TLG 1386 005 :: HISTORIA ALEXANDRI MAGNI :: Recensio γ (lib. 3) HISTORIA ALEXANDRI MAGNI Narr. Fict., vel Pseudo–Callisthenes Cf. et ANONYMI HISTORICI in FGrH (1139 007) Recensio γ (lib. 3) Citation: Section — (line) | ||
2 | τῶν ἐκεῖσε οὖν διελθόντων ἡμῶν ἄγγελοι ἤλθοσαν Πώρου τῶν Ἰνδῶν βασιλέως πρὸς Ἀλέξανδρον ἐπιστολὴν κομισάμενοι περιέχουσαν οὕτως· ἐπειδήπερ, Ἀλέξανδρε, ἡ κατὰ Δαρείου νίκη εἰς ὑπεροψίαν | |
5 | μείζονά σε ἐθράσυνε, καὶ κατὰ θεὸν ἦρας τὸ δόρυ σου, ἀπεί‐ ρως ἔχων ὅση παρ’ ἐμοὶ δύναμις καὶ ὅτι τῷ θυμῷ τῷ ἐμῷ οὐχ ὑποστήσεται ἡ ὑπὸ οὐρανόν· σὺ γὰρ ἄνθρωπος ὢν τί δύνα‐ σαι πρὸς θεόν; τί δὲ τοῖς συνοῦσίν σοι χειμασίαν παρ‐ έχεις ἀσθενέστερος ὢν πρὸς μάχην, δοκῶν σθεναρώτερός μου | |
---|---|---|
10 | εἶναι; ἐγὼ οὖν ἀήττητός εἰμι· οὐ μόνον ἀνθρώπων τυγχάνω βασιλεύς, ἀλλὰ καὶ Διόνυσον ἔχων ἀπειλοῦντά σοι ἐνταῦθα, ὃν λέγουσιν θεόν· ὥστε οὖν οὐ μόνον συμβουλεύω, ἀλλὰ καὶ προστάσσω σοι· {ἵνα} κατὰ συγχώρησιν ἐμὴν τοὺς ὑπὲρ τῆς γῆς ἁπάσης, ἣν διωδεύσας, φόρους τῷ κράτει ἡμῶν ἐξαπόστει‐ | |
15 | λον καὶ πρὸς Μακεδονίαν φυγὼν διασώθητι. οὐ γὰρ φοβήσει με ἡ πρὸς Δαρεῖόν σου μάχη οὐδὲ τῶν ἄλλων ἐθνῶν ὅσα κατὰ τὴν ἐκείνων † ἀνδρείαν ἐγένετο στυγηρά· ὥστε οὖν ἐν τάχει ἄπαραι εἰς τὴν Ἑλλάδα. εἰ γὰρ χρείαν εἴχομεν τῆς Ἑλλάδος, πάλαι 〈ἂν〉 πρὶν Ξέρξου κατεδουλωσάμεθα | |
20 | αὐτὴν οἱ Ἰνδοί. νῦν δὲ ὡς ἄχρηστον ἔθνος τυγχάνουσαν καὶ παρὰ αὐτοῖς μηδὲν ἄξιον βασιλικῆς θεωρίας ὑπάρχον οὐκ ἐπεστράφημεν· πᾶς γὰρ ἄνθρωπος τοῦ κρείττονος ἐπι‐ θυμεῖ. τούτοις δὲ τοῖς προστάγμασι τοῖς κελευσθεῖσί σοι ὑπ’ ἐμοῦ 〈εἰ〉 πεισθῆναι μὴ θελήσειας, οὐ μόνον ἐν Μακε‐ | |
25 | δονίᾳ φυγὼν οὐ σωθήσῃ, ἀλλὰ καὶ εἰς τὸν σύμπαντα κόσμον | |
διερευνήσω σε καὶ οὐκ ἐκφεύξει τοῦ θυμοῦ μου· οὐ γάρ ἐστίν σοι τόπος ἀποκρυβῆς. ταύτης οὖν τῆς ἐπιστολῆς δημοσίᾳ τῶν στρατοπέδων ὁ Ἀλέξανδρος ἀναγνοὺς εἶπε πρὸς αὐτούς· ἄνδρες συνστρατιῶ‐ | 330 | |
30 | ται, μὴ πάλιν ὑμᾶς ταρασσέτω τὰ ἀναγνωσθέντα τὰ Πώρου γράμματα. μέμνησθε δὲ καὶ ὧν ἔγραψε Δαρεῖος· ἀληθῶς γὰρ μία φρόνησίς ἐστιν τοῖς βαρβάροις ἡ ἀναισθησία. ὥσπερ γὰρ τὰ ὑπ’ αὐτῶν ζῶα, τίγριδες, λέοντες, ἐλέφαντες, γαυ‐ ρούμενοι τῇ περὶ αὐτοὺς γενναιότητι, ῥᾳδίως ὑπ’ ἀνθρωπί‐ | |
35 | νης φύσεως κυνηγετοῦνται, οὕτω καὶ οἱ βασιλεῖς τῶν βαρβάρων, γαυρούμενοι τῷ πλήθει τῆς στρατιᾶς, ῥᾳδίως ὑπὸ τῆς φρονήσεως τῶν Ἑλλήνων χειροῦνται. καὶ οὕτως ἀποφηνάμενος ὁ Ἀλέξανδρος πρὸς τὸ θρασῦναι τὴν στρατιὰν αὐτοῦ ἀντιγράφει Πώρῳ· | |
40 | Βασιλεὺς Ἀλέξανδρος βασιλεῖ Πώρῳ χαίρειν. ἃ εἶπας ἡμῖν, ὡς τὴν κατὰ Δαρείου νίκην θρασυνθέντες καὶ ἐν ὑπεροψίᾳ τὸ δόρυ ἡμῶν ἤραμεν, τοῦτο μετ’ ἀληθείας ἔλεξας· ἀλλ’ ἐπειδὴ οἶσθα, ὅτι καὶ κατὰ θεὸν ἐγκρατὴς γέγονα, σὺ ἐν τίνι ἰσχύεις; μήτε θεοῦ σὺ ἀλκιμώτερος εἶ. εἰ δὲ καὶ | |
45 | ἀλκῆς μετέχεις θεοῦ, {εἴπερ} ἱνατί Δαρεῖον οὐκ ἔσωσας; καίπερ βουληθεὶς οὐκ ἠδυνήθης. ἐγὼ δέ σοι οὐχ ὡς θεῷ ἐπελεύσομαι, ἀλλ’ ὡς ἑνὶ ἀνθρωπίσκῳ ἀδρανεῖ καὶ πολέμου ἀμυήτῳ. σὺ δὲ μὴ τῇ ἴσῃ δυνάμει θεὸν ἀντιπαρατάξασθαι σπουδάσῃς, {ἀλλ’ ὅση σοι ἰσχύς,} μήποτε καὶ σὺ τὰ ἴσα | |
2(50) | θεοῖς ἐξουθενωθήσῃ ὑπὸ στρατοῦ Μακεδονικοῦ, ὡς δὲ καὶ ἄκων μεμάντευσαι. ἐπίσταμαι γὰρ κἀγώ, ὅτι νικηθέντα σοι φεύγειν οὐ χωρήσειεν ἡ σύμπασα γῆ· ἀλλὰ παρ’ ἐμοῦ κατα‐ σχεθεὶς καὶ ἅμα τοῖς σύν σοι ἐξουθενωθήσῃ. παραπεμφθήσῃ θεοῖς οὐκ ἐν μακάρων νήσοις † παρεβάνθα, ἀλλ’ ἐν Ἅιδου | 332 |
55 | συνεῖναι Πλούτωνι. ἐκεῖ γὰρ εἶναί σε χρεών. θεοῦ γὰρ μίαν πανοπλίαν οὐ δύναται ὑπενεγκεῖν ἅπασα ἡ οἰκουμένη, βροντῆς ἠχησμὸν ἢ ἀστραπῆς φωτισμὸν ἢ κεραυνοῦ ὀργήν. ἐμοὶ οὖν οὐ θαμβοῦσιν οὔτε δειλὸν ποιοῦσιν οἱ ὑπό σου κομπώδεις λόγοι. γιγνώσκω γοῦν, ὅτι σὲ τὸν μεγάλα καυχώ‐ | |
60 | μενον [......] ἐπαιρόμενον καὶ βασιλέα μέγιστον μὴ μόνον ἀν[θρώπων], ἀλλὰ καὶ [θ]ε[ῶν] φρυαττόμενον δυνάμει καὶ ἰσχύϊ ἄνω προνοίας νικήσω ὡς ἀλαζόνα καὶ ὑπερήφανον· καὶ ἀφανιῶ τὸ κενὸν ὄνομά σου ἀπὸ προσώπου τῆς γῆς, ὥσπερ δὴ πεποίηκα καὶ ἑτέρῳ τῶν ὑπερφρονούντων καὶ ἴσα θεοῖς τὸ | |
65 | ὄνομα τούτων [..........] μεγαλαυχούντων. | |
65 | ||
3 | Πῶρος δεξάμενος τὰ γράμματα Ἀλεξάνδρου καὶ ἀναγνοὺς ὠτρύνθη σφόδρα καὶ εὐθέως συνήγαγε τὰ πλήθη τῶν βαρβάρων καὶ ἐλέφαντας καὶ ἕτερα πολλὰ θηρία, ἅτινα τοῖς Ἰνδοῖς συνεμάχοντο. | |
5 | οἱ οὖν ἔξαρχοι τῶν στρατευμάτων ἔλεγον πρὸς τὰ στρατεύ‐ ματα· ἀρκετὸν ἡμῖν ἐστι μέχρι Περσίδος ποιήσασθαι τὸν πόλεμον καὶ ὑποτάξαι τὸν Δαρεῖον ὡς ἀπαιτοῦντα φόρους τοὺς Ἕλληνας. τί οὖν κάμνομεν εἰς Ἰνδοὺς εἰς θηριώδεις τόπους, μὴ προσήκοντας τῇ Ἑλλάδι; ἐὰν Ἀλέξανδρος πολε‐ | |
10 | μιστὴς τυγχάνει τῇ ἰδίᾳ φρονήσει καὶ θέλει ὑποτάξαι βαρβάρων ἔθνη, τί αὐτῷ ἡμεῖς ἀκολουθοῦμεν; πορευέσθω μόνος καὶ πολεμείτω. ἀκούσας ταῦτα Ἀλέξανδρος καὶ διαχωρίσας τὸ Περσικὸν στράτευμα καὶ τὸ τῶν Μακεδόνων καὶ ἄλλων Ἑλλήνων, εἶπε | 334 |
15 | πρὸς τοὺς Μακεδόνας καὶ Ἕλληνας· „ἄνδρες συστρατιῶται καὶ σύμμαχοι Μακεδόνες καὶ πάντες οἱ τῶν Ἑλλήνων δυνάσται· οὗτοι οἱ Πέρσαι πολέμιοί εἰσιν καὶ ἐμοῦ καὶ ὑμῶν· καὶ νῦν διαγογγύζετε καὶ ἤδη διεταράξετέ μοι μόνον πορεύεσθαι πρὸς τὸν πόλεμον καὶ πολεμεῖν βαρβάροις; τοῦτο | |
20 | μέντοι ὑμᾶς ὑπομνήσω, {ὡς} ὅτι κἀκείνους τοὺς πολέμους ἐγὼ μόνος ἐνίκησα· καὶ ὅσους βούλομαι λαβεῖν τῶν Ἰνδῶν, πάλιν ἐγὼ μόνος νικήσω· ἐμοῦ γὰρ ἓν βούλημα πρὸς τὸν πόλεμον τὰς ψυχὰς πάντων ἐθάρσυνε ἤδη ἀδρανοῦντας πρὸς τὰ Δαρείου πλήθη. οὐκ ἐγὼ πρῶτος τῆς στρατιᾶς ἐν τοῖς | |
25 | πολέμοις ὑπερήσπιζον; οὐκ ἐγὼ ἐμαυτοῦ ἄγγελος εἰσῆλθον πρὸς Δαρεῖον; οὐ παρεβουλευσάμην τοῖς κινδύνοις; εἰ{τα} βούλεσθε, καὶ πορεύεσθε εἰς Μακεδονίαν μόνοι καὶ δια‐ σώσατε ἑαυτοὺς καὶ μὴ ἀμφισβητήσητέ τι εἰς ἀλλήλους, ἵ̣να μάθητε ὡς οὐδὲν δύναται στρατιὰ δίχα φρονήσεως | |
30 | βασιλέως. καὶ οὕτως τοῦ Ἀλεξάνδρου ἀποφηναμένου ἱκέτευον αὐτὸν λῆξαι ταύτης ὀργῆς, ἔχειν δὲ αὐτοὺς ἕως τέλους μεθ’ ἑαυτοῦ. εἰς τοὺς ὅρους τῆς Ἰνδικῆς χώρας ὡς δὲ ἦλθον ἐγγὺς οἱ | |
35 | Μακεδόνες καὶ Πέρσαι, ἰδὼν Ἀλέξανδρος τὴν παράταξιν Πώρου ἐφοβήθη οὐ τοὺς ὄχλους, ἀλλὰ τοὺς θῆρας· θεωρήσας | |
γὰρ τὸ ξένον τῶν θηρίων ἐθαύμασεν· ἀνθρώποις γὰρ εἶχεν ἔθος μάχεσθαι καὶ οὐ θηρίοις. γίνεται οὖν πάλιν Ἀλέξανδρος ἑαυτοῦ ἄγγελος καὶ εἰσ‐ | 336 | |
40 | ῆλθεν εἰς τὴν πόλιν, ἔνθα ἦν Πῶρος, στρατιωτικῷ σχήματι ὀψώνια ἀγοράζων. οἱ δὲ Ἰνδοὶ τοῦτον θεασάμενοι εὐθέως παρέστησαν αὐτὸν Πώρῳ τῷ βασιλεῖ. καὶ λέγει αὐτῷ Πῶρος· „πῶς ὁ Ἀλέξανδρος;“ ὁ δὲ εἶπεν· „ζῇ καὶ ὑγιαίνει καὶ ἐπιθυμεῖ ἰδεῖν τὸν τοιοῦτον βασιλέα Πῶρον.“ καὶ ἐξελθὼν | |
45 | μετὰ Ἀλεξάνδρου ἔδειξεν αὐτὸν τῶν θηρίων τὸ πλῆθος καὶ εἶπεν· „πορευθεὶς εἰπὲ τῷ Ἀλεξάνδρῳ, ὅτι ἐγὼ τοὺς ὁμοίους σοι θῆρας † βάλλω σοι πολεμεῖν.“ ἐξελθὼν δὲ Ἀλέξανδρος ἀπὸ τοῦ Πώρου καὶ θεασάμενοι τὴν παράταξιν τῶν θηρίων καὶ ἐξετάσας τὸν ἴδιον λογισμόν, πολλὴν σκέψιν ποιησά‐ | |
3(50) | μενος, τί λοιπὸν ποιεῖ ὁ φρενήρης; ὅσους ἂν εἶχεν ἀνδρι‐ άντας χαλκοὺς καὶ καταφράγματα τῶν στρατιωτῶν στήσας τρόπαια, τούτους ἐκέλευσε πυρωθῆναι ἐπιμελῶς, ὡς εἶναι μόνον πῦρ τὸ χάλκωμα, καὶ ἐκέλευσεν αὐτοὺς ἔμπροσθεν εἶναι ὡσεὶ τεῖχος τῆς παρατάξεως τοῦ πολέμου. ὡς δὲ | |
55 | ἐσάλπισαν τὸ πολεμικὸν μέλος, εὐθέως ὁ Πῶρος ἐκέλευσε λυθῆναι τοὺς θῆρας. τὰ οὖν θηρία τῇ ὁρμῇ ἐρχόμενα ἐπε‐ πήδουν καὶ ἐδράσ〈σ〉αντο τῶν ἀνδριάντων, καὶ εὐθέως τὸ στόμα αὐτῶν ἀνήπτετο, καὶ οὐκέτι οὐδενὸς ἥπτοντο. καὶ οὕτως τὴν ὁρμὴν τῶν θηρίων κατέπαυσεν ὁ νουνεχὴς | |
60 | Ἀλέξανδρος. ἄπρακτα τὰ θηρία τὸ καθόλου ὑποστρέψαντα. ὡς δὲ τὸν πόλεμον συνεκρότησαν, γενναίως ἀντίκεινται Πέρσαι καὶ Μακεδόνες τῷ Ἰνδικῷ στρατεύματι· καὶ τούτους ἐπεδίωκον τοξοβολίαις καὶ ἱππομαχίαις. τὸ γὰρ | |
ἔμπειρον Ἀλεξάνδρου ἐνίκα τοῦ πλήθους τὴν δύναμιν. | 338 | |
65 | τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ πολέμου συγκροτηθέντος ἄφνω ἐλέφαντες ἤλθοσαν τῇ τῶν Ἰνδῶν παρατάξει ξυλίνοις ἐπιφερόμενοι τείχεσι· καὶ ἐπ’ αὐτοὺς ἄνδρες ἔνοπλοι ἵσταντο καὶ δόρατα ταῖς χερσὶν ἔχοντες. ὡς δὲ ταῦτα ἐθεάσαντο Μακεδόνες ἀπέκαμον καὶ τῇ † προνικῇ αὐτῶν περιέπεσον δειλανδρίᾳ. | |
70 | νὺξ δὲ ὅμως αὐτοὺς τοῦ πολέμου κατέπαυσεν. καὶ δὴ τὰς σκηνὰς καταλαβόντες οὐδὲν παρ’ αὐτοῖς ἀγαθὸν ἦν τὸ ἐννό‐ ημα. ἔδοξεν αὐτοῖς Ἀλέξανδρον παραδοῦναι εἰς τὰς χεῖρας Πώρου καὶ παρ’ αὐτοῦ {καὶ} τὸ ζῆν ἐξαιτησαμένους ἐν Μακε‐ δονίᾳ διασώζεσθαι. τοῦτο δὲ γνοὺς Φίλων, ὁ φίλος τοῦ | |
75 | βασιλέως, καταμηνύει τῷ Ἀλεξάνδρῳ. ὁ δὲ ἅπαν τὸ πλῆθος προσεκαλέσατο, μέσον δὲ πάντων ἵστατο στυγνάζων ὁ Ἀλέ‐ ξανδρος καὶ σὺν δάκρυσι τὸ Μακεδονικὸν στρατόπεδον ἐξελι‐ πάρει· καὶ ἦν αὐτῷ κάλλος ἡδονῆς καὶ τὰ δάκρυα. καὶ „ὦ, εἶπε, στρατὸς Μακεδονικὸς, εἰ παρ’ ὑμῶν μεμίσημαι, | |
80 | ὑμεῖς με τοῦ ζῆν ἀπαλλάξατε· ἡ ὑμῶν ῥομφαία ἐν ἐμοῖς, παρακαλῶ, διελθέτω μέλεσιν· κρεῖττόν μοι παρ’ ὑμῶν θανεῖν, ὦ φίλοι μου, καὶ μὴ αὐχένα τοῖς πολεμίοις ὑπο‐ κλίνειν ἐμόν. ναί, ναί, κτείνατε δή με, πάντας ἱκετεύω, εἴ γε βούλεσθε Ἰνδοῖς παραδοῦναι.“ ὡς ἐθεάσαντο Ἀλέ‐ | |
85 | ξανδρον Μακεδόνες, κοπετὸν πάντες ἔκοψαν ἐπ’ αὐτόν. καὶ „ὦ δέσποτα, εἶπον, οἱ πάντες ἡμεῖς αὔριον ὑφ’ ἓν ἀποθα‐ νούμεθα, οὐκ ἄν σοι προτιμησώμεθα μιᾶς τριχὸς ἀποβολήν. ἀνδρίζου καὶ ἴσχυε καὶ τὸ δοκοῦν σοι πράττε· ῥαδίως γὰρ ὑπέρ σου τὸ θανεῖν προθυμούμεθα.“ ἐπὶ τούτῳ πάντας | |
90 | κατασπάζεται καὶ πάντες ἐκ ψυχῆς πρὸς Ἀλέξανδρον ἐπε‐ στράφησαν. οἶδε γὰρ καὶ δάκρυα καρδίαν κλίνειν καὶ μετα‐ | |
στρέφειν ψυχὴν τῶν ἀκαμπέων καὶ φύσει ἐκθρασῦναι τὴν δειλανδρίαν καὶ πρὸς εὔτολμον ἀντισκευάσαι γνώμην. † ἀν καὶ μάλιστα φιλίας ἐστὶν ἡ γνώμη, οὐδὲν ἰσχυρότερον τῶν | 340 | |
95 | ἐναντίων πρὸς ἀντιπαράταξιν τῶν πολεμίων. † καὶ δὴ ἡμέρας καταλαβούσης τὸ Ἰνδικὸν εἰς μάχην ἐξῄει στρατόπεδον· εἰς ἐλέφαντας δέ, ὡς προεῖπον, ἐπιβεβηκότες δίκην περιπατοῦσαι πόλεις ἐφαίνοντο τοῖς τείχεσι κατωχυ‐ ρωμέναι. ὡς οὖν εἶδεν ὁ Ἀλέξανδρος καὶ τὴν τούτων | |
3(100) | διενοήθη ἐνέργειαν, ἐν τούτῳ γὰρ Ἀλέξανδρος καὶ ἐθαυμάζετο καὶ ἐπαινεῖτο τὰ μέγιστα. κελεύει οὖν τοῖς ὁπλίταις, ὁπόταν πλησίον γένοιντο οἱ ἐλέφαντες, ἔμπροσθεν αὐτῶν ἀκοντίσαι σμικρότατα χοίρων βρέφη. ὡς οὖν ταῦτα εἶδον οἱ ἐλέφαντες καὶ μεγάλα γρυλλίζοντα ἔμπροσθεν αὐτῶν, | |
105 | εὐθέως ἄνω καὶ κάτω ἐκτιναγέντες τὰ καστρίδια ἔρριψαν, καὶ ἀνυπόστρεπτα φεύγουσιν. καὶ δειλία Ἰνδοῖς ἐκ τούτου ἐπέπεσεν. καὶ „ὦ ἡμῖν ἀπὸ τοῦδε τοῦ μειρακίου, εἶπον· καὶ τοὺς λέοντας ἀπέστρεψεν καὶ τοὺς ἐλέφαντας ἀπεδίωξεν, ποία δὲ λοιπὸν ἡ ἐλπὶς ἡμῶν;“ τούτων οὕτως γενομένων, ὁ | |
