TLG 1386 004 :: HISTORIA ALEXANDRI MAGNI :: Recensio γ (lib. 2)

HISTORIA ALEXANDRI MAGNI Narr. Fict., vel Pseudo–Callisthenes
(Varia)

Cf. et ANONYMI HISTORICI in FGrH (1139 007)

Recensio γ (lib. 2)

Source: Engelmann, H. (ed.), Der griechische Alexanderroman. Rezension γ. Buch II [Beiträge zur klassischen Philologie 12] Meisenheim am Glan: Hain, 1963: 152–328.

Citation: Section — (line)

7

Δαρεῖος δὲ συνήθροιζε τοὺς ἡγεμόνας πρὸς πόλεμον καὶ συνεβουλεύετο, τί δέον αὐτοῖς ἐστιν πρᾶξαι. ἔλεγε δὲ Δαρεῖος· “ὡς ὁρῶ κατὰ προσθήκην ὁ πόλεμος εἰς δύναμιν ἐπιβαίνει. κἀγὼ μὲν Ἀλέξανδρον λῃστρικὰ φρονεῖν ὑπενό‐
5ουν, αὐτὸς δὲ βασιλικὰ ἔργα ἐπιχειρεῖ. καὶ καθὼς ἡμεῖς μεγάλοι δοκοῦμεν εἶναι Πέρσαι, μείζων Ἀλέξανδρος τυγχάνει τῇ πολλῇ φρονήσει· ἡμᾶς δὲ πέμψαι αὐτὸν σκῦτονκαὶ σφαῖραν ἐπὶ τὸ παίζειν καὶ παιδεύεσθαι· ὥστε σκεψώ‐ μεθα τὰ συμφέροντα εἰς ἐπανόρθωσιν τῶν πραγμάτων, μὴ
10ἐξουθενοῦντες ὡς μηδὲν εἶναι τὸν Ἀλέξανδρον καὶ ἐπ‐ αιρόμενοι τῇ τηλικαύτῃ τῶν Περσῶν βασιλείᾳ καθ’ ὅλης τῆς γῆς καταληφθῶμεν. καὶ δέδοικα μὴ τοῦ ἐλάττονος τα‐ πεινότερον εὑρεθῇ, † τοῦ καιροῦ καὶ ἡ τῆς προνοίας μετα‐ βολὴ τοῦ διαδήματος παραχωρήσης †. καὶ νῦν συμφέρον
15ἡμῖν ἐστιν 〈 〉, ἵνα τῶν ἰδίων βαρβάρων ἄρχωμεν καὶ μὴ ζητοῦντες Ἑλλάδα λυτρώσασθαι ἀπολέσω‐ μεν καὶ τὴν Περσίαν.” Ὀξυδέλκυς δὲ ὁ ἀδελφὸς Δαρείου λέγει πρὸς αὐτόν· “ἤδη μέγαν ποιεῖς τὸν Ἀλέξανδρον καὶ θάρσος αὐτῷ παρέχεις ἐπιβῆναι τῇ Περσίδι, παραχωρήσας
20αὐτῷ τὴν Ἑλλάδα; μίμησαι οὖν καὶ αὐτὸς τὸν Ἀλέξανδρον καὶ οὕτως κατακρατήσεις τὴν βασιλείαν. ἐκεῖνος γὰρ οὔτε στρατηγοῖς οὔτε σατράπαις κατεπιστεύσατο τὸν πόλεμον ὥσπερ σύ, ἀλλὰ πρῶτος ὁρμῶν εἰς τοὺς πολέμους καὶ προασ‐ πίζων τὸ στρατόπεδον αὐτοῦ· καὶ μαχόμενος ἀποτίθεται τὴν
25βασιλείαν, νικήσας δὲ ἀναλαμβάνει τὸ βασίλειον.” ὁ δὲ
Δαρεῖος αὐτῷ εἶπεν· “τί οὖν αὐτὸν μιμήσομαι;” καὶ εἶ‐ πεν αὐτῷ ἕτερος στρατηγός· “πάντων περιγενόμενος ὁ Ἀλέ‐ ξανδρος καὶ μηδὲν ὑπερτιθέμενος, ἀλλὰ πάντα γενναίως ποι‐ ῶν κατὰ τὴν γενναίαν αὐτοῦ τόλμαν, τέλος τὸ τῆς νίκης διά‐
30δημα περιτίθεται. ὥστε οὖν καὶ σύ, βασιλεῦ, μίμησαι τοῦτον· ἔστιν γὰρ ὑπὸ τὴν χεῖρα σοῦ ἔθνη πάμπολλα, Πέρσαι καὶ Πάρ‐ θοι καὶ Μῆδοι καὶ Ἐλυμεναῖοι οἱ καὶ Βαβυλώνιοι καὶ τῶν κατὰ τὴν Μεσοποταμίαν καὶ Ἰβήρων χώραν καὶ μέσων Ταβακ‐ τῶν καὶ Ταηρῶν τὸ ὄνομα σοῦ ἐστιν· στράτευσον οὖν ἐξ αὐτῶν
35ἄπειρα πλήθη, εἰ δυνατόν ἐστίν σοι καὶ τοὺς θεοὺς ἔχειν εἰς συμμαχίαν καὶ ἡττῆσαι τοὺς Ἕλληνας· μέντοιγε τῷ πλή‐ θει τῶν ὅπλων θαμβήσομεν τοὺς πολεμίους ἡμῶν.” ἀκούσας δὲ ταῦτα Δαρεῖος εἶπεν· “καλῶς συνεβούλευσας· μία γὰρ ἐν‐ θύμησις Ἑλλήνων κατανικᾷ τοὺς ὄχλους τῶν βαρβάρων, ὥσπερ
40καὶ εἷς λύκος βαρὺς ἀγέλην ποιμνίων ἀποδιώκει.” καὶ οὕ‐ τως εἰπὼν Δαρεῖος κελεύει συναθροίζεσθαι τὰ πλήθη.
41

8

ὁ δὲ Ἀλέξανδρος διοδεύσας διὰ τῆς Κιλικίας ἦλθεν ἐπὶ τὸν ποταμὸν τὸν λεγόμενον Ὠκεανόν· καταρροῦν δὲ τὸ ὕδωρ ἦν· καὶ ἰδὼν Ἀλέξανδρος ἐπεθύμησε λούσασθαι ἐν τῷ ποταμῷ καὶ ἀποδυσάμενος ἐνήλλατο ἐν αὐτῷ. ψυχροῦ δὲ ὄντος σφόδρα
5τοῦ ὕδατος οὐκ ἐγένετο αὐτῷ σωτήριον· ψυχρανθεὶς γὰρ ἤλγησε τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ ἐντὸς ἅπαντα, ὃς καὶ νοσηλευόμε‐ νος ἔκειτο χαλεπῶς. τούτου δὲ κατακειμένου καὶ δεινοπαθοῦν‐ τος οὐκ εἶχον οἱ τῶν Μακεδόνων παῖδες ὅλως παραμυθίαν τινά
ἀλλὰ καὶ αὐτοὶ ἔπασχον, ἐδυσφόρουν, κραταιῶς ἐπλήττοντο τὰς
10ψυχὰς ἑαυτῶν φοβηθέντες, μήπως ἐπιγνοὺς Δαρεῖος τὴν νόσον τοῦ Ἀλεξάνδρου ἐπέλθῃ αὐτοῖς. οὕτως οὖν μία ψυχὴ Ἀλεξάν‐ δρου τὰς τοσαύτας ψυχὰς τῶν στρατοπέδων ἔθραυσε. καὶ ἤδη τις Φίλιππος ὀνόματι ἰατρὸς τυγχάνων ἐνετείλατο τῷ Ἀλεξάνδρῳ δοῦναι αὐτῷ καταπότιον καὶ ἀπαλλάξαι τοῦ‐
15τον τῆς νόσου. ὁ δὲ Ἀλέξανδρος ὑπήκοος ἐγένετο τοῦ δέξασ‐ θαι αὐτὸ. ἔνθεντοι καὶ τούτου γε τοῦ ἰατροῦ ἑτοιμάζοντος τὸ φάρμακον ἐπιστολὴ ἐξαίφνης ἐδόθη τῷ Ἀλεξάνδρῳ ἐκπεμφ‐ θεῖσα δολείως ὑπὸ Παρμενίου τινός, στρατηγοῦ τυγχάνοντος Ἀλεξάνδρου, ὡς “ὁ Δαρεῖος εἶπε πρὸς Φίλιππον τὸν ἰατρόν,
20ἵνα σχὼν εὐκαιρίας ἀνελεῖν σε φαρμάκῳ, ἐπαγγειλάμενος δοῦ‐ ναι αὐτῷ τὴν ἰδίαν ἀδελφὴν Δαδηφάρταν πρὸς γάμον καὶ κοι‐ νωνὸν αὐτῷ ποιῆσαι τῆς αὐτοῦ βασιλείας συνέθετο Φίλιππος μεθ’ ὑποσχέσεως τοῦτο ποιεῖν. φύλασσε σεαυτόν, βα‐ σιλεῦ, ἀπὸ Φιλίππου.” ὁ δὲ Ἀλέξανδρος ἀναγνοὺς τὴν ἐπιστο‐
25λὴν ταύτην οὐκ ἐταράχθη, ᾔδει γὰρ τὴν γνώμην Φιλίππου, οἵα ἦν πρὸς αὐτόν. ἔθετο οὖν τὴν ἐπιστολὴν πρὸς τῇ κεφαλῇ αὐ‐ τοῦ· προσελθὼν δὲ Φίλιππος ὁ ἰατρὸς ἐπέδωκεν Ἀλεξάνδρῳ τῷ βασιλεῖ πιεῖν τὸ καταπότιον τοῦ φαρμάκου, εἰπών· “πίε, δέσποτα βασιλεῦ, καὶ ἀπαλλαγήσῃ τῆς νόσου.” λαβὼν δὲ Ἀλέ‐
30ξανδρος εἶπεν· “ἰδοὺ πίνω”, καὶ εὐθέως ἔπιε· καὶ μετὰ τὸ πιεῖν τότε ἀπέδωκεν αὐτῷ τήν ἐπιστολήν. ὁ δὲ Φίλιππος ἀνα‐ γνοὺς καθ’ ἑαυτὸν τὰ γεγραμμένα εἶπεν· “Ἀλέξανδρε βασι‐ λεῦ, οὐχ ὅμοιόν με εὑρήσεις τοῖς γεγραμμένοις, μὴ τὴν ἄνω πρόνοιαν, οὐδ’ ἀληθῆ εἰσι τὰ γράμματα Παρμενίου.” ἀνασωθεὶς
35δὲ Ἀλέξανδρος ἀπὸ τῆς νόσου περιεπλάκη τῷ Φιλίππῳ καὶ
εἶπεν αὐτῷ· “ἔμαθες ὁποίαν γνώμην ἔχω πρὸς σὲ φιλίας· πρότερον γὰρ τὴν ἐπιστολὴν εἴληφα τοῦ φαρμάκου καὶ τότε εἴληφα τὸ φάρμακον καὶ ἔπιον αὐτό, ἐμαυτὸν ἐμπιστεύσας τῷ ὀνόματι σοῦ· οἶδα γὰρ ὅτιπερ Φίλιππος κατὰ Ἀλεξάνδρου
40οὐδὲν χαλεπὸν ἐβουλεύσατο.” ὁ δὲ Φίλιππος εἶπεν· “δέσποτα βασιλεῦ, νῦν κόλαζε τὸν πέμψαντά σε τὴν ἐπιστολὴν Παρμέ‐ νιον ἀξίως· αὐτὸς γὰρ πολλάκις με πεῖσαι ἐζήτησε φαρμάκῳ σε θανατῶσαι, ἐφ’ οἷς λάβοιμι τὴν ἀδελφὴν Δαρείου τὴν Δα‐ διφάρταν πρὸς γάμον, ἐμοῦ δὲ μὴ κατανεύσαντος πρᾶξαι τὸ
45τοιοῦτον [ἀθέμ]ιτον καὶ παράνομον ἔργον ἴδε δι’ ᾧ χαλε‐ πῷ με προ..... παρά σοι θανάτῳ.” καὶ ταῦτα ἐξετάσας Ἀλέ‐ ξανδρος καὶ εὑρὼν τὸν Φίλιππον ἀναίτιον, τὸν Παρμένιον κολάσας ἔθετο ἐν τῇ φυλακῇ.
48

9

ὁ δὲ Ἀλέξανδρος ἀναλαβὼν τὰ στρατεύματα αὐτοῦ παραγί‐ νεται εἰς τὴν τῶν Μήδων χώραν. ἀπείγετο δὲ καταλαβεῖν τὴν μεγάλην Ἀρμενίαν· καὶ ταύτην δουλωσάμενος διὰ τῆς Ἀριανῆς παραγίνεται εἰς τὸν Εὐφράτην ποταμόν· καὶ τοῦ‐
5τον γεφυρώσας ψαλίσι καὶ σιδηραῖς κνήμεσιν ἐκέλευσε τὰ στρατόπεδα περᾶσαι. ὡς δὲ εἶδεν αὐτοὺς δειλιῶντας, κελεύει τὰ κτήνη καὶ τὰ κάρνα καὶ τὰς τροφὰς πάντων διαπερᾶσαι καὶ τότε τὰ στρατόπεδα. οἱ δὲ δειλίως εἶχον ὀρῶντες τὴν ἐπίρροιαν τοῦ ποταμοῦ, μήπως λυθῶσιν αἱ ψαλίδες. μὴ τολ‐
10μώντων δὲ αὐτῶν περᾶσαι, λαβὼν μεθ’ ἑαυτοῦ Ἀλέξανδρος τοὺς ὑπασπιστὰς πρῶτος διέβη· διῆλθεν οὖν ἡ παράταξις αὐ‐ τοῦ πᾶσα καὶ εὐθέως ἐκέλευσεν τὰ ζεύγματα διαλυθῆναι τοῦ
Εὐφράτου. ὁ δὲ στρατὸς ἅπας ἐδυσχέραινεν ἐπὶ τούτῳ λέγον‐ τες· “Ἀλέξανδρε βασιλεῦ, εἰ γένοιτο ἡμᾶς πολεμοῦντας ὑπὸ
15τῶν βαρβάρων ἀνατραπῆναι, πῶς ἔχωμεν τὴν σωτηρίαν εὑρεῖν τοῦ διαπερᾶσαι;” ὁ δὲ Ἀλέξανδρος ἰδὼν τὴν δειλίαν αὐτῶν καὶ ἀκούσας τὸν εἰς αὐτοὺς γενόμενον θρῦλλον, συνάξας ἅπαν‐ τα τὰ στρατεύματα ἀπεφήνατο αὐτοῖς οὕτως· “ἄνδρες συνστρα‐ τιῶται, καλὰς ἐλπίδας δίδοτε τῆς νίκης· ὅτι δὲ ἔχετε γνώμην
20ἡττημένοι ἀποστραφῆναι διὰ τοῦτο ἐκέλευσα ἐκκοπῆναι τὴν γεφύραν, ἵνα πολεμοῦντες νικήσητε καὶ ἡττηθέντες μὴ φύγητε· οὐ γάρ ἐστιν ὁ πόλεμος φευγόντων ἀλλὰ διωκόντων. ὁμοῦ γὰρ τὴν ἐπάνοδον εἰς Μακεδονίαν ποιήσαντες νικηφόροι ὑποστρέ‐ ψομεν· ἡ γὰρ συμβολὴ τοῦ πολέμου παίγνιον ἡμῖν ἐστιν.”
25καὶ οὕτως ἀποφηναμένου τοῦ Ἀλεξάνδρου τιμὰς ἐδίδου τοῖς ἑαυτοῦ στρατεύμασιν καὶ εὐθύμως τῷ πολέμῳ ἐπέβαινον καὶ σκηνοποιησάμενοι ἐκαθέζοντο. ὁμοίως δὲ καὶ τὸ τοῦ Δαρείου στρατόπεδον ἐκαθέζοντο ἐπάνω τοῦ Τίγριδος ποταμοῦ. συνέβαλλον δὲ ἀλλήλοις εἰς πόλεμον
30καὶ ἀμφότερα τὰ στρατεύματα γενναίως ἐπολέμουν πρὸς ἀλλή‐ λοις. καί τις τῶν Περσῶν ὄπισθεν Ἀλεξάνδρου ἐλθών, ἀναλα‐ βὼν Μακεδόνων ὅπλον καὶ ὡς σύμμαχος Μακεδόνων γενάμενος κατήνεγκε κατὰ τῆς κεφαλῆς Ἀλεξάνδρου καὶ ἔθραυσεν τὴν κορυφὴν αὐτοῦ. εὐθέως δὲ συλληφθεὶς ὑπὸ τῶν στρατοπέδων
35Ἀλεξάνδρου παρίσταται αὐτῷ δέσμιος. ὁ δὲ Ἀλέξανδρος νο‐ μίσας αὐτὸν Μακεδόνα εἶναι λέγει αὐτῷ· “ὦ γενναῖε, τί σοι ἔδοξεν τοῦτο ποιῆσαι;” ὁ δὲ εἶπεν αὐτῷ· “μὴ πλανήσῃ σε τὰ Μακεδονικὰ ὅπλα μοῦ· ἐγὼ Πέρσης εἰμί, Δαρείου σατράπης· καὶ προσελθὼν Δαρείῳ εἶπον αὐτῷ· ἐάν σοι κομίσω τὴν κεφα‐
40λὴν Ἀλεξάνδρου, τί μοι χαρίζῃ; αὐτὸς δὲ ἐπηγγείλατό μοι χώραν βασιλέως καὶ τὴν θυγατέραν αὐτοῦ πρὸς γάμον. ἐγὼ οὖν παραγενόμενος πρός σε ἀνέλαβον σχῆμα Μακεδόνων μὴ ἐπιτυ‐ χών.” ἀκούσας δὲ ταῦτα Ἀλέξανδρος μεταπεμψάμενος ὅλον τὸ στρατόπεδον αὐτοῦ, θεωρούντων πάντων, τοῦτον ἀπέλυσεν.
45εἶπε δὲ πρὸς τὸν ἴδιον στρατόν· “ἄνδρες Μακεδόνες, τοιού‐ τως ἔδει τοὺς στρατιώτας εἶναι τολμηροὺς πρὸς πόλεμον.”
46

10

ἕτερος δὲ σατράπης Δαρείου προσελθὼν τῷ Ἀλεξάνδρῳ εἶπεν· “ἐγὼ σατράπης Δαρείου εἰμὶ καὶ μεγάλα αὐτῷ κατώρθωσα στρα‐ τεύματα ἐν πολέμοις καὶ οὐκ ηὐχαριστήθην παρ’ αὐτοῦ· δός μοι οὖν μυρίους ἐνόπλους στρατιώτας καὶ δίδωμί σοι
5τὸν ἐμαυτοῦ βασιλέα Δαρεῖον.” εἶπε δὲ αὐτῷ Ἀλέξανδρος· “πορεύου καὶ βοήθει τῷ σεαυτοῦ βασιλεῖ Δαρείῳ· οὐ γὰρ πι‐ στεύσω σοι τοὺς ἀλλοτρίους τῷ τοὺς ἰδίους προδιδόντι.”
ἔγραψαν οὖν οἱ ἐπ’ ἐκείνων τῶν τόπων σατράπαι τῷ Δαρείῳ περὶ Ἀλεξάνδρου οὕτως·
10Δαρείῳ μεγάλῳ βασιλεῖ χαίρειν· καὶ πρότερον ἐν σπουδῇ φα‐ νεράν σοι ἐποιήσαμεν τὴν Ἀλεξάνδρου ἐπίβασιν τὴν γενα‐ μένην τῷ ἔθνει ἡμῶν· καὶ νῦν σοι πάλιν φανερὰν ποιοῦμεν πεφθακέναι αὐτὸν καὶ πολιορκεῖν τὴν χώραν ἡμῶν· καὶ ἀνεῖ‐ λεν ἐξ ἡμῶν πλείστους Πέρσας· καὶ ἡμεῖς δὲ αὐτοὶ κινδυ‐
15νεύομεν τοῦ ἀπολέσθαι. τάχυνον οὖν μετὰ δυνάμεως πολλῆς τοῦ προφθάσαι αὐτὸν καὶ μὴ συγχωρῆσαι αὐτῷ ἐπελθεῖν σοι· δυναμικὸν γὰρ καὶ πλεῖστόν ἐστιν τὸ Μακεδονικὸν στράτευ‐
μα καὶ κατισχύει ἡμῶν. ἔρρωσο. λαβὼν οὖν Δαρεῖος καὶ ἀναγνοὺς τὰ γράμματα αὐτῶν πέμπει
20ἐπιστολὴν πρὸς Ἀλέξανδρον περιέχουσαν οὕτως· μαρτυροῦμαί σοι, ἐφ’ οἷς μοι εἰργάσω· τὴν μητέρα μου εἰς θεοὺς πορεύεσθαι ἡγοῦμαι, γυναῖκα μὴ ἐσχηκέναι μου, τὰ δὲ τέκνα μου μὴ γεγεννῆσθαι· ἐγὼ δὲ οὐ παύσομαι τὴν ὕβριν μου ἐπιζητῶν. ἐγράφη γὰρ μοί, ὅτι δικαίως καὶ εὐσεβῶς πρὸς τοὺς
25ἐμοὺς διετέθης· εἰ ἄρα δικαίως ἐποίεις τὰ πρὸς ἐμέ, δίκαια ἐφύλαξας· ἔξεστι δέ σοι τῶν ἐμῶν μὴ φείδεσθαι, ἀλλὰ κακού‐ χει καὶ αὐτὰς τιμωρίαις, πολεμίων γὰρ τέκνα τυγχάνουσιν. οὔτε γὰρ εὐεργετῶν αὐτὰς ἕξεις με φίλον οὔτε κακοποιῶν αὐτὰς ἐχθρόν.
30δεξάμενος δὲ Ἀλέξανδρος καὶ ἀναγνοὺς τὰ γράμματα Δαρείου ἐμειδίασεν καὶ ἀντέγραψεν αὐτῷ ταῦτα· Ἀλέξανδρος βασιλεὺς Δαρείῳ χαίρειν· τὰς κενάς σου ἀπονοί‐ ας καὶ φλυάρους καὶ ματαίας ὁμιλίας οἱ θεοὶ ἐμίσησαν μέχ‐ ρι τέλους. καὶ οὐ παύῃ βλασφημῶν καὶ κακὰ ὑπονοῶν· οὔτε
35φοβούμενός σε τετίμηκα τούς ποτε σοὺσ οὔτε ἐλπίζω ἐλθεῖν εἰς διαλλαγὴν πρός σε, ἵνα παραγενόμενος εὐχαριστήσῃς ἡμῖν. μὴ παραγίνου οὖν πρὸς ἡμᾶς· οὐ γὰρ ἄξιόν ἐστι τὸ ἐμὸν διά‐ δημα τοῦ σοῦ διαδήματος· οὐ μὴν κωλύσεις τὴν πρὸς ἅπαντάς μου εὐσέβειαν, ἀλλὰ καὶ περισσοτέραν πρὸς τούς ποτε σοὺς
40ἐνδείξομαι ἀγαθὴν γνώμην· ἔσχατον οὖν σοι ἐπιστολὴν γράφω μᾶλλον ἢ γνησίως ἔχειν πρός σε.
41

