | |
10 | ναυσὶ πεντακοσίαις πλησίον εἰς 〈Κι〉λικίαν ᾠκοδόμησε καὶ αὐ‐ τὸς πόλιν ἐπὶ τῷ ὀνόματι αὐτοῦ καὶ Ἀλεξάνδρειαν αὐτὴν ἐκάλε‐ σεν. Ἀντίοχος δὲ 〈σὺν ταῖς λοιπαῖς ναυσὶν ἦλθεν〉 ἐν τῷ πρὸς 〈Κι〉λικίαν μέρει, ἐν ᾧ καὶ αὐτὸς ἐκεῖσε πόλιν ἔκτισεν ἐπὶ τῷ ἰδίῳ ὀνόματι. καὶ οὐκ ἔγνωσαν ποῦ ἕκαστος αὐτῶν διατρίβει. | |
14.2 | Ἀλέξανδρος δὲ ἀπάρας τῶν ἐκεῖσε τὴν παράλιον διήνυ‐ σεν ὁδὸν τὴν ἐπὶ δυσμάς. ἐρχόμενος δὲ ἔμαθε περὶ Σελεύκου, καὶ Σέλευκος μεμαθήκει περὶ Ἀλεξάνδρου, καὶ ἀμφότεροι ἑνω‐ θέντες εἴχοντο τῆς ὁδοιπορίας. διερχόμενοι δὲ περὶ Ἀντιόχου | |
5 | μανθάνουσι καὶ καταμηνύουσιν αὐτὸν καὶ ἀμφότεροι ἑνώθησαν ἐν τόπῳ τινί. καὶ ἐν τῷ τόπῳ πόλιν ᾠκοδόμησαν καὶ Ὁμονα‐ δὴν αὐτὴν ἐπωνόμασαν διὰ τὸ ὁμαδευθῆναι αὐτοὺς ἐν αὐτῇ. καὶ ὁμοῦ βαδίσαντες οἱ τρεῖς διελθόντες τὰ ἐκεῖσε διέστησαν | |
ἀπ’ ἀλλήλων. | 51 | |
14.3 | Καὶ Ἀντίοχος μὲν τῆς πρὸς νότον εἴχετο ὁδοῦ, Σέλευκος δὲ τῆς κατὰ βορρᾶν, Ἀλέξανδρος δὲ μέσον αὐτῶν. καὶ Ἀντί‐ οχος μὲν κτίζει τὴν κατὰ Παμφυλίαν Ἀντιόχειαν, Σέλευκος δὲ Πισσινοῦντα εἰς ὄνομα τῆς κόρης ἧς ἠράσθη, Ἀλέξανδρος δὲ | |
5 | Νικολείαν διὰ τὸ ὄναρ θεάσασθαι ἐν τῷ τόπῳ, ὡς γυνὴ αὐτῷ ἀνεφάνη ἐν τῷ ὀνείρῳ ἥτις ἐρωτηθεῖσα παρ’ αὐτοῦ τὴν τοῦ ὀνόματος κλῆσιν Νικολείαν εἶπεν καλεῖσθαι. διυπνισθεὶς οὖν καὶ ἀναθεὶς τὸ ὄναρ τοῖς αὑτοῦ σοφοῖς, Μενάνδρῳ λέγω καὶ Ἀριστοκλεῖ, τὴν λύσιν εἴποσαν εἶναι ‘νικᾶν τοῖς πᾶσιν Ἀλέ‐ | |
10 | ξανδρον‘. | |
14.4 | Ἐκεῖθεν οὖν διελθὼν πάλιν ἐν Ἀσίᾳ διήλθοσαν, καὶ κτίζουσιν ἐν αὐτῇ πόλιν καὶ ὄνομα αὐτῇ Τρίπολιν εἴποσαν. ἀν‐ τικρὺ δὲ αὐτῆς Σέλευκος πόλιν οἰκοδομεῖ ἥτις Νικατορία ἢ καὶ Λαοδίκαια ἐκλήθη, διὰ τὸ τὸν λαὸν δικάσασθαι περὶ Σε‐ | |
5 | λεύκου τῷ Ἀλεξάνδρῳ, ὡς ὅτι· τὸ στρατιωτικὸν ἀποθέμενοι κτίζειν ἀναγκαζόμεθα. —καὶ Ἀντίοχος τὴν κατ’ Ἀσίαν κτίζει Ἀντιόχειαν. ἐν τούτῳ Ἀλέξανδρος θυμομαχήσας εἶπεν αὐτοῖς· οὐκοῦν καταλιπόντες Μακεδονίαν διήλθομεν τὸν σύμπαντα κόσμον καὶ ἐν Ἀσίᾳ καταβάντες κτίστας Μακεδόνας μαθεῖν | |
10 | καταναγκάζομεν, καὶ τὸ στρατιωτικὸν ἀποβαλεῖν φρόνημα; — | |
καὶ οὐκέτι αὐτῶν διεχώρισεν, ἀλλ’ ἄμφω πᾶσα ἡ φάλαγξ ἦν περιπατοῦσα, πᾶσα δὲ Ἀσία καὶ ἡ πόλις αὐτῶν συνῆλθον τῷ Ἀλεξάνδρῳ. | 52 | |
14.5 | Ἐκεῖθεν οὖν διελθὼν τὴν Φρυγίαν κατέλαβεν, ὁμοίως δὲ καὶ ἐν αὐτῇ πόλιν ἐποίει. | |
14.6 | Καταλαμβάνει δὲ καὶ Τρῳάδα· οἱ δὲ τὴν Ἴλιον οἰκοῦντες προυπαντῶσιν αὐτὸν μετὰ λαμπάδων, καὶ εὐφήμων θεὸν ἀπο‐ καλοῦντες καὶ βασιλέα κοσμοκράτορα. εἰσελθὼν οὖν ἐν τῇ πόλει καὶ προσκαλεσάμενός τινας τῶν πολιτῶν ἔφη· ὁ τῶν | |
5 | ἡρώων νεὼς ποῦ; —οἱ δὲ ἀπάγουσιν αὐτὸν ἐκεῖ. καὶ εἰσελθὼν ἔθυσεν Ἕκτορι καὶ Ἀχιλλεῖ καὶ τοῖς ἄλλοις ἥρωσι. —ποῖα τὰ τεύχη Ἀχιλλέως; ποία δὲ καὶ ἡ ἀσπὶς Αἴαντος ἡ ἑπταβόειος καὶ τὸ δόρυ Λεοντέως; —οἱ δὲ ἄγουσιν αὐτά. λαβὼν δὲ ἐνδι‐ δύσκεται τὰ τεύχη Ἀχιλλέως καὶ ταῦτα μόνα θαυμάζει. ἔχων | |
10 | δὲ λίβανον ἔρχεται ἐπὶ Ἀχιλλέα καί φησιν· ὡς θαυμαστὸς σὺ παρὰ πάντας, δέχοιο δὲ Ἀχιλλεῦ ταῦτα τὰ δῶρα· ὡς συγγενής σοι συγγενεῖ χοὰς σπένδω, σὺ γὰρ ἐκ Διὸς καὶ Θέτιδος ἐξέφυς κἀμὲ δ’ ἔτεκεν Ὀλυμπιὰς ἐκ Διός· | 53 |
15 | ὡς κασιγνήτων ἓν ἡμῖν ἐστιν γένος. ἐπὶ δὲ τοῖς ἄλλοις ἥρωσι στραφεὶς ἔφη· καὶ ὑμεῖς μακάριοι ὡς τυχόντες κήρυκος Ὁμήρου, ὑπὸ γὰρ τοῖς ἐκείνου λόγοις μεγά‐ λοι ἐστέ, ἐν δὲ τοῖς ὑμῶν ἄθλοις οὐκ ἄξιοι τῶν λεχθέντων ἐπαίνων. —ἐπὶ τούτοις οἱ περὶ Μένανδρον καὶ Ἀριστοκλέα φα‐ | |
20 | σίν· ὦ δέσποτα, κρεῖσσον ἡμεῖς γράψομεν τὰς σὰς πράξεις Ὁμήρου. —Ἀλέξανδρος δὲ πρὸς ταῦτα ἔφη· ἔδει με παρ’ Ὁμήρου Θερσίτης λέγεσθαι ἢ παρ’ ὑμῶν Ἀχιλλεύς. | |
22 | ||
15.1 | Ἀπάρας δὲ τῶν ἐκεῖσε τὴν ὁδοιπορίαν κατὰ ἀνατολὰς ποιεῖται καὶ ὅσοι μὲν προυπήντουν αὐτὸν συγγώμης ἠξιοῦντο, ὅσοι δὲ τὸ σύνολον ἀντιλέγειν ἐτόλμων τὰς πόλεις αὐτῶν ἐκ βάθρων κατέσκαπτε. καὶ ἡ ῥομφαία αὐτοῦ διήρχετο ἐπ’ αὐ‐ | |
5 | τούς. καὶ δὴ φόβος καὶ τρόμος εἶχε τὴν ἑῴαν πᾶσαν ὡς κατα‐ | |
λιμπάνειν τὰς πόλεις αὐτῶν καὶ φεύγειν. ἔφθασε δὲ πρὸς Δα‐ ρεῖον ἡ τοιαύτη φήμη παρὰ τῶν οἴκαδε φευγόντων καί· Ὦ δέσποτα, εἶπον, οὐκ ἔστιν ἡμῖν ἐλπὶς σωτηρίας ἀπὸ τοῦδε τοῦ Μακεδονικοῦ στίφους. ὡς δὴ ἡμῖν ὑποληπτέον καὶ τὰ ἐνταῦθα | 54 | |
10 | κατεπείγεται φθάσαι. | |
15.2 | Δαρεῖος δὲ ταῦτα μαθὼν ἀγγέλους πρὸς Ἀλέξανδρον ἀποστέλλει καὶ ἐπιστολὴν περιέχουσαν τάδε· Φήμη τις ἦλθε ταῖς ἡμῶν ἀκοαῖς, ὦ παῖ Φιλίππου, ὡς πᾶ‐ σαν περιδραμὼν γῆν Ἑλλάδα τελείως αὐτὴν κατηδάφισας | |
5 | καὶ μέχρι Ῥώμης καὶ ταῖς ἐνδοτέραις βασιλείαις δυσμῶν ἐπέβης, οὐ μὴν ἀλλὰ καὶ μέχρι Ὠκεανοῦ, Βαρβαρίαις τε καὶ ταῖς ἐνδοτέραις Αἰθιοπίαις καὶ πᾶσι τοῖς ὑπὸ τὴν ἀήττητον χεῖρα ἡμῶν, καὶ πολὺν σεαυτῷ συνήθροισας πλοῦτον. τού‐ τοις δὲ πᾶσι μὴ ἀρκεσθεὶς καὶ ἐπὶ Ἀσίαν καὶ Φρυγίαν ἐπέ‐ | |
10 | βης. καὶ ταῦτα μὲν πεπραχὼς κατεφρονήθης παρ’ ἡμῶν ὡς μὴ φροντίδα περὶ Ἑλλάδος ἔχειν ἡμᾶς. σὺ δὲ ἐπὶ πλεῖον θρασυνθεὶς κατετόλμησας ὅλως καὶ τῇ ἑῴᾳ ἐπιβῆναι καὶ λῃστρικῶς περιιὼν λεηλατεῖς τὰς πόλεις ἐπιλαθόμενος τῆς δουλικῆς τύχης καὶ ὅτι τῷ Περσικῷ κράτει πάντες δουλεύ‐ | |
15 | ουσι καὶ οὐκ ἔστιν ὁ ἀνταίρων. λοιπὸν τοὺς τῇ σῇ μωρίᾳ ὑπαχθέντας Μακεδόνων παῖδας ἀντίστρεψον καὶ τῇ Ἐλλά‐ | |
δι ὅλῃ ἀρκέσθητι. χαρίζομαι δέ σοι καὶ τοὺς ἐτησίους φό‐ ρους, τὸ εὔτολμον καὶ θρασὺ τῆς ἀνηλικιότητός σου ὑπερνι‐ κώσης. εἰ δὲ καὶ τοῦτο μὴ βούλει, ἐπελεύσομαί σοι ὡς τὸ | 55 | |
20 | Περσικὸν ἀνταίροντι κράτος καὶ ἡ ῥομφαία μου διερευνή‐ σει σε καὶ οὐκ ἔσται σοι τόπος καταφυγῆς. | |
15.3 | Δεξάμενος οὖν Ἀλέξανδρος τὴν ἐπιστολὴν καὶ ἀναγνοὺς εὐθέως διέρρηξεν αὐτὴν καὶ κελεύει τοὺς ἀγγέλους Δαρείου ἀνασταυρωθῆναι κατέναντι αὐτοῦ. αὐτοὶ δὲ τὰ πάντα ἀφέντες ἠτένιζον ἐλεεινῷ τῷ βλέμματι ἀξιοῦν〈τεσ〉 ἱκετηρίου δέους. | |
5 | καὶ δὴ ἀνασταυροῦνται ἀμφότεροι καί φασιν· Ὦ δέσποτα, οἰκτειρησάτω ἡμᾶς τὸ σὸν κράτος καὶ μὴ ἐν τούτῳ τῷ θανά‐ τῳ ἐάσῃς ἡμᾶς ἀποθανεῖν. τί γὰρ ἠδικήσαμεν; —ὁ δὲ φησιν· Ἀποθανεῖσθε διότι ὅλως κατετολμήσατε τοιαύτην ἐπιστολὴν προσκομίσαι μοι. —οἱ δὲ πάλιν ἐλεεινῶς ἀντεφθέγξαντο· Εἰ | |
10 | καὶ ἡμάρτομεν οἱ παῖδές σου ἀλλ’ οὖν μὴ διεξέλθῃς ἡμᾶς τῇ ἁμαρτίᾳ ἡμῶν· καὶ σοὶ γὰρ τὰ ὅμοια πρὸς Δαρεῖον δουλεύσο‐ μεν· δοῦλοι γάρ ἐσμεν. —ἐπεκάμφθη οὖν Ἀλέξανδρος καὶ κατενεχθῆναι αὐτοὺς ἐκ τῶν ξύλων ἐκέλευσεν. | |
15.4 | Ἀντιγράψας Δαρείῳ τοιάδε· Ἐπειδήπερ ἔγραψας ἡμῖν τὰ περὶ Ἑλλάδος μὴ φροντίζειν ἀλλ’ οὐδὲ τῶν ἐν ταῖς δυσμαῖς βασιλειῶν, ταῦτα καὶ ἡμεῖς | |
ἀκριβῶς ἐπιστάμεθα. πᾶς γὰρ ὁ τὰ κρείσσονα ἔχων τῶν | 56 | |
5 | χειρόνων οὐκ ἐφίεται, ὁ δὲ τῶν χειρόνων ἐφιέμενος σπου‐ δάζει καταλαβεῖν καὶ τὰ κρείσσονα. τὰ τοιαῦτα οὖν καὶ ἐν ἡμῖν παρηκολούθησε. τὰ γὰρ χείρονα καταλαβόμενοι καὶ τῶν κρεισσόνων περιγενέσθαι σπουδάζομεν. ἀλλ’ εἰ καὶ ὡς ἀνηλίκων ἡμῶν καταφρονεῖς, ὑπὲρ τὸν ἀδάμ〈αντά〉 σοι ἐπε‐ | |
10 | λεύσομαι. καὶ μηδαμῶς σοι περὶ τούτου φροντίς, θαρρῶν γὰρ τῇ προνοίᾳ ἐλεύσομαι ἐπὶ σὲ καὶ κύριος τῶν σῶν γενή‐ σομαι κἂν μὴ δοκῇ σοι. καὶ οὐχ ὑποστήσῃ τὰ ἴχνη τῶν πο‐ δῶν μου καὶ ἔμπροσθεν παίδων Μακεδονικῶν ἐξουδενώσω σε. | |
15.5 | Δεξάμενος οὖν Δαρεῖος τὴν ἐπιστολὴν Ἀλεξάνδρου καὶ ἀναγνοὺς προσέταξε τοὺς ὑπ’ αὐτὸν πάντας βασιλεῖς τε καὶ το‐ πάρχας, ἄρχοντάς τε καὶ σατράπας πάντας ὑφ’ ἓν ἐπισυναχθῆ‐ ναι. καὶ δὴ πάντων ἐπισυναχθέντων ἐπισκέπτεται τούτους Δα‐ | |
5 | ρεῖος καὶ εὗρεν ἄνδρας ἱππεῖς τεθωρακισμένους ἐκλεκτοὺς δισχιλίας χιλιάδας καὶ ὁπλίτας πεζοὺς χιλιάδας ἑκατόν. καὶ | |
ἀναλαβὼν αὐτοὺς πάντας ὥρμησε κατὰ Ἀλεξάνδρου. | 57 | |
15.6 | Ἀλέξανδρος δὲ 〈δι〉ελθὼν τὸν Εὐφράτην ἐκέλευσε τὴν γέφυρα καταστραφῆναι ... Μή τι Δαρεῖος ἡμᾶς ἐκθροήσῃ, καὶ ὦ ὑμεῖς λύκοι καὶ λέοντες, πρόβατα καὶ ἄρνες θροοῦσιν ὑμᾶς; — ἐπὶ τούτοις Ἀλέξανδρος θαρσηροὺς εἶναι Μακεδόνας ἐποίησεν | |
5 | καὶ προθύμως ἔχειν τῇ πρὸς Δαρείῳ συμβολῇ. | |
15.7 | Πλησίον δὲ γενομένων ἀμφοτέρων ὡς χωρίζεσθαι ἀπ’ ἀλλήλων ὁδὸν ἡμέρας μιᾶς ὁ φρενήρης Ἀλέξανδρος κελεύει πάντα λαὸν {ἐπισυναχθῆναι}, ξηρὰ δὲ δέρματα βοῶν ἐπισυ‐ ναχθῆναι καὶ φορβάδας ἀγρίους καὶ δεθῆναι τοῖς τραχήλοις | |
5 | αὐτῶν. ὁπόταν δὲ πλησίον γένοιντο τοῦ φοσσάτου, ἀθρόως † αὐτῶν † ἐπ’ αὐτῷ καταδραμοῦσιν. τοῦτο δὲ ἐκ τεσσάρων ἐποίησε καὶ κατὰ τοῦ φοσσάτου αὐτῶν κατατρέχουσιν ἄφνω καὶ κρότον ἐμποιοῦσι καὶ θόρυβος γίνεται καὶ φόβος τοὺς Πέρ‐ σας καταλαμβάνει. καὶ ἀναβοῶσι γύρωθεν Μακεδόνες καὶ | |
10 | σαλπίζει Ἀλέξανδρος καὶ φυγὰς ᾤχοντο Πέρσαι καὶ προκατε‐ λάβοντο Μακεδόνες καὶ πλήθη ἄπειρα κατασφάττουσι καὶ οὐχ ὑπελείφθη ἐξ αὐτῶν πλὴν Δαρεῖος καὶ μετ’ αὐτοῦ ἱππεῖς ἑκα‐ τόν. τὰ δὲ λοιπὰ πλήθη ἀνεῖλον Μακεδόνες καὶ οὐκέτι βαστά‐ σαι ἴσχυον τὰ Περσικὰ σκῦλα. ἐπὶ τούτοις δὲ θρασύνονται καὶ | |
15 | γαυρίαμα μέγα ἦν αὐτοῖς καὶ οὐκέτι εἶχον φροντίδα περὶ πλή‐ | |
θους λαῶν. | 58 | |
16.1 | Δαρεῖος δὲ μετὰ τὴν ἥτταν ἀπέρχεται ἐν Περσίδα καὶ πλήθη λαῶν ἐπισυνάγει ἀμέτρητα καὶ τῷ Ἀλεξάνδρῳ ἐπέρ‐ χεται. | |
16.2 | Φαίνεται δὲ τῷ Ἀλεξάνδρῳ καθ’ ὕπνους Ἄμμων καὶ Φινεές· Ἄπελθε τέκνον Ἀλέξανδρε, σκόπησον Δαρεῖον σὺ αὑτοῦ γενόμενος ἄγγελος. γνώσεταί σε Δαρεῖος, ἐγὼ δὲ ἐπι‐ στὰς τῶν ἐκεῖσε ἁρπάσω καὶ πρὸς Μακεδόνας διασῴζω. φό‐ | |
5 | βος δὲ αὐτοῖς οὐ μικρὸς καταλάβῃ, ὡς δέ σε ἐπερχόμενον βλέ‐ ψουσιν εὐθέως τραπήσονται. | |
16.3 | Διαναστὰς οὖν Ἀλέξανδρος οὐδενὶ διηγεῖται τὸ ὅραμα ἀλλ’ ἢ μόνον εἶπεν ἄγγελον αὐτὸν ἀπελθεῖν πρὸς Δαρεῖον. λα‐ βὼν δὲ μεθ’ ἑαυτοῦ ἱππεῖς ὀκτὼ ἔρχεται πρὸς Ἀρσινόην ποτα‐ μὸν ἔχων μεθ’ ἑαυτοῦ πώλους. τὰς δὲ μητέρας τῶν πώλων | |
5 | ἦσαν ἐποχούμενοι. ἐκεῖσε δὲ καταλιπὼν τοὺς πώλους λαβὼν μεθ’ ἑαυτοῦ δύο ἱππεῖς ἔρχεται πρὸς Δαρεῖον δερματίνην ἠμφιεσμένος στολὴν καὶ κάλυμμα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κα‐ | |
θὼς Ἄμμων ἐφάνη αὐτῷ κέρατα ἔχων. | 59 | |
16.4 | Δαρεῖος δὲ ἦν καθήμενος ἐπί τινος ὑψηλοτάτου δίφρου, χρύσεα δὲ ἀγγελίδια ἐπάνωθεν αὐτοῦ ἵπτατο, ἕτερα δὲ περὶ τοὺς πόδας αὐτοῦ. καὶ κύκλῳ αὐτοῦ λυχνίαι περιήστραπτον καὶ οὕτως ἦν Δαρεῖος οἷα θεὸς καθεζόμενος. ὡς δὲ εἶδεν | |
5 | Ἀλέξανδρος μικρόν τι ἐδεδίει ἀλλ’ οὖν πάλιν ἀνέθορε τοῦ φόβου. Δαρεῖος δὲ ἀνιδὼν καὶ μαθὼν τίνος χάριν ἧκεν αὐτὸς ἀπεκρίνατο· Παρὰ Ἀλεξάνδρου ἀπέσταλμαι, ὃς περὶ τοῦ πολέ‐ μου σοι δηλοῖ· πότε ἂν βούλει τοῦτον ποιήσασθαι, ἵνα δίχα παντὸς τρόπου αὐτὸν ποιησώμεθα. —ἐπὶ τούτοις καὶ Δαρεῖος | |
10 | κατένευσε καί φησι· Μετὰ πέντε ἡμέρας γινωσκέτω Ἀλέξαν‐ δρος τὸν πόλεμον συγκροτεῖν ἡμᾶς. σὺ δὲ παῖς Ἀλεξάνδρου μεθ’ ἡμῶν συνδίαιτος τῇ νυκτὶ ταύτῃ γενήσει καὶ ταχὺ πρὸς Ἀλέξανδρον ἄπιε. | |
16.5 | Καὶ δὴ τὰ πρὸς δεῖπνον ἐκλήθησαν. Ἀλέξανδρος ἦν τοῖς κάτωθεν καθεσθεὶς μέρεσιν ἄντικρυς Δαρείου καὶ πάντα πε‐ ρισκοπῶν. καὶ δὴ Κανδαύλης ὁ ποτὲ παρὰ Δαρείου ἀποσταλεὶς | |
ἐν Μακεδονίᾳ τοὺς φόρους ζητῶν ἐπιστὰς ἕστη ἄντικρυς Ἀλε‐ | 60 | |
5 | ξάνδρου καί φησιν· Ὢ οἷον ἑώρακα σήμερον. —καὶ προσελθὼν τῷ Δαρείῳ ἔφη· Ἔχω σοί τι καινὸν διηγήσασθαι. —ὁ δὲ Δα‐ ρεῖος· Τί; φησιν. Κανδαύλης ἔφη· Ὁ ἄγγελος οὗτος ὁ Μακεδο‐ νικὸς αὐτὸς ἐκεῖνός ἐστιν ὁ Φιλιππιάδης Ἀλέξανδρος. —Ἀρ‐ ζεμβᾶν δὲ τούτῳ ἐπετίμα ὡς οὐκ εἰδότα τὰ λεγόμενα. Ἀλέξαν‐ | |
10 | δρος δὲ τοῦτο ἐπιγνοὺς τὸ ἐνθύμιον αὐτῶν καὶ τὸν λόγον στο‐ χασάμενος ἐδόκει ἀναγνωρισθῆναι καὶ διεσκόπει ἐν ἑαυτῷ πῶς ἂν δυνηθῇ τὸν κίνδυνον διεκφυγεῖν. ἐπὶ τούτοις Δαρεῖος κελεύει τοῦ δείπνου ἐξιέναι, τὸν δὲ Ἀλέξανδρον ξενίσασθαι ἐν τῷ ἀφωρισμένῳ αὐτοῦ τόπῳ, τῆς δὲ ἑῴας καταλαβούσης | |
15 | τὰ περὶ αὐτοῦ διερευνηθῆναι. οἱ δὲ Πέρσαι ἀλλήλοις διεψιθύ‐ ριζον ἐναγώνιοι περὶ Ἀλεξάνδρου γενόμενοι. | |
16.6 | Ἀλέξανδρος δὲ ὑποδὺς ἐν τόπῳ τινὶ ἐκδιδύσκεται τὴν δερματίνην στολὴν καὶ τὴν τῆς κεφαλῆς ἐπικάλυψιν καὶ ἔμεινε | |
μεθ’ ἣν ἐπεφέρετο Περσικὴν στολὴν καὶ ὡς εἷς τῶν Δαρείου ἐφαίνετο. καὶ δὴ διελθὼν τὸ ὅλον φοσσᾶτον Δαρείου παραλα‐ | 61 | |
5 | βὼν καὶ τοὺς ἑταίρους αὐτοῦ ἔρχεται πρὸς τὸν φρούραρχον καθεζόμενον ἐν τῇ διεξόδῳ τοῦ φοσσάτου καὶ δᾷδαν κρατοῦντα καὶ διερευνῶντα τοὺς εἰσιόντας καὶ ἐξιόντας καὶ λέγει αὐτῷ· Τὴν δᾷδά μοι πάρεχε, παρὰ Δαρείου γὰρ ἀπέσταλμαι. —ὁ δὲ οὐκ ἐπεδίδου αὐτῷ. Ἀλέξανδρος δὲ τὴν δᾷδαν δραξάμενος | |
10 | κρούει αὐτὸν κατ’ ὄψεως καὶ ἀπέσπασεν ἑαυτὸν ἐξ αὐτοῦ καὶ ᾤχετο τὴν ὁδὸν αὐτοῦ. αἱ δὲ ἵπποι τῇ τῶν πώλων στοργῇ ὀξέως ὑπήγοντο. | |
16.7 | Δαρεῖος δὲ εἰς ἔννοιαν ἐλθὼν Ἀλεξάνδρου καὶ τὸ παν‐ οῦργον αὐτοῦ ἐν ἑαυτῷ λαβὼν ἕνα τῶν ὑπ’ αὐτοῦ ἔφη· Κρα‐ τήσατε τόνδε τὸν παῖδα καὶ ἀσφαλίσασθε, μήπως Ἀλέξαν‐ δρος ὢν πανουργευσάμενος ἡμᾶς φύγῃ καὶ οὐκέτι ἐστὶν ἡμῖν | |
5 | ἐλπὶς σωτηρίας. —ἤρξαντο δὲ ἐπιζητεῖν Ἀλέξανδρον καὶ οὐχ εὑρίσκετο. καὶ τρέχουσιν ἐν τῷ ξενίῳ αὐτοῦ καὶ οὐχ εὗρον οὐδένα. καὶ θορύβου γενομένου ἔρχονται πρὸς τὸν φρούραρχον | |
ἐρωτῶντες καὶ Ὦ ὑμεῖς, εἶπεν, Ἀλέξανδρος ἡμᾶς ἔπαιξε καὶ βλέπετε αὐτὸν ἀπιόντα. σπουδάσατε, καταλάβετε, τὴν γὰρ δᾷ‐ | 62 | |
10 | δα ἐκ τῆς χειρός μου ἁρπάξας καὶ κατὰ τῆς ὄψεώς με τύψας ἀπῄει. ἰδοὺ βλέπετε αὐτόν. | |
16.8 | Καταδιώκουσι δὲ αὐτὸν ὀπίσω ὡσεὶ πεντήκοντα καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν δᾳδουχῶν ᾤχετο εἰς Ἀρσινόην, αὐ‐ τὸς δὲ πλήρης ἦν πάγους. καὶ δὴ οἱ μετὰ Ἀλεξάνδρου ἐκπερά‐ σαντες, Ἀλέξανδρος ἐκ τῶν ὄπισθεν ἐλθὼν καὶ τῷ ῥοῒ τοῦ | |
5 | ποταμοῦ ἐπιβὰς τὸ κρύος ἐκ τῶν ὀπίσω αὐτοῦ διελύετο. τὴν δὲ πέραθε πλησιάσας γῆν ἅπαν διελύθη τὸ κρύος μικροῦ δή που καὶ Ἀλέξανδρον κατασχεῖν. γνοὺς δὲ τὴν τοῦ κρύους σύμ‐ πτωσιν, ὡς ἡ ἵππος αὐτοῦ ἤρξατο χαλᾶν, εὐθέως ἀνίστατο ὄρθιος ἐν τῇ ἕδρᾳ καὶ πρὸς τὴν γῆν ἐξεπήδησεν. ἡ δὲ ἵππος | |
10 | τοῖς ὕδασι συσχεθεῖσα ἀπώλετο. τοιαύτην γὰρ φύσιν ὁ ποτα‐ μὸς εἶχεν ὥστε αὐτὸν καὶ ἄφνω παγοῦσθαι καὶ ἄφνω διαλύεσ‐ θαι, ὀξύτατος γὰρ ἦν ὑπὲρ Χελεντρίου τοῦ ἐν Μήδοις τῷ ῥεύ‐ ματι. ὁπόταν γὰρ τὸ κρύος ἐπήρχετο εὐθέως τῷ παγετῷ ἐπή‐ γνυτο, νότου δὲ πάλιν ἐρχομένου ταχέως τὰ ῥεύματα τὸ χλια‐ | |
15 | ρὸν κατελάμβανε καὶ παραχρῆμα διελύετο. ἔρχονται οὖν οἱ ἐπιδιώκοντες καὶ τὸν μὲν ποταμὸν ἀπέραντον εὕροσαν, Ἀλέ‐ | |
ξανδρον δὲ ἐκπεράσαντα βλέπουσι καὶ τῷ δέει † ἀποτελοῦνται † τὴν τοῦ ποταμοῦ διάβασιν. ἐγγίσας δὲ πρὸς αὐτοὺς Ἀλέξαν‐ δρος εἶπεν· Ὦ ἄνδρες, τί ἑστήκατε διαπορούμενοι; εἰ πρὸς | 63 | |
20 | Μακεδόνας Δαρεῖος ὑμᾶς συνήθροισε μαχεύσασθαι τοῦδε τοῦ ποταμοῦ ἐδεδίειτε τὸ ῥεῖθρον τοῦ ῥεύματος; εἰ ὅλως τοῦτο φο‐ βεῖ ὑμᾶς μηδαμῶς Μακεδόνας μάχεσθαι κατατολμήσητε. ἐν γὰρ τῷ ῥεύματι τούτῳ ἡμεῖς διεπεράσαμεν, ὑμῖν δὲ τὸ περᾶσαι ἀδύνατον. λοιπὸν ἄπιτε, Δαρείῳ εἴπατε· Ἀλέξανδρος Ἀρσινόου | |
25 | τοῖς ῥεύμασιν ἐπιβὰς διεπέρασε καὶ πρὸς τὸ Μακεδονικὸν δια‐ σέσωσται στῖφος. | |
16.9 | Ταῦτα ἀκούσαντες Πέρσαι εἰς παντελῆ δειλίαν ἐμπίπτουσι καὶ πρὸς Δαρεῖον ἀντιστραφέντες τὰ περὶ Ἀλεξάνδρου διηγοῦν‐ ται. ἐν ἀμηχανίᾳ οὖν γενόμενος Δαρεῖος τόδε προσεφθέγξατο· Ὦ οἷον γαυρίαμα παιδίου Μακεδόνος, ὃς οὐκ ἐφείσατο τῆς σω‐ | |
5 | τηρίας αὐτοῦ ἀλλ’ ἔθετο ἀποθανεῖν ἢ τὴν ἡμῶν κατασκοπῆσαι δύναμιν. —ἐπὶ τούτῳ δειλία τοῖς Πέρσαις ἐπέπεσε καὶ εἶπεν ἕκαστος τῷ πλησίῳ· Τίς δυνήσεται μετὰ Ἀλεξάνδρου μαχεύ‐ σασθαι; τίς δὲ δύνεται τοιούτου ἀντιπαρατάξασθαι στρατοῦ; ἦγεν ἡμᾶς Δαρεῖος Μακεδονικὸν γενέσθαι πρόσκομμα. φύγω‐ | |
10 | μεν δὴ ἀπ’ αὐτοῦ, οὐ γάρ ἐστιν ἡμῖν ἐλπὶς νίκης. | 64 |
17.1 | Μεταξὺ δὲ τούτων ἐπινοεῖ τάδε Ἀλέξανδρος· ἀγαγὼν πάντα τὰ πρόβατα καὶ τοὺς βόας ὅσα ἐν τῷ φοσσάτῳ ἐρευνή‐ σας εὗρεν—ἦσαν δὲ πρόβατα χιλιάδες τετρακισχιλίαι καὶ ... — διίστησιν αὐτὰ εἰς συντάξεις, καὶ τὰ μὲν πρόβατα εἰς τύπον πε‐ | |