110 | πόλεμος πάλιν συνεκροτεῖτο καὶ ὑπερισχύουσιν Ἰνδοὶ τῷ στρατοπέδῳ Ἀλεξάνδρου. ὁ δὲ Ἀλέξανδρος ἐκεῖσε θαυμαστῶς ἐμαχήσατο, καὶ μόλις τὸ Ἰνδικὸν ἠδυνήθη ἀποστρέψαι στῖφος, ὥστε παρ’ Ἰνδῶν κυκλωθέντα μόλις ἡ πρόνοια τῷ Βουκεφάλῳ ἵππῳ ἐπιβάντα διέσωσε. δι’ ὅλης οὖν τῆς ἡμέρας ἡ μάχη | |
115 | ἀνένδοτος ἦν, ἑσπέρας διελθούσης ἡ νὺξ αὐτοὺς διεχώρισεν. παννύχιον δὲ Ἀλέξανδρος τοὺς ὑπ’ αὐτοῦ παρεθράσυνε καὶ μεγαλοψύχους ἐν τοῖς πολέμοις παραινεῖ, καὶ μήτε τῇ δόξῃ ἀσκόπως ἐπαισχύνεσθαι, μήτε τῇ ἀνατροπῇ εὐχερῶς ἀποστρέ‐ | |
φεσθαι. | 342 | |
4 | Ἄρτι δὲ τῆς ἡμέρας καταλαβούσης εἰς πλῆθος ἀνείκαστον Πῶρος παρετάξατο. ὁ δὲ Ἀλέξανδρος ἀπεφήνατο πρὸς Πῶρον τὸν βασιλέα λέγων· „τοῦτο οὐκ ἔστιν βασιλέως δύναμις, ἵνα ὁπότερος ἡμῶν νικήσας μεταξὺ ἡμῶν τὰ στρατόπεδα ἀπο‐ | |
5 | λοῦνται· ἀλλὰ τοῦτο γενναιότερός ἐστι τοῦ ἰδίου σώματος, ἐὰν ὁπότερος ἡμῶν ἀναπαυσαμένης τῆς στρατιᾶς ἔλθωμεν εἰς μονομαχίαν περὶ τῆς βασιλείας, καὶ πέρας ὁ πόλεμος λάβῃ.“ ἐχάρη δὲ Πῶρος ἐπὶ τούτῳ καὶ ὑπέσχετο Ἀλέξανδρον μονο‐ μαχῆσαι, ὁρῶν τὸ σῶμα Ἀλεξάνδρου μὴ ἀναλογεῖν πρὸς τὸ | |
10 | ἑαυτοῦ σῶμα· ἦν γὰρ Πῶρος πήχεων πέντε, ὁ δὲ Ἀλέξανδρος οὐδὲ τριῶν. ἔστησαν οὖν τὰ ἑκάτερα μέρη ἐπὶ θεωρίᾳ Πώρου καὶ Ἀλεξάνδρου. θόρυβος οὖν γίνεται ἄφνω εἰς τὸ τοῦ βασιλέως Πώρου στρατόπεδον. ὁ οὖν Πῶρος θροηθεὶς ἐστράφη εἰς τὰ ὀπίσω ἰδεῖν, τί ὁ θόρυβος. ὁ δὲ Ἀλέξανδρος εἰσ‐ | |
15 | πηδήσας τῇ ῥομφαίᾳ αὐτοῦ ἐν τῇ πλευρᾷ ἐβάπτισεν Πώρου, καὶ παράχρημα ὁ Πῶρος τελευτᾷ. † πριν ες † δὲ πεσόντες τὰ ἀμφότερα μέρη τῷ Ἀλεξάνδρῳ ἐπεφήμισαν καὶ κύριον παντὸς κόσμου αὐτὸν ἀνηγόρευσαν. εὐθέως οὖν ἐκέλευσεν τὸν βασιλέα Πῶρον θάπτεσθαι βασιλικῶς. καὶ οὐκ ἦν Μακεδόσιν ὀφθαλμ̣ο̣ῖ̣ς | |
20 | ⸤τοῦ⸥ θεάσασθαι τὸν Ἀλέξανδρον, ἀλλὰ πάντες κάτω ἔνευον, ὡς ἀπό τινος ἐρυθριῶντες αἰσχύνης, μνήμην ποιούμενοι τοῦ παρ’ αὐτοῖς ἐνθυμήματος. ὡς δὲ κύριος Ἀλέξανδρος καὶ Ἰνδοῖς ἐγεγόνει, τὸ σκυθρωπὸν Μακεδόνων ῥᾳδίως ἐθεράπευσεν καὶ ἀμνήμων ἦν τῶν ἐναγῶν βουλευμάτων. ὡς δὲ τοῖς βασι‐ | |
25 | λείοις Πώρου ὁ Ἀλέξανδρος εἰσέδυ, πᾶσα ἡ ἀνατολὴ καὶ | |
αἱ αὐτῆς χῶραι δουλικῶς Ἀλεξάνδρῳ ὑπήκουσαν. | 344 | |
17 | ἔδοξεν οὖν αὐτῷ τὸ καταβόρειον μέρος ὑπεξελθεῖν καὶ τὴν ὁδὸν τὴν φέρουσαν εἰς τὴν Πρασιακήν, ἥτις δοκεῖ μητρόπολις εἶναι τῆς Ἰνδικῆς χώρας, ἔνθα ἦν Πῶρος βασιλεύων. καὶ πάντες οἱ τοῦ Πώρου ἀπεδέξαντο τὸν Ἀλέξανδρον. καὶ πάντα | |
5 | κατὰ φύσιν διοικονομήσαντος καὶ τῶν Ἰνδῶν προθύμως συν‐ ελθόντων, ἔλεγόν τινες τῷ Ἀλεξάνδρῳ· „μέγιστε βασιλεῦ, λήψει πόλεις θαυμαστὰς καὶ βασιλείας καὶ ὄρη, εἰς ἃ οὐδεὶς τῶν ζώντων ἐπέβη ποτὲ βασιλεύς.“ τινὲς δὲ ἐκ τῶν πολιδρίων συνελθόντες ἔλεγον τῷ Ἀλεξάνδρῳ· „ἔχομέν σοί τι δεῖξαι | |
10 | παράδοξον ἄξιόν σου.“ ὁ δὲ Ἀλέξανδρος· „τί ὑμῖν ἔδοξεν;“ οἱ δὲ εἶπον· „δείξομέν σοι φυτὰ ἀνθρωπίνῳ στόματι λαλοῦντα.“ εἰσήνεγκαν οὖν τὸν Ἀλέξανδρον, ἔνθα ἦν ἱερὸν τοῦ ἡλίου καὶ σελήνης· κατὰ δὲ αὐτοὺς ἦν φρουρὰ καὶ δύο δένδρα παραπλήσια κυπαρίσσοις. κύκλῳ δὲ ἦν αὐτοῖς | |
15 | δένδρα παρόμοια τῇ ἐν Αἰγύπτῳ καλουμένῃ μυροβαλάνῳ· 〈καὶ〉 ὁ καρπὸς αὐτῶν 〈ἴσος βαλάνοισ〉. προσηγόρευον οὖν αὐτῷ 〈τὰ〉 δύο δένδρα τὰ ἐν μέσῳ τοῦ παραδείσου τὸ μὲν ἀρρενικὸν ἀρρενικῷ λογισμῷ, τὸ δὲ θηλυκὸν θηλυκῷ. ὄνομα δὲ ἦν τοῦ ἀρρενικοῦ ἥλιος, τοῦ δὲ θήλεος σελήνη. ἃ ἔλεγον τῇ ἰδίᾳ | |
20 | φωνῇ μουθεαμαθοῦς. τούτοις δὲ τοῖς δύο δένδροις περιεβέβ‐ λητο δορὰ παντοίων θηρίων, τῷ μὲν ἄρρενι ἀρρένων, τῷ δὲ θήλει θηλυκῶν. παρ’ αὐτοῖς δὲ σίδηρος οὐχ ὑπῆρχεν οὔτε χαλκὸς οὔτε κασσίτερος, ἀλλ’ οὔτε πηλὸς εἰς πλάσιν. τοῦ δὲ Ἀλεξάνδρου ἐρωτῶντος· „τίνος αἱ δοραί εἰσιν, αἳ | |
25 | ταῦτα σκέπουσιν;“ οἱ δὲ εἶπον λεόντων εἶναι καὶ παρδα‐ | |
λέων. περὶ δὲ τῶν δένδρων ἔτι ἀνεζήτει μαθεῖν ὁ Ἀλέξανδρος. οἱ δὲ ἔφησαν· „πρωΐας γενομένης ὅταν ὁ ἥλιος ἀνατέλλῃ, φωνὴ ἐκ τοῦ δένδρου γίνεται, καὶ ὅταν κατὰ μέσον τοῦ οὐρα‐ νοῦ, πάλιν γίνεται, καὶ ὅταν μέλλῃ δύνειν, τοῦτο τρίτον. | 346 | |
30 | τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς σελήνης γίνεται.“ καὶ οἱ δοκοῦν‐ τες ἱερεῖς εἶναι προσῆλθον τῷ Ἀλεξάνδρῳ λεγόντες· „εἴσελθε καθαρῶς καὶ προσκύνησον καὶ λήψῃ χρησμόν.“ οἱ δὲ ἱερεῖς ἔλεγον· „Ἀλέξανδρε βασιλεῦ, σίδηρον οὐ καθήκει εἰσελθεῖν εἰς τὸ ἱερόν.“ προστάσσει οὖν τὰ ξίφη ἔξω ἀποθέσθαι τοῦ | |
35 | περιβόλου. συνῆλθον δὲ τῷ Ἀλεξάνδρῳ ἄνδρες ἱκανοί, καὶ κελεύει καθοπτεῦσαι τὸν τόπον κύκλῳ· προσκαλεῖται οὖν ἐκ συνακολουθησάντων αὐτῷ Ἰνδῶν, ἵνα ἑρμηνείας τύχῃ παρ’ αὐτῶν. ὀμνύει δὲ αὐτούς, ὅτι, „ἐὰν δύνῃ ὁ ἥλιος καὶ φωνή μοι χρησμοῦ μὴ ἀκουσθῇ, ζῶντας ὑμᾶς ἐμπρήσω.“ ἐγένετο | |
40 | ἅμα τὸ δῦναι τὸν ἥλιον, φωνὴ ἠνέχθη Ἰνδικὴ ἀπὸ τοῦ δένδρου. οἱ δὲ συνόντες αὐτῷ Ἰνδοὶ φοβούμενοι οὐκ ἠθέ‐ λησαν μεθερμηνεῦσαι. σύννους δὲ γενόμενος Ἀλέξανδρος εἵλκυσεν αὐτοὺς κατὰ μόνας· καὶ πρὸς τὸ οὖς εἶπεν αὐτοῖς· „μὴ ἀποκρύψατέ μοι, ὃ ὁ χρησμός μοι λελάληκεν.“ οἱ δὲ | |
45 | εἶπον· „Ἀλέξανδρε βασιλεῦ, ἐν τάχει ἀπολέσθαι ἔχεις ἀπὸ τῶν † Ἰνδῶν †.“ ἐβουλήθη δὲ Ἀλέξανδρος πάλιν χρησμοδοτηθῆναι. ἀκούσας δὲ τὸ μέλλον εἰσῆλθε καὶ ἠξίωσεν, ἵνα ἀσπάσηται τὴν ἑαυτοῦ μητέρα Ὀλυμπιάδα. καὶ δὴ τῆς σελήνης ἀνατελ‐ λούσης φωνεῖ τὸ δένδρον Ἑλληνικῇ διαλέκτῳ· „Ἀλέξανδρε, | |
17(50) | ἐν Βαβυλ̣ω̣ν̣ίᾳ δεῖ σε ἀποθανεῖν, καὶ ὑπὸ τῶν ἰδί̣ω̣ν ἀναιρε‐ θήσῃ, καὶ οὐ δυνήσῃ ἀνακομισθῆναι πρὸς Ὀλυμπιάδα τὴν σὴν μητέρα.“ τοῦ Ἀλεξάνδρου δὲ θαυμάσαντος ἠβουλήθη στεφάνους καλλίστους παραθεῖναι τοῖς δένδροις. τῶν δὲ | |
ἱερέων λεγόντων· „οὐκ ἔξεστι τοῦτο γενέσθαι· εἰ δὲ | 348 | |
55 | βιάζεις, πρᾶξον, ὃ βούλει· βασιλεὺς γὰρ πᾶς ὢν νόμος ἄ̣γραφος.“ περίλυπος δὲ γενόμενος Ἀλέξανδρος ἀναστὰς ὄρθρου σὺν τοῖς ἱερεῦσιν καὶ φίλοις αὐτοῦ 〈καὶ〉 τοῖς Ἰν‐ δοῖς πάλιν εἰς τὸ ἱερὸν εἰσῆλθε καὶ προσευξάμενος προσῆλθε σὺν τῷ ἱερεῖ. καὶ ἐπιθεὶς τήν χεῖρα αὐτοῦ τῷ δένδρῳ | |
60 | ἐπηρώτησεν, εἰ ἄρα πεπλήρωνται αὐτοῦ τὰ ἔτη, τοῦτο οὖν βουλόμενος μαθεῖν. ἅμα τοῦ γενέσθαι τὴν ἀνατολὴν τοῦ ἡλίου καὶ βαλεῖν τὴν αὐγὴν εἰς τὴν κορυφὴν τοῦ δένδρου, φωνή τις ἐξῆλθεν ὀξεῖα διαρρήδην λέγουσα· „πεπλήρωνταί σου τὰ ἔτη τῆς ζωῆς, καὶ περὶ τούτου μηκέτι | |
65 | ἀξιοῦ, οὐ γὰρ ἀκούσεις ἄλλο τι.“ ταῦτα ἀκούσας περίλυπος σφόδρα γέγονε· καὶ ἐξελθὼν ἐκεῖθεν ἐκίνησεν ἀναχωρῶν ἀπὸ τῆς Ἰνδικῆς. | |
67 | ||
18 | καὶ ἠπείγετο ἐπὶ τὰ Σεμιράμεως βασίλεια θεάσασθαι· ἦσαν γὰρ περίφημα. ἐβασίλευε δὲ ὅλης τῆς χώρας ἐκείνης γυνή τις ἔχουσα κάλλος ὑπερήφανον, μέσης ἡλικίας τυγχάνουσα. πέμπει οὖν Ἀλέξανδρος πρὸς ⸤αὐτὴ⸥ν γράμματα περιέχοντα οὕτως· | |
5 | βασιλεὺς Ἀλέξανδρος βασιλίσσῃ Κανδάκῃ τῇ ἐν Βερόῃ καὶ τοῖς ὑπ’ αὐτὴν τυράννοις χαίρειν. πορευόμενος εἰς Αἴγυπτον ἤκουσα ἔκ τινων ἱερέων περὶ τῶν οἰκητηρίων ὑμῶν καὶ τῶν τάφων, καὶ ὅτι χρόνον τινὰ ἐκυριεύσατε Αἰγύπτου. διὸ ἔπεμψα πρὸς ὑμᾶς. βουλευσάμενοι οὖν πέμψατε | |
10 | ἡμῖν, ὃ ἐὰν φαίνηται ὑμῖν· ἔρρωσθε. ἀντιγράφει δὲ ἡ Κανδάκη οὕτως· βασίλισσα Βερόης Κανδάκη καὶ πάντες οἱ τύραννοι βασιλεῖ Ἀλεξάνδρῳ χαίρειν. μὴ | |
καταγνῷς τοῦ χρωτὸς ἡμῶν· ἐσμὲν γὰρ ταῖς ψυχαῖς λαμπρότεροι τῶν παρὰ σοὶ λευκοτάτων. ὑπάρχομεν δὲ εἰς | 350 | |
15 | πλῆθος σκύταλοι ὀγδοήκοντα † ἐν ἑτοίμοι μʹ † πρὸς τοὺς ἐπιόντας καὶ κακοποιεῖν βουλομένους. κομίζουσι δέ σοι οἱ παρ’ ἡμῶν σταλέντες πρέσβεις χρυσοῦ πλίνθους ὁλοσφυρήτους ἑκατόν, Αἰθίοπας ἀνήβους πεντακοσίους, σφίγγας διακοσίους καὶ στέφανον διὰ σμαράγδων λιτρῶν χιλίων χρυσίου, | |
20 | μαργαριτῶν ἀμετρήτων ὁρμαθοὺς δέκα ἐσφραγισμένους, στα‐ τῆρας δέκα, γλωσσόκομα ἐλεφάντινα ὀγδοήκοντα καὶ θηρίων γένη διάφορα τῶν παρ’ ἡμῖν, ἐλέφαντας πέντε, παρδάλεις ἡμέρους δέκα καὶ ἐν ταῖς γαλεάγραις κύνας ἀνθρωποφάγους τριάκοντα, ταύρους μαχίμους τριάκοντα, ὀδόντας ἐλεφάντων | |
25 | τριακοσίους, δορὰς παρδάλεων τριακοσίας καὶ ῥάβδους ἐβε‐ λίνους τρισχιλίους. πέμψον οὓς βούλει τοὺς παραληψομένους αὐτὰ εὐθέως καὶ γράψον ἡμῖν τὰ περί σου, ὅτι πάσης τῆς οἰκουμένης ἐβασίλευσας. ἔρρωσο. | |
28 | ||
19 | Δεξάμενος δὲ Ἀλέξανδρος τὰ γράμματα Κανδάκης τῆς βασι‐ λίσσης ἔπεμψε Κλεομένην Αἰγύπτιον ταῦτα παραλαβεῖν. ἡ δὲ Καρδάκη ἀκούσασα περὶ Ἀλεξάνδρου, πῶς χει‐ ροῦται τοὺς τηλικούτους βασιλεῖς, ἕνα τῶν ἐν ἑαυτῇ | |
5 | προστάξασα Ἕλληνα ζωγράφον ὄντα ἐκέλευσε πορευθέντα ὡς εἰς ἀπάντησιν αὐτοῦ ἀγν〈ωστὶ〉 ζωγραφῆσαι τὸ Ἁλεξάνδρου ὁμοίωμα. καὶ ἐποίησεν οὕτως. ἡ δὲ Κανδάκη λαβοῦσα τοῦ⸤το | |
ἔθετο⸥ ἐν ἀποκρύφῳ τόπῳ. ἐγένετο μεθ’ ἡμέρας, οἱ προφύλακες τῆς φάλαγγος Ἀλεξάνδρου | 352 | |
10 | Κανδάβλην τὸν υἱὸν Κανδάκης συνελάβοντο φεύγοντα. ἐρω‐ τήσαντο δὲ τοῦτον· „πόθεν καὶ τίς καὶ ποῦ ἀπέρχῃ;“ αὐτὸς πάντα τὰ συμβησόμενα αὐτοῖς διηγεῖται, ὡς ὅτι „τὴν Ἀλεξάνδρου φεύγων τροπὴν πρὸς τὴν ἐμὴν ὑπῆγον μητέρα ἐν Ἀμάστριδι. Εὐαγρίδης οὖν ὁ τῶν Βεβρύκων τύραννος ἰδών μου | |
15 | τὴν γυναῖκα καὶ ἐξελθὼν μετὰ πλείστης δυνάμεως ἥρπασεν αὐτὴν καὶ τὸν σὺν ἐμοὶ πλοῦτον καὶ τοὺς πλείονάς μου στρατι‐ ώτας ἀνεῖλεν. καὶ μόλις τούτου ἐκδρὰς εἰς τὰς ὑμῶν κατήν‐ τησα χεῖρας, ὡς πληρωθῆναι ἐμοὶ τὸ τῆς τύχης ῥητόν· μῦθος γὰρ τοιόσδε τοῖς δυστυχοῦσιν εἰσφέρεται· ποτέ τις λέοντα | |
20 | φεύγων καὶ τῆς σωτηρίας αὐτοῦ ἀπεγνωκὼς ὁρᾷ παρά τινα λίμνην ἐν τῇ ὄχθᾳ δένδρον ἱστάμενον. ἐκεῖσε δὲ ἀνελθὼν σῴζεσθαι διενοήθη. καταδραμὼν δὲ καὶ ἀναβὰς ὄφις τῷ μεγέ‐ θει ἀνείκαστος ἐκ τῶν ἄνωθεν ἐπ’ αὐτῷ ὥρμησεν· ὁ δὲ θεα‐ σάμενος ⸤ἑαυτὸν⸥ εἰς τὴν λίμνην ἀπηκόντισε· κροκόδειλος δὲ | |
25 | τῶν κάτωθεν ἀναδὺς καὶ τοῦτον ἁρπάσας κατεθοινήσατο. τὰ | |
τοιαῦτα οὖν ἐν ἐμοὶ συνέβη.“ οἱ δὲ τὰς προφυλακὰς ἔχοντες παραλαβόντες αὐτὸν παριστῶσι Πτολεμαίῳ τῷ καλουμένῳ σωτῆρι. τοῦ δὲ Πτολεμαίου ἐξετάσαντος αὐτὸν ἔφη· „υἱός εἰμι Κανδάκης τῆς βασιλίσσης.“ καὶ ὁ | 354 | |
30 | Πτολεμαῖος· „καὶ τί ὧδε ἐλήλυθας;“ ὁ δὲ διηγήσατο πάντα καθὼς προεῖπεν. ὁ δὲ Πτολεμαῖος μηνύει τοῦτον πρὸς τὸν βασιλέα Ἀλέξανδρον. ὁ δὲ Ἀλέξανδρος ταῦτα ἀκούσας Ἀν‐ τίοχον προσκαλεσάμενος ἐγείρεται καὶ ἄρας τὸ ἑαυτοῦ διά‐ δημα ἐνδιδύσκει τούτῳ Ἀντιόχῳ. αὐτὸς δὲ τὴν τοῦ Ἀντιόχου | |
35 | ἀμφιασάμενος ἐσθῆτα εἶπε πρὸς αὐτόν· καθέζου ὡς τυγχάνων Ἀλέξανδρος καὶ εἰπὲ τῷ φερενδαρίῳ οὕτως· „φώνησόν μοι Ἀντίοχον τὸν μέγαν ὑπερασπιστήν. καὶ ὅταν ἔλθω, διήγησαί μοι, ὅπερ ἤκουσας παρὰ Κανδάβλῃ, καὶ εἰπέ μοι· ‘τί ποιή‐ σωμεν, ὦ ⸤Ἀντίοχε, πε⸥ρὶ τοῦδε τοῦ ἀνθρώπου; δέομαι συμ‐ | |
40 | βουλῆς.‘“ προκαθέζεται οὖν Ἀντίοχος τῷ βασιλικῷ σχήματι ἠμφιεσμένος· ὃν θεασάμενα τὰ στρατεύματα συνεφοράζοντο, τί πάλιν ἐνθυ‐ μεῖται Ἀλέξανδρος. εἰσελθὼν δὲ Κανδάβλης καὶ ὡς δῆθεν τὸν Ἀλέξανδρον προσκυνήσας ἔστη. καὶ ὃς αὐτίκα κελεύει· | |