11

καὶ ταῦτα γράψας Δαρείῳ Ἀλέξανδρος ἕτοιμος γέγονεν πρὸς
πόλεμον καὶ ἔγραψε· πᾶσι τοῖς σατράπαις καὶ πᾶσι τοῖς ὑποτεταγμένοις αὐτῷ Φρυγίασ, Καππαδοκίας, Παμφλαγονίας, Ἀραβίας καὶ πᾶσι τοῖς
5ἑτέροις χαίρειν· βούλομαι ὑμᾶς χιτῶνας κατασκευάσαι πλή‐ θους πολλοῦ καὶ στεῖλαι ἡμῖν ἐν Ἀντιοχίᾳ τῆς Συρίας· τὰς δὲ ὁπλοθήκας, ἃς κατεσκευάσατε, ἀποστεῖλαι ἡμῖν· ἀπο‐ στείλατε· διατεταγμέναι γάρ εἰσι κάμηλοι τρισχίλιοι ἀπὸ τοῦ Εὐφράτου ποταμοῦ μέχρις Ἀντιοχίας τῆς ἐν Συρίᾳ πρὸς
10τὸ διακονεῖν καθὼς προετάξαμεν, ἵνα ἀκαθυστέρητον τὴν ὑπ‐ ουργίαν εὕρωμεν. ἐν σπουδῇ οὖν παραγίνεσθε πρὸς ἡμᾶς.
ἔγραψαν δὲ καὶ οἱ σατράπαι Δαρείου οὕτως· Δαρείῳ μεγάλῳ βασιλεῖ· εὐλαβῶς ἔχομεν τοιαῦτα γράφειν σοι, ἀναγκαζόμεθα δὲ ὑπὸ τῶν πραγμάτων· γίνωσκε δέ, ὅτι ὁ ἡγού‐
15μενος Μακεδόνων Ἀλέξανδρος δύο ἡμῶν τῶν μεγιστάνων πε‐ φόνευκε καὶ ἕτεροί τινες τῶν μεγιστάνων διέβησαν πρὸς Ἀλέξανδρον σὺν ταῖς παλλακέσιν. γνοὺς δὲ Δαρεῖος ταῦτα γράφει τοῖς ἔγγιστα στρατηγοῖς καὶ τοῖς σατράπαις αὐτοῦ γενέσθαι ἑτοίμως καὶ παρεμβολὴν τι‐
20θέναι. ἔγραψε δὲ καὶ ἐπιστολὴν πρὸς Πῶρον, βασιλέα τῶν Ἰν‐
δῶν, περιέχουσαν οὕτως· τῷ ἐν θεοῖς θεῷ μεγάλῳ βασιλεῖ Πώρῳ χαίρειν Δαρεῖος ὁ δυστυχής· τὰ περὶ τῶν ἡμετέρων δυστυχημάτων καὶ γράφειν ἀδύνατον· οἶμαι δὲ σὲ τὸν ἐμὸν δεσπότην ἀκηκοέναι τῶν
25πολλῶν ὀλίγα, ὡς παῖς εἰς ἡμᾶς Μακεδόνων ἐπιβὰς λῃστρικῶς καταναγκάζει μετανάστας τῶν οἰκείων γενέσθαι, τὴν δουλι‐ κὴν ἠθετηκὼς τύχην· δεσποτικῶς ἡμᾶς σπουδάζει διατεθῆναι καὶ τὴν τῆς ἑῴασ ἀρχὴν ταῖς δυσμαῖς παραπέμψαι. τοῦτον Πέρσαι δεδιότες οὐκ οἶδ’ ὅπως ἀντιστῆναι τῇ μάχῃ οὐ δύ‐
30νανται· ἐπὶ τοῦτο δέομαι τῆς σῆς μεγαλειότητος μὴ ἀνέχεσ‐ θαι ταῦτα, ἀλλὰ χεῖρα βοηθείας ἐξαποστείλας Δαρείῳ τῷ δού‐ λῳ σου· ἔτι δὲ καὶ τοῦτο ἅπαξ ὑπεξέλθοιμι τοῖς Μακεδόσιν εἰς πόλεμον, ἵνα γνῶσιν κατὰ θεῶν μὴ ὁπλίζεσθαι. ἐπίσταμαι γὰρ ἀκαταμάχητον εἶναι τὸ τῶν Ἰνδῶν στῖφος· ἐπικάμφθητι
35δή μου τοῖς γράμμασιν καὶ τὴν ἐκ ψυχῆς αἴτησιν πλήρωσον καὶ τοὺς κατεπείγοντάς με Μακεδόνας ἀμύνασθαι θέλησον. σπλαχνίσθητι ἐπὶ τοῖς ἐμοῖς δυστυχήμασιν. ἔρρωσο.
37

12

δεξάμενος δὲ Πῶρος τὴν ἐπιστολὴν Δαρείου καὶ ἀναγνούς, τὴν κεφαλὴν κατασείσας ἔφη· “καὶ ὁ τύχῃ ποτὲ μὲν ἶσα θεοῖς Δαρεῖος νῦν ὑπὸ Μακεδόνων ἐλαύνεται.” προσκαλε‐ σάμενος δὲ τοὺς ὑπ’ αὐτὸν στρατηγοὺς καὶ τοπάρχας φησί·
5“λαβόντες μεθ’ ἑαυτοὺς πεντήκοντα χιλιάδας ἀνδρῶν ἱππέων ἄπιτε τῷ Δαρείῳ εἰς συμμαχίαν· ἐπὰν δὲ Ἀλέξανδρον κατα‐ λάβητε ἐγκραταὶ Μακεδόνων γενόμενοι, τοῦτον πρὸς μὲ ζῶντα ἀγάγετε, ὅπως ἴδωμι αὐτόν. ἔφεσις γάρ μοί ἐστιν τοιοῦτον θεάσασθαι παῖδα.”
10γράφει δὲ καὶ ἐπιστολὴν πρὸς Δαρεῖον περιέχουσαν οὕτως· Πῶρος βασιλεὺς Ἰνδῶν βασιλεῖ Περσῶν Δαρείῳ χαίρειν· ἀναγνοὺς τὰ γεγραμμένα ἡμῖν ὑπὸ σοῦ ἐλυπήθην σφόδρα καὶ ἀπορῶ θέλων σοι συντυχεῖν καὶ βουλεύσασθαι περὶ τῶν συμ‐ φερόντων· κωλύομαι δὲ ὑπὸ τῆς συνεχούσης με σωματικῆς νό‐
15σου· εὐθύμως οὖν δίαγε, ὡς ἡμῶν συμπαρόντων σοι καὶ μὴ δυ‐ ναμένων στέργειν τὴν ὕβριν ταύτην. πρὸς ὃ βούλει γράψον ἡμῖν· εἰ μή σοι οὐκ ἀρκοῦσιν αἱ παρακείμεναι δυνάμεις, καὶ τὰ πορρωτέρω δὲ ὄντα ὑπακούσονταί μου ἔθνη. μαθοῦσα δὲ ταῦτα ἡ μήτηρ Δαρείου διεπέμψατο Δαρείῳ κρυ‐
20φίως, γράψασα αὐτῷ οὕτως· Δαρείῳ τῷ ἐμῷ τέκνῳ χαίρειν· ἀκούω σε συναθροίζοντα ἔθνη, βουλόμενος ἕτερον πόλεμον συνάψαι πρὸς Ἀλέξανδρον· μὴ οὖν ταράξῃς, τέκνον, τὴν οἰκουμένην· τὸ γὰρ μέλλον ἄδηλόν ἐστιν· ἔασον οὖν ἐλπίδας ἐπὶ τὸ κρεῖσσον καὶ μὴ ἐν ἀποτομῇ χρη‐
25σάμενος ἀμφιβαλὼν τοῦ ζῆν στερηθῇς. ἡμεῖς γάρ ἐσμεν ἐν με‐ γίστῃ τιμῇ παρὰ Ἀλεξάνδρου βασιλέως καὶ οὐχ ὡς πολεμίου μητέρα ἔσχε με ἀλλ’ ἐν μεγάλῃ δορυφορίᾳ, ὅθεν ἐλπίζω εἰς συνθήκας καλὰς ἐλεύσεσθαι. ἀναγνοὺς δὲ Δαρεῖος ἐδάκρυσεν ἀναμνησκόμενος τῆς ἑαυτοῦ
30συγγενείας· ἅμα δὲ ἐταράσσετο ἔνευε πρὸσ πόλεμον.
30

13

ὁ δὲ Ἀλέξανδρος ἔχων δύναμιν πολλὴν παραγίνεται ἐν τῇ περ‐ σικῶν χώρᾳ· τὰ οὖν τείχη τῆς πόλεως ὑψηλὰ τυγχάνοντα τοῖς Μακεδόσι διάδηλα ἐγένοντο. ἐπινοεῖ οὖν τί ὁ φρενήρης Ἀλέ‐
ξανδρος; τὰ ἐκεῖ νεμόμενα ποίμνια τῶν νομῶν ἀποσπάσας καὶ
5ἐκ τῶν δένδρων κλάδους ἀποκόψας ἐπέδησεν ὀπίσω αὐτῶν καὶ ὄπισθεν τῶν στρατοπέδων ἐβάδιζον τὰ ποίμνια. συρόμενοι δὲ ἐπὶ τῆς γῆς οἱ κλάδοι ἀπώθουσαν τὴν κόνιν, ἣν ἐσάλευον· καὶ ἀνήρχετο ὁ κονιορτὸς ἕως Ὀλύμπου, ὥστε τοὺς Πέρσας ἀπὸ τῶν τειχέων ὁρῶντας ὑπονοεῖν· πλῆθος ἄμετρόν ἐστιν τὸ στρα‐
10τόπεδον Ἀλεξάνδρου. ἑσπέρας δὲ γενομένης ἐκέλευσε δεθῆναι εἰς τὰ κέρατα τῶν ποιμνίων δᾴδας καὶ κηρία καὶ ταῦτα ἀναφθῆναι καίειν· ἦσαν γὰρ πεδινοὶ οἱ τόποι καὶ ἦν θεωρού‐ μενον ὅλον τὸ πεδίον ὡς πῦρ καιόμενον· καὶ ἐδειλίασαν οἱ Πέρσαι.
15ἦλθον οὖν πλησίον τῆς πόλεως Περσίδος ὡς ἀπὸ σημείων ἡμερῶν τριῶν καὶ ἐζήτει Ἀλέξανδρός τινα πέμψαι πρὸς Δαρεῖον μηνύοντα αὐτῷ, πότε τὴν συμβουλὴν τοῦ πολέμου ποι‐ ῆσαι. κοιμᾶται οὖν Ἀλέξανδρος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ὁρᾷ καθ’ ὕπνους τὸν Ἄμμωνα ἐν σχήματι Ἑρμοῦ αὐτῷ παρεστῶτα,
20ἔχοντα κηρύκιον καὶ χλαμύδα καὶ ῥάβδον καὶ Μακεδονικὸν πάλλιον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, λέγοντα αὐτῷ· “τέκνον Ἀλέ‐ ξανδρε, ὅτε καιρός ἐστι βοηθείας, συμπάρειμί σοι· γίνωσκε οὖν, ἐὰν πέμψῃς ἄγγελον πρὸς Δαρεῖον, προδώσει σε. σὺ οὖν ἑαυτοῦ ἄγγελος γενοῦ καὶ πορεύου ἀναλαβεῖν καὶ τὸ σχῆμα,
25ὅπερ ἔχειν ὁρᾷς με.” ὁ δὲ Ἀλέξανδρος εἶπεν αὐτῷ· “ἐπι‐ κίνδυνόν μοι βασιλέα ὄντα δι’ ἑαυτοῦ ἄγγελον γενέσθαι, ἀλλὰ θεὸν βοηθὸν τυγχάνοντα οὐδὲν βλαβερὸν ἐπακολουθήσει.” λαβὼν οὖν τὸν χρησμὸν τοῦτον Ἀλέξανδρος ἀνίσταται χαίρων καὶ οὐδενὶ διηγήσατο τὸ ὄνειρον ἀλλ’ ἢ μόνον εἶπεν ἄγγε‐
30λον αὐτὸν πρὸς Δαρεῖον ἀπελθεῖν. οἱ οὖν σατράπαι ἐκώλυον
αὐτὸν τοῦτο μὴ ποιῆσαι.

14

ὁ δὲ Ἀλέξανδρος παραλαβὼν μεθ’ ἑαυτοῦ Εὔμηλον τοὔνο‐ μα σατράπην δὲ ἄρας μεθ’ ἑαυτοῦ τρεῖς ἵππους εὐθέως ὥδευσεν καὶ παραγίνεται εἰς τὸν καλούμενον Ἀρσινόην ποταμόν. οὗτος δὲ ὁ ποταμὸς πήγνυται τοῖς χιόσιν, ὥστε
5ἐδαφοῦσθαι αὐτὸν καὶ πετρώδη γίνεσθαι καὶ διαπερᾶσθαι εἰς αὐτὸν καὶ τὰ κτήνη καὶ τὰς ἅμαξας, εἶτα μεθ’ ἡμέρας λύεται καὶ γίνεται βαθύρρους λίαν, ὥστε κατασύρειν τοὺς συλληφθέντας τῷ ῥεύματι διαπερῶντας. εὗρεν οὖν παγέντα τὸν ποταμὸν ὁ Ἀλέξανδρος καὶ ἀναλαβὼν τὸ σχῆμα, ὅπερ
10εἶδεν δι’ ὀνείρου φοροῦντα τὸν Ἄμμωνα, καθίσας εἰς ἕνα δοκιμώτατον ἵππον διαπερᾷ μόνος· τοῦ δὲ Εὐμήλου παρακα‐ λοῦντος αὐτῷ σὺν αὐτῷ διαπερᾶσαι, μὴ γένηται αὐτῷ τις ἀνάγκη βοηθείας ἕνεκεν χάριν, λέγει αὐτῷ Ἀλέξανδρος· “ὧδε μεῖνον μετὰ τῶν δύο πώλων· ἔχω γὰρ βοηθὸν τὸν χρησ‐
15μοδοτήσαντά με.” εἶχεν δὲ ὁ ποταμὸς τὸ πλάτος μέτρον σταδίου ἑνός· καὶ ἀποβὰς Ἀλέξανδρος ὥδευσεν καὶ ἦλθεν ἔγγιστα τῶν πυλῶν Περσίδος. οἱ οὖν ἐκεῖ φρούραρχοι θεασάμενοι αὐτὸν ἐν τοιούτῳ σχήματι ὑπενόουν αὐτὸν θεὸν εἶναι· κατασχόντες
20γὰρ αὐτὸν ἐπυνθάνοντο παρ’ αὐτοῦ, τίς ἂν εἴη. εἶπε δὲ αὐτοῖς Ἀλέξανδρος· “τῷ βασιλεῖ Δαρείῳ παραστήσατέ με, αὐτῷ γὰρ ἀπαγγελῶ, τίς εἰμι.”
ἔξω δὲ ἐπὶ λόφων ἦν Δαρεῖος τάφους ὀρύσσων καὶ φάλαγγας συντάσσων. συναθροίσας δὲ Ἀλέξανδρος θεωρίᾳ τῇ ξένῃ
25πάντας, παρ’ ὀλίγον προσεκύνησεν αὐτὸν Δαρεῖος θεὸν ὀνομάσας αὐτὸν ἐξ Ὀλύμπου κατελθόντα. ἐκαθέζετο δὲ Δαρεῖος ἐπί τινος ὑψηλοτάτου δίφρου διάδημα φορῶν ἐν λίθοις πολυτίμοις, ἐσθῆτα δὲ σηρικὴν Βαβυλωνίοις ὑφάσ‐ μασιν χρυσονήμασιν καὶ πορφύραν βασιλικὴν χρυσέοις τε
30ὑποδήμασιν διὰ λίθων κειμένων μέχρι τῶν κνημῶν αὐτοῦ· χρύσεα δὲ ἀγγελίδια ἐπάνωθεν αὐτοῦ ἵπταντο, ἕτερα δὲ περὶ τοῖς ποσὶν αὐτοῦ καὶ κύκλῳ αὐτοῦ λυχνίαι περι‐ έστραπτον· σκῆπτρα δὲ ἑκατέρωθεν, στίφη μυριάδες πέριξ αὐτοῦ. ὡς οὖν εἶδεν Ἀλέξανδρος μικρόν τι ἐδεδίει, ἀλλ’
35οὖν πάλιν ἀνέθορεν ὑπομιμνησκόμενος τοῦ χρησμοῦ.
ὁ δὲ Δαρεῖος ἐπυνθάνετο αὐτῷ παρ’ αὐτοῦ, τίς ἂν εἴη, θεωρήσας φοροῦντα αὐτὸν σχῆμα, ὃ μηδέ‐ ποτε εἶδεν. ὁ δὲ Ἀλέξανδρος εἶπεν αὐτῷ· “ἄγγελός εἰμι Ἀλεξάνδρου τοῦ βασιλέως.” λέγει αὐτῷ Δαρεῖος· “καὶ
40τί παρῆς πρὸς ἡμᾶς;” ὁ δὲ Ἀλέξανδρος εἶπεν· “ἐγώ σοι μηνύω, ὡς παρόντος Ἀλεξάνδρου· ὁπότε τὸν πόλεμον συνάπ‐ τεις; γίνωσκε, βασιλεῦ Δαρεῖε, ὅτι βραδύνων εἰς μάχην βασιλεὺς ἤδη πρόδηλός ἐστιν τοῖς ἀντιδίκοις ἀσθενῆ ἔχων ψυχὴν εἰς τὸ πολεμεῖν. ὥστε οὖν μὴ ἀμέλει, ἀλλὰ
45ἀνάγγειλόν μοι, πότε βούλει τὸν πόλεμον συνάψαι.” ὁ δὲ Δαρεῖος ὀργισθεὶς εἶπε τῷ Ἀλεξάνδρῳ· “σοὶ οὖν συνάπτω τὸν πόλεμον ἢ Ἀλέξανδρον· ὄντως γὰρ ἦν θρασυ‐ νόμενος ὡς Ἀλέξανδρος τυγχάνων. ἐπὶ οὖν τὸν συνήθη δεῖπ‐ νον ἐλεύσομαι καὶ συνδειπνήσεις μοι, διότι καὶ αὐτὸς

14

(50)

Ἀλέξανδρος δεῖπνον ἐποίησεν τοῖς ἐμοῖς γραμματοφόροις.” καὶ οὕτως εἰπὼν Δαρεῖος, κρατήσας ἐκ τῆς χειρὸς Ἀλέ‐ ξανδρον ἦλθεν ἔνδον τοῦ παλατίου αὑτοῦ. καὶ τοῦτο τὸ σημεῖον καλὸν ἔσχεν Ἀλέξανδρος χειραγωγηθεὶς ὑπὸ τοῦ τυράννου. εὐθέως δὲ ἐκηρύχθην πρῶτος Ἀλέξανδρος
55εἰς τὸν δεῖπνον Δαρείου.
55

15

οἱ δὲ Πέρσαι ἀπέβλεπον θαυμάζοντες τὸν Ἀλέξανδρον ἐπὶ τῇ τοῦ σώματος σμικρότητι, ἀλλ’ ἠγνόουν, ὅτι ἐν μικρῷ ἀγγείῳ τύχης οὐρανίου ἦν δόξα. τῶν δὲ πινόντων ἐν τοῖς σκύφοις πυκνοτέρως Ἀλέξανδρος ἐπίνοιαν τοι‐
5αύτην ἐποίησεν· ὅσους σκύφους ἐλάμβανε, μετὰ τοῦ πιεῖν ἔσωθεν τοῦ κόλπου αὐτοῦ τὸν σκύφον ἔβαλλεν. οἱ δὲ βλέποντες αὐτὸν εἶπον τῷ Δαρείῳ. ὁ δὲ Δαρεῖος φησίν· “ὦ γενναῖε, πρὸς τί ταῦτα ἐγκολπίζῃ κατακείμενος ἐπὶ δεῖπνον ἐμόν;” ὁ δὲ Ἀλέξανδρος ἔφη· “μέγιστε βασιλεῦ,
10ὁ ἐμὸς βασιλεὺς Ἀλέξανδρος, ὅταν δεῖπνον ποιῇ, τοῖς ταξιάρχαις καὶ ὑπερασπισταῖς αὐτοῦ τὰ κύπελλα δωρεῖ‐ ται. ὑπενόουν καὶ σὲ τοιοῦτον εἶναι καὶ ἡγησάμην πιθα‐ νότητι τοῦτο ποιεῖν.” τὸν λόγον Ἀλεξάνδρου οἱ Πέρσαι ἐκπλαγέντες· παντὶ γὰρ ἀεὶ μῦθος, ἐὰν ἔχῃ πίστιν, ἐν ἐκ‐
15στάσει ποιεῖ τοὺς ἀκούοντας. πολλῆς οὖν σιγῆς γενομέ‐
νης Παράγης τις τοὔνομα, ὁ ποτὲ ἀποσταλεὶς παρὰ Δαρείου ἐν Μακεδονίᾳ τοὺς φόρους κομίσων, ἐπιστὰς ἔστη ἄντικρυς Ἀλεξάνδρου καὶ φησὶν καθ’ ἑαυτόν· “ὦ οἷον ἑώρακα σή‐ μερον·” καὶ προσελθὼν τῷ Δαρείῳ ἔφη· “ἔχω σοί τι και‐
20νὸν διηγήσασθαι”. ὁ δὲ Δαρεῖος, “τί” φησίν; καὶ ὁ Παρά‐ γης· “γινωσκέτω σοι, βασιλεῦ, ὁ ἄγγελος οὗτος ὁ Μακεδο‐ νικὸς αὐτὸς ἐκεῖνός ἐστιν ὁ Φιλιππιάδης Ἀλέξανδρος, εἰ καὶ τοὺς τύπους αὐτοῦ ἤλλαξεν”. Ἀρξεμβὰρ δὲ τούτῳ ἐπε‐ τίμα ὡς οὐκ εἰδότα τὰ λεγόμενα. Ἀλέξανδρος δὲ τοῦτο
25ἐπιγνοὺς καὶ τὸν λόγον αὐτῶν στοχασάμενος ἐγνώκει ἀναγνωρισθῆναι καὶ διεσκόπει ἑαυτόν, πῶς ἂν δυνηθείη τὸν κίνδυνον διεξελθεῖν. ἐπὶ τούτοις Δαρεῖος κελεύει τοῦ δείπνου ἐξιέναι, τὸν δὲ Ἀλέξανδρον ξενισθῆναι ἐν τῷ ἀφορισμένῳ αὐτοῦ τόπῳ, τῆς δὲ ἑῴας καταλαβούσης τὰ περὶ
30αὐτὸν διερευνηθῆναι. οἱ δὲ Πέρσαι πάντες οἱ συνέστιοι Δαρεῖον ἦσαν οἰνωμένοι σφόδρα. Ἀλέξανδρος δὲ ὑποδὺς ἐν τόπῳ τινι ἐκδιδύσκεται τὴν δερματινὴν στολὴν καὶ τὴν τῆς κεφαλῆς ἐπικάλυψιν καὶ ἔμεινεν μεθ’ ἣν ἐπεφέρετο Περσικὴν στολὴν καὶ ὡς εἷς
35τοῦ Δαρείου ἐπεφέρετο καὶ ἐνομίζετο· καὶ δὴ διελθόντι ὅλον τὸν ἐκεῖσε λαὸν Δαρείου ἔρχεται πρὸς τὸν φρουράρ‐ χην, καθεζόμενος ἐν τῷ διεξόδῳ τοῦ φοσσάτου καὶ δᾷδαν κρατοῦντα καὶ διερευνῶντα τοὺς εἰσιόντας καὶ τοὺς ἐξ‐ ιόντας· καὶ λέγει αὐτῷ Ἀλέξανδρος· “τήν δᾷδαν μοι πάρ‐
40εχε, παρὰ Δαρείου γὰρ ἀπέσταλμαι ἔν τινι δουλείᾳ.” ὁ δὲ οὐκ ἐδίδου αὐτῷ· Ἀλέξανδρος δὲ τὴν δᾷδαν δραξάμε‐ νος κρούει αὐτὸν κατὰ τῆς ὄψεως καὶ ἀπέσπασεν ἑαυτὸν ἐξ αὐτῶν· καὶ πλανήσας πάντας ἐπιβὰς ὀξέως τῷ πώλῳ αὐτοῦ ἥλατο ἔχων ἐν τοῖς κόλποις ἑαυτοῦ καὶ τοὺς χρυσοῦς
45σκύφους. Δαρεῖος δὲ εἰς ἔννοιαν ἐλθὼν Ἀλεξάνδρου καὶ τὸ πανοῦρ‐ γον αὐτοῦ ἐν αὑτῷ λαβὼν ἕνα τῶν ὑπ’ αὐτοῦ ἔφη· “κρατή‐ σατε τὸν παῖδα καὶ ἀσφαλίσασθε, μήπως Ἀλέξανδρος ὢν πανουργευσάμενος ἡμᾶς φύγῃ καὶ οὐκέτι ἐλπὶς ἡμῖν σωτη‐