5 | ζῶν, τοὺς δὲ βόας εἰς τύπον ἱππέων. κελεύει δὲ τοῖς κέρασιν ἐπιθεῖναι λαμπάδας καὶ διεῖλεν αὐτοὺς εἰς συντάξεις πέντε, κατὰ δὲ μίαν ἄνδρας χιλιάδας ἑβδομήκοντα ἱστᾷ βοὰς καὶ τα‐ ραχὰς ἐμποιεῖν καὶ τὰ κτήνη ὁδηγεῖν. καὶ ταῦτα κατὰ Περσῶν ὁρμῆσαι παρεκελεύσατο βαθείας οὔσης νυκτός, αὐτὸς δὲ τὰ | |
10 | στρατόπεδα μεθ’ ἑαυτοῦ λαβὼν ἀπέρχεται κατ’ αὐτὴν 〈τὴν〉 ὁδὸν ἐν ᾗ Πέρσαι φεύγειν βούλονται. καὶ εἰ μὲν πρὸς πόλεμον ὁπλισθῶσιν ἀντιπαρατάξασθαι τῷ ἐνέδρῳ αὐτοῦ, ἐκ τῶν ὄπισθε τούτοις εὐχερῶς ἐπελθὼν τροπώσεται, εἰ δὲ καὶ πρὸς φυγὴν ὁρμήσουσι τὸ ἄπειρον τοῦ πλήθους τῶν φερομένων λαμ‐ | |
15 | πάδων δειλιάσαντες, αὐτὸς ἐκ τῶν ἔμπροσθεν αὐτοῖς ἐπελεύ‐ σεται ἀνελπίστως, καὶ δίχα παντὸς πολέμου ἐγκρατεῖς αὐτῶν γενήσονται. προστάξας τοῖς ἐν ταῖς λαμπάσι καὶ τοῖς κατὰ τὸ ἔνεδρον τάδε· Ὡσὰν ἀκούσητε φωνῆς καὶ σαλπίγγων καὶ βοὰς ἀνδρῶν, τὰς λαμπάδας τῶν κτηνῶν καταλείψαντες ταχέως | |
20 | τῷ πολέμῳ ἐπιφθάσατε πάντες καὶ σάλπιγξιν ἐπιβοήσατε ἐν σάλπιγγος ἤχῳ. | |
17.2 | Τούτου δὲ γενομένου καὶ σχεδὸν πᾶσα ἡ γῆ κινηθῆναι δοκωμένη ἀπὸ τοῦ πλήθους τῶν λαμπάδων καὶ τῶν φωνῶν τῶν σαλπίγγων. δειλία τοῖς Πέρσαις ἐπέπεσεν, ἕκαστος δὲ τῷ ἑτέρῳ ἔφη· Τίς ὑποστήσεται ἀπὸ τοῦ πλήθους τῶν τολμη‐ | 65 |
5 | ρῶν Μακεδόνων; φύγωμεν δὴ ἀπ’ αὐτῶν πρὸ τοῦ τὰς διαβάσεις ἡμῶν καταλαβεῖν καὶ οὐ μὴ ἀπολειφθῇ ἐξ ἡμῶν οὐδὲ εἷς. —καὶ δὴ τρέπονται εἰς φυγὴν πάντες καὶ καταρρεῖ τὸ πλῆθος καὶ συ‐ νωθοῦσιν ἀλλήλοις. ἐν ᾧ γὰρ τρόπῳ ἤλπιζον σώζεσθαι ἐκεῖ ἀπολοῦνται. καθυπαντᾷ δὲ τούτοις Ἀλέξανδρος καὶ βοῶσι Μα‐ | |
10 | κεδόνες καὶ ἀθρόως ἐπεισέρχονται Πέρσαις καὶ λοιπὸν οὐδὲν αὐτοῖς ἦν τὸ προσδοκώμενον εἰ μὴ μόνος ὁ θάνατος· πρὸ γὰρ τοῦ καταλαβεῖν αὐτοὺς τὸ δόρυ ἡ ψυχὴ αὐτομάτως ἐξῄει. καὶ ἦν ἰδεῖν ἀνθρώπους οὐχ ὡς ἀνθρώπους ἀλλ’ ὡσεὶ πρόβατα ἱσταμένους, ὧδε κἀκεῖσε περισκοποῦντες ὅθεν ἐπ’ αὐτοὺς ὁ | |
15 | θάνατος ἐπελεύσεται. | |
17.3 | Φωναὶ δὲ αὐτῶν ἱκετηρίαι πρὸς Ἀλέξανδρον ἦσαν· Ἵλεως ἵλεως ἔσο ἡμῖν, ὦ Διὸς παῖ, μὴ εἰς τέλος καταφάγηται ἡμᾶς ἡ ῥομφαία σου σπλαγχνίσθητι ἐφ’ ἡμᾶς καὶ μὴ δίκην κτη‐ νῶν ἀπολέσῃς, ἀρκέσθητι τοῖς Περσικοῖς αἵμασι τοῖς μέχρι | |
5 | τοῦ νῦν δίκην ὑδάτων ἐκχυθεῖσι, τὸ ὁμοιοπαθὲς ἡμῶν πρὸς οἶκτον καθικετεύσῃ σε. —ἐν τούτοις Ἀλέξανδρος ἐλεήσας αὐτοὺς μηκέτι σφάζειν αὐτοὺς τοῖς Μακεδόσι προσέταξεν, ὅμως δὲ τούτους ἐπισυνάξας ἀπέλυσεν εἰπών· Φεύγετε πρὶν ἢ τὸ πλῆ‐ θος ὑμᾶς καταλάβῃ καὶ οὐ δυνήσομαι ὑμᾶς ἐξ αὐτῶν διασῶ‐ | |
10 | σαι. —αὐτῶν δὲ ταῦτα παρὰ Ἀλεξάνδρου ἀκουσάντων πε‐ | |
σόντες οἷα θεῷ προσκυνοῦσιν αὐτῷ καὶ φεύγουσιν ἀνυποστρέ‐ πτως καθόλου τοῖς ὄπισθε μὴ τολμῶντες περιστρέφεσθαι. | 66 | |
17.4 | Δαρεῖος δὲ μετ’ ὀλίγων ἱππέων φυγὼν διασώζεται καὶ γράψας ἐπιστολὴν πρὸς Πῶρον τὸν τῶν Ἰνδῶν βασιλέα, ὃς ἦν αὐτῷ προσφιλής, περιέχουσαν τάδε· Τῷ ἐν θεοῖς θεῷ μεγάλῳ βασιλεῖ Πώρῳ Δαρεῖος ὁ δυστυ‐ | |
5 | χὴς χαίρειν. Τὰ περὶ τῶν ἡμετέρων δυστυχημάτων καὶ γράφειν ἀδύνατον. οἶμαι δέ σε τὸν ἐμὸν δεσπότην ἀκηκοέναι τῶν πολλῶν ὀλίγα, ὡς παῖς εἰς ἡμᾶς Μακεδονικὸς ἐπιβὰς λῃστρικῶς καταναγκάζει μετανάστας τῶν οἰκείων γενέσ‐ θαι. τὴν δουλικὴν ἠθετικὼς τύχην δεσποτικῶς ἡμῖν σπου‐ | |
10 | δάζει διατεθῆναι καὶ τὴν τῆς ἑῴας ἀρχὴν ταῖς δυσμαῖς πα‐ ραπέμψαι. τοῦτον Πέρσαι δεδιότες οὐκ οἶδ’ ὅπως ἀντιστῆ‐ ναι τῇ μάχῃ οὐ δύνανται. δυσὶ γὰρ ἡττήμεθα πολέμοις παρὰ μηδενὸς βοηθούμενοι. ἐπὶ τούτοις δέομαι τῆς σῆς μεγαλειότη‐ τος μὴ ἀνέχεσθαι ταῦτα, ἀλλὰ χεῖρα βοηθείας ἐξαποστείλαι | |
15 | Δαρείῳ τῷ δούλῳ σου, ἔτι δὲ καὶ τοῦτο· ἅπαξ ὑπεξελθεῖν με τοῖς Μακεδόσιν εἰς πόλεμον, ἵνα γνῶσι κατὰ θεῶν μὴ ὁπλίζεσθαι. ἐπίσταμαι γὰρ ἀκαταμάχητον εἶναι τὸ τῶν Ἰν‐ δῶν στῖφος ὡς καί σε ἴσα θεοῖς ὄντα πάντα τὰ δοκούμενα δυνατά. ἐπικάμφθητι δή μου τοῖς γράμμασι καὶ τὴν ἐκ ψυ‐ | |
20 | χῆς αἴτησιν πλήρωσον καὶ τοὺς κατεπείγοντάς με Μακεδό‐ νας ἀμύνασθαι θέλησον. σπλαγχνίσθητι τοῖς ἐμοῖς δυστυ‐ χήμασιν. ἔρρωσον. | 67 |
17.5 | Δεξάμενος οὖν Πῶρος τὴν ἐπιστολὴν Δαρείου καὶ ἀνα‐ γνοὺς τὴν κεφαλὴν κατασείσας ἔφη· Ὁ τύχῃ ποτὲ μὲν καὶ Δα‐ ρεῖος ἴσα θεοῖς τανῦν δὲ ὑπὸ Μακεδόνων ἐλαύνεται. —προσκα‐ λεσάμενος δὲ τοὺς ὑπ’ αὐτὸν στρατηγοὺς καὶ τοὺς τοπάρχας | |
5 | φησί· Λαβόντες μεθ’ ἑαυτῶν πεντακισχιλίας χιλιάδας ἀνδρῶν ἱππέων ἄπιτε τῷ Δαρείῳ εἰς συμμαχίαν. ἐπὰν δὲ Ἀλέξανδρον καταλάβοιτε ἐγκρατεῖς Μακεδόνων γενόμενοι, τοῦτον ζῶντα πρὸς μὲ ἀγάγετε ὅπως ἴδοιμι αὐτόν. ἔφεσις γάρ μοί ἐστι τοιοῦ‐ τον θεάσασθαι παῖδα. | |
17.6 | Ἀπάραντες δὲ τῶν ἐκεῖσε μετὰ σπουδῆς πρὸς Δαρεῖον τὴν ὁδοιπορίαν ἐποιοῦντο. μαθὼν δὲ τὴν τῶν Ἰνδῶν ἔλευσιν Δαρεῖος ὀλίγον τι ἀνέθορε καὶ πρὸς ἐλπίδα ἦλθε. καὶ προστάσ‐ σει συντόμως ἐπισυναχθῆναι τὸ καταλειφθὲν ὑπὸ Ἀλεξάνδρου | |
5 | Περσικὸν πλῆθος. εὑρέθησαν δὲ χιλιάδες χίλιαι, αἱ μὲν ὀκτα‐ κόσιοι ἱππέων, αἱ δὲ διακόσιοι πεζῶν. καὶ δὴ τῶν Ἰνδῶν ἐν Περσίδα φθασάντων καὶ τῶν ἀμφοτέρων λαῶν εἰς ἑνότητα γενομένων καὶ εἰς πλήθη ἄπειρα γεγονότα ὥρμησαν κατὰ Ἀλεξάνδρου. | |
17.7 | Οἱ δὲ τῶν Ἰνδῶν στρατηγοὶ ἀποστέλλουσί 〈τινασ〉 κα‐ τασκοπεῦσαι Ἀλέξανδρον, οἵτινες παρὰ τῶν ἔξω βιγλῶν ἐκρα‐ | |
τήθησαν. καὶ δῆλα περὶ αὐτῶν ποιοῦσι τῷ Ἀλεξάνδρῳ. πρὸς ταῦτα Ἀλέξανδρος ἔφη· Τοὺς μὲν κατασκόπους μηδὲν ἀδική‐ | 68 | |
5 | σητε, μετὰ δὲ τὸ ἐπιφαῦσαι τὸν ἥλιον ἕωθεν ἐγὼ τῶν ὧδε ἀπαίρω πρὸς Δαρεῖον τὴν ἔλευσιν ποιούμενος. ὑμεῖς δὲ τοῖς κατασκόποις τὰς φάλαγγας ἐπιδείξατε μήκοθεν εἰπόντες· Ἰδοὺ καὶ τὸ Μακεδονικὸν λῃστήριον τὴν ἐπέλευσιν κατὰ Δαρείου ποιεῖται. ταῦτα αὐτοῖς εἰπόντες ἀποστείλατε, παραγγείλαντες | |
10 | μηκέτι κρατηθῆναι καὶ θάνατος αὐτοῖς ἀπειλεῖ. τὴν δὲ νύκταν ἐκείνην προστάσσει Ἀλέξανδρος κλάδους ἐνεχθῆναι καὶ δεθῆ‐ ναι ἐν ταῖς οὐραῖς τῶν προβάτων καὶ βοῶν ἀλόγων. καὶ δὴ τούτου γενομένου προστάσσει εἰς τρία στόματα μερισθῆναι τὰ πλήθη καὶ καθ’ ἕνα περικυκλοῦσθαι ἄνδρας ὁπλίτας. ὡς δὲ | |
15 | καὶ τοῦτο αὔθωρον γέγονεν ἀποκινοῦσιν αἱ φάλαγγες καὶ τὴν γῆν σχεδὸν ἀπεκάλυψαν. καὶ δὴ κονιορτὸς ἐκτινάσσεται καὶ μέχρι Ὀλύμπου, ὥστε τὸν ἥλιον μηκέτι φαίνεσθαι ὡσεὶ πορεί‐ ας ἡμερῶν τριῶν. οἱ δὲ τὴν φάλαγγα φυλάσσοντες Μακεδόνες φασὶ τοῖς κατασκόποις· Ἰδοὺ καὶ τὸ Μακεδονικὸν λῃστήριον· | |
20 | εἰ οὐκ αὔταρκες τῷ Ἰνδικῷ καὶ Περσικῷ μάχεσθαι στρατοπέ‐ δῳ, ἰδοὺ τὰς φάλαγγας ἡμῶν βλέπετε. πορεύεσθε πρὸς τοὺς στρατηγοὺς ὑμῶν καὶ ὅσα εἴδατε εἴπατε. ἡμεῖς πρὸς Ἀλέξαν‐ δρον ἀπολογισόμεθα ἀποδράσαντας ὑμᾶς ἡμῶν ῥᾳθυμησάντων, καὶ ὑμεῖς τὰ τῆς σωτηρίας ὑμῶν φροντίσατε ἐκφυγεῖν τὸν θυ‐ | |
25 | μὸν Ἀλεξάνδρου. —οἱ δὲ κατάσκοποι πεσόντες προσκυνοῦσιν Ἀντίοχον, ὡς παρ’ αὐτοῦ τὸ ζῆν αὐτοῖς ἐχαρίσθη, ἐπιδόντες αὐτῷ καὶ ὁ ἐπεφέροντο χρυσίον. ἐλευθερωθέντες δὲ τὸ δοκεῖν ὑπὸ Ἀντιόχου μετὰ σπουδῆς ᾤχοντο πρὸς Δαρεῖον. ἐπεὶ δὲ κατέλαβον πρὸς αὐτὸν οὐκ εἶχον τί διηγήσασθαι ἀλλ’ ἢ μόνον | |
30 | εἶπον τοῖς στρατηγοῖς αὐτῶν· Τὰ πρὸς σωτηρίαν ἡμῶν πραγ‐ ματεύσασθε, Ἀλεξάνδρῳ γὰρ ἀντιστῆναι οὐ δυνησόμεθα † μείναντες οὐκ ὀλίγων ἐκ τῶν προοιμίων † γνώσεσθε τὰ πλή‐ θη. —ἀπαγγελλοῦσι δὲ καὶ ὅσα αὐτοῖς συνέβη καὶ ὡς αὐτό‐ πται τοῦ πλήθους γεγόνασι καὶ ὡς ὑπὸ Ἀντιόχου λαθραίως | 69 |
35 | ἀπελύθησαν, μὴ γνόντος Ἀλεξάνδρου. | |
35 | ||
18.1 | Καὶ τούτων οὕτως ἐχόντων ἡ φάλαγξ Ἀλεξάνδρου μή‐ κοθεν ἐκφαίνεται. ὡς δὲ ταῦτα ἰδόντες ἦσαν τὰ πρὸς πόλεμον εὐτρεπιζόμενοι. καὶ θεωροῦσιν ἐκτιναγέντα τὸν κονιορτὸν ἀπὸ ἄκρων τῆς γῆς ἕως ἄκρων αὐτῆς ὥστε τὸν ἥλιον σκοτισθῆναι. | |
5 | καὶ δὴ ἑτέρα φάλαγξ ἐκφαίνεται ὡς δοκεῖν καλύψαι πᾶσαν τὴν γῆν. φόβος δὲ καὶ τρόμος πᾶσιν ἐγένετο Πέρσαις ὁμοῦ καὶ Ἰν‐ δοῖς, ἱδρῶτες δὲ περὶ αὐτοὺς ἐγένοντο. ὡς δὲ ἦσαν ὧδε κἀκεῖ‐ σε σκοπούμενοι τὸ συμφέρον καὶ ἡ ἑτέρα ἐκφαίνεται φάλαγξ. | |
18.2 | Δαρεῖος δὲ ὡς εἶδεν εὐθέως πάντα κατέλιπε καὶ ἐτρά‐ πη εἰς φυγὴν τάδε τὰ ῥήματα ὀδυνηρῶς ἐκπέμπων· Καὶ ὦ τλῆμον ἐγώ, ὡς τῆς ὑπ’ οὐρανὸν ἐφιέμενος οὐδὲ ἡ πατρίς μου μόνη συγκεχώρηται. | |
18.3 | Ὡς δὲ ἐν τοῖς βασιλείοις κατέλαβε ἐπελθόντες αὐτῷ οἱ δύο στρατηγοὶ αὐτοῦ ὅ τε Βῆσσος καὶ ὁ Ἀριοβαρζάν, ὁ μὲν τοῖς δεξιοῖς, ὁ δὲ τοῖς εὐωνύμοις τοῖς δόρασι τοῦτον πατάξαντες, ἐν τῷ ἀ〈μ〉φόδῳ τῆς πύλης κατέαξαν, καταλιπόντες γυμνὸν ἐρρι‐ | 70 |
5 | μένον ἡμιθανῆ ἐν τῇ γῇ. | |
18.4 | Ὡς οὖν Ἀλέξανδρος ἵστησι τὰς φάλαγγας κελεύει δὲ ἕνα τῶν αὑτοῦ χιλιάρχων, ᾧ ὄνομα Εὐθύνικος, παραλαβεῖν τοὺς μετ’ αὐτὸν Μακεδόνας καὶ πρὸς τὸ Περσικὸν ἀπέρχεσθαι στράτευμα ἐπιφωνῶντα αὐτοῖς τάδε· Ὑμῖν λέγει Ἀλέξανδρος | |
5 | ὁ βασιλεὺς ὑποκεῖσθαι τῇ τύχῃ ἢ τῷ θανάτῳ. —ὡς οὖν εἶδον αὐτὸν ἐρχόμενον μόνον, τὸ δὲ λοιπὸν πλῆθος ἑστὸς ἀκίνητον, ὑπενόησαν τί ἀγαθὸν αὐτοῖς εἶναι. ὡς δὲ ἤκουσαν εὐθέως πάντες ἔκραξαν· Ζήτω ὁ βασιλεύς, ἡμεῖς δοῦλοι Ἀλεξάνδρου, ἐπιδόσαντες τὰ φλάμουλα καὶ τὸν δίφρον Δαρείου· ταῦτα δὲ | |
10 | λαβὼν Εὐθύνικος Ἀλεξάνδρῳ ἐπέφερεν ἀναγγείλας τὰ περὶ αὐτῶν. | |
18.5 | Ἀκούσας δὲ ταῦτα κελεύει Σέλευκον τὸν στρατηγὸν αὐτοῦ ἀπελθόντα πρὸς τὸ Περσικὸν στράτευμα, εἰπὼν αὐτῷ· Τοὺς Ἰνδοὺς ἀπόστειλον ἀπελθεῖν εἰς τὰ ἴδια ἀφαιρεθέντων τῶν ἰδίων ὅπλων. —αὐτοὶ δὲ τοῦτο οὐ μόνον τῆς προαιρέσεως | |
5 | ἐποίησαν ἀλλὰ καὶ χάριτας Ἀλεξάνδρῳ ὡμολόγουν ὡς τὸ ζῆν | |
αὐτοῖς χαρισαμένῳ. χωρισθέντος τοῦ Περσικοῦ στρατεύματος προσπεσόντες Σέλευκον ἀντ’ Ἀλεξάνδρου κατησπάζοντο. Σέ‐ λευκος δὲ εἶπεν· Ἀρχὴ Περσῶν ἀναδείκνυμι. | 71 | |
18.6 | Καὶ Ἀλέξανδρος πρὸς τὰ βασίλεια ᾤχετο Δαρείου καὶ ὅσῳ Μακεδόνες τῇ νίκῃ ἐχαίροντο πλεῖον Πέρσαι δουλωθέντες τῷ Ἀλεξάνδρῳ ἠγάλλοντο. φθάνει οὖν ἐν τοῖς βασιλείοις Ἀλέ‐ ξανδρος, παριόντα δὲ μετὰ πολλῆς δορυφορίας εἶδε Δαρεῖος | |
5 | πεπτωκὼς καὶ τὰς χεῖρας ἐκτετακὼς καὶ ᾠμώξας φωνῇ καὶ Ὦ, ἔφη, Ἀλέξανδρε, ἔπιδε ἐπ’ ἐμὲ καὶ τοῖς λόγοις μου καὶ τῇ δεήσει μου πρόσσχες καὶ μὴ παραβλέψῃς με. στῆθι οὖν καὶ μικροῦ ῥήματος ἐνωτίσθητι. —ἐπὶ τούτοις προσέσχεν Ἀλέ‐ ξανδρος καὶ πρὸς Δαρεῖον ἀπέρχεται καὶ τί, φησίν, εἶπες καὶ | |
10 | τίς εἶ ὁ λαλῶν; —ὁ δὲ ἔφη· Δαρεῖος ἐγώ, ὁ σύμπασαν δοκῶν κυριεύειν γαῖαν νυνὶ δ’ ὡς ὁρᾷς γυμνὸς εἰς γῆν ἔρριμμαι, ὁ ποτὲ ὑπὸ μυριάδων δορυφορούμενος καὶ οἷα θεὸς δοξαζόμενος ἀπροστάτευτος μόνος καταλέλειμμαι κἀν βραχεῖ δόξης ἐμῆς βλέπων τὰ ἐμὰ οὐκ ἐμά. μνήσθητι, Ἀλέξανδρε, οἵας δόξης | |
15 | ἄφνω ἐξέπεσον, σὺ αὐτόπτης γενόμενος, καὶ μὴ ἐάσῃς με ὅλως ἐν ταύτῃ τῇ ταλαιπωρίᾳ τελευτῆσαι. ἐπίσταμαι σπλάγχνα ἔχειν σε, Ἕλλην γὰρ εἶ σὺ καὶ οὐκ ὠμὸς Πέρσης. ἐπεκάμφθη δὲ τοῖς λόγοις Δαρείου Ἀλέξανδρος καὶ τὸ χλανίδιον ἐκδυσάμε‐ νος ἐπιτίθησι Δαρείῳ καὶ λέγει τοῖς ὑπασπισταῖς· Ἄραντες | |
20 | τοῦτον ἀγάγετέ μοι ἔνδον τῶν αὑτοῦ μελάθρων. —ὡς ταῦτα | |
εἶπεν Ἀλέξανδρος ἔπραξαν Μακεδόνες καὶ ταῖς χερσὶν ἄραντες ἤγαγον ἔνδον. αὐτὸς δὲ ἐπὶ τοῦ δίφρου καθεσθεὶς Δαρείου, ἐτέθη ἔμπροσθεν αὐτοῦ Δαρεῖος· ὀλίγος δὲ θυμὸς αὐτῷ. ἐν μέσῳ φέρουσιν αὐτάς, τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα. | 72 | |
25 | ὡς δὲ εἶδε Δαρεῖος εὐθὺς ἀπόλωλεν. ἐκτείνας δὲ τὴν χεῖραν αὐτοῦ καὶ τὴν θυγατέρα κρατήσας εἶπε· Ταύτην, ὦ Ἀλέξανδρε, δέχοιο δῶρον. ἔστω δέ σοι ὡς δούλη σὺν τῇ μητρί. —καὶ ταῦτα εἰπὼν ἐξέψυξε καὶ θάπτουσιν αὐτὸν ὡς Πέρσαις ἔθος ἦν. | |
18.7 | Ἡ δὲ θυγάτηρ αὐτοῦ Ῥωξάνα ὀνόματι εὐειδὴς ἦν ὑπὲρ πᾶσαν μορφὴν ἀνθρώπου, χρόνων δὲ ὡσεὶ δέκα. ἔπαθεν οὖν τὴν ψυχὴν ταύτην ἰδὼν Ἀλέξανδρος καὶ φιλικῶς περὶ αὐτὴν διέκειτο ἔκτοτε. ἐν τούτῳ Ἀλέξανδρος βασιλεὺς κοσμοκράτωρ | |
5 | ὑπὸ Περσῶν ἀνηγόρευται καί φησιν· Ὑμεῖς οἱ τοῦ Περσικοῦ στρατοπέδου στρατηγοί, ἄρχοντες καὶ τοπάρχαι, ὃς ἄν μοι τὴν εὔνοιαν προμηθευσάμενος Δαρεῖον ἀπέκτεινεν ἐμφανισθήτω μοι, ἵνα τὰς ὑπὲρ αὐτοῦ ἀμοιβὰς λήψεται παρ’ ἐμοῦ. —καὶ ἐμφαίνονται οἱ δύο ἀρχιστράτηγοι Δαρείου, Βῆσσος καὶ Ἀρ〈ι〉ο‐ | |
10 | βαρζᾶν, καί· Ὦ ὑμεῖς, Ἀλέξανδρος εἶπεν, οἱ τῷ ὑμετέρῳ κυ‐ ρίῳ ἐπιβουλεύσαντες ἐμοὶ πῶς πιστευθήσεσθε; ἄπιτε οὖν τὴν | |
ἀξίαν τῶν πεπραγμένων ὑποίσεσθαι δίκην. —παραχρῆμα κε‐ λεύει αὐτοὺς ἀνασκολοπισθῆναι πρὸ τῆς πύλης τῆς πόλεως. τούτου δὲ γενομένου ἐπὶ πάντων ἐπαινεῖται Ἀλέξανδρος. | 73 | |
14 | ||
19.1 | Ἐκεῖσε οὖν διατρίψας ἑπταμηναῖον χρόνον ἔδοξεν ἐπι‐ στολὴν ἀποστεῖλαι τῇ μητρὶ αὐτοῦ ἐν Μακεδονίᾳ περιέχουσαν τάδε· Ἀλέξανδρος νεύσει τῆς ἄνωθεν προνοίας βασιλεὺς Ὀλυμ‐ | |
5 | πιάδι τῇ μητρὶ καὶ Ἀριστοτέλει τῷ καθηγητῇ χαίρειν. ἐπει‐ δήπερ ἀφ’ ἧς ἡμέρας τῶν αὐτόθι ἐξήλθομεν ἕβδομος δὴ χρόνος παρῴχηκε μήπω τὰ περὶ ἡμῶν ἀναδιδάξαντες ὑμᾶς, τοῦτο δὲ οὐχ ἡμῶν λογισθήσεται τὸ σφάλμα, ἀλλ’ ἢ τῆς τύ‐ χης καὶ τῆς προνοίας. καὶ γὰρ τὴν ἅπασαν γαῖαν περιιππεύ‐ | |
10 | σαντες δυσμῶν καὶ τὰς νότου πάλιν ἀρχὰς ἐγκρατήσαντες, ὡς ἐν Ἰλιάδι διήλθομεν πλησίον ἐγενόμεθα Μακεδονίας, οὕτω λήθην τῆς πατρίδος ἡ τύχη ἐπήγαγεν ἡμῖν ὡς μήπω ἐν κόσμῳ γενηθῆναι. ἐπεὶ δὲ τὴν ἑῴαν διέβημεν πολεμοῦντες ἅμα καὶ πολεμούμενοι πάσας τὰς πόλεις καθυπετάξαμεν, | |
15 | ἐπεὶ δὲ τῇ Συριάτιδα γαίῃ προσήλθομεν τρισὶ συμβολαῖς | |
Δαρεῖον ἡττήσαμεν προνοίας νεύσει τῆς ἄνω· ὅθεν πᾶσα ἡ τῶν Περσῶν χώρα δουλικῶς τῇ τύχῃ καθυπακούει κἀμοὶ δουλεύειν αὐτομολήσαντες. Δαρεῖος δὲ ὁπόταν τοῦ ζῆν ἀπηλ‐ λάττετο τὴν θυγατέρα αὐτοῦ δούλην μοι ἐχαρίσατο, διὰ δὲ | 74 | |
20 | τὸ περιαστράπτον αὐτῆς κάλλος εἰς γυναῖκα ἀγάγεσθαι βού‐ λομαι. γνωστὸν δὲ ἔστω ὑμῖν, μέχρις ὅτου ὁ ἔρως τὴν ἐμὴν ψυχὴν κατεβρόντησεν οὐκ ἦν μοι εἰς νοῦν ὅτι καὶ πατρίδα ἔσχον, ἀλλὰ πάντα με λέληθεν, οὐ μὴν ἀλλ’ ὅτι καὶ ἄνθρω‐ πος ἤμην. οὐ γὰρ ἐφρόντιζον εἰ μὴ ποῦ πολεμήσω καὶ ποῦ | |
25 | πολεμηθήσομαι. ἔρρωσον μῆτερ ἐμὴ σὺν καθηγητῇ ὑπὲρ ἡμῶν τὸν θεὸν ἐξιλεούμενοι. | |
19.2 | Ὁ οὖν Ἀλέξανδρος τὴν θυγατέρα Δαρείου ἠγάγετο εἰς γυναῖκα. ὡς δὲ τοῦτο ἠκούσθη ἐν πάσῃ Περσίδι εἰς ὁμόνοιαν ἔρχονται Πέρσαι τοῖς Μακεδόσιν ὡς ἀδελφικῶς πρὸς ἀλλή‐ λους διακεῖσθαι. | |
4 | ||
20.1 | Μεταξὺ δὲ τούτων προστάσσει Ἀλέξανδρος Σελεύκῳ τῷ ἄρχοντι ἅπαν τὸ Περσικὸν ἐπισυνάξαι στράτευμα. μετὰ πολλοῦ δὲ τοῦ τάχους τοῦ λαοῦ ἐπισυναχθέντος εὑρέθησαν δισχίλιαι χιλιάδες ἱππέων καὶ χίλιαι χιλιάδες πεζῶν, τὸ δὲ | |
5 | λοιπὸν πλῆθος ἐν τοῖς πολέμοις διεφθάρη. | 75 |
20.2 | Τούτους Ἀλέξανδρος ἀναλαβόμενος σὺν παντὶ τῷ Μα‐ κεδονικῷ στρατεύματι τὴν κατ’ Αἴγυπτον ἐποιεῖτο πορείαν. καὶ καταλαμβάνει τὴν Ἰουδαίαν γῆν, οἵτινες ἀντιστῆναι βου‐ ληθέντες ἐκπέμπουσι κατασκόπους ὡς δῆθεν πρέσβεις εἶναι. | |
5 | ταῦτα δὲ ὅμως οὐκ ἔλαθεν Ἀλέξανδρον, καὶ προστάσσει τινὰς τῆς Μακεδονικῆς φάλαγγος νεανίσκους λίαν γενναιοτάτους ἐν τῇ παρακειμένῃ φάραγγι ἑαυτοὺς ἀκοντίσαι. οἱ δὲ τὸ προσταχ‐ θὲν σπουδαίως ἐπλήρωσαν, ὀξὺ γὰρ τὸ Μακεδονικὸν στῖφος εἰς τὰ κελευόμενα ὑπ’ Ἀλεξάνδρου. στραφεὶς δὲ πρὸς τοὺς | |
10 | κατασκοπεῦσαι βουλομένους εἶπε· ὁρᾶτε οἱ τοῦ Ἰουδαϊκοῦ ἔθνους πρέσβεις, ὡς ἀντ’ οὐδενὸς τῷ στρατῷ Μακεδόνων ὁ θάνατος. ἄπιτε οὖν, τὸ συμφέρον ὑμῶν πραγματεύσασθε. ἐγὼ δὲ τὴν αὔριον ἐπελεύσομαι πρὸς ὑμᾶς καὶ ὡς τῇ προνοίᾳ δεκτὸν πράξω. | |
20.3 | Οἱ δὲ ἀπελθόντες ἐν τοῖς ἄρχουσιν αὐτῶν εἶπον· ὑπείκειν Ἀλεξάνδρῳ καὶ σώζεσθαι χρεών. οὐ γάρ ἐστιν ἡμῖν ἐλπὶς σω‐ τηρίας, ἔξω γὰρ φύσεως ἀνθρώπων Μακεδόνων ὁ στρατός. ὡς γὰρ ἡμῖν φοβερὸς καθέστηκεν ὁ θάνατος, τοῖς Μακεδόσιν | |
5 | οὐχ οὕτως, ἀλλὰ καὶ λίαν εὐκαταφρόνητος. οἶμαι δὲ τοῦτο· ἐριστικῶς ἔχειν τὸ θανεῖν ὡς ἄν τις εἴποι πρὸς ἀναγκαῖόν τι χρῆμα τούτους ἀπέρχεσθαι. ἐξέστησαν γὰρ ἡμᾶς ἐν τῇ φάραγ‐ γι τῇ μεγάλῃ ὡς ὑποβρυχίους αὑτοὺς ποιήσαντες Μακεδόνων παῖδες καὶ λίαν νεώτατοι. ἅμα Ἀλέξανδρος ἐκέλευσεν, ἅμα τὸ | 76 |