45 | „Ἀντίοχόν μοι καλέσατε τὸν μέγαν ὑπερασπιστήν μου.“ ἐλθόντος δὲ τοῦ Ἀλεξάνδρου εἶπεν αὐτῷ Ἀντίοχος· „Ἀν‐ τίοχε, αὐτός ἐστιν υἱὸς Κανδάκης τῆς βασιλίσσης· ἡρπάσθη δὲ ἡ γύνη αὐτοῦ ἀπὸ τοῦ τυράννου τῶν Βεβρύκων. τί οὖν μοι συμβουλεύεις ποιήσω; οὐ γὰρ μετρίως ἔπαθεν ὑπὲρ αὐτοῦ ἡ | |
19(50) | ψυχή μου.“ ὁ δὲ εἶπεν· „συμβουλεύω σοι, Ἀλέξανδρε βασιλεῦ, καθοπλίσαντά σου τὴν στρατιὰν πολεμῆσαι τοῖς Βέβρυξιν, ἵνα | |
λυτρωσώμεθα αὐτοῦ τὴν γυναῖκα καὶ παραδῶμεν αὐτῷ εἰς τιμὴν τῆς μητρὸς αὐτοῦ.“ ὁ δὲ Κανδάβλης ἔχαιρε ταῦτα ἀκούων καὶ εἶπεν· „δέσποτα κοσμοκράτορ, πάντα μοι τὰ παρὰ τῆς τύχης | 356 | |
55 | συμβησόμενα ἀντ’ οὐδενὸς ἐλογισάμην· ἐντυχὼν γὰρ ⸤τῷ κ⸥ράτει σου πάντα μοι τῆς ψυχῆς λέληθε τὰ λυπούμενα.“ εἶπεν δὲ δῆθεν Ἀλέξανδρος πρὸς Ἀντίοχον· „εἰ τοῦτο βούλει ἀντιστῆναι, τοῦτο καὶ ποίησον ὡς ὑπερασπιστής μου.“ | |
58 | ||
20 | ταῦτα δὲ ἀκούσας Ἁντίοχος ἐξῆλθε παραλαβὼν τὸν Κανδάβλην καὶ χιλιάδας ἑκατὸν ἀπό τε Περσῶν, Ἰνδῶν καὶ Μακεδόνων καὶ ὥρμησεν ἐπὶ Εὐαγρίδην. κατὰ δὲ τὴν ὁδὸν προσκαλεσάμενος τὸν Κανδάβλην διελέγετο ὡς· „ἂν παρὰ τοῦ Εὐαγρίδους τὴν | |
5 | σεαυτοῦ γυναῖκα ἀναλαβόμενος παράσχω σοι, τί μοι ὑπὲρ τῆς χάριτος, ὦ Κανδάβλη, ἔσται δῶρον;“ καὶ ὁ Κανδάβλης ἔφη· „οὐκ ἔστιν μοι ἐν λόγοις εἰπεῖν τῆς χάριτος τὴν ἀντίδοσιν· εἰ καὶ ὅλως ἀγωνίσῃ τὰ περὶ ἐμοῦ ὁλοψυχῶς, αἰτήσομαί σε παρὰ τοῦ βασιλέως σὺν ἐμοὶ τῇ ἐμῇ ἀπελθῆναι μητρί. ἐκείνη | |
10 | δέ σοι τὴν ἀνταμοιβὴν τῶν περὶ ἐμὲ πεπονημένων ἀμείψεται.“ φθάσαντες δὲ τοῖς Εὐαγρίδους ὁρίοις, εἰς τρεῖς ἀρχὰς τὸ στρατόπεδον ⸤διεμέ⸥ρισε. καὶ ταῖς μὲν δυσὶν ἐνεδρεύειν προσέταξεν, τὴν δὲ μίαν ἀναλαβόμενος ὥρμησεν | |
πρὸς Εὐαγρίδην. συλλαβόμενος δέ τινας τῶν ἐγχωρίων | 358 | |
15 | πρέσβεις ἀπέστειλεν πρὸς αὐτὸν εἰπών· „εἴπατε τῷ Εὐαγρίδῃ, ὡς ὁ κοσμοκράτωρ Ἀλέξανδρος τὸν αὐτοῦ παῖδα πρός σε ἐξαπέστειλε Ἀντίοχον δοῦναι τὴν γυναῖκα Κανδάβλῃ καὶ ὅσον αὐτῷ ᾐχμαλώτευσας πλοῦτον, ἀλλὰ δὴ καὶ τοὺς ἐτησίους φόρους· καὶ σώζου· εἰ δὲ μὴ τοῦτο θελήσειας, τὰ πρὸς πόλεμον | |
20 | εὐτρεπίσθητι.“ ταῦτα ἀκούσας ὁ Εὐαγρίδης κατάσκοπον ἀπέστειλε Ἀντίοχον κατασκοπῆσαι. ὁ δὲ κατάσκοπος τοῦτο ποιήσας ἀντιστρέφεται καὶ ὀλιγοστὸν τὸ παρὰ Ἀντιόχου στράτευμα ἔφησεν ἔσεσθαι καὶ τῇ ἡμετέρᾳ μὴ ἐξαρκεῖν δυνάμει. ταῦτα εἶπε μὴ θεασά‐ | |
25 | μενος τὸ ἔνεδρον. Εὐαγρίδης οὖν ταῦτα ἀκούσας τὰ πρὸς πόλεμον εὐτρεπίζεται. καὶ δὴ καταφθάνει τὴν Ἀλεξάνδρου παράταξιν καὶ ὀλιγοστὴν ἰδὼν κατεφρόνησεν καὶ ἀκρατῶς κατὰ τῆς φάλαγγος ὥρμησεν. τῶν δὲ τοῖς ἐνέδροις μηνυόντων σαλπίγγων εὐθέως ἤχησε, καὶ περικυκλοῖ αὐτοὺς ἀνείκαστον | |
30 | πλῆθος ἑκατέροις μέρεσι, καὶ πάντες συνελήφθησαν. καὶ Εὐαγρίδης ἑαυτὸν τῷ ξίφει ἀνεῖλεν τὴν Ἀλεξάνδρου ῥοπὴν δεδοικώς. τῆς δὲ νίκης γενομένης ἐν τῇ Εὐαγρίδους παρα‐ | |
γενόμενος πόλει παντελῶς ταύτην ἐξηδάφισεν, τῷ δὲ Κανδάβλῃ παραδοὺς τὴν ἑαυτοῦ γυναῖκα καὶ τὸν σὺν αὐτῷ πάντα ἄρας | 360 | |
35 | πλοῦτον ἐπὶ τὸ στρατόπεδον ὑπέστρεψε. κατὰ τὴν ὁδὸν δὲ περιεπλέκετο Κανδάβλης ὡς Ἀντίοχον τὸν Ἀλέξανδρον· καὶ καταφιλῶν καὶ ἐπαινῶν ἔλεγεν· „οὐκ ἄρα τοιοῦτός ἐστιν ἄνθρωπος ἐν τῇ ὑπ’ οὐρανόν· καὶ ὄντως θαυ‐ μαστοῦ βασιλέως καὶ ὁ στρατηγέτης πανθαύμαστος.“ ἐπὶ | |
40 | τοῦτο Ἀλέξανδρος τῷ Κανδάβλῃ ἀπεκρίνατο, ὡς ἔσχατος πάντων τῶν δούλων Ἀλεξάνδρου εἶναι· „πρῶτος γὰρ ἡμῶν Φίλιππος, μετὰ δὲ τοῦτον Σέλευκος, ἐκ δὲ τούτων Φίλων ὁ φίλος τοῦ βασιλέως, ἔσχατος δὲ πάντων τούτων Ἀντίοχος, ὅς εἰμι ἐγώ.“ καὶ φησὶν ὁ Κανδάβλης· „κἂν ἔσχατος φαίης, | |
45 | ὑπὲρ πάντας ἔχεις τὸ φρόνημα.“ ὁ δέ. „μὴ γένοιτο, ἔφη, ἀλλὰ πάντων εἰμὶ ἔσχατος, καὶ κατὰ τὴν φρέναν καὶ ἀνδρείαν· καὶ ἡ τιμὴ δέδοται ὑπὸ Ἀλεξάνδρου.“ καὶ ὁ Κανδάβλης ἔφη· „εἰ ὑπέρ σε ἑτέρους ἔχει Ἀλέξανδρος, δικαίως τῆς οἰκου‐ μένης ἐβασίλευσεν καὶ κατεκυρίευσε· παρακαλῶ δέ σε, εἰ | |
20(50) | ὅλως καταξιοῖς με, παρισταμένου μου τῷ βασιλεῖ καὶ ἐξαι‐ | |
τησαμένου σε, μετ’ ἐμοῦ πρὸς τὴν μητέρα μου ἐλθεῖν, ἵνα καὶ τοὺς φόρους αὐτῷ κομίσῃς καὶ τὰς τῶν πόνων ἀμοιβάς, ἃς ἡ ἡμῶν κοινὴ μή⸤τηρ⸥ ἀμείψεται· ὑπὲρ ἀδελφὸν γὰρ ἐθαυ‐ μαστώθης μοι, εἰ καὶ ὅλως ἀξιοῖς.“ ὁ δέ φησιν πρὸς τὸν | 362 | |
55 | Κανδάβλην· „κἀγὼ αἰτήσομαι τοῦτο παρὰ βασιλέως [.....], ὅπως σύν σοι ἀποστείλῃ με. καὶ δὴ τῷ στρατοπέδῳ φθάσαντες, ἐδόθη τῷ Κανδάβλῃ τόπος σκηνῆς καταλῦσαι σὺν τῇ γυναικὶ αὐτοῦ καὶ ὑπηρεσία παντοία. τῇ δὲ ἐπιούσῃ προσκαλεσάμενος αὐτὸν ὁ βασιλεὺς ἔφη· „ἰδού, | |
60 | Κανδάβλη, ἀπέλαβες καὶ τὴν γυναῖκά σου παρ’ ἐμοῦ· τί οὖν ἐστι τὸ δοκοῦν σοι;“ ὁ δὲ Κανδάβλης ἔφη· „ἐμοὶ τὸ δοκοῦν οὐκ ἔστιν, πάντα δὲ δεκτὰ τῷ σῷ κράτει.“ ὁ δὲ πρὸς αὐτόν· „ἄπιθι πρὸς τὴν μητέρα σου καὶ τὰ ἐξ ἡμῶν αὐτῇ προσαγόρευον.“ καὶ προσκαλεσάμενος Κανδάβλης τὸν | |
65 | Φίλωνα ἔφη· „δέομαί σου, λάλησον τῷ βασιλεῖ Ἀντίοχον σὺν ἐμοὶ ἀποστεῖλαι, ἵνα καὶ τοὺς ἐτησίους φόρους καὶ τὰς ὑπ’ ἐμοῦ ἀποκομίσῃ ἀμοιβάς, καὶ ἐσόμεθα αὐτῷ εἰς δούλους.“ | |
ἐπὶ τούτῳ κατένευσε ὁ Φίλων εἰπεῖν τῷ βασιλεῖ. καὶ δὴ ὡρίσθη Ἀλέξανδρος εἰσελθεῖν σὺν αὐτῷ· οὕτως οὖν | 364 | |
70 | ἀποφηναμένου δῆθεν τοῦ Ἀλεξάνδρου πρὸς τὸν Κανδάβλην· „παραλαβὼν τὸν ἄγγελόν μου Ἀντίοχον, ὦ Κανδάβλη, ἄγε μετὰ σοῦ· πάλαι δὲ σῶον αὐτὸν ἄγαγε πρός με, ὥσπερ καὶ σεαυτὸν καὶ τὴν γυναῖκά σου σώους ἀποκαθιστῶ πρὸς τὴν σὴν μητέραν.“ ὁ δὲ Κανδάβλης ἀπεκρίνατο· „βασιλεῦ, | |
75 | οὕτως παραλαμβάνω τοῦτον τὸν ἄνδρα ὡς σὲ τὸν κοσμοκράτορα Ἀλέξανδρον, ἐκπέμψω δέ σοι αὐτὸν μετὰ βασιλικῶν δώρων.“ | |
76 | ||
21 | καὶ δὴ πορευόμενος Κανδάβλης ἔλαβε μεθ’ ἑαυτοῦ τὸν Ἀλέξανδρον καὶ ἱκανὴν στρατιάν. κατὰ τὴν ὁδὸν δὲ γενομένων ἐγγίσας τῷ Κανδάβλῃ λόγους ἠκρίβαζε πρὸς αὐτόν, ὡσὰν γνῷ, πῶς ἔχει πρὸς τὴν ἐπίγνωσιν αὐτοῦ. ὡς δὲ παντελῶς ἀπερίεργον | |
5 | τοῦτον ὄντα διέγνω, οὐκέτι αὐτῷ εἰσ〈έ〉φερ〈ε〉 λόγους τοι‐ ούσδε, ἀλλ’ ἢ μόνον ἀγαπᾶν αὐτὸν ἔλεγεν καὶ ἀδελφικῶς χρᾶσθαι ὡς ὑπὲρ αὐτοῦ ἀγωνισάμενον. Κανδάβλης αὐτῷ μεθ’ ὅρκων ἐβεβαίου, ὡς ὑπὲρ ἀδελφοῦ καὶ μητρὸς τὴν ἑαυτοῦ ἔχειν στοργὴν ἐν ψυχῇ καὶ μέχρι θανάτου. | |
10 | πλήσιον δὲ γενόμενοι τὰ ἔνθεα κατέλαβον σπήλαια, καὶ Κανδάβλης φησίν· „ὧδε, Ἀντίοχε, θεῶν μοναί εἰσιν· καὶ εἴπερ οὐ δειλιᾷς, μικρὸν τῆς ὁδοῦ διελθὼν τὰ συμβησόμενά σοι μαθήσῃ.“ ἦν γὰρ ὁ τόπος ποικίλον ὄρος καὶ γῆ | |
κρυσταλλοφόρος. φθανέντων δὲ τῶν ὀρέων μέχρι τῶν τοῦ | 366 | |
15 | οὐρανοῦ νεφῶν· τὰ δὲ δένδρα ὑψιπέτηλα καρποῖς καταγέμοντα οὐχ ὡς παρ’ Ἕλλησιν, ἀλλ’ ὡς ἴδ⸤ια⸥ [θα]ύματα· μηλέαι γὰρ ἦσαν χρυσίζουσαι, τὸν ὄγκον τῆς ὀπώρας ἔχουσαι περίμετρον τοῖς παρ’ Ἕλλησιν πεπονίοις, ζῶα τὰ ποικίλα τῇ χροιᾷ καὶ ξένα τῇ μορφῇ. ἔνιοι δὲ ἦσαν τόποι τείχους πετρώδεις κατα‐ | |
20 | βάσεις ἔχοντες. θαυμάζοντος δὲ τοῦ Ἀλεξάνδρου ὁ Κανδάβλης ἔφη· „ὧδε, Ἀντίοχε, καθὼς προεῖπόν σοι, θεῶν εἰσιν οἰκητήρια· καὶ τὰ συμβησόμενα ἀποκαθιστῶσι, τοῦτο δὲ οὐ τοῖς πᾶσιν, ἀλλ’ ἢ τούτοις μόνοις, οἷς ἡ τύχη εὐάρμοστος πέφυκεν. πολλοὶ δὲ | |
25 | εἰσελθόντες σεληνιαζόμενοι ἐξέρχονται ἢ καὶ παράφρονες. καὶ διὰ τοῦτο παρ’ ἡμῖν παραιτεῖται.“ ὁ δέ φησι πρὸς Κανδάβλην· „καὶ τοσαύτη σου ἡ πρὸς Ἀντίοχον ἀγάπη, ὥστε συνένευσάς μοι εἰσελθόντα σεληνιάζεσθαι καὶ παραφρονεῖν;“ ἐν δὲ τούτῳ περιπλακεὶς αὐτὸν Κανδάβλης κατεφίλησεν εἰπών· | |
30 | „μή μοι γένοιτο ἐν ἐμοὶ τὰ σὰ, ὦ φίλτατε, δυστυχήματα· τεθαρρηκὼς γάρ σοι περὶ τούτου ἐφθεγξάμην. ⸤πέπεισμαι δὲ εἰσ⸥ελθόντα σε μηδὲν ἐναντίον παθεῖν· φοβερὸς γὰρ, ὡς ἐμοὶ δοκεῖ, καὶ παρὰ θεοῖς ὁ Ἀλέξανδρος.“ καὶ δὴ ἐκ τῆς ὁδοῦ μικρὸν μετανάστης γενόμενος | |
35 | τοῦ Κανδάβλου εἰσῆλθεν ἔνδον μετ’ ὀλίγων στρατιωτῶν· | |
καὶ ὁρᾷ φαντασίαν εἰδώλων καὶ πυρὸς ἀστραπήν. ὁ δὲ Ἀλέξανδρος ἐδειλίασεν ἀπορίᾳ ληφθείς. ἐπέμενεν δὲ ἰδεῖν τὸ ἀποβησόμενον· ὁρᾷ δέ τινας ἄνδρας ἀνακειμένους ἀπαστράποντας ἐκ τῶν ὀφθαλμῶν ὡς λυχνοφεγγεῖς, ἕνα δὲ | 368 | |
40 | λέγοντα αὐτῷ· „χαίροις, Ἀλέξανδρε, οἶδάς με τίς εἰμι; ἐγώ εἰμι Ὦχος βασιλεὺς ὁ κοσμοκράτωρ, ὃς τῇ παρ’ ἐμοὶ δυνάμει ἐπαρθεὶς θεὸν ἐμαυτὸν ὠνόμασα. καὶ τῷ οὐρανῷ ἐπιβῆναι σπουδάσας τὴν τούτου ἐζήτουν ἀκρώρειαν· ἐλθὼν δὲ εἰς χώραν ἀγρίων ἀνθρώπων, ἐπανέστησαν ἐπ’ ἐμὲ πλῆθος πολὺ | |
45 | καὶ ὑπερνικήσαντά με τρέπουσιν. καὶ κατεδίωξαν ὀπίσω μου μέχρις ὅπου φέγγος οὐκ ἦν ἡμέρας, καὶ πολλὰ πλήθη τοῦ σὺν ἐμοὶ ἀνεῖλον στρατοῦ. μόλις δὲ τούτοις ἐκφυγὼν τὴν λίμνην, ἣν ἑώρακας, κατέλαβον, καὶ τῇ ἀθυμ⸤ίᾳ συσ⸥χεθεὶς θανασίμῳ περιέπεσα νόσῳ καὶ τοῦ ζῆν ἄκων ἐστερήθην. ἐνταῦθα δὲ παρ‐ | |
21(50) | επέμφθην δέσμιος τοῖς ἐρήμοις πλανᾶσθαι τόποις. ὧδε γάρ εἰσι πάντες οἱ θεοὺς ἑαυτοὺς ὀνομάζοντες, τὴν ἡτοιμασμένην ἀπεκδεχόμενοι τοῦ θεοῦ δίκην. ἐπεὶ οὖν, Ἀλέξανδρε, τὰ καθ’ ἡμᾶς ἤκουσας, σπεῦδε τὸν μεθ’ ἡμῶν διεκφυγεῖν κλῆρον.“ | |
ὁ δὲ Ἀλέξανδρος ἔφη ἄρα· „πόσα ἔτη ζήσομαι;“ | 370 | |
55 | ὁ δὲ ἔφη αὐτῷ· „καλὸν μὲν τὸν ὄντα μὴ εἰδέναι, πότε τελευτᾷ. προσδεχόμενος γὰρ ἐκείνην τὴν ὥραν, ὁπότε ἔμαθεν, ἐτελεύτησε. τὸν δὲ ἐν ἀγνοίᾳ ὄντα τὴν λήθην παρέχει τὸ μὴ ἔχειν κατὰ γνώμην, εἰ καὶ ὅλως τελευτᾷ.“ ταῦτα ἀκούσας Ἀλέξανδρος τῶν ἐκεῖσε διῆλθεν. καὶ τῇ ὁδῷ | |
60 | εἰσβὰς ᾤχετο καὶ καταφθάνει Κανδάβλην ὀδυρόμενον καὶ Ἀντίοχον ἐν τοῖς ὀδυρμοῖς ἐπικαλούμενον. ἐδόκει γὰρ ὡς βραδύναντα ἐκεῖσε κατακρατηθῆναι καὶ μηκέτι ἐξιέναι. ὡς δὲ εἶδεν αὐτὸν ἐρχόμενον καταδραμὼν τῷ ⸤τραχήλῳ αὐτ⸥οῦ περιεπλέκετο καὶ καταφιλῶν ἔλεγε· „νῦν ἐπίσταμαι, ὅτι καὶ | |
65 | θεῶν δῆμος ἐδεδοίκασιν Ἀλέξανδρον, ὅτι ἀσινῆ τὸν οἰκέτην αὐτοῦ ἐτήρησεν.“ μεταξὺ δὲ τούτων τὴν ὁδὸν διανύσαντες τὴν Ἀμάστριδα καταλαμβάνουσι πόλιν, καὶ ἀκουστὸν ἐγένετο τῇ βασιλίδι Κανδάκῃ, ὅτι ὁ υἱὸς αὐτῆς ἥκει. καὶ ὑπήντησαν αὐτὸν ἡ | |
70 | μήτηρ αὐτοῦ καὶ ὁ ἀδελφὸς αὐτοῦ. καὶ ὡς ἔμελλον αὐτῷ περι‐ | |
πλέκεσθαι, ὁ Κανδάβλης εἶπεν· „οὐ πρότερον ἐμὲ περι‐ πλέκεσθαι, ἀλλὰ πρότερον τὸν σωτῆρά μοι γενόμενον καὶ τῆς ἐμῆς γυναικὸς εὐεργέτην ἀσπάσασθαι Ἀντίοχον τὸν ἄγγελον Ἀλεξάνδρου τοῦ βασιλέως.“ οἱ δὲ εἶπον αὐτῷ· „τί σοι | 372 | |
75 | παρέσχε σωτήριον;“ ὡς δὲ διηγήσατο αὐτοῖς Κανδάβλης ταῦτα τὰ αὐτῷ συμβησόμενα καὶ τὴν Ἀλεξάνδρου περιγενομένην αὐτῷ βοήθειαν, δῆθεν παρὰ τοῦ Ἀντιόχου, ταῦτα ἡ Κανδάκη ἀκούσασα καὶ τὸν δοκούμενον Ἀντίοχον ἀτενίσασα, τὸ περι‐ αστράπτον αὐτῷ κάλλος γεμισθεῖσα, ἐπελθοῦσα τοῦτον κατεφί‐ | |