15

(50)

ρίας.” ἤρξαντο δὲ ἐπιζητεῖν Ἀλέξανδρον καὶ οὐχ εὑρίσ‐ κετο καὶ τρέχουσιν ἐν τῷ ξενίῳ αὐτοῦ καὶ οὐχ εὗρον οὐ‐ δένα καὶ θορύβου γενομένου τρέχουσιν πρὸς τὸν φρουράρ‐ χην ἐρωτῶντες. ὁ δὲ φρουράρχης, “ὦ ὑμεῖς”, εἶπεν, “Ἀλέ‐ ξανδρος ὑμᾶς ἔπαιξεν· καὶ βλέπετε αὐτὸν ἀπιόντα· σπουδά‐
55σατε οὖν καὶ καταλαμβάνετε αὐτόν· τὴν γὰρ δᾷδαν ἐκ τῆς χειρός μου ἁρπάσας καὶ κατὰ τῆς ὄψεώς μου τύψας ἀπῄει.” ἀκούσας δὲ ταῦτα Δαρεῖος ἐξέπεμψε Πέρσας ἐνόπλους τὸν Ἀλέξανδρον καταλαβεῖν. ὁ δὲ Ἀλέξανδρος προεθυμοποίει τὸν πῶλον διευθύνων αὐ‐
60τῷ τὴν ὁδόν. ἦν γὰρ νὺξ βαθεῖα καὶ σκότος κατ’ Ὀλύμπου. πλεῖστοι δὲ τοῦτον κατεδίωκον καὶ οὐ κατελάμβανον αὐτόν, οἱ μὲν γὰρ εἶχον τὴν ὁδευτικὴν γῆν, οἱ δὲ ἐπὶ σκότους ἔπιπτον εἰς τοὺς κρημνούς. ὁ δὲ Ἀλέξανδρος ἦν ὥσπερ ἀστὴρ ἐξ οὐρανοῦ φαιδρὸς ἀνύων τὴν ὁδὸν μόνος καὶ εἰς
65οὐδὲν φεύγων ἡγεῖτο τοὺς Πέρσας. Δαρεῖος δὲ συνεφορᾶτο
ἐπὶ τοῦ κλιντῆρος αὐτοῦ καθημένου. ὁ δὲ Ἀλέξανδρος διασωθεὶς νυκτὶ φεύγων ἦλθεν ἕωθεν ἐπὶ τὸν Ἀρσινόην ποταμὸν καὶ ἅμα αὐτὸν διεπέρασεν. παρὰ τὴν ὄχθαν ἐλθόντος τοῦ πώλου, τὸ κρύος ἐκ τῶν ὀπίσω αὐτοῦ
70διελύετο, μικροῦ δήπου καὶ Ἀλέξανδρον κατασχεῖν. γνοὺς δὲ τὴν τοῦ κρύους σύμπτωσιν, ὡς ὁ ἵππος αὐτοῦ ἤρξατο χα‐ λᾶν, εὐθὺς ἔστη ὄρθριος ἐν τῇ ἕδρᾳ καὶ πρὸς τὴν γῆν ἐξ‐ επήδησεν, ὁ δὲ ἵππος τοῖς ὕδασι συσχεθεὶς ἀπώλετο. τοιαύ‐ την γὰρ ὁ ποταμὸς εἶχεν τὴν φύσιν, ὥστε αὐτὸν καὶ ἄφνω
75παγοῦσθαι καὶ ἄφνω διαλύεσθαι. ὀξύτατος γὰρ ἦν ὑπὲρ Χελετρίου τοῦ ἐν Μήλοις τῷ ῥεύματι· ὁπόταν γὰρ τῷ κρυῒ ἐπήρχετο, εὐθέως τῷ παγετῷ ἐπήγνυτο, νότος δὲ πάλιν ἐρχό‐ μενος, ταχέως τὰ ῥεύματα ἡ θέρμη κατελάμβανεν, καὶ παρα‐ χρῆμα διελύετο.
80ἔρχονται οὖν οἱ ἐπιδιώκοντες καὶ τὸν μὲν ποταμὸν ἀπέραν‐ τον εὕροσαν, Ἀλέξανδρον δὲ ἐκπεράσαντα βλέπουσιν καὶ ἁθρόως καὶ ἐξεπλάγησαν διαποροῦντες τὴν τοῦ ποταμοῦ διάβασιν. ἐγγίσας δὲ πρὸς αὐτοὺς Ἀλέξανδρος εἶπεν· “ὦ ἄνδρες, τί ἑστήκατε διαπορούμενοι; εἰ πρὸς Μακεδόνας Δα‐
85ρεῖος ὑμᾶς συνήθροισεν μαχήσασθαι, τῷδε τῷ ποταμῷ ἐδεδί‐ ειτε; ῥείθρῳ τοῦ ῥεύματος εἰ ὅλως τοῦτο φοβεῖ ὑμᾶς, μη‐ δαμῶς Μακεδόσι μάχεσθαι κατατολμῆσαι. ἐν γὰρ τῷ ῥεύματι τούτῳ ἡμεῖς διεπεράσαμεν, ὑμῖν δὲ τοῦτο περᾶσαι ἀδύνατον; λοιπὸν ἄπιτε καὶ εἴπατε Δαρείῳ· Ἀλέξανδρος Ἀρσινόου
90τοῖς ῥεύμασιν ἐπιβὰς διεπέρασε καὶ πρὸς τὸ Μακεδονικὸν διασέσωσται στῖφος.” ταῦτα ἀκούσαντες Πέρσαι εἰς παντελῆ δειλίαν ἐμπίπτουσιν καὶ πρὸς Δαρεῖον ἐπιστραφέντες τὰ
περὶ Ἁλέξανδρον διηγοῦνται. ἐν ἀμηχανίᾳ οὖν γενομένου τοῦ Δαρείου καὶ τόδε προσφθεγξα‐
95μένου· “ὦ οἷον”, ἔφη, “γαυρίαμα παιδίου Μακεδόνος, ὃς οὐκ ἐφείσατο τῆς σωτηρίας αὐτοῦ, ἀλλ’ ἔθετο ἀποθανεῖν ἢ τὴν ἡμῶν κατασκοπῆσαι δύναμιν.” ἐπὶ τούτοις δειλία τοῖς Πέρσαις ἔπεσε καὶ εἶπεν ἕκαστος τῷ πλησίον· “τίς δύναται μετὰ Ἀλέξανδρον μαχήσασθαι; τίς

15

(100)

πρὸς τοιοῦτον ἀντιπαρατάξεται στρατόν; ἧκεν εἰς ἡμᾶς Δαρεῖ‐ ος Μακεδονικὸν γενέσθαι πρόσκομμα· φύγωμεν δὲ ἀπ’ αὐτοῦ· οὐ γάρ ἐστιν ἡμῖν ἐλπὶς νίκης.” ὁ δὲ Ἀλέξανδρος πεζεύσας ἀπὸ τοῦ ποταμοῦ εὗρεν Εὔμηλον καθεζόμενον μεθ’ ὧν κατέλιπεν αὐτῷ δύο πώλων καὶ ὑφηγησά‐
105μενος αὐτῷ πάντα τὰ πραχθέντα.
105

16

ἐλθὼν δὲ εἰς τὴν παρεμβολὴν τῶν στρατευμάτων εὐθέως ἐκέ‐ λευσεν τὰς φάλαγγας τῶν Ἑλλήνων ἐξ ὀνόματος καθοπλισθῆναι καὶ ἑτοίμως παραστῆναι Δαρείῳ· αὐτὸς δὲ ἐν μέσῳ ἕστηκεν αὐτῶν, θρασύνων αὐτούς· καὶ συναθροίσας πάντα τὰ στρατεύ‐
5ματα αὐτοῦ εὗρε τὸν ἀριθμὸν χιλιάδας διακοσίας ὀγδοήκοντα· καὶ στὰς ἐφ’ ὑψηλοῦ τόπου τινὸς παρῄνει αὐτοῖς λέγων· “ἄν‐ δρες συνστρατιῶται, εἰ καὶ βραχὺς ὁ ἀριθμὸς ἡμῶν, ἀλλὰ φρό‐ νησις μεγάλη παρ’ ἡμῶν καὶ θάρσος καὶ δύναμις ὑπὲρ τοὺς Πέρσας τοὺς ὑπεναντίους ἡμῶν. μηδεὶς οὖν ἡμῶν ἀσθενέστερόν
10τι λογίσηται θεωρῶν τὰ πλήθη τῶν βαρβάρων· εἷς γάρ τις ἐξ ἡμῶν χεῖρα γυμνώσας τῶν ἀντιμάχων χιλίους ἀναιρήσει· μη‐
δεὶς οὖν ἡμῶν δειλιάσῃ· πολλαὶ γάρ εἰσι μυριάδες μυιῶν λειμῶνας θλίβουσαι· ὁπόταν δὲ ταύταις ἐμπέσωσι σφῆκες, σοβοῦσιν αὐτὰς ταῖς πτέρυξιν· οὕτως καὶ τὸ πλῆθος οὐδέν
15ἐστιν πρὸς ἡμᾶς.” καὶ οὕτως εἰπὼν Ἀλέξανδρος ἐθράσυνε τὰ στρατεύματα αὐτοῦ· τὰ δὲ στρατεύματα ἠνδραγάθουν καὶ εὐφήμουν τὸν Ἀλέξανδρον. ὁδεύσας οὖν ἕρχεται ἐπὶ τὰ μέρη τοῦ Στράγγαν ποταμοῦ, τουτέστιν ἐπὶ τὰ νῶτα αὐτοῦ. ὁ δὲ Δαρεῖος ἀναλαβὼν πᾶσαν
20τὴν δύναμιν αὐτοῦ ἔρχεται καὶ αὐτὸς ἐπὶ τόν Στράγγαν πο‐ ταμόν· καὶ ἰδὼν αὐτὸν ὀλιγοστὸν ὄντα καὶ παγέντα, περάσας διώδευσεν ἐν σπουδῇ, βουλόμενος πρῶτος ὑπεισελθεῖν τοῖς στρατεύμασιν Ἀλεξάνδρου, ὅπως εὕρωσιν αὐτοὺς ἀπαρασκευά‐ στους καὶ τούτους τροπώσηται· καὶ ἁπλῶς εἰπεῖν, πᾶς στρα‐
25τὸς Δαρείου ἐθωρακίσαντο ἐν πανοπλίᾳ. ὁ δὲ Δαρεῖος ἦν ἐφ’ ἅρματος ὑψηλοῦ, ὁμοίως καὶ οἱ σατράπαι αὐτοῦ ἐπὶ δρεπανη‐ φόρων ἁρμάτων ἐκαθέζοντο, ἄλλοι δὲ ἐκόμιζον ὅπλα πανουρ‐ γικὰ καὶ δόρατα μηχανικά. τῶν δὲ στρατοπέδων τῶν Μακεδό‐ νων προηγεῖτο Ἀλέξανδρος καθεζόμενος ἐπὶ τὸν Βουκέφαλον
30ἵππον· προσεγγίσαι δὲ τούτῳ τῷ ἵππῳ οὐδεὶς ἐδύνατο. ὡς ἑκάτερον μέρος ἔγκλαξεν πολεμικὸν μέλος, οἱ μὲν λίθοις ἔβαλλον, οἱ δὲ τόξα ἔπεμπον ὡς ὄμβρον ἀπ’ οὐρανοῦ φερόμε‐ νον, ἕτεροι δὲ βολίδας ἐσφενδόνιζον, ὥστε ἐπικαλύπτειν τὸ τῆς ἡμέρας φέγγος. πολλὴ δὲ σύγχυσις ἦν τυπτόντων καὶ
35τυπτομένων, καὶ πολλοὶ μὲν βέλεσι τρωθέντες ἔθνησκον, ἄλλοι δὲ ἡμισφαγεῖς ἔκειντο· γνοφερὸς δὲ ἦν ὁ ἀὴρ καὶ αἱματώδης. πολλῶν δὲ Περσῶν ὀλεθρίως τελευτησάντων ὁ Δαρεῖος φοβηθεὶς
ἐπέστρεψε τὰς ἡνίας τῶν ἁρμάτων τῶν δρεπανηφόρων καὶ τροχιζόντων τοὺς ἑαυτοῦ ὄχλους καὶ θεριζόντων· αὐτὸς
40Δαρεῖος ἐθέριζεν τοὺς πλείστους ὄχλους τῶν Περσῶν, ὡς ἐπ’ ἀρούρας στάχυας ἀγρόται τι κείροντες. καὶ ἐλθὼν Δαρεῖος ἐπὶ τὸν Στράγγαν ποταμόν, φεύγων αὐτὸς μὲν οὖν καὶ οἱ σὺν αὐτῷ ἐπέρασαν εὑρόντες παγέντα τὸν ποταμόν. τὸ δὲ πλῆθος τῶν Περσῶν καὶ βαρβάρων βουληθέντες δια‐
45περᾶσαι τὸν ποταμὸν καὶ φυγεῖν εἰσήλθοσαν εἰς αὐτὸν ἅπαν τὸ πλῆθος· καὶ ἐλύθη καὶ ἥρπασεν πάντας, ὅσους εὗρε. οἱ δὲ λοιποὶ Πέρσαι ἵσταντο ὑπὸ τῶν Μακεδόνων ἀναιρούμενοι καὶ βοῶντες· “ἵλεως, ἵλεως ἔσο ἡμῖν, ὦ Διὸς παῖ· μὴ εἰς τέ‐ λος καταφάγηται ἡμᾶς ἡ ῥομφαία σου· σπλαχνίσθητι ἐφ’ ἡμᾶς

16

(50)

καὶ μὴ δίκην κτηνῶν ἀπολέσειας· ἀρκέσθητι Περσικοῖς αἵμα‐ σιν τοῖς μέχρι τοῦ νῦν ὑδάτων δίκην ἐκχυθεῖσιν.” ὁ δὲ Ἀλέ‐ ξανδρος ἐλεήσας αὐτοὺς μηκέτι σφάξειν αὐτοὺς τοῖς Μακε‐ δόσι προσέταξεν· ὅμως δὲ τούτους ἐπισυνάξας ἀπέλυσεν εἰ‐ πών· “φεύγετε πρὶν ἢ τὸ πλῆθος ὑμᾶς καταλάβῃ· καὶ οὐ
55δυνήσομαι ὑμᾶς ἐξ αὐτῶν διασῶσαι.” αὐτῶν δὲ ταῦτα παρὰ Ἀλεξάνδρου ἀκουσάντων οἷα θεὸν προσκυνοῦσιν αὐτὸν καὶ φεύγουσιν ἀνυποστρέπτως καθόλου τοῖς ὄπισθεν μὴ τολμῶντες ὑποστρέφεσθαι. Δαρεῖος δὲ φευγὼν ἦλθεν εἰς τὸ παλάτιον αὐτοῦ καὶ ῥίψας
60αὑτὸν εἰς τὸ ἔδαφος ἀνοιμώξας δάκρυσιν ἐθρήνει ἑαυτόν, ἀπολέσας τοσοῦτον πλῆθος στρατιωτῶν καὶ τὴν Περσίδα ὅλην ἐρημώσας· συμφοραῖς δὲ τοιαύταις συνεχόμενος ἐθρήνει ἑαυ‐ τὸν λέγων· “ὁ τηλικοῦτος βασιλεὺς Δαρεῖος, ὁ τοσαῦτα ἔθνη ὑποτάξας καὶ πάσας τὰς πόλεις καταδουλωσάμενος, ὁ θεῶν
65σύνθρονος γενόμενος καὶ τῷ ἡλίῳ συνανατέλλων, νῦν φυγὰς ἐγενόμην ἕρημος· ἀληθῶς τὸ μέλλον οὐδεὶς ἀσφαλῶς βούλε‐ ται. ἡ γὰρ τύχη βραχείαν ἐὰν λάβῃ ῥοπήν, τοὺς ταπεινοὺς ὑπεράνω τῶν νεφελῶν ἀναβιβάζει καὶ τοὺς ἀπὸ ὕψους εἰς ζόφον κατάγει.” ἔκειτο οὖν Δαρεῖος ἔρημος ἀνθρώπων, ὁ
70τοσούτων ἐθνῶν δεσπότης γενόμενος.
70

17

ὀλίγον οὖν ἀνανήψας καὶ εἰς ἑαυτὸν γενόμενος ἐτύπωσεν ἐπιστολὴν καὶ πέμπει Ἀλεξάνδρῳ περιέχουσαν οὕτως· Δαρεῖος Ἀλεξάνδρῳ τῷ ἐμῷ δεσπότῃ χαίρειν· 〈 〉 〈 〉 ὁ τὸ φῶς μοι δείξας ὑπερφρονήσας μέγα ἔρωτα ἔσ‐
5χεν εἰς τὴν Ἑλλάδα στρατεύεσθαι, ἄπληστος χρυσίου γενά‐ μενος καὶ τῆς ἄλλης εὐδαιμονίας. τοίνυν, Ἀλέξανδρε, σὺ κατανοήσας τὴν τύχην, οἴκτειρον ἡμᾶς πρὸς σὲ καταφεύγον‐ τας προσδεεῖς καὶ τῆς ἄλλης ὑπαρχούσης ἡμῖν εὐγενείας ἀπὸ Περσῶν καὶ ἀπόδος μοι τὴν γυναῖκά μου καὶ τὴν μητέρα
10μου καὶ τὰ τέκνα μου μνησθεὶς τῶν πατρῴων ἐλπίδων. καὶ ἀντὶ τούτων ὑπισχνοῦμαί σοι διδόναι τοὺς θησαυροὺς τοὺς ἐν Μυσιάδι τῇ χώρᾳ καὶ ἐν Σούσοις καὶ Βάκτροις, οὓς οἱ πατέρες ἡμῶν παρέθεντο τῇ γῇ· ὑπισχνοῦμαι δέ σοι καὶ τὴν τῶν Περσῶν καὶ Μήδων καὶ τῶν ἄλλων ἐθνῶν χώραν κυριεύειν
15πάντα τὸν χρόνον. ἔρρωσο. ταύτης δὲ τῆς ἐπιστολῆς γνοὺς Ἀλέξανδρος τὴν δύναμιν συνήθροισε πάντα τὸ στρατόπεδον αὐτοῦ καὶ μεγιστᾶνας
καὶ ἐκέλευσεν ἀναγνωσθῆναι αὐτοῖς τὰ γράμματα Δαρείου. ταύτης δὲ τῆς ἐπιστολῆς ὑπαναγνωσθείσης εἶπέ τις τῶν
20στρατηγῶν Παρμενίων ὀνόματι· “ἐγώ, βασιλεῦ Ἀλέξανδρε, ἐλάμβανον τὰ χρήματα καὶ τὴν χώραν τὴν δεδομένην σοι καὶ ἀπέδωκα ἂν Δαρείῳ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ, κοιμηθεὶς μετ’ αὐτῶν.” μειδιάσας Ἀλέξανδρος εἶπε πρὸς αὐτόν· “ἐγώ, Παρμένιε, πάντα λαμβάνω παρ’ αὐτοῦ.
25ἐθαύμασα δέ, ὅτι Δαρεῖος διὰ χρημάτων ἀξιοῦ λυτρώσασθαι τοὺς ἰδίους, πολὺ μᾶλλον δέ, ὅτι καὶ τήν χώραν τὴν ἐμὴν ὑπισχνεῖταί μοι ἀποδοῦναι· ἀγνοεῖ δὲ τοῦτο Δαρεῖος, ὅτι εἰ μὴ νικήσει με μαχόμενος, ταῦτα πάντα ἐμά εἰσι σὺν τοῖς ἰδίοις αὐτοῦ· πλὴν αἰσχρόν ἐστιν ἡμᾶς ἄνδρας νική‐
30σαντας ὑπὸ γυναικῶν ἡττηθῆναι. ἡμεῖς οὖν πρὸς ἐκεῖνον τὴν μάχην ὀτρύνωμεν περὶ τῶν ἡμετέρων. ἐγὼ γὰρ τὸ σύν‐ ολον τὴν Ἀσίαν οὐκ ἀνῆλθον, εἰ μὴ ὑπελάμβανον αὐτὴν ἐμὴν εἶναι· εἰ δὲ πρότερος αὐτῆς ἐκεῖνος ἦρχε, τοῦτο κερδαινέ‐ τω, διότι χώραν ἔχων ἀλλοτρίαν τοσοῦτον χρόνον οὐδὲν
35ἔπαθεν κακόν.” καὶ ταῦτα εἰπὼν Ἀλέξανδρος ἐκέλευσεν τοῖς πρεσβευταῖς Δαρείου ταῦτα Δαρείῳ ἀπαγγεῖλαι. κελεύει οὖν Ἀλέξανδρος τοὺς τραυματισθέντας ἐν τῷ πολέ‐ μῳ στρατιῶτας θεραπεύεσθαι ἐν πάσῃ ἐπιμελείᾳ, τοὺς δὲ τελευτήσαντας κηδείας τυγχάνοντας θάπτεσθαι. προστάξας
40ἐμπυρίζεσθαι τὰ Ξέρξου βασίλεια ὄντα κάλλιστα κατὰ τὴν χώραν ἐκείνην, μικρὸν δὲ πάλιν μετανοήσας παύσασθαι αὐ‐
τοὺς ἐκέλευσεν. ἐθεάσατο δὲ καὶ τοὺς τῶν Περσῶν τάφους χρυσίῳ πολλῷ κεκοσμημένους· εἶδε δὲ καὶ τὸν Ναβουνασάρου τάφον, τοῦ
45κεκλημένου Ναβουχοδονόσορ Ἑλ....ῃ φωνῇ· παραπλήσιον δὲ ἐθεάσατο καὶ τὸν Κύρου τάφον. ἦν δὲ πύργος αἴθριος δω‐ δεκάστεγος· ἐν δὲ τῇ ἄνω στέγῃ ἔκειτο ἐν χρυσῇ πυέλῃ καὶ ὕελος περιεκέχυτο, ὥστε τὸ τρίχωμα αὐτοῦ φαίνεσθαι καὶ αὐτὸν δὲ ὅλον διὰ τοῦ ὑέλου. ἐνταῦθα δὲ ἦσαν Ἕλλη‐