10 | ἔργον ἐτελέσθη. καὶ οὐ τοσοῦτον ἡμᾶς ἡ τοῦ θανάτου ἐθρόησε τόλμη, ὅσον τοῦ μὴ κερδᾶναι τί προσδοκοῦντες οὕτως εὐχερῶς πρὸς τὸ θανεῖν ηὐτομόλησαν, ἂν δὲ καὶ κέρδος ἐλπίσωσιν οὐκ ἄν τις ἀντιστῆναι δυνήσεται. λοιπὸν ἡμεῖς ἅπερ ἐθεασάμεθα εἴπομεν ὑμῖν, γενέσθω τὸ δοκοῦν ὑμῖν πρὸ τοῦ καταλαβεῖν | |
15 | Ἀλέξανδρον καὶ πᾶσα βουλὴ ἀκυρωθήσεται. —ὡς οὖν ταῦτα πάντα ἤκουσαν Ἀλεξάνδρῳ ὑπείκειν βουλεύονται. | |
20.4 | Καὶ τὰς ἱερατικὰς ἐσθῆτας ἱερεῖς ἐνδυσάμενοι καθυπ‐ αντῶσιν Ἀλέξανδρον σὺν παντὶ τῷ πλήθει αὐτῶν. τούτους | |
δὲ Ἀλέξανδρος ἰδὼν ἐδεδίει τοῦ σχήματος, καὶ τούτοις μηκέτι προσεγγίσαι αὐτὸν ἐκέλευσεν, ἀλλ’ ἐν τῇ πόλει ἀντιστρέφεσθαι. | 77 | |
5 | προσκαλεσάμενος δὲ ἕνα τῶν ἱερέων λέγει αὐτῷ· ὡς θεοειδὲς ὑμῶν τὸ σχῆμα, φράσον δή μοι, καὶ τίνα ὑμεῖς σέβεσθε θεὸν, ὃς τοιῷδε ἐξυπηρετεῖται σχήματι. οὐ γὰρ ἐν τοῖς παρ’ ἡμῖν θεοῖς τοιαύτην εὐταξίαν εἶδον ἱερέων. —ὁ δὲ εἶπεν· θεὸν ἡμεῖς ἕνα δεδουλεύκαμεν, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα | |
10 | τὰ ὁρώμενά τε καὶ ἀόρατα. οὐδεὶς δὲ αὐτὸν ἑρμηνεῦσαι ἀνθρώ‐ πων δεδύνηται. —ἐπὶ τούτῳ Ἀλέξανδρος εἶπε· ὡς ἀληθῶς μεγάλου θεοῦ ἄξιοι θεραπευταί, ἄπιτε οὖν ἐν εἰρήνῃ, ἄπιτε. ὁ γὰρ θεὸς ὑμῶν ἔσται μου θεός, καὶ ἡ εἰρήνη μου μεθ’ ὑμῶν καὶ οὐ μὴ διεξέλθω ὑμᾶς καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, ὅτι | |
15 | τῷ ζῶντι θεῷ ὑμεῖς δεδουλεύκατε. | |
20.5 | Λαβόντες δὲ χρήματα ἔν τε χρυσίῳ καὶ ἀργυρίῳ ἤγαγον τῷ Ἀλεξάνδρῳ. ὁ δὲ οὐκ ἠθέλησε λαβεῖν εἰπών· ἔστωσαν ταῦ‐ τα τὰ δῶρα καὶ ὁ ἐμοὶ ἀφωρισμένος φόρος κυρίῳ τῷ θεῷ, ἐγὼ | |
δὲ οὐ λήψομαι ἐξ αὐτῶν οὐδέν. | 78 | |
21.1 | Ἐπὶ τούτοις Ἀλέξανδρος διῆλθε τὴν Ἰουδαίαν καὶ κα‐ ταλαμβάνει τὴν Αἴγυπτον. ἔδοξεν οὖν τοῖς Αἰγυπτίοις μὴ ὑπο‐ κύπτειν Ἀλεξάνδρῳ, καὶ τὴν αὑτῶν πόλιν κατοχυρώσαντες εὐτρεπίζονται τὰ πρὸς μάχην. ὁ δὲ Ἀλέξανδρος τὴν φάλαγγα | |
5 | ἐπεκτείνας περικυκλοῖ τὴν πόλιν καὶ πήξας φοσσᾶτον διῆγεν ἀναπαύων τὸν στρατόν. | |
21.2 | Καύσωνος δὲ πολλοῦ γενομένου ἐξέρχεται ἀναψυχήσων μετ’ ὀλίγων ἱππέων. καὶ δὴ καταλαμβάνει λίμνην καθαρὰν καὶ διαυγὲς ἔχουσαν ὕδωρ. κατελθὼν τοῦ ἵππου λούεται ἐν αὐτῇ, τὸ δὲ ψυχρὸν τοῦ ὕδατος ἐποίει ἀρρωστῆσαι Ἀλέξανδρον. ὡς | |
5 | δὲ ἦν ἡ νόσος ἐπιτείνουσα, ἤλγουν Μακεδόνες καὶ σὺν αὐτοῖς Πέρσαι, χαρὰ δὲ τοῖς Αἰγυπτίοις ἐγένετο ἡ τοῦ Ἀλεξάνδρου ἀρρωστία. | 79 |
21.3 | Καὶ ἀποστέλλουσί τινάς τε τῆς πόλεως πρὸς Φίλιππον τὸν ἰατρὸν λέγοντες· εἰ Ἀλέξανδρον δυνηθείης φαρμάκῳ ἀνε‐ λεῖν σὺ ἡμῶν ἔσῃ βασιλεύς. —Φίλιππος εἶπεν· οὐ γάρ ἐστιν ὁ κόσμος Ἀλεξάνδρου ἀντάξιος μιᾶς τριχός. —οἱ δὲ τοῦτο βου‐ | |
5 | λευσάμενοι, θεασάμενοι αὐτὸν μὴ συγκατατεθῆναι αὐτοῖς θε‐ λήσαντα καὶ τῆς αἰτήσεως ἀποτυχόντες τοιόνδε ἐννόημα ἐν‐ νοοῦσι καὶ ὡς φιλοφρονούμενοι τῷ Ἀλεξάνδρῳ γράφουσιν ἐπιστολὴν καὶ λάθρᾳ διὰ τοῦ τείχους διδόασιν Ἀντιόχῳ εἰ‐ πόντες· τήνδε τὴν ἐπιστολὴν ἐν χερσὶ δὸς Ἀλεξάνδρου. —ἡ | |
10 | δὲ ἐπιστολὴ πανουργίας ἦν πλήρης, ὥστε συνταγῆναι Φίλιπ‐ πον δῆθεν τοῖς Αἰγυπτίοις δολοφονεῦσαι Ἀλέξανδρον. Ἀντί‐ οχος οὖν λαβὼν ἄγει πρὸς τὸν Ἀλέξανδρον, ὁ δὲ λαβὼν καὶ ἀναγνοὺς τίθησιν ἐν τῇ προσκεφαλίδι. | |
21.4 | Ἕωθεν δὲ Φίλιππος ἔρχεται κύλικα φέρων ἐν χερσὶν ἐσκευασμένου βοηθήματος καί φησι· ἀνάστηθι, δέσποτα, καὶ τοῦδε τοῦ βοηθήματος πιὼν τῆς νόσου τάχιον ἀπαλλάγηθι. — Ἀλέξανδρος δὲ ἀναστὰς καὶ τῆς κύλικος ἐπιλαβόμενος σὺν | 80 |
5 | δάκρυσιν ἔφη· πίομαι, Φίλιππε; —ὁ δέ· πίε, δέσποτα, καὶ τῆς νόσου τάχιον ἀπαλλάγηθι. —ὁ δὲ εἰς αὐτὸν ἐμβλέψας εἶπε πάλιν· καὶ πίομαι; —ὁ δὲ Φίλιππος εἶπεν· εἶπόν σοι, δέσποτα, πίε καὶ τῆς νόσου ἀπαλλάγηθι. —ὁ δὲ παρευθὺς ἔπιε καὶ λα‐ βόμενος τὴν ἐπιστολὴν δίδωσι Φιλίππῳ εἰπών· ἐγὼ ᾔδειν ὅτι | |
10 | Φίλιππος κατὰ Ἀλεξάνδρου ἀδόλως ἔχει, οὐ γὰρ δόλος αὐτῷ ἐν ἐμοί. —λαβὼν δὲ Φίλιππος καὶ ἀναγνοὺς καί· ὦ δέσποτα, ἔφη, ἐμοὶ ὁ σύμπας κόσμος οὐκ ἀντάξιος μιᾶς τριχὸς ἐκπιπτού‐ σης τῆς κεφαλῆς σου. καὶ ποῖός με ἕτερος ἐν κόσμῳ Ἀλέξαν‐ | |
δρος; εἰς σὲ τοῦ ζῆν ἐπιβουλεύομαι; μὴ γένοιτο, μήτε ἀκούσω | 81 | |
15 | περὶ αὐτοῦ, οὐχὶ δὲ πράξαι. ἀλλ’ ὅμως ἐπεὶ οὕτως ἔδοξεν Αἰ‐ γυπτίοις, ἰδοὺ τὸ φάρμακον πέπωκας, ἀνάστηθι οὖν καὶ πεῖραν αὐτοῖς ἅπαξ ἐπίδειξον ἵνα μάθωσι Μακεδόνας μὴ ὑπερφρονεῖν. — καὶ ταῦτα εἰπὼν ἐξῆλθε σιγὴν γενέσθαι διαταξάμενος. | |
21.5 | Τούτου δὲ γενομένου εἰς ὕπνον ἡδύτατον τραπῆναι Ἀλέ‐ ξανδρον παρεσκεύασεν. ἔμεινε δὲ τὴν πᾶσαν ἡμέραν κοιμώμε‐ νος. ἑσπέρας οὖν ἤδη καταλαβούσης ὡς ἔξυπνος γενόμενος ὅλως ἦν ὑγιὴς καὶ προσκαλεσάμενος Ἀντίοχον ἔφη· ὦ Ἀντίοχε, | |
5 | Φιλίππου φάρμακον εἶδον καὶ ὁ Φίλιππος ἀνὴρ πιστός, ‘πολλῶν ἀντάξιος ἄλλων‘, κάλεσον δὴ αὐτόν. —καὶ ἐξελθὼν Ἀντίοχος ἐκάλεσεν αὐτὸν καὶ Ἀλέξανδρος ἔφη αὐτῷ· ὅλως ὑγιὴς γέγονα, Φίλιππε, καὶ λαβόμενος αὐτὸν τοῦ τραχήλου κατεφίλησε. | |
8 | ||
22.1 | Καὶ ἀναστὰς κελεύει τὰ στρατεύματα πρὸς πόλεμον ὁπλί‐ ζεσθαι. ἄρτι δὲ τοῦ ἡλίου ἀνατείλαντος καὶ τὰς ἀκτῖνας ταῖς | |
ἀκρωρείαις πυραυγεῖς ἐκπέμψαντος ἅπαν τὸ Μακεδονικὸν καὶ Περσικὸν στράτευμα ἔνοπλοι τῇ πόλει κύκλωθεν παρειστήκει‐ | 82 | |
5 | σαν, ἅπαντες χρυσέοις θώραξι τεθωρακισμένοι, ὥστε τὸν ἥλιον τοῖς θώραξιν ἀντικρούσαντες ἐξ αὐτῶν τὴν ἡμέραν ἐδό‐ κει ἀνταγλαΐζεσθαι. τὰ δὲ πλήθη τῶν τόξων τὰς ἡλιακὰς ἐκάλυψεν αὐγάς, οἱ δὲ ὁπλῖται τοῖς δόρασιν ἅπαντες ἐῴκεσαν ὄρεσι περιπατοῦσι. ὡς δὲ καὶ βοὴν ἀφίεσαν εἰκάσαι τινὰ ἦν τὸν | |
10 | οὐρανὸν καὶ συγχεθῆναι καὶ πεπτωκέναι. | |
22.2 | Καὶ λοιπὸν πᾶσα ἡ σοφία ἀπωλώλει Αἰγύπτου. ὡς οὖν ᾔδεισαν οἱ Αἰγύπτιοι μὴ ἔχοντες τί ἂν διαπράξωνται, ἔρχονται ἐν τῷ Ἀπόλλωνος μαντείῳ καὶ πύθονται περὶ τῆς ἑαυτῶν σω‐ τηρίας, καὶ τὸ τί ἂν διαπράξωνται καὶ τοῦ κινδύνου ἐκφύγωσι. | |
5 | καὶ ἐδόθη αὐτοῖς χρησμός· ἔα ἔα † ὃν οἷον γεραρῶν ὑπείκειν τῷ νεάζοντι οὐχ ὡς ὑπήκουσαν † ἄπιτε δόμων ἐμῶν, μνήμην τῶν πάλαι ἔχοντες· Ἀλεξάνδρῳ ὑπείκειν ἐφετμεύω. | |
22.3 | Οἱ δὲ τὸν πάλαι χρησμὸν ἐν νῷ λαβόντες ὡς Νεκτεναβὼ | |
τῆς Αἰγύπτου ἀπέδρα, ἐπινοοῦσι παῖδα εἶναι Νεκτεναβῶ τὸν Ἀλέξανδρον. ὡς δὲ οἱ ὁπλῖται καὶ οἱ λοχαγοὶ τοῖς τείχοις προσ‐ ῄεσαν ἔνδον φωνὰς ἀκούωσιν, αἱ δὲ φωναὶ Ἀλέξανδρον εὐ‐ | 83 | |
5 | φήμουν καὶ ‚ὁ βασιλεὺς ζήτω Ἀλέξανδροσ‛ ἔλεγον. καὶ ὑπερά‐ νω τοῦ τείχους αἱ φωναὶ ἠκούοντο, οὐδεὶς δὲ τῶν ἄνωθεν προ‐ κύψαι ἐτόλμα διὰ τὸ πλῆθος τῶν ἐπιφερομένων βελῶν. ἀκού‐ ουσι ταῦτα Μακεδόνες καὶ γελᾶν παραχρῆμα ἐπιχειροῦσιν, ὁ δὲ γέλως εἰς ἅπαν τὸ πλῆθος ἐπεφέρετο καὶ ἦν ὁ πόλεμος γε‐ | |
10 | λοίων ἀνάμικτος. ἔρχεται τοίνυν ὁ λόγος πρὸς Ἀλέξανδρον ὡς αὐτὸν ἔνδοθεν εὐφημίζουσι. καὶ δὴ Ἀλέξανδρος παραγίνεται καὶ κελεύει ἄνεσιν δοῦναι τῷ πολέμῳ. | |
22.4 | Τούτου δὲ γενομένου καὶ τοῦ πολέμου ἀνακωχὴν λα‐ βόντος μικρὸν προκύψαι τοῦ τείχους κατατολμῶσιν Αἰγύπτιοι, ἱκετηρίαις φωναῖς τὸν Ἀλέξανδρον καθικετεύοντες καί· ἐλέ‐ ησον ὦ δέσποτα, ἔφασκον, τὴν πάλαι πατρίδα σου καὶ μὴ εἰς | |
5 | τέλος ὀργίζου τοῖς δούλοις σου. —ὡς οὖν ἤκουσεν περὶ πατρί‐ δος Ἀλέξανδρος ἐννεὸς γενόμενος κελεύει παντελῶς ἀφεθῆναι τὸν πόλεμον καὶ τοὺς βουλομένους ἐξιέναι τῆς πόλεως, καὶ περὶ τοῦδε ἑρμηνεῦσαι τοῦ λόγου ἔλεγεν· οὐ γὰρ ἔσχον πατρίδα Αἴγυπτον, Μακεδονία δέ μοι πατρίς, καὶ πῶς ὑμεῖς πατρίδα με | |
10 | Αἴγυπτόν φατε ἔχειν; —οἱ δὲ προσπεσόντες τὰ τοῦ χρησμοῦ | |
διηγοῦνται καὶ ὅτι Νεκτεναβὼ βασιλέα ποτὲ εἶχον καὶ ὡς ἐν τοῖς χρόνοις αὐτοῦ εὐτυχὴς ἦν Αἴγυπτος. τανῦν δὲ πάλιν ἐκεῖ‐ νον ἐθέσπισε κοσμοκράτορα τὸ μαντεῖον, ὦ δέσποτα, διὰ γάρ σου πάλιν Αἴγυπτος φυλαρχήσειε καθάπαρ ἡμῖν νενόμισται. | 84 | |
15 | ἔχε οὖν τὴν πόλιν σου καὶ τὸ δοκοῦν σοι πρακτέον ἐν ἡμῖν γέ‐ νοιτο. | |
22.5 | Ὡς δὲ τὰ τοῦ χρησμοῦ ἀνηγγέλθη Ἀλέξανδρος εὐθέως εἰς νοῦν τὰ περὶ ἑαυτοῦ ἔλαβε, καὶ συστολὴν τοῦ πολέμου κε‐ λεύει γενέσθαι καὶ τοὺς πρώτους ἐξιέναι τῆς πόλεως καὶ σὺν αὐτῷ εἰσιέναι καὶ ἄγειν ἔμπροσθεν αὐτοῦ ἐν μελάθροις Νεκτε‐ | |
5 | ναβῶ. ταῦτα δὲ μετὰ πολλοῦ τοῦ τάχους ἐγένοντο. | |
5 | ||
23.1 | Ἐξῄεσαν δὲ ὅμως Αἰγύπτιοι καὶ δουλικῶς Ἀλεξάνδρῳ προσπίπτουσι καὶ σὺν αὐτῷ ἐν μελάθροις Νεκτεναβῶ εἰσβαί‐ νουσι, καὶ ἀντὶ λύπης μᾶλλον ἔχαιρον. ἐπὰν οὖν πόλις πολιορ‐ κουμένη προκαταλάβηται, λύπη τοῖς ἐγχωρίοις ἐπεισέρχεται | |
5 | ὡς τὴν πατρίδα τοῖς πολεμίοις παραληψομένην βλέποντες. ταῦτα δὲ μᾶλλον Αἰγύπτιοι ὁρῶντες ἐκ θλίψεως εἰς χαρὰν | |
μετῄεσαν, οὐχ ὡς πολέμιον αὐτὸν ἡγούμενοι ἀλλ’ ὡς τὴν βασι‐ λείαν αὐτοῖς ἐπιφέροντα καὶ ‚πάλιν ἄρχει Αἴγυπτοσ‛ ἔλεγον ἐπευφημοῦντες καὶ χαίροντες. | 85 | |
23.2 | Ὡς δὲ τοῖς βασιλείοις εἰσῄει Ἀλέξανδρος, τὸ τοῦ Νεκτε‐ ναβῶ ὁμοίωμα πρὸ τῶν θυρῶν ἵστατο ὡς οὖν ἐστοιχειωμένον, στέφανον δὲ τῇ δεξιᾷ ἔχον χειρί, τῇ δὲ λαιᾷ σφαιροειδές τι προδεικνῦον, ἐν αὐτῷ δὲ ἡ σύμπασα περιεγέγραπτο κτίσις. ἐν | |
5 | δὲ τῷ στήθει τῆς εἰκόνος τάδε ἦν γεγραμμένα· ὃς ἂν τοῖς ἐμοῖς ἕρψει δόμοις τόδε τὸ στέφος θήσομαι κεφαλῇ, τοῦτον παῖδα ἐμὸν πάντες εἶναι νοεῖτε, τὴν δ’ ἅπασαν νοστήσειε γαῖαν, τούτ’ ἐπ’ ὄνομα δοθῇ ἡ πόλις. | |
23.3 | Ὡς δὲ τὴν πύλην Ἀλέξανδρος εἰσέδυ τὸ ἐμφερόμενον στέφος διατίθησιν ἡ εἰκὼν πρὸς τῇ κεφαλῇ αὐτοῦ. περιστρα‐ φεὶς οὖν τὸ συμβὰν ὡς ἐθεάσατο καὶ τὴν χεῖρα ἐκτετακὼς περὶ τὸν ἐν τῇ κεφαλῇ αὐτοῦ τεθέντα ἤδη στέφανον, καὶ τὸ | |
5 | κατεχόμενον τῇ λαιᾷ σφαιροειδὲς τῇ χειρὶ αὐτοῦ τίθησιν ἡ εἰκών, ὥστε θαυμάσαι ἐπὶ τῷ γεγονότι πάντας τοὺς ἐντυγ‐ χάνοντας. ὡς οὖν τῇ εἰκόνι προσέσχεν Ἀλέξανδρος καὶ τὸ ὁμοίωμα θεασάμενος, ἔγνω μὲν τὸ μόρφωμα Νεκτεναβῶ εἶ‐ ναι, ἐπὶ δὲ τὸ στῆθος ἀποβλέψας καὶ τοῖς γράμμασιν ἐντυ‐ | 86 |
10 | χών, ταῦτα μὲν αὐτοχείρως ἤμβλυνε, τὴν δὲ εἰκόνα ὡς τὰ τῆς ἀρχῆς αὐτῷ μαντευσαμένην ἐτίμησε περιχρυσώσας αὐ‐ τήν. οὐκ ἤθελε γὰρ Ἀλέξανδρος Νεκτεναβῶ παῖς λογισθῆ‐ ναι, ἀλλὰ Φιλίππου μέν, ἐκ θεῶν δέ. οὕτως καὶ τοῖς πᾶσιν ἐνομίζετο. | |
14 | ||
24.1 | Διατρίψας οὖν ἐκεῖσε χρόνον τινὰ τὴν πόλιν οἰκοδομεῖν ἐγχειρίζεται, κίοσι δὲ πλείστοις αὐτὴν κατακοσμήσας καὶ τὰ τείχη πύργοις εὐμήκεσι καὶ μεταρσίοις κατοχυρώσας, ἐν δὲ τῇ κατὰ ἀνατολῶν πύλῃ μεταρσιώτατον πάντων ἕνα πύργον ᾠκο‐ | |
5 | δόμησεν. ἐν αὐτῷ δὲ τὴν αὑτοῦ στήλην ποιήσας ἥδρασε περὶ αὐτὸν δὲ Σελεύκου καὶ Ἀντιόχου καὶ Φιλίππου τοῦ ἰατροῦ. καὶ τὴν μὲν Σελεύκου κέρας ἔχουσαν γνωρίζεσθαι πεποίηκε διὰ δὲ τὸ ἀνδρεῖον καὶ δυσμάχητον, Φίλιππον δὲ σχῆμα ἔχειν ἰατρι‐ κὸν καὶ στρατιωτικόν, Ἀντίοχον δὲ δορυφόρον ἐμφαίνεσθαι. | 87 |
24.2 | Τῶν πασῶν τελεσθεισῶν καὶ τῆς πόλεως περικαλλεστά‐ της ἐν παντὶ ὀφθαλμῷ ἀνθρώπων γεγονυίας ἄνεισιν Ἀλέξαν‐ δρος ἐν τῷ πύργῳ καὶ πάντας ἐξουθένωσε τοὺς θεοὺς τῆς γῆς καὶ τοὺς ἐν Ὀλύμπῳ καὶ θαλάσσῃ, καὶ μόνον θεὸν ἀνεκήρυξεν | |
5 | ἀκατανόητον, ἀθεώρητον, ἀνεξιχνίαστον, ἐπὶ τῶν Σεραφὶμ ἐποχούμενον καὶ τρισαγίᾳ φωνῇ δοξαζόμενον. ἐν τούτῳ στὰς Ἀλέξανδρος ηὔξατο καί· ὦ θεὲ θεῶν καὶ δημιουργὲ ὁρατῶν τε καὶ ἀοράτων, συνεργός μοι φάνηθι ὧν πράττειν μέλλω. | |
24.3 | Κατιὼν δὲ τοῦ πύργου εἰς τὰ βασίλεια ᾤχετο. καὶ Σέ‐ λευκος μὲν ἄρχων τῶν Περσῶν ἦν, Φίλιππος δὲ Αἰγυπτίων 〈καὶ Ἀντίοχος τῶν Ἀσσυρίων〉 ἡγεῖσθαι προστέτακτο, Ἀλέ‐ | |
ξανδρος δὲ Μακεδονίοις ἐπεστήρικτο. | 88 | |
25.1 | Καὶ δὴ συναθροίσας πάντα τὰ στρατόπεδα ὥρμησε κατὰ δυσμῶν καὶ πάντα τὰ ἔθνη ἐδουλοῦντο καὶ φόρους αὐτῷ ἐδίδο‐ σαν. καὶ οὐκ ἦν αὐτῷ ὁ ἀνθιστάμενος, ὅτι πάντες αὐτὸν ἐφοβή‐ θησαν. διελθὼν δὲ τὴν ὑφήλιον δυσμῶν οὐκ ἦν οἰκεῖσθαι τὴν | |
5 | γῆν ἔτι. κελεύει οὖν τὸν πάντα λαὸν ἀπαρτισμὸν ἑξαμηναίου χρόνου βαστάσαι ὡς τῇ ἀοικήτῳ ἐπιβῆναι βουλευσάμενος. | |
25.2 | Τούτου δὲ γενομένου ὡσεὶ πορείαν ἡμερῶν δέκα ἐμπε‐ ριπατήσαντες ἐν ἐρήμοις κατήντησαν τόποις καὶ λείοις. καὶ ἰδοὺ γυναῖκες ἐμφαίνονται φοβεραὶ τῷ εἴδει καὶ ἄγριαι τοῖς προσώποις. τὸ δὲ πᾶν σῶμα αὐτῶν τετριχωμένον ὡς ἄν τις | |
5 | εἴποι ὑὸς ἀγρίου. ἡ δὲ κόμη τῆς κεφαλῆς αὐτῶν κατήρχετο μέχρι κνημῶν, οἱ δὲ ὀφθαλμοὶ αὐτῶν δίκην ἀστέρων ἐξέλαμ‐ πον. οὐχ ὡς δὲ παντὸς ἀνθρώπου εἶχον τὴν θέσιν, ἀλλὰ κατ‐ | |
ήρχοντο ἀπὸ μετώπου ἐπὶ τὸ πρόσωπον. αἱ δὲ ὄνυχες αὐτῶν εὐμήκεις ἀνὰ πήχεως μιᾶς, οἱ πόδες αὐτῶν ὡς ὀνάγρου, τὸ | 89 | |
10 | δὲ μέγεθος τοῦ σώματος αὐτῶν ὡς ἀνδρῶν τριῶν. ὡς δὲ ταύ‐ τας ἐθεάσαντο καὶ ἀσκόπως ἐπέδραμον αὐταῖς, ἀνθυποστρέ‐ ψασαι ἀνεῖλον ἐκ τῶν στρατιωτῶν τέσσαρας τοῖς ὄνυξι δια‐ σπαράξασαι. καὶ πορευθεῖσαι τούτοις κατεθοινήσαντο ἐπ’ ὄψε‐ σιν ἡμῶν, ὥστε καὶ τὸν χοῦν, ἔνθα τὸ αἷμα αὐτῶν ἐπεπήγει | |
15 | ἐξέλειξαν. θαυμαζόντων δὲ πάντων καὶ ἀπορουμένων ἐπὶ τῇ τοιαύτῃ θεωρίᾳ ἰδοὺ εἰς πλῆθος ἐφαίνοντο καὶ τῇ φάλαγγι ἐπιβᾶσαι μήκοθεν ταῖς χερσὶν ἐκτετακυῖαι ἥρπαζον τοὺς στρα‐ τιώτας ἐκ μέσης τῆς φάλαγγος καὶ κατεθοινοῦντο. εἰς παντε‐ λῆ δὲ ἀπόγνωσιν πάντες ἤλθοσαν. καὶ δὴ Ἀλέξανδρος διανο‐ | |
20 | εῖται καὶ κύνας πλείστους ἐκ τοῦ φοσσάτου ἐπισυνάξας—πάνυ γὰρ ἐν τῷ κυνηγεῖν πλήθη κυνῶν ἐκέκτητο ἕκαστος. ἐπισυν‐ αχθέντες δὲ ἀναρίθμητον πλῆθος κυνῶν ἐπικινεῖ αὐταῖς μετὰ | |
τῶν κυνῶν Ἀλέξανδρος. αὗται δὲ τοὺς κύνας ἰδοῦσαι εἰς φυγὴν τρέπονται. καὶ τὸ πλῆθος αὐταῖς ἐπεχύθη καὶ ἀνεῖλον ἐξ αὐτῶν | 90 | |
25 | ἱκανάς. αἱ δὲ λοιπαὶ ἔφυγον καὶ ἀφανεῖς ἐγένοντο. | |
25.3 | Ἐκεῖθεν δὲ διασωθέντες δι’ ἡμερῶν πεντήκοντα κατα‐ λαμβάνουσι γῆν ἄμμον ἔχουσαν. διερχόμενοι δὲ τὴν αὐτὴν γῆν μύρμηκες ἀνελθόντες ἥρπαζον ἵππους καὶ ἄνδρας καὶ ἀνεχώ‐ ρουν. πῦρ δὲ ὅμως ἐν τούτοις ἀνάψαντες τῆς τούτων διασῴ‐ | |
5 | ζονται βλάβης. | |
25.4 | Ἐκεῖθεν οὖν διελθόντες ποταμὸν κατέλαβον παμμεγέθη, πλάτος αὐτῷ πορείας ἡμερῶν τριῶν. ἐλθόντες οὖν ἐπὶ τὸν πο‐ ταμὸν ἐν ἀμηχανίᾳ διῆγεν Ἀλέξανδρος. καθίσας δὲ παρὰ τὴν ὄχθην ἐκεῖσε φοσσᾶτον εἶπεν πηγῆναι. τούτου δὲ γενομένου | |
5 | ὡς διενοεῖτο τὴν τοῦ ποταμοῦ διάβασιν, ἐξαίφνης τὸ ὕδωρ ἐξη‐ | |
ράνθη καὶ ἀντὶ ὕδατος ἄμμος ἔρρει. ταῦτα δὲ ἰδὼν Ἀλέξαν‐ δρος τὴν τοῦ ποταμοῦ διέγνω διάβασιν, καὶ κελεύει κατασκευα‐ σθῆναι ἐκ ξύλων τετραγώνων ἄρκλας. τούτου δὲ γενομένου κελεύει κατασκευασθέντα βληθῆναι ἐν τῇ ῥοῇ τοῦ ἄμμου. ὡς | 91 | |
10 | δὲ τὴν πρώτην ἵεσαν, λίθοις εἶπε γεμισθῆναι, τούτου δὲ γενο‐ μένου ἔμεινεν ἀμετακίνητος καὶ στερεά. ἐν δὲ τῇ δευτέρᾳ δια‐ πορευόμενοι κελεύει ἐνεχθῆναι ξύλα εὐμήκη, ὡσεὶ οὐργυίων τεσσάρων ἢ καὶ ἓξ καὶ τεθῆναι αὐτὰ ἐν τῇ πρώτῃ ἄρκλᾳ, δια‐ χωρίσαι τὴν δευτέραν οὐργυιὰς τέσσαρας. ἐνέγκαντες δὲ τὴν | |
15 | δευτέραν ἄρκλαν κενὴν τιθέασιν ἐπάνωθεν τῶν δύο ξύλων καὶ ἀκοντίσαντες αὐτὴν κατῆλθεν ἐν τῇ ῥοῇ τοῦ ἄμμου, ἀπέ‐ χουσα τῆς πρώτης οὐργυίας τέσσαρας. εὐθέως δὲ καὶ ταύτην λίθοις γεμίσαντες ἔμεινε καὶ αὕτη στερεά. ὡσαύτως δὲ τὴν τρίτην καὶ τετάρτην ποιήσαντες καὶ τὰς λοιπάς, γεφυροῦσι τὸν | |
20 | ποταμὸν καὶ περνᾷ πᾶς ὁ λαὸς δι’ ἡμερῶν ἑξήκοντα. ὅντινα πο‐ ταμὸν διαβὰς Ἀμμόρρουν ἐκάλεσεν. τρεῖς γὰρ ἡμέρας ὕδωρ | |
ἦν ῥέων καὶ τρεῖς ἡμέρας ἄμμον. | 92 | |
26.1 | Διελθόντες δὲ τὸν ποταμὸν κόσμον ἄλλον κατελάβομεν, ἀνθρώπους μὲν εὑρόντες εὐτελεῖς καὶ λίαν σμικροτάτους, ὡς εἶναι τὸν τέλειον ἄνθρωπον πῆχυν ἕνα καὶ ἥμισυ. ὡς δὲ ἐθεά‐ σαντο, ἦλθον πρὸς ἡμᾶς γονυπετοῦντες καὶ παρακαλοῦντες | |
5 | ἵλεων γενέσθαι {ἐπὶ} τούτοις Ἀλέξανδρον. εἰς τὴν αὐτῶν ἐπι‐ δὼν εὐτελῆ ταπείνωσιν, ὁ δὲ ἀπέστειλεν αὐτοὺς εἰρήνην εἰπών· ἄπιτε οὖν, μηδεμίαν παρ’ ἡμῶν ἐκδεχόμενοι βλάβην. | |
26.2 | Ἐκεῖσε οὖν διατρίψας ἱκανὰς ἡμέρας, ἀνεζωπυρήθη πᾶν τὸ στρατόπεδον. πόλιν δὲ ἐκεῖσε κτίζει μεγίστην παρὰ θάλασσαν καὶ λιμένα ποιεῖ. καὶ διδάξας αὐτοῖς τὴν τῶν ἀν‐ θρώπων ἀρχὴν ἄρχεσθαι, βασιλέα τε αὐτοῖς ἐξ αὐτῶν κατα‐ | |