80 | λησεν. καὶ παραχρῆμα ἐβρόντησεν εἰς αὐτὴν αὐτὸν ἐκεῖνον εἶναι τὸν Ἀλέξανδρον, καὶ φησί· „εἴθε μοι, Ἀντίοχε, μηκέτι ἀνακάμψαι πρὸς Ἀλέξανδρον ἠθέλησας, ἀλλὰ σὺν ἐμοὶ ὢν μετὰ τῶν ἐμῶν συνδίαιτος εἶναι τέκνων. ἐπεὶ δὲ τοῦτο ἀδύνατον, ἐν τοῖς ταμείοις τοῖς ἐμοῖς εἰσελθών, ὅ ἐστίν σοι | |
85 | ἀρεστόν, τοῦτο σοι χαρίσομαι, ὑπὲρ οὗ σέσωκάς μου τὸν υἱόν.“ καὶ τῆς χειρὸς αὐτοῦ λαβόμενος εἰσῄει εἰς τὰ βασίλεια. λαμπρὸν δὲ τηνικαῦτα ποιοῦνται δεῖπνον. | |
87 | ||
22 | τῇ οὖν ἑξῆς ἡμέρᾳ προσῆλθε βασιλικῷ διαδήματι ἐμφαίνουσα τὴν ἡλικίαν ἀσύγκριτον καὶ τὴν μορφὴν ἡμίθεον ἔχουσα, ὡς | |
δοκεῖν Ἀλέξανδρον εἶναι τὴν ἑαυτοῦ μητέρα Ὀλυμπιάδα. ἔβλεπε δὲ τὰ βασίλεια ἀστράπτοντα χρυσοφόροις στέγαις | 374 | |
5 | καὶ τείχεσι πετρώδεσι. αἱ στρωμναὶ δὲ σηρικοῖς ὑφάσμασι καὶ τέχναις ποικίλαις ἦσαν ὡραϊσμέναι, ἐπὶ κλιντήρων χρυσῶν τὰς βάσεις ἔχουσαι, τὰ δὲ ἀνακλιντὰ ἱμαντωμένα χρυσῷ, τράπεζαι δὲ ἐξ ἐλεφαντίνης ὕλης ἡπλωμέναι, Μηδι‐ κοῖς τε κίοσιν ἐστηριγμέναι, τὰς κεφαλίδας ἐβελίνοις | |
10 | χροιαῖς ἀπαστράπτοντες. ἀνδριάντες δὲ ἦσαν ἀναρίθμητοι χαλκοῖ, ἅρματα δὲ δρεπανηφόρα τετορνευμένα ἐκ πορφυρίτων λίθων σὺν τοῖς πώλοις, ὥστε δοκεῖν αὐτὰ τρέχειν· ἐλέφαντες ἐκ τοῦ ὁμοίου λίθου γλυφέντες τοῖς ποσὶ συνεπάτουν τοῖς πολεμίοις καὶ ταῖς προμυξίδεσι εἱλίσσοντες τοὺς ἀντιδίκους. | |
15 | ταῦτα οὖν ὁ Ἀλέξανδρος θεωρῶν ἀπεθαύμαζεν. ἦν δὲ συνεσθίων τοῖς ἀδελφοῖς Κανδάβλου. παρεκάλει δὲ ὁ Κανδάβλης τὴν ἑαυτοῦ μητέραν καὶ ἠξίου διδόναι τῷ ἀγγέλῳ Ἀλεξάνδρου ἄξια τῆς αὐτοῦ φρονήσεως δῶρα καὶ ἀπολῦσαι αὐτόν. | |
20 | τῇ δὲ ἑξῆς ἡμέρᾳ λαβοῦσα τῆς δεξιᾶς χειρὸς τὸν Ἀντίοχον ἡ Κανδάκη ἐδείκνυεν αὐτῷ κοιτῶνας διαυγεῖς ἐξ ἀρρήτου λίθου, ὥστε τὸν ἥλιον διὰ τῶν μαργάρων ὑπονοεῖν ἔνδον | |
ἀνατέλλειν· ἐν αὐτοῖς δὲ τρίκλινον ἐξ ἀμιάντων ξύλων, οἰκίαν δὲ οὐ παγεῖσαν τὸ θεμέλιον ἐπὶ τῆς γῆς, ἀλλὰ | 376 | |
25 | μεγίστοις τετραγώνοις ξύλοις παγεῖσαν, ὑπὸ τροχῶν συρο‐ μένην ὑπὸ εἴκοσι ἐλεφάντων. ἔνθα δὲ ἐπορεύετο ὁ βασιλεὺς πόλιν πολεμῆσαι, εἰς αὐτὴν κατέμενεν. εἶπεν δὲ Ἀλέξανδρος τῇ Κανδάκῃ· „ταῦτα πάντα ἄξια ἦν θαυμάζειν, εἰ παρὰ τοῖς Ἕλλησιν ἐτύγχανον καὶ οὐ παρά σοι, ὅτι ὄρη τοιαῦτα ποι‐ | |
30 | κίλα τυγχάνει.“ παροργισθεῖσα δὲ ἡ Κανδάκη εἶπεν· „ἀληθῶς εἶπας, Ἀλέξανδρε.“ ὁ δὲ τῷ ὀνόματι ἐπιφωνηθεὶς ἀντεστράφη λέγων· „ἐγώ, κύρια, Ἀντίοχος καλοῦμαι, οὐχὶ δὲ Ἀλέξανδρος.“ ἡ δὲ εἶπεν· „ἐγὼ δέ σε τέως Ἀλέξανδρον καλῶ, σὺ δὲ σεαυτὸν Ἀντίοχον κάλει, εἰ δὲ καὶ δυσανασχε‐ | |
35 | τεῖς τῇ τοῦ ὀνόματός σου κλήσει, ἄρτι σοι δείξω τὸ συμβό‐ λαιόν σου.“ καὶ κατασχοῦσα αὐτὸν τῆς χειρὸς εἰσφέρει αὐτὸν εἰς κοιτῶνα καὶ λαμβάνει τὸ εἰκονίδιον τοῦ ὁμοιώ‐ ματος αὐτοῦ καὶ λέγει· „ἐπιγινώσκεις τὸν σεαυτοῦ χαρακτῆρα;“ ὁ δὲ Ἀλέξανδρος ἐπιγνοὺς τὸ ἑαυτοῦ ἐκτύπωμα ἐταράχθη | |
40 | καὶ ἔτρεμεν. λέγει αὐτῷ ἡ Κανδάκη· „τί τρέμεις, Ἀλέξανδρε; τί τετάραξαι; ὁ Περσολέτης, ὁ Ἰνδολέτης, ὁ καθελὼν τρόπῳ Μήδους καὶ Πάρθους καὶ ὅλην τὴν ἀνατολὴν καταλαβὼν, νῦν χωρὶς πολέμου καὶ στρατιᾶς ὑποχείριος γέγονας Κανδάκης· ὥστε νῦν γίνωσκε, Ἀλέξανδρε, ὅτι ὅστις δοκεῖ τῶν ἀνθρώ‐ | |
45 | πων ὑπερφρονεῖν μέγα, καὶ ἄλλος μείζονα τούτου φρονήσει.“ ἐθυμαίνετο δὲ Ἀλέξανδρος καὶ ἔτριζε τοὺς ὀδόν‐ | |
τας· καὶ λέγει αὐτῷ ἡ Κανδάκη· „τί τρίζεις τοὺς ὀδόντας; τί δύνασαι ποιῆσαι; ὡς ἐπιάσθης, ὁ τηλικοῦτος βασιλεὺς γενό‐ μενος νῦν ὑποχείριος ἐγένου μιᾶς γυναικός.“ ὁ δὲ Ἀλέξανδρος | 378 | |
22(50) | ἠβουλήθη ξίφει ἑαυτὸν ἀνελεῖν καὶ τὴν Κανδάκην. ἤδη γὰρ καὶ τοῦτο γενναῖον καὶ βασιλικόν. γνοῦσα δὲ αὐτοῦ τὴν βουλὴν ἡ Κανδάκη, καὶ ὡς αὐτοῦ συμπεπτώκει τὸ πρόσωπον, περιπλακεῖσα τοῦτον κατεφίλησεν εἰποῦσα· „μὴ συμπεσέτω σου τὸ πρόσωπον, τέκνον Ἀλέξανδρε, μηδὲ λογίσῃ κατὰ | |
55 | σεαυτοῦ κακόν. ὥσπερ γὰρ σύ μου τὸν υἱὸν καὶ τὴν τούτου γυναίκαν ὑπὸ τῶν Βεβρύκων διέσωσας ληφθεῖσαν, οὕτω κἀγώ σε διαφυλάξω ἀπὸ τῶν βαρβάρων Ἀντίοχον καλοῦσα· ἐὰν γὰρ γνώσονταί σε Ἀλέξανδρον ὄντα, ἀναιροῦσί σε εὐθέως, ὅτι σὺ Πῶρον τὸν βασιλέα ἀνῄρησας· ἡ γὰρ γυνὴ τοῦ μικροτέρου | |
60 | μοῦ υἱοῦ θυγάτηρ ἦν Πώρου. τοιγαροῦν μὴ κατὰ σεαυτοῦ τι τῶν ἀνιαρῶν ἔλπιζε· ἀλλὰ μᾶλλον πλεῖστά σοι δοῦσα δῶρα ἐξαποστελῶ σε· οὐ γάρ ἐστιν θεμιτόν μοι τὸν τοιοῦτον καὶ τηλικοῦτον ἄνδρα ἔν τε φρονήσει καὶ ἀνδρίᾳ κακῶς διατε‐ θῆναι, ἀλλὰ μετὰ τῆς προσηκούσης τιμῆς περισώσω μᾶλλον | |
65 | καὶ τῷ ἰδίῳ ἐκπέμψω στρατῷ. εἴθε μοι παῖδά σε εἶχον, Ἀλέξανδρε· διά σε πάντων τῶν ἐθνῶν ἐκυρίευον. οὐ γὰρ πολεμῶν ἐχειρώσω τοὺς πολεμίους τὰς πόλεις, ἀλλ’ ἐν ἀγχινοίᾳ πολλῇ. πλὴν ὡς γνησία σοι νουθετῶ μήτηρ· μηκέτι σεαυτοῦ κατάσκοπος γενοῦ· οὔπω γὰρ, τέκνον, ἐπίστασαι τὰ | |
70 | τῆς τύχης ἀπόκρυφα. | 380 |
23 | καὶ ταῦτα εἰποῦσα κρατήσασα αὐτὸν τῆς χειρὸς ἐξῆλθεν ἐν τοῖς βασιλείοις καὶ εἶπε· „τέκνον Κανδάβλη, καὶ σὺ θυγάτηρ Ἅρπισα, εἰ μὴ κατ’ εὐθεῖαν καιροῦ εὕρατε τὸν στρατὸν Ἀλεξάνδρου, οὔτε ἐγὼ ὑμᾶς ἀπελάμβανον, οὔτε σὺ | |
5 | τὴν ἑαυτοῦ γυναῖκα εὕριακες, ὥστε ἄξιοι γενώμεθα τοῦ ἀγγέλου Ἀλεξάνδρου καὶ δῶμεν αὐτῷ δωρεάς.“ εἶπεν δὲ ὁ ἕτερος ἀδελφὸς ὁ μικρότερος· „ἔσωσε τὸν ἀδελφὸν καὶ τὴν τούτου γυναῖκα Ἀλέξανδρος, ἄχθεται δὲ ἡ ἐμὴ γυνὴ τοῦ πατρὸς αὐτῆς Πώρου ἀναιρεθέντος ὑπὸ Ἀλεξάνδρου, καὶ τὸν | |
10 | ἐκείνου ἄγγελον ὧδε ἔχουσα ὑποχείριον ἀναιρῆσαι τοῦτον θέλει τὸν Ἀντίοχον.“ εἶπεν δὲ αὐτῷ ἡ Κανδάκη· „καὶ τί σοι ὄφελος, τέκνον; ἐὰν τοῦτον φονεύσῃς, νικᾷς τὸν Ἀλέξανδρον;“ εἶπεν δὲ ὁ Κανδάβλης πρὸς τὸν ἑαυτοῦ ἀδελφόν· „ἐμὸς σωτὴρ ἐγένετο καὶ τῆς ἐμῆς γυναικός, κἀγὼ | |
15 | τοῦτον διασώσας πέμψω πρὸς Ἀλέξανδρον. οὐκοῦν ἕνεκα τού‐ του καὶ ἡμεῖς ὧδε συνάψωμεν μάχην πρὸς ἀλλήλους;“ ὁ δὲ ἀδελφὸς αὐτοῦ ἔφη· „ἐγὼ μὲν, ἀδελφέ μου, τοῦτο οὐ θέλω· εἰ δὲ σὺ τοῦτο βούλει, ἑτοιμότερός σοῦ εἰμι.“ καὶ ταῦτα εἰπόντες ἐτρέποντο μονομαχῆσαι ἀλλήλους. | |
20 | ἡ δὲ Κανδάκη ἀγωνιῶσα περὶ τῶν τέκνων αὐτῆς, μὴ ἔλθωσιν εἰς μάχην, λαβοῦσα τὸν Ἀλέξανδρον καταμόνας λέγει αὐτῷ· „Ἀλέξανδρε φρενήρης ὑπάρχων καὶ τοσαῦτα πραγματευσάμενος, οὐδεμίαν ὧδε δύνασαι ἀφορμὴν φρενῶν εὑρεῖν, ὅπως μὴ διά σε πολεμήσωσίν μου τὰ τέκνα ἑαυτοῖς;“ ὁ δὲ Ἀλέξανδρος | |
25 | ἔφη· „ἐγὼ ἐλθὼν εἰρηνεύσω αὐτοὺς.“ ἡ δὲ Κανδάκη πάλιν ἐξελθοῦσα πρὸς Δορήφ, τὸν υἱὸν αὐτῆς, ἔφη· „τέκνον, ὁ Ἀλέξανδρος αἰχμάλωτον ὄντα τὸν σὸν ἀδελφὸν ἐλυτρώσατο μετὰ τῆς αὐτοῦ γυναικὸς ἐκ τοῦ τυράννου τῶν Βεβρύκων καὶ φίλος ἡμῖν ὁ κοσμοκράτωρ κατένευσεν | 382 |
30 | ἔσεσθαι, ὥστε τὸν ποιήσαντα ἔλεος μετὰ τοῦ ἀδελφοῦ σου πρέσβυν ἐξαπέστειλεν. καὶ ἀντὶ τῶν ἀγαθῶν, ὧνπερ παρ’ ἡμῶν ὀφείλει παθεῖν, ἀλλὰ καὶ φονευθῆναι τοῦτον ἀπειλεῖς; μὴ τέκνον· καὶ γὰρ Ἀλέξανδρος φιλικῶς ἡμῖν διάκειται, οὗπερ οὔκ ἐσμεν ἄξιοι· καὶ μὴ τῷ θυμῷ αὐτοῦ ἐπάξῃ ἐφ’ | |
35 | ἡμᾶς· ἀκηκόαμεν γὰρ μηδένα εὑρεθῆναι ἐν τῇ ὑπ’ οὐρανῶν τοῦτον παροξύναντα καὶ μὴ ἐμπεσεῖν εἰς τὰς χεῖρας αὐτοῦ. βλέπε οὖν, τέκνον, μὴ καὶ ἐν ἡμῖν τὰ ὅμοια πᾶσιν συμβήσεται.“ Δορὴφ δὲ ἐπὶ τούτοις οὐκ ἐπείθετο. ἔλεγε δὲ ἀναμφιβόλως· „Ἀντίοχον ἀποκτενῶ· ὡς Ἀλεξάνδρῳ λύπην ἐπάξω τὸν | |
40 | αὐτοῦ θανατώσας παῖδα Ἀντίοχον· καὶ γὰρ αὐτὸς οὐ μετρίως 〈μὲ〉 λελύπηκεν Πῶρον τὸν ἐμὸν πενθερὸν ἀποκτείνας· καὶ εἰ {καὶ} μετὰ ταῦτα δόξει μοι ἀποθανεῖν, οὐδεμία μοι ἔσται φροντίς.“ ἐπὶ τοῦτο Ἀλέξανδρος παραγίνεται, ἔνθα ἦν κρυπτόμενος | |
45 | παρὰ Κανδάκης, καί φησιν πρὸς Δορήφ· „εἰ θέλεις θανα‐ τῶσαί με, τὸ ξίφος μοι παρέσχε, κἀγὼ ἐμαυτὸν ἀνελῶ· οὐ γὰρ παρ’ ἑτέρου ἀποθανοῦμαι. καὶ γὰρ οὐ φοβερὸς καθέστηκε τοῖς Μακεδόσιν ὁ θάνατος, καθὼς ὑμεῖς τοῦτον δεδοίκατε. τί οὖν ἀπολογήσῃ πρὸς Ἀλέξανδρον, ἐπὰν καταλάβῃ τὸ τοῦ | |
23(50) | οἰκέτου ἐκζητήσων αἷμα; οὐ γὰρ θλῖψις αὐτῷ περὶ ἐμοῦ· οὔτε γὰρ ἄγγελοι ἀποστελλόμενοι πολύτιμοι τυγχάνουσι | |
πρὸς μάχην βασιλικήν. ὥστε οὖν ἐὰν ὧδε μὲ ἀναιρήσητε, ἔχει ἄλλους ἀγγέλους πλείονας Ἀλέξανδρος. εἰ δὲ βούλεσθε παρ’ ἐμοῦ τὸν ἐχθρὸν | 384 | |
55 | ὑμῶν λαβεῖν αἰχμάλωτον Ἀλέξανδρον, ὑπόθεσθέ μοί τινα μέρη δωρεᾶς δοῦναι ἐνταῦθα, ἵνα καὶ πρὸς ὑμᾶς κἀγὼ κατα‐ μείνω καὶ καταρτίσω τὸν Ἀλέξανδρον ὧδε παραγενέσθαι, ὡς ὑμῶν βουλομένων ἃ ἡτοιμάσατε δῶρα καὶ ὄψιν αὐτοῦ ἀποδοῦναι. καὶ τότε τὸν ἐχθρὸν ὑμῶν λαβόντες ὑποχείριον ἑαυτοὺς ἐκ‐ | |
60 | δικήσαντες ἀναπαύθητε.“ ἐπείσθησαν δὲ ἐπὶ τοῦτο οἱ ἀδελφοὶ καὶ ἦλθον εἰς ἀγάπην, ἐγκρατῶς δὲ τῆς Κανδάκης φυλαττούσης τὸ μυστήριον Ἀλεξάνδρου. μετὰ ἡμέρας δέκα δίδωσι αὐτῷ δῶρα βασιλικά· στέφανον ἀδαμάντινον πολύτιμον καὶ θώρακα δι’ ὀνύχων καὶ βηρύλλων | |
65 | καὶ χλανίδα ἀστεροφεγγῆ ὁλοπόρφυρον διὰ χρυσοῦ. καὶ ἐκ‐ πέμπει αὐτὸν μετὰ παραδοχῆς πολλῆς καὶ τῶν ἰδίων στρατιω‐ τῶν. συνάμα δὲ καὶ Κανδάβλης συνεξῆλθε μετ’ αὐτοῦ μέχρι τῶν ἑαυτοῦ ὁρίων, ἐπιδοὺς αὐτῷ καὶ ἐκ τῶν αὐτοῦ παίδων ἄνδρας τριάκοντα, οἵτινες καὶ μέχρι τοῦ στρατοπέδου | |
70 | ἦλθον σὺν Ἀλεξάνδρῳ. ἐκεῖσε δὲ αὐτὸν γνωρίσαντες οὐ μετρίως κατεπλάγησαν. ὁ δὲ Ἀλέξανδρος αὐτοὺς φιλοφρονη‐ σάμενος ἀπέστειλε πρὸς Κανδάβλην εἰπών· „ἄπιτε πρὸς τὴν βασιλίδα Κανδάκην καὶ εἴπατε· ‚Ἀλέξανδρος τῷ ἰδίῳ στρατοπέδῳ διασέσῳσται, ἐφ’ ἡμᾶς δὲ τὴν φάλαγγα ἐπεκτεῖναι | |
75 | ἐβούλετο, εἰ μὴ τὸ ἔν σοι αὐτὸν κατεκράτησεν δέος.‛“ | 386 |
25 | ἔνθα οὖν παραλαβὼν τοὺς ἰδίους τὴν ὁδοιπορίαν ἐποιεῖτο ἐπὶ τὰς Ἀμαζόνας. πέμπει δὲ πρὸς αὐτὰς γράμματα περι‐ έχοντα οὕτως· „βασιλεὺς Ἀλέξανδρος Ἀμαζόσι χαίρειν. τὴν μὲν πρὸς | |
5 | Δαρεῖον μάχην οἴομαι ὑμᾶς ἀκηκοέναι. ἐκεῖθεν δὲ εἰς τοὺς Ἰνδοὺς ἐπεστρατεύσαμεν καὶ ἡττήσαμεν τοὺς ἡγουμένους αὐτῶν· καὶ κατεδουλωσάμεθα αὐτοὺς διὰ τῆς ἄνω προνοίας. ἔνθα οὖν ἀναζεύγνυμεν πρὸς ὑμᾶς, ὑμεῖς δὲ συναντήσατε ἡμᾶς γηθοσύνως· οὐ γὰρ ἐρχόμεθα κακοποιῆσαι, ἀλλ’ ὀψόμενοι | |
10 | τὴν χώραν ὑμῶν, ἅμα δὲ καὶ ὑμᾶς εὐεργετῆσαι, ἔρρωσθε.“ Δεξάμεναι δὲ τὰ γράμματα Ἀλεξάνδρου καὶ ἀναγνοῦσαι ἀντέγραψαν αὐτῷ ταῦτα· „Ἀμαζονίδων αἱ κράτισται καὶ ἡγούμεναι Ἀλεξάνδρῳ βασιλεῖ χαίρειν. διὰ τῶν γραμμάτων ἡμῶν ἤδη σαφοῦμέν σε | |
15 | τὴν χώραν ἡμῶν καὶ ἡμᾶς αὐτὰς οὔσας σπουδαίας τῇ διαίτῃ. ἔσωθεν γὰρ τοῦ Ἀμαζονικοῦ ποταμοῦ πέραν οἰκοῦμεν, ἐν μέσῳ δέ ἐστιν τὸ περίμετρον τῆς γῆς ἡμῶν ἐνιαυτοῦ ἔχον κύκλευμα. ποταμὸς δὲ οὐκ ἔχων ἀρχήν, ἔστιν δὲ μία πρόσοδος ἡμῶν. ἐσμὲν δὲ αἱ κατοικοῦσαι παρθένοι ἔνοπλοι | |
20 | μυριάδες εἰκοσιεπτά. ἄρρεν δὲ παρ’ ἡμῖν οὐδὲν ὑπάρχει, οἱ δὲ ἄνδρες πέραν τοῦ ποταμοῦ κατοικοῦσιν τὴν χώραν νεμόμενοι. ἡμεῖς δὲ κατ’ ἐνιαυτὸν ἄγομεν πανήγυριν, ἱπποφονίαν θύουσαι τῷ Διὶ καὶ Ποσειδῶνι καὶ Ἡφαίστῳ | |
καὶ Ἄρει ἡμέρας τριάκοντα. καὶ ὅσαι βούλονται | 388 | |