17

(50)

νες εἰς τὸν τάφον Ξέρξου λελωβημένοι οἱ μὲν πόδας, οἱ δὲ ῥῖνας, ἕτεροι δὲ τὰ ὦτα αὐτῶν, δεδεμένοι πέδαις καὶ ἡλωθέν‐ τες, ἄνδρες Ἀθηναῖοι· καὶ ἐξεβόησαν Ἀλεξάνδρῳ ὥστε σῶ‐ σαι αὐτούς. ὁ δὲ Ἀλέξανδρος ἰδὼν αὐτοὺς ἐδάκρυσεν· ἦν γὰρ ἡ θεωρία αὐτῶν δεινή· βαρέως οὖν ἤνεγκεν ἐπὶ τούτῳ
55καὶ προσέταξε λυθῆναι αὐτοὺς καὶ δοθῆναι αὐτοὺς διδράγ‐ ματα χίλια καὶ ἀποκαταστῆναι αὐτοῖς εἰς τὴν ἰδίαν ἑκάστῳ πατρίδα. οἱ δὲ λαβόντες τὸ ἀργύριον ἠξίωσαν τῷ Ἀλεξάν‐ δρῳ χώραν αὐτοῖς ἀπομερισθῆναι ἐν τοῖς τόποις ἐκείνοις, εἰς δὲ τὰς πατρίδας αὐτῶν μὴ ἐκπεμφθῆναι, οὕτως διακειμέ‐
60νους ὄνειδος εἶναι τοῖς οἰκείοις. καὶ ἐκέλευσεν ἀπομερισ‐ θῆναι αὐτοῖς γῆν καὶ σίτων σπέρματα δοθῆναι αὐτοῖς καὶ βόας ἑκάστῳ ἓξ καὶ πρόβατα καὶ πάντα χρήσιμα εἰς γεωργίαν καὶ ἕτερον χρῆμα.
63

19

ὁ δὲ Δαρεῖος ηὐτρεπίζετο εἰς ἕτερον πόλεμον, γράφει δὲ
καὶ Πώρῳ, βασιλεῖ Ἰνδῶν, οὕτως· βασιλεὺς Δαρεῖος βασιλεῖ Ἰνδῶν Πώρῳ χαίρειν· 〈 〉 〈 〉 ἐπὶ τῇ γενομένῃ καταστροφῇ τοῦ οἴκου μου ἐν ταῖς
5ἡμέραις ταύταις, ἐπειδὴ ἐπιβὰς ὁ Μακεδὼν θηρὸς ἀγρίου τύ‐ χην ἔχων οὐ βούλεται τὴν μητέρα μου καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ἀποδοῦναι· ἐμοῦ δὲ ἐπαγγειλαμένου καὶ θησαυροὺς καὶ ἄλλα τινὰ πλείονα παρασχεῖν αὐτῷ οὐ πείθεται. ὅθεν οὖν βούλομαι ἐκπορθῆσαι αὐτὸν ἐφ’ οἷς ἔπραξε, συνίστημι
10αὐτὸν ἕτερον πόλεμον, μέχρις ἂν ἀμύνω αὐτὸν καὶ τὸ ἔθνος αὐτοῦ. δίκαιον οὖν ἐστιν καὶ σὲ ἀγανακτῆσαι ἐφ’ οἷς ἔπα‐ θον καὶ ἐξελθεῖν σε ἐπὶ τῇ ἐμῇ ὕβρει, μνησθέντα σε τῶν γονικῶν ἡμῶν δικαίων. συνάθροισον οὖν πλεῖστα ἔθνη ἐπὶ τὰς Κασπικὰς πύλας καὶ τοῖς συνερχομένοις ἀνδράσιν χορή‐
15γησον χρυσίον πολὺν καὶ σῖτον καὶ χορτάσματα. πάντων δέ σοι τὸ ἥμισυ τῶν λαφύρων, ὧν ἐὰν λάβω, τοῦτο χαρίσομαι καὶ τὸν λεγόμενον Βουκέφαλον ἵππον σὺν τοῖς βασιλικοῖς χωρί‐ οις καὶ τῶν παλλακῶν αὐτῶν. δεξάμενος οὖν τὰ γράμματα ἡμῶν ἐν πολλῇ σπουδῇ συνάθροισον πλήθη καὶ ἀπόστειλον
20ἡμῖν. ἔρρωσο. ὁ δὲ Ἀλέξανδρος μαθὼν ταῦτα ὑπό τινος τῶν Δαρείου προσ‐ φυγόντων πρὸς αὐτόν, εὐθέως ἀναλαβὼν ἅπασαν τὴν δύναμιν αὐτοῦ τὴν πορείαν ἐποιεῖτο ἐπὶ Μηδίαν. ἤκουσε δὲ Δαρεῖον εἶναι ἐν Βετάνοις ἐπὶ τὰς Κασπικὰς πύλας· καὶ σύντομον
25τὸν διωγμὸν ἐποίει καὶ εὐτολμότερον.
25

20

ἔγνωσαν οὖν οἱ σατράπαι Δαρείου τὸν Ἀλέξανδρον ἐγγίζοντα, ὅ τε Βῆσσος καὶ Ἀριβαρζάν, καὶ παρατραπέντες οὗτοι τὰς φρενοβλαβεῖς γνώμας ἐβουλεύσαντο Δαρεῖον ἀναιρῆσαι· ἔλε‐ γον πρὸς ἀλλήλους, ὅτι ἑὰν ἀνέλωμεν Δαρεῖον, ληψόμεθα παρὰ
5Ἀλεξάνδρου χρήματα πολλά, ὡς ἀναιρήσαντες τὸν ἐχθρὸν αὐ‐ τοῦ. οὕτως οὖν κακῶς βουλευσάμενοι εἰσέρχονται λάθρα ξιφήρεις Δαρείῳ. ὡς δὲ εἶδεν τούτους Δαρεῖος ὁρμήσαντας αὐτῷ ξιφήρεις, εἶπεν αὐτοῖς· “ὦ ἐμοὶ δεσπόται οἱ πρίν μου δοῦλοι, τί ὑμᾶς ἠδίκησα καὶ ὑμεῖς ἀναιρεῖτε με βαρβάρῳ
10τολμήματι; μὴ πλέον ὑμεῖς Μακεδόνων τι δράσετε; ἐάσατέ με οὕτως ἐπὶ τὰ μέλαθρα ῥιφέντα ἀναστενάζειν τὴν ἀνωμαλῆ τύχην· ἐὰν γὰρ νῦν ἐλθὼν Ἀλέξανδρος, ὁ Μακεδόνων βασιλεύς, εὑρήσει με σφαγέντα, βασιλεὺς βασιλέως ἐκδικήσει τὸ αἷμα.” οἱ δὲ μηδαμῶς πεισθέντες ταῖς ἱκεσίαις Δαρείου φόνοις
15αὐτὸν ἀμύνοντο. οἱ οὖν Μακεδόνες τὸν Ἀρσινόην παγέντα εὑρόντες διεπέρα‐ σαν· καὶ εἰσῆλθεν Ἀλέξανδρος εἰς τὰ βασίλεια Δαρείου. οἱ οὖν δυσσεβεῖς μαθόντες τὴν εἴσοδον Ἀλεξάνδρου ἔφυγον καταλείψαντες Δαρεῖον ἡμίπνουν. καὶ εἰσελθὼν πρῶτος Ἀλέ‐
20ξανδρος καὶ εὑρὼν αὐτὸν ἡμίπνουν, ἐκκεχυμένον ξίφει τού‐ του τὸ αἷμα, ἀνοιμώξας αὐτῷ θρῆνον ἄξιον λύπης δάκρυα ἐξέχεεν ἐπ’ αὐτῷ καὶ τῇ χλαμύδι αὑτοῦ ἐσκέπασε τὸ σῶμα Δαρείου, τὰς χεῖρας δὲ ἐπιθεὶς ἐπὶ τὸ Δαρείου στῆθος ἐλέ‐ ους γέμοντας λόγους ἐπ’ αὐτῷ ἔλεγεν· “ἀνάστα, βασιλεῦ Δα‐
25ρεῖε, καὶ τῆς σῆς γῆς βασίλευε καὶ τῶν σεαυτοῦ δεσπότης γενοῦ· δέξαι σου τὸ διάδημα, τοῦ Περσικοῦ πλήθους ἀνάσσων· ἔχε σου τὸ μέγεθος τῆς τυραννίδος· ὀμνύω τὴν ἄνω πρόνοιαν,
ὡς ἀληθῶς καὶ οὐ πεπλασμένως φράζω σοι. τίνες δέ εἰσιν οἱ πλήξαντές σε; μήνυσόν μοι αὐτούς, ἵνα σε θεραπεύσω.”
30καὶ ταῦτα εἰπόντος τοῦ Ἀλεξάνδρου στενάξας Δαρεῖος καὶ τὰς χεῖρας ἐκτείνας ἐπεσπάσατο τὸν Ἀλέξανδρον καὶ περι‐ πλακεὶς αὐτῷ εἶπεν· “Ἀλέξανδρε βασιλεῦ, μήποτε ἐπαρθῇς τῇ τυραννικῇ δόξῃ, ὁπόταν ἔργον ἰσόθεον κατορθώσῃς καὶ χερσὶ ταῖς σαῖς οὔρανον θέλῃς φθάσαι· ἀλλὰ σκόπει τὸ
35μέλλον· ἡ τύχη γὰρ οὐκ οἶδε βασιλέα οὔτε μὴν πλήθη ἔχον‐ τα, ἀκρίτῳ δὲ γνώμῃ πανταχόθεν ῥέμβεται. ὁρᾷς, τίς ἤμην καὶ τίς γέγονα. ἀποθνησκόντος μου, Ἀλέξανδρε, ταῖς σαῖς χερσὶ θάψον με. κηδευσάτωσάν με Μακεδόνες καὶ Πέρσαι. ἐγώ εἰμι, Ἀλέξανδρε, ὁ σύμπασαν δοκῶν κυριεύειν γαῖαν,
40νυνὶ δέ, ὡς ὁρᾷς γυμνὸς εἰς γαῖαν ἔρριμμαι ὁ ποτὲ ὑπὸ μυριάδων δορυφορούμενος καὶ οἷος θεὸς δοξαζόμενος, ἀπροσ‐ τάτευτος μόνος καταλέλειμμαι. μνήσθητι, Ἀλέξανδρε, οἵας δόξης ἄφνω ἐξέπεσα, σὺ αὐτόπτης γενόμενος· καὶ μὴ ἐάσῃς ὅλως ἐν ταύτῃ τῇ ταλαιπωρίᾳ τελευτῆσαί με· ἐπίσταμαι
45γὰρ σπλάγχνα ἔχειν σε· Ἕλλην γὰρ εἶ σὺ καὶ οὐκ ὠμὸς Πέρσης.” προστάσσει οὖν Ἀλέξανδρος καὶ φέρουσι τὴν γυναῖκα Δα‐ ρείου καὶ τὴν θυγατέρα καὶ τὴν μητέρα αὐτοῦ. ὡς δὲ εἶ‐ δεν Δαρεῖος, εὐθὺς ἀπόλωλεν, ἐκτείνας δὲ τὴν χεῖρα αὐτοῦ

20

(50)

καὶ τὴν θυγατέρα κρατήσας εἶπεν· “ταύτην, ὦ Ἀλέξανδρε, δέχου ὡς δῶρον· ἔσται δέ σοι εἰς δούλην σὺν τῇ μητρί· μία γενέσθω Δαρείῳ ἡ συγγένεια Δαρείῳ καὶ Ἀλεξάνδρῳ. τὴν δὲ ἐμὲ τεκοῦσαν ἀνατίθημί σοι, καὶ τὴν γυναῖκά μου
ὡς ἐμὲ οἴκτειρον.” καὶ ταῦτα εἰπὼν Δαρεῖος ἐξέπνευσεν
55τὸ πνεῦμα αὐτοῦ παραθεὶς ταῖς χερσὶν Ἀλεξάνδρου.
55

21

ὁ δὲ Ἀλέξανδρος συμπαθῶς κλαύσας τὸν Δαρεῖον ἐκέλευσε τὸ σῶμα αὐτοῦ βαστάζεσθαι, θάψαι δὲ αὐτῷ Περσικῷ νόμῳ ὡς βασιλέα· κελεύει δὲ πρώτους Πέρσας προάγειν, Μακεδό‐ νας ὄπισθεν ἐνόπλους. αὐτὸς δὲ Ἀλέξανδρος ὑποθεὶς τὸν
5ὦμον αὐτοῦ ἐβάστασε μετὰ τῶν σατραπῶν τὸ σῶμα Δαρείου. οὐ τοσοῦτον δὲ ἔστενον οἱ ἐπακολουθοῦντες ἐπὶ Δαρείου ὅσον ἐπὶ Ἀλεξάνδρῳ βαστάζοντι. ἀποθεὶς δὲ Ἀλέξανδρος ἐπὶ τὸν τάφον Δαρεῖον τὸν βασιλέα, βουθυτήσας ἐκεῖ, μνή‐ μην ἐποίει τῷ Δαρείῳ.
10καὶ νόμους ἔθετο κατὰ πόλιν, ἅμα δὲ καὶ προστάγματα περιέχοντα οὕτως· βασιλεὺς Ἀλέξανδρος, υἱὸς Φιλίππου βασιλέως καὶ βασιλίσ‐ σης Ὀλυμπιάδος τοῖς κατὰ τὴν Περσίδα πᾶσαν, ἔν τε ταῖς πόλεσι καὶ χώραις τάδε κελεύω· εὐκτὸν μὲν ἦν μοι τὰς
15τοσαύτας μυριάδας ἀνθρώπων μὴ ἀπολέσθαι κακῶς· εἰ δὲ εὐδαιμονία ποιεῖ με κατὰ Περσῶν νικηφόρον, καὶ ὑπὲρ τού‐ των εὐχαριστῶ τῇ προνοίᾳ. γινώσκετε δέ, ὅτι καθιστῶ ὑμῖν σατράπας, οἷς ὀφείλετε ὑπακούειν ὡς ὑπὸ Δαρείου καὶ τοῖς ὑπ’ αὐτὸν κατεχομένοις πᾶσιν. μὴ ἴδητε ἕτερον
20βασιλέα, εἰ μὴ Ἀλέξανδρον· χρῆσθε δὲ τοῖς ἰδίοις ἔθεσι καὶ συνηθείαις καὶ ἑορταῖς καὶ πανηγύρεσιν καὶ εὐωχίαις καὶ βουθυσίαις, καθάπερ ἐπὶ Δαρείῳ. ἕκαστος δὲ τῇ ἰδίᾳ μονῇ βιώτω· ἐὰν δὲ Πέρσης καταλείψῃ τὴν ἰδίαν πόλιν ἢ χώραν ἢ τόπον φύγῃ καὶ εἰς ἀλλοδαπὴν κατοίκησιν ἀπέλθῃ,
25ὡς ἀποστάτης κολαζέσθω. τὰ δὲ ὑπάρχοντα ὑμῖν συγχωρῶ
ἕκαστον κυριεύειν τῶν ἰδίων πλὴν χρυσίου καὶ ἀργυρίου· τὸν γὰρ χρυσὸν καὶ τὸν ἄργυρον κελεύω ἀναφέρεσθαι τοῖς κατὰ πόλιν καὶ χώραν ἡμετέροις ὅροις· νομὰς δὲ ὅσας ἔχετε συγχωροῦμεν ἑκάστῳ χρᾶσθαι· πᾶν δὲ ἀμυντήριον ὅπλον κε‐
30λεύω ἀναφέρεσθαι εἰς τὰς ἀποδεδειγμένας ὁπλοθήκας. οἱ δὲ σατράπαι μενέτωσαν ἐν τῇ αὐτῶν τάξει, ἔθνος δὲ ἔθνει οὐκ ἐπιβήσεται εἰ μὴ ἐμπορίας χάριν, καὶ ταῦτα δὲ ἕως εἴ‐ κοσιν ἀνδρῶν μέγιστον· κἀγὼ τὸ μέρος λήψομαι κατὰ τοὺς νόμους ὑμῶν, ὡς ἐπὶ Δαρείου. βούλομαι δὲ τὰς χώρας ὑμῶν
35ἐν εὐθηνίᾳ καταστῆσαι, τὰς δὲ ὁδοὺς Περσίας ἐμπορεύεσθαι καὶ πραγματεύεσθαι μετὰ πάσης εὐσταθείας, ὅπως οἱ ἀπὸ τῆς Ἑλλάδος ἐμπορεύωνται πρὸς ὑμᾶς· ἀπὸ γὰρ τοῦ Εὐφράτου ποταμοῦ καὶ τῆς διαβάσεως τῆς ἐπὶ τὸν Τίγριν ποταμὸν ἕως Μηδίας Βαβυλῶνος ὁδοποιήσω καὶ σημεῖα ποιήσω, ὅπου ἡ ὁδὸς
40φέρει· καὶ τοῦτο δῆλον ἔστω ἐν ταῖς ὁδοῖς. Δαρεῖον δὲ ἐγὼ οὐκ ἀνεῖλον, τίνες δέ εἰσιν, ἀγνοῶ, οἷς ὀφεί‐ λω σατραπείας, ἃς ἂν βούλωνται, χαρίσασθαι καὶ χώρας αὐτοῖς μεγίστας ἀποδοῦναι, ὅτι τὸν ἐμὸν ἐχθρὸν ἀνεῖλον.” καὶ ταῦτα εἰπόντος τοῦ Ἀλεξάνδρου τὸ Περσικὸν πλῆθος
45ἐταράχθη ὡς μέλλοντος Ἀλεξάνδρου τὴν γῆν Περσίδα κατα‐ σκάπτειν. γνοὺς δὲ Ἀλέξανδρος τοῦ πλήθους τὴν λύπην εἶπε πρὸς αὐτούς· “τί ὑπονοεῖτε, ὦ Πέρσαι; ὡς μέλλοντός μου καταλιπεῖν ὑμᾶς ἀδόξους καὶ ἀσήμους, ὅτι τοὺς ἀνελόν‐ τας Δαρεῖον ἐγὼ ἐπιζητῶ; εἰ γὰρ ἔζη Δαρεῖος, πάλιν ἐπ‐

21

(50)

έστρατευέ μοι πόλεμον· νυνὶ δὲ πᾶς πόλεμος πέπαυται. εἴτε οὖν Μακεδόνων ἐστὶν ὁ ἀναιρήσας Δαρεῖον, προσερχέσθω ἡμῖν θαρρῶν καὶ λαμβανέτω εἰς ἀριστείαν, ὃ ἐὰν αἰτήσηται
παρ’ ἡμῶν· εἰ δὲ καὶ Περσῶν τις ἄλλος τυγχάνει, μὴ παρα‐ βήτω· ὄμνυμι γὰρ τὴν πρόνοιαν καὶ τῆς μητρός μου Ὀλυμ‐
55πιάδος σωτηρίαν, ὡς ἐπισήμους καὶ περιφανεῖς πᾶσιν ἀνθρώ‐ ποις ποιήσω.” καὶ οὕτως ὀμόσαντος Ἀλεξάνδρου καὶ τὸ πλῆθος ἐδάκρυσεν. οἱ δὲ κάκιστοι οἱ ἀνελόντες Δαρεῖον, ὅ τε Βῆσσος καὶ ὁ Ἀριβαρζάν, ὡς ληψόμενοι μέγα δῶρον παρὰ Ἀλεξάνδρου αὐτομάτως προσῆλθον αὐτῷ λέγοντες· “δέσποτα
60Ἀλέξανδρε βασιλεῦ, ἡμεῖς ἐσμεν οἱ Δαρεῖον ἀναιρήσαντες τὸν ἐχθρόν σου τυγχάνοντα.” ἀκούσας δὲ ταῦτα Ἀλέξανδρος ἐκέλευσεν αὐτοὺς συλληφθῆναι καὶ ἐπὶ τὸν τάφον Δαρείου ἀνασταυρωθῆναι. τῶν δὲ βοώντων καὶ λεγόντων· “οὐκ ὤμοσας ἡμῖν, ὅτι τοὺς ἀναιρήσαντας Δαρεῖον περιφανεῖς καὶ ἐπισή‐
65μους ποιήσω; καὶ πῶς νῦν κελεύεις ἀνασταυρωθῆναι ἡμᾶς, παραβὰς τοὺς ὅρκους, οὓς ἐποιήσω;” καὶ λέγει αὐτοὺς Ἀλέ‐ ξανδρος· “οὐχ ὑμῶν ἕνεκα ἀπολογοῦμαι, ὦ κάκιστοι, ἀλλ’ ἕνεκα τοῦ πλήθους τῶν στρατευμάτων. ἄνδρες Πέρσαι, οὐκ ἄλλως ἦν οὕτως ῥαδίως εὑρεῖν καὶ ἐμφανεῖς αὐτοὺς ποιῆσαι πᾶσιν,
70ἐὰν μὴ πρὸς ὀλίγον ἠπείλησα τὸν Δαρείου θάνατον· τοῦτο γὰρ ἦν μοι εὐκταῖον, τὸ τοὺς ἐκεῖνον ἀναιρήσαντας μεγίστῃ τιμωρίᾳ παραδοθῆναι· εἰ γὰρ τὸν ἴδιον δεσπότην ἀναιρήσαν‐ τες, πολλῷ μᾶλλον ἐτόλμων καὶ εἰς ἐμὲ φθάσαι. εἰς ὑμᾶς μέν, ὦ κάκιστοι, οὐκ ἐπιώρκησα· ὤμοσα γάρ, περιφανεῖς καὶ
75διασήμους ὑμᾶς ποιήσω, τούτεστιν ἀνασταυρωθῆναι, ἵνα πάν‐ τες ὑμᾶς θεωροῦσι.” καὶ οὕτως εἰπόντος τοῦ Ἀλεξάνδρου ἐπευφήμησαν αὐτῷ πάντες· καὶ οἱ μὲν κάκιστοι φονεῖς ἀνα‐
σταυροῦνται ἐπὶ τῷ ταφίῳ Δαρείου.