5 | στήσας, διῆλθε τὴν χώραν ἐκείνην δι’ ἡμερῶν ἑκατόν, προσ‐ | |
τάξας τοῖς ἄρχουσιν αὐτοῦ καὶ παντὶ τῷ στρατῷ ἀπαρτισμὸν ἐνιαυτοῦ ἔχειν. ἐξ αὐτῶν δὲ τῶν σμικροτάτων ἀνθρώπων ἄρας πλείστους πρὸς ἐπίδειξιν τῆς οἰκουμένης ἐξήνεγκεν. ἐκεῖθεν δὲ ἅπαν τὸ στράτευμα συγκομίζουσι τὴν ἑαυτῶν αὐ‐ | 93 | |
10 | τάρκειαν, ἀλλήλους διερχόμενοι ἐπεφώνουν τὸν πάντα λαὸν τὸν ἑαυτοῦ ἔχειν ἀπαρτισμόν. | |
11 | ||
27.1 | Καὶ τούτου γενομένου ὥρμησε πάλιν τὴν ἀοίκητον γῆν, καὶ διελθῶν δι’ ἡμερῶν δέκα φθάνει τινὰ ἐν πεδίῳ τόπον, τῷ τε μήκει καὶ πλάτει ἀνείκαστον. ἐν αὐτῷ δὲ ἀναπαῦσαι τὸν στρατὸν ἔδοξεν. καὶ περιβλεπόμενος ὕδωρ ἐζήτει καὶ δὴ ὁρᾷ | |
5 | λίμνην, καὶ ἀπελθὼν ὁρᾷ στήλην παμμεγέθη ἐν πέτρᾳ ἐκ ψή‐ φων ἐνιδρυμένην. ὡς οὖν εἶδεν εὐθέως πλησίον τῆς στήλης γενόμενος ἐκεῖσε τὴν σκηνὴν ἔπηξεν. | 94 |
27.2 | Ἡ δὲ στήλη γράμμασιν Ἑλληνικοῖς ἐπεφέρετο, ἡ δὲ γραφὴ τῆς στήλης ἐδήλου τὴν ἐνέργειαν Σεσόγχου τινὸς νῦν κοσμοκράτορος. τὸ δὲ ὁμοίωμα ἦν ἀνδρὸς νεαροῦ τὰ πάντα Ἀλεξάνδρῳ ἀφομοιώμενον, ἐγράφη δέ· μέχρι τῶν ἐκεῖσε κα‐ | |
5 | ταλαβεῖν ἐστι〈ν〉 ἂν ἀνθρώποις ὄντα, ὃς πᾶσαν περιελθὼν γῆν | |
{ἐκεῖσε τελευτῆσαι καὶ ταφῆναι ἔνθα ἡ στήλη ἥδρασται, ἐγρά‐ φετο δὲ} τῶν ἐπέκεινά τινα μὴ δύνασθαι ἐλθεῖν, ὡς κἀμὲ ἀπορήσαντα μὴ δυνηθῆναι προέρχεσθαι ἀνθυποστρέψας ἐνταῦθα τοῦ ζῆν ἐξίεμαι Σεσόγχοσις ἐγὼ κοσμοκράτωρ. | 95 | |
27.3 | Ταῦτα ἀναγνοὺς Ἀλέξανδρος εὐθέως τὴν γραφίδα πε‐ ριεκάλυψε πέπλοις ὡς δῆθεν τὴν εἰκόνα τιμῶν. τοῦτο δὲ ποιεῖ διὰ τὸ μηδένα Μακεδόνων τοῖς γράμμασιν ἐντυχεῖν καὶ δειλία αὐτοὺς καταλάβῃ. ἔλεγε δὲ μᾶλλον χρησμὸν ἐκ τῆς εἰκόνος | |
5 | δέξασθαι· Ἐὰν τῶν ὧδε διέλθῃς, Ἀλέξανδρε, {ἕτερον} κόσμον εὑρήσεις κρείττονα οὗ διῆλθες {κόσμον}. ταῦτα δὲ διὰ τὸ θαρσηροὺς ποιῆσαι Μακεδόνας εἶπεν Ἀλέξαν‐ | |
δρος. | 96 | |
28.1 | Διατρίψας δὲ ὅμως ἐκεῖσε ἡμέρας τρεῖς ἀπάρας ᾤχετο τῆς ὁδοιπορίας. καὶ δι’ ἡμερῶν δέκα ἐμπεριπατήσαντες κατα‐ λαμβάνει τόπους πάνυ λείους. ὡς δὲ αἱ φάλαγγες ἐπεκτάνθη‐ σαν τῇ πεδιάδι Μακεδόνες ἐπισπαρέντες ἄνθρωποι τούτοις | |
5 | ἐμφαίνονται ἄγριοι ἐπὶ πετρῶν καθεζόμενοι, γυμνοὶ μέν, δα‐ σεῖς δέ, φοβεροί, εὐμεγέθεις, μέλανες, ἀλλ’ οὐ κατὰ κράτος εἶχον τὸ μέλαν. τρίχαι δὲ αὐτοῖς χονδραὶ τεταμέναι, μέγεθος ἑκάστῳ ὡσεὶ ἀνδρῶν δύο. ἅμα δὲ Μακεδόνες ἐπήρχοντο αὐ‐ τοῖς, αὐτοὶ ἐκ τόπου εἰς τόπον μεταβαίνουσι καὶ τὸν σκοπὸν ἐν | |
10 | ταῖς φάλαγξιν εἶχον. ἐλθόντες οἱ Μακεδόνες ταῦτα τῷ Ἀλε‐ ξάνδρῳ λέγουσιν, ὁ δὲ τῆς φάλαγγος ἐξελθὼν κατέλαβεν ἔνθα οἱ ἄνδρες ἐκαθέσθησαν. | |
28.2 | Ὡς εἶδεν αὐτοὺς πάνυ ἀμερίμνως περὶ αὐτὸν ἔχοντας | |
καὶ μόνον τὴν φάλαγγα σκοποῦντες, κελεύει δὲ κόρην εὐειδῆ ἐνεχθῆναι. καὶ λέγει αὐτῇ Ἀλέξανδρος· πρὸς τὸν ἄνθρωπον πλησίασαι, ὅπως ἴδῃ τὴν τοῦ ἀγρίου ἀνδρὸς ἐκείνου διάθεσιν, | 97 | |
5 | εἰ ὅλως ἀνθρωπίνη φύσις ἐστὶν ἐν αὐτῷ. ἡ δὲ γυνὴ πλησίον αὐτοῦ γενομένη, ὡς περιστραφεὶς εἶδεν αὐτὴν εὐθέως ἀνίστα‐ ται καὶ λαβόμενος αὐτὴν ἤρξατο κατεσθίειν. Ἀλέξανδρος δὲ τοῖς στρατιώταις κελεύει ἀπελθεῖν καὶ ταύτην ἑλέσθαι τοῦ θηρός. οἱ δὲ στρατιῶται ἐπιδραμόντες αὐτῷ, οὐκ ἐφρόντισε | |
10 | τὸ σύνολον περὶ αὐτῶν, ἀλλὰ τὸ στόμα ἐπὶ τῶν μηρῶν τῆς κόρης ἔχων ἔβλεπεν εἰς αὐτούς, δίκην κυνὸς κατεσθίων αὐτήν. οἱ δὲ στρατιῶται τοῖς δόρασιν ἔπληξαν αὐτὸν καὶ εὐθέως ἀνί‐ σταται καὶ καταλιπὼν τὴν κόρην ἡμιθανῆ ἔτρεχε καὶ φωνῇ κυνικῇ ἔκραζεν. οἱ δὲ λαβόμενοι τὴν κόρην πρὸς Ἀλέξανδρον | |
15 | ἤνεγκαν καὶ τῇ φάλαγγι ἀπεκόμισαν. | |
28.3 | Παραχρῆμα δὲ πλήθη ἐμφαίνονται ἄπειρα ἐκ τῶν ἀγρί‐ | |
ων ἀνθρώπων, ξύλα ταῖς χερσὶν ἔχοντες καὶ λίθους, καὶ τῇ προτέρᾳ πλησιάσαντες φάλαγγι γενναίως ἐμάχοντο. ὡς δὲ Ἀλέξανδρος εἶδεν, κελεύει τοῖς ὁπλίταις ἅμα καὶ τοξευταῖς | 98 | |
5 | πρὸς μάχην παραστῆσαι. πολέμου δὲ σφοδροῦ συγκροτηθέντος ὁσάκις τις ἐξ αὐτῶν ἐτιτρώσκετο, εὐθέως ὑπὸ τῶν ἑτέρων διεμερίζετο καὶ κατεσθίετο. καὶ ὅσον ὁ πόλεμος συνήπτετο, το‐ σοῦτον εἰς πλῆθος πλεῖστον ἐγένοντο καὶ ἐπικρατέστεροι μᾶλ‐ λον ἦσαν. δειλία δὲ Μακεδόνας κατέλαβεν, φόβος καὶ τρόμος | |
10 | εἶχεν αὐτοῖς. Ἀλέξανδρος δὲ εἱστήκει ἐννοῶν πῶς ἂν αὐτοῖς τροπώσηται. ἐπὶ πάσαις οὖν ταῖς συμβολαῖς τριάκοντα στρα‐ τιῶται ἀνῃρέθησαν, ἐξ αὐτῶν δὲ πλήθη πολλά, ἀλλ’ ὅσον ἀπέθνησκον, πλείονες ἐπισυνήγοντο καὶ μειζόνως ἐθρασύνον‐ το. ὁ δὲ φρενήρης Ἀλέξανδρος προστάσσει ἄφνω πῦρ ἀνάψαι | |
15 | καὶ τούτοις ἐπιδραμεῖν. | |
28.4 | Οἱ δὲ ὡς εἶδον τὸ ἀσύνηθες τοῦ θεάματος εὐθέως εἰς ψυγὴν τρέπονται. καὶ ἐπιτρέχει ἐπ’ αὐτοῖς ἅπαν τὸ πλῆθος καὶ οὐ κατέλαβον ἐξ αὐτῶν οὐδένα· ἦσαν γὰρ κοῦφοι τοῖς ποσὶν δίκην χελιδόνος χαμαὶ ἱπταμένης. μόλις δὲ Ἀλέξανδρος τῷ | 99 |
5 | Βουκεφάλῳ ἐποχούμενος ἵππῳ φθάνει παῖδα ἕνα καὶ τούτου γενόμενος ἐγκρατὴς ἄγει ἐπὶ τὸ στράτευμα. ἦν δὲ χρόνων τὸ δοκεῖν ὡσεὶ δώδεκα, ἀλλ’ ὑπῆρχεν ὑπεράνω παντὸς ἀνδρός. | |
28.5 | Τῆς δὲ νυκτὸς ἤδη καταλαβούσης καὶ τοῦ φοσσάτου σκη‐ νοποιοῦντος τὰ πρὸς ἀνάπαυσιν ἦσαν πάντες εὐτρεπιζόμενοι. ἦσαν γὰρ ἐκ τοῦ πολέμου κεκοπιακότες. δεινῶς δὲ ἔχοντες πρὸς Ἀλέξανδρον ἦλθον λέγοντες· Μηκέτι, βασιλεῦ Ἀλέξαν‐ | |
5 | δρε, προσχωρεῖν. οὐ γὰρ δυνησόμεθα τοιούτους ἀνθρώπους διεξελθεῖν. καὶ μήπως τῆς τύχης ἡμᾶς καταλάβῃ τὸ πέρας, ὁπόταν 〈τὸν〉 κόσμον ὑπετάξαμεν; μήπω κορεσθέντες ἑαυτοὺς βορὰν ἀγρίων οὐ θηρίων ἀλλ’ ἀνθρώπων πεποιήκαμεν. καὶ τοῦτο ἡμῖν διπλοῦν τὸ κακόν, ὅτι οὐδὲ μνήμη ἡμῶν ἐν κόσμῳ | |
10 | γενήσεται. —ἐπὶ τούτοις ἀγανακτήσας Ἀλέξανδρος ἔφη· Οὐκ ἐμὸν τὸ ἀντιστρέφεσθαι, ἀλλὰ τῇ τύχῃ δοτόν. καὶ γὰρ πολλά‐ | |
κις βουληθεὶς τοῦτο οὐ συγκεχώρημαι. χρεὼν δὲ ἡμῖν ἐστιν καθυπείκειν τῇ τύχῃ. | 100 | |
13 | ||
29.1 | Ἕωθεν οὖν ἀναστὰς τὴν ὁδοιπορίαν ἐποιεῖτο. διελθὼν δὲ τὴν τῶν ἀγρίων ἐκείνων ἀνθρώπων χώραν δι’ ἡμερῶν πέντε εἰς ἑτέραν κατέλαβε γῆν ἔνθα στῆλαι ἑστήκασι δύο χρυ‐ σαῖ εὐμήκεις, τὸ δὲ εὗρος καὶ μῆκος σφυρήλατοι, μία μὲν ἀνδρὸς | |
5 | ἑτέρα δὲ γυναικός, ἃς περιτυχὼν Ἀλέξανδρος λέγει Ἡρακλέ‐ ως στῆλαι αὗται καὶ Σεμιράμεως. | |
29.2 | Τῶν ἐκεῖσε οὖν διελθόντες ὀλίγον τι εὕροσαν καὶ τὰ Σε‐ μιράμεως βασίλεια, ἀοίκητα δέ. εἰσῄει οὖν Ἀλέξανδρος ἐν αὐ‐ τοῖς μετὰ τοῦ Μακεδονικοῦ στρατοῦ καὶ μόνου, Πέρσαι δὲ καὶ Αἰγύπτιοι πέριξ διανεπαύσαντο ἡμέρας τρεῖς. | 101 |
29.3 | Καὶ τῶν ἐκεῖσε ἐξελθόντες δι’ ἡμερῶν δέκα εὑρίσκουσι ἀνθρώπους ἑξάχειρας καὶ ἑξάποδας {πολλοὶ ἐξ αὐτῶν καὶ ἑπτάποδοι ἦσαν} πλῆθος ἀναρίθμητον, πάντες δὲ γυμνοί, οἵτι‐ νες ἰδόντες τὰ πλήθη τῶν φαλάγγων ἔδοξαν συνάγεσθαι. ὡς | |
5 | οὖν εἶδεν Ἀλέξανδρος κελεύει πῦρ ἀνάψαι καὶ ἐπέρχεσθαι αὐτοῖς. τούτου δὲ γενομένου καὶ μετὰ λαμπάδων πλῆθος αὐτοῖς ἐπιβάντες εὐθέως πάντες ἔφυγον καὶ ἐν σπηλαίοις κάτωθεν εἰσῆλθον τῆς γῆς. κατεκράτησαν οὖν ἐξ αὐτῶν ἄνδρας θαῦμα μέγιστον ὄντας αὐτοὺς κατανοῆσαι. ἔχοντες οὖν αὐτοὺς ἤλθοσαν | |
10 | ὁδὸν ἡμέρας μιᾶς, διὰ δὲ τὸ μὴ εἶναι αὐτοὺς συνδιαίτους ἀνθρώ‐ | |
πων ἐξαίφνης συντρομάξαντες καὶ βοήσαντες ἀπέθανον. | 102 | |
29.4 | Μετὰ οὖν ὁδὸν ἡμερῶν τριῶν κατέλαβον χώραν Κυνο‐ κεφάλων. αὐτοὶ μὲν οὖν τὰ πάντα ἄνθρωποι ἦσαν, κεφαλὴ δὲ αὐτοῖς πᾶσι κυνός, καὶ φωνή αὐτοῖς μέρος μέντοι ἀνθρώπινον, μερὸς δὲ κυνός, οἵτινες παραταξάμενοι ἑτοίμως εἶχον τὰ πρὸς | |
5 | πόλεμον. ἀλλ’ οὖν καὶ αὐτοὺς τῷ πυρὶ Ἀλέξανδρος ἐτροπώ‐ σατο. δι’ ἡμερῶν δὲ περιπατήσαντες δέκα μόλις τὴν τῶν Κυ‐ νοκεφάλων διῆλθον χώραν. | |
29.5 | Διελθόντες δὲ τὴν χώραν αὐτῶν τόπον κατέλαβον πα‐ ραθαλάσσιον, κἀκεῖ ἄπληκτον ποιησάμενος ἔδοξε τὸν στρατὸν ἀναπαῦσαι. κύκλῳ δὲ τὸ φοσσᾶτον κατοχυρώσαντες τοῖς ὅπλοις, ἐκέλευσε ταῖς ἀσπίσι φρουρεῖν ὑπεράνωθεν τῆς διώρυγος. τι‐ | |
5 | νὸς δὲ ἵππον συνέβη τελευτῆσαι καὶ κατὰ θάλασσαν ῥιφῆναι. καρκίνος δὲ τῆς θαλάσσης ἀναδὺς τῷ χαλινῷ αὐτοῦ τὸν τεθνη‐ κότα ἵππον ἁρπάσας τῇ θαλάσσῃ κατέδυ. ἐξῆλθον δὲ ἕτερα | |
πλήθη πολλὰ καὶ ἥρπαζον τοὺς ἀνθρώπους καὶ τοὺς ἵππους. ὁ λόγος διῆλθεν ἐπὶ Ἀλέξανδρον· αὐτὸς δὲ κελεύει πῦρ ἀνάψαι | 103 | |
10 | κύκλωθεν τοῦ φοσσάτου εἰς πλῆθος. τούτου δὲ γενομένου δια‐ σῴζονται τῆς τῶν ἐναλίων ζῴων ἐπιδρομῆς. | |
11 | ||
30.1 | Ἐκεῖθεν οὖν διελθόντες καταντῶσιν εἰς τόπον τινὰ ἀλ‐ σώδη μέν, καλὸν δέ, παντοίων ὀπώρων καρπὸν ἔχοντα. παρά‐ λιος δὲ κἀκεῖνος ἦν. ὡς οὖν εἶδεν Ἀλέξανδρος ἐκεῖ διαναπαύει τὸν στρατόν. τοῦ δὲ φοσσάτου παγέντος ἐξῄει Ἀλέξανδρος | |
5 | παρὰ τὴν θάλασσαν· καὶ δὴ ὁρᾷ νῆσον ἐν τῇ θαλάσσῃ ὡς ἀπὸ σταδίου τῆς γῆς ἀπέχοντα. ἔδοξε δὲ αὐτὸν εἰσελθόντα τὴν νῆ‐ σον θεάσασθαι. κελεύει δὲ ξύλα ἐνεχθῆναι καὶ ναῦς κατασκευ‐ άσαι, καὶ διὰ πολλοῦ τοῦ τάχους Αἰγύπτιοι τὰς ναῦς κατεσκεύ‐ | |
ασαν. | 104 | |
30.2 | Μέλλοντα δὲ ἐξιέναι Ἀλέξανδρον καὶ ταῖς ναυσὶν εἰσιέναι τοῦτον ἐκώλυσε Φίλων ὁ φίλος αὐτοῦ εἰπών· μηδαμῶς τοῦτο ποιεῖν, ἀλλὰ πρῶτον ἐν μιᾷ νηῒ ἐγὼ ἀπέλθοιμι καὶ εἰσελθὼν τὴν νῆσον θεάσομαι. καὶ εἰ μὲν σωθεὶς ἐπανήξω, τότε καὶ σὺ | |
5 | ταῖς λοιπαῖς ναυσὶν ἐπιβὰς τὰ δοκοῦντά σοι ποίει. —ἐπὶ τούτοις Ἀλέξανδρος ἐπένευσε καὶ τῷ Φίλωνι ἔφη· ἀλλ’ οὐδέ σε θελή‐ σαιμι πρῶτον εἰσελθεῖν τὸν ἐμοὶ φιλούμενον, μήπως καὶ σὺ δυστυχήσειας. καὶ τίς μοι φίλος τὴν σὴν παρηγορήσειε λύπην; — ὁ δὲ Φίλων φησίν· εἰ μὲν Φίλων ὁ φίλος τοῦ βασιλέως τελευ‐ | |
10 | τήσειε, εὑρεῖν ἂν ἔχοι ὁ βασιλεὺς φίλον ἕτερον Φίλωνα, εἰ δὲ Ἀλέξανδρον συμβῆ τι παθεῖν, ὅλος ὁ κόσμος ἐδυστύχησεν. | |
30.3 | Ὡς οὖν ταῦτα εἶπεν Φίλων εἰσέδυ τῇ νηῒ καὶ τὴν νῆσον καταλαβὼν εὗρεν ἐν αὐτῇ ἀνθρώπους ὁμοίους ἡμῖν κατὰ πάντα, τῇ Ἑλληνίδι φωνῇ διαλεγομένους. πρὸς αὐτοὺς δὲ θεασάμενος ὁ Φίλων εὐθέως πρὸς Ἀλέξανδρον ἀνθυποστρέφει τὰ τῆς νή‐ | |
5 | σου διηγούμενος. ἀκούσας δὲ ταῦτα Ἀλέξανδρος ἔλαβε μεθ’ ἑαυτοῦ τριάκοντα ναῦς, μία δὲ ἑκάστη αὐτῶν ἀνὰ πεντήκοντα ἄνδρας εἶχε. καὶ εἰσῆλθεν ἐν αὐτῇ, Ἀντίοχον δὲ ἀντ’ αὐτοῦ καταλιπὼν ἡγεῖσθαι τοῦ στρατοῦ καὶ μέχρις ἂν ὑποστρέψῃ ἐν ἐκείνῳ προσκαρτερεῖν τῷ τόπῳ διὰ τὸ ἐπιτήδειον εἶναι εἰς δια‐ | 105 |
10 | τροφὴν λαοῦ. | |
30.4 | Ἐν τῇ νήσῳ ἐλθὼν εὗρεν ἀνθρώπους ὁμοίους αὐτῷ, γυμνοὺς δὲ πάντας. ὡς οὖν εἶδον αὐτὸν οἱ ἐν τῇ νήσῳ οἰκοῦντες ἦλθον λέγοντες· τί πρὸς ἡμᾶς ἧκας, Ἀλέξανδρε, τί δὲ παρ’ ἡμῶν λαβεῖν ἠθέλησας; γυμνοὶ ἡμεῖς πάντες, οὐκ ἔχοντες παρ’ | |
5 | ἡμῖν εἰ μὴ λόγων ἐνέργειαν. εἰ δὲ τοῦτο ἐπεθύμησας, ἕξεις παρ’ | |
ἡμῶν πλήθη λόγων, οὐδὲν γὰρ παρ’ ἡμῖν ἕτερον παρευδοκιμεῖ. — ἔκπληκτος δὲ γενόμενος Ἀλέξανδρος ἐπὶ τῇ τοῦ ὀνόματος κλή‐ σει ἔφη· καὶ τί κρεῖσσον λόγου ἐστίν; οὐδὲν μὰ τὴν πρόνοιαν. αὐτάρκης δέ ἐστι λόγος εἷς ὑπὲρ χιλιάδας χρυσίου καὶ λίθων | 106 | |
10 | τιμίων. | |
30.5 | Ἐπισυναχθέντων δὲ πάντων παντοίοις λόγων ἐγκωμί‐ οις κατέστεψαν τὴν κεφαλὴν Ἀλεξάνδρου. καὶ διελθὼν πᾶσαν τὴν νῆσον ὑπὸ πάντων εὐλογήθη. Γυμνοσοφιστὰς δὲ τούτους ὀνομάζει. ὑποδεικνύουσι δὲ αὐτῷ ἐνδότερον εἰσιόντα τὰς τῶν | |
5 | Μακάρων καταλαβεῖν νήσους. ὁ δὲ μὴ μελλήσας ἐκεῖθεν τὴν ὁδοιπορίαν ἐποιεῖτο, καὶ διελθὼν πορείας ἡμερῶν τριῶν νη‐ σίδιον καταλαμβάνει μικρόν. ἐκεῖ δὲ ἐπιβὰς στήλην ἵστησι χαλκῆν, κλεῖδα ἔχουσαν τῇ 〈μιᾷ〉 χειρί, τὴν δὲ ἑτέραν ἐπὶ τῇ | |
τῶν Μακάρων ἐκτετακυῖαν 〈νήσῳ〉, ὡς δῆθεν δεικνύουσι. | 107 | |
31.1 | Ἐκεῖθεν οὖν διελθὼν τὴν τῶν Μακάρων κατέλαβε γῆν· ἡ δὲ γῆ νῆσος ἦν. ὡς οὖν ταύτῃ ἐπέβη Ἀλέξανδρος οὐδένα μεθ’ ἑαυτοῦ ἔλαβεν εἰ μὴ Φίλωνα. ἐν δὲ τῇ νήσῳ ἦν δένδρα ποικίλα, καὶ τοῖς μὲν ἄνθη ἐπεφύοντο, τοῖς δὲ καρποὶ ἀνέφυον, ἕτερα δὲ | |
5 | τὸν καρπὸν ὥριμον εἶχον. ὑποκάτωθεν οὖν τῶν δένδρων ὑπὸ τὰ φύλλα οἱ ἄνθρωποι ἀνέκειντο. προσελθὼν δὲ Ἀλέξανδρος ἑνὶ ἐξ αὐτῶν ᾧ κατὰ τύχην προυπηντήθη καὶ χαίροις, εἶπεν, ὁ ἐνταῦθα. —ὁ δὲ ἀποκριθείς φησι· χαιρέτω ὁ βασιλεὺς Ἀλέξαν‐ δρος. —ἐπιστῆναι δὲ τὸν λόγον θελήσας Ἀλέξανδρος, τοῦτον | |
10 | ἀπεπέμψατο εἰπών· τοῖς ἡμῶν πρόσω χωρεῖν γηραιοῖς, αὐτοὶ | |
δέ σε τῷ ἡμῶν ἐξάρχῳ τῶν λόγων παραστήσωσιν Εὐάνθει, κἀκεῖνος πάντα σοι τὰ κατὰ ψυχὴν διηγήσηται. —ὡς δὲ Ἀλέ‐ ξανδρος τοῦ τόπου μετῄει, παριὼν ἕκαστον κατησπάζετο, αὐτοὶ δὲ πρὸς Εὐάνθη τοῦτον ἀπέπεμπον, ἕκαστος δ’ ὅμως τὰ ἐσόμε‐ | 108 | |
15 | να αὐτῷ δι’ αἰνιγμάτων προέλεγεν. πάντα δὲ Ἀλέξανδρος ἠκη‐ κόει. | |
31.2 | Καὶ δὴ τὸν Εὐάνθη καταλαβὼν εὑρίσκει τοῦτον ὑποκάτω δένδρου κείμενον, εἰς δὲ τὴν τοῦ δένδρου ῥίζαν τὰ πρὸς κεφαλῆς Εὐάνθου τὸ ὕδωρ κάτωθεν ἦν ἀναβλῦζον, θάλαμος δὲ ἦν αὐτῷ τὰ τοῦ δένδρου φύλλα. ὡς οὖν εἶδεν Ἀλέξανδρον ἐπισείει τὴν | |
5 | κεφαλὴν καί. ὁ κοσμοκράτωρ, εἶπεν, Ἀλέξανδρος ἧκεν. ἐλθὲ τοίνυν, πλησίον καθέσθητί μοι. —ὡς δὲ τοῦτο ἐποίει Ἀλέξαν‐ δρος τούτου τὴν κεφαλὴν κατεφίλησεν Εὐάνθος εἰπών· καὶ ὦ μοι φίλη κεφαλή, πᾶσαν γαῖαν περινοστήσας καὶ ὅτε τὴν μον‐ αρχίαν τῆς οἰκουμένης περιγένῃ, σὴν οὐ καταλάβεις πατρίδα | |
10 | ἐν τῷ τέως. ταῦτα εἰπών, Ἀλέξανδρος δὲ βαρέως ἤνεγκε τὸ ῥῆμα καὶ διερωτᾶν αὐτὸν ἄρχεται· πῶς δὲ τὸν λόγον τοῦτον εἴρηκας; 〈ὁ δὲ ἀποκριθεὶς ἔφη〉· οὐ χρεία τοιούτῳ ἀνδρὶ † ταῦ‐ τα † λέγειν, ἀλλ’ ὃ ἤκουσας. —λέγει πρὸς αὐτὸν Ἀλέξανδρος· | |
κέλευσον ἐνεχθῆναί σοι τί τῶν ἡμετέρων. ὁ δὲ ἔφη· ἐνεχθή‐ | 109 | |
15 | τω. —ἀποστείλας δὲ Φίλων〈α〉 ἤνεγκεν ἄρτους καθαροὺς καὶ οἶνον καὶ ἱμάτια. ὁ δὲ εἶδε μέν, οὐκ ἔλαβε δέ, ἀλλ’ εἶπεν· οὐχ ἡμῖν {ἔφη} ταῦτα ἐφικτά. ἔχε δὲ σὺ τὰ σά, ἐμοὶ μὲν τροφὴ τόδε τὸ δένδρον, πῶμα δὲ ὕδωρ τοῦτο. ἀπὸ γὰρ τῆς μητρὸς γῆς ἡ γῆ πάλιν ἀρδεύεται. ἔνδυμα δέ μοι τάδε τὰ φύλλα, καὶ ὅλος ὁ | |
20 | νοῦς πρὸς οὐρανόν, μὴ φροντίζων τι τῶν ἐπιγείων. βίος δὲ ἡμῖν οὐράνιος, ἐν μακροῖς χρόνοις διατηρῶν ἡμᾶς. ὁπόταν δὲ τοῦ βίου ἐπέλθῃ ἐφ’ ἡμᾶς τὸ τέλος, εἰς ἑτέραν ἀτελεύτητον ζωὴν μεταβαίνομεν ἔνθεν ἡμῶν ὅλος ὁ νοῦς. —ἐπὶ τούτῳ Ἀλέξαν‐ δρος ἀκουτιζόμενος κατενύγετο καὶ ἐπεδάκρυε καί· ἀληθῶς, | |
25 | 〈ἔφη〉, τίς ἐν αὐτῷ ἀγαθῇ ὑπῆρχεν τύχῃ; | |
31.3 | Εὐάνθης δὲ τὸν λόγον ἐπιτείνει καὶ ἔφη· ὑμεῖς δὲ διὰ τὰς ποικίλας ταύτας τροφὰς καὶ ἐσθῆτας πολεμοῦντες καὶ πο‐ λεμούμενοι, σφάζοντες τοὺς ὁμοίους ὑμῖν ἀνθρώπους, καὶ διὰ τὴν ἄγαν ὑμῶν φιλαρχίαν βασιλείας ἑαυτοῖς περιποιεῖτε τοὺς ἀπατῶν‐ | |
5 | τας. πολέμων καὶ σφαγῶν φροντίδα ἔχοντες ὁπόταν δὲ ὑμῖν οὐκ ἀπαντήσειε πόλεμος, εἰς τὰ ἄγρια ζῷα ἐπέρχεσθε, ὧν πε‐ ριγενόμενοι γίνεσθε νεκρῶν θηρίων περιπατοῦντες τάφοι. | |
ὑμεῖς ἅμα τὴν ψυχὴν καὶ τὸ σῶμα πιαίνοντες ἀποθνήσκετε. τοὺς παρ’ ὑμῖν δικαίους ἐν Μακάρων αὐλίζεσθαι νήσους 〈νομί‐ | 110 | |
10 | ζετε〉· ἐπὰν δὲ σὺ τὰς τῶν Μακάρων κατέλαβες νήσους ἔτι ζῶν, σκοπεῖς οὖν, ποῦ τινα τῶν γνωρίμων θεάσῃ; | |
31.4 | Λέγει δὲ αὐτῷ Ἀλέξανδρος· πάντα δὲ τὰ παρὰ σοὶ λε‐ γόμενα χρηστά. τοῦτο δέ μοι σαφῶς μόνον σαφήνισον· πῶς ὑμεῖς γίνεσθε; ὡς γὰρ βλέπω, ἐν ὑμῖν θηλεία οὐκ ἔστιν. —ὁ δὲ πρὸς αὐτὸν εἶπεν· εἰσὶ καὶ παρ’ ἡμῖν θηλεῖαι, ἀλλ’ οὐκ ἐν‐ | |
5 | ταῦθα, ἀλλ’ ἐν τῇ νήσῳ τῇ πέλας. κατ’ ἔτος δὲ ἡμεῖς ἐκεῖθεν ἐρχόμεθα ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ γενόμενοι μετ’ αὐτῶν πάλιν ἀντιπερῶμεν. ὁπόταν δὲ παῖς γενηθῆ οὐκέτι ὁ τούτου ἐκεῖθεν ἔρχεται πατήρ, ἀλλ’ εἰ μὲν ἄρρεν ᾖ, ἡνίκα τριετίσει ἐνταῦθα αὐτῷ ἀναλαμβανόμεθα. εἰ δὲ καὶ θῆλύ ἐστιν, ἐκεῖθεν τῷ πα‐ | |
10 | τρὶ καὶ μέχρι ἄρρεν τέξειεν κατ’ ἔτος μέχρι τριετοῦς χρόνου ἔξεστι περᾶν. τοῦ δὲ εἰ〈πόντοσ〉· βουλόμην ἐπὶ τὴν νῆσον ἐλ‐ θεῖν, εἰ οὐκ ἔστιν ὑμῖν βαρύν τι, ὁ δέ· τὴν νῆσον μὲν καταλα‐ βεῖν, εἶπεν, θεωρήσειν δὲ οὐ δυνήσῃ οὐδένα. ἄπελθε τοίνυν καὶ τὸ μὲν τεῖχος ἔξωθεν βλέψεις, ἔνδον δὲ μηδόλως εἰσελ‐ | |