25 | ἐξ ἡμῶν συμμιγῆναί τινας, καταμένουσιν πρὸς αὐτούς. καὶ τὰ θηλυκά, ὅσα ἂν τίκτωσιν, γενόμενα ἑπταετῆ διαβιβάζουσιν πρὸς ἡμᾶς. ὅταν δὲ πολέμιοι ἐπιστρατεύσωσιν ἐπὶ τὴν χώραν ἡμῶν, ἐκπορευόμεθα ἔφιπποι μυριάδες δώδεκα· αἱ δὲ λοιπαὶ τὴν νῆσον φυλάττουσιν· καὶ ἐρχόμεθα εἰς συνάντησιν ἐπὶ τὰ | |
30 | ὄρη· οἱ δὲ ἄνδρες ὄπισθεν παρατεταγμένοι ἀκολουθοῦσιν ἡμῖν· καὶ ἥτις ἐν τῷ πολέμῳ τραυματία γένηται, προσκυνεῖται διὰ τῆς ἡμετέρας ἀγερωχίας καὶ στεφθεῖσα ἀείμνηστος ὑπάρχει· ἥτις δὲ πέσῃ ἐν τῷ πολέμῳ ὑπερμαχοῦσα, ἡ ἐγγίζουσα αὐτῇ χρήματα λαμβάνει οὐκ ὀλίγα ὄντα. ἐὰν δέ τις σῶμα ἀναγάγῃ | |
35 | τῶν ἐναντίων εἰς τὴν νῆσον ἡμῶν, πρόκειται ἐπὶ τοῦτο χρυσὸς καὶ ἀργύριον καὶ σιτηρέσια, ὥστε ἡμᾶς ἀγωνίζεσθαι ὑπὲρ τῆς ἰδίας δόξης. ἐὰν δέ τινες ἐκ τοῦ πολέμου φύγωσιν, αἰσχρὸν αὐταῖς καταλείπεται εἰς ἅπαντα τὸν χρόνον ὄνειδος. ἐὰν οὖν ἡμᾶς νικήσωσιν, ἔσονται γυναῖκας νενικηκότες. | |
40 | βουλευσάμενος, Ἀλέξανδρε, ἀντίγραψον ἡμῖν καὶ εὑρήσεις ἡμῶν τὴν παρεμβολὴν ἐπὶ τῶν ὁρίων. ἔρρωσο.“ | |
41 | ||
26 | ὁ δὲ Ἀλέξανδρος ἐντυχὼν τοῖς γράμμασιν αὐτῶν καὶ μειδιάσας ἀντέγραψεν αὐταῖς· „βασιλεὺς Ἀλέξανδρος Ἀμαζόσι χαίρειν. τὰ τρία μέρη τῆς οἰκουμένης ἐκυριεύσαμεν καὶ οὐ διελίπαμεν τρόπαια κατὰ | |
5 | πάντων ἐνστήσασθαι. αἰσχρὸν οὖν ἡμῖν ἀπολειφθήσεται, ἐὰν μὴ ἐπιστρατευσώμεθα ἐφ’ ὑμᾶς. καὶ εἰ μὲν οὖν θέλετε ἀπο‐ λέσθαι καὶ ἀοίκητον τὴν ἑαυτῶν χώραν γενέσθαι, μείνατε ἐπὶ τῶν ὁρίων· εἰ δὲ βούλεσθε εἰς τὴν ἰδίαν γῆν κατοικεῖν | |
καὶ μὴ πεῖραν πολέμου λαβεῖν, διάβητε εἰς τὸν ποταμὸν | 390 | |
10 | ὑμῶν καὶ ὀφθήσεσθε ἡμῖν. ὡσαύτως δὲ καὶ οἱ ἄνδρες μενέτω‐ σαν ἐπὶ τῷ πεδίῳ. καὶ ἐὰν ταῦτα πράξητε, ὄμνυμι ὑμῖν τὴν ἄνω πρόνοιαν μὴ ἀδικῆσαι ὑμᾶς, ἀλλὰ καὶ ὃν ἂν βούλεσθε φόρον λήψομαι παρ’ ὑμῶν καὶ οὐκ ἐλεύσομαι εἰς τὴν ὑμετέραν γῆν. ἃς δὲ ἂν κρίνητε ἐφίππους ἐξαποστείλατε πρὸς ἡμᾶς. | |
15 | δίδωμι δὲ κατὰ μήναν ἑκάστῃ τῶν πεμπομένων παρ’ ὑμῶν ἀντιμίσθιον χρυσίου στατῆρα καὶ σιτηρέσια. μετὰ δὲ τὸν ἐνιαυτὸν αὗται μὲν ἀπελεύσονται πρὸς ὑμᾶς, ἄλλας δὲ ἀπο‐ στείλατε. βουλευσάμεναι οὖν ἀντιγράψατε ἡμῖν. ἔρρωσθε.“ δεξάμεναι οὖν καὶ ἀναγνοῦσαι τὰ | |
20 | γράμματα τοῦ Ἀλεξάνδρου ἐκκλησίαν ἑαυταῖς ποιήσασαι καὶ βουλευσάμεναι ἀντέγραψαν αὐτῷ ταῦτα· „Ἀμαζόνων αἱ κράτισται καὶ ἡγούμεναι Ἀλεξάνδρῳ χαίρειν. τὰ μὲν γράμματα τοῦ κράτους σου ἐδεξάμεθα, ἃ καὶ ἐδηλο‐ ποίουν ἡμῖν, ὡς τὴν ἡμετέραν καταλαβέσθαι πολύχουν | |
25 | ἠθέλησας οὖν καὶ μετὰ γυναικείου μαχήσασθαι στίφους. καὶ τοῦτο ἡμεῖς μὲν οὐ πιστούμεθα ἔν σοι εἶναι καταθύμιον. ὅμως ὡς τοῦ κόσμου κυρίῳ καὶ ἡμεῖς ὑπείκειν ἠθελήσαμεν· καὶ τάδε ἡμῶν εὐτελῆ ἀπεστείλαμέν σοι δῶρα σὺν τοῖς ἐτησίοις φόροις. δέξαι οὖν ταῦτα καὶ τὸν | 392 |
30 | καθ’ ἡμῶν θυμόν σου ἀντίστρεφε· καὶ ὁ μετὰ πλήθους ἀνδρῶν μαχησάμενος καὶ νικητὴς κράτιστος τοῖς πᾶσιν ἀναδειχθεὶς μὴ θελήσειας καὶ γυναικείῳ χρήσασθαι αἵματι. ἄδηλα γὰρ τὰ τῆς τύχης συναντήματα, καὶ μήπω τὸ περιβόητον τῶν ἀνδραγαθημάτων σου ἐν γυναικείᾳ ἀπολέσειας μάχῃ. ἐπὰν δὲ | |
35 | ἐλθὼν καὶ τῷ ἡμετέρῳ ὀχυρώματι μὴ ἰσχύσειας, ποία αἰσχύνη | |
σοι ἀπράκτῳ ἀντιστέφεσθαι; ἐπὶ τοῦτο δεόμεθά σου, ὦ δέσποτα, ἡμῶν μὴ ὑπερίδῃς τὴν συμβουλήν· ὡς γὰρ δοῦλαι πισταὶ τῷ ἡμετέρῳ δεσπότῃ τεθαρρήκαμεν τὰ συμβησόμενα δῆλα ποιῆσαι. εἰκόνα δὲ σὴν | 394 | |
40 | ἐξαπόστειλον ἡμῖν, ᾗπερ τὸ σέβας ἀντί σου ποιησόμεθα. ἔρρωσο ὁ ἡμέτερος δεσπότης.“ Ἀλέξανδρος δὲ ταύτην δεξάμενος τὴν ἐπιστολὴν καὶ ἀνα‐ γνούς, ἅμα μὲν τὰ δῶρα θεασάμενος καὶ φόρους ἅμα χρόνων τριῶν τήν τε τῶν γυναικῶν θέαν καὶ τὴν εἰς αὐτὰς σύνεσιν | |
45 | παρὰ βραχὺ ἔπαθέν τι ἀνθρώπινον. τὸ δόρυ αὐτοῦ ἐξαποστεί‐ λας εἶπεν· „ἔστω ὑμῖν τοῦτο ἀντὶ Ἀλεξάνδρου.“ | |
46 | ||
26a=29 | καὶ δὴ τῶν ἐκεῖσε διελθὼν τῷ Εὐρυμίθρῃ τῷ ἄρχοντι τῶν Βελσυρῶν ἧκε πολεμήσων ὡς μὴ ὑπο‐ κύψαντι δουλικῶς τῷ Μακεδινικῷ κράτει. μαθὼν δὲ | |
τοῦτο ὁ Εὐρυμίθρης τοὺς ὑπ’ αὐτὸν ἀναλαβόμενος | 396 | |
5 | ἄνδρας ὡς χιλιάδας ὀκτακοσίας τὴν πρὸς Ἀλέξανδρον ἀντι‐ παράταξιν ὥρμησεν. ἐγγίσας δὲ τὰς προφυλακὰς Ἀλεξάνδρου ἐθεάθη ὑπ’ αὐτῶν, καὶ δῆλα τῷ Ἀλεξάνδρῳ τὰ περὶ Εὐρυ‐ μίθρους ἐγένοντο. ὁ δὲ Ἀλέξανδρος τὰς προφυλακὰς αὐτοῦ δυναμώσας καὶ εἰς πλῆθος χιλιάδων οὐκ ὀλίγων αὐτὰς ποιήσας, | |
10 | πάντας χρυσέοις τεθωρακισμένους θώραξιν, ταῖς πιστευθεί‐ σαις αὐταῖς φυλάξεσι παραμένειν προσέταξε, Σέλευκον δὲ τοῦ στίφους ἡγεῖσθαι διωρίσατο. ὁ οὖν Εὐρυμίθρης τῇ προ‐ λαβούσῃ νυκτὶ κατασκόπους εἰς τὸ τοῦ Ἀλεξάνδρου ἀπέστειλε φοσσάτον, οἵτινες κατασκοπήσαντες ἐπανῆκον, „μηδεμίαν, | |
15 | εἴποντες, ἔχειν ἡμῶν μνείαν οἱ περὶ Ἀλεξάνδρου.“ ὁ δὲ Ἀλέξανδρος ἐστρατοπεδοπλήσατο εἰς αὐτὸν στρατιὰν ἀνείκαστον, οἱ δὲ τοῦ Εὐρυ‐ | |
μίθρους βουλὴν τοιαύτην ἔδωκαν· „οὐ δυνησόμεθα, ὦ Εὐρυμίθρης, πρὸς Ἀλέξανδρον ἀντιπαρατάξασθαι, εἰ μὴ | 398 | |
20 | τὰς προφυλακὰς καταλαβόμενοι ἀθρόως αὐτοῖς πόλεμον ἐπιρρίψομεν. τῷ οὖν ἀπροσδοκήτῳ θροηθέντες συναντήματι φυγῇ χρήσονται, ἕκαστος τὴν ἰδίαν περιποιούμενος σωτηρίαν.“ ταῦτα δὲ ἐβουλεύσαντο μήπω τὸ τοῦ Ἀλεξάνδρου νοήσαντες ἔνεδρον. κυκλοῦσιν οὖν τὰς προφυλα‐ | |
25 | κὰς Ἀλεξάνδρου νυκτὸς ἐπιβάντες, τὸ δοκεῖν ἀσυμφθάστους πάντας θηρεῦσαι. ὡς δὲ τὰς παρατάξεις ἐθεάσαντο Ἀλεξάνδρου, τὰ πρὸς πόλεμον ἐπιλαθόμενοι τὰ πρὸς φυγεῖν ἤρξαντο δυσανασχετεῖν. ὡς δὲ καὶ Σέλευκος ἐπὶ τούτοις ἐκτείνει τὴν φάλαγγα, παρευθὺς πάντες ἐτράπησαν, ὡς πληρωθῆναι τὸ Ὁμη‐ | |
30 | ρικὸν ῥητὸν ἐν αὐτοῖς· „ἐπέβη μὲν ὡς λέων, ἀντέβη δὲ ὡς ἔλα‐ | |
φος.“ ἐπιδραμόντες οὖν οἱ περὶ Σέλευκον καὶ τὸν Εὐρυμίθρην προκαταλαβόντες, οὓς μὲν ἀνεῖλον, οὓς δὲ κατεδίωξαν πρὸς Βορρᾶν ὀπίσω αὐτῶν ὁδὸν ἡμερῶν πεντήκοντα, μέχρι ὀρέων δύο τῶν μεγάλων ἐν τῷ ἀφανεῖ κόσμῳ, ἃ προσηγόρευον | 400 | |
35 | Μαζοὺς τοῦ Βορρᾶ. ἐκεῖσε οὖν συνελθόντας οὐκέτι αὐτοὺς κατεδίωξεν. ἰδὼν δὲ τὰ δύο ὄρη ἐκεῖνα ἐπιτήδεια εἶναι εἰς ἀποκλεισμὸν τῆς ἐξόδου αὐτῶν, ἐκεῖσε παραμείνας τὸ θεῖον ἐξιλεοῦτο, ὅπως συνελθόντα τὰ ὄρη τὴν τούτων διακωλύσωσιν ἔξοδον. στὰς | |
40 | δὲ ηὔξατο οὕτως εἰπών· „θεὲ θεῶν καὶ κύριε πάσης κτίσεως, ὁ τῷ λόγῳ σου δημι‐ ουργήσας τὰ σύμπαντα, οὐρανόν τε καὶ γῆν. ἀδυνατεῖ δὲ οὐδέν σοι, ὡς γὰρ δοῦλα πάντα ὑπείκει τῷ λόγῳ τοῦ προστάγ‐ ματός σου· εἶπας γὰρ καὶ ἐκτίσθησαν, ἐνετείλω καὶ ἐγενή‐ | |
45 | θησαν· σὺ εἶ μόνος αἰώνιος, ἄναρχος, ἀόρατος, θεὸς μόνος | |
καὶ οὐκ ἔστιν ἕτερος πλήν σου· ἐπὶ γὰρ τῷ σῷ ὀνόματι καὶ θελήματι κἁγὼ ἐποίησα, ἃ ἠθέλησας, καὶ ἔδωκας ἐν χειρί μου τὸν συμπάντα κόσμον· παρακαλῶ οὖν τὸ πολυύμνητον ὄνομά σου, καὶ τήνδε τὴν δέησίν μου πλήρωσον καὶ τὰ δύο | 402 | |
26a=29(50) | ὄρη ταῦτα θέλησον συνελθεῖν ἀλλήλοις, καθὼς ᾐτησάμην σε, καὶ μὴ παραβλέψῃ με τὸν ἄθλιον τεθαρρηκότα τοιαῦτα λαλῆσαι· ἐπίσταμαι γὰρ τὴν πρὸς ἐμέ σου κηδεμονίαν καὶ ἄκραν ἀγα‐ θότητα.“ τοιγαροῦν καὶ παραχρῆμα συνῆλθον τὰ ὄρη ἀλλήλοις ὡς ἀπὸ | |
55 | πηχῶν διιστάμενα δώδεκα τὸ πρότερον. Ἀλέξανδρος δὲ θεα‐ σάμενος τὸ γεγονός, ἐδόξασε τὸν θεόν· καὶ ᾠκοδόμησε πύλας χαλκᾶς καὶ ἐν τῷ στενῷ τόπῳ τῶν δύο ὀρέων ἠσφαλίσατο καὶ περιέχρισεν ἐν αὐταῖς ἀσίκητον. ἡ δὲ φύσις τοῦ ἀσικήτου ἐστὶν τοιάδε· οὔτε πυρὶ καίεται οὔτε σιδήρῳ προσάπτεται. | |
60 | ἔνδοθεν δὲ τῶν πυλῶν καὶ μέχρι τῆς εὐρυχωρίας ὡσεὶ μίλια τρισχίλια βάτον ἐφύτευσεν, ἥτις ἀρδευθεῖσα τοῖς ὄρεσιν | |
ὑπερεκόμασεν. ἐκεῖσε οὖν Ἀλέξανδρος εἰκοσιδύο βασιλεῖς ἐναποκλείστους ἐποίησε σὺν τοῖς ὑπ’ αὐτοὺς ἔθνεσιν ἐν τοῖς πέρασι τοῦ | 404 | |
65 | Βορρᾶ, τὰς μὲν πύλας Κασπίας ὀνομάσας, τὰ δὲ ὄρη Μαζούς. τὰ δὲ ὀνόματα τῶν ἐθνῶν εἰσι ταῦτα· Γώθ, Μαγώθ, Ἀνουγεῖς, Αἰγεῖς, Ἐξενάχ, Διφάρ, Φωτιναῖοι, Φαριζαῖοι, Ζαρματιανοί, Χαχώνιοι, Ἀγριμάρδοι, Ἀνούφαγοι, Θαρβαῖοι, Ἄλανες, Φυσολωνικαῖοι, Σαλτάριοι καὶ οἱ ἕτεροι· | |
70 | ταῦτα ἦσαν τὰ ἔθνη, ἃ καθεστήκασιν ἔνδον τῶν πυλῶν, ὧνπερ ἔπηξεν Ἀλέξανδρος ὁ βασιλεὺς διὰ τὴν τούτων ἀκαθαρσίαν. ἤσθιον γὰρ σκαρίδια μυσαρά τε καὶ κίβδηλα, κύνας, μυίας, ὄφεις, ἀμβλώματα ἐκτρωμάτων, νεκρῶν σάρκας ἔμβρυά τε τὰ μὴ τελείως ἀπαρτισθέντα, ἵνα | |
75 | τὸν τῆς διαπλάσεως ἀποτάξωνται χαρακτῆρα· καὶ οὐδὲ κτηνῶν | |
ἀλλὰ τοὺς νεκροὺς αὐτῶν ἤσθιον. πάντα δὲ θεασάμενος ὁ Ἀλέξανδρος καὶ δεδοικώς, μήποτε ἐξελθόντες μιάνωσιν τὴν οἰκουμένην, κατακλείστους αὐτοὺς ποιήσας τῶν ἐκεῖσε παρῆλθεν. | 406 | |
79 | ||
27 | καὶ ὥρμησε ἐπὶ τὴν οἰκουμένην πάλιν ἐξελθεῖν καὶ δι’ ἡμερῶν ἑκατὸν τὴν οἰκουμένην κατέλαβεν. εἶτα οὖν παρατα‐ ξάμενος τὴν πορείαν ἐποιεῖτο ἐπὶ τὸν Πρύτανιν ποταμόν· παραγενόμενος δὲ ἐπὶ τὰ προάστεια, εἶδεν ἐκεῖ ποταμὸν | |
5 | θηριώδη ὄντα. σφόδρα δὲ εἰς ἀθυμίαν ἦλθον οἱ στρατιῶται· τῆς γὰρ ἡμέρας ἤδη μεσαζούσης οὐκ ἐπαύσατο ὁ ὑετὸς ἐπὶ τῆς γῆς, πολλοὶ δὲ τῶν πεζῶν τοὺς πόδας ἐξήλγησαν. ἐγέ‐ νοντο δὲ καὶ βρονταὶ ὑπερμεγέθεις καὶ ἀστραπαὶ καὶ κεραυνοὶ ἔπιπτον. μελλόντων δὲ αὐτῶν διαβαίνειν τὸν | 408 |
10 | ποταμὸν τὸν Πρύτανιν καλούμενον συνέβη πολλοὺς ἀναιρε‐ θῆναι τῶν ἐγχωρίων ὑπὸ τῶν στρατιωτῶν. ἤλθοσαν οὖν ἐπὶ τὸν καλούμενον Θερμώδοντα ποταμόν, ὃς ἐξέρχεται χώραν πεδινὴν καὶ εὐδαίμονα, ἐν ᾧ ᾤκουν ἕτεραι Ἀμαζονίδες | |
γυναῖκες τὸ μέγεθος ὑπερέχουσαι καθ’ ὑπερβολὴν τῶν λοιπῶν | 410 | |
15 | γυναικῶν κάλλει τε καὶ εὐρωστίᾳ σπουδαῖαι, ἐσθῆτα δὲ φοροῦσαι ἀνθεινήν, ὅπλοις δὲ ἐχρῶντο ἀργυρέοις, σίδηρος δὲ καὶ χαλκὸς οὐκ ἦν παρ’ αὐταῖς, συνέσει δὲ καὶ ἀγχινοίᾳ τεταγμέναι. παραβαλλόντων δὲ αὐτῶν ἐπὶ τὸν ποταμὸν αὗται διαβᾶσαι παρετάξαντο αὐτοῖς. | |
19 | ||
28 | ἡμεῖς δὲ δι’ ἐπιστολῶν ταύτας ὑποταγῆναι ἡμῖν ἐπείσαμεν· καὶ λαβόντες παρ’ αὐτῶν φόρους ἀνεχωρήσαμεν ἐπὶ τὴν | |
Ἐρυθρὰν θάλασσαν εἰς τὸν Τένοντα ποταμόν. εἶθ’ οὕτως ἤλθομεν ἐπὶ τὸν Ἄτλαν ποταμόν, ἐκεῖ δὲ ὁρᾶν τὰ ἡμῖν | 412 | |
5 | συνφέροντα. ἀπὸ δὲ τοῦ ποταμοῦ ἐκείνου ἀποπλεύσαντες ἤλθομεν εἰς νῆσόν τινα μεγάλην· καὶ εὕρομεν ἐκεῖ πόλιν τὴν τοῦ Ἡλίου καλουμένην, ἐν ᾗ πύργοι ἦσαν δώδεκα ἀπὸ χρυσίου καὶ σμαράγδων ᾠκοδομημένοι· τὸ δὲ τεῖχος τῆς πόλεως ἐκείνης Ἰνδικὸν ἦν· ἐν μέσῳ δὲ ταύτης ἦν βωμὸς | |
10 | χρυσίῳ καὶ σμαράγδῳ ᾠκοδομημένος ἔχων ἀναβαθμοὺς ἑπτά· ἐπάνω δὲ ἵστατο ἅρμα ἵππων καὶ ὁ ἱππηλάτης ἐκ χρυσίου καὶ σμαράγδου ᾠκοδομημένα· τὸ δὲ τεῖχος αὐτῆς ὑψηλόν. ἰδεῖν δὲ τὸν ἱππηλάτην οὐκ ἦν ῥᾳδίως διὰ τὴν ὀμίχλην. ὁ δὲ ἱερεὺς τοῦ Ἡλίου Αἰθίοψ ἦν βύσσον καθαρὰν ἐστολισ‐ | |
15 | μένος· ἐλάλησεν δὲ ἡμῖν βαρβαρικὴν φωνήν, ὥστε ἀναχωρεῖν ἡμᾶς ἐκ τοῦ τόπου ἐκείνου. καὶ ἀναχωρήσαντες ἐκεῖθεν περιεπατήσαμεν ὁδὸν ἡμερῶν ἑπτά· καὶ κατηντήσαντες εἰς τὸν Λύσου λιμένα, καὶ | |
εὕρομεν ὄρος ὑψηλότατον, ἐν ᾧ ἀνῆλθον· καὶ εἶδον οἰκίας | 414 | |