22

ἀποκαταστήσας δὲ Ἀλέξανδρος ἐν εἰρήνῃ τὴν πόλιν εἶπεν αὐτοῖς· “τίνα θέλετε σατράπην εἶναι τῆς πόλεως ὑμῶν;” οἱ δὲ εἶπον Ἀδουλήτην τὸν τοῦ Δαρείου πατράδελφον. καὶ συνεχώρησεν Ἀλέξανδρος τοῦτον γενέσθαι.
5γράφει δὲ πρὸς τὴν μητέρα Δαρείου καὶ τὴν γυναῖκα καὶ τὴν θυγατέρα οὕτως· βασιλεὺς Ἀλέξανδρος Στατείρᾳ καὶ Ῥοδῷ καὶ Ῥωξάνῃ τῇ ἐμῇ γυναικὶ χαίρειν. ἀντιταξάμενον ἡμῖν Δαρεῖον οὐκ ἠμυ‐ νάμεθα, εἰ μὴ τοὐναντίον, ηὐχόμην γὰρ ἐγὼ ζῶντα ὑπὸ τὰ ἐμὰ
10σκῆπτρα ἔχειν· ἐλαχίστως δὲ ἔχοντος ἐπὶ τῷ πνεύματι αὐτοῦ τοῦτον κατέλαβον ἐν τῇ ἐσχάτῃ ἀναπνοῇ, ὃν ἐλεήσας τῇ ἐμαυ‐ τοῦ χλαμύδι περιέστειλα. ἐπυθόμην δὲ παρ’ αὐτοῦ τι ἀκοῦ‐ σαι περὶ τῆς ἀπωλείας αὐτοῦ. ὁ δέ μοι εἶπεν· “παρακαταθή‐ κην ἔχε τὴν ἐμὴν θυγατέρα Ῥωξάνην καὶ συμβιώσει σοι.”
15περὶ δὲ τῶν εἰς αὐτὸν γενομένων οὐκ ἔφθασεν ὁμιλῆσαί μοι. τοὺς μὲν αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἠμυνάμην ἀξιοπρεπῶς· οἴομαι δὲ ἀκηκοέναι τὴν ἀγγελίαν αὐτῶν. προσέταξα δὲ ἡρῷ‐ ον αὐτῷ γενέσθαι παρὰ τοὺς πατρῴους αὐτῷ ἥρωας· καὶ ὑμεῖς δὲ τῆς λύπης αὐτοῦ παύσασθε· ἐγὼ γὰρ ὑμᾶς ἀποκαταστήσω
20εἰς τὰ ἴδια βασίλεια, ἐπὶ δὲ τοῦ παρόντος διατρίψατε, ἐφ’ ᾧ τόπῳ ἐστέ, μέχρις ἂν καὶ τὰ ἐνθάδε καταστήσω πράγματα. κατὰ γοῦν τὰς διατάξεις Δαρείου Ῥωξάνην τὴν ἐμὴν γυναῖκα σύνθρονόν μου εἶναι βούλομαι, ἐὰν δὲ καὶ ὑμεῖς μοι συμ‐ πνεύσητε, προσκυνεῖσθαι αὐτὴν ὡς Ἀλεξάνδρου γυναῖκα βού‐
25λομαι καὶ κελεύω. ἔρρωσθε. δεξάμεναι δὲ τὰ γράμματα Ἀλεξάνδρου ἀντέγραψαν αὐτῷ
ταῦτα Ῥοδῶ καὶ Στάτειρα· Ἀλεξάνδρῳ βασιλεῖ χαίρειν· ηὐξάμεθα ἂν τοῖς κλίνασι τὸ Δαρείου ὄνομα καὶ τῶν Περσῶν καύχημα αἰώνιόν σε καταστῆ‐
30σαι τῆς οἰκουμένης βασιλέα λογισμῷ ὑπερέχοντα, φρονήσει καὶ δυνάμει. οἴδαμεν δὲ ὑπὸ τὰς σὰς ἀγκάλας οὖσαι, ὅτι καλῶς ζῶμεν· ἐπευχόμεθά σοι κάλλιστα παρὰ σεαυτῷ καὶ τῶν καλλίστων τῆς οἰκουμένης δεσπόζειν ἀναριθμήτοις χρόνοις, ὅτι οὐχ ὡς αἰχμαλώτους προσέρχῃ πεπτωκυίας ὑπὸ τὰς σὰς
35κάμπτρας· ἐλέγχῃ δὲ ἐξ αὐτῶν τῶν πραγμάτων, ὅτι ἐξ ὑπερ‐ οχῆς γεγενημένος ὑπάρχεις. ἡμεῖς δὲ νῦν οὐκέτι αἰχμάλω‐ τοί ἐσμεν καὶ νῦν τεταπεινωμέναι, ἀλλὰ νῦν οἴδαμεν Ἀλέ‐ ξανδρον νέον Δαρεῖον γεγονέναι ἡμῖν. Ἀλέξανδρον προσκυ‐ νοῦμεν τὸν μὴ καταισχύναντα ἡμᾶς. ἐγράψαμεν δὲ παντὶ τῷ
40τῶν Περσῶν ἔθνει, ἴδιον νῦν Δαρεῖον οἴδαμεν Ἀλέξανδρον βασιλέα· καὶ γὰρ ἡ τύχη Ἀλεξάνδρῳ, βασιλεῖ πάσης τῆς οἰκουμένης, Ῥωξάνην πρὸς γάμους ἄγει. πάντες οὖν προσά‐ γετε Ἀλεξάνδρῳ εὐχαριστίας ἀξίως, ὅτι τὸ τῶν Περσῶν καύ‐ χημα μειζόνως νῦν ὑψώθη. ἀγαλλώμεθα Ἀλέξανδρον ἀναγο‐
45ρεύοντες μέγιστον βασιλέα. ἔρρωσο. ὁ δὲ Ἀλέξανδρος δεξάμενος τὰ γράμματα αὐτῶν ἀντιγράφει αὐταῖς οὕτως· ἐπαινῶ ὑμῶν τὸ φρόνημα, πειράσομαι οὖν ἄξια τοῦ γένους ὑμῶν φροντίσαι· κἀγὼ φθαρτὸς ἄνθρωπος γεγένημαι. ἔρρωσθε.

22

(50)

ἐν ὑστέρῳ δὲ ἔγραψε καὶ τῇ Ῥωξάνῃ Ἀλέξανδρος οὕτως· Ἀλέξανδρος βασιλεὺσ Ῥωξάνῃ τῇ ἐμῇ γυναικὶ χαίρειν. γράφων Ὀλυμπιάδι τῇ ἐμῇ μητρὶ περὶ ἄλλων τινῶν ἀνηκόν‐ των ἡμῖν, προενετειλάμην δὲ ἐν τῇ γραφῇ καὶ τὸν γυναικεῖ‐
ον κόσμον καὶ τὸν ἱματισμὸν τῆς μητρὸς Δαρείου καὶ τῆς
55μητρός σου Ῥόδους ἀποσταλῆναι ἡμῖν καὶ τὸ τίμημα πεμφθῆ‐ ναι αὐτὴν ὑπὲρ ἐμοῦ. πειρῶ δὲ καὶ αὑτὴν τὰ ἀντάξια φρο‐ νεῖν Ἀλεξάνδρου καὶ τὸν φόβον ἔχειν καὶ τὴν πρὸς τὴν Ὀλυμπιάδα τιμήν· ταῦτα γὰρ πράττουσα καὶ σεαυτὴν καὶ ἡμῖν μεγάλην εὐσχημοσύνην περιποιήσεις. ἔρρωσό μοι φιλ‐
60τάτη. δεξαμένη οὖν ἡ Ὀλυμπίας τὰ γράμματα Ἀλεξάνδρου εὐθέως ἑτοιμάσασα τὴν βασιλικὴν αὐτῆς τιμίαν ἐσθῆτα καὶ πάντα κόσμον τίμιον ὑπερηφανῆ ὑπὲρ πᾶσαν βασιλικὴν θεωρίαν διεπέμψατο ἀπὸ Μακεδονίας.
65τοὺς δὲ γάμους ἑτοίμως πεποιηκότων τελείας καὶ πολλῆς ἀγαλλιάσεως γενομένης περὶ τὰ βασίλεια Ἀλεξάνδρου καὶ Ῥωξάνης ἐτέλεσαν. ὡς δὲ τοῦτο ἐν Περσίδι πᾶσι δῆλον γέγονεν, εἰς ὁμόνοιαν ἔρχονται Πέρσαι τοῖς Μακεδόσιν ὡς ἀδελφικῶς ἀλλήλοις διακεῖσθαι.
69

23

μεταξὺ δὲ τούτων προστάσσει Ἀλέξανδρος Σελεύκῳ τῷ
ἄρχοντι ἅπαν τὸ Περσικὸν ἐπισυνάξαι στράτευμα. μετὰ πολλοῦ δὲ τοῦ τάχους τοῦ λαοῦ ἐπισυναχθέντος εὑρέθησαν χίλιαι τριάκοντα χιλιάδες ἱππέων καὶ τετράκις χίλιαι
5χιλιάδες πεζῶν, τὸ δὲ λοιπὸν πλῆθος ἐν τοῖς πολέμοις διεφθάρη. τούτους Ἀλέξανδρος σὺν παντὶ τῷ Μακεδονικῷ στρατεύματι ἑνώσας τὴν κατ’ Αἴγυπτον ἐποιεῖτο πορείαν.
7

24

καὶ καταλαμβάνει τὴν Ἰουδαίαν γῆν· οἵτινες ἀντιστῆναι βουληθέντες ἐκπέμπουσιν κατασκόπους, ὡς δῆθεν πρέσβεις εἶναι τούτους. ταῦτα δὲ ὅμως οὐκ ἔλαθεν Ἀλεξάνδρῳ. καὶ προστάσσει τινὰς τῆς Μακεδονικῆς φάλαγγος νεανίσκους
5λίαν μαχιμωτάτους ἐν τῇ παρακειμένῃ φάραγγι ἑαυτοὺς ἀκον‐ τίσαι. οἱ δὲ τὸ προσταχθὲν αὐτοῦ σπουδαίως ἐπλήρωσαν. ὀξὺ γὰρ τὸ Μακεδονικὸν στῖφος εἰς τὸ κελευόμενον ὑπὸ Ἀλεξάνδρου. καὶ στραφεὶς πρὸς τοὺς κατασκοπεῦσαι βου‐ λομένους εἶπεν· “ὁρᾶτε, οἱ τοῦ Ἰουδαϊκοῦ ἔθνους πρέσ‐
10βεις, πῶς ἀντ’ οὐδενὸς τῷ στρατῷ Μακεδόνων ὁ θάνατος. ἄπ‐ ιτε οὖν καὶ τὸ συμφέρον ὑμῖν πραγματεύεσθε. ἐγὼ δὲ τὴν αὔριον ἐπελεύσομαι πρὸς ὑμᾶς καὶ ὡς τῇ προνοίᾳ δεκτὸν πράξω.” οἱ δὲ ἀπελθόντες τοῖς ἄρχουσιν αὐτῶν εἶπον· “ἐπείκειν
15Ἀλέξανδρον καὶ σῴζεσθαι χρεών· οὐ γάρ ἐστιν ἡμῖν ἐλ‐ πὶς σωτηρίας. ἔξω γὰρ φύσεως ἀνθρώπων ὁ Μακεδόνων στρα‐ τός· ὡς γὰρ ἐν ἡμῖν φοβερὸς καθέστηκεν ὁ θάνατος, τοῖς Μακεδόσι οὐχ οὕτως, ἀλλὰ καὶ λίαν εὐκαταφρόνητος. οἶμαι δὲ τούτοις ἐριστικῶς ἔχειν τὸ θανεῖν, ὡς ἄν τις εἴποι
20πρὸς ἀναγκαῖόν τι χρῆμα τούτοις ἀπέρχεσθαι· ἐξέστησαν γὰρ ἡμᾶς ἐν τῇ φάραγγι τῇ μεγάλῃ ὡς ὑποβρύχιον ἑαυτοὺς
ποιήσαντες οἱ τῶν Μακεδόνων παῖδες· ἅμα γὰρ Ἀλέξανδρος ἐκέλευσεν, τὸ ἔργον ἐτελέσθη. καὶ οὐ τοσοῦτον ἡμᾶς ἡ τοῦ θανάτου ἐθρόησε τόλμη, ὅσον τὸ μὴ κερδᾶναί τι προσδοκῶντες·
25οὕτως εὐχερῶς πρὸς τὸ θανεῖν ηὐτομόλησαν· ἐὰν δὲ καὶ κέρ‐ δος ἐλπίσουσι, οὐκ ἄν τις ἀντιστῆναι δυνήσεται. λοιπὸν γὰρ ἡμεῖς, ἅπερ ἐθεασάμεθα, εἴπομεν ὑμῖν· γενέσθω δὲ τὸ δοκοῦν ἡμῖν πρὸ τοῦ Ἀλέξανδρον καταλαβεῖν καὶ πᾶσα ἀκυ‐ ρωθήσεται ἄστατος βουλή.” ὡς οὖν ταῦτα ἤκουσαν, Ἀλεξάνδρῳ
30ὑπείκειν κελεύονται. ταῖς ἱερατικαῖς οὖν στολαῖς ἑαυτοὺς οἱ τούτων ἱερεῖς ἐνδυσάμενοι καθυπαντῶσιν Ἀλεξάνδρῳ σὺν παντὶ τῷ πλήθει αὐτῶν· τούτους δὲ Ἀλέξανδρος ἰδὼν ἐδεδίει τοῦ σχήματος· καὶ τούτους μηκέτι προσεγγίσαι αὐτῷ ἐκέλευ‐ σεν, ἀλλ’ ἐν τῇ πόλει ἀναστρέφεσθαι. προσκαλεσάμενος δὲ
35ἕνα τῶν ἱερέων λέγει αὐτῷ· “ὡς θεοειδὲς ὑμῶν τὸ σχῆμα· φράσον δή μοι καὶ τίνα ὑμεῖς σέβεσθε θεόν; οὐ γὰρ ἐν τοῖς παρ’ ἡμῖν θεοῖς τοιαύτην εὐταξίαν εἶδον ἱερέων.” ὁ δὲ φησίν· “θεὸν ἡμεῖς ἕνα δουλεύομεν, ὃς ἐποίησεν οὐρα‐ νὸν καὶ γῆν καὶ πάντα τὰ ὁράμενά τε καὶ ἀόρατα· οὐδεὶς
40δὲ αὐτὸν ἑρμηνεῦσαι ἀνθρώπων δεδύνηται.” ἐπὶ τούτοις Ἀλέξανδρος ἔφη· “ὡς ἀληθινοῦ θεοῦ ἄξιοι θεραπευταὶ ἄπ‐ ιτε ἐν εἰρήνῃ, ἄπιτε· ὁ γὰρ θεὸς ὑμῶν ἔσται μοι θεὸς καὶ ἡ εἰρήνη μου μεθ’ ὑμῶν, καὶ οὐ μὴ διεξέλθω ὑμᾶς καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, ὅτι θεῷ ζῶντι ὑμεῖς δεδουλεύκατε.”
45λαβόντες δὲ χρημάτων πλήθη ἔν τε χρυσῷ καὶ ἀργύρῳ ἤγαγον πρὸς τὸν Ἀλέξανδρον. ὁ δὲ οὐκ ἠθέλησε λαβεῖν, εἶπεν αὐ‐ τοῖς· “ἔστωσαν ταῦτα τὰ δῶρα καὶ ἐμοὶ ἀφωρισμένος φόρος
κυρίῳ τῷ θεῷ· ἐγὼ δὲ οὐ λήψομαι ἐξ ὑμῶν οὐδέν.”

25

ἐπὶ τούτοις Ἀλέξανδρος διῆλθε τὴν Ἰουδαίαν γῆν καὶ κα‐ ταλαμβάνει τὴν Αἴγυπτον. ἔδοξεν οὖν τοῖς Αἰγυπτίοις μὴ ὑποκύπτειν Ἀλέξανδρον καὶ τὴν αὐτῶν πόλιν κατοχυρώσαντες εὐτρεπίζονται τὰ πρὸς μάχην. ὁ δὲ Ἀλέξανδρος τὴν φάλαγγα
5ἐκτείνας περικυκλοῖ τὴν πόλιν καὶ πήξας τὸ φοσσάτον δι‐ ῆγεν ἀναπαύων τὸν στρατόν. καύσωνος δὲ πολλοῦ γενομένου ἐξέρχεται ἀναψυχήσων μετ’ ὀλίγων ἱππέων, καὶ δὴ καταλαμ‐ βάνει λίμνην καθαρὰν καὶ διαυγῆ ἔχουσαν ὕδωρ, καὶ κατελθὼν τοῦ ἵππου λούεται ἐν αὐτῇ. τὸ δὲ ψυχρὸν τοῦ ὕδατος ἐποί‐
10ησεν Ἀλέξανδρον ἀρρωστῆσαι· ὡς δὲ ἡ νόσος ἐπεκτείνετο, ἤλγουν οἱ Μακεδόνες, σὺν αὐτοῖς δὲ καὶ οἱ Πέρσαι. κατάδη‐ λον δὲ τοῖς Αἰγυπτίοις ἐγένετο ἤδη Ἀλέξανδρον ἀρρωστεῖν· καὶ ἀποστέλλουσί τινες τῆς πόλεως πρὸς Φίλιππον τὸν ἰατρὸν λέγοντες· “εἰ Ἀλέξανδρον δυνηθείης φαρμάκῳ ἀνελεῖν, σὺ
15ἡμῶν ἔσῃ βασιλεύς.” καὶ, “ὦ ὑμεῖς”, Φίλιππος εἶπεν, “τί ἀπεφήνασθε περὶ Ἀλεξάνδρου; εἷς οὔκ ἐστιν ὁ κόσμος μιᾶς τριχὸς τούτου ἀντάξιος.” οἱ δὲ τοῦτο βουλευσάμενοι, θεα‐ σάμενοι Φίλιππον μὴ συγκατατεθῆναι αὐτοῖς θελήσαντα, καὶ τῆς αἰτήσεως ἀποτυχόντες τοιόνδε ἐννόημα ἐννοοῦσι· καὶ
20ὡς φιλοφρονούμενοι τῷ Ἀλεξάνδρῳ γράφουσιν ἐπιστολὴν καὶ λάθρᾳ διὰ τοῦ τείχους διδόασιν Ἀντιόχῳ εἰπόντες· “τήνδε τὴν ἐπιστολὴν ἐν χερσὶν δὸς Ἀλεξάνδρου.” ἡ δὲ ἐπιστολὴ πανουργίας ἦν πλήρης μεμεστωμένη, ὥστε συνταγῆναι Φίλιππον δῆθεν τοῖς Αἰγυπτίοις δολοφονῆσαι Ἀλέξανδρον. Ἀντίοχος
25οὖν λαβὼν αὐτὴν ἄγει πρὸς τὸν Ἀλέξανδρον 〈 〉 〈 〉 καὶ ἀναγνοὺς τίθησιν αὐτὴν ἐν προσκεφαλίδι. ἕωθεν δὲ
Φίλιππος ἔρχεται κύλικα φέρων ἐν χερσὶν ἐσκευασμένου βοη‐ θήματος καὶ φησίν· “ἀναστάς, δέσποτα, καὶ τοῦδε τοῦ βοηθή‐ ματος πιὼν τῆς νόσου ταχέως ἀπαλλάγηθι.” Ἀλέξανδρος δὲ
30ἀναστὰς καὶ τῆς κύλικος λαβόμενος σὺν δάκρυσιν ἔφη· “πί‐ ομαι, Φίλιππε.” ὁ δὲ, “πίε δέσποτα”, εἶπε, “καὶ τῆς νόσου τάχιον ἀπαλλάγηθι.” ὁ δὲ εἰς αὐτὸν ἐμβλέψας πάλιν εἶπε· “καὶ πίομαι.” ὁ δὲ Φίλιππος εἶπεν· “εἶπόν σοι, δέσποτα, πίε καὶ τῆς νόσου ἀπαλλάγηθι.” ὁ δὲ παρευθὺς ἔπιε καὶ
35λαβόμενος τὴν ἐπιστολὴν δίδωσι τῷ Φιλίππῳ οὕτως εἰπών· “ἐγὼ εἶδον, ὅτι Φίλιππος κατὰ Ἀλεξάνδρου ἀδόλως ἔχει.” λαβὼν δὲ Φίλιππος ἀνέγνω τὴν ἐπιστολὴν καί· “ὦ δέσποτα, ἐμοὶ ὁ σύμπας κόσμος οὐκ ἀντάξιος μιᾶς τριχὸς τῆς ἐκπιπ‐ τούσης κεφαλῆς σου·” καὶ “ποῦ μοί ἐστιν ἐν κόσμῳ ἕτερος
40Ἀλέξανδρος;” καὶ “εἰς σὲ τοῦ ζῆν ἐπιβουλεύομαι; μὴ γένοι‐ το· μήτε ὑπόφερε τοῦτο ἀκοῦσαι τὸ σύνολον, δέσποτα. ἀλλ’ ὅμως ἐπεὶ οὕτως ἔδοξεν Αἰγυπτίοις ἰδοὺ τὸ φάρμακον πέ‐ πωκας· ἀνάστηθι οὖν καὶ πεῖραν αὐτοῖς ἅπαξ ἐπίδειξον, ἵνα μάθωσιν Μακεδόνας μὴ ὑπερφρονεῖν.” καὶ ταῦτα εἰπὼν
45ἐξῆλθεν σιγὴν γενέσθαι διαταξάμενος. τούτου δὲ γενομένου εἰς ὕπνον ἡδύτατον Ἀλέξανδρος μετ‐ ετράπη, ἔμεινεν δὲ τὴν πᾶσαν ἡμέραν κοιμώμενος. ἑσπέρας οὖν ἤδη καταλαβούσης ἔξυπνος γενόμενος ὅλως ἦν ὑγιὴς καὶ προσκαλεσάμενος Ἀντίοχον ἔφη· “ὦ Ἀντίοχε, Φιλίππου φάρ‐

25

(50)

μακον εἶδον, καὶ ὁ Φίλιππος ἀνὴρ πιστός, πολλῶν ἀντάξιος ἄλλων· κάλεσον δὲ αὐτόν.” καὶ ἐξελθὼν Ἀντίοχος ἐκάλεσε Φίλιππον, ὁ δὲ Ἀλέξανδρος ἔφη αὐτῷ· “ὅλως ὑγιὴς γέγονα,
Φίλιππε·” καὶ λαβόμενος αὐτοῦ τὸν τραχήλον κατεφίλει.