15 | θεῖν θελήσῃς. οὐ γὰρ βλέψει ἄνθρωπος ἔνδον τοῦ τείχους καὶ | |
ζήσεται. | 111 | |
31.5 | Ἀλέξανδρος δὲ ἐπὶ τούτοις πεισθεὶς τὴν νῆσον μὲν κατ‐ έλαβεν, εὗρεν δὲ τεῖχος χαλκοῦν πάνυ μετάρσιον, καὶ οὐκ ἠθέλησεν ἔνδον ἐλθεῖν κατὰ τὸν λόγον Εὐάνθου. στήλην δὲ ἐν τῇ νήσῳ ἔστησε, γράψας ταῦτα· Ἐνταῦθα Ἀλέξανδρος | |
5 | κατέλαβε περιϊὼν γαῖαν, ὃς τήνδε ἵδρυσεν ἰδίαις χερσίν, φθά‐ σας νήσους μακάρων, δόξαν ἔχων θεῶν τινας ὄψεσθαι, καθ‐ ὼς παρὰ τῶν ἐν ἡμῖν σοφὼν ἐνομίσθη. Εὐάνθης δέ μοι περὶ αὐτῶν ἔφη ἐν ᾍδῃ ὑποβρυχίους εἶναι. ὅσον δέ ποτέ τις ὧδε καταλάβῃ, τὸ τεῖχος ἄψαυστον παρελθέτω, ὃ 〈τῷ〉 παρ’ ἐμοὶ | |
10 | φυλαχθησομένῳ θεῷ μόνῳ ἐφικτόν, ἀνθρώποις δὲ ἀδύνατον. | |
31.6 | Πρὸς αὐτὸ δὲ στραφεὶς πάλιν ἐκεῖθεν τὴν τῶν μακάρων καταλαμβάνει νῆσον, καὶ πᾶσαν αὐτὴν περιϊὼν καὶ πάντας ἀσπασάμενος παρ’ αὐτῶν εὐλογήθην. μέλλων δὲ ἐξιέναι τόνδε εἶπεν λόγον· ὦ 〈ὑμεῖσ〉, εἰ μὴ Μακεδόνων ἐφρόντιζον καὶ κατὰ | |
5 | ψυχὴν εἶχον, οὐκ ἂν τῶν ὑμετέρων ὑπεξῄειν νήσων. | 112 |
32.1 | Καὶ ταῖς ναυσὶν ἐπιβὰς κατέλαβε τὸ στρατόπεδον πάνυ περὶ αὐτὸν ἀσχολούμενον καὶ τὴν ἰδίαν ἀπολεγόμενον ζωήν. ὡς οὖν εἶδον τὰ πλοῖα ἐρχόμενα οὐ μετρίας ἐπληρώθησαν χα‐ ρᾶς. καταλαβὼν δὲ Ἀλέξανδρος {πάντα ἀσχολούμενον} τὸν | |
5 | ἴδιον αὑτοῦ λαὸν πάντας γνησίως κατησπάζετο καὶ καθεσθεὶς πάντα αὐτοῖς διηγήσατο. ἀπάρας δὲ τῶν ἐκεῖ ᾤχετο τῆς ὁδοῦ. | |
32.2 | Δι’ ἡμερῶν δὲ διελθὼν ὡσεὶ δέκα τελείως τὸ τῆς ἡμέ‐ ρας οὐκ ἦν φέγγος, ἀλλ’ ἢ ὡς ὥρας μιᾶς μικρὰ ἐφαίνετο αὐγή. καὶ καταλαμβάνει δὲ τόπον τινὰ ἐπίπεδον, μέσον δὲ τῆς πεδιά‐ δος φάραγξ ἦν διαχωρίζουσα. τῆς δὲ φάραγγος τὸ βάθος ἀνεί‐ | |
5 | καστον ἦν. ἐκεῖσε Ἀλέξανδρος ἤγειρεν ἁψῖδα, γεφυρώσας αὐτῆν. ἐν δὲ τῇ ἁψῖδι ἔγραψε γράμματα Ἑλληνικά, Περσικὰ καὶ Αἰγυπτιακά. ἡ δὲ γραφὴ τάδε διηγόρευεν. Ἐνθάδ’ Ἀλέξανδρος ἤγειρεν ἁψῖδα, ἐν ᾗ πανστρατὶ διαβὰς ὑπεράνω | 113 |
10 | τήνδ’ ἐκπερᾷ φάραγγα, ἄκρον θέλων γαίας καταλαβεῖν, ὡς τῇ προνοίᾳ δόξειεν. | |
32.3 | Διελθὼν τῶν ἐκεῖσε ὁδὸν ἡμερῶν τριῶν οὐκέτι τοῖς ἐκεῖθεν φῶς ἦν ἡμέρας. κελεύει δὲ Ἀλέξανδρος ἐκεῖσε τὴν ἅπασαν ἀπαρτίαν καταλιπεῖν τοῦ φοσσάτου. τὴν δὲ ἐκλεκτὴν ἀναλαβόμενος στρατιὰν πειρᾶται ἐν τῇ παννυχίῳ διελθεῖν γαίᾳ, | |
5 | λαβὼν μεθ’ ἑαυτοῦ ἀρτιτόκους φοράδας ... καὶ διὰ πορείας οὐκ ὀλίγων ἡμερῶν περιπατήσας οὐκ ἦν αὐτῷ βουλὴ ὑποστροφῆς. | |
32.4 | Καθυπαντῶσι δὲ αὐτῷ ὄρνεα δύο ἀνθρωπόμορφα καί φασιν· ποῦ δή, Ἀλέξανδρε, καταλαβεῖν ἠθέλησας; οὐκ ἔστιν σοι ἡδὺ τὰ ὧδε διελθεῖν, ἄπιε ὑποστρέψας. ἀνακαλεῖταί σοι ἡ ἀνατολὴ καὶ Πώρου τῶν Ἰνδῶν βασιλεία, ἣν νικήσεις. | 114 |
32.5 | Ἀκούσας δὲ Ἀλέξανδρος τὸν μὲν λαὸν ἐκέλευσεν ἀντι‐ στρέφεσθαι, αὐτὸς δὲ ἐκεῖσε παραμεῖναι μόνος βουληθεὶς εἶπε τῷ Ἀντιόχῳ, ἐπισημήνας πάντα τὸν στρατόν· Ἕκαστος ὃ βούλοιτο τῶν ὧδε ἀράτω, | |
5 | κἂν τε λίθον ἢ καὶ πηλὸν ἢ καὶ ξύλον. καὶ τοῖς μὲν ἔδοξε τοῦτο ποιεῖν, τοῖς δὲ λῆρος τὸ ῥῆμα ἐδόκει. | |
32.6 | Ἀλέξανδρος παραμείνας ἐκεῖσε οὐκέτι ὄρνεα ὁρᾷ, ἀλλ’ ἄνθρωποι παντελῶς ἐφάνησαν πάντα τὰ συμβησόμενα προ‐ μαντευσάμενοι. καὶ ἄπιε, εἶπον, Ἀλέξανδρε, πάντα γάρ σοι ἡ πρόνοια ἐν χερσὶ δέδωκεν. | 115 |
32.7 | Ὁ δὲ ἐπὶ τὸ στρατόπεδον ὥρμησε καὶ μετ’ αὐτοῦ μόνος Φίλων ὁ φίλος αὐτοῦ. καὶ λέγει αὐτῷ Ἀλέξανδρος· κάτελθε τοῦ ἵππου καὶ ὃ ἐν χερσί σου τύχῃ ἀνάλαβε. —κατελθὼν δὲ ὁ Φίλων λίθον εὗρε τὸ δοκεῖν καὶ ἄρας ᾤχετο μετὰ Ἀλεξάνδρου. | |
5 | καὶ τὸ στρατόπεδον καταλαμβάνουσι μήποτε περιπατεῖν ἐξισ‐ χύοντας. καὶ κελεύει τὰς φοράδας πρὸ τοῦ φοσσάτου εἰσβαλεῖν καὶ ἀπολύεσθαι, ἐπιβάντας ἐπ’ αὐτῶν παίδας Μακεδόνας. τού‐ του δὲ γενομένου, αὗται κατὰ τὴν τῶν ἰδίων τέκνων ᾤχοντο στοργὴν καὶ οὕτως τὴν ὁδὸν τῆς παννυχίου ἐξῄεσαν γῆς. | |
32.8 | Ὡς δὲ τὴν φωταυγῆ κατέλαβον γῆν καὶ ἀλλήλους θεα‐ σάμενοι, παντελῶς ἦσαν χρύσεοι ἅπαντες. εὐθέως οὖν κατελ‐ | |
θόντες τῶν ἵππων καὶ ἄπληκτον ποιήσαντες ἐκ τε τῶν ἵππων καὶ ἐξ αὑτῶν τὸν χρυσὸν ἐπεσώρευσαν. καὶ Φίλων τὸν λίθον | 116 | |
5 | πρὸς Ἀλέξανδρον ἤγαγεν καὶ ὅλος ἦν χρυσὸς εὔροιζος. τότε καὶ οἱ μὴ ἄραντες μετενόησαν, καθὼς αὐτοῖς προεῖπεν Ἀλέ‐ ξανδρος. | |
32.9 | Ἀπάραντες δὲ τῶν ἐκεῖ τὴν ἀπαρτίαν αὐτῶν κατέλαβον, κἀκεῖ διαναπαυσάμενοι ἀντιστρέφονται καὶ περῶσι τὴν φάραγ‐ γα διὰ τῆς ἁψῖδος. ἐπέβησαν Ἀλεξάνδρου τὰ προοφθέντα αὐ‐ τῷ ἐκ τῶν ὄπισθεν {κατέλαβον} ἀνθρωποειδῆ ὄρνεα, λέγοντα· | |
5 | ὃς τὴν ἐπὶ δεξιὰν ἀνθυποστρέψειεν ὁδόν, θαυμάσια ὄψεται. — ὁ καὶ ἐποίησεν Ἀλέξανδρος. | |
6 | ||
33.1 | Καὶ δι’ ὅλης τῆς ἡμέρας διοδεύσας ἔν τινι καταλαμβάνει λίμνῃ. τοῦ δὲ ἐπὶ τῶν χρειῶν προδραμόντος ἑτοιμάσαι τὰ πρὸς τροφήν, ἰχθύας ἐκβαλὼν καὶ τῇ λίμνῃ ἀγαγὼν τοῦ ἀποπλῦναι τὸ ἐν αὐτοῖς ἁλμυρὸν θελήσας, εὐθέως οἱ ἰχθύες διανέστησαν | |
5 | καὶ ἔφυγον. τοῦτο δὲ θεασάμενος φυγὰς ὄπισθεν ἔρχεται καὶ | |
ταῦτα τῷ Ἀλεξάνδρῳ 〈οὐ〉 καταμηνύει. | 117 | |
33.2 | Ὁ δὲ τὰ ἐκεῖσε διελθὼν δι’ ὅλης τῆς ἡμέρας περιπατή‐ σας ἑτέραν κατέλαβε λίμνην. ἐκεῖσε δὲ τοῦ φοσσάτου ἄπληκτον ποιήσαντες διανεπαύσαντο. τὸ δὲ ὕδωρ μέλιτος ἀνθόμοιον ἦν. ἐν δὲ τῇ λίμνῃ εἰσβὰς Ἀλέξανδρος τοῖς ἄκροις, διὰ τὸ διαυγὲς | |
5 | τοῦ ὕδατος ἰχθὺς δὲ τοῦτον θεασάμενος ὥρμησε κατ’ αὐτοῦ. τοῦτον θεασάμενος Ἀλέξανδρος εὐθέως τῆς λίμνης ἀπεπήδη‐ σεν. ὁ δὲ ἰχθὺς τῷ τάχει τοῦ κινήματος συνεπαρθεὶς τοῦ ὕδα‐ τος ἐξέδυ, αὐτὸν δὲ Ἀλέξανδρος ἀντιστραφεὶς ἔπληξε τῷ δό‐ ρατι· ἦν δὲ θέαμα τῷ μεγέθει. κελεύει δὲ τοῦτον ἐπ’ ὄψεσιν | |
10 | αὐτοῦ ἀνατεμεῖν ὡς ἂν ἴδῃ τὴν τῶν ἐγκάτων θέσιν. τούτου δὲ γενομένου ἔλαμψε λίθος ἐν τῇ κοιλίᾳ αὐτοῦ, ὡς πάντας δοκεῖν λαμπάδιον εἶναι. λαβὼν δὲ τὸν λίθον Ἀλέξανδρος καὶ χρυσῷ ἐνθεὶς τούτῳ δὴ ταῖς νυξὶν ἀντὶ φανοῦ ἐχρᾶτο. | |
33.3 | Ἐν δὲ τῇ νυκτὶ ἐκείνῃ γυναῖκες τῆς λίμνης ἐξῄεσαν καὶ κύκλῳ τοῦ φοσσάτου περιϊοῦσαι μέλος τι τερπνότατον ᾖδον, ὥστε θεαθῆναι πᾶσι καὶ τῶν ᾀσμάτων ἀκοῦσαι. | |
33.4 | Τῆς ἑῴας δὲ καταλαβούσης τὴν προκειμένην ὁδὸν ἐποι‐ | |
εῖτο. τὰ ἐκεῖσε οὖν διελθὼν ὁδὸν ἡμέρας μιᾶς κατέλαβέ τινα τόπον, ὁ δὲ τόπος λεῖος. καὶ δὴ ἀνθρωποειδῆ ζῷα ἐφαίνοντο, ἀπὸ μὲν κεφαλῆς μέχρι ὀμφάλου ἄνθρωποι ἦσαν, κάτωθεν δὲ | 118 | |
5 | ἵπποι. καὶ αὐτοὶ εἰς πλῆθος, τόξα ταῖς χερσὶν ἔχοντες, τοῖς βέ‐ λεσιν οὐκ ἦν σίδηρος, ἀλλὰ λίθοι ὀξεῖς, καὶ αὐτοὶ πρὸς μάχην ἕτοιμοι. τούτους οὖν ἰδὼν Ἀλέξανδρος κελεύει ἐκεῖσε φοσσᾶ‐ τον παγῆναι, κύκλῳ δὲ παμμεγέθη ὀρύγματα γενέσθαι. ταῦτα δὲ στεγάσασθαι καλάμοις καὶ χόρτῳ προσέταξεν, ἔσωθεν | |
10 | πλησίον τῆς διώρυγος ὀλιγοστοὺς διίστησι τοξότας. —ἐν δὲ τοῖς οἰστοῖς, εἶπεν, μὴ ἔχειν σίδηρα ἀλλὰ μόνα τὰ ξύλα· ὁπόταν δὲ τῇ μάχῃ πλησιάσωσι, τοὺς οἰστοὺς ἐπ’ αὐτοὺς ἀστόχως τι‐ νάξαντες, τὸ βέλος ἐπιτυγχάνον καὶ μηδὲν ἐνεργῆσαν θρασεῖς αὐτοὺς ἀπεργάσεται. καὶ ὡς ἂν ἴδητε τούτους ἐπιχυθέντας | |
15 | πρὸς ὑμᾶς, ὑμεῖς δὲ μηδόλως στῆτε ἀλλ’ ἐνδοτέρω προσποι‐ ήσασθε φεύγειν, καὶ μήπως τῷδε τῷ τρόπῳ τινὰς ἐξ αὐτῶν θηρεῦσαι δυνηθῶμεν. —τούτου δὲ γενομένου ἡμέρος ἄρτι καταλαβούσης ἰδοὺ παρίστανται οἱ ἄμφιπποι ἄνδρες καὶ τὸ φοσ‐ σᾶτον περικυκλώσαντες ἵσταντο μήκοθεν τοξεύοντες. ὡς δὲ | 119 |
20 | καὶ τῶν Μακεδόνων ἀντιτοξευόντων εἶδον μηδεμιᾶς πληγῆς ἐνεργητικὰ εἶναι τὰ Μακεδονικὰ βέλη, πάντες ἐπισυναχθέντες τὴν τούτων ὡς δὴ καταγελῶντες ἀδρανίαν καὶ βουλὴν ὡς δο‐ κοῦντες ἐν ἑαυτοῖς ποιησάμενοι ὁμοθυμαδὸν κύκλῳ ἡμῶν ἐπεκχυθῆναι, τοῦτο ἐποιήσαμεν κατ’ αὐτῶν. ὅπου γὰρ μορφὴ | |
25 | ἀνθρωπίνη οὐκ εἰς τέλειον ἐμφαίνεται {ἀνθρώπου}, οὐδὲ τὸ φρονεῖν ἀκεραίως καθάπερ ἀνθρώποισι δίδοται. ταῦτα οὖν ἐν τοῖς ἀμφίππων ἀνιστορήθη ἀνθρώποις. καὶ ὡς ἄνθρωποι μὲν τὸ ἀνενέργητον περιεφρόνησαν τῶν βελῶν, ὡς δὲ κτήνη | |
τὴν ἀνθρωπίνην οὐκ ἐννόησαν πανουργίαν. ἀσκόπως δὲ κατὰ | 120 | |
30 | τοῦ φοσσάτου ὁρμήσαντες καὶ τοὺς δῆθεν ἀντιμάχεσθαι ἱστα‐ μένους ἰδόντες, ὡς ἔδοξαν, φεύγειν, ἀκρατῶς ἐκχυθέντες τῇ διώρυγι πεπτώκασιν. ὡς δὲ τοῦτο ἐγένετο, εὐθέως Ἀλέξαν‐ δρος ἅπαν ὑπεξιέναι αὐτοῖς τὸ πλῆθος ἐν ὅπλοις ἐκέλευσεν. τότε δὲ πεῖραν οἱ καταληφθέντες ἔλαβον, οἵοις ἄνθρωποι ξί‐ | |
35 | φεσι κέχρηνται, ἰσχυροτάτοις καὶ λίαν θανατηφόροις. ἐξ αὐτῶν δὲ βουληθεὶς Ἀλέξανδρος περισώσασθαι καὶ εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην ἀγαγεῖν, ἄχρι πεντήκοντα τῆς διώρυγος ἐξήγαγεν, οὕσπερ καὶ διέσωσεν ἄχρι ἡμερῶν εἴκοσι. καὶ τὴν αὐτῶν μὴ γινώσκων δίαιταν, πάντες ἀπέθανον. | |
33.5 | Τὰ ἐκεῖσε οὖν διελθόντες δι’ ἡμερῶν ἑξήκοντα τὴν οἰκου‐ | |
μένην κατέλαβον καὶ διανεπαύσαντο μικρὸν ἐκ τοῦ κόπου. | 121 | |
34.1 | Ἔδοξε δὲ αὐτῷ ἐπιστολὴν γράψαι ἐν Μακεδονίᾳ Ὀλυμ‐ πιάδι τῇ μητρὶ αὐτοῦ καὶ Ἀριστοτέλει τῷ καθηγητῇ. τὰ δὲ ἐν τῇ ἐπιστολῇ αὐτοῦ γεγραμμένα τάδε εἰσίν· Ἀλέξανδρος ὁ βασιλεὺς Ὀλυμπιάδι τῇ μητρὶ καὶ Ἀριστοτέλει | |
5 | τῷ καθηγητῇ χαίρειν. χρόνος ἤδη παρῴχηκεν, ὦ μῆτερ ἐμή, τὰ περὶ ἡμῶν τῇ σῇ μὴ † ἀναδιδαχθήσει † στοργῇ. ἐπὶ τούτῳ γινώσκω ἀδημονεῖν σε καὶ φροντίζειν ἡμῶν, στένειν τέ σε τὴν ψυχὴν πλείστοις λογισμοῖς, ὥσπερ χειμαζομένη δοκεῖς μοι ναῦς, καὶ ταῖς νυξὶ συνεῖναι καὶ τὰ περὶ ἐμοῦ διερωτᾶν. πολλά‐ | |
10 | κις με καὶ δυστυχοῦντα καὶ εὐτυχοῦντα ὁ ὄνειρος παραδεικνύων οἶδά σέ ποτε μὲν τῇ δυστυχίᾳ θλιβομένην, τῷ ὀνείρῳ διεγερ‐ θεῖσαν χαρῆναί τε τῷ τοῦ ψεύδους φαντάσματι, λυπηθῆναί τε τῷ τῆς ἀποδημίας στερήματι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοὐναντίον· | |
ἐν τῷ ὀνείρῳ συνοῦσα χαίρεσθαι ὡς τῆς εὐτυχίας καὶ θεωρίας | 122 | |
15 | τοῦ υἱοῦ ἐμπιπλαμένη, τοῦ δὲ ὀνείρου διαναστᾶσα οὐ μετρίως λελύπησαι ἐν τῇ τοιαύτῃ οὖσα χαρᾷ τοῦ ὀνείρου. ἐπίσταμαι στοργὴν μητρὸς εἰς ἀποδημοῦντα υἱόν. ταῦτα δὲ καὶ ἐμοὶ πολ‐ λάκις ἐμφαίνεται, ἐξ ἐμαυτοῦ γὰρ τὰ σὰ ἐπίσταμαι, μῆτερ ἐμή. ἐν τούτοις δὲ πᾶσιν ἵλεως ἔσο μοι τοῖς ἀγνοήμασι καὶ τὰ ἐμοὶ | |
20 | συμβεβηκότα διὰ τῆσδε μου ἀνάγνωθι τῆς ἐπιστολῆς. | |
34.2 | Καθὼς γὰρ πρώην σοι ἀνεδίδαξα τὰ περὶ Δαρείου, ὡς αὐτὸν τρισὶ συμβολαῖς ἡττήσαμεν, μετὰ δὲ τὸ ἡττηθῆναι αὐτὸν ἐγκρατὴς γενόμενος πάσης Περσίδος τὴν ἑαυτοῦ θυγατέραν, ὡς προέφην, γυναῖκα εἱλόμην καὶ ὁμόνοιαν Πέρσαις καὶ Μακε‐ | |
5 | δόσιν ἐκ τούτου πεποίηκα τοῦ πράγματος. | |
34.3 | Τοὺς δὲ πάντας ἀναλαβόμενος τὴν κατ’ Αἴγυπτον ἐποι‐ ησάμην ὁδόν. καὶ δὴ χώρας πλείστας καὶ πόλεις ὑποτάξας τῇ Ἰουδαίᾳ πάρειμι γῇ. αὐτοὶ δὲ ζῶντα θεὸν ἔδοξαν λατρεύειν, ὃς ἐμὴν ἀγαθὴν ἐποίησε πρὸς αὐτὸν εἶναι γνώμην, καὶ ὅλη μου | |
5 | ἡ ψυχὴ πρὸς αὐτόν. τοῦτον δὲ ἐχαρισάμην τά τε δῶρα καὶ τοὺς ἐτησίους φόρους, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν Περσικῶν λαφύρων τοῦτον διήνεγκα. παρ’ αὐτῶν βασιλεὺς κοσμοκράτωρ ἀναγο‐ | |
ρευθεὶς διῆλθον τὴν χώραν. | 123 | |
34.4 | Καὶ δι’ ἱκανῶν ἡμερῶν τὴν Αἰγυπτίαν κατέλαβον γῆν, ἐν ᾗ διατρίψας καιρὸν ὀλίγον πᾶσά μοι ἡ χώρα ὑπετάγη. εἰσελ‐ θὼν δὲ τὴν αὐτῶν πόλιν βασιλέα με ἀνηγόρευσαν καὶ αὐτοὶ κοσμοκράτορα, καὶ νέον ἄλλον ὁδεῖνα, ὁ νοῶν νοείτω. διὰ δὲ | |
5 | τὸν χρησμὸν αὐτῶν πόλιν ἐμαυτοῦ τὴν Αἴγυπτον ὠνόμασα. ταύ‐ την ἐκ βάθρων οἰκοδομήσας, παμποικίλοις κίοσι καὶ ἀνδριᾶσι κατακοσμήσας, ἐκεῖσε πάντας ἐξουθένωσα θεοὺς οὐκ ὄντας θεούς. τὸν δὲ ἐπὶ τῶν Σεραφὶμ θεὸν ἀνεκήρυξα. στήλην δὲ ἐμὴν καὶ φίλων ἐμῶν ἐν αὐτῇ ἵδρυσα τῇ πόλει, Σελεύκου, Φιλ‐ | |
10 | ίππου καὶ Ἀντιόχου. | |
34.5 | Ταῦτα οὖν τελέσας ἔδοξέ μοι ἄκραν γῆς καταλαβεῖν, καὶ τὸ ἐννόημα ἔργον ἦν. ἐπὰν δὲ τὴν ὑφήλιον οἰκουμένην διῆλθον, τόποι δέ μοι δύσβατοι καὶ ἄγριοι καθυπαντῶσιν, ὅμως τούτους μόλις διῆλθον δι’ ἡμερῶν τεσσαράκοντα. ὡς οὖν τοὺς δυσβά‐ | |
5 | τους διήλθομεν τόπους εἰς πεδίον καὶ λίαν κατηντήσαμεν λεῖον. ἐν αὐτῷ δὲ ἀγρίους ἀνθρώπους εὕρομεν, τούτους δὲ τροπωσά‐ μενοι καὶ μόλις ἐνδότερον εἰσέδυμεν. ἐκεῖσε δέ τινος Σεσόγχου κοσμοκράτορος εὕρομεν στήλην, ἀπόρρητα δὲ ἡμῖν ἐμαντεύσα‐ | |
το. ἐκεῖ οὖν διελθόντες τὰς Ἡρακλέους εὕρομεν στήλας καὶ | 124 | |
10 | τὰ μέλαθρα Σεμιράμεως. ἐκεῖσε δὲ ἀναπαυσάμενοι ἡμέρας τινὰς διελθόντες εὕρομεν ἀνθρώπους ἑξάχειρας καὶ ἑπτάποδας οὓς τροπωσάμενοι τῶν ἐκεῖθεν διήλθομεν. καὶ κατέλαβομεν τόπον παράλιον, ἐκεῖ δὲ ἀναπαύσασθαι βουληθέντες καρκίνος ἐκ τῆς θαλάσσης ἐκδὺς ἵππον νεκρὸν ἀναλαβόμενος τῇ θαλάσ‐ | |
15 | σῃ ἔδυ. ἐπέστησαν δὲ ἡμᾶς πλήθη ἐναλίων θηρίων, ὡς μὴ ἐξικανοῖν ἡμᾶς ἑνὸς καρκίνου περιγενέσθαι. πυρὸς δὲ φλόγα ἀνάψαντες ἐκεῖθεν διασῳζόμεθα, ἐρχόμενα δὲ μέχρι τοῦ πυ‐ ρὸς εὐθέως ἀντεστρέφοντο. | |
34.6 | Ἐκεῖθεν οὖν διελθόντες ἕτερον κατελάβομεν τόπον δι’ ἡμερῶν οὐκ ὀλίγων, καὶ αὐτὸς παράλιος ἦν. νῆσος δέ μοι ἐφαί‐ νετο κατὰ τὴν θάλασσαν. ναῦ δὲ κατασκευάσας τὴν νῆσον εἰσῆλθον καὶ γυμνοσοφιστὴν εὑρὼν καὶ ἀνθρώπους οἵτινες | |
5 | ἡμετέραν φωνὴν εἶχον. καὶ πλείστους χρησμοὺς προηγόρευσαν ὡς καὶ τοὔνομά 〈μου〉 πρὸ τοῦ μαθεῖν εἶπον. τὴν οὖν Μακάρων, ὦ καθηγητᾶ, ἐκεῖθεν νῆσον καταλαβών, μὰ τὴν πρόνοιαν, οὐδένα θεὸν ἑώρακα ὡς ὑμεῖς φατε. παρὰ δὲ τῶν ἐκεῖθεν ἀνδρῶν πυθόμενος ἔμαθον ἐν τῷ ᾍδῃ ὑποβρυχίους τούτους | |
10 | εἶναι. | |
34.7 | Ἕτερα δὲ πλεῖστα εὗρον θαύματα, ἅπερ ἐν τῇ συγγρα‐ φῇ καθ’ ἓν διάκεινται. μετὰ δὲ ταῦτα ἐκεῖσε διελθόντες εὕρο‐ μεν ἀνθρώπους κυνοκεφάλους. μόλις δὲ καὶ τούτους τροπωσά‐ μενοι κατελάβομεν δι’ ἡμερῶν ἱκανῶν ἐν πεδίῳ παμμεγέθει. | 125 |
5 | κατὰ μέσον δὲ αὐτοῦ φάραγξ ἐστήρικτο τῷ βάθει ἀνείκαστος. αὐτὴν δὲ γεφυρώσας ἁψῖδα ἤγειρα καὶ διελθὼν ἐκεῖθεν οὐκέ‐ τι αὐγὰς ἡμέρας ἐθεασάμεθα. καὶ διὰ πορείας ἡμερῶν πολ‐ λῶν ἐν τῇ παννυχίῳ γαίᾳ περιπατήσαντες, ἐκεῖσε κατέλαβον ἡμᾶς ὄρνεα ἀνθρωποειδῆ, τὴν ἀντιστροφὴν ἡμᾶς βουλευσά‐ | |
10 | μενοι, καὶ Οὐκ ἔξεστίν σοι, Ἀλέξανδρε, τῶν ὧδε διελθεῖν εἶπον. | |
34.8 | Ἐκεῖθεν οὖν ὑποστρέψαντες πᾶσι παρακελεύω μετὰ χεῖρας λαβεῖν τί τῶν ἐκεῖ. ὀλίγοι δὲ τὸ προσταχθὲν ἐξετέλεσαν. ὁπηνίκα οὖν τῷ φωτὶ κατελάβομεν, ἅπαντες μετενόησαν, οἵ τε ἄραντες καὶ οἱ μὴ ἄραντες. καὶ δὴ τῶν ἐκεῖ ἐξήλθομεν καὶ | |
5 | δεξιοῖς μέρεσι τὴν ἐπιστροφὴν ποιούμενοι τὴν ἀθάνατον πηγὴν κατελάβομεν. ἐκεῖθεν δὲ ἐξελθόντες ὁδὸν ἡμερῶν πολλῶν | |
τοὺς Ἱπποκενταύρους ἐπολεμήσαμεν. καὶ τούτους τροπωσάμε‐ νοι τὴν οἰκουμένην κατελάβομεν γῆν πολλοὺς κινδύνους διελ‐ θόντες. | 126 | |
34.9 | Τανῦν δὲ πρὸς Πῶρον τὸν τῶν Ἰνδῶν βασιλέα εὐτρεπι‐ ζόμεθα πολεμῆσαι, καὶ ὅσα περὶ ἡμῶν ἡ θεία εὐοδώσειε πρό‐ νοια. τὴν δὲ ἀπογραφὴν τῶν παρ’ ἡμῶν θεαθέντων πραγμά‐ των ἔνδον εὑρήσετε τῆς ἐπιστολῆς, ᾗπερ ἐντυχόντες τὰ ἡμῶν | |
5 | κατ’ ἔτος ἀναδειχθήσεσθε. —ἔρρωσο μῆτερ σὺν καθηγητῇ τὸ θεῖον ἐξιλεούμενοι. | |
6 | ||
35.1 | Ἐκεῖσε οὖν διατρίψας ὡσεὶ μῆνας πέντε ἀνεζωπυρήθη ἅπαν τὸ στράτευμα. ἀπάρας τῶν ἐκεῖ ὥρμησε κατὰ Ἰνδῶν, καὶ δὴ τὴν Ἡλίου καταλαβόμενος χώραν εἰσελθὼν ἐν τῇ πό‐ λει, ἱερὸν ἐλέγετο ἐκεῖσε τοῦ ἡλίου εἶναι καὶ ἱερά τινα δένδρα. | |
5 | ἐκεῖσε δὲ Ἀπόλλων χρησμοὺς ἀποστέλλει. ἐλθὼν δὲ Ἀλέξαν‐ δρος ἐν αὐτῇ ἐκαθέσθη καὶ δὴ φωνῆς μὲν ἤκουεν, ἑώρα δὲ οὐδένα. ἡ δὲ φωνὴ χρησμὸς ἦν, ὁ δὲ χρησμὸς τὸν Ἀλεξάνδρου ὑπέφαινε θάνατον. | 127 |
35.2 | Περίλυπος οὖν γενόμενος Ἀλέξανδρος καὶ ἐξελθὼν δὲ τῶν ἐκεῖσε ἔρημόν τινα κατέλαβεν τόπον. καὶ τῆς φάλαγγος παρεκταθείσης ἐκ τῶν παραφυομένων θάμνων ἀνθρωπίδια ἀνίσταντο. καὶ αὐτοῖς ἀνὰ εἷς ποὺς ὑπῆρχεν, οὐρὰ δὲ αὐτοῖς | |
5 | δίκην προβάτου παρεφύετο, τὰς δὲ χεῖρας καὶ τὴν κεφαλὴν καὶ τὸν ἕνα ποῦν ὁμοίους εἶχον ἀνθρώπων. ὡς δὲ ἐξανίσταντο, κοῦφοι λίαν ὑπῆρχον τοῖς πηδήμασιν. καταδραμόντες δὲ ἐπ’ αὐτοὺς περιεγένοντο καὶ μόλις ὀλίγους πιάσαντες οἱ δὲ σὺν ἡμῖν ἐκ τῶν πλησίων ὄντες τούτους ἤσθιον. κελεύει οὖν Ἀλέξανδρος | |