20 | καλὰς χρυσίου καὶ ἀργυρίου γεμούσας. εἶδον καὶ περίβολον μέγαν ἐκ σαπφείρου λίθου ἔχοντα ἀναβαθμοὺς ἑκατὸν πεντή‐ κοντα, καὶ ἄνωθεν ἱερὸν στρογγύλον ἔχον στύλους σαπφει‐ ρίνους κύκλῳ ἑκατόν· ἔσωθεν δὲ καὶ ἔξωθεν ἀνάγλυφοι ἀνδριάντες ἡμίθεοι γεγλυμμένοι, Βάκχαι, Σάτυροι, Μυστίδες | |
25 | αὐλοῦσαι καὶ βακχεύουσαι διφυεῖς. ὁ δὲ πρεσβύτης Μάρων ἐπὶ ὑποζυγίῳ ἦν. μέσον δὲ τοῦ ναοῦ ἔκειτο κλίνη χρυσοσφύ‐ ριστος ἐστρωμένη, ἐν ᾗ ἦν ἀνὴρ περιβεβλημένος σινδόνα βαμβυκίνην. καὶ τὴν μὲν μορφὴν αὐτοῦ οὐκ εἶδον· ἦν γὰρ περικεκαλυμμένος· τὸ δὲ σθένος καὶ τὴν ὁλκὴν τοῦ σώματος | |
30 | αὐτοῦ ἐβλέπομεν. ἦν δὲ ἐν μέσῳ τοῦ ἱεροῦ ἅλυσις χρυσῆ ὡσεὶ λιτρῶν ἑκατὸν στατήρων καὶ στέφανος χρυσοῦς κρεμά‐ μενος διαυγής· ἀντὶ δὲ πυρὸς ἦν λίθος τίμιος φῶς ἐμφαίνων ἐν ὅλῳ τῷ τόπῳ ἐκείνῳ. ἦν δὲ καὶ ὀρτυγοτροφεῖον χρυσοῦν κρεμάμενον ἐκ τῆς ὀροφῆς, ἐν ᾧ ἦν ὄρνεον θηλυκὸν περι‐ | |
35 | στερά, καὶ ὥσπερ ἀνθρωπίνῃ φωνῇ ἐβόησέ μοι καί φησιν· „Ἀλέξανδρε, παῦσαι λοιπὸν θεῷ ἀντιτασσόμενος, καὶ ὑπόστρεφε εἰς τὰ ἴδια μέλαθρα καὶ μὴ προπετεύου ἀναβαίνειν εἰς οὐρανίους ὁδούς.“ βουλομένου δέ μου καθελεῖν αὐτὴν καὶ τὴν κρεμαμένην κανδήλαν, εἴδομεν τὸν ἐπὶ τῆς κλίνης | |
40 | κείμενον ὡς δοκεῖν αὐτὸν ἀναστῆναι. ἔφησαν δὲ οἱ φίλοι μου· „παῦσαι, βασιλεῦ· ἱερὸν γάρ ἐστιν.“ ἐξελθὼν δὲ εἰς τὸν περίβολον εἶδον ἐκεῖ κειμένους κρατῆρας χρυσοτορ‐ νεύτους δύο χωροῦντας ἀνὰ μετρητὰς ἑξήκοντα, οὓς καὶ | |
ἐξεμετρήσαμεν ἐν τῷ δείπνῳ. ἐκέλευσα δὲ παρεμβολὴν ἐκεῖ | 416 | |
45 | γενέσθαι καὶ εὐωχηθῆναι. ἦν δὲ ἐκεῖ ποτήρια ἐπίσημα πάσης εὐπρεπείας ἄξια ἐκ λίθων τετορνευμένα. ἐν δὲ τῷ κατακλι‐ θῆναι ἡμᾶς τε καὶ τὰ στρατεύματα πρὸς εὐωχίαν ἐπὶ δεῖπνον ἐξαίφνης ὥσπερ βροντὴ βίαια αὐλῶν καὶ κυμβάλων πλῆθος καὶ συρίγγων καὶ σαλπίγγων καὶ τυμπάνων καὶ κιθάρας | |
28(50) | ἐγένετο, καὶ τὸ ὄρος ὅλον ἐκαπνίζετο ὥσπερ κεραυνοῦ πεσόντος ἐφ’ ἡμᾶς. ἡμεῖς οὖν φοβηθέντες ἀνεχωρήσαμεν ἐκ τοῦδε τοῦ τόπου. καὶ ἤλθομεν ἐπὶ τὰ Κύρου βασίλεια καὶ κατελαβόμεθα πόλεις πολλὰς ἐρήμους καὶ ἐπίσημον μίαν πόλιν, ἐν ᾗ ἦν οἶκος | |
55 | μέγας, ἔνθα αὐτὸς ὁ βασιλεὺς ἐχρημάτιζεν. ἔφησαν δέ μοι, ὅτι ἐκεῖ ἦν ὄρνεον ἀνθρωπίνῃ φωνῇ ἑρμηνεῦον. εἰσελθὼν δὲ εἰς τὸν οἶκον εἶδον πολλὰ θεάματα ἄξια θαύματος· ἦν γὰρ ὁλόχρυσος· ἦν δὲ ἐν μέσῳ τῆς ὀροφῆς ὥσπερ ὀρτυγοτρο‐ φεῖον ὅμοιον τῷ πρώτῳ χρυσοῦν κρεμάμενον, καὶ ἔσωθεν | |
60 | αὐτοῦ ὄρνεον ὡς περιστερὰ χρυσόχροος. τοῦτο δὲ ἔφασαν ἑρμηνεύειν τοῖς βασιλεῦσιν διὰ τὰς προσπιπτούσας φωνάς. εἶδον δὲ ἐκεῖ καὶ κρατῆρα μέγαν χρυσοτόρνευτον—ταῦτα δὲ ἦσαν ἔσωθεν τῶν βασιλείων Κύρου—χωροῦντα μετρητὰς ἑκατὸν ἑξήκοντα. θαυμαστὸν δὲ ἦν τῇ κατασκευῇ πάνυ· εἶχε | |
65 | γὰρ εἰς τὸ κύκλευμα ἀνδριάντας, καὶ ναυμαχίαν ἄνω διά‐ ζωνον, τὸ δὲ μέσον αὐτοῦ εὐλογίαν· τὸ δὲ ἔξωθεν αὐτοῦ χρυσοτόρνευτον. τοῦτο δὲ ἔφησαν ἐξ Αἰγύπτου εἶναι, πόλεως Μέμφης, κἀκεῖθεν ἐνεχθῆναι, ὅτε ἐκράτησαν οἱ Πέρσαι τῆς | |
Αἰγύπτου. ἦν δὲ ὁ οἶκος κατεσκευασμένος εἰς τὸ Ἑλληνικὸν | 418 | |
70 | † ῥεῖθρον, ἔνθα αὐτὸς ὁ βασιλεὺς εἴθιστο χρηματίζειν. ἐν δὲ τούτῳ γέγραπται ἡ ναυμαχία ἡ γενομένη Ξέρξου. ἔκειτο δὲ ἐν τῷ οἴκῳ καὶ θρόνος χρυσολιθοκόλλητος καὶ λύρα αὐτομάτως κρουομένη. κύκλῳ δὲ ἔκειτο ποτηροθήκη χρυσῆ ἓξ καὶ δέκα πήχεις ἔχουσα, ἀναβαθμοὺς δὲ εἶχεν ὀκτώ. | |
75 | ὑπεράνω δὲ ἕστηκεν ἀετὸς ὑπερέχων ταῖς πτέρυξι τὸν ὅλον κύκλον. ἦν δὲ καὶ ἀναδενδρὰς χρυσῆ ἑπτακλάδος, πάντα εἰργασάμενα χρυσᾶ. περὶ δὲ τῶν λοιπῶν θεαμάτων ποῖα | |
γλῶσσα δύναται ἑρμηνεῦσαι; | 420 | |
30 | ἀπάραντες δὲ τῶν ἐκεῖσε τὴν Βαβυλῶνα κατελάβομεν. καὶ δι’ ἡμερῶν ὀλίγων τῶν ἐγχωρίων γυνή τις ἔτεκεν βρέφος, τὰ μὲν ἄνω τοῦ σώματος ἕως τῶν λαγόνων ἀνθρώπου πάντα κατὰ φύσιν τὰ δὲ ἀπὸ τῶν μηρῶν ἕως κάτω θηρίων προτομαί, ὥστε παρό‐ | |
5 | μοιον τὸ παιδίον τῇ καλουμένῃ Σκύλλῃ. ἦσαν γὰρ αἱ προτο‐ μαὶ λεόντων καὶ ἀγρίων κυνῶν. καὶ τούτων ἦσαν αἱ μορφαὶ πᾶσιν εὔδηλοι, ὥστε γινώσκειν τὸν ἑκάστου τόπον. ἡ δὲ τοῦ παιδίου προτομὴ ἦν τεθνηκυῖα. ἅμα δὲ τὸ τεκεῖν τὴν γυναῖκα τὸ βρέφος, ἐμβαλοῦσα αὐτὸ εἰς τὸ ῥακίον καὶ κατα‐ | |
10 | καλύψασα παραγίνεται ἐπὶ τὰ βασίλεια Ἀλεξάνδρου καὶ εἶπεν τῷ ἀγγέλῳ αὐτοῦ· „μήνυσόν με τῷ βασιλεῖ Ἀλεξάνδρῳ περί τινος θαυμαστοῦ πράγματος, ἐπειδὴ βούλομαι αὐτῷ δεῖξαί τι.“ ὁ δὲ Ἀλέξανδρος ἐτύγχανεν ἀναπαυόμενος μέσον ἡμέρας ἐν τῷ κοιτῶνι αὐτοῦ. ὡς δὲ ἠγέρθη, ἤκουσε | |
15 | περὶ τῆς γυναικὸς καὶ ἐκέλευσεν εἰσάγεσθαι αὐτήν. τῆς δὲ ἐλθούσης ἐκέλευσεν ὁ βασιλεὺς ἀποστῆναι πάντας τοὺς παρόντας· καὶ ἐξελθόντων πάντων ἔδειξεν αὐτῷ ἡ γυνὴ τὸ γεγεννημένον τέρας φάσκουσα αὐτὴ αὐτὸ τετοκέναι. τοῦτο δὲ ἰδὼν ὁ Ἀλέξανδρος ἐθαύμασε, καὶ εὐθέως | |
20 | ἐκέλευσεν ἐνεχθῆναι σημειολύτας σοφούς τε καὶ μάγους καὶ τούτων ἐλθόντων μετὰ καὶ Χαλδαίων ἐκέλευσεν τὴν σύγκρισιν ποιήσασθαι αὐτούς, ἐπαγγειλάμενος αὐτοῖς θάνατον, ἐὰν μὴ εἴπωσιν αὐτῷ τὴν ἀλήθειαν. ἦσαν δὲ οἱ ἐπιδοξότατοι καὶ συνετώτατοι τῶν Χαλδαίων δέκα, καὶ ὁ | |
25 | μὲν εἷς κατὰ τέχνην πολὺ διέφερε πάντων, ὃς καὶ οὐκ ἐτύγχανεν κατὰ τύχην παρεπιδημῶν. οἱ δὲ παρόντες ἔλεγον | |
ἔσεσθαι τοῖς πολεμίοις τὸν Ἀλέξανδρον ἰσχυρότατον πάντων, καὶ κατακυριεύσει πάντων ἀνθρώπων. τὰ δὲ ζῷα τὰ ἀλκιμωδέστατα ἔφασαν εἶναι τὰ ἔθνη ὑποτεταγμένα τῷ ἀνθρω‐ | 422 | |
30 | πίνῳ σώματι. μετ’ αὐτοὺς δὲ παρεγένετο καὶ ὁ ἕτερος Χαλδαῖος πρὸς Ἀλέ‐ ξανδρον. καὶ ἰδὼν τὴν διάθεσιν τοῦ σημείου ἀνεβόησε μεγάλως δακρύων καὶ τὰ ἱμάτια αὐτοῦ διέρρηξε δεινοπαθῶν. ὁ δὲ Ἀλέξανδρος ἰδὼν αὐτὸν περιπαθῆ γενόμενον ἠγωνίασεν | |
35 | οὐ μετρίως καὶ κελεύει αὐτὸν θαρροῦντα λέγειν. ὁ δὲ λέγει αὐτῷ· „ταῦτα, βασιλεῦ, οὐκ ἔστιν συγκρῖναι τοῖς ζῶσιν.“ τοῦ δὲ Ἀλεξάνδρου ἀπαιτοῦντος αὐτὸν τὰ τῆς συγκρίσεως τοῦ σημείου ἀπεκρίθη αὐτῷ ταῦτα· „κράτιστε βασιλεῦ πάν‐ των ἀνθρώπων, ὁ μὲν τύπος ὁ ἀνθρώπινος σὺ εἶ, τῶν δὲ | |
40 | θηρίων αἱ μορφαὶ οἱ περί σε ὄντες εἰσίν. καὶ εἰ μὲν οὖν τὸ ἄνω μέρος ἔζη καὶ ἐν κινήσει ἦν καθάπερ καὶ τὰ ζῷα τὰ ὑπὸ τοῦτο ὄντα, εὐάρμοστον ἦν ἂν καὶ ἀγαθὸν τὸ σημεῖον. ὥσπερ γὰρ τοῦτο μετέστη ἐκ τοῦ ζῆν, οὕτως καὶ σὺ, βασιλεῦ. καὶ ὃν τρόπον τὰ θηρία τὰ ὑπὸ τοῦτο ὄντα—ἄλαλα γὰρ καὶ | |
45 | ἄγρια τυγχάνουσι πρὸς τοὺς ἀνθρώπους—, οὕτως καὶ οἱ περί σε ὄντες διάκεινται πρὸς σέ.“ καὶ ταῦτα εἰπὼν ὁ Χαλδαῖος ἐξῆλθε. τὸ δὲ βρέφος αὖθις καῆναι εἶπεν ὁ Χαλ‐ δαῖος. καὶ ταῦτα ἀκούσας Ἀλέξανδρος τὰ καθ’ ἑαυτοῦ | |
διετύπου καθ’ ἡμέραν. | 424 | |
30aC(t) | Epistula Alexandri ad matrem scripta——e codice C | |
t | ||
1 | γράφει τῇ μητρὶ αὐτοῦ Ὀλυμπιάδι ἐπιστολὴν περιέχουσαν οὕτως· —Ἐπιστολὴ Ἀλεξάνδρου πρὸς Ὀλυμπιάδα. — Ἀλέξανδρος βασιλεὺς Ὀλυμπιάδι τῇ μητρί μου χαίρειν. τῶν μὲν ἐν ἀρχῇ κατασταθέντων ἡμῖν τῶν κατὰ τὴν Ἀσίαν | |
5 | πραγμάτων πέπεισμαι εἰδέναι σε ἐκ τῶν παρ’ ἐμοῦ γραφέντων σοι ἐπιστολῶν. ἐδόκει δέ μοι περὶ τῆς ἄνω προνοίας βελτίον δηλῶσαι σε, καὶ τὰ ἐμοὶ συμβάντα ἐν ταύτῃ ἀνάγνωθι τῇ ἐπιστολῇ· καθὼς γὰρ πρῷόν σοι εἶπον, ὅτι εἰς τὴν Ἰνδίαν παραγενό‐ | |
10 | μενοι ἐν τρισὶ συμβολαῖς τοὺς Ἰνδοὺς ἐπολεμήσαμεν, τὸ δὲ τελευταῖον μετὰ Πώρου τοῦ βασιλέως μονομαχήσας τοῦτον ἀπέκτεινα καὶ πᾶσαν τὴν Ἰνδίαν παραλαβὼν καὶ ὁμόνοιαν Μακεδόσιν καὶ Πέρσαις καὶ Ἰνδοῖς ποιησάμενος τοὺς πάντας ἀνέλαβον. | |
15 | καὶ εἰς τὴν Πρασιακὴν χώραν ἐλθὼν εὗρον ἐκεῖ τοῦ Ἡλίου καὶ τῆς Σελήνης ἱερόν, ἔνθα ἦσαν δύο δένδρα ὅμοια κυπα‐ ρίσσοις, ἄρρεν καὶ θῆλυ, ἃ καὶ ἐλάλουν ἀνθρωπίνως. ἔλαβον οὖν παρ’ αὐτῶν χρησμόν. τὰ δὲ τοῦ χρησμοῦ οὐκ εὔδηλά σοι ποιῶ διὰ τὸ ἔχειν λύπην πολλήν. | |
20 | καὶ ἐκεῖθεν ἐξελθὼν εἰς τὰ Σεμιράμεως βασίλεια παρεγενό‐ μην. ἔνθά τις ἐβασίλευεν ὡραῖα γυνή, τοὔνομα Κανδάκη, ἥτις ἀποστείλασα τὴν ἐμὴν εἰκόνα ἱστόρησε καὶ εἶχεν ἐν ἑαυτῇ. ὁπόταν δὲ ἦλθεν ὁ υἱὸς αὐτῆς Κανδαύλης εἰς τὸ στρατόπεδόν μου ζητεῖν παρ’ ἐμοῦ βοήθειαν διὰ τὸ ἁρπα‐ | |
25 | γῆναι τὴν γυναῖκα αὐτοῦ ἀπὸ τοῦ τυράννου τῶν Βεβρύκων, προκαθεσθῆναι τὸν Πτολεμαῖον ἐποίησα ἀντὶ ἐμοῦ. ἐγὼ δὲ ὡς Ἀντίοχος γεγονώς, ἀπήλθομεν μετὰ Κανδαύλους εἰς τὴν τῶν Βεβρύκων χῶραν καὶ τούτους τροπωσάμενοι παρέδωκα τὴν γυναῖκα τῷ Κανδαύλῃ. ἐκεῖσε δὲ παραλαβὼν αὐτόν, ἤλθομεν | 426 |
30 | πρὸς τὴν Κανδάκην τὴν αὐτοῦ μητέρα. ἔνθα καὶ συνέβη με π̣ε̣ρ̣ι̣α̣γ̣ῶ̣ς̣ (?) λυπηθῆναι διὰ τὸ ἀ̣ν̣α̣γ̣ν̣ω̣ρ̣ι̣σ̣θ̣ῆ̣ν̣α̣ί̣ με παρ’ αὐτῆς. ἐκείνη δὲ ἐφύλαξέ με καὶ ἐκ τοῦ υἱοῦ αὐτῆς Δορὴφ τοῦ μικροτέρου βουλομένου με ἀναιρῆσαι ὡς ἄγγελον Ἀλε‐ ξάνδρου διὰ τὸ ἀναιρεθῆναι τάχα τὸν πενθερὸν αὐτοῦ Πῶρον | |
35 | παρὰ τοῦ Ἀλεξάνδρου, καὶ δῶρα πολλά μοι ἐπιδώσασα ἀπέστειλέ με ὑγιῆ εἰς τὸ στρατόπεδόν μου. ἐκεῖθεν οὖν διελθόντες εἰς τὰς Ἀμαζόνας παρεγε‐ νόμεθα καὶ ταύτας δι’ ἐπιστολῶν ὑποταγῆναι ἡμῖν ἐποιή‐ σαμεν. καὶ πάλιν ἐκεῖθεν περιπατήσαντες τῷ Εὐρυμίθρῃ | |
40 | ἐπολεμίσαμεν τῷ βασιλεῖ τῶν Βελσυρῶν. καὶ τοῦτον τροπω‐ σάμενοι εὕρομεν ἐκεῖσε ἔθνη πολλὰ πονηρὰ ἐσθίοντα σάρκας ἀνθρώπων καὶ πίνοντα αἷμα ζῴων ὡς ὕδωρ· τοὺς γὰρ νεκροὺς αὐτῶν οὐκ ἔθαπτον, ἀλλ’ ἤσθιον. καὶ θεασάμενος τὰ τοι‐ αῦτα πονηρὰ ἔθνη καὶ δεδοικὼς ἐδεήθην τῆς ἄνω προνοίας | |
45 | καὶ ἐνίσχυσα ἐπ’ αὐτοὺς καὶ ἐν ῥομφαίᾳ ἀπέκτεινα τὸ πλῆθος αὐτῶν, καὶ φόβος πάντοθεν ἐπ’ αὐτοὺς ἔπεσεν. ἀκούσαντες δὲ, ὅτι ὁ τῶν Μακεδόνων βασιλεὺς Ἀλέξανδρος παρεγένετο, εἶπον, ὅτι ἐν ῥομφαίᾳ πάντας ἀποκτενεῖ καὶ πορθῆσαι θελήσει τοὺς ἐχθροὺς αὐτοῦ καὶ βασιλεῖς καὶ | |
30aC(50) | καταδυναστεῦσαι καὶ συνλεῦσαι αὐτούς, φόβῳ συνείχοντο ἅπαντες καὶ εἰς φυγὴν τραπόντες ἀλλήλους κατεδίωκον. καὶ | |
οὕτως ἔθνος ἐπ’ ἔθνος ἐπολέμουν· ἦσαν γὰρ ἔθνη καὶ οἱ τούτων βασιλεῖς εἰκοσιδύο. καὶ κατεδίωξα αὐτοὺς ἐν δυνάμει, ἕως εἰσῆλθον ἐν δυσὶν | 428 | |
55 | ὄρεσιν, ὧν ἡ προσηγορία οἱ Μαζοὶ τοῦ Βορρᾶ. καὶ οὐκ εἶχον εἴσοδον οὔτε ἔξοδον ἑτέραν, ὑπερβάλλουσαι γὰρ εἰς ὕψος τὰς τῶν οὐρανῶν νεφέλας καὶ τούτων κορυφαί. καὶ οὕτως ἐκτεταμένα ἦσαν τὰ ὄρη ὡς τείχη δύο. αὖθις οὖν ἐξελιπάρησα τῇ ἄνω προνοίᾳ ἐξ ὅλης μου τῆς καρδίας, καὶ | |
60 | εἰσήκουσε τῆς δεήσεώς μου, καὶ προσέταξεν ἡ ἄνω πρόνοια τοῖς δυσὶν ὄρεσιν, καὶ ἐσαλεύθησαν. καὶ ἐκεῖ πύλας ἐποί‐ ησα χαλκᾶς, πλάτος πηχῶν εἰκοσιδύο καὶ ὕψος πηχῶν ἑξή‐ κοντα. καὶ ἀσφαλῶς καταχρίσας τὰς πύλας ἀσυγχύτῳ (sic), ἵνα μήτε πῦρ μήτε σίδηρος, ἐν οἵᾳ δήποτε ἐπινοίᾳ γίνεται, | |
65 | ἀναχαλκεύσῃ τὰς πύλας. τὸ γὰρ πῦρ ἀγόμενον εἰς αὐτὰς σβέννυται καὶ ὁ σίδηρος συντρίβεται. καὶ ἔξωθεν τούτων τῶν φοβερῶν πυλῶν ἐθέμην ἑτέραν οἰκοδομὴν διὰ λίθων πετρίνων. καὶ τὸ πλάτος τῶν λίθων ἦν ἕκαστον ἀνὰ πηχῶν ἕνδεκα καὶ τὸ ὕψος ἀνὰ πηχῶν εἴκοσι καὶ τὸ εὖρος ἀνὰ | |