26

καὶ ἀναστὰς κελεύει τὰ στρατεύματα πρὸς πόλεμον εὐτρεπί‐ ζεσθαι. ἄρτι δὲ τοῦ ἡλίου ἀνατείλαντος καὶ τὰς ἀκτῖνας τοῖς ἀκρωρείοις πυραυγεῖς ἐκπέμψαντος ἅπαν τὸ Μακεδονικὸν καὶ Περσικὸν στράτευμα ἔνοπλοι τῇ πόλει κύκλοθεν παρειστή‐
5κεισαν, οἱ πάντες χρυσέοις τεθωρακισμένοι θώραξιν, ὥστε τὸν ἥλιον τοῖς θώραξιν ἀντικρούοντα ἐδόκει ἐξαῦθις τὴν ἡμέ‐ ραν ἀνταγλαΐζεσθαι. τὰ δὲ πλήθη τῶν τόξων τὰς ἡλιακὰς ἐκάλυψεν αὐγάς· οἱ δὲ ὁπλῖται τοῖς δόρασιν ἄραντες ἐῴ‐ κεισαν ὄρεσιν περιπατοῦντα· ὡς δὲ καὶ βοὴν ἀφίεσαν, εἰ‐
10κάσαι τινὰ τὸν οὐρανὸν εἶναι καὶ συγχεθῆναι καὶ πεπτωκέ‐ ναι. καὶ λοιπὸν πᾶσα σοφία ἀπόλωλεν Αἰγύπτου. ὡς οὖν εἴδησαν Αἰγύπτιοι μὴ ἔχοντες τί ἂν πράξοιντο, ἔρ‐ χονται ἐν τῷ τοῦ Ἀπόλλωνος μαντείῳ καὶ πύθονται, τί δ’ ἂν γένοιτο περὶ τῆς σωτηρίας αὐτῶν καὶ τοῦ κινδύνου ἐκφύ‐
15γωσιν. καὶ ἐδόθη χρησμός· ἔα· ἔα· θνητοῖς ἀστατεῖ ἡ φρενή· ᾧ γεραρῷ ὑπείκεσθε πρὶν νεάζοντες, νῦν νεάζοντι ὑπείκεσθε γεραροί· ἄπιτε ἐς δόμον ἐμόν· μνήμην τῶν πάλαι ἐχόντων ποιήσασθε. Ἀλεξάνδρῳ ὑπείκειν ἐφετμεύω. οἱ δὲ τὸν πάλαι χρησμὸν ἐν νῷ λαβόντες ὡς Νεκτεναβῶ τῆς
20Αἰγύπτου ἀπέδρα, ἐπινοοῦσι παῖδα εἶναι Νεκτεναβῶ τὸν Ἀλέ‐ ξανδρον. ὡς δὲ ὁπλῖται καὶ οἱ λοχαγοὶ τῷ τείχει προσῄεσαν, ἔνδον φωναὶ ἠκούοντο. αἱ δὲ φωναὶ Ἀλέξανδρον ἐπευφήμουν καὶ, “ὁ βασιλεὺς ζήτω Ἀλέξανδρος”, ἔλεγον· καὶ ὑπεράνω τοῦ τείχους αἱ βοαὶ ἠκούοντο, οὐδεὶς δὲ τῶν ἔσωθεν τῆς πόλεως
25προκύψαι ἐτόλμων διὰ τὸ πλῆθος τῶν ἐπιφερομένων βελῶν. ἀκούουσιν ταῦτα Μακεδόνες καὶ γελᾶν παραχρῆμα ἐπιχειροῦ‐
σιν· τὸ δὲ γέλως εἰς ἅπαν τὸ πλῆθος ἐπεφέρετο καὶ ἦν ὁ πόλεμος γελοίων ἀνάμικτος. ἔρχεται τοίνυν ὁ λόγος πρὸς Ἀλέξανδρον ὡς ὅτι αὐτὸν ἔνδοθεν εὐφημίζουσιν· καὶ Ἀλέ‐
30ξανδρος παρακλίνεται καὶ κελεύει ἄνεσιν δοῦναι τῷ πολέμῳ. τούτου δὲ γενομένου καὶ τοῦ πολέμου ἀνακωχὴν λαβόντος μικρὸν προκύψαι τοῦ τείχους κατατολμῶσιν Αἰγύπτιοι ἱκετη‐ ρίαις φωναῖς τὸν Ἀλέξανδρον καθικετεύοντες καὶ “ἐλέησον ὦ δέσποτα, τὴν πάλαι πατρίδα σου” καὶ “μὴ εἰς τέλος ὀργί‐
35ζου τοῖς δούλοις σου.” ὡς οὖν ἤκουσεν περὶ πατρίδος Ἀλέ‐ ξανδρος ἐννεὸς γενόμενος κελεύει παντελῶς ἀνεθῆναι τὸν πόλεμον καὶ τοὺς βουλομένους ἐξιέναι τῆς πόλεως καὶ περὶ τοῦδε ἡμῖν ἑρμηνεῦσαι τοῦ λόγου· “οὐ γὰρ ἔσχον πατρίδα τὴν Αἴγυπτον. Μακεδονία γάρ μοι πατρίς· καὶ πῶς ὑμεῖς πα‐
40τρίδα Αἴγυπτόν φατε ἔχειν;” οἱ δὲ προσπεσόντες τὰ τοῦ χρησμοῦ διηγοῦνται καὶ ὡς Νεκτεναβῶ βασιλέα ποτὲ εἶχον, ὡς ἐν τοῖς χρόνοις αὐτοῦ εὐτυχὴς ἦν Αἴγυπτος· “τανῦν δὲ πάλιν Αἴγυπτος φυλαρχήσειεν, καθάπερ ἡμῖν νενόμισται· ἔχε οὖν τὴν πόλιν σου καὶ τὸ δοκοῦν σοι πραττέον ἐν ἡμῖν
45γένοιτο.” ὡς δὲ τὰ τοῦ χρησμοῦ ἀνηγγέλθη Ἀλεξάνδρῳ, εὐθέως εἰς νοῦν τὰ περὶ αὑτοῦ ἔλαβεν καὶ συστολὴν τοῦ πολέμου κελεύει γενέσθαι, καὶ τοὺς πρώτους ἐξιέναι τῆς πόλεως προστάττει καὶ σὺν αὐτῷ εἰσιέναι καὶ ἄγειν ἔμ‐ προσθεν αὐτοῦ ἐν μελάθροις Νεκτεναβῶ. ταῦτα δὲ μετὰ πολ‐

26

(50)

λοῦ τοῦ τάχους ἐγένοντο.

26

(50)

27

ἐξῄεσαν δὲ ὅμως οἱ Αἰγύπτιοι καὶ δουλικῶς Ἀλέξανδρον
προσπίπτουσιν καὶ σὺν αὐτῷ ἐν μελάθροις Νεκτεναβῶ εἰσβαί‐ νουσιν· καὶ ἀντὶ λύπης μᾶλλον ἔχαιρον—ἐπὰν γὰρ πόλις πολιορκουμένη προκαταλάβηται, λοιπὸν τοῖς ἐγχωρίοις ἄμε‐
5τρος ἐπεισέρχεται θλῖψις, ὡς τὴν πατρίδα τοῖς πολεμίοις παραληψομένην βλέποντες—ταῦτα δὲ μᾶλλον οἱ Αἰγύπτιοι ὁρῶντες ἐκ θλίψεως εἰς χαρὰν μετήεσαν· καὶ οὐχ ὡς πολε‐ μίους αὐτοὺς ἡγούμενοι, ἀλλ’ ὡς τὸν βασιλέα αὐτοῖς ἐπι‐ φέροντες, εὐφημοῦντες δὲ καὶ χαίροντες καὶ “πάλιν ἄρχει
10Αἴγυπτος” ἔλεγον. ὡς δὲ τοῖς βασιλείοις εἰσῄει Ἀλέξανδρος, τὸ τοῦ Νεκτε‐ ναβῶ ὁμοίωμα πρὸ τῶν θυρῶν ἵστατο, ὃς ἦν ἐστοιχειωμένον, στέφανον δὲ τῇ δεξιᾷ χειρί, τῇ δὲ ἑτέρᾳ σφαιροειδές τι προσδεικνύων· ἐν αὐτῷ δὲ ἡ σύμπασα τῆς οἰκουμένης περι‐
15εγέγραπτο κτίσις· ἐν δὲ τῷ στήθει τῆς εἰκόνος τάδε ἦν γεγραμμένα· “ὃς ἄν τοῖς ἐμοῖς ἕρπει δόμοις, τόδε τὸ στέφος θήσομαι κεφαλῇ· τοῦτον παῖδα ἐμὸν πάντες εἶναι νοεῖτε· τὴν δὲ πᾶσαν νοστήσει γαῖαν· τοῦδε τοὔνομα δοθῇ πόλει τῇδε.” ἅμα δὲ καὶ τὴν πύλην Ἀλέξανδρος εἰσέδυ, τὸ ἐμφε‐
20ρόμενον στέφος διατίθησιν ἡ εἰκὼν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· περιστραφεὶς δὲ τὸ συμβὰν ὡς ἐθεάσατο καὶ τὴν χεῖρα ἐκ‐ τετακὼς παρὰ τὸν ἐν τῇ κεφαλῇ αὐτοῦ τεθέντα ἤδη στέφανον, κάτω κατεχόμενον τῇ λαιᾷ χειρὶ τὸ σφαιροειδὲς ἐκεῖνο τίθησιν ἡ εἰκὼν ἐν τῇ χειρὶ αὐτοῦ, ὥστε θαυμάσαι τὸ γεγονὸς πάντας τοὺς
25ἐντυγχάνοντας. ὡς οὖν τῇ εἰκόνι προσέσχεν Ἀλέξανδρος, καὶ τὸ ὁμοίωμα θεασάμενος ἔγνω μὲν τὸ μόρφωμα τοῦ Νεκτεναβῶ εἶναι, ἐπὶ δὲ τὸ στῆθος ἀποβλέψας καὶ τοῖς γράμμασιν ἐν‐ τυχὼν ταῦτα μὲν αὐτοχείρως ἤμβλυνε, τὴν δὲ εἰκόνα ὡς τὰ
τῆς ἀρχῆς αὐτῷ μαντευσαμένην ἐτίμησεν περι‐
30χρυσώσας αὐτήν· οὐκ ἤθελε γὰρ Ἀλέξανδρος Νεκτεναβῶ παῖς λογίζεσθαι, ἀλλὰ Φιλίππου μέν, ἐκ θεῶν δέ. οὕτως δὲ καὶ τοῖς πᾶσιν ὁ λόγος ἐγνωρίζετο.
32

28

διατρίψας οὖν ἐκεῖσε χρόνον τινὰ τὴν πόλιν οἰκοδομεῖν ἐγχειρίζεται, κίοσί τε πλείστοις αὐτὴν κατακοσμήσας καὶ τὰ τείχη πύργοις εὐμήκεσι καὶ μεταρσίοις κατοχυρώσας, ἐν δὲ τῇ κατὰ ἀνατολὴν πύλῃ μεταρσιώτατον πάντων ἕνα πύρ‐
5γον οἰκοδομήσας, ἐν αὐτῷ τὴν ἑαυτοῦ στήλην ποιήσας ἵδρυσε, περὶ αὐτὸν δὲ Σελεύκου καὶ Ἁντιόχου καὶ Φιλίππου ἰατροῦ· καὶ τὴν μὲν Σελεύκου κέρας ἔχουσαν γνωρίζεσθαι πεποίηκεν διά τε τὸ ἀνδρεῖον καὶ δυσμάχητον, Φιλίππου δὲ σχῆμα ἔχειν καὶ ἰατρικὸν καὶ στρατιωτικόν, Ἀντίοχον δὲ δορυφόρον
10ἐμφέρεσθαι. τῶν πασῶν τοίνυν τελεσθεισῶν καὶ τῆς πόλεως περικαλλεστάτης ἐν παντὶ ὀφθαλμῷ ἀνθρώπων γεγονυίας ἄν‐ εισιν Ἀλέξανδρος ἐν τῷ πύργῳ καὶ στὰς πάντας ἐξουθένησεν τοὺς θεοὺς τῆς γῆς καὶ μόνον θεὸν ἀληθινὸν ἀνεκήρυξεν ἀ‐ κατανόητον, ἀθεώρητον, ἀνεξιχνίαστον, ἐπὶ τῶν Σεραφὶμ ἐπο‐
15χούμενον καὶ τρισαγίῳ φωνῇ δοξαζόμενον. ἐν τούτοις στὰς Ἀλέξανδρος ηὔξατο καὶ “ὦ θεὲ θεῶν καὶ δημιουργὲ ὁρατῶν καὶ ἀοράτων, σύνεργός μοι φάνηθι, ὧν πράττειν μέλλω.” κατιὼν δὲ τοῦ πύργου εἰς τὰ βασίλεια ᾤχετο· καὶ Σέλευκον μὲν ἄρχοντα τῶν Περσῶν καθίστησιν, Φίλιππον δὲ Αἰγυπτίων
20ἡγεῖσθαι προστέτακτο, Ἀλέξανδρος δὲ Μακεδονίοις ἐπεστή‐ ρικτο καὶ ψυχαὶ Μακεδόνων Ἀλεξάνδρῳ ἐκρέμαντο.
21

29

καὶ δὴ συναθροίσας πάντα στρατεύματα ὥρμησεν κατὰ τῶν ἐνδοτέρων ἐθνῶν· καὶ πάντα τὰ ἔθνη ἐδούλουντο καὶ φό‐ ρους αὐτῷ ἐδίδοσαν· καὶ οὐκ ἦν ὁ ἀνθιστάμενος τούτῳ, ὅτι πάντες αὐτὸν ἐφοβήθησαν. διελθὼν δὲ τὴν ὑφ’ ἥλιον πᾶσαν,
5οὐκ ἦν οἰκεῖσθαι τὴν γῆν ἔτι. κελεύει οὖν πάντα τὸν λαὸν ἀπαρτισμὸν ἑξαμηνιαίου χρόνου βαστάσαι, ὡς ἂν τῇ ἀοικήτῳ ἐπιβῆναι βουλευσάμενος. τούτου δὲ γενομένου ὡσεὶ πορείαν ἡμερῶν δέκα ἐμπεριπατήσαντες ἐν ἐρήμοις καὶ λεί‐ οις κατήντησαν τόποις. καὶ ἰδοὺ γυναῖκες ἄφνω ἐφάνησαν
10φοβεραὶ τῷ εἴδει καὶ ἄγριαι τοῖς προσώποις, τὸ δὲ ὅλον σῶμα αὐτῶν τετριχωμένον ὡς ἄν τις εἴπῃ συῒ ἀγρίῳ. αἱ δὲ κόμαι τῆς κεφαλῆς αὐτῶν κατήρχετο μέχρι κνημῶν, οἱ δὲ ὀφ‐ θαλμοὶ αὐτῶν δίκην ἀστέρων κατέλαμπον. οὐχ ὡς δὲ παντὸς ἀνθρώπου εἶχον τὴν θέασιν, ἀλλὰ κατήρχοντο ἀπὸ μετώπου
15ἐπὶ τὸ πρόσωπον, αἱ δὲ ὄνυχες αὐτῶν εὐμήκεις ἀνὰ πήχεως μιᾶς καὶ οἱ πόδες αὐτῶν ὡς ὀνάγρου, τὸ δὲ μέγεθος τοῦ σώματος αὐτῶν ὡς ἀνδρῶν μεγίστων τριῶν. ὡς δὲ ταύτας ἐθεάσαντο καὶ ἀσκόπως ἐπέδραμον αὐταῖς, ἀνθυποστρέψασαι ἀνεῖλον ἐκ τῶν στρατιωτῶν τέσσαρας τοῖς ὄνυξιν διασπαρά‐
20ξαντες καὶ πορευθεῖσαι τούτοις κατεθοινήσαντο ἐπ’ ὄψεσιν ἡμῶν, ὥστε καὶ τὸν χοῦν ἔνθα τὸ αἷμα αὐτῶν ἐπεπήγει ἐξέ‐ λειξαν. θαυμαζόντων δὲ πάντων ἡμῶν καὶ ἀπορουμένων ἐπὶ τῇ τοιαύτῃ θεωρίᾳ ἰδοὺ εἰς πλῆθος ἐφαίνοντο καὶ τῇ φά‐ λαγγι ἐπιβᾶσαι μήκοθεν ταῖς χερσὶν ἐκτετακυῖαι ἥρπαζον
25τοὺς στρατιώτας ἐκ μέσου τῆς φάλαγγος καὶ κατεθοινοῦντο αὐτούς. εἰς παντελῆ δὲ ἀπόγνωσιν πάντες ἤλθοσαν· καὶ δὴ Ἀλέξανδρος διανοεῖται καὶ κύνας πλείστουσ ἐκ τοῦ φοσσά‐
του ἐπισυνάξας—πάνυ γὰρ ἐν τῷ κυνηγεῖν πλήθη κυνῶν ἕκαστος ἐκέκτητο—ἐπισυνάξας δὲ ἁπλῶς εἰπεῖν παντὸς
30τοῦ στρατοπέδου τοὺς κύνας ἐπικινεῖ πρὸς αὐτὰς Ἀλέξαν‐ δρος. αὗται δὲ τοὺς κύνας θεασάμεναι εἰς φυγὴν τρέπον‐ ται καὶ τὸ πλῆθος αὐτῶν ..πέχθη καὶ ἀνεῖλον ἐξ αὐτῶν ἱκανάς· αἱ δὲ λοιπαὶ ἔφυγον καὶ ἀφανεῖς ἐγένοντο. ἐκεῖθεν δὲ διασωθέντες διὰ ἡμερῶν τριάκοντα καταλαμβά‐
35νουσιν γῆν ἄμμον ἔχουσαν· διερχόμενοι δὲ τὴν αὐτὴν γῆν μύρμηκες ἀνελθόντες ἥρπαζον ἄνδρας καὶ ἵππους καὶ ἀν‐ εχώρουν. πῦρ δὲ ὅμως ἐν τούτοις ἀνάψαντες τῆς τούτων διασώζονται βλάβης. ἐκεῖθεν οὖν διελθόντες ποταμὸν κατελάβομεν παμμεγέθη,
40πλάτος αὐτῷ πορείας ἡμερῶν τριῶν· ἐλθόντες οὖν ἐπὶ τὸν ποταμὸν καὶ τοιοῦτον πέρας θεασάμενοι ἐν ἀμηχανίᾳ διῆγεν Ἀλέξανδρος.
42

30

καθίσας γὰρ παρὰ τὴν ὄχθην ἐκεῖθεν τὸ φοσσάτον εἶπεν ἐμ‐ παγῆναι. τούτου δὲ γεναμένου ὡς διενοεῖτο Ἀλέξανδρος τὴν τοῦ ποταμοῦ διάβασιν, ἐξαίφνης οὖν τὸ ὕδωρ ἐξηράνθη καὶ ἀντὶ ὕδατος ἄμμος ἐρρύη. ταῦτα δὲ ἰδὼν Ἀλέξανδρος
5τὴν τοῦ ποταμοῦ ἐπέγνω διάβασιν καὶ κελεύει κατασκευασ‐ θῆναι ἐκ ξύλων τετραγώνων ἄρκλας. τούτου δὲ γενομένου κελεύει αὐτὴν βληθῆναι ἐν τῇ ῥοῇ τοῦ ποταμοῦ· ὡς δὲ τὴν πρώτην ἵεσαν, λίθοις αὐτὴν εἶπε γεμισθῆναι· τούτου δὲ γενομένου ἀμετακίνητος ἔμεινε καὶ στερεά. ἐν δὲ τῇ
10δευτέρᾳ διαπορούμενοι κελεύει ἐνεχθῆναι ξύλα εὐμήκη, ὡσεὶ ὀργυιῶν τεσσάρων (ἢ καὶ ἕξ), καὶ τεθῆναι αὐτὰ ἐν τῇ πρώτῃ ἄρκλᾳ, διαχωρίσαι δὲ τὴν δευτέραν ἄρκλαν· καὶ νῦν
τιθέασιν ἐπάνωθεν τῶν ξύλων καὶ ἀκοντίσαντες αὐτήν· κατῆλθεν ἐν τῇ ῥοῇ τοῦ ἄμμου ἀπέχουσαν τῆς πρώτης ὀρ‐
15γυιὰς τέσσαρας· εὐθέως δὲ καὶ ταύτην λίθοις ἐγεμίσαντο· ἔμεινεν δὲ καὶ αὕτη στερεὰ καὶ ἀμετακίνητος. ὡσαύτως καὶ τὴν τρίτην καὶ τὰς λοιπὰς ποιήσαντας λοιπὸν γεφυροῦσιν τὸν ποταμὸν καὶ περᾷ πᾶς ὁ λαὸς δι’ ἡμερῶν ἑξήκοντα ἕξ. ὃν διαβὰς Ἀμόρρουν ποταμὸν τοῦτον ἐκάλεσεν· τρεῖς γὰρ
20ἡμέρας ὕδωρ ἦν ῥέον καὶ τρεῖς ἡμέρας ἄμμον.
20