10 | ζῶντας αὐτῷ ἐνεχθῆναι. ἐπεὶ δὲ πλησίον αὐτοῦ ἔστησαν, λό‐ | |
γοις ἐλεεινοῖς παρεκάλουν καί· ἐλέησον δέσποτα, ἔφησαν, τοὺς ὁμοίους σου ἀνθρώπους, καὶ γὰρ διὰ τὴν ἀδρανίαν ἡμῶν τὴν ἔρημον τήνδε κατῳκήσαμεν. —ἐπὶ τούτοις Ἀλέξανδρος ἐπι‐ κάμπτεται καὶ κελεύει αὐτοὺς ἀπολυθῆναι. τῶν δὲ ἀπολυθέν‐ | 128 | |
15 | των εἰς ἀκρωρείας ἀνελθόντες πετρῶν μήκοθεν ἤρξαντο κα‐ ταγελᾶν Ἀλεξάνδρου λέγοντες· καὶ ὦ τῆς ἀνοίας σου καὶ τῆς ἀπειρίας σου {καὶ} δι’ ὧν ἐξελύσαμεν. γλυκεῖα τροφὴ ἡμεῖς, ἀλλ’ οὐκ εἶ σὺ ἄξιος ἡμῶν γεύσασθαι κρέη· οἱ γὰρ φρενῶν καθὼς καὶ ὑμεῖς λειπόμενοι ἡμῶν περιγενέσθαι οὐ δύνανται. | |
20 | —ταῦτα λέγοντες ὀρχούμενοι καὶ πηδῶντες Ἀλεξάνδρου κατ‐ έπαιζον. αὐτὸς δὲ θεωρῶν αὐτοὺς καὶ ἀκούων τὸ σκυθρωπὸν ἐνηλλάττετο καὶ γελᾶν ἐγκεχείριστο. ἀφ’ οὗ γὰρ τὸν χρησμὸν ἦν λαβὼν οὐδέπω αὐτὸν γελάσαντα μέχρι τῆς ἡμέρας ἐκείνης | |
εἴδομεν. | 129 | |
36.1 | Τῶν ἐκεῖσε οὖν διελθόντες, ἄγγελοι ἤλθοσαν Πώρου τοῦ βασιλέως πρὸς Ἀλέξανδρον τὸν κοσμοκράτορα ἐπιστολὴν κομισάμενοι τάδε περιέχουσαν· Ἐπειδήπερ, Ἀλέξανδρε, ἡ κατὰ Δαρείου νίκη ὑπεροψίᾳ σε | |
5 | μείζονι ἐθρασύνετο, καὶ κατὰ θεοῦ ἦρας τὸ δόρυ σου ἀπεί‐ ρως ἔχων ὅση παρ’ ἐμοὶ δύναμις· καὶ μὴ κινηθεῖσα οὐ χω‐ ρήσειεν ἡ σύμπασα γῆ. τῷ δὲ θυμῷ τῷ ἐμῷ οὐχ ὑποστήσε‐ ται ἡ ὑπ’ οὐρανόν. ὅθεν ἀρκέσθητι τοῖς κατὰ τὴν μωρίαν τὴν σὴν καὶ συγχώρησιν ἐμὴν πραχθεῖσι καὶ τὸν ὑπὲρ τῆς | |
10 | γῆς ἁπάσης ἣν διώδευσας φόρον τῷ κράτει ἡμῶν ἐξαπόσ‐ τειλον καὶ πρὸς Μακεδονίαν φυγὼν διασώθητι. τούτοις δὲ πεισθῆναι μὴ θελήσας οὐ μόνον ἐν Μακεδονίᾳ φυγὼν 〈οὐ〉 | |
διασωθήσῃ, ἀλλὰ καὶ εἰς τὸν σύμπαντα κόσμον διερευνήσω σε καὶ οὐκ ἐκφεύξῃ τὸν θυμόν μου. οὐ γὰρ ἔσται σοι τόπος | 130 | |
15 | καταφυγῆς. | |
36.2 | Ταύτην οὖν τὴν ἐπιστολὴν δεξάμενος Ἀλέξανδρος καὶ ἀναγνοὺς ἀντιγράφει τάδε· Ἃ εἶπας ἡμῖν, ὡς τὴν κατὰ Δαρείου νίκην θρασυνθέντας καὶ κατὰ θεῶν ἆραι τὸ δόρυ, καὶ τοῦτο μὲν ἀλήθειαν ἔλεξας. | |
5 | ἀλλ’ ἐπειδὴ οἶσθα ὅτι καὶ θεῶν ἐγκρατὴς γέγονα, σοὶ ἐν τίνι ἰσχύς; μὴ καὶ θεῶν σὺ ἀλκιμώτερος; εἰ δὲ καὶ ἀλκῆς μετέ‐ χεις θεῶν ὕπερ, ἵνα τί Δαρεῖον οὐκ ἔσωσας; καίπερ βουλη‐ θεὶς οὐκ ἠδυνήθης. ἐγὼ δέ σοι οὐχ ὡς θεῷ ἐπελεύσομαι, ἀλλ’ ὡς ἑνὶ ἀνθρωπίσκῳ ἀδρανεῖ καὶ ἀμυήτῳ. σὺ δὲ μὴ τῇ | |
10 | ἴσῃ δυνάμει θεοῖς ἀντιπαρατάξασθαι σπούδαξον, ἀλλ’ ὥς σοι ἰσχύς, μήποτε καὶ σὺ τὰ ἴσα θεοῖς ἐξουθενωθήσῃ ὑπὸ στρατοῦ Μακεδονικοῦ. ὡς δὲ ἄκων μεμάντευσαι, ἐπίσταμαι | |
κἀγὼ ὅτι κινηθέντα σε φεύγειν οὐ χωρήσει ἡ σύμπασα γῆ, ἀλλὰ παρ’ ἐμοῦ κατασχεθεὶς σὺ ἐν τοῖς ἐξουθενωθεῖσι πα‐ | 131 | |
15 | ραπεμφθήσῃ θεοῖς, οὐκ ἐν Μακάρων νήσοις παρ’ Εὐάνθῳ, ἀλλ’ ἐν ᾍδῃ συνεῖναι Πλούτωνι. ἐκεῖ γὰρ εἶναί σε χρεών καὶ ὡς οἷα θεὸν τοῖς λοιποῖς θεοῖς συναυλίζεσθαι. | |
36.3 | Πῶρος οὖν ὁ βασιλεὺς τὴν ἐπιστολὴν δεξάμενος Ἀλε‐ ξάνδρου τὴν ὑπ’ αὐτὸν ἅπασαν ἐπισυνάξας δύναμιν ἐξῆλθεν Ἀλεξάνδρῳ ἀντιπαρατάξασθαι σὺν ὀκτακισχιλίαις χιλιάσι. πλησίον δὲ γεναμένων τὰ πρὸς μάχην ηὐτρεπίζοντο. Ἀλέξαν‐ | |
5 | δρος δὲ τὰς φάλαγγας εὐτάκτως διίστησι, τρισὶ στόμασι τὸν πόλεμον ἐξέρχεσθαι παρασκευάσας, τοῖς ὁπλίταις ἀνδράσι ἀσπιδηφόροις πρὸς μάχην διαταξάμενος. ἔμπροσθεν δὲ αὐτῶν χαλκοῦς ἵστησιν ἀνδριάντας δίκην πυρὸς πεπυρακτωμένους, τῷ εἴδει γυμνοῖς ἐοικότας ἀνθρώποις. τῶν δὲ ἀμφοτέρων με‐ | |
10 | ρῶν ἤδη πλησιασάντων ἐκπέμπονται παρὰ Πώρου λέοντες παμμεγέθεις, οἵτινες ἦσαν εἰθισμένοι ἀπολύεσθαι καὶ καθ’ ἕνα ἄνθρωπον δραξάμενοι τῇ γῇ κατέπιπτον. τοῦ δὲ φοσσάτου ἐκταραχθέντος εὐθέως αὐτοὶ ἐπεσχύνοντο, καὶ ἀσύστατον εὑρόντες τὴν φάλαγγα † πάντας κυριεύειν· ὧ δὴ † καὶ σφάζειν | |
15 | τὸν ἀντιτασσόμενον μὴ ἔχοντες, οἱ οὖν λέοντες ἀπελθόντες τοῖς χαλκοῖς ἀνδράσιν εὐθέως συμπλέκονται. τὸ δὲ πῦρ αὐτῶν καὶ | |
μᾶλλον ἥψατο καὶ εὐθέως ἀντεστράφησαν ἄπρακτα τὰ θηρία. | 132 | |
36.4 | Ὡς δὲ τὸν πόλεμον συνεκρότησαν, γενναίως ἀντίκεινται Πέρσαι καὶ Μακεδόνες τῷ Ἰνδικῷ στρατεύματι. δι’ ὅλης δὲ τῆς ἡμέρας ἡ μάχη ἀνένδοτος ἦν· τὸ γὰρ ἔμπειρον Ἀλεξάνδρου ἐνίκα τοῦ πλήθους τὴν δύναμιν, ᾔδει γὰρ καλῶς παρατάττεσ‐ | |
5 | θαι. ἐπὶ τούτοις ἄφνω ἐλέφαντες ἐμφαίνονται τῇ Ἰνδῶν παρα‐ τάξει ξύλινα τείχη ἐπιφερόμενοι, καὶ ἐπ’ αὐτῶν ἄνδρες ἔνοπλοι ἦσαν λίθους καὶ δόρατα ταῖς χερσὶν ἔχοντες. ὡς δὲ ταῦτα ἐθεάσαντο Μακεδόνες ἀπέκαμον καὶ τῇ προγονικῇ περιπίπτου‐ σι δειλανδρίᾳ. νὺξ δὲ ὅμως αὐτοὺς διεχώρισε καταλαβοῦσα. | |
36.5 | Καὶ δὴ τὰς σκηνὰς καταλαβόντες οὐδὲν αὐτοῖς ἀγαθὸν ἦν τὸ ἐννόημα. ἔδοξε δὲ αὐτοῖς Ἀλέξανδρον παραδοῦναι εἰς χεῖρας Πώρου καὶ ὑπὲρ αὐτοῦ τὸ ζῆν ἐξαιτησαμένοις ἐν Μακε‐ δονίᾳ διασώζεσθαι. ταῦτα δὲ Φίλων καταμηνύει τῷ Ἀλεξάν‐ | |
5 | δρῳ. ὁ δὲ παρευθὺς ἅπαν τὸ πλῆθος προσεκαλέσατο, μέσον δὲ πάντων ἵστατο στυγνάζων Ἀλέξανδρος καὶ σὺν δάκρυσι τὸ Μακεδονικὸν ἐξελιπάρει στρατόπεδον. καὶ ἦν αὐτῷ κάλλος ὀδύνης καὶ δάκρυα, καί· ὦ, εἶπεν, στρατὸς Μακεδόνων, εἰ παρ’ ὑμῶν μεμίσημαι ὑμεῖς με τοῦ ζῆν ἀπαλλάξατε. ἡ ὑμῶν ῥομφαία | 133 |
10 | ἐν ἐμοῖς παρακαλῶ διελθέτω μέλεσιν, αἰσχύνομαι τὸ ἐμὸν κα‐ θυποκῦψαν βλέπειν στρατόπεδον πολεμίοις. ναί, ναί, κτείνατε δή με πάντες ἱκετεύω, εἰ καὶ βούλεσθε Ἰνδοῖς παραδοῦναι. — ὡς οὖν ἐθεάσαντο Μακεδόνες Ἀλέξανδρον κοπετὸν πάντες ἔκοψαν ἐπ’ αὐτὸν καί· ὦ δέσποτα, εἶπον, εἰ πάντες ἡμεῖς αὔριον | |
15 | ὑφ’ ἓν ἀποθάνοιμεν, οὐκ ἄν σου προτιμησώμεθα μιᾶς τριχὸς ἀποκοπήν. ἀνδρίζου καὶ ἴσχυε καὶ τὸ δοκοῦν σοι πράττε. εὖ ἐν ἡμῖν ἐστιν. —ἐπὶ τούτῳ πάντας κατησπάζετο καὶ πάντες μιᾷ ψυχῇ πρὸς Ἀλέξανδρον ἐπεστράφησαν. Οἶδε γὰρ καὶ δάκρυον καρδίαν κλίνειν | |
20 | καὶ μεταστρέφειν ψυχὴν τῶν ἀκαμπέων, καὶ φύσιν ἐκθρασῦναι τὴν δειλανθεῖσαν, | |
καὶ πρὸς εὔτολμον γνώμην ἀντισκεδάσαι. ἂν καὶ μάλιστα φιλίας μνήμην ἔχον, οὐδὲν ἰσχυρότερον τῶν † ἐναντίων † | 134 | |
25 | πρὸς ἀντιπαράταξιν τῶν πολεμίων. | |
36.6 | Καὶ δὴ ἡμέρας καταλαβούσης τὸ Ἰνδικὸν εἰς μάχην ἐξῄει στρατόπεδον. ἐλέφαντας δὲ, ὡς προεῖπον, ἐπιβεβηκότες δίκην περιπατοῦσαι πόλεις ἐφαίνοντο τοῖς τείχεσι κατωχυρω‐ μέναι. ὡς οὖν εἶδεν Ἀλέξανδρος, εὐθέως καὶ τὴν τούτων διε‐ | |
5 | νοήθη † ἐνέργειαν †. τὸ γὰρ ὀξὺ τοῦ νοὸς ταχεῖαν ἐποιεῖτο τὴν ἐνέργειαν. ἐν τούτοις γὰρ Ἀλέξανδρος ἐθαυμάζετο. κελεύει δὲ τοῖς ὁπλίταις ποιῆσαι τοῦτο· ὁπόταν πλησίον γένωνται ἐλε‐ φάντων, κατεχόμενα ἔμπροσθεν ἀκοντίσαι σμικρότατα χοίρων βρέφη μεγάλα γρυλίζοντα. ὡς οὖν ἐλέφαντες εἶδον, εὐθέως | |
10 | ἄνω καὶ κάτω ἐκτιναγέντες τὰ καστρίδια ἔρριψαν καὶ ἀνυπο‐ στρεπτὶ φεύγουσιν. καὶ δειλία Ἰνδοῖς ἐκ τούτου ἐπέπεσε καί· | |
ὦ ἡμῖν ἀπὸ τοῦδε, εἶπον, τοῦ μειρακίου, καὶ τοὺς λέοντας ἀπέ‐ στρεψε καὶ τοὺς ἐλέφαντας ἀπεδίωξε, ποία δὲ λοιπὸν ἐλπὶς ἡμῶν; —ἐπὶ τούτοις πάλιν πόλεμος συγκεκρότηται καὶ ὑπερισ‐ | 135 | |
15 | χύουσιν Ἰνδοὶ τῆς τοῦ Ἀλεξάνδρου φάλαγγος. ἐκεῖ πλεῖστα Ἀλέξανδρος ἐμαχήσατο, καὶ μόλις τὸ Ἰνδικὸν ἠδυνήθη ἀπο‐ στρέψαι στῖφος, ὥστε καὶ παρ’ Ἰνδῶν κυκλωθέντα μόλις ἡ πρόνοια τῷ Βουκεφάλῳ ἵππῳ ἐποχούμενον διεσώσατο. δι’ ὅλης οὖν τῆς ἡμέρας ἡ μάχη ἀνένδοτος ἦν, εἰς δὲ τὸ πρὸς ἑσπέ‐ | |
20 | ραν ἡ νὺξ αὐτοὺς διεχώρισεν. | |
20 | ||
37.1 | Παννύχιον δὲ Ἀλέξανδρος τοὺς ὑπ’ αὐτὸν παρεθράσυνε καὶ μεγαλοψύχους ἐν τοῖς πολέμοις παρῄνει καὶ μήτε τῇ διώ‐ ξει ἀσκόπως ἐπεισχύνεσθαι, μήτε τῇ τροπῇ εὐχερῶς ἀναστρέ‐ | |
φεσθαι. εἶπεν οὖν αὐτὸν καὶ ὑπὲρ αὐτῶν πάντως ἑτοίμως ἔχειν | 136 | |
5 | ἀποθανεῖν ὡς μονομαχήσοντα ἐν λόγῳ τοιῷδε· ἐπὰν τὸ Ἰνδι‐ κὸν ἐπελθὸν θεασώμεθα στρατόπεδον, Πώρῳ τάδε πρὸ τῆς συμβολῆς φθέγξομαι, τούτῳ ἐμφανισθεὶς πρὸς μονομαχίαν· εἰ μὲν ἐπελθὼν πατάξει με, ἔστε ὑμεῖς αὐτῷ εἰς δουλείαν, εἰ δὲ καὶ παρ’ ἐμοῦ τεθνήξεται, ἔσονται ἡμῖν καὶ Ἰνδοὶ εἰς δουλείαν. | |
37.2 | Ἄρτι τῆς ἡμέρας καταλαβούσης εἰς πλήθη ἀνείκαστα Πῶρος παρετάξατο. ἡ δὲ Ἀλεξάνδρου παράταξις τοιαύτη ἦν· ῥομβοειδὴς καὶ φοβερὰ ὡς οὐπώποτε ἐνεφαίνετο ὥστε καὶ λίαν ἐπ’ αὐτῇ δυσχεραίνειν Ἰνδοὺς καί· τίς γε τοιαύτης, εἰπεῖν, περι‐ | |
5 | γενέσθαι δυνήσεται φάλαγγος; —καὶ δὴ πλησίον γενομένων, Ἀλέξανδρος ἐξελθὼν Ἰνδοῖς ἐξεφώνησεν· εἴπατε Πώρῳ ἐξελθόντι μονομαχῆσαι μετ’ ἐμοῦ. ἐπάν γε νικήσῃ με, ἐχέτω Μακεδόνας καὶ Πέρσας εἰς δουλείαν καὶ πέρας ὁ πόλεμος λά‐ βῃ. εἰ δὲ καὶ τοῦτο αὐτῷ συμβήσεται, ἔστε μοι καὶ ὑμεῖς δοῦλοι | |
10 | καθὼς καὶ Πέρσαι. καὶ ἵνα τί διά τε Πῶρον καὶ Ἀλέξανδρον τοσαῦτα καταναλίσκωνται πλήθη; —ὁ δὲ λόγος ἔδοξεν ἀρέσαι ἐνώπιον Ἰνδῶν καὶ Πώρου τοῦ βασιλέως. τῇ γὰρ ἑαυτοῦ ἀλκῇ Πῶρος ἐπεποίθει, ἦν γὰρ ὡς ὁ λόγος εἰπεῖν εὐμεγέθης ὑπὲρ ἄνδρα, τῇ δὲ δυνάμει οὐκ εἶχεν ὅμοιον αὐτῷ. εἰς δὲ τὸ νεαρὸν | |
15 | ἐνιδὼν Ἀλεξάνδρου καταφρονεῖ αὐτοῦ καὶ εὐπροθύμως εἰς μονομαχίαν ἐξέρχεται. | |
37.3 | Καὶ δὴ συμβολῆς ἀμφοτέρων γενομένης Ἀλέξανδρος ὄπισθεν ἀπεπήδησε τάδε πρὸς Πῶρον λέξας· οὐκοῦν μετὰ δύο εἶπον μονομαχῆσαι· ἀντιστραφήτω ἐκεῖνος. —ἐπὶ τῷ ῥήματι Πῶρος ἐπεστράφη καὶ εἰσπηδήσας Ἀλέξανδρος τῇ ῥομφαίᾳ | 137 |
5 | αὐτοῦ ἐν τῇ πλευρᾷ ἐβάπτισε Πώρου. καὶ παραχρῆμα ἐτελεύ‐ τησε Πῶρος πεσών. τότε ὠλόλυξαν μέρη ἀμφότερα καὶ Ἀλέ‐ ξανδρον ἐπευφήμησαν καὶ κύριον κόσμου αὐτὸν ἀνηγόρευσαν. καὶ οὐκ ἦν Μακεδόσιν ὀφθαλμοῖς τοῦ θεάσασθαι Ἀλέξανδρον, ἀλλὰ πάντες κάτω ἔνευον ὡς ἀπό τινος ἐρυθριῶντες αἰσχύνης, | |
10 | μνήμην ποιούμενοι τῶν παρ’ αὐτοῖς ἐνθυμιῶν. | |
37.4 | Ὡς δὲ κύριος καὶ αὐτῶν ἐγεγόνει, τὸ σκυθρωπὸν Μακε‐ δόνων ἐθεράπευε καὶ ἀμνήμων τῶν ἐναγῶν βουλευμάτων ὡς δῆθεν ἐνουθέτει, τόδε ἐπειπὼν αὐτοῖς τὸ διστίχιον· ἐπὰν ἀνάγκη καὶ βία καταλάβῃ | |
5 | † ἀπορήσας ὅμως δὲ τῆς ζωῆς μέτρον πολλῶν λόγων εὕρημα ὥστε μὴ θανεῖν †. ὡς δὲ ἐν τοῖς βασιλείοις Πώρου εἰσῆλθε, πᾶσα ἡ ἀνατολὴ καὶ αἱ αὐτῆς χῶραι δουλικῶς Ἀλεξάνδρῳ ὑπήκουσαν. | 138 |
8 | ||
38.1 | Ἐκεῖσε δὲ ἐνιαυσιαῖον διατρίψας χρόνον καὶ κατὰ τῶν βορείων ἔδοξεν ἀνατολῆς μερῶν ἐπεξελθεῖν. πάσας γὰρ τὰς πόλεις αὐτῶν ἐπόρθει καὶ οὐκ ἦν ὁ ἀντιμαχήσασθαι δυνάμενος Ἀλεξάνδρῳ. | |
38.2 | Καταλαμβάνει οὖν καὶ ἐν τοῖς μέρεσιν Ἀμαζονίδων. αὗται δὲ αἱ Ἀμαζόναι γυναῖκες ἦσαν παρθέναι ἐν πόλει οἰκοῦ‐ σαι ὀχυρωτάτῃ. πολέμου δὲ αὐταῖς ἐπελθόντος καὶ λίαν ἐμπει‐ ρότατα ἐπολέμουν μηδενὶ ὑποτασσόμεναι. ὡς δὲ τὰ περὶ Ἀλε‐ | |
5 | ξάνδρου ἀνέμαθον, ὅτι μέλλει τὴν πόλιν αὐτῶν καταλαμβάνειν, πρέσβεις πρὸς αὐτὸν ἀποστέλλουσι γυναῖκας εὐειδεστάτας καὶ δῶρα πολύτιμα καὶ φόρους ἐτῶν τριῶν καὶ ἐπιστολὴν τάδε ἀναγορεύουσαν· | |
38.3 | Φήμη τις ἦλθε ταῖς ἡμετέραις ἀκοαῖς, ὦ δέσποτα κοσμο‐ | |
κράτορ, ὡς τὴν ἡμετέραν καταλαβέσθαι πολύχουν ἠθέλησας καὶ μετὰ γυναικείου μαχήσασθαι στίφους. καὶ τοῦτο ἡμεῖς μὲν οὐ πιστούμεθα τόδε σοι εἶναι ἐνθύμιον, ὅμως ὡς τῷ κόσμου | 139 | |
5 | κυρίῳ καὶ ἡμεῖς ὑπείκειν ἠθελήσαμεν καὶ τάδε ἡμῶν εὐτελῆ ἀπεστείλαμεν δῶρα σὺν τοῖς ἐτησίοις φόροις. δέχοι’ οὖν καὶ τὸν καθ’ ἡμῶν θυμόν σου ἀντίστρεφε. καὶ ὁ μετὰ πλήθους ἀνδρείου μαχησάμενος στίφους καὶ νικητὴς κράτιστος τοῖς πᾶσιν ἀναδειχθεὶς μὴ θελήσειας καὶ γυναικείῳ χρήσασθαι | |
10 | αἵματι. ἄδηλα γὰρ τὰ τῆς τύχης συναντήματα· καὶ μήπως τὸ περιβόητον τῶν ἀνδραγαθημάτων ἐν γυναικείᾳ ἀπολέσειας μάχῃ. ἐπάν γε ἐπελθὼν καὶ τῷ ἡμετέρῳ ὀχυρώματι μὴ ἰσχύσειας, ποία αἰσχύνη σοι ἀπράκτῳ ἀντιστρέφεσθαι; ἐπὶ τούτῳ, ὦ δέσποτα, δεόμεθα· τὴν ἡμῶν μὴ ὑπερίδῃς συμβου‐ | |
15 | λήν. ὡς γὰρ δοῦλαι πισταὶ τῷ ἡμετέρῳ δεσπότῃ τεθαρρή‐ καμεν τὰ συμβησόμενα δῆλα ποιῆσαι. εἰκόνα δὲ σὴν ἐξαπό‐ στειλον ἡμῖν, ᾗπερ τὸ σέβας ἀντὶ σοῦ ποιησόμεθα. | |
38.4 | Ἀλέξανδρος τοίνυν δεξάμενος τὴν ἐπιστολὴν καὶ ἀνα‐ γνούς, ἅμα μὲν τὰ δῶρα θεασάμενος καὶ τοὺς τριῶν χρόνων | |
φόρους, τήν τε τῶν γυναικῶν θέαν καὶ τὴν ἐν αὐταῖς σύνεσιν, παρ’ ὀλίγον ἔπαθέν τι ἀνθρώπινον. καὶ δὴ τὸ δόρυ αὐτοῦ ἐξ‐ | 140 | |
5 | απέστειλεν εἰπών· τόδε ἀντὶ Ἀλεξάνδρου ἔστω ὑμῖν. | |
5 | ||
39.1 | Καὶ δὴ τὰ ἐκεῖσε διελθὼν τῷ Εὐρυμίθρῃ τῷ ἄρχοντι τῶν Βερσίλων ἧκε πολεμήσων, ὡς μὴ εἴξαντι τῷ Μακεδονικῷ ὑποκύψαι στρατῷ. ταῦτα δὲ Εὐρυμίθρης μαθὼν τοὺς ὑπ’ αὐτὸν ἀναλαβόμενος ἄνδρας ἐπιλέκτους ὡσεὶ χιλιάδας ὀκτακοσίας | |
5 | τὴν πρὸς Ἀλέξανδρον ἀντιπαράταξιν ὥρμησε. προκαταλαβό‐ μενος δὲ τὰς αὐτοῦ προφυλακὰς ἐθεάθη ὑπ’ αὐτῶν, καὶ δῆλα τῷ Ἀλεξάνδρῳ τὰ περὶ Εὐρυμίθρους ἐγένοντο. αὐτὸς δὲ τὰς προφυλακὰς δυναμώσας καὶ εἰς πλῆθος χιλιάδων χιλίων αὐ‐ τὰς ποιήσας, πάντας χρυσέοις τεθωρακισμένους θώραξι ταῖς | 141 |
10 | πιστευθείσαις αὐταῖς φυλακαῖς εἴασε παραμένειν, Σέλευκον δὲ τοῦ στίφους ἡγεῖσθαι διωρίσατο. | |
39.2 | Ὁ οὖν Εὐρυμίθρης τῇ προλαβούσῃ νυκτὶ κατασκόπους εἰς τὸ τοῦ Ἀλεξάνδρου ἀπέστειλε φοσσᾶτον, οἵτινες κατασκο‐ πήσαντες ἐπανῆκαν Μηδεμίαν, εἰπόντες, ἡμῶν μνείαν ἔχειν ἐν τῷ τοῦ Ἀλεξάνδρου στρατοπέδῳ. πληθὺς δὲ αὐτῷ καὶ στρα‐ | |
5 | τιὰ ἀνείκαστος, ὥστε οὐ δυνησόμεθα πρὸς αὐτὸν εἰ μὴ τὰς προ‐ φυλακὰς καταλαβόμενοι ἀθρόως αὐτοὺς τὸν πόλεμον ἐπιρρίψω‐ μεν. τῷ δὲ ἀπροσδοκήτῳ θροηθέντες συναντήματι φυγαῖς χρή‐ | |
σονται, ἕκαστος τὴν ἰδίαν περιποιούμενος σωτηρίαν. ταῦτα δὲ εἶπον βουλευσάμενοι μήπω τὰ τοῦ Ἀλεξάνδρου διανοήσαντες | 142 | |
10 | ἔνεδρα. | |
39.3 | Σκοπησάντων οὖν τὰς προφυλακὰς Ἀλεξάνδρου κυκλῶ‐ σαι 〈καὶ〉 νυκτὸς ἐνθένδε ἐπιβάντες τῷ δοκεῖν ἀσυμφθάστως πάντας θηρεῦσαι, ὡς τὰς τάξεις ἐθεάσαντο τὰ πρὸς πόλεμον ἐπιλαθόμενοι τὰ πρὸς φυγὴν ἤρξαντο δυσανασχετεῖν. ὡς δὲ | |
5 | καὶ Σέλευκος ἐπὶ τούτοις ἐπεκτείνει τὴν φάλαγγα, πάραυτα πάντες ἐτράπησαν ὡς πληρωθῆναι τὸ Ὁμηρικὸν ῥητὸν ἐπ’ αὐτοῖς· ἐπέβη μὲν ὡς λέων, ἀντέβη δὲ ὡς ἔλαφος. τοῦτο δὲ καὶ παρὰ Ἀλεξάνδρου ἐρρέθη ἐπὰν δὲ τὴν αὐτῶν | |
10 | ἀκηκόει ἀδρανίαν. καὶ ὥσπερ λέοντες ἐπέβησαν. ἐπιδραμόντες οὖν αὐτοῖς οἱ περὶ Σέλευκον καὶ Εὐρυμίθρην καταλαβόντες ... μηδενὸς ὑπολειφθέντος † ὥστε καὶ Εὐρυμίθρης αὐτὸς ἐγκρα‐ | |
τὴς ἐγένετο. | 143 | |
39.4 | Ἀλέξανδρος δὲ πάντας τῶν βορείων ἐθνῶν ἐκυρίευσε καὶ κατεδίωξεν ὀπίσω αὐτῶν τὰ πρὸς βορρᾶν ὁδὸν ἡμερῶν διακοσίων μέχρι ὀρέων δύο τῶν μεγάλων ἐν τῷ ἀφανεῖ κόσ‐ μῳ, ἃ προσηγόρευσε Μαζοὺς τοῦ Βορρᾶ. ἐκεῖσε οὖν διελθόν‐ | |
5 | των αὐτῶν οὐκέτι αὐτοὺς κατεδίωξεν. ἰδὼν δὲ τὰ δύο ὄρη ἐκεῖνα ἐπιτήδεια εἶναι εἰς ἀποκλεισμὸν τῆς ἐξόδου αὐτῶν, ἐκεῖσε παραμείνας τὸν θεὸν ἐξιλεοῦτο ὅπως συνελθόντα τὰ ὄρη τὴν τούτων διακωλύσωσιν ἔξοδον. | |
39.5 | Στὰς δὲ ηὔξατο οὕτως εἰπών· Ὦ θεὲ θεῶν καὶ κύριε πάσης κτίσεως, ὁ τῷ λόγῳ σου δη‐ μιουργήσας τὰ σύμπαντα, οὐρανόν τε καὶ γῆν, ἀδυνατεῖ σοι οὐδέν· ὡς γὰρ δοῦλα πάντα ὑπείκει τῷ λόγῳ τοῦ προστάγμα‐ | |
5 | τός σου. εἶπες γὰρ καὶ ἐκτίσθησαν, ἐνετείλω καὶ ἐγενήθησαν. σὺ εἶ μόνος αἰώνιος, ἄναρχος, ἀόρατος, θεὸς μόνος, καὶ οὐκ ἔστι πλὴν σοῦ. ἐπὶ γὰρ τῷ σῷ ὀνόματι καὶ θελήματι κἀγὼ ἐποίησα ἃ ἠθέλησα, καὶ ἔδωκας ἐν χειρί μου τὸν σύμπαντα κόσμον. παρακαλῶ οὖν τὸ πολυΰμνητον ὄνομά σου, καὶ τήνδε | 144 |
10 | τὴν δέησίν μου ἐκπλήρωσον καὶ τὰ δύο ὄρη ταῦτα θέλησον συνελθεῖν καθὼς ᾐτησάμην καὶ μὴ παραβλέψῃ με τὸν ἄθλιον ἱκέτην σου, τεθαρρηκότα τοιαῦτα λαλῆσαι. ἐπίσταμαι γὰρ τὴν πρὸς ἐμέ σου κηδεμονίαν καὶ ἄκραν ἀγαθότητα. | |
39.6 | Παραχρῆμα δὲ συνῆλθον τὰ ὄρη ἀλλήλοις ὡς ἀπὸ πη‐ χῶν διεστάναι δώδεκα. Ἀλέξανδρος δὲ θεασάμενος τὸ γεγο‐ νὸς ἐδόξασε τὸν θεόν. καὶ ἔκτισε πύλας χαλκᾶς καὶ τὸ στενό‐ πορον τῶν δύο ὀρέων ἠσφαλίσατο καὶ περιέχρισεν ἀσυκείτῳ. | |
5 | ἡ δὲ φύσις τοῦ ἀσυκείτου ἐστὶν τοιάδε· οὔτε πυρὶ καιόμενον, οὔτε σιδήρῳ προσαπτόμενον. ἔνδοθεν δὲ τῶν δύο πυλῶν καὶ μέχρι τῆς εὐρυχωρίας ὡσεὶ μίλια τρισχίλια βάτον ἐφύτευσεν | |