70 | πηχῶν εἴκοσι. καὶ δὴ τῶν ἐκεῖθεν ἐξελθόντες εἰς τὸν Πρύτανιν ἤλθομεν ποταμόν. ἔνθα φόβους ὑπέστημεν πολλοὺς διὰ τὸ βροντὰς καὶ κεραυνοὺς πλείστους καὶ βροχὰς γεγονέναι, ἔπειτα καὶ κ̣α̣ί̣σ̣ω̣να μέγαν, ὡς μηδένα ὑ̣π̣ο̣μ̣ε̣ῖ̣ν̣α̣ι̣. | |
75 | κἀκεῖθεν εἰς πετρώδεις τόπους καὶ ἐρήμους διαπερά‐ σαντες ἤλθομεν ἐπὶ τὰς ἑτέρας Ἀμαζόνας καὶ ταύτας δι’ ἐπιστολῶν ὑποτάξαντες τ̣ῶ̣ν̣ ἐ̣κ̣ε̣ῖ̣σ̣ε̣ διήλθομεν. κ̣α̣ὶ̣ ἀ̣γ̣ρ̣ί̣ο̣υ̣ς̣ ἀ̣ν̣θ̣ρ̣ώ̣π̣ο̣υ̣ς̣ εὕρομεν καὶ θ̣η̣ρ̣ί̣α̣ π̣ά̣μ̣πολλα, καὶ μόλις ἐκ | |
τούτων φυγ̣ό̣ν̣τες εἴς τ̣ι̣ν̣α̣ νῆσον κατηντήσαμεν. εὕρομεν | 430 | |
80 | οὖν ἐκεῖ πόλιν τὴν τοῦ Ἡλίου, ἧς τὰ κάλλη ἦσαν ἐξαίρετα. ἐν ᾗ ἦν καὶ β̣ω̣μ̣ὸ̣ς̣ περικαλλής· ὁ δὴ ἱερεὺς αὐτοῦ εἶπεν ἡμῖν ἀναχωρεῖν τῶν ἐκεῖσε. καὶ τῆς νήσου ἐκπλεύσαντες δι’ ἡμερῶν τινων ἤλθομεν εἰς τὸν Λύσου λιμένα. καὶ εἴς τι ὄρος ἀνελθόντες εὕρομεν | |
85 | οἰκίας καλὰς καὶ περίβολον ἐν αὐταῖς μέγαν καὶ ἱερόν. ἐν ᾧ ἦσάν τινα εἴδη ἄξια θαύματος καὶ ὀρτυγοτροφεῖον χρυσοῦν, ὅπερ εἶχεν ἔνδον περιστεράν, ἥτις ἀνθρωπίνως μοι ἐλάλησεν ὑποστρέφειν εἰς τὰ ἴδια. ἐγὼ δὲ βουλευσάμενος αὐτῆς καθελεῖν ὑπὸ τῶν ἰδίων μου φίλων ἐκωλύθην εἰπόντων, | |
90 | ὅτι εἶναι ἱερόν. ἐκ τοῦ τ̣ό̣που οὖν ἐκείνου ἀναχωρήσαντες εἰς τὰ τοῦ Κύρου βασίλεια ἤλθομεν. καὶ μίαν πόλιν καταλαβόντες, ἐν ᾗ ἦν οἶκος μέγας, ἔνθα ὁ βασιλεὺς Κῦρος ἐχρημάτιζεν. ἐ̣κ̣ε̣ῖ̣ ο̣ὖ̣ν̣ πάμπολλα θεάματα εἴδομεν καὶ κρατῆρα μέγαν κ̣α̣ὶ̣ | |
95 | ὁλόχρυσον, ὅνπερ ἐξ Αἰγύπτου ε̣ἶ̣π̣ο̣ν̣ ἐ̣ν̣ε̣χ̣θ̣ῆ̣ν̣α̣ι̣, κ̣α̣ὶ̣ λ̣ύ̣ρ̣α̣ν̣ α̣ὐ̣τ̣ο̣μ̣ά̣τ̣ω̣ς̣ κ̣ρ̣ο̣υ̣ο̣μ̣έ̣ν̣η̣ν̣ καί τινα ἄλλα, ἃ οὐδεὶς δύναται ἑρμηνεύειν. ἐκεῖθεν οὖν ἀπάραντες τ̣α̣ν̣ῦ̣ν̣ εἰς Βαβυλῶνα ἤλθομεν. καὶ ἐν εἰρήνῃ ὑπὸ π̣ά̣ν̣τ̣ω̣ν̣ γενόμενος τάδε σοι γέγραφα. | |
30aC(100) | ἔρρωσο, γ̣λ̣υ̣κ̣υ̣τ̣ά̣τ̣η̣ μ̣ῆ̣τ̣ε̣ρ̣. ταύτην οὖν γράψας τὴν ἐπιστολὴν Ἀλέξανδρος ἀπέστειλε τῇ μητρὶ αὐτοῦ εἰς Μακεδονίαν. | |
102 | ||
31R(t) | —denuo e codice R— | |
1 | τοῦ δὲ Ἀντιπάτρου ἐξαναστάντος Ὀλυμπιάδι τῇ μητρὶ Ἀλε‐ | |
ξάνδρου, ἐποίησεν εἰς αὐτήν, ὅπερ ἐβούλετο. τῆς δὲ Ὀλυμπιάδος πλεονάκις γραφούσης Ἀλεξάνδρῳ περὶ τοῦ Ἀντιπάτρου καὶ βουλομένης αὐτῆς διελθεῖν εἰς τὴν Ἤπει‐ | 432 | |
5 | ρον, διεκώλυεν αὐτὴν ὁ Ἀντίπατρος. τοῦ δὲ Ἀλεξάνδρου δεξαμένου τὰ γράμματα Ὀλυμπιάδος τῆς μητρὸς αὐτοῦ καὶ γνοὺς δι’ αὐτῶν τὴν ἐνεστηκυῖαν αὐτῆς λύπην ἀπέστειλεν πρὸς τὸν Ἀντίπατρον Καρτερὸν τοὔνομα εἰς Μακεδονίαν ἐπιμελήτην αὐτῆς γενόμενον. αἰσθόμενος δὲ Ἀντίπατρος | |
10 | τὴν ἐπίνοιαν Ἀλεξάνδρου καὶ τὴν ἄφιξιν Καρτεροῦ καὶ εἰδὼς τοὺς στρατιώτας ἀνακομίζοντας ἀπὸ Ἀλεξάνδρου εἰς Μακεδονίαν καὶ Θετταλίαν ἕνεκεν αὐτοῦ, ἐφοβήθη καὶ ἦλθεν εἰς δολοφονίαν Ἀλεξάνδρου, αἰσθόμενος περὶ ὧν ἔπραξεν εἰς Ὀλυμπιάδα. καὶ τοῦτο διαλογιζόμενος ἐσκεύασε φάρμακον | |
15 | δηλητήριον, ὃ οὐκ ἔφερεν ἀγγεῖον οὔτε χαλκοῦν οὔτε ὑάλινον οὔτε κεράμιον, ἀλλ’ εὐθέως ⸤ἐρρήγν⸥υτο. ἐν μολιβδίνῃ οὖν πυξίδι βαλὼν τὸ φάρ⸤μακον⸥ ὁ Ἀντίπατρος καὶ περιθάλψας ἔξωθεν ἑτέρᾳ πυξίδι σιδηρᾷ δέδωκεν τῷ ἰδίῳ υἱῷ καὶ ἀπέστειλεν τοῦτον εἰς Βαβυλῶνα Ἰούλλῳ τῷ | |
20 | πιγκέρνῃ Ἀλεξάνδρου τοῦ βασιλέως, συλλα⸤λήσασ⸥ αὐτῷ ὑπὲρ τῆς τοῦ φαρμάκου δεινότητος καὶ θανατηφόρου δυνά‐ μεως, καὶ ὡς, ἐὰν Ἀλέξανδρον διὰ τούτου ἀνέλῃ, γαμβρὸν | |
αὐτὸν ἐπὶ τῇ γνησίᾳ τούτου ποιήσειε θυγατρί. ἀφικόμενος δὲ ὁ υἱὸς Ἀντιπάτρου εἰς Βαβυλῶνα συνελάλησεν | 434 | |
25 | Ἰούλλῳ τῷ πιγκέρνῃ λάθρα περὶ τῆς τοῦ φαρμάκου δόσεως, τοῦ Ἰούλλου οὖν ἐν λύπῃ φερομένου πρὸς Ἀλέξανδρον· πρὸ ὀλίγων γὰρ ἡμερῶν παραπεσόντος Ἰούλλου, ὁ Ἀλέξανδρος ῥάβδῳ κατὰ τῆς κεφαλῆς δεδωκὼς ἐτραυμάτισεν αὐτὸν δεινῶς· ὅθεν Ἴουλλος ὀργιζόμενος Ἀλεξάνδρῳ ὑπούργησε τῷ Ἀντι‐ | |
30 | πάτρου υἱῷ πρὸς τὸ παρανόμημα. παρέλαβεν δὲ σὺν αὐτῷ Ἴουλλος Μήδιόν τινα συνηδικημένον αὐτῷ. καὶ διετάξαντο εἰς ἑαυτοὺς, πῶς δώσουσιν τὸ φάρμακον Ἀλεξάνδρῳ πιεῖν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν προσῆλθε τῷ Ἀλεξάνδρῳ ὁ ῥηθεὶς Μήδιος ἀξιῶν αὐτὸν εἰσελθεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ | |
35 | πεισθεὶς Ἀλέξανδρος τῇ τούτου δεήσει ἧκεν ἐπὶ τὸν δεῖπ‐ νον αὐτοῦ. συνανεκλίθησαν δὲ τῷ βασιλεῖ Ἀλεξάνδρῳ τινές. τὸ δὲ μέλλον γίνεσθαι διὰ το⸤ῦ⸥ φαρμά⸤κου⸥ δ⸤όλιον⸥ ἐπιβούλευμα Περδίκας ⸤μὲν⸥ καὶ Π⸤τολε⸥μαῖ⸤ο⸥ς καὶ Ὄλκιος 〈καὶ〉 Ἀντίοχος καὶ Φίλιππος καὶ Σέλευκος καὶ Φίλων καὶ | |
40 | Λυσίμαχος καὶ Εὐμένιος καὶ Σκάμανδρος οὐκ ᾔδεισαν. ⸤οἱ | |
δὲ⸥ ἄλλοι πάντες οἱ συνανακείμενοι Ἀλεξάνδρῳ μετειλή‐ φασιν τῆς παρανόμου πράξεως τοῦ φαρμάκου, δεδωκότες ὅρκους ἀλλήλοις· ἐπεθύμουν γὰρ ἤδη πραγμάτων τοῦ Ἀλεξάνδρου. ἤδη δὲ τοῦ Ἀλεξάνδρου συνανακλιθέντος | 436 | |
45 | αὐτοῖς ἐπὶ τὸ δεῖπνον προσήνεγκεν αὐτῷ ὁ Ἴουλλος ποτή‐ ριον ἄδολον. λόγου δὲ προσπεσόντος διατριβῆς ἕνεκεν τοῦ τόπου, ἤδη διεληλυθότος ἱκανοῦ χρόνου ἐπέδωκεν αὐτῷ Ἴουλλος καὶ αὖθις ἕτερον ποτήριον ἔχον τὸ φάρμακον. δεξάμενος δὲ Ἀλέξανδρος σὺν τῇ συντυχίᾳ καὶ πιὼν ἐξαίφνης | |
31R(50) | ἀνεβόησεν ὡς τόξῳ πεπληγὼς διὰ τοῦ ἥπατος. μικρὸν δὲ ἐπισχὼν χρόνον καὶ τὴν ὀδύνην καρτερήσας ἀπῄει πρὸς ἑαυτόν, ἐντειλάμενος τοῖς παροῦσιν ἐπὶ τὸν δεῖπνον μένειν. | |
52 | ||
32 | οἱ δὲ ἀγωνιάσαντες διέλυσαν παραχρῆμα τὸν δεῖπνον· καὶ παραχρῆμα ὁ ἀὴρ ἐμελανοῦτο καὶ οἱ ἀστέρες {ὡς} δίκην τὸ πραχθὲν μὴ φέροντες βλέπειν τὴν ἑαυτῶν ἤμβλυναν λαμπρό‐ τητα. ἐγνωκὼς δὲ Ἀλέξανδρος τὸ εἰς αὐτὸν πραχθέν, οἰ‐ | |
5 | μώξας σὺν δάκρυσιν ἔφη τοῖς συνανακειμένοις· „ἀνάστητε, ὦ φίλοι μου, λοιπὸν τοῦ καθεύδειν· οὐκέτι Ἀλέξανδρος μεθ’ ὑμῶν, οὐκέτι ἐν τοῖς ζῶσίν με ὄψεσθε, οὐκέτι σὺν ἐμοὶ ἐφιππεύσετε, οὐκέτι φωνῆς μου ἀκούσετε, οὐκέτι λοιπὸν σὺν ὑμῖν ἔσομαι. οἴμοι, πρὸς Ἅιδην κατεπείγομαι φθάσαι. | |
10 | καὶ, ὦ Ῥωξάνη, ἔφη, μικρὸν ἐμοὶ χαρίσαι σεαυτήν.“ καὶ | |
ὑπ’ αὐτῆς κατεχόμενος κατεκλίθη εἰς τὸ παλάτιον αὐτοῦ. ταῦτα Μακεδόνες ἅμα ἤκουσαν, τοῦ δείπνου εὐθὺς ἐξανέστησαν καὶ τὸν θρῆνον ἐκ πολλοῦ πόνου ψυχῶν ἐλεεινῶς ἐποίουν καὶ „ὦ οἷόν τι γέγονεν, ἔλεγον, καὶ τίς ἡμῶν | 438 | |
15 | ἔσβεσε τῆς ἡμέρας τὸν λύχνον; τίς τὴν τῶν Μακεδόνων κατα‐ βαλεῖν ἠθέλησεν δύναμιν; τίς δὲ καὶ τὴν ἡμῶν χαρὰν εἰς πένθος μετέστρεψεν; διατί δὲ καὶ ἡ ἑσπέρα ταύτη γέγονεν ἡ παγκάκιστος καὶ φονεύτρια; διατί δὲ καὶ ὁ ταῦτα κατα‐ τολμήσας παραχρῆμα ἀνάρπαστος οὐκ ἐγεγόνει, ἀλλὰ τελευ‐ | |
20 | τήσαντος Ἀλεξάνδρου αὐτὸς τοῖς ζῶσιν συνῇ;“ λοιπὸν Μακεδόνας ἔλαβον θρῆνος καὶ μέλος καὶ οὐαί, καὶ ἐν τού‐ τοις πᾶσιν ἡ νὺξ ἐτελέσθη. τῇ ἐπιούσῃ δὲ Ἀλέξανδρος ἐπὶ τὸ χεῖρον προέκοπτεν· ἐκέ‐ λευσε δὲ Περδίκαν, Πτολεμαῖον καὶ Λυσίμαχον ἐλθεῖν πρὸς | |
25 | αὐτόν. εἶπε δέ, ἄλλος τις μὴ εἰσέλθῃ σὺν αὐτοῖς, ἄχρις ἂν διαθήσεται. ἐξαίφνης δ’ ἐκ τῶν Μακεδόνων ἐγένετο βοὴ καὶ συνδρομὴ πρὸς τὴν αὐλὴν τοῦ παλατίου Ἀλεξάνδρου ἐπὶ τὸ ἀνελεῖν τοὺς σωματοφύλακας αὐτοῦ, εἰ μὴ δείξωσιν αὐτοῖς τὸν βασιλέα. τοῦ δὲ Ἀλεξάνδρου πυνθανομένου περὶ | |
30 | τοῦ θορύβου προσῆλθεν αὐτῷ Ἀντίοχος καὶ ἐδίδαξεν αὐτὸν τὸ λεγόμενον ὑπὸ τῶν Μακεδόνων. προσέταξεν δὲ Ἀλέξανδρος τὴν κλίνην αὐτοῦ ἐπαρθῆναι καὶ τεθῆναι εἰς ἕνα τόπον ὑψηλόν, ὥστε πᾶσαν τὴν δύναμιν τῶν στρατευμάτων πορευο‐ | |
μένους ὁρᾶν αὐτὸν εἰς ἁγιασμόν. τούτου δὲ γενομένου | 440 | |
35 | εἰσεπορεύοντο οἱ Μακεδόνες μόνοι καὶ ἐθεώρουν αὐτόν. καὶ οὐκ ἦν, ὃς οὐκ ἐδάκρυεν τὸν τηλικοῦτον βασιλέα Ἀλέξανδρον κατακείμενον βλέπων ἡμιθανῆ. ἀνὴρ δέ τις ἐξ αὐτῶν τὰ μὲν εἴδη οὐκ ἀπρεπής, ἰδιώτης δέ, ἐλθὼν πλησίον τῆς κλίνης Ἀλεξάνδρου εἶπεν· „ἐπ’ ἀγαθῷ | |
40 | μέν, Ἀλέξανδρε βασιλεῦ, Φίλιππος ὁ πατήρ σου ἦρξεν, ἐπ’ ἀγαθῷ τε καὶ σύ, βασιλεῦ. σὺ μὲν προλαμβάνεις ἡμᾶς. καλὸν μὲν οὖν ἡμᾶς σὺν σοὶ ἀποθανεῖν τῷ ποιήσαντι Μακε‐ δονίαν πόλιν ἐλευθέραν.“ τοῦ δὲ Ἀλεξάνδρου δακρύσαντος ἅπαν τὸ πλῆθος θρήνου καὶ οὐαὶ ἐπεπλήρωτο. ὁ δὲ Βουκέφα‐ | |
45 | λος ἵππος μέσον πάντων δρομαῖος εἰσῆλθε καὶ πλησίον Ἀλεξάνδρου ἐπιστὰς ἤρξατο τοῖς δάκρυσιν καταλούειν τὴν κλίνην. κοπετὸς δὲ γέγονεν μέγας Περσῶν ὁμοῦ καὶ Μακε‐ δόνων ἐπὶ τῇ τοῦ ἵππου δακρυρροίᾳ. | |
48 | ||
33 | γνοὺς δὲ Ἀλέξανδρος ἑαυτὸν ἤδη τελευτᾶν ἔδοξεν ἐπιστολὴν γράψαι τῇ μητρὶ αὐτοῦ. τὰ δὲ τῇ ἐπιστολῇ ἐμφερόμενά εἰσιν τάδε· „Ἀλέξανδρος ὅ ποτε ὢν βασιλεύς, ὃς πᾶσαν | |
περιενόστησεν γαῖαν, πλείστας τε χώρας καὶ πόλεις τῷ | 442 | |
5 | δόρατι ἐνήλατο· ἀπὸ γὰρ δυσμῶν ἐπὶ ἀνατολὰς ἐπειγόμενος, οὐκ ἦν τῇ τύχῃ αὐτοῦ ὁ ἀνθιστάμενος ἐν τῇ ὑφ’ ἡλίῳ οἰ‐ κουμένῃ· ἔπειτα τὴν ἀοίκητον ἐπιβὰς πολλοὺς ὑπέστη κιν‐ δύνους, χώρας ἀγρίων ἀνθρώπων διερχόμενος. διῆλθον δὲ μακάρων νήσους καὶ τὴν σκοτεινοτάτην γαῖαν διεπορεύθην, | |
10 | ὡσεὶ πορείας ἡμερῶν πολλῶν· καὶ μέχρι θείας τινος ὀπτα‐ σίας οὐ παρεκελεύσθην ὑποστραφῆναι, ἀλλ’ ὁδεύειν τοῖς ἔμπροσθεν καὶ θεωρεῖν ἐξαίσια πράγματα. ἀνθυποστραφεὶς δὲ Πῶρον ἀπέκτεινα τὸν τῶν Ἰνδῶν βασιλέα. εἶθ’ οὕτως μέχρι τῆς ἐσχάτου διώδευσα θαλάσσης, ἔνθα | |
15 | ἡλίου ὀνομάζεται χώρα. ἐκεῖθεν δὲ διελθόντες μετ’ Εὐρυμίθρους ἐπολεμήσαμεν. καὶ τοῦτον ἡττήσαντες κατεδίωξα ὄπισθεν αὐτῶν καὶ ἐξή‐ γαγον αὐτοὺς ἐκ τῆς ἰδίας γῆς καὶ κατέκλεισα αὐτοὺς ἐν | |
τῷ μὴ τέλος ἔχοντι πεδίῳ τοῦ Βορρᾶ. ἐπεκαλεσάμην δ’ | 444 | |
20 | αὐτὸς κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς συνελθεῖν μοι εἰς βοήθειαν, ὃς οὐ παρεῖδέ μου τὴν δέησιν, ἀλλ’ αὐτίκα συνήγαγε δύο μαζοὺς τοῦ Βορρᾶ καὶ ἀπέκλεισε τ̣ὴ̣ν̣ ἄ̣ν̣οδον τούτων. ἔνθα καὶ αὐτὸς πύλας ἔπηξα μετὰ ἀσ̣ι̣κ̣ή̣του. καὶ βάτον ἐφύτευσα, ὃν οὐ δυνήσονται ὑπερβῆναι μέχρις | |
25 | ὅτε̣ πληθυ̣σ̣θείη ἡ̣ ἁ̣μ̣αρτία̣ ἐπὶ τῆς γῆς, τότε ἂ̣ν̣ ἐ̣ξ̣άξει αὐτοὺς ὁ θεὸς εἰς ἐξολόθρευσιν πάντων τῶν ζώντων. [ ] ἐκείνου μητρός· δ⸤έδωκεν δὲ καὶ Ῥωξάνην τὴν ἑαυτ⸥οῦ γυναῖκα, εἰπὼν ταύτην ⸤ἀποκομίζαι πρὸ⸥ς Ὀλυμπιάδα σὺν τῇ μητρὶ αὐτῆς ⸤καὶ παντὶ τῷ πλού⸥τῳ αὐτῶν· καὶ τῆς | |
30 | ἀγά̣π̣η̣ς̣ ἀμφ̣ο̣τέρων τὸν ὅρον μὴ ἀθετήσῃς. | |
30 | ||
33C(31t) | —alia e codice C— | |
32 | ἐκεῖθεν δὲ πάλιν ἀνθυποστρέψας, ὡς γέγραφά σοι ἐν τῇ δευτέρᾳ μου ἐπιστολῇ, τὴν παράλιον διώδευσα ὁδόν. ἐν τούτῳ κατασκοπεῦσαι τὸν τόπον Ἀμαστρίδος τῆς πόλεως | |
35 | ἠθέλησα. καὶ ἐπεγνώσθην παρὰ τῆς βασιλίσσης Κανδάκης, ἥτις ἵλεώς μοι ἐγένετο καὶ ὡς μήτηρ μου ἀνεδείχθη. καὶ οὐκ ἀπέδωκέ μοι κακὰ ἡ ὄντως καλὴ ἕνεκεν ἑνὸς μικροῦ ἀγαθοῦ, ὃ ἐποίησα εἰς Κανδαύλην τὸν υἱὸν αὐτῆς, ὅτι ἐρρυσάμην αὐτὸν σὺν γυναικὶ καὶ πλούτῳ καὶ στρατῷ ἐκ | |
40 | χειρὸς Εὐαγρίδου τοῦ τυράννου τῶν Βεβρύκων. καὶ ἡ πολέ‐ μιος γυνὴ τὸ ἐν ἐμοὶ ᾤκτειρε νέον. οἱ δὲ σὺν ἐμοὶ, τῶν ἐμῶν ἀπολαβόντες ἀγαθῶν, πικρῷ καὶ ἀνελεεῖ με παραπέμπουσι θανάτῳ, μὴ οἰκτειρίσαντές με τὸ σύνολον, μῆτερ ἐμή. καὶ ἐπὰν τῷ νεύματι τῆς ἄνω προνοίας | |