31

διελθόντες δὲ τὸν ποταμὸν κόσμον ἄλλον κατελάβομεν, ἀν‐ θρώπους μὲν εὑρόντες εὐτελεῖς καὶ λίαν σμικροτάτους, ὡς εἶναι τὸν τέλειον ἄνθρωπον οὐχὶ ἀλλὰ πῆχυν μίαν τε καὶ ἥμισυ. ὡς δὲ ἐθεάσαντο, ἦλθον πρὸς ἡμᾶς γονυπετοῦντες
5ἵλεων γενέσθαι αὐτοῖς· ἐπὶ τούτοις Ἀλέξανδρος ἐμβλέψας εἰς τὴν αὐτῶν ταπείνωσιν ἀπέστειλεν αὐτοὺς εἰρήνην εἰπών· ἄπιτε, μηδεμίαν παρ’ ἡμῶν ἐκδεχόμενοι βλάβην. ἐκεῖθεν οὖν διατρίψας ἱκανὰς ἡμέρας ὥρμησεν πάλιν τὴν ἀοίκητον γῆν καὶ διὰ ἡμερῶν δέκα φθάνει τινὰ πεδινὸν τό‐
10πον τῷ τε μήκει καὶ πλάτει ἀνείκαστον· ἐν αὐτῷ δὲ ἀνα‐ παῦσαι τὸν στρατὸν ἔδοξε· καὶ περιβλεπόμενος ὕδωρ ἐζήτει· καὶ δὴ ὁρᾷ λίμνην· ἐγγὺς δὲ ταύτης γενόμενος ὁρᾷ στήλην παμμεγέθη ἐν πέτρᾳ ἐκ ψήφων ἐνιδρυμένην. ὡς οὖν εἶδεν, εὐθέως πλησίον ταύτης ἐγένετον. ἡ δὲ στήλη γράμμασιν
15Ἑλληνικοῖς ἐπεφέρετο, ἡ δὲ γραφὴ τῆς στήλης ἐνέργειαν ἐδήλει τοιαύτην, Σεσογχόσου τινὸς νῦν κοσμοκράτορος· τὸ δὲ ὁμοίωμα ἦν ἀνδρὸς νεαροῦ τὰ πάντα Ἀλεξάνδρου ἀφομοιώμε‐
νον· ἐγεγράφει δέ· μέχρι τῶν ἐκεῖσεν καταλαβεῖν τις τῶν ἀνθρώπων, ὃς πᾶσαν περιελθὼν γαῖαν· τῶν ἐπέκεινα δὲ μὴ δύ‐
20νασθαι ἐλθεῖν, ὡς κἀμὲ ἀπορήσαντα μὴ δυνηθῆναι διέρχεσθαι. ἀνθυποστρέψας δὲ ἐνταῦθα τοῦ ζῆν ἐξίεμαι Σεσόνχοσις ἐγὼ κοσμοκράτωρ. ταῦτα ἀναγνοὺς Ἀλέξανδρος εὐθέως τὴν γραφί‐ δα περιεκάλυψεν πέπλοις, δῆθεν τὴν εἰκόνα τιμῶν· τοῦτο δὲ ποιεῖ διὰ τὸ μηδένα τῶν Μακεδόνων τοῖς γράμμασιν ἐντυχεῖν
25καὶ δειλία ἑαυτοὺς καταλάβῃ· ἔλεγε μᾶλλον χρησμὸν ἐκ τῆς εἰκόνος δέξασθαι· “ἐὰν τῶν ὧδε διέλθῃς, Ἀλέξανδρε, ἕτερον κόσμον εὑρήσεις κρείττονα, ὃν ἕτερον οὐ διῆλθες.” ταῦτα δὲ ἔλεγεν, ἵνα τὸ στρατόπεδον προθυμότερον ἀπεργάζοιτο. διατρί‐ ψας οὖν ἐκεῖσε ὅμως ἡμέρας τρεῖς, ἀπάρας ᾤχετο τῆς ὁδοιπο‐
30ρίας.
30

33

καὶ δι’ ἡμερῶν δέκα ἐμπεριπατοῦντος καταλαμβάνει τόπους πάνυ λείους. ὡς δὲ αἱ φάλαγγες ἐπεκτάνθησαν τῇ πεδιάδι, Μα‐ κεδόνες ἐπισπαρέντες, ἄνθρωποι τούτοις ἐμφαίνονται ἄγριοι, ἐπὶ πετρῶν καθεζόμενοι, γυμνοὶ μέν, δασεῖς δέ, φοβεροί, εὐ‐
5μεγέθεις, μέλανες, ἀλλ’ οὐ κατὰ κράτος. τρίχες δὲ αὐτοῖς χονδραὶ τεταμέναι, μέγεθος ἑκάστῳ παντὸς ἀνδρὸς ὑψηλότερος. ἅμα δὲ Μακεδόνες ἐπεισέρχονται αὐτοῖς· αὐτοὶ ἐκ τόπου εἰς τόπον μεταβαίνοντες ἐκάθευδον καὶ τὸν σκοπὸν ἐν ταῖς φάλαγξιν εἶχον. ἐλθόντες δὲ Μακεδόνες ταῦτα τῷ Ἀλεξάνδρῳ
10λέγουσιν. ὁ δὲ Ἀλέξανδρος τῆς φάλαγγοσ ἐξελθὼν κατέλαβεν, ἔνθα οἱ ἄνδρες ἐκάθευδον· καὶ τὸν σκοπὸν ἐν ταῖς φάλαγξιν ἔχοντας, πάνυ δὲ ἀμερίμνως σκοποῦντες, κελεύει κόρην εὐει‐ δῆν ἐνεχθῆναι· ἐνεχθείσης δὲ λέγει αὐτῇ Ἀλέξανδρος· “πρὸς τὸν ἄνθρωπον πλησιάσαι, ὅπως ἴδῃς τὴν τοῦ ἀγρίου
15ἀνδρὸς ἐκείνου διάθεσιν, εἰ ὅλως ἀνθρωπίνη φύσις ἐν αὐτῷ ἐστιν.” ἡ δὲ γυνὴ πλησίον αὐτοῦ γενομένη, ὡς περιστραφεὶς εἶδεν αὐτήν, εὐθέως ἀνίσταται καὶ λαβόμενος αὐτὴν ἤρξατο κατεσθίειν. Ἀλέξανδρος δὲ ἰδὼν κελεύει διὰ τάχους τοῖς στρατιώταις ταύτην ἐξελέσθαι τοῦ θηρός. οἱ δὲ στρατιῶται
20ἐπιδραμόντες αὐτῷ, οὐκ ἐφρόντισε τὸ σύνολον περὶ αὐτῶν, ἀλλὰ τὸ στόμα αὑτοῦ ἐπὶ τῶν μηρῶν τῆς κόρης ἔχων δίκην κυνὸς αὐτὴν κατήσθιεν. εἷς δὲ τῶν στρατιωτῶν τῷ δόρατι τοῦτον πλήξας, καταλιπὼν τὴν κόρην ἡμιθανῆ ἔτρεχεν καὶ φωνῇ κυνικῇ ἔλεγεν· οἱ δὲ λαβόμενοι τὴν κόρην πρὸς Ἀλέ‐
25ξανδρον ἤνεγκαν καὶ τῇ φάλαγγι ἀπεκόμισαν. παραχρῆμα δὲ πλήθη ἐμφαίνονται ἄπειρα ἐκ τῶν ἀγρίων ἀνθρώπων ἐκείνων, ξύλα ταῖς χερσὶν ἔχοντες ἕκαστος καὶ λίθους, καὶ τῇ προ‐ τέρᾳ πλησιάσαντες φάλαγγι γενναίως ἐμάχοντο. ὡς δὲ Ἀλέ‐ ξανδρος ἐθεάσατο, κελεύει τοῖς ὁπλίταις ἅμα καὶ τοξευταῖς
30πρὸς μάχην παραστήσασθαι. πολέμου δὲ συγκροτηθέντος, ὡς ἄν τις ἐξ αὐτῶν ἐτιτρώσκετο, εὐθέως ὑπὸ τῶν ἑτέρων διεμε‐ ρίζετο καὶ κατησθίετο. καὶ ὅσον ὁ πόλεμος συνήπτετο, το‐ σοῦτον εἰς πλῆθος ἐγίνοντο, καὶ ἐπικρατέστεροι μᾶλλον καὶ προθυμότεροι. δειλία δὲ Μακεδόνας κατέλαβεν, φόβος γὰρ
35καὶ τρόμος εἶχεν αὐτούς. Ἀλέξανδρος δὲ εἱστήκει ἐννοῶν, πῶς αὐτοὺς τροπώσηται. ἐπὶ πάσαις οὖν ταῖς συμβολαῖς
τριάκοντα στρατιῶται ἀνῃρέθησαν, ἐξ αὐτῶν δὲ πλήθη πολλά, ἀλλ’ ὅσον ἀπέθνησκον, ἐπὶ πλεῖον ἐπισυνήγοντο καὶ μει‐ ζόνως ἐθρασύνοντο. ὁ δὲ φρενήρης Ἀλέξανδροσ προστάσσει
40ἄφνω πῦρ ἀνάψαι καὶ ἐπιδραμὼν ἐπ’ αὐτούς· ὡς δὲ εἶδον τὸ ἀσύνηθες τοῦ θαύματος, εὐθέως εἰς φυγὴν τρέπονται· καὶ καταδιώκουσιν ἅπαν τὸ πλῆθος τῶν στρατευμάτων καὶ οὐ κατέλαβον ἐξ αὐτῶν οὐδένα· ἦσαν γὰρ κουφοὶ τοῖς ποσὶν δίκην χελιδόνος χαμαὶ ἱπταμένης. μόλις δὲ Ἀλέξανδρος
45τῷ Βουκεφάλῳ ἐποχούμενος ἵππῳ καταφθάναι παιδὸς ἑνὸς καὶ τούτου γενόμενος ἐγκρατὴς ἄγει ἐπὶ τὸ στράτευμα. ἦν δὲ χρόνων τὸ δοκεῖν ὡσεὶ δώδεκα, ἀλλ’ ὑπῆρχεν ὑπεράνω παν‐ τὸς ἀνδρός. τῆς δὲ νυκτὸς ἤδη καταλαβούσης καὶ τοῦ φοσσάτου σκηνο‐

33

(50)

ποιοῦντος τὰ πρὸς ἀνάπαυσιν ἦσαν εὐτρεπιζόμενοι. ἦσαν γὰρ ἐκ τοῦ πολέμου κεκοπιακότες, δεινῶς δὲ ἔχοντες πρὸς Ἀλέξανδρον ἦλθον λέγοντες· “μηκέτι, βασιλεῦ Ἀλέξανδρε, τὰ πρόσω χωρεῖν· οὐ γὰρ δυνησόμεθα τοιούτοις ἀνθρώποις διεξελθεῖν· καὶ μήπως τῆς τύχης ἡμᾶς καταλάβῃ τὸ πέρας,
55ὁπόταν κόσμον ὑπετάξαμεν· μήπω κορεσθέντες ἑαυτοὺς βο‐ ρὰν οὐκ ἀνθρώπων ἀλλὰ θηρίων πεποιήκαμεν· καὶ τοῦτο ἡμῖν διπλοῦν τὸ κακόν, ὅτι οὐδὲ μνήμη ἡμῶν ἐν κόσμῳ γενήσεται.” ἐπὶ τούτοις ἀγανακτήσας Ἀλέξανδρος ἔφη· “οὐκ ἐμὸν τὸ ἀντιστρέφεσθαι, ἀλλὰ τῇ τύχῃ δοτόν· καὶ γὰρ πολλάκις βου‐
60ληθεὶς τοῦτο οὐ συνεκεχώρημαι· χρεὼν δέ ἐστιν ἡμῖν καθ‐ υπείκειν τῇ τύχῃ καὶ μηδεὶς ἀναβαλλέτω.” ἐπὶ τούτοις
πάντες ἐσίγησαν ἐπιδώσαντες ἑαυτοὺς τῇ τύχῃ.

34

ἕωθεν οὖν ἀναστὰς τὴν ὁδοιπορίαν ἐποιεῖτο. διελθὼν δὲ τὴν τῶν ἀγρίων ἀνθρώπων ἐκείνων χώραν δι’ ἡμερῶν πέντε εἰς ἑτέραν κατελάβομεν γῆν, ἔνθα στῆλαι εἱστήκεισαν δύο χρυσαῖ, ἡ μία μὲν ἀνδρός, ἡ δὲ ἑτέρα γυναικός· ἃς περιτυχὼν Ἀλέ‐
5ξανδρος ἔφη· “Ἡρακλέως στῆλαι αὗται καὶ Σεμιράμεως.” ἐν ἐκεῖσε οὖν διελθόντες ὀλίγον τι καὶ τὰ Σεμιράμεως εὕρο‐ σαν βασίλεια, ἀοίκοτα δέ. εἰσῄει οὖν Ἀλέξανδρος εἰς αὐτὰ μετὰ τοῦ Μακεδονικοῦ στρατοῦ καὶ μόνου, Πέρσαι δὲ καὶ Αἰ‐ γύπτιοι πέριξ διανεπαύσαντο ἡμέρας τρεῖς.
10καὶ τῶν ἐκεῖσε ἐξελθόντες δι’ ἡμερῶν δέκα εὑρίσκει ἀνθρώ‐ πους ἑξάχειρας καὶ ἑξάποδας, πλῆθος δὲ ἀναρίθμητον καὶ οἱ πάντες γυμνοί, οἵτινες ἰδόντες τὸ πλῆθος τῆς φάλαγγος ἔδο‐ ξαν συνάγεσθαι. ὡς εἶδεν Ἀλέξανδρος, ἐκέλευσεν πῦρ ἀνάπ‐ τειν καὶ ἐπέρχεσθαι αὐτοῖς. τούτου δὲ γενομένου εὐθέως
15πάντες ἔφυγον καὶ ἐν σπηλαίοις κάτωθεν εἰσῆλθον τῆς γῆς. κατεκράτησαν οὖν ἐξ αὐτῶν ἄνδρα ἕνα, θαῦμα μέγιστον ὡς ἦν αὐτὸν κατανοῆσαι. ἔχοντες δὲ αὐτὸν ὁδὸν ἡμέρας μιᾶς, διὰ τὸ μὴ εἶναι αὐτὸν μετά τινος συνδιαιτοῦντος αὐτῷ ἐξαίφνης συν‐ τρομάξαντα καὶ βοήσαντα ἀπέψυξεν. μετὰ οὖν ὁδὸν ἡμερῶν
20τριῶν κατελάβομεν χώραν κυνοκεφάλων. αὐτοὶ οὖν τὰ πάντα ἄνθρωποι ἦσαν, κεφαλὴ αὐτῶν πᾶσιν κυνὸς καὶ φωνὴ αὐτοῖς μέρος μέν τι ἀνθρώπινον, μέρος δὲ κυνός. οἵτινες παραταξά‐ μενοι ἑτοίμως εἶχον πρὸς πόλεμον, ἀλλ’ οὖν καὶ αὐτοὺς Ἀλέ‐ ξανδρος τῷ πυρὶ ἐτροπώσατο. δι’ ἡμερῶν δὲ ἐμπεριπατήσαντες
25δέκα μόλις τὴν τῶν κυνοκεφάλων διήλθομεν χώραν. κατελάβομεν οὖν τόπον τινὰ παραθαλάσσιον· κἀκεῖ ἄπλικτον
ποιησάμενοι ἔδοξε τὸν στρατὸν ἀναπαῦσαι· κύκλοθεν τοῦ φοσ‐ σάτου καθοχυρώσαντες τοῖς ὅπλοις ἐκέλευσεν ταῖς ἀσπίσιν φρουρεῖν ὑπεράνωθεν τῆς διώρυχος. τινὸς δὲ ἵππου συνέβη
30τελευτῆσαι καὶ πρὸς θάλασσαν ῥιφῆναι· καρκίνος δὲ τῆς θαλάσσης ἀναδύς, τῷ χαλινῷ αὐτοῦ τὸν τεθνηκότα ἵππον ἁρ‐ πάσας τῇ θαλάσσῃ ἔδυ· καὶ ὁ λόγος ἦλθεν ἐπὶ Ἀλέξανδρον, αὐτὸς δὲ κελεύει πῦρ ἀνάπτεσθαι κύκλῳ τοῦ φοσσάτου εἰς πλῆθος. τούτου δὲ γενομένου τῆς τῶν ἐναλίων ζώων ἐπιδρο‐
35μῆς λελυτρώμεθα.
35

35

ἐκεῖθεν δὲ διελθόντες καταντῶσιν εἰς τόπον τινὰ ἀλσώδη μέν, καλὸν δέ, παντοίων ὀπωρῶν καρπὸν ἔχοντα, παράλιος δὲ ἦν ὁ τόπος. ὡς οὖν εἶδεν Ἀλέξανδρος, κἀκεῖ διαναπαῦσαι τὸν στρατὸν παρακελεύεται· τοῦ δὲ φοσσάτου παγέντος ἐξῄει
5Ἀλέξανδρος παρὰ τὴν θάλασσαν· καὶ δὴ ὁρᾷ νῆσον ἐν τῇ θα‐ λάσσῃ ὡς ἀπὸ σταδίων ἓξ τῆς γῆς ἀπέχοντα· ἔδοξε δὲ αὐτὸν εἰσελθόντα τὴν νῆσον θεάσασθαι· κελεύει δὲ ξύλα ἐνεχθῆναι καὶ ναῦν κατασκευασθῆναι· καὶ διὰ πολλοῦ τοῦ τάχους οἱ Αἰγύπτιοι τὴν ναῦν κατεσκεύασαν. μέλλων δὲ Ἀλέξανδρος
10εἰσιέναι εἰς αὐτὴν καὶ πρὸς τὴν νῆσον πλεῦσαι, ἐκώλυσε τοῦτον Φίλων ὁ φίλος αὐτοῦ εἰπών· “μηδαμῶς τοῦτο ποιεῖν, ἀλλὰ πρῶτον ἐγὼ ἀπέλθοιμι καὶ τὴν νῆσον θεάσασθαι· καὶ εἰ μὲν σωθησόμενος ἐπανήξω, τότε καὶ σὺ ἐπιβὰς τὰ δοκοῦν‐ τά σοι ποίει.” ἐπὶ τοῦτο Ἀλέξανδρος τῷ Φίλωνι ἔφη· “ἀλλ’
15οὐδέ σε θελήσαιμι πρῶτον εἰσελθεῖν τὸν ἐμὸν φίλον, μήπως καὶ σὺ δυστυχήσειας· καὶ τίς μοι φίλος ἕτερος ἐν κόσμῳ
ἢ τίς μοι τῇ σῇ παρηγορήσει λύπῃ;” ὁ δὲ Φίλων φησίν· “ὁ μὲν Φίλων ὁ φίλος τοῦ βασιλέως τελευτήσειεν, εὑρεῖν ἂν ἔχοι ὁ βασιλεὺς φίλον ἕτερον Φίλωνα· εἰ δὲ Ἀλέξανδρον
20συμβῇ παθεῖν τι τῶν ἀπροσδοκήτων, ὅλος ἐδυστύχησεν ὁ σύμ‐ πας κόσμος.” ὡς οὖν ταῦτα εἶπεν ὁ Φίλων, εἰσέδυ τὴν ναῦν καὶ τῇ νήσῳ καταλαβὼν εὗρεν ἀνθρώπους ὁμοίους ἡμῶν κατὰ πάντα, τῇ Ἑλληνικῇ φωνῇ ἑαυτοὺς διαλεγομένους. θεασάμενος δὲ Φίλων εὐθέως πρὸς Ἀλέξανδρον ἀνθυποστρέφει τὰ τῆς νήσου
25διηγούμενος· ἀκούσας δὲ ταῦτα Ἀλέξανδρος ἔλαβεν μεθ’ ἑαυ‐ τοῦ πεντήκοντα ἄνδρας καὶ εἰσῆλθεν εἰς τὴν ναῦν, Ἀντίοχον δὲ ἀντ’ αὐτοῦ καταλιπὼν ἡγεῖσθαι τὸν στρατόν, μέχρις ἂν ὑποστρέψειεν, ἐν ἐκείνῳ προσκαρτερεῖν τῷ τόπῳ διὰ τὸ ἐπι‐ τήδειον εἶναι εἰς διατροφὴν λαοῦ.
29

35a

ὁ δὲ Ἀλέξανδρος τὴν νῆσον καταλαβὼν εὗρεν ἀνθρώπους ὁμοί‐ ους αὐτῷ, γυμνοὺς δὲ τοὺς πάντας. ὡς οὖν εἶδον αὐτὸν οἱ ἐν τῇ νήσῳ, ἤλθοσαν πρὸς αὐτὸν ταῦτα λέγοντες· “τί πρὸς ἡμᾶς ἧκας, Ἀλέξανδρε; τί δὲ καὶ παρ’ ἡμῶν λαβεῖν ἠθέλησας;
5γυμνοὶ ἡμεῖς πάντες καὶ παντελῶς οὐκ ἔχοντές τι, εἰ μὴ λό‐ γων ἐνέργειαν. εἰ δὲ τούτου ἐπεθύμησας, τοῦτο πολέμου οὐ δέεται.” ἔκπληκτος δὲ γενόμενος ὁ Ἀλέξανδρος ἐπὶ τῇ τοῦ ὀνόματος κλήσει ἔφη· “καὶ κρεῖσσόν ἐστιν λόγου οὐδὲν μὰ τὴν πρόνοιαν· κρείσσων γάρ ἐστιν λόγος εἷς ὑπὲρ χιλιάδος
10χρυσίου καὶ λίθων τιμίων.”

35a,3

οἱ δὲ Βραγμᾶνες Ἀλεξάνδρῳ ταῦτα λέγουσιν· “ὀρεγόμενος σοφίας, Ἀλέξανδρε, ἦλθες πρὸς ἡμᾶς (ὅπερ πρῶ‐ τον ἀποδεχόμεθα Βραγμᾶνες) ὅτι ἐστὶν βασιλικώτερον ἐν τῷ βίῳ ἡμῶν; τοῦτο γὰρ ἠθέλησας μαθεῖν, βασιλεῦ Ἀλέξανδρε·
5ὁ φιλόσοφος γὰρ οὐ δεσπόζεται, ἀλλὰ δεσπόζει. ἄνθρωπος γὰρ αὐτοῦ οὐ κρατεῖ. ἀλλ’ ἐπειδὴ μέχρι νῦν διαβεβλημένοι ἠπισ‐ τούμεθα ὑπό σου, γευσάμενος τῶν ἀληθινῶν λόγων γνῶθι.

35a,4

Κάλαινος γὰρ κακὸς ἀνὴρ ἡμῖν γεγένηται καὶ διὰ Κάλαινον ἄνδρες Ἕλληνες Βραγμᾶνας ἔγνωσαν. ἐκεῖνος γὰρ οὐκ ἦν ἡμέ‐ τερος, ἀπ’ ἀρετῆς δραπετεύσας· οὐκ ἤρκεσεν αὐτῷ Τιβεροὰμ πίνειν ὕδωρ σωφροσύνης καὶ ἀμόγλας ἐσθίειν, ἐν οἷς αὐξάνεται
5νοῦς θεοπρεπής. πλοῦτον ἔσχεν ἐχθρὸν ψυχῆς καὶ οὕτως ἐν αὑ‐ τῷ δεινὸν ἀνέφλεξεν πῦρ καὶ εἰς ἡδονὴν αὑτὸν ἀπέστρεψεν ἀπὸ σοφίας. ἡμῶν δὲ οὐδεὶς ἐπ’ ἀνθράκων κυλίεται οὐδὲ ἀλγηδὼν ἡμῶν δαπανᾷ τὸ σῶμα, ἀλλ’ ἐστὶν ἡμῶν ἡ τροφὴ ζωὴ ὑγείας φάρ‐ μακον.

35a,5

ἄπλουτοι δέ ἐσμεν κατὰ φύσιν· καὶ ὁμοίως πᾶσιν τῷ βίῳ ἡμῶν ἐπακολουθεῖ θάνατος. εἰ δὲ τῶν θνητῶν τινες ἀνδρῶν ψευδεῖς μαθόντες λόγους κενοῖς ἡμᾶς ὑποτοξεύουσι βέλεσι, οὐ δειλιῶμεν. ἶσον δέ ἐστιν τὸ ψεύδεσθαι καὶ τὸ τάχος πείθεσθαι·
5ἀδικεῖ γὰρ ὁ ψευδόμενος, ὃν πείθει, ἀδικεῖ δὲ καὶ ὁ πειθόμε‐ νος ψευδομένῳ προσέχων, πρὶν ἢ τἀληθὲς μάθη. διαβολὴ γὰρ μή‐ τηρ ἐστὶν πολέμου καὶ τίκτει ὀργήν, ἀφ’ ἧς μάχονται καὶ πο‐ λεμοῦσιν.