ἥτις ἀρδευθεῖσα τοῖς ὄρεσιν ὑπερεκόμασεν. | 145 | |
39.7 | Ἐκεῖσε οὖν Ἀλέξανδρος εἴκοσι δύο βασιλεῖς ἐναποκλεί‐ στους ἐποίησε σὺν τοῖς ὑπ’ αὐτῶν ἔθνεσιν ἐν τοῖς πέρασι τοῦ βορρᾶ, τὰς μὲν πύλας Κασπίας ὀνομάσας, τὰ δὲ ὄρη Μαζούς. καὶ τὰ ὀνόματα τῶν ἐθνῶν τάδε ἦν· Γώθ, Μαγώθ, Ἀνούγ, | |
5 | Ἀγείς, Ἐξενάχ, Διφάρ, Φωτιναῖοι, Νεύνιοι, Φαριζαῖοι, Δεκλη‐ μοί, Ναζάρται, Θεανοί, Ζαρματιανοί, Χαχόνιοι, Ἀγριμάρδοι, Ἀνθρωποφάγοι, οἱ λεγόμενοι Κυνοκέφαλοι, Θαρβαῖοι, Ἄλανες, Φισολονικαῖοι, Ἀλκηναῖοι, Σαλτάριοι. | |
39.8 | Ταῦτα τὰ εἴκοσι δύο ἔθνη καθεστήκασιν ἔνδον τῶν πυ‐ λῶν ἅσπερ ἔπηξεν Ἀλέξανδρος ὁ βασιλεὺς διὰ τὴν ἀκαθαρσίαν | |
αὐτῶν. ἤσθιον γὰρ κρέη μυσαρά τε καὶ κίβδηλα, κύνας, μύας, ὄφεις, ἀμβλώματα, ἐκτρώματα, νεκρῶν σάρκας, ἔμβρυά τε | 146 | |
5 | οὔπω τελέως ἀπαρτισθέντα ἀλλὰ μόνον τῆς διαπλάσεως ἀπο‐ σῴζοντα χαρακτῆρα, οὐ μόνον δὲ κτηνῶν ἀλλὰ καὶ πᾶν εἶδος θηρίων καὶ ἀνθρώπων. ὁμοίως δὲ καὶ τοὺς νεκροὺς αὐτῶν ἤσθιον. ταῦτα δὲ πάντα θεασάμενος Ἀλέξανδρος δεδοικὼς μήποτε ἐξελθόντα μιάνωσι τὴν γῆν κατακλείστους ποιήσας | |
10 | τῶν ἐκεῖσε ἀπῆρεν. καὶ ὥρμησεν ἐπὶ τὴν οἰκουμένην πάλιν ἐξελθεῖν. τὴν παράλιον τῆς θαλάσσης ὁδὸν διανύσας δι’ ἡμε‐ ρῶν πεντήκοντα καὶ ἑκατὸν τὴν οἰκουμένην κατάλαβεν. | 147 |
12 | ||
40.1 | Περιϊὼν δὲ τὰς πόλεις, ὅπου μὲν προϋπήντουν αὐτὸν σὺν πᾶσι τοῖς ἐτησίοις φόροις καὶ λοιποῖς δώροις τοῦτον ἐξιλεούμε‐ νοι, τούτους παρήρχετο. τοῖς δὲ μὴ τοῦτο ποιοῦσιν ἐπερχόμενος ἐπόρθει. ἐπὰν δὲ πόλις ὀχυρὰ ἀντιπαρατάξασθαι αὐτῷ ἠβου‐ | |
5 | λήθη, αὐτὸς δῆθεν ἢ πρέσβυς εἴτε πρόσφυξ χρηματιζόμενος, εἴτε πτωχὸν ἑαυτὸν ποιῶν εἰσῄει καὶ κατεσκόπει. καὶ ὅπου δ’ ἂν διέγνω χαύνωσιν ἔχειν τὰ τείχη, ἐξερχόμενος ἐκεῖ τὸν πό‐ λεμον συνεκρότει. ὡς οὖν πρὸ πολλοῦ τῇ τοιαύτῃ σκέψει ἐπόρ‐ θει τὰς πόλεις, καὶ δὴ Κανδάκη τις βασίλισσα τοῦτο ἀκηκόει, | |
10 | Ἀμάστριδι οἰκοῦσα τῇ πόλει, ἥτις πέμψασα ζωγράφον τὴν αὐτοῦ ἔλαβε ὁμοίωσιν κατὰ πάντα οἷος ἦν Ἀλέξανδρος. καὶ ἐν τῷ κοιτῶνι αὐτῆς ἔχουσα καθ’ ἑκάστην εἰσῄει περισκοποῦ‐ σα αὐτὸν καὶ θαυμάζουσα τὴν τῆς εἰκόνος θέασιν. | |
40.2 | Ἀλέξανδρος δέ, ὡς προέφην, περιϊών, οἱ τούτου προφύ‐ λακες Κανδαύλην τὸν υἱὸν Κανδάκης συνέλαβον φεύγοντα καὶ ἐρωτήσαντες· πόθεν καὶ τίς; καὶ ποῦ ἀπέρχῃ; αὐτὸς πάντα τὰ συμβησόμενα ἐξηγήσατο, ὡς ὅτι τὴν Ἀλεξάνδρου φεύγων ῥο‐ | 148 |
5 | πὴν ἅμα γυναικὶ καὶ στρατῷ πρὸς τὴν ἐμὴν ἐπειγόμην μητέρα ἐν Ἀμάστριδι. Εὐαγρίδης οὖν, ὁ † ἐμοὶ συνὸν † τύραννος, κατὰ τὴν ὁδὸν ἐπελθών μοι ἀφείλατο τήν τε γυναῖκα καὶ τὸν σὺν ἐμοὶ πλοῦτον, κρατυνθεὶς ὑπὲρ ἡμᾶς ἐν τῷ πολεμεῖν. ἐκείνῳ δὲ καὶ μόλις ἐκδρὰς εἰς τὰς ὑμῶν κατήντησα χεῖρας, ὡς πλη‐ | |
10 | ρωθῆναι ἐν ἐμοὶ τὸ τῆς τύχης ῥητόν. μῦθος γὰρ τοιόσδε τοῖς δυστυχοῦσιν εἰσφέρεται· ποτέ τις λέοντα φεύγων καὶ τῆς σω‐ τηρίας ἀπεγνωκὼς ὁρᾷ παρά τινος λίμνης ὄχθῃ δένδρον ἱστά‐ μενον. ἐκεῖσε δὲ ἀνελθὼν σώζεσθαι διενοήθη. καταδραμὼν | |
δὲ καὶ ἀναβάς, ὄφις ἐκ τῶν ἄνωθεν κατ’ αὐτοῦ ὥρμησεν. ὁ δὲ | 149 | |
15 | τὸ φοβερὸν τοῦ θηρὸς θεασάμενος ἑαυτὸν εἰς τὴν λίμνην ἀκόν‐ τισε. κροκόδειλος δὲ τῶν κάτωθεν ἀναδὺς καὶ ἁρπάσας αὐτὸν κατεθοινήσατο. τὰ τοιαῦτα δὲ καὶ ἐν ἐμοὶ συνέβη, ὥστε Εὐαγρί‐ δην φεύγων ἐπὰν γυναικὸς ὑστερήθην εἰς Ἀλεξάνδρου εἰσῆλ‐ θον χεῖρας. | |
40.3 | Οἱ δὲ τὰς προφυλακὰς ἔχοντες παραλαβόντες αὐτὸν ἤγα‐ γον ἐν τῷ φοσσάτῳ, Ἀλεξάνδρῳ δὲ ταῦτα καταγγέλλουσι. ἀκούσας οὖν Ἀλέξανδρος καὶ Ἀντίοχον προσκαλεσάμενος τὴν ἰδίαν ἐνδιδύσκει διπλοΐδα καὶ ἅπασαν βασιλικὴν στολήν, καὶ | |
5 | αὐτὸς δὲ τὴν Ἀντιόχου ἀμφιασάμενος ἐσθῆτα εἶπε πρὸς αὐτόν· Καθέσθητι δὴ σὺ εἰς τύπον ἐμοῦ, ἐγὼ δὲ ἔσομαι Ἀντίοχος εἰσερχόμενος καὶ ἐξερχόμενος. ἐπὰν δὲ ἐνώπιόν σου Κανδαύ‐ λης εἰσαχθήσεται, πάντα τὰ συμβάντα αὐτῷ καθ’ ἓν ἐξερώτη‐ σον καὶ δῆθεν ἔσο συμπονῶν αὐτῷ. ὡς δὲ πάντα σοι ἀναγγεί‐ | |
10 | λῃ, λάλησον πρὸς αὐτὸν τάδε· ἀγαθὴ δέ σε τύχη, ὦ Κανδαύλη, ἤγαγε πρὸς μέ, ὥστε καὶ τὴν γυναῖκά σου λάβῃς παρ’ ἐμοῦ, καὶ φίλος μου ἔσῃ, οὐ γὰρ μετρίως ἔπαθον ἐπὶ σὲ τὴν ψυχήν μου. ταῦτα οὖν πρὸς αὐτὸν φθεγξάμενος, Ἀντίοχον, εἰπέ, καλέσατέ | |
μοι. ἐλθόντος δ’ ἐμοῦ τάδε μοι λάλησον· Ἀντίοχε, λαβὼν τὸν | 150 | |
15 | ὑπὸ σὲ ἅπαντα στρατὸν καὶ Κανδαύλην μετὰ σοῦ, ἀπελθὼν λά‐ λησον τῷ Εὐαγρίδῃ τὴν γυναῖκα δοῦναι Κανδαύλῃ καὶ ἅπαντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τοὺς ἐτησίους φόρους καὶ σώζῃ. εἰ δὲ οὐ βούλοιτο, σὺν τῇ πόλει ἐν ᾗ κατοικεῖ ἄγαγε πρὸς μέ. ὅτε δὲ ταῦτα τελέσας ἀνθυποστρέψω, πρὸς Κανδάκην με πρέσβυν | |
20 | σὺν Κανδαύλῃ ἐξαπόστειλον. | |
40.4 | Ἐν τούτοις Κανδαύλης πρὸς Ἀντίοχον εἰσάγεται. φόβος δὲ τοῦτον κατέσχε καὶ τρόμος τὴν ὑπερβάλλουσαν δόξαν τῆς τῶν Μακεδόνων ἀρχῆς θεασάμενον. παραχρῆμα δὲ πεσὼν τὸ δοκεῖν Ἀλεξάνδρῳ προσεκύνησεν. Ἀντίοχος δὲ τοῦτον προσ‐ | |
5 | εγγίσαι καλέσας ἤρξατο ἐπιεικῶς αὐτὸν ἐρωτᾶν καθὼς ἐδι‐ δάχθη. Κανδαύλης δὲ ἐν τῷ λέγειν θεασάμενος συμπαθοῦντα αὐτὸν ἐπιπονωτέρως τὰς ἑαυτοῦ διηγήσατο συμφορὰς καί· Ὦ, εἶπεν, δέσποτα κοσμοκράτορ, πάντα μοι τὰ παρὰ τῆς τύχης συμβησόμενα ἀντ’ οὐδενὸς ἐλογισάμην, ἐντυχὼν γὰρ τῷ σῷ | |
10 | κράτει πάντα μου τῆς ψυχῆς ἀφίσταται τὰ λυποῦντα. —Ἀντί‐ οχος δὲ προσκαλεσάμενος Ἀλέξανδρον εἶπεν· Λαβὼν τόνδε τὸν νεανίαν καὶ τὸν ὑπὸ τὴν σὴν χεῖρα ἅπαντα στρατὸν ἄπιε πρὸς Εὐαγρίδην. καὶ εἰ μὲν δουλικῶς σοι διατεθῇ, λαβὼν τὴν τούτου γυναῖκα σὺν παντὶ πλούτῳ καὶ ὑπὲρ τῶν ἐμοὶ ἐτησίως | |
15 | διδομένων φόρων τάλαντα πεντακόσια τάχιον πρὸς ἡμᾶς ἀντί‐ στρεφε. εἰ δὲ καὶ τοῦτο μὴ θελήσειεν, σὺν αὐτῷ τῷ ὀχυρώματι αὐτοῦ εἰ δυνατὸν ἄγαγε αὐτὸν πρὸς ἡμᾶς. | 151 |
17 | ||
41.1 | Ταῦτα ἀκούσας ἐξῆλθε παραλαβὼν τὸν Κανδαύλην καὶ χιλιάδας ἑκατὸν ἀπὸ τῶν Περσῶν καὶ Ἰνδῶν καὶ Μακεδόνων καὶ ὥρμησεν κατὰ τοῦ Εὐαγρίδου. κατὰ δὲ τὴν ὁδὸν προσκαλε‐ σάμενος τὸν Κανδαύλην διελέγετο ὡς· Ἐὰν παρὰ Εὐαγρίδου | |
5 | τὴν σεαυτοῦ γυναῖκαν ἀναλαβόμενος παράσχω σοι, τί μοι ὑπὲρ τῆς χάριτος ἔσται δῶρον, ὦ Κανδαύλη; —Κανδαύλης ἔφη· Οὐκ ἔστιν μοὶ ἐν λόγῳ εἰπεῖν τῆς χάριτος τὴν ἀντίδοσιν, εἰ καὶ ὅλως ἀγωνίσῃ τὰ περὶ ἐμοῦ ὁλοψύχως. αἰτήσομαι δέ σε καὶ παρὰ τοῦ βασιλέως σὺν ἐμοὶ πρὸς τὴν ἐμὴν ἐλθεῖν μητέρα. | |
10 | ἐκείνη δέ σοι τὴν ἀνταμοιβὴν τῶν περὶ ἐμὲ πεπονημένων ἀμεί‐ | |
ψεται. | 152 | |
41.2 | Φθασάντων οὖν τοὺς Εὐαγρίδου ὅρους, τὸν σὺν αὐτῷ λαὸν εἰς τρεῖς ἀρχὰς διεμέρισεν. καὶ ταῖς μὲν δυσὶν ἐνεδρεύειν προσέταξεν, τὴν δὲ μίαν ἀναλαβόμενος ὥρμησε πρὸς Εὐαγρί‐ δην. συλλαβόμενος δέ τινας τῶν ἐγχωρίων πρέσβεις ἀπέστειλε | |
5 | πρὸς αὐτὸν εἰπών· Εἴπατε τῷ Εὐαγρίδῃ ὡς ὁ κοσμοκράτωρ Ἀλέξανδρος τὸν αὑτοῦ παῖδα πρὸς σὲ Ἀντίοχον ἀπέστειλε, δοῦ‐ ναι Κανδαύλῃ τὴν γυναῖκα καὶ ὃν σὺν αὐτῇ ᾐχμαλώτισας πλοῦ‐ τον καὶ τοὺς ἐτησίους φόρους, καὶ σώζῃ. εἰ δὲ μὴ τοῦτο θελή‐ σειας, τὰ πρὸς πόλεμον εὐτρεπίσθητι. ἥκει γάρ σοι πολεμήσων. | |
41.3 | Ταῦτα ἀκούσας Εὐαγρίδης κατασκόπους ἀποστέλλει Ἀντίοχον κατασκοπῆσαι. οἱ δὲ τοῦτο ποιήσαντες ἀντιστρέφον‐ ται καὶ ὀλιγοστὸν τὸ Ἀντιόχου στράτευμα ἔφησαν ἔσεσθαι, καὶ τῇ ἡμετέρᾳ μὴ ἐξαρκεῖν δυνάμει. ταῦτα δὲ εἶπον μὴ θεασάμενοι | |
5 | τὰ ἔνεδρα. Εὐαγρίδης οὖν ταῦτα ἀκούσας εὐθὺς πρὸς πόλεμον | |
καθοπλίζεται. καὶ δὴ καταφθάνει τὴν Ἀλεξάνδρου παράταξιν καὶ ὀλιγοστὴν ἰδὼν κατεφρόνησε. καὶ ἀκρατῶς κατὰ τῆς φά‐ λαγγος ὥρμησε. τοὺς δὲ ἐν τοῖς ἐνέδροις μηνύοντες, τὰς σάλ‐ πιγγας εὐθέως ἤχησαν. καὶ περικυκλοῖ αὐτοὺς ἀνείκαστον πλῆ‐ | 153 | |
10 | θος ἑκατέροις τοῖς μέρεσι καὶ πάντες συνελήφθησαν. καὶ Εὐ‐ αγρίδης ἑαυτὸν τῷ ξίφει ἀνεῖλε τὴν Ἀλεξάνδρου ῥοπὴν δεδοι‐ κώς. τῆς δὲ νίκης γενομένης ἐν τῇ Εὐαγρίδου παραγενόμενος πόλει πανοικὶ αὐτὴν ἐξεδάφισε, τὴν δὲ Κανδαύλου γυναῖκα καὶ τὸν σύμπαντα ἄρας πλοῦτον ἤγαγεν εἰς τὸ στρατόπεδον. | |
41.4 | Κατὰ τὴν ὁδὸν δὲ περιεπλέκετο Κανδαύλης ὡς Ἀντί‐ οχον τὸν Ἀλέξανδρον. καταφιλῶν καὶ ἐπαινῶν ἔλεγεν· Οὐκ ἄρα τοιοῦτος ἔστιν ἕτερος ἐν ἀνθρώποις ἐν τῇ ὑπ’ οὐρανόν, καὶ ὄντως θαυμαστοῦ βασιλέως καὶ ὁ στρατιώτης ἀήττητος. —ἐπὶ | |
5 | τούτοις Ἀλέξανδρος τῷ Κανδαύλῃ ἔφη ἔσχατος πάντων τῶν δούλων Ἀλεξάνδρου εἶναι· Πρῶτος γὰρ παρ’ ἡμῶν Φίλιππος, μετὰ δὲ τοῦτον Σέλευκος, ἐκ δὲ τούτων Φίλων, ἔσχατος δὲ | |
πάντων Ἀντίοχος, ὃς ἐγώ εἰμι. —καί φησι Κανδαύλης· Κἂν ἔσχατος ᾖς, ὑπὲρ πάντας ἔχεις τὸ φρόνημα. —ὁ δέ· Μὴ γένοιτο, | 154 | |
10 | ἔφη, ἀλλὰ πᾶσιν ἡμῖν κατὰ τὴν φρένα καὶ ἀνδρείαν, καὶ ἡ τιμὴ δέδοται παρὰ Ἀλεξάνδρου. —καὶ Ὦ, ἔφη Κανδαύλης, εἰ ὑπὲρ σὲ ἕνα καὶ ἕτερον ἔχει Ἀλέξανδρος, δικαίως τῆς οἰκουμένης κατεκυρίευσε. παρακαλῶ δέ σε, εἰ ὅλως καταξιοῖς με, τῷ βα‐ σιλεῖ αἰτησαμένου μου, μετ’ ἐμοῦ πρὸς τὴν μητέρα μου ἐλθεῖν, | |
15 | ἵνα καὶ τοὺς φόρους αὐτῷ κομίσῃς καὶ τὰς τῶν πόνων ἀμοιβάς, ἃς ἡ κοινὴ ἡμῶν μήτηρ παρέξει σοι. ὑπὲρ ἀδελφὸν γὰρ ἐθαυ‐ μαστώθης μοι. —Εἰ καὶ ὅλως ἀξιοῖς, ὁ δέ φησι πρὸς τὸν Καν‐ δαύλην, κἀγὼ αἰτήσομαι τοῦτο τῷ βασιλεῖ ὅπως σὺν σοὶ ἀπο‐ στείλῃ με. | |
41.5 | Καὶ δὴ τὸ στρατόπεδον φθάσαντες, ἐδόθη τῷ Κανδαύλῃ τόπος σκηνῆς καταλῦσαι σὺν γυναικὶ καὶ ὑπηρέταις. τῇ ἐπιούσῃ δὲ προσκαλεσάμενος ὁ βασιλεὺς αὐτόν φησιν· Ἴδε, Κανδαύλη, ἀπέλαβες καὶ τὴν γυναῖκά σου παρ’ ἐμοῦ· τί οὖν ἐστι τὸ δοκοῦν | |
5 | σοι; —Κανδαύλης ὑπεραπολογούμενος ἔφη· Ἐμοὶ τὸ δοκοῦν οὐκ ἔστιν, πάντα δέδοκται τῷ σῷ κράτει. —ὁ δὲ πρὸς αὐτόν· | |
Ἄπιε πρὸς τὴν μητέρα σου καὶ τὰ ἐξ ἡμῶν αὐτῇ προσαγόρευ‐ σον. —καὶ προσκαλεσάμενος Κανδαύλης Φίλωνα ἔφη· Λάλη‐ σον τῷ βασιλεῖ Ἀντίοχον σὺν ἐμοὶ ἀποστεῖλαι, ἵνα καὶ τοὺς | 155 | |
10 | ἐτησίους φόρους καὶ τὰς ὑπὲρ ἐμοῦ ἀποκομίσῃ ἀμοιβάς, καὶ ἐσόμεθα αὐτῷ εἰς δουλείαν. —ἐπὶ τούτῳ κατένευσε Φίλων εἰπεῖν τῷ βασιλεῖ, καὶ διώρισται Ἀλέξανδρος συνεξελθεῖν μετ’ αὐτοῦ. | |
13 | ||
42.1 | Κατὰ τὴν ὁδὸν δὲ γενομένων ἐγγίσας τῷ Κανδαύλῃ λόγοις αὐτὸν ἠκρίβωσε πῶς ἂν ἔχοι πρὸς τὴν ἐπίγνωσιν αὐτοῦ. ὡς δὲ παντελῶς ἀπερίεργον τοῦτον διέγνω, οὐκέτι αὐτῷ λό‐ γους τοιούσδε, ἀλλ’ ἢ μόνον ἀγαπᾶν αὐτὸν ἔλεγεν καὶ ἀδελφι‐ | |
5 | κῶς χρᾶσθαι ὡς καὶ ὑπὲρ αὐτοῦ ἀγωνισάμενον. Κανδαύλης δὲ αὐτὸν μεθ’ ὅρκων ἐβεβαίου ὑπὲρ ἀδελφοῦ καὶ μητρὸς τὴν | |
αὐτοῦ στοργὴν ἔχειν ἐν τῇ ψυχῇ καὶ μέχρι θανάτου. | 156 | |
42.2 | Πλησίον δὲ γενόμενοι τὰ ἔνθεα κατέλαβον σπήλαια. καὶ Κανδαύλης φησίν· Ὧδε, Ἀντίοχε, θεῶν μοναί. καὶ εἴπερ οὐ δειλιᾷς, μικρὸν τῆς ὁδοῦ ⸤διελθὼν τὰ συμβησό⸥μενά σοι μα‐ θήσῃ. τοῦτο δὲ οὐ τοῖς πᾶσι δίδοται, ἀλλ’ ἢ τούτοις μόνοις, οἷς | |
5 | ἡ τύχη εὐάρμοστος. πολλοὶ δὲ εἰσελθόντες σεληνιαζόμενοι ἐξέρχονται ἢ καὶ παράφρονες. παρ’ ἡμῖν τοῦτο παραιτεῖται. — ὁ δέ φησιν πρὸς Κανδαύλην· Καὶ τοσαύτη σου πρὸς Ἀντίοχον ἀγάπη ὥστε συνῄνεσάς μοι εἰσελθόντα σεληνιάζεσθαι καὶ πα‐ ραφρονεῖν; —ἐν δὲ τούτοις περιπλακεὶς αὐτὸν Κανδαύλης κατ‐ | |
10 | εφίλησε εἰπών· Καὶ μή μοι γένοιτο, ἐν ἐμοὶ τὰ σά, ὦ φίλε, δυστυχήματα. τεθαρρηκὼς γὰρ τῇ ἐσομένῃ σοι παρὰ τῆς τύ‐ χης χάριτι τόνδε σοι ἔφην τὸν λόγον, πέπεισμαι εἰσελθόντα σε μηδὲν ἐναντίον παθεῖν. φοβερὸς ὡς ἐμοὶ δοκεῖ καὶ παρὰ θεοῖς Ἀλέξανδρος. | |
42.3 | Καὶ δὴ ἐκ τῆς ὁδοῦ μικρὸν διάστημα Κανδαύλην ἔχεσθαι τῆς ὁδοιπορίας, ἐπιστασίαι δὲ γίνονται πρὸς αὐτὸν παντοίων εἰδῶν θηρίων τε καὶ ⸤ἀνθρώπων. καὶ τὰ μὲν θηρία⸥ ἀνθρω‐ ποειδῆ καὶ λόγος ἀνθρώπινος ἐν αὐτοῖς. ⸤ὁμοίωσ⸥ δὲ καὶ ἄν‐ | 157 |
5 | θρωποι ἦσαν, οἱ πάντες δε⸤δεμένοι⸥ ἁλύσεσιν καὶ πέδαις σιδη‐ ραῖς. ⸤ἔτι⸥ μὲν πρὸς Ἀλέξανδρον ἔλεγον· Καὶ σὺ μετ’ οὐ πολὺ μεθ’ ἡμῶν ἔλθῃ συνδιαιτώμενος. —ἐπέστη δὲ καὶ αὐτὸς ὁ ἄν‐ θρωπος ὅστις εἶπεν αὐτῷ ἅπαντα τὰ συμβησόμενα, καὶ ἐν τῇ ὁδῷ ἐν ᾖ ἀπέρχεται τοῦτον εἶπεν δυστυχήσαντα κατὰ μικρὸν | |
10 | δὲ πάλιν εὐτυχῆσαι· Διὰ γυναικὸς δέ σοι τὰ ἀμφότερα ⸤συμ⸥βή‐ σεται. θαρσηρῶς δὲ αὐτῷ τὴν ὁδὸν διανύειν παρεκελεύσατο. καί φησιν πρὸς αὐτὸν Ἀλέξανδρος· Φράσον δή μοι σύ, ποῦ σε καὶ πάλιν ἑώρακα—ἐμφέρεια γάρ σου τοῖς ἐμοῖς ἀνιστόρηται ὀφθαλμοῖς—καὶ τί πεπραχὼς τοῖσδε τοῖς δεσμοῖς περίκεισαι, | |
15 | καὶ παρὰ τίνος ἐνταῦθα παρεπέμφθης; —ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐπειδήπερ, Ἀλέξανδρε, παρὰ τῆς προνοίας ἐστὶ δοτὸν ἵνα πάν‐ τα τὰ ἀπόκρυφα φανερά σοι γενήσονται—οὐκ ἂν γὰρ τοῖς ἐν‐ ταῦθα καταλαβεῖν τεθάρρηκας, οὐδὲ γὰρ ἀνθρωπίνη φύσις | |
ποτὲ τοῖς ἐνταῦθα εἰσιέναι τετόλμηκεν—ἄκουσον δὴ παρ’ ἐμοῦ | 158 | |
20 | πάντα. εἶπάς μού που τὴν θεωρίαν ἱστόρησας, καὶ ἀληθῶς μὲ ἱστόρησας, εἰ καὶ ὅλως τὴν ἀοίκητον διῆλθες γαῖαν. ἐγὼ Σε‐ σογχός εἰμι κοσμοκράτωρ, ὃς τῇ παρ’ ἐμοῦ δυνάμει ἐπαρθεὶς θεὸν ἐμαυτὸν ὠνόμασα. καὶ τῷ οὐρανῷ ἐπιβῆναι σπουδάσας τὴν τούτου ἐζήτουν ἀκρώρειαν. ἐλθὼν δὲ εἰς χώραν ἀγρίων | |
25 | ἀνθρώπων, ἐπανέστησαν ἐπ’ ἐμὲ πλήθη πολλὰ καὶ ὑπερνική‐ σαντα τρέπουσι καὶ κατεδίωξαν ὀπίσω μου μέχρις ὅπου φέγγος ἦν ἡμέρας καὶ πολὺ πλῆθος τοῦ σὺν ἐμοὶ ἀνεῖλον στρατοῦ. μόλις δὲ τούτους διεκφυγὼν τὴν λίμνην ἣν ἑώρακας κατέλαβον, καὶ τῇ ἀθυμίᾳ συσχεθεὶς θανασίμῳ περιέπεσα νόσῳ. καὶ τοῦ ζῆν | |
30 | ἄκων στερηθεὶς ἐνταῦθα παρεπέμφθην δέσμιος τοῖς ἐρήμοις πλανᾶσθαι τόποις. ὧδέ εἰσι πάντες οἱ θεοὺς ἑαυτοὺς ὀνομάζον‐ τες. οἱ γὰρ ἐν τῷ κόσμῳ ἔτι ζῶντες θηριώδη τὴν γνώμην εἶ‐ χον, ἐν αὐτῇ δὲ τῇ θεωρίᾳ τοῖς ὧδε δέσμιοι παρεπέμφθησαν, ὅσοι δὲ ἀνθρωπίνως ἦσαν διακείμενοι, τὴν αὑτῶν ἐνταῦθα | |
35 | παραφυλάττουσι θεωρίαν. καὶ ἐνταῦθα πάντες πλανώμεθα τὴν ἡτοιμασμένην τοῖς ἀντιθέοις ὑποίσεσθαι δίκην οἱ καὶ ὅλως θεοὺς ἑαυτοὺς κατετολμήσαμεν εἰπεῖν· ἄπειρον γὰρ τὸ θεῖον καὶ ἀκατάληπτον. ἤκουσας λοιπόν, Ἀλέξανδρε, τὰ καθ’ ἡμᾶς, σπεύδε οὖν τὸν μεθ’ ἡμῶν διεκφυγεῖν κλῆρον, ἐπεὶ καὶ ἡμεῖς | 159 |
40 | πάντες ἄνθρωποί ἐσμεν ὡς καὶ σύ, ἀθέμιτα ἐν τῷ κόσμῳ ἐργα‐ σάμενοι οὐκ ἠρκέσθημεν ἀλλὰ καὶ θεοὺς ἑαυτοὺς ὀνομάζοντες, μήποτε τοιαῦτα ἔσεσθαι ἡμῖν ἐπιγνόντες. | |
42.4 | Ταῦτα ἀκούσας Ἀλέξανδρος τῶν ἐκεῖσε διῆλθε καὶ τῇ ὁδῷ εἰσβὰς ᾤχετο. καὶ καταφθάνει Κανδαύλην ὀδυρόμενον καὶ Ἀντίοχον ἐν τοῖς ὀδυρμοῖς ἐπικαλούμενον. ἐδόκει γὰρ ὡς βραδύναντα ἐκεῖσε κατακρατηθῆναι καὶ μηκέτι ἐξιέναι. ὡς | |
5 | δὲ εἶδεν αὐτὸν ἐρχόμενον, καταδραμὼν τῷ τραχήλῳ αὐτοῦ περιεπλέκετο καὶ καταφιλῶν ἔλεγε· νῦν ἐπίσταμαι ὅτι καὶ θεῶν δῆμος ἐδεδίει Ἀλέξανδρον, ὅτι ἀσινῆ αὐτοῦ διετήρησεν | |
τὸν οἰκέτην. | 160 | |
43.1 | Μεταξὺ δὲ τούτων τὴν ὁδὸν διανύσαντες τὴν Ἀμάστριδα καταλαμβάνουσι πόλιν, καὶ ἀκουστὸν ἐγένετο τῇ βασιλίσσῃ Κανδάκῃ τὸν υἱὸν αὐτῆς ἥκειν. ὡς δὲ ἤκουσε τῇ πολλῇ συσχε‐ θεῖσα χαρᾷ εὐθέως ἐξανέστη τοῦ θρόνου καὶ πρὸς ὑπάντησιν | |
5 | ἐξῆλθε τοῦ υἱοῦ. ἐχάρη δὲ τὴν ἀπροσδόκητον αὐτοῦ θεασαμένη ἐπάνοδον, ἠκηκόει γὰρ τὰ αὐτῷ συμβάντα παρὰ Εὐαγρίδῃ καὶ οὐκέτι αὐτὸν ζῆν ἐνόμιζεν. ἤρξατο δὲ τοῦτον ἐρωτᾶν πῶς ἄρα διασέσωσται. ὁ δὲ πάντα αὐτῇ ἀναγγέλλει ὑποδείξας καὶ Ἀλέ‐ ξανδρον· ὡς δι’ αὐτοῦ σέσωσμαι, εἶπεν, σὺν ἐμοὶ δὲ ἔστω σοι, | |
10 | μῆτερ, καὶ Ἀντίοχος τέκνον. —ἡ δὲ τῷ ἐρχομένῳ Ἀντιόχῳ ἀτενίσασα τοῦτον κατεφίλει. καὶ παραχρῆμα διενόησεν αὐτὸν ἐκεῖνον εἶναι Ἀλέξανδρον καί φησι· Εἴθε μοι, Ἀντίοχε, μηκέτι | |
ἀνακάμψαι πρὸς Ἀλέξανδρον ἀλλὰ σὺν ἐμοὶ εἶναι. ἐπεὶ δὲ τοῦτο ἀδύνατον, ἐν τοῖς ταμείοις τοῖς ἐμοῖς εἰσελθών, ὃ ἄν σοι ἀρε‐ | 161 | |
15 | στὸν τοῦτό σοι χαρίσομαι, ὑπὲρ οὗ σέσωκάς μου τὸν υἱόν. | |
43.2 | Καὶ τῆς χειρὸς αὐτοῦ λαβομένη εἰσῄει εἰς τὰ βασίλεια δεικνύουσα τοῦτον παμποίκιλα χρήματα. ἐκ δὲ ταμείου εἰς ταμεῖον τοῦτον μετάγουσα ἐν τῷ κοιτῶνι αὐτῆς εἰσήγαγε καί φησιν· Τί βούλει χαρίσομαί σοι, Ἀλέξανδρε; —ὁ δὲ θροηθεὶς | |