45 | τὸν σύμπαντα κατεκυρίευσα κόσμον, τανῦν οὐ συγκεχώρημαι | |
παρὰ τῶν ἐμῶν τὴν ἐμὴν καταλαβέσθαι πατρίδα, καὶ σὲ, ὦ μῆτέρ μου, θεασάμενος τὸ λοιπὸν τῆς ζωῆς μου διατελέ‐ σωμεν ἄμφω. λοιπὸν, μῆτερ ἐμή, γνῶθι τοῦ λοιποῦ ἄτεκνον εἶναί σε. | 446 | |
33C(50) | οὐκέτι γάρ με θεωρήσεις οὔτε τῆς φωνῆς μου ἀκούσεις, ἀλλ’ οὐδ’ ἐπιστολὴν ἑτέραν παρὰ Ἀλεξάνδρου δέξῃ. τὸ γὰρ ἀπο‐ δημεῖν με ἐφικτὸν ἦν, ἐν δὲ τῇ νῦν ἀποδημίᾳ δυσχεραίνω, ὦ φίλη μοι μῆτερ· πρὸς γὰρ χρονιωτάτην καὶ ἀνήλιον καὶ ἀνυπόστροφον στρατείαν ἀπέρχομαι καθὼς πᾶσιν ἀσυγχώρητος. | |
55 | λοιπὸν δὲ ἔχε, ὦ μῆτέρ μου, τήνδε τὴν ἐπιστολὴν ἀντὶ ἐμοῦ καὶ ἀνάγνωθι εἰς τὸ ἐπίλοιπον τῆς ζωῆς σου καὶ θρήνοις μνημόνευε στέρησιν τέκνου.“ εἴθ’ οὕτως διανέμει τὴν ἀρχὴν ὁ Ἀλέξανδρος τοῖς ἑαυτοῦ ἄρχουσι, ἤγουν Σελεύκῳ, Πτολεμαίῳ τῷ Φιλίππῳ, Ἀντιόχῳ, | |
60 | Φίλωνι τῷ Βύζᾳ· Σέλευκον μὲν Πέρσαις καὶ Ἰνδοῖς βασιλεύ‐ ειν, Φίλιππον δὲ τὸν καὶ Πτολεμαῖον Αἴγυπτον ἄρχειν, Ἀντίοχον δὲ τὴν μέσην γαῖαν τῶν Ἀσσυρίων, Φίλωνα δὲ τὸν καὶ Βύζαντα τὴν Μακεδονικὴν διέπειν ἀρχήν, τὰ περὶ Ὀλυμπιάδος πλεῖστα παραινέσας αὐτῷ. κατασφαλισάμενος | |
65 | αὐτὸν ὅρκοις εἰς ἅπαν αὐτῆς συμφέρον, καὶ θελήσειν καὶ ἐπιμελῶς αὐτὴν διακεῖσθαι ὡς υἱὸν αὐτῆς. δέδωκε δὲ καὶ Ῥωξάνην τὴν ἑαυτοῦ γυναῖκα εἰπὼν αὐτῷ πρὸς Ὀλυμπιάδα τὴν ἑαυτοῦ μητέρα ταύτην ἀποκομίσαι σὺν τῇ μητρὶ αὐτῆς καὶ παντὶ τῷ πλούτῳ αὐτῶν. | |
68 | ||
33R(70t) | —denuo e codice R— | |
71 | .... καὶ παντὶ τῷ πλούτῳ αὐτῶν, ἐπορκισάμενος αὐτῷ τῆς | |
τῶν ἀμφοτέρων ἀγάπης ὅρον, μὴ ἀθετῆσαι τὰ διατεταγμένα. ὡς δὲ ἐτέλεσεν τοῦ λέγειν προσκαλεσάμενος ἅμα τὸ Μακεδο‐ νικὸν στράτευμα, ἑνὶ ἑκάστῳ μετὰ δακρύων περιπλεκόμενος | 448 | |
75 | κατησπάζετο. ὡς δὲ πάντας ἐτέλεσεν ἀσπαζόμενος, ὁ Πολυκράτους εἰσέρχε‐ ται παῖς καὶ λίαν ἀλκιμώτατος καὶ πᾶσιν εὐδοκιμήσας τοῖς πολεμίοις καὶ τῷ Ἀλεξάνδρῳ ποθητὸς τυγχάνων. καὶ περι‐ πλακεὶς τῷ Ἀλεξάνδρῳ οὐκ ἠβούλετο ἐξ αὐτοῦ διελθεῖν | |
80 | δεινῶς ὀλοφυρόμενος καὶ ᾀσμάτων θρῆνον ποιούμενος. ἐδόκει καὶ ἡ γῆ σὺν αὐτῷ πενθεῖν. μάλιστα δὲ τοῦ παιδὸς πρὸς τὸν Βουκέφαλον ἵππον ἀντιστραφέντος καὶ γοερῶς ἐπιφθεγξαμένου ὡς „καὶ σὺ δυστυχής, δοκέω, εἶναι, ἄλλον ὡς ἀπώλεσας Πήγασος Βελερόφοντα· κρείσσων γὰρ γέγονας Πηγάσου ἐν τοῖς | |
85 | ἵπποις, καὶ κρείσσων Ἀλέξανδρος Βελερόφοντος. οἴμοι, τίνα δέξῃ τὸν ἀναβάτην; ποίοις ὀφθαλμοῖς τις ἐμβλέψαι δυνηθείη Βουκέφαλον ἔχοντα ἄλλον ἱππέα;“ ταῦτα δὲ Χαρ‐ μίδης μετ’ ὀδυρμῶν ἔλεγεν· καὶ ὁ ὄχλος ἐκόπτετο σφόδρα· καὶ ὁ Ἀλέξανδρος τὸν παῖδα ἀπολῦσαι οὐκ ἤθελεν, ἀλλ’ ἦν. | |
90 | αὐτοῦ ἐπικείμενος τῷ τραχήλῳ. ὁ δὲ Ἀλέξανδρος μέλλων ἐκ‐ πνέειν τόνδε τὸν λόγον ἔφη· „ὃς τὴν ἅπασαν οἰκουμένην διῆλθον ἀοίκητόν τε καὶ σκοτεινώδη γαῖαν, φυγεῖν οὐκ ἐξίσχυσα τὴν εἱμαρμένην· | |
95 | κύλιξ δὲ μικρὰ τῷ θανάτῳ προδίδοι νέκυσι προπέμπουσα φαρμάκου μίξει. βλέπων δὲ στρατὸς θανεῖν βιαζόμενον βοηθῆσαι θέλοντες ἀδυνατοῦσιν. | |
λοιπὸν ἐν Ἅιδει κείσομαι τεθαμμένος.“ | 450 | |
33R(100) | καὶ ταῦτα εἰπὼν παρεκάλεσεν πάντας ἐν τῇ κατ’ Αἴγυπτον ταφῆναι Ἀλεξανδρείᾳ καὶ ὑπὸ πάντων τῷ τάφῳ παραπεμφθῆναι, μετὰ δὲ τὸ ταφῆναι αὐτὸν ἕκαστος τῇ ἀφορισθείσῃ αὐτῷ ἀπελθεῖν βασιλείᾳ. παρακαλέσας πάντας καὶ ἐπορκισάμενος μηδένα τῶν διατεταγμένων ἀθετῆσαι, ὃς τοῖς Μακεδόσιν ἦν | |
105 | περισκοπῶν καὶ πονῶν τὴν ψυχὴν περὶ αὐτῶν, ἐπὶ Χαρμίδους οὖν ἐπικείμενος τῷ τραχήλῳ. τοῦ Βουκεφάλου πρὸς τοῖς ποσὶν αὐτοῦ ἱσταμένου ἐφαπλοῖ τὴν χεῖρα Ἀλέξανδρος καί φησιν· „ὡς καὶ σὺ τῇ ἐμῇ τύχῃ ἦσθα γεγενημένος, ἵνα δι’ ἐμοῦ καὶ σὺ δυστυχήσῃς· ἐν γὰρ τοῖς πολέμοις εἶχόν σε | |
110 | συναγωνιζόμενον. τανῦν δὲ ἐν τῷδε μοι τῷ θανατηφόρῳ οὐ συναγωνίζῃ πολέμῳ. δοκεῖ δέ μοι, ὥστε θέλων βοηθῆσαι οὐ δύνασαι.“ ταῦτα τοῦ Ἀλεξάνδρου πρὸς τὸν Βουκέφαλον σὺν δάκρυσιν λεγόντος ὁ σύμπας ἀνῴμωξεν στρατός, ὥστε μεγίστη γέγονε | |
115 | βοή. ὁ δὲ τὸ φάρμακον σκευάσας δόλιος δοῦλος καὶ ὁ τὴν τῶν πάντων ἐπιβουλευσάμενος ζωὴν δόξας Ἀλέξανδρον τελευ‐ τῆσαι δρομαίως ἐπέρχεται θεασάμενος. Βουκέφαλος δὲ τοῦτον ἰδών, τὸ κατηφὲς καὶ στυγνὸν εὐθὺς ἀπορριψάμενος ὥσπερ τις τῶν λογικῶν τε καὶ γνωστικωτάτων ἀνθρώπων—οἶμαι δὲ | |
120 | καὶ παρὰ τῆς ἄνω προνοίας—τὴν τοῦ δεσπότου ἐκδίκησιν ἐποιήσατο. καὶ μέσον πάντων ἐπιδραμὼν καὶ τὸν δοῦλον ἐκεῖνον δραξάμενος τοῖς ὀδοῦσι καὶ ἄντικρυς Ἀλεξάνδρου τοῦτον ἀγαγὼν καὶ ἐκτινάσσων ἐπὶ τούτῳ φοβερῶς ὠρύετο, ὡς ἐκδικῶν τὸν κύριον αὐτοῦ. καὶ οὕτως ποιῶν μεταρσίῳ δὲ | |
125 | πηδήματι εἰς ὕψος ἀρθεὶς παραχρῆμα δὲ σὺν τῷ δολίῳ δούλῳ ἐκείνῳ καὶ δυσπίστῳ προσρήξας τῇ γῇ. παρευθὺς ὁ | |
μὲν δόλιος διεσκορπίσθη· ὡς ἄν τις εἴπῃ χιὼν νότιος ἀφ’ ὑψηλοῦ καταπεσοῦσα στέγους, οὕτως ἐγένετο ἐνώπιον πάντων. ὁ δὲ ἵππος ἐγερθεὶς καὶ χρεμετίσας μικρὸν ἔμπροσ‐ | 452 | |
130 | θεν Ἀλεξάνδρου καὶ πεσὼν εὐθέως ἐξέψυξεν τὴν πνοὴν ἐπαφήσας, ὥστε τὸν Ἀλέξανδρον ἐπὶ τούτῳ μειδιᾶσαι. καὶ σὺν τῷ μειδιάσματι ἐγένετο περὶ τὸν ἀέρα ὀμίχλη, καὶ ἐφάνη μέγας ἀστὴρ κατερχόμενος ἀπὸ τοῦ οὐρανοῦ ἐπὶ τὴν θάλασσαν καὶ σὺν αὐτῷ ἀετός· καὶ τὸ | |
135 | ἄγαλμα τοῦ ἐκ Βαβυλῶνος Διὸς ἐκινήθη. ὁ δὲ ἀστὴρ πάλιν ἀνῆλθεν εἰς τὸν οὐρανόν, ἠκολούθησε δὲ αὐτῷ καὶ ὁ ἀετός. κρυβέντος δὲ τοῦ ἀστέρος εἰς τὸν οὐρανὸν εὐθέως ἐκοιμήθη Ἀλέξανδρος τὸν αἰώνιον ὕπνον. ἔκλαυσαν οὖν αὐτόν, ὡς ἔθος ἦν, ἥ τε Ῥωξάνη ἡ γυνὴ αὐτοῦ | |
140 | σὺν τῇ μητρὶ αὐτῆς καὶ οἱ φίλοι αὐτοῦ ὅ τε Πτολεμαῖος καὶ Σέλευκος Ἀντίοχός τε καὶ Φίλων καὶ Χαρμίδης ὁ ἠγαπη‐ μένος αὐτῷ σὺν παντὶ τῷ Μακεδονικῷ καὶ Περσικῷ στρατῷ. | |
141 | ||
34 | μετὰ δὲ τοῦ κλαυθμοῦ οἱ Πέρσαι μάχονται μετὰ τῶν Μακε‐ δόνων βουλόμενοι τὸν Ἀλέξανδρον ἐν Περσίδι τῇ χώρᾳ αὐτῶν μετακομίσασθαι καὶ Μίθραν ἀναγορεῦσαι. οἱ δὲ Μακεδόνες ἀντεποιοῦντο βουλόμενοι ἀναλαβεῖν αὐτὸν εἰς Μακεδονίαν. | |
5 | λέγει οὖν αὐτοῖς Φίλιππος ὁ Πτολεμαῖος· „ἔστιν μαντεῖον τοῦ Βαβυλωνίου Διός. παρ’ αὐτῷ οὖν ληψόμεθα χρησμὸν τοῦ σώματος Ἀλεξάνδρου, ποῦ ἂν καταστήσωμεν αὐτό.“ ἐχρημά‐ τισεν δὲ αὐτοῖς ὁ τοῦ Διὸς χρησμὸς οὕτως· „ἐγὼ φράσω τὰ συμφέροντα πᾶσιν. ἔστι πόλις ἐν Αἰγύπτῳ τοὔνομα Μέμφη· | |
10 | κἀκεῖ ἐνθρονίζειν τοῦτον.“ τοῦ δὲ χρησμοῦ δοθέντος οὐδεὶς οὐκέτι ἐλάλησε· λαβόντες δὲ πάντες ὁμοῦ, ὥστε τῶν Περσῶν καὶ Μακεδόνων ἔξαρχοι τὸ τοῦ Ἀλεξάνδρου σῶμα ἤγαγον ἐν τῇ κατ’ Αἴγυπτον Ἀλε‐ ξανδρείᾳ ἐν μολυβδίνῃ λάρνακι ἐσμυρισμένον. κακεῖσε | 454 |
15 | αὐτὸν θάπτουσιν ἐν τῷ ὑπ’ αὐτοῦ οἰκοδομηθέντι ἀστείῳ. ἐκεῖσε δὲ αὐτοῦ στήλην ἐκ λίθων φεγγίτων ἀναστήσαντες ἀφομοιώσαντες αὐτῷ τὸν ἐν τῷ καιρῷ τοῦ θανάτου γέλωτα καὶ Χαρμίδην τῇ χειρὶ ἐπικείμενον, ὥστε τοσοῦτον ἦν αὐτῷ ὁμοίωμα, ὡς ἐκεῖνον αὐτὸν εἶναι Ἀλέξανδρον θρήνου | |
20 | καὶ δέους ἐπίδειξιν ἔχοντα. οὕτω δὴ Ἀλέξανδρος πολεμῶν καὶ μαχόμενος καὶ ἐπαρθεὶς τῇ δόξῃ καὶ τῇ φρονήσει καὶ τῇ ἀνδρείᾳ ὑπὲρ πᾶσαν γενεὰν βασιλέων, οὐκ ἔφθασε διαπεράνας τὸν βίον καὶ τὸ ἀπρονό‐ ητον τοῦ θανάτου, ἀλλὰ τῆς τοιαύτης βασιλείας ὁ παμμέ‐ | |
25 | γιστος βασιλεὺς τὸ τῆς δόξης ἐάσας γέρας ἐξῆλθε τὸν βίον. | 456 |
35 | ἔζησε δὲ Ἀλέξανδρος ἔτη τριάκοντα δύο. ἐβίωσε δὲ οὕτως· ἀπὸ εἴκοσι ἐτῶν ἐβασίλευεν. ἐπολέμησε δὲ ἔτη δώδεκα. ἔκτισε πόλεις δώδεκα· Ἀλεξάνδρου τὴν κατ’ Αἴγυπτον κειμένην, | |
5 | Ἀλεξάνδρου τὴν πρὸς Ὀρπάς, Ἀλεξάνδρου τὴν Κράτιστον, Ἀλεξάνδρου τὴν Σκυθίαν, Ἀλεξάνδρου τὴν ἐπὶ Κρηπίδος ποταμοῦ, Ἀλεξάνδρου τὴν ἐπὶ Τρωάδος, | |
10 | Ἀλεξάνδρου τὴν ἐπὶ Βαβυλῶνα, Ἀλεξάνδρου τὴν ἐπὶ Περίας, Ἀλεξάνδρου τὴν ἐπὶ 〈Βου〉κέφαλον ἵππον, Ἀλεξάνδρου τὴν ἐπὶ Πῶρον, Ἀλεξάνδρου τὴν ἐπὶ τὸν Τίγριν ποταμόν, | |
15 | Ἀλεξάνδρου τὴν ἐπὶ Μεσάγγιστα καλουμένην. ἐγεννήθη δὲ ὁ Ἀλέξανδρος μηνὶ Ἰαννουαρίῳ νεομηνίᾳ ἀνατολῆς οὔσης ἡλίου. ἐτελεύτησε δὲ μηνὶ Ἀπριλλίῳ νεο‐ μηνίᾳ δυσικοῦ ὄντος ἡλίου. καὶ ἐκάλεσαν τὴν ἡμέραν τῆς τελευτῆς αὐτοῦ νεόμαγα διὰ τὸ τὸν Ἀλέξανδρον νέον τετε‐ | |
20 | λευτηκέναι. ἐτελεύτησε δὲ Ἀλέξανδρος ἐν τῷ πεντακισχι‐ λιοστῷ ἑκατοστῷ ἑβδομηκοστῷ τ̣ρ̣ί̣τ̣ῳ̣ ἔτει τοῦ κόσμου· ἤγουν ἀπὸ τῆς τελευτῆς Ἀλεξάνδρου ἕως τῆς τοῦ θεοῦ λόγου ἐκ | |
παρθένου σαρκώσεως ἔτη τριακόσια εἴκοσι τέσσαρα. ὑπέταξε δὲ πλήθη ἐθνῶν πολλῶν· πρῶτον μὲν Ἕλληνας, Ἴβη‐ | 458 | |
25 | ρας, Ἀβάρους, Σκλάβους, Μαύρους, Μαυρεντιανούς, Ὀνο‐ γούρους, Τετραγούρους, Τετρακάτους, Μονοκεράτους, Σικί‐ ονας, Κανζιότας, Κανζήτας, Ῥυσπηρήτας, Χαρουρίτας, Ὀφιομάγους, Ὀφιόποδας, Ἐλεφαντινόποδας, Σκηβρυότας, Ἐξαμάρους, Λογγιβάρδους, Λεβεσεντιανούς, Ἐβρίδας, | |
30 | Δερματησίους, Ἀβάσγους, Ἀρμενίους, Ῥουσίους, Ὄχλους, Σαρακηνούς, Σύρους, Ἀλανούς, Ἐβρεπάους, Ἐβρεξάους, Ἑξαχείρους, Ἑξαστίχους, Λωροπόδους, Ὑποφαλαγγίους, Πρίσκους, Λακούς, Πολύποδας, Πατησόφους, Λέβεις, Λυκοκρά‐ νους, Κυοκεφάλους (sic), Λοκομίτας, Ὀστρικούς, Πανζήτας, | |
35 | Δελεήμας, Σανδαλεῖς, Κανσάδεις, Κασανδριώτας, Αἰγιώτας, Ὑποβιώτας, Ὑποβοτίους, Ἰνδούς, Σινδιανούς, Σουγδάους, Βαρμαίους, Αἰγυπτίους 〈σὺν〉 τοῖς κατοικοῦσιν τοῖς σκοτεινοῖς τόποις, Ἑβραίους, Θρυμβήτας, Κούσκους, Χα‐ ζάρους, Βουλγάρους, Χουνάβους, Πίνσας, Αἰθίοπας καὶ | |
40 | Ῥωμαίους τοὺς νικήτορας στρατιώτας. τοὺς δὲ λοιποὺς χωρὶς πολέμου ὑπετάξαμεν· καὶ φόρους ἐτέλεσαν. Ἀμήν. | |
41 | ||
35C(42t) | —e codice C— | |
43 | Στίχοι ἰαμβικοὶ εἰς Ἀλέξανδρον· Οὐδὲν τὰ φαιδρὰ τοῦδε τοῦ κόσμου, φίλε. | |
45 | Πρὶν γὰρ φανοῦσιν, ἀφανίζονται τάχει Ὡς ἄνθος, ὡς ἄγρωστις, ὡς σκιᾶς ὄναρ. Τὰ χείρονα στέργουσι κρειττόνων πλέον. Θᾶττον πρὸ ὥρας τὰ καλὰ παρατρέχει. Οὐδὲν τὸ καινὸν τῆς τροπῆς ταύτης, ξένε· | |
35C(50) | Ἀνθεῖ μόλις, φθῇσι δέ, φθάνει ταχέως Ἄκανθα· δυσώδης γὰρ ἢ κεντοφόρος Ἐβλάστησε, τέθηλεν αὐτῆς τὸ κλέος. Ἓν ἦμαρ ἠφάνισε ταῦτα πολλάκις Κενούς τε κατέλειψαν αὐτῶν δεσπότας. | 460 |
55 | Ἐντυγχάνει μόνιμον, ἄφθιτον κλέος Ἡ ἀρετή, ἧς καὶ χρόνος πανδαμάτωρ Γνώμην ἀγαθὴν δαμάσαι οὐκ ἰσχύει. Θέλεις τοιγαροῦν παρ’ ἐμοῦ μαθεῖν, ξένε, Πρὸς τί ταῦτα ἔλεξα πρός σε; νῦν μάθε· | |
60 | Βασιλεὺς Ἀλέξανδρος ὁ κοσμοκράτωρ, Ὀλυμπίας ὁ βλαστός, εὐανθὲς ῥόδον, Ἐκ βασιλικῶν αἱμάτων βεβαμμένον, Ἥρως βριαρός, γεννάδας, θυμολέων, Οὗ τὴν σπάθην ἔφριξαν ἰταμῶν φῦλα, | |
65 | Οὗ τὸ δόρ’ ἐτρόμαξε Περσῶν ἡ φάλαγξ, Ὃς βαρβάροις ἅπασι πρηστὴρ ἐπῆλθεν, Τετραμερῆ κλίματα, τὴν γῆν, οἰκοῦσιν· Οὗτος φαεινὸς ὀφθεὶς τοῖς Μακεδόσι, Βαβαί. πρὸ ὥρας ἐξέλιπεν, ἐκρύβη, | |
70 | Ὡς ὑπὸ τὸν μόδιον ἔκλαμπρος λύχνος. | 462 |