35a,6

πλὴν οὔκ ἐστιν ἀνδρεία τὸ φονεύειν ἄνδρας· λῃστοῦ γὰρ ἔργον ἐστίν. ἀνδρεία ἐστὶν τὸ πάσῃ ἀέρων κράσει μάχεσθαι γυμνῷ τῷ σώματι καὶ γαστρὸς ἐπιθυμίας ἀναιρεῖν καὶ τοὺς ἐν αὐτῇ πολέμους μᾶλλον νικῆσαι καὶ ὑπὸ τῆς ἐπιθυμίας μὴ κατ‐
5αγωνίζεσθαι πρὸς τὸ ὀρέγεσθαι δόξης καὶ πλούτου καὶ ἡδονῆς. τούτους νίκησον πρῶτον, Ἀλέξανδρε, τούτους ἀπόκτεινον· τού‐ τους γὰρ ἐὰν νικήσῃς, οὔκ ἐστί σοι χρεία πρὸς τοὺς ἔξω μά‐
χεσθαι· τοὺς γὰρ ἔξω μάχῃ, ἵνα τούτους ἐνέγκῃς φόρους. οὐ βλέπεις, ὅτι τοὺς ἔξω νικᾷς καὶ ὑπὸ τῶν ἔνδον νενίκησαι;
10πόσοι σοι δοκοῦσι βασιλεῖς ἀνοίας ἐν τοῖς ἄφροσιν τυραν‐ νεῖν; γλῶσσα, ἀκοή, ὄσφρησις, ὅρασις, ἁφή, γαστήρ, αἰδοῖα ὅλως ἰσχρός. πολλαὶ δὲ καὶ ἔσωθέν εἰσιν, ὥσπερ ἀμείλικτοι δέσ‐ ποιναι καὶ τυραννίδες ἀκόρεστοι, ἀπέραντα ἐπιτάττουσαι· ἐπιθυμίαι, φιλοχρηματίαι, φιληδονίαι, αἱμομιξίαι, φονοκτονίαι,
15δολοφονίαι, διχοστασίαι, αἷς πάσαις ταύταις καὶ ἄλλαις πλεί‐ οσιν βροτοὶ δουλεύουσιν, δι’ ἅσπερ φονεύουσι καὶ φονεύονται.

35a,7

Βραγμᾶνες δὲ νικήσαντες τοὺς ἔνδον πολέμους λοιπὸν ἀν‐ ερρώσθησαν καὶ ἀναπαυόμεθα βλέποντες ὕλας καὶ οὐρανόν· καὶ ἀκούομεν ὄρνεων ἦχον εὐμελῆ καὶ ἀετῶν κλαγγήν· φύλλα τε περιβεβλήμεθα καὶ ἀέρι ἐνδιαιτώμεθα, καρποὺς ἐσθίομεν
5καὶ ὕδωρ πίνομεν, θεῷ ὕμνον ᾄδομεν καὶ τὰ μέλλοντα ἐπιθυ‐ μοῦμεν. τοιαῦτα γὰρ Βραγμᾶνες ζῶμεν, οὐ πολλοὺς λόγους λέγοντες καὶ σιωπῶντες.

35a,8

ὑμεῖς δὲ λέγετε, ἃ δεῖ ποιεῖν, ποιεῖτε δέ, ἃ μὴ δεῖ λέγειν· παρ’ ὑμῖν γὰρ οὐδεὶς φιλόσοφον εἶδεν, ἐὰν μὴ λαλήσωσιν· ὑ‐ μῶν γὰρ ὁ νοῦς ἐστιν ἡ γλῶττα καὶ ἐπὶ τοῖς χείλεσιν αἱ φρέ‐ νες. χρυσὸν καὶ ἄργυρον συνάγετε, δούλων χρείαν ἔχετε καὶ
5μεγάλων οἴκων, ἀρχὰς διώκετε, ἐσθίετε καὶ πίνετε, ὅσα καὶ τὰ κτήνη, οὐκ αἰσθάνεσθε δὲ ὡς ἰδιῶται· περιβάλλεσθε μαλακὰ ἐξομοιούμενοι τοῖς σκώληξιν τοῖς σηρικοδιασταῖς· ἀδεῶς δὲ πάντα πράττετε καὶ ἐφ’ οἷς πράττετε μετανοεῖτε, καθ’ ἑαυτῶν λαλεῖτε ὡς κατ’ ἐχθρῶν, τῆς γλώττης ἐξουσίαν ἔχοντες ὑπὸ
10ταύτης πολεμεῖσθε· κρείττονες ὑμῶν εἰσιν οἱ σιγῶντες, κἂν ἑαυτοὺς οὐκ ἐλέγχωσι.

35a,9

παρὰ προβάτων ὥσπερ αἰχμάλωτοι ἔρια δανείζεσθε, δόξαν τοῖς δακτύλοις ὑμῶν ὡς ξόανα περιτίθεσθε, χρυσὸν ὡς αἱ θήλειαι φορεῖτε καὶ ἐπὶ τούτοις μεγαλύνεσθε. καθ’ ὁμοίω‐ σιν τοῦ κτίσαντος δημιουργηθέντες ἀνημέρων θηρίων θυμὸν
5τίκτετε· ὅταν πολλὰς κτήσεις περιβάλλησθε, ἐπὶ τούτοις μεγαλύνεσθε καὶ τοῦτο βλέποντες, ὅτι πρὸς ἀλήθειαν οὐδὲν ὑμᾶς δύναται ὠφελεῖν. χρυσὸς γὰρ ψυχὴν οὐκ ἀνίστησιν, οὐ‐ δὲ σῶμα πιαίνει, ἀλλὰ τοὐναντίον μᾶλλον καὶ σκοτοῖ ψυχὴν καὶ σῶμα ἐκτήκει.

35a,10

ἡμεῖς δὲ πρὸς ἀλήθειαν τὴν φύσιν ἐπιγνόντες, τὰ ταύτῃ ἀποκληρωθέντα ἐκείνων καὶ προνοοῦμεν· πείνης παραγενομέ‐ νης ἀκροδρύοις καὶ λαχάνοις τοῖς ἐκ τῆς προνοίας ἡμῖν χορηγουμένοις ἰώμεθα ταύτην· καὶ δίψης παραγενομένης ἐπὶ
5τὸν ποταμὸν ἐρχόμενοι καὶ χρυσὸν πατοῦντες ὕδωρ πίνομεν καὶ ταύτην θεραπεύομεν. χρυσὸς δὲ οὐ παύει δίψαν οὐδὲ λιμὸν παραμυθεῖται οὐδὲ τραῦμα θεραπεύει, οὐ νόσον ἰᾶται, οὐκ ἀπληστίαν ἐμπίπλησιν, ἀλλὰ μᾶλλον καὶ προσεγείρει ταύ‐ την τὴν ξένην τῆς φύσεως ἐπιθυμίαν· καὶ διψῶν μὲν ἄνθρωπος
10δῆλον ὅτι ἐπιθυμεῖ πιεῖν καὶ λαβὼν ὕδωρ πέπαυται τῆς δίψης· καὶ ὁ πεινῶν φυσικῶς ἐπιζητεῖ τροφὴν καὶ φαγὼν κορέννυται καὶ τῆς ἐπιθυμίας πέπαυται· παντάπασιν οὖν δῆλον ὅτι ξένης φύσεως τὸ χρυσοῦ ἐπιθυμεῖν. πᾶσα γὰρ ἐπιθυμία πέπαυται βροτῶν, ὅταν λάβῃ τὸν θάνατον κατὰ νοῦν, ἐπειδὴ τῇ φύσει
15καὶ τοῦτο συνέσπαρται. ὁ δὲ τῶν χρημάτων ἔρως ἀκόρεστός ἐστιν διὰ τὸ εἶναι τοῦτο παρὰ φύσιν· ἔπειτα καὶ ἐν αὐτῷ κοσμεῖσθε καὶ ἐπὶ τοῦτο δοξάζεσθε τῶν ἄλλων ἀνθρώπων ὑπερ‐ μεγαλυνόμενοι καὶ διὰ τοῦτο τὰ κοινὰ τῶν πάντων ἴδια ποι‐
εῖτε, τὴν ὁμοίαν πᾶσιν μίαν φύσιν τῆς φιλαργυρίας εἰς πολ‐
20λὰς γνώμας λοιπὸν κατατεμνούσης.

35a,11

Κάλαινος οὖν ὁ ψευδόφιλος ἡμῶν ταύτην ἔσχε τὴν γνώμην, ἀλλ’ ἀφ’ ἡμῶν καταπατεῖται, καὶ ὁ παραίτιος πολλῶν κακῶν πᾶ‐ σιν, παρ’ ὑμῖν ἐστιν ἔντιμος καὶ τιμᾶται ὑφ’ ὑμῶν, ἀνωφελὴς δὲ ὢν ἡμῖν, παρ’ ἡμῶν παραπέμπεται ἐξουθενωθείς· καὶ πάντα,
5ὅσα ἡμεῖς καταπατοῦμεν, ταῦτα ἐθαύμασεν ὁ φιλαργυρήσας Κά‐ λαινος, ὁ μάταιος ὑμέτερος φίλος, ἀλλ’ οὐχ ἡμέτερος· μέλεος καὶ τῶν ἀθλίων ἐλεεινότερος τὴν ψυχὴν αὑτοῦ ἀπώλεσεν φιλ‐ αργυρήσας. καὶ διὰ τοῦτο ἄξιος ἡμῶν οὐκ ἐφάνη οὐδὲ ἄξιος τῆς πρὸς θεὸν φιλίας οὐδὲ ἐπανεπαύσατο ταῖς ἐν ταῖς ὕλαις
10ἀμεριμνίαις, ἐν ταύταις ἐντρυφήσας, οὐδὲ ἐλπίδα ἔσχεν τῆς μετὰ ταῦτα προσδοκίας, τὴν ἀθλίαν ἑαυτοῦ ψυχὴν φιλαργυρίᾳ κατακτείνας.”

35a,11a

ὁ δὲ Ἀλέξανδρος θέλων πειρᾶσαι ἢ μᾶλλον εἰπεῖν περισ‐ σοτέρως δοκιμάσαι τὴν τούτων σοφίαν ἔφη· “τάφους οὐκ ἔχε‐ τε;” οἱ δὲ εἶπον· “τοῦτο τὸ χώρημα, ἔνθα μένομεν, ἐστὶν ἡμῖν ὁ τάφος· ὧδε γὰρ ἀναπαυόμεθα ἐπὶ τὴν γῆν ἐνταφιάζοντες ἑαυ‐
5τοὺς εἰς ὕπνον· γῆ γὰρ ἡμᾶς γεννᾷ, γῆ τρέφει, ὑπὸ γῆν τελευ‐ τήσαντες κείμεθα τὸν αἰώνιον ὕπνον.” ἕτερον δὲ ἐπηρώτησε· “τίνες ἄρα πλείονές εἰσιν, οἱ ζῶντες ἢ οἱ νεκροί;” οἱ δὲ εἶπον· “οἱ μὲν τετελευτηκότες πλείονές εἰσι· διὰ δὲ τὸ μηκέτι φαίνεσθαι τούτους δοκοῦσιν πλείονες
10εἶναι οἱ ὁρώμενοι.” ἕτερον δὲ ἐπηρώτησεν αὐτοῖς· “τί ἄρα ἰσχυρότερον, θάνατος ἢ ζωή;” οἱ δὲ εἶπον· “ἡ ζωή, ὅτι ὁ ἥλιος ἀνατέλλων ἔχει λαμ‐ πρὰς τὰς ἀκτῖνας, δύνων δὲ ἀσθενέστερος ὁρᾶται.”
ἕτερον ἠρώτησεν· “τί πλέον, ἡ γῆ ἢ ἡ θάλασσα;” οἱ δὲ εἶπον·
15“ἡ γῆ· καὶ γὰρ αὐτὴ ἡ θάλασσα ὑπὸ τῆς γῆς κατέχεται.” ἕτερον δὲ ἠρώτησεν· “τί ἄρα πάντων τῶν ζώων ἐστὶν πανουρ‐ γότερον;” οἱ δὲ εἶπον· “ὁ ἄνθρωπος.” ὁ δὲ φησίν· “πῶς;” οἱ δὲ εἶπον· “τοῦτο ἀπὸ σεαυτοῦ πύθου, σὺ γὰρ θὴρ ὑπάρχων ἰδὲ πόσα θηρία μετά σου ἔχεις, ἵνα τὴν τῶν ἑτέρων θηρίων ζωὴν
20μόνος ἀφαρπάσῃς.” ὁ δὲ οὐκ ὠργίσθη, ἀλλ’ ἐμειδίασεν. ἄλλο δὲ εἶπεν· “τί ἐστιν βασιλεύς;” οἱ δὲ εἶπον· “πλεονεξίας δύναμις ἄδικος, τολμὴ καιροῦ συνίσχοντος χρυσοῦν φορτίον.” ἕτερον δὲ εἶπεν· “τί πρῶτον ἐγένετον, ἡ νὺξ ἢ ἡμέρα;” οἱ δὲ εἶπον· “ἡ νύξ, καὶ γὰρ τὰ γενόμενα ἐν σκότει τῆς γαστρὸς
25αὐξάνονται, εἶτα εἰς τὴν γῆν ἀποκύονται λαβεῖν τὸ φῶς.” ἕτερον δὲ εἶπεν· “ποία κρείττονα μέρη εἰσίν, τὰ δεξιὰ ἢ τὰ εὐώνυμα;” οἱ δὲ εἶπον· “τὰ δεξιά, καὶ γὰρ αὐτὸς ὁ ἥλιος τοῖς δεξιοῖς ἀνατέλλει, τοῖς δὲ εὐωνύμοις μέρεσι τοῦ οὐρα‐ νοῦ περιπολεύει.”

35a,11b

ἔπειτα δὲ Ἀλέξανδρος εἶπε πᾶσιν· “αἰτήσασθέ με, ὃ ἐὰν θέλητε, καὶ δώσω ὑμῖν.” οἱ δὲ ἐξ ἑνὸς στόματος πάντες ἐβό‐ ησαν· “δὸς ἡμῖν ἀθανασίαν.” ὁ δὲ Ἀλέξανδρος εἶπεν· “τοῦτο κἀγὼ ἐξουσίαν οὐκ ἔχω· κἀγὼ γὰρ θνητὸς ὑπάρχω.” οἱ δὲ εἶ‐
5πον· “τί τοίνυν, εἰ θνητὸς ὑπάρχων, τοσαῦτα πολεμεῖς, ἵνα πάν‐ τας ἄρῃς; καὶ ποῦ ἐπενέγκῃς; οὐ πάλιν καὶ αὐτὸς ἑτέροις καταλιμπάνεις;” ὁ δὲ Ἀλέξανδρος εἶπε· “ταῦτα ἐκ τῆς ἄνωθεν προνοίας διοικεῖται, ἵνα καὶ ἡμεῖς δοῦλοι καὶ διάκονοι γε‐ νώμεθα τῆς ἐκείνων ἐπιταγῆς· οὐ γὰρ κινεῖται θάλασσα, εἰ
10μὴ ἄνεμος πνεύσῃ, οὐδὲ σαλεύεται δένδρα, εἰ μὴ ῥιπίσῃ πνεῦμα. οὐ γὰρ ἐνεργεῖται ἄνθρωπος εἰ μὴ ἐκ τῆς ἄνωθεν προνοίας.
κἀγὼ οὖν παύσασθαι θέλων τοῦ πολεμεῖν· ἀλλ’ οὐκ ἐᾷ με ὁ τῆς γνώμης μου δεσπότης· εἰ γὰρ πάντες ὁμόγνωμοι εἶμεν, ἀρ‐ γὸς ἐτύγχανεν ὁ κόσμος, θάλασσα οὐκ ἐπλέετο, γῆ οὐκ ἐγεωργεῖ‐
15το, γάμοι οὐκ ἐπετελοῦντο, παιδοποιία οὐκ ἦν· πόσοι γὰρ ἐν τοῖς γενομένοις ὑπ’ ἐμοῦ πολέμοις ἐδυστύχησαν ἄνδρες καὶ παιδία; ἄλλοι δὲ ηὐτύχησαν ἐκ τῶν ἀλλοτρίων· πάντες γὰρ τὰ πάντα λαμβάνοντες ἑτέροις παραχωροῦσιν καὶ οὐδενὶ οὐδὲν ὑπάρχει.” ταῦτα εἰπὼν Ἀλέξανδρος πάλιν ἠρώτησεν αὐ‐
20τούς· “ἔχετε ἄνακτα;” οἱ δὲ εἶπον·

35a,12

“ναί, ἐστὶν ἡμῖν Δανδάμιος, ὃς ἐν ὕλῃ ἀνάκειται ἐπὶ φύλ‐ λοις εἰρήνην, ὃς κρήνην ἔχει πηγὴν ὡς μαζὸν ἀκέραιον ἀμέλ‐ γων μητρός.”

35a,13

τότε Ἀλέξανδρος ὁ βασιλεὺς ἀκούσας ταῦτα παρεκάλεσεν, ἵνα τὸν διδάσκαλον αὐτῶν καὶ πρύτανιν τῶν λόγων τούτων συν‐ τυχεῖν. οἱ δὲ ὑποδεικνύουσιν αὐτῷ μακρόθεν τὸν τόπον τοῦ Δανδάμεως. ἐλθὼν δὲ ἐκεῖ Ἀλέξανδρος οὐκ εἶδεν αὐτὸν παρ‐
5ιών· ἐν ὕλαις γὰρ κατέκειτο συχναῖς ἐπὶ φύλλαις ἀναπαυόμε‐ νος ἐν εἰρήνῃ, ἔχων πηγὴν ἐγγὺς ὡς μαστὸν ἀκέραιον ἀμέλγων μητρὸς γῆς. ὡς οὖν οὐκ εἶδεν Ἀλέξανδρος Δάνδαμιν τὸν τῶν Βραγμάνων ἐπιστάτην καὶ διδάσκαλον, πέμπει πρὸς αὐτὸν φίλον ἑαυτοῦ τινα Ὀνησικράτην ὀνόματι λέγων τούτῳ·

35a,14

“σπεῦσον πρὸς τὸν διδάσκαλον τὸν μέγαν Δάνδαμιν, ὦ ’νη‐ σίκρατε, καὶ ἢ αὐτὸν ἡμῖν ἄγαγε τὸν ἄνθρωπον ἢ μαθὼν τὰ περὶ αὐτοῦ, ποῦ διάγει, ἀνάγγειλόν μοι τάχος, ὅπως ἐγὼ αὐτὸς παρα‐ γένωμαι πρὸς αὐτόν.” ὁ δὲ Ὀνησικράτης ἔφη αὐτῷ· “τὸ κελευσθὲν
5ποιήσω διὰ τάχους, βασιλεύς· σὸν γὰρ τὸ προστάττειν, τὸ δὲ δρᾶν ἐμόν.”
πορευθεὶς δὲ οὗτος καὶ τὸν μέγαν Δάνδαμιν εὑρὼν εἶπεν· “χαίροις, διδάσκαλε Βραγμάνων. υἱὸς θεοῦ, Διὸς τοῦ μεγάλου, βασιλεὺς Ἀλέξανδρος, ὅς ἐστι παντὸς ἀνθρώπου δεσπότης, κα‐
10λεῖ σε· ὃς ἐλθόντι σοι πρὸς αὐτὸν πολλὰ καλὰ παρέξει σοι δῶρα, μὴ ἐλθόντος δέ σου τὴν κεφαλὴν ἀποτεμεῖ.” ὁ δέ Δάν‐ δαμις ἀκούσας, μειδιάσας χαριέντως οὐδ’ ἐπῆρεν ἑαυτοῦ τὴν κεφαλὴν ἀπὸ τῶν φύλλων, ἀλλὰ καταγελάσας τούτου, κατακείμε‐ νος ἀπεκρίνατο οὕτως·

35a,15

“ὁ θεός, ὁ μέγας βασιλεύς, ὕβριν οὐδέποτε γεννᾷ, ἀλλὰ φῶς, εἰρήνην, ζωὴν καὶ ὕδωρ, σῶμα ἀνθρώπου καὶ ψυχάς· καὶ ταύ‐ τας δέχεται, ὅταν μοῖρα λύσῃ, † μηδαμῶς θύσας ἐπιθυμίαν † ἐμὸς οὗτος δεσπότης καὶ θεὸς μόνος, ὃς φόνον ἀποστρέφεται,
5πολέμους οὐ κατεργάζεται· Ἀλέξανδρος δὲ θεὸς οὔκ ἐστιν, εἰδὼς ἀποθνήσκειν. καὶ πῶς πάντων ἐστὶν δεσπότης, ὃς παρῆλ‐ θεν ποταμὸν Τιβεροὰμ οὐδ’ εἰς † κόσμον ὅλον τὸν ἑαυτοῦ θρό‐ νον τέθηκεν ἢ πάλιν φόροις· οὐδὲ ζῶν δὲ ἐν Ἅιδου οὐδέπω παρῆλθεν· οὐδὲ τῆς μεσοπορίας ἡλίου εἶδεν τὸν δρόμον καὶ
10οὐδὲ μεθοπωρίοις ἢ καρποφορίοις †. Σκυθία οὐδὲ γινώσκει αὐ‐ τοῦ ὄνομα. εἰ αὐτὸν οὐ χωρεῖ ἐκεῖ γῆ, διαβαινέτω Γάγγην ποταμὸν καὶ εὑρήσει γῆν δυναμένην ἀνθρώπους φέρειν, εἴπερ ἡ παρ’ αὐτοῖς γῆ οὐκέτι ὑπομένει βαστάζειν τοῦτον.

35a,16

ὅσα δὲ μοὶ ὁμολογεῖ Ἀλέξανδρος καὶ ὅσα ἐπαγγέλλεται δῶρα, ἐμοὶ ἄχρηστα τυγχάνει. ταῦτα δὲ μοὶ φίλα καὶ χρηστὰ καὶ χρήσιμα τυγχάνει· οἶκος, τὰ φύλλα ταῦτα καὶ τροφὴ πίων, αἱ παράθιναι βοτάναι καὶ ὕδωρ εἰς ποτόν. τὰ δὲ λοιπὰ χρή‐
5ματά τε καὶ πράγματα μετὰ μερίμνης συναγόμενα καὶ οἱ συν‐ άγοντες αὐτὰ ἐν ἐκείνοις ἀπολλύμενοι οὐδὲν ἕτερον ἢ λύπας
παρέχειν εἴωθεν, ᾗ ἐστιν ἐμπεπλησμένος πᾶς βροτός. νῦν δὲ καθεύδω ἐγὼ ἐπὶ στρωμνὴν φύλλων κεκλεισμένοις ὄμμασιν οὐ‐ δὲ τηρῶν· χρυσὸν γὰρ ἐὰν θελήσω τηρεῖν, διαφθείρω μου καὶ
10τὸν ὕπνον. γῆ μοι πάντα φέρει, ὡς μήτηρ γάλα {δέ ἐστιν} τῷ τεχθέντι· ἐφ’ ᾧ θέλω, ἔρχομαι· ὃ μὴ