5 | ἔφη· Ἀντίοχος καλοῦμαι, οὐχὶ Ἀλέξανδρος. —ἡ δὲ εἶπεν· Ἐγὼ μέν σε τέως Ἀλέξανδρον καλῶ, σὺ δὲ Ἀντίοχον σεαυτὸν κάλει. εἰ δὲ καὶ δυσανασχετεῖς τῇ τοῦ ὀνόματος κλήσει, τήνδε τὴν εἰ‐ κόνα σου ἐπίγνωθι. —ὁ δὲ ἰδὼν ἀλλοιοῦται καὶ ἤρξατο μαίνεσ‐ θαι καὶ τοὺς ὀδόντας τρίζειν. καὶ διενοεῖτο πρῶτον μὲν αὑτὸν | |
10 | ἀνελεῖν. γνοῦσα δὲ αὐτοῦ τὴν γνώμην Κανδάκη περιπλακεῖσα τοῦτον κατεφίλησεν εἰποῦσα· Μὴ συμπεσέτω σου τὸ πρόσωπον, μηδὲ λογίσῃ κατὰ σεαυτοῦ κακόν. ἐγὼ γὰρ οὐ φανερὸν τοῦτο ποιήσω, ἀλλὰ μᾶλλον πλεῖστά σοι δοῦσα δῶρα ἐξαποστείλω σε, οὐ γάρ ἐστι θεμιτόν μοι τὸν τοιοῦτον καὶ τηλικοῦτον ἄνδρα | |
15 | κακῶς διαθεῖναι, ἀλλὰ καὶ περισῴσω καὶ τῷ ἰδίῳ ἐκπέμψω στρατῷ. εἴθε μοι παῖδά σε εἶχον, Ἀλέξανδρε, καὶ διὰ σοῦ πάν‐ των τῶν ἐθνῶν ἐκυρίευον. πλὴν ὡς μήτηρ γνησία σοι νουθε‐ τῶ· μηκέτι αὑτοῦ κατάσκοπος γένῃ, οὔπω γὰρ ἐπίστασαι τὰ τῆς τύχης ἀπόκρυφα. —ταῦτα αὐτῷ εἰποῦσα καταλαβομένη | 162 |
20 | τῆς χειρὸς διῆγεν ἐν τοῖς βασιλείοις, ὅμως αὐτῷ τὰ πάντα φι‐ λικῶς διατεθεῖσα. καὶ ἀμέριμνον περὶ τοῦ ἀναγνωρισμοῦ αὐτὸν ποιησαμένη τῶν μελάθρων ἐξῄεσαν. | |
43.3 | Καὶ δὴ Δωρὴφ ὁ υἱὸς Κανδάκης ὁ πρῶτος παραγίνεται φυγὰς διωκόμενος παρὰ τῶν Ἀλεξάνδρου προφυλακῶν μόλις περισωθεὶς τὸν σὺν αὐτῷ ἅπαντα ἐκεῖσε ἀπολέσας στρατόν. ὡς δὲ περὶ Ἀντίοχον ἠκηκόει ὅτι παρὰ τῇ μητρὶ καὶ τῷ ἀδελ‐ | |
5 | φῷ φιλικῶς διάκειται, τὸν περὶ αὐτοῦ ἐσκέπτετο θάνατον. Κανδάκη δὲ τοῦτο οὐκ ἔλεγεν γενέσθαι, ὡς λίαν Ἀλέξανδρος φιλόξενος εἶναι· ὃς καὶ Κανδαύλην τὸν σὸν ἀδελφὸν αἰχμαλω‐ τισθέντα ἐλυτρώσατο, καὶ φίλος ἡμῶν ὁ κοσμοκράτωρ κατέ‐ νευσεν ἔσεσθαι, ὥστε τὸν ποιήσαντα ἔλεος μετὰ τοῦ ἀδελφοῦ | |
10 | σου πρέσβυν ἐξαπέστειλε, καὶ ἀντὶ τῶν ἀγαθῶν, ὧνπερ παρ’ ἡμῶν ὀφείλει παθεῖν, καὶ φονευθῆναι τοῦτον ἀπειλεῖς; μή, τέκ‐ νον, καὶ γὰρ Ἀλέξανδρος ἐπίκειται, καὶ μὴ τὸν φιλικῶς ἡμῖν διακείμενον, οὗπερ οὔκ ἐσμεν ἄξιοι, καὶ τὸν θυμὸν αὐτοῦ ἐπάξῃ ἐφ’ ἡμᾶς, καὶ κακῶς ἡμῖν ἔσται. ἀκήκοα γὰρ μηδένα εὑρεθῆναι | 163 |
15 | ἐν τῇ ὑπ’ οὐρανὸν τοῦτον παροργίσαντα καὶ μὴ ἐμπεσεῖν εἰς τὰς χεῖρας αὐτοῦ. —Δωρὴφ δὲ ἐπὶ τούτῳ οὐκ ἐπείθετο, ἔλεγε δὲ ἀναμφιβόλως Ἀντίοχον ἀποκτεῖναι, ὡς Ἀλεξάνδρῳ λύπην πε‐ ριποιήσῃ τὸν αὐτοῦ παῖδα θανατώσας· Καὶ γὰρ αὐτὸς οὐ με‐ τρίως με λελύπηκε Πῶρον τὸν ἐμὸν πενθερὸν ἀποκτείνας. καὶ | |
20 | εἰ μετὰ ταῦτα δόξει μοι ἀποθανεῖν, οὐδεμία μοι φροντίς. | |
43.4 | Ἐπὶ τούτῳ Κανδαύλης παραγενόμενος πάντα παρὰ τῆς αὐτοῦ μηνύεται γυναικὸς καὶ Ὦ, ἔφη, ποῦ ἦς, δυσθάνατε; καὶ Ἀντίοχος σήμερον τελευτᾷ παρὰ Δωρὴφ τοῦ ἀδελφοῦ. —ἀκού‐ σας δὲ ταῦτα Κανδαύλης δρομαῖος παραγίνεται καὶ τὸν ἀδελ‐ | |
5 | φὸν καταλαμβάνει τὸ ξίφος ἐν ταῖς χερσὶν ἔχοντα καὶ τῇ μητρὶ μαχόμενον Ἀντίοχον ἀνελεῖν. ὁ δὲ τὸ ξίφος ἐδράξατο ἐκ τῶν τοῦ Δωρὴφ χειρῶν καί φησι· Τί δαιμόνιον λύσας [πρὸς Ἀντί]‐ | |
οχον σύ, οὐδὲ [.....]αι βλέψαι [ἐγὼ γὰρ] πρῶτον ἀποθάνοιμι. εἰ δὲ καὶ μο[νομ]αχῆσαι τοῦτον θελήσειας, εὐχερῶς παρ’ αὐτοῦ | 164 | |
10 | ἀναιρεθήσῃ, παρ’ ἡμῖν εἴτε τῆς μητρὸς μὴ ἐκδεχόμενος βοή‐ θειαν. | |
43.5 | Ἐπὶ τούτῳ Ἀλέξανδρος παραγίνεται ἐκ τοῦ τόπου ἔνθα κρυπτόμενος ἦν παρὰ Κανδάκης καί φησιν πρὸς Δωρήφ· Θέ‐ λεις με θανατῶσαι; τὸ ξίφος μοι πάρεχε, κἀγὼ ἐμαυτὸν ἀνελῶ, οὐ γὰρ παρ’ ἑτέρου ἀποθανοῦμαι. καὶ γὰρ οὐ φοβερὸς καθέστηκε | |
5 | Μακεδόσιν ὁ θάνατος καθὼς καὶ ὑμεῖς τοῦτον δεδοίκατε. τί οὖν ἀπολογίσασθε πρὸς Ἀλέξανδρον ἐπὰν καταλάβοι τὸ τοῦ οἰκέτου ἐκζητῆσαι αἷμα; οὐ γὰρ θλῖψις αὐτῷ περὶ ἐμοῦ. Κ̣α̣ν̣δ̣α̣ύ̣λ̣η̣ς̣ [αὐτὸν] παραλαβὼν [σὺν] τῇ μητρὶ ἔν[δ̣ο̣ν̣ ε̣ἰ̣σ̣ά̣γ̣ε̣ι̣] τῶν βασι‐ λείων ἐκλιπαροῦντες μὴ αὐτὸν πρὸς Ἀλέξανδρον ἀπιόντα κατὰ | |
10 | Δωρὴφ μνησικακήσῃ. ὁ δὲ συνετίθετο αὐτοῖς τὰ παρὰ Δωρὴφ καταφρονητὰ ἔχειν. ταῦτα αὐτῶν λεγόντων Κανδάκη ἐμειδία καὶ περιεκέχυτο ἐπ’ αὐτὸν ἀδήλως διανεύουσα καὶ τὴν φρενήρη αὐτοῦ ἀπόκρισιν ἐκπληττομένη. εὐθὺς ἄγουσιν αὐτῷ δῶρα πο‐ λύτιμα ἔν τε σκεύεσι καὶ ἱματίοις διαχρύσοις, καὶ λόγῳ τῶν | |
15 | ἐτησίων φόρων τάλαντα τριακόσια, ἅτινα εἶπεν μὴ λαβεῖν, | |
ἀλλὰ τὸν λόγον τῷ Ἀλεξάνδρῳ ποιήσομαι ... .... χάρις ἡμῖν [............] δουλία τῷ ἀδελφῷ σου πάνυ. τὸ δὲ χρυσίον λαβὼν ἄπιε Ἀλέξανδρον ὑπὲρ ἡμῶν αὐτῷ ἐξιλεούμενος. | 165 | |
43.6 | Παραλαβὼν δὲ πάντα ἐξῄει τῆς πόλεως. Κανδαύλης δὲ συνεξῆλθεν αὐτῷ μέχρι τῶν ἑαυτοῦ συνόρων, ἐπιδοὺς αὐτῷ καὶ ἐκ τῶν μετ’ αὐτοῦ παίδων ἄνδρας τριάκοντα, οἴτινες καὶ μέχρι τοῦ στρατοπέδου ἤλθοσαν σὺν Ἀλεξάνδρῳ. ἐκεῖσε δὲ | |
5 | αὐτὸν ἐγνώρισαν καὶ οὐ μετρίως κατεπλάγησαν, ὡς μήπω ἀνάμνησιν λαβὼν † δωρὴκ † τούτους κακῶς διεξέλθῃ. ὁ δὲ Ἀλέξανδρος αὐτοὺς φιλοφρονησάμενος ἀπέστειλε πρὸς Καν‐ δαύλην εἰπών· Ἄπιτε πρὸς βασιλίδα, εἴπατε Κανδάκῃ τάδε· Ἀλέξανδρος τῷ στρατοπέδῳ διασέσωσται, ἐφ’ ὑμᾶς δὲ τὴν | |
10 | φάλαγγα ἐπεκτεῖναι ἐβούλετο, εἰ μὴ τὸ ἐν σοὶ αὐτὸν κατεκρά‐ τησε δέος. | |
11 | ||
44.1 | Ἐν τούτοις τὰ ἐκεῖ διελθὼν καὶ τὸν σύμπαντα καθυπο‐ τάξας κόσμον, τὴν ὁδοιπορίαν πρὸς Μακεδονίαν ποιούμενος, παίζων καὶ παιζόμενος καὶ τοῖς οἰκείοις εὐφρηνόμενος, πότους δὲ τοῖς ἄρχουσι καὶ παντὶ τῷ στρατοπέδῳ καθ’ ἑκάστην ποι‐ | 166 |
5 | ούμενος, δόματα τοῖς πᾶσιν ἐδίδου. Πέρσας οὖν ἐν Περσίδι ἐξαπέστειλε καὶ Σέλευκον σὺν αὐτοῖς, Αἰγυπτίοις δὲ σὺν τοῖς ἄρχουσι δεῖπνον ποιησάμενος ..... | |
44.2 | ..... ὁ δόλιος δο[ῦλος .............] αὐτῷ τῆς ζωῆς. μανίᾳ δαιμονικῇ συσχεθεὶς τὸν Ἀλεξάνδρου ἐμελέτησε θάνατον, ὅμως τὴν εἰς Μακεδονίαν περιέμενεν ἄφιξιν, ἐκεῖσε αὐτὸν ὅπως ἐργάσηται. ἡ δὲ τύχη πάντως ἑαυτῆς ἐφύλαξε τοὺς | |
5 | θεσμούς, καὶ Ἀλέξανδρον οὐ παρέασεν τῇ πατρίδι ἐλθόντα τελευτῆσαι. ἔδοξε γὰρ αὐτὸν ἐν Περσίδι ἀντιστραφέντα ἐκεῖσε διατρίψαι καὶ μετὰ ταῦτα ἅμα Ῥωξάνῃ καὶ παντὶ τῷ στρατῷ τῷ Περσικῷ καὶ Μακεδονικῷ Μακεδονίαν καταλαβεῖν. τοῦτο δὲ ποιήσας 〈ἐν〉 Περσίδι κατέλαβε ..... | |
44.3 | ..... ἡ κύλιξ δι——— ἐν ᾗ τὸ φάρμακον κατεσκεύσασε. ὁ δὲ δόλιος τῷ τῆς μνησικακίας ἠλαύνετο δαίμονι ὥστε Ἀλέξαν‐ δρον θανατῶσαι. τέλος δὲ ἐν τῷ συμπληρώματι τοῦ πότου Ἀλέξανδρος τὸ φάρμακον ἔλαβε. καὶ παραχρῆμα ὁ ἀὴρ ἐμελαί‐ | |
5 | νετο, οἱ ἀστέρες ὡς δὴ τὸ πραχθὲν μὴ φέροντες βλέπειν τὴν ἑαυτῶν ἤμβλυναν λαμπρότητα. διέγνω δὲ ὅμως τὸ εἰς αὐτὸν πραχθὲν Ἀλέξανδρος καί φησι· Μεθ’ ὑμῶν οὐκέτι τοῖς ζῶσί με ὄψεσθε, οὐκέτι σὺν ἐμοὶ ἐφιππεύσετε, οὐκέτι τῆς φωνῆς μου ἀκούσετε, οὐκέτι λοιπὸν σὺν ὑμῖν ἔσομαι. οἴμοι, πρὸς ᾍδην | 167 |
10 | κατεπείγομαι φθάσαι, οἴμοι τὸ λοιπὸν οὐκέτι δέρκομαι ὑμᾶς, δόλῳ εἰργάσατό μέ τις. | |
44.4 | Ταῦτα Μακεδόνες ἅμα ἤκουσαν, τοῦ δείπνου εὐθὺς ἐξαν‐ ίσταντο καὶ τὸν θρῆνον ἐκ πολυπόνων ψυχῶν ἐλεεινῶς ᾖδον καί· Οὐαί, τί γέγονεν, ἔλεγον, καὶ τίς ἡμῶν ἔσβεσε τῆς ἡμέρας τὸν λύχνον; τίς τὴν Μακεδόνων καταβαλεῖν ἠθέλησε δύναμιν; | |
5 | τίς δὲ καὶ τὴν αὐτῶν χαρὰν εἰς πένθος μετέστρεψεν; διατί δὲ καὶ ἡ ἑσπέρα ταύτη γέγονεν ἡ παγκάκιστος καὶ φονεύτρια; διατί δὲ καὶ ὁ ταῦτα κατατολμήσας παραχρῆμα οὐκ ἐγεγόνει ἀνήρπαστος, ἀλλὰ τελευτήσαντος Ἀλεξάνδρου αὐτὸς τοῖς ζῶσι | |
συνείη καὶ τοῦδε τοῦ φωτὸς ἀπολάβοι ὁ ἄθλιος; —λοιπὸν ἄφνω | 168 | |
10 | Μακεδόνας ἔλαβε θρῆνος, μέλος, καὶ οὐαί. ἐν τούτοις πᾶσιν ἡ νὺξ ἐτελέσθη. | |
44.5 | Τῇ ἐπιούσῃ δὲ Ἀλέξανδρος ἐπὶ τὸ χεῖρον προέκοπτε. καὶ ἀναστὰς τῆς κλίνης ἔρχεται ἐπὶ τὸν ἐπὶ ποταμὸν ἱδρυμένον ἡλιακὸν, καὶ βουλὴ αὐτῷ ἦν κάτωθεν ἀκοντίσαι. Ῥωξάνη δὲ ἡ τούτου γυνὴ τούτου παρακαθεζομένη τοῦ ποιῆσαι ἐκώλυσεν. | |
5 | ὡς καὶ κατασχοῦσα σὺν τῇ μητρὶ ἐν τῇ κλίνῃ ἀνέκλινεν, καὶ δὴ τοῦ πλήθους ἐπισυναγέντος καὶ θρήνοις ἐπικοπτομένου, ὁ Βουκέφαλος ἵππος δρομαῖος μέσον εἰσῆλθε πάντων. καὶ τῇ κλίνη ἐπιστὰς ἤρξατο τοῖς δάκρυσιν καταλούειν {τὴν κλίνην}. κοπετὸς δὲ γέγονε μέγας Περσῶν ὁμοῦ καὶ Μακεδόνων ἐπὶ τῇ | |
10 | τοῦ ἵππου δακρύσει. | |
10 | ||
45.1 | Γνοὺς δὲ Ἀλέξανδρος ἑαυτὸν ἤδη μέλλοντα τελευτᾶν, τῇ μητρὶ ἀποστεῖλαι τὰ περὶ ἑαυτοῦ ἔδοξε. τὰ δὲ τῇ ἐπιστολῇ ἐμφερόμενα τάδε ἦν· Ἀλέξανδρος ὁ υἱός σου, ὅ ποτε ὢν βασιλεύς, ὃς πᾶσαν περιενό‐ | 169 |
5 | στησε γαῖαν, πλείστας τε πόλεις καὶ χώρας τῷ δόρατι ἀνείλε‐ το. ἀπὸ γὰρ δυσμῶν ἐπὶ ἀνατολῆς ἐπειγόμενος, οὐκ ἦν τῇ τύχῃ μου ὁ ἀντιταχθῆναι δυνάμενος ἐν τῇ ὑφηλίῳ οἰκουμένῃ. ἐπὶ τὴν ἀοίκητον ἐπιβὰς πολλοὺς ὑπέστην κινδύνους, χώρας ἀγρίων ἀνθρώπων διερχόμενος, διῆλθον δὲ Μακάρων | |
10 | νήσους. καὶ τὴν σκοτεινοτάτην γαῖαν διεπορεύθην ὡσεὶ πορείας ἡμερῶν πολλῶν, καὶ μέχρι θείας τινὸς ὀπτασίας οὐ παρεκε‐ λεύσθην ὑποστραφῆναι. ἀνθυποστραφεὶς δὲ Πῶρον ἀπέκτεινα τὸν τῶν Ἰνδῶν βασιλέα, καὶ μέχρι τῆς ἐσχάτου διώδευσα θα‐ λάσσης ἔνθα Ἡλίου ὀνομάζεται χώρα. | |
45.2 | Ἐκεῖσε οὖν διελθόντες μετὰ Εὐρυμίθρους ἐπολεμήσα‐ | |
μεν. καὶ τοῦτον ἡττήσαντες κατεδίωξα ὄπισθεν αὐτῶν καὶ ἐξήγαγον αὐτοὺς ἐκ τῆς ἰδίας γῆς καὶ κατέκλεισα αὐτοὺς ἐν τῷ μὴ τέλος ἔχοντι πεδίῳ | 170 | |
5 | τοῦ βορρᾶ. ἐπεκαλεσάμην δ’ αὐτὸς κύριον τὸν θεὸν τοῦ οὐρα‐ νοῦ καὶ τῆς γῆς συνελθεῖν μοι εἰς βοήθειαν, ὃς οὐ παρεῖδέ μου τὴν δέησιν, ἀλλ’ αὐτίκα συνήγαγε δύο Μαζοὺς τοῦ Βορρᾶ καὶ ἀπέκλεισε τὴν ἔξοδον τούτων. ἔνθα καὶ αὐτὸς πύλας ἔπηξα μετὰ ἀσικήτου, καὶ βάτον ἐφύτευσα, ὃν οὐ δυνήσονται ὑπερβῆ‐ | |
10 | ναι μέχρις ὅτου πληθυνθείη ἡ ἁμαρτία ἐπὶ τῆς γῆς. τότε ἀντεξ‐ άξει αὐτοὺς ὁ θεὸς εἰς ἐξολόθρευσιν πάντων τῶν ζώντων. | |
45.3 | Ἐκεῖθεν δὲ πάλιν ἀνθυποστρέψας τὴν παράλιον διο‐ δεύων πόντου βορείου, ἐν ᾧ κατασκοπεῦσαι ἐν Ἀμάστριδι Καν‐ δάκῃ τῇ βασιλίσσῃ ἐπελθὼν ἐγνώσθην παρ’ αὐτῆς. ἥτις ἵλεώς μοι ἐγένετο καὶ οὐκ ἀνταπέδωκέ μοι κακὰ ἀντὶ ἀγαθῶν ὧν αὐ‐ | |
5 | τῇ ἐποίει, Κανδαύλην τὸν υἱὸν αὐτῆς ῥυσάμενος σὺν γυναικὶ καὶ στρατῷ ἐκ χειρῶν Εὐαγρίδου. καὶ ἡ πολέμιος γυνὴ τὸ ἐν ἐμοὶ ᾤκτειρε νέον. καὶ οἱ σὺν ἐμοί, οἱ τῶν ἐμῶν ἀπολαβόντες ἀγα‐ | |
θῶν, ἀνιλέως με παραπέμπουσι θανάτῳ πικρῷ, μὴ οἰκτείραν‐ τές με τὸ σύνολον, μῆτερ ἐμή. | 171 | |
45.4 | Ἐπὰν τῷ νεύματι τῆς ἄνω προνοίας τὸν σύμπαντα κόσ‐ μον κατεκυρίευσα, οὐ συγκεχώρημαι παρὰ τῶν ἐμῶν τὴν ἐμὴν καταλαβέσθαι πατρίδα καὶ σὲ θεάσασθαι. ὦ μῆτερ, τὸ λοιπὸν τῆς ἐμαυτοῦ ζωῆς ἐστέρησαι. οἴμοι, στρατὸς Μακεδονικὸς τὴν | |
5 | ψυχήν μου λυπεῖ, καὶ τῷ θανάτῳ παραπεμπομένην βλέποντες οὐ δύναται βοηθῆσαι. λοιπόν, μῆτερ ἐμή, γνῶθι τοῦ λοιποῦ ἄτεκνον εἶναί σε. δέξου τήνδε τὴν πάντων ὑστάτην καὶ δυστυ‐ χεστάτην γραφήν μου, οὐκέτι γάρ με θεωρεῖς λογογραφοῦντα | |
πρὸς γὰρ χρονιωτάτην καὶ ἀνήλιον καὶ ἀνυπόστροφον στρα‐ | 172 | |
10 | τείαν ἀπέρχομαι, καθὼς πᾶσιν ἀσυγχώρητος. λοιπὸν δὲ ἔχε, ὦ μῆτερ μου, τήνδε τὴν ἐπιστολὴν ἀντὶ ἐμοῦ καὶ ἀνάγνωθι εἰς τὸ ἐπίλοιπον τῆς ζωῆς σου καὶ θρήνοις μνημόνευε στέρησιν τέκνου. | |
13 | ||
46.1 | Λοιπὸν διανέμει τὴν ἀρχὴν Ἀλέξανδρος τοῖς ἑαυτοῦ ἄρχουσιν Σελεύκῳ, Φιλίππῳ, Ἀντιόχῳ, Φίλωνι {τῷ Βύζᾳ}. Σέλευκον μὲν Πέρσαις καὶ Ἰνδοῖς κυριεύειν, Φίλιππον δὲ Αἰ‐ γύπτου ἄρχειν, Ἀντίοχον δὲ τὴν μέσην γαῖαν τῶν Ἀσσυρίων, | |
5 | Φίλωνα δὲ {τὸν καὶ Βύζαντα} τὴν Μακεδονικὴν διέπειν ἀρχήν, τὰ περὶ Ὀλυμπιάδος πλεῖστα παραινέσας αὐτῷ. δέδωκε δὲ ὅ‐ μως αὐτῷ καὶ Ῥωξάνην τὴν Δαρείου θυγατέρα, εἰπὼν αὐτῷ πρὸς Ὀλυμπιάδα τὴν ἑαυτοῦ μητέρα ταύτην ἀποκομίσαι σὺν τῇ μητρὶ αὐτῆς καὶ παντὶ τῷ πλούτῳ αὐτῶν, ἐπορκισάμενος αὐτὸν | 173 |
10 | τῷ τῆς τῶν ἀμφοτέρων ἀγάπης ὅρκῳ μὴ ἀθετῆσαι τὰ διατε‐ ταγμένα. | |
46.2 | Ὡς δὲ ἐτέλεσεν τοῦ λέγειν προσκαλεσάμενος τὸ Μακε‐ δονικὸν στράτευμα ἑνὶ ἑκάστῳ μετὰ δακρύων περιπλεκόμενος κατησπάζετο. ὡς δὲ πάντας ἐτέλεσεν ἀσπάζεσθαι, ὁ Πολυκρά‐ τους εἰσέρχεται παῖς, καὶ λίαν ἀλκιμώτατος καὶ πᾶσιν εὐδοκι‐ | |
5 | μήσας τοῖς πολεμίοις καὶ τῷ Ἀλεξάνδρῳ προσφιλέστατος ἦν. καὶ περιπλακεὶς τῷ Ἀλεξάνδρῳ οὐκ ἐβούλετο ἐξ αὐτοῦ διελ‐ θεῖν, δεινῶς ὀλοφυρόμενος καὶ ᾆσμα τὸν θρῆνον ποιούμενος. ἐδόκει δὲ σὺν αὐτῷ καὶ ἡ γῆ πενθεῖν, σχεδὸν δὲ παντὶ τῷ | |
ὄχλῳ ὀδυρμοὶ ὀδυρμοῖς καὶ στεναγμοῖς ἀνεκρούοντο. μάλιστα | 174 | |
10 | δὲ πρὸς τὸν Βουκέφαλον ἀντιστρέφοντος ἵππον καὶ γοερῶς ἐπιφθεγξαμένου ὅτι· Καὶ σὺ δυστυχής, † δίκαιον εἶναι † ἄλλον ὡς ἀπώλεσας Πήγασος Βελλεροφόντα, κρείττων γὰρ γεγονὼς Πηγάσου ἐν τοῖς ἵπποις, | |
15 | καὶ κρείσσων Ἀλέξανδρος Βελλεροφόντου. οἴμοι, τίνα δέξοιο 〈ὡσ〉 ἀνταναβάτην; ποῖος ὅμως ἐκεῖνος ὃς βλέψοι τάδε, Βουκέφαλον ἔχοντα ἄλλον ἱππέα. ταῦτα δὲ Χαρμίδης μετ’ ὀδυρμῶν ἔλεγε, καὶ ὁ ὄχλος τῷ θρή‐ | |
20 | νῳ κατεκόπτετο. καὶ Ἀλέξανδρος τὸν παῖδα ἀπολῦσαι οὐκ ἤθελεν, ἀλλ’ αὐτοῦ ἐπέκειτο τῷ τραχήλῳ. | |
46.3 | Καὶ ἦν ἰδεῖν πάντα θρήνοις μεστά. ἐπένθουν Μακεδόνες, ὠλοφύροντο Πέρσαι, καὶ Ἀλέξανδρος μέλλων ἐκπνέειν τόνδε ἔλεξε πάντων ὕστατον λόγον· Ὃς τὴν ἅπασαν οἰκουμένην διῆλθον, | |
5 | ἀοίκητόν τε καὶ σκοτεινώδη γαῖαν, φυγεῖν δ’ οὐκ ἐξίσχυσα τὴν εἱμαρμένην· κύλιξ δὲ πικρὰ τῷ θανάτῳ προδίδει, νέκυσι προπέμψασα φαρμάκου μίξει. βλέπων δὲ στρατὸς θανεῖν βιαζόμενον | 175 |
10 | βοηθῆσαι θέλοντες ἀδυνατοῦσιν. λοιπὸν ἐν ᾍδῃ κείσομαι τεθαμμένος. Ταῦτα εἰπὼν παρεκάλεσε πάντας ἐν τῇ κατ’ Αἴγυπτον ταφῆναι Ἀλεξανδρείᾳ, καὶ ὑπὸ πάντων τῷ τάφῳ παραπεμφθῆναι, μετὰ δὲ τὸ ταφῆναι αὐτὸν ἕκαστος γὰρ τῇ ἀφορισθείσῃ αὐτῷ ἀπελ‐ | |
15 | θεῖν βασιλείᾳ. παρακαλέσας πάντας καὶ ἐπορκισάμενος μηδὲν τῶν διατεταγμένων ἀθετῆσαι, ὡς τοῖς Μακεδόσιν ἦν περισκο‐ πῶν καὶ πονῶν τὴν ψυχὴν περὶ αὐτῶν, ἐπὶ τῷ Χαρμίδους ἐπι‐ κείμενος τραχήλῳ, τῷ Βουκεφάλῳ πρὸς τοῖς ποσὶν αὐτοῦ ἱστα‐ μένῳ ἐφαπλοῖ τὴν χεῖρα καί φησιν· Ὡς καὶ σὺ τῇ ἐμῇ τύχῃ ἦς | |
20 | γεγενημένος, σὺν ἐμοὶ καὶ σὺ δυστυχήσεις. ἐν γὰρ τοῖς πολέ‐ μοις εἶχόν σε συναγωνιζόμενον, τανῦν δὲ ἐν τῷδε τῷ θανατη‐ φόρῳ οὐ συναγωνίζῃ πολέμῳ. δοκεῖ δέ μοι ὡς θέλων βοηθῆ‐ | |
σαι οὐ δύνασαι. ταῦτα Ἀλεξάνδρου πρὸς τὸν Βουκέφαλον σὺν δάκρυσι λέγοντος ὁ σύμπας ἠλάλαξε στρατός, ὥστε μεγίστην | 176 | |
25 | γεγονέναι βοήν. | |
46.4 | Ὁ δὲ τὸ φάρμακον σκευάσας δόλιος δοῦλος καὶ τὴν τῶν πάντων ἐπιβουλευσάμενος ζωήν, δόξας Ἀλέξανδρον τελευτῆ‐ σαι δρομαῖος ἐπέρχεται θεάσασθαι. ὁ δὲ Βουκέφαλος τοῦτον ἰδὼν τὸ κατηφὲς καὶ στυγνὸν ἀπορρίψας τὴν τοῦ δεσπότου | |
5 | ἐκδίκησιν ἐποιήσατο. καὶ μέσον πάντων ἐπιδραμὼν καὶ τὸν οἰκέτην δραξάμενος καὶ ἄντικρυς Ἀλεξάνδρου τοῦτον ἀγαγών, μεταρσίῳ δὲ εἰς ὕψος πηδήματι ἀρθείς, παραχρῆμα δὲ ἑαυτὸν σὺν τῷ δούλῳ προσρίψας τῇ γῇ, ὁ μὲν δοῦλος διεσκορπίσθη ὡς ἄν τις εἴποι χίονα νότιον ἀπὸ ὑψηλοῦ καταπεσοῦσαν στέ‐ | |
10 | γους, ὁ δὲ ἵππος ἐγερθεὶς καὶ χρεμετίσας μικρὸν εὐθέως πε‐ σὼν ἐξέψυξεν, ὥστε Ἀλέξανδρον ἐπὶ τούτῳ μειδιᾶσαι καὶ σὺν τῷ μειδιάματι τὴν ψυχὴν ἀποδοῦναι. | |
46.5 | Θαῦμα δὲ εἴδομεν † πρα † ἀπὸ γῆς εἰς οὐρανὸν ἀνερχόμε‐ νον ὑπ’ ἀετῶν δύο. ἐκ τούτου διεγνώκαμεν Ἀλέξανδρον τεθνη‐ κέναι. τοῦ γὰρ μειδιάματος καὶ θανὼν εἶχε τὴν ἐμφέρειαν ἐν | |
τοῖς προσώποις, ὥστε πάντας ἔτι ζῆν νομίζειν. ὡς θαυμαστὸς | 177 | |
5 | ἐν τοῖς ζῶσιν ἦν, θαυμαστότερος καὶ ἐν τοῖς τεθνεῶσιν ἐνδέ‐ δεικται. | |
46.6 | Λαβόμενοι δὲ πάντες ὁμοῦ οἵ τε τῶν Περσῶν καὶ Μακε‐ δόνων ἔξαρχοι τὸ τοῦ Ἀλεξάνδρου σῶμα ἤγαγον ἐν τῇ κατ’ Αἴγυπτον Ἀλεξανδρείᾳ. καὶ ἐκεῖσε αὐτὸν θάπτουσιν ἐν τῷ ὑπ’ αὐτοῦ οἰκοδομηθέντι ἄστει, στήλην αὐτοῦ ἐκ λίθου φεγγίτου | |
5 | ἀναστήσαντες, ἀφομοιώσαντες αὐτῇ τὸν ἐν καιρῷ τοῦ θανάτου γέλωτα καὶ Χαρμίδην τῇ χειρὶ αὐτοῦ ἐπικείμενον, ὥστε τοσοῦ‐ τον αὐτῷ τὸ ὁμοίωμα, ὡς ἐκεῖνο αὐτὸν εἶναι Ἀλέξανδρον θρή‐ νους ἐπίδειξιν ἔχοντα. θάψαντες δὲ αὐτὸν διῆλθεν ἕκαστος εἰς τὴν ἰδίαν χώραν, καθὼς διετάξατο | |
10 | τοῖς πᾶσιν ἔτι ζῶν | |
ΑΛΕΞΑΝΔΡΟΣ. | 178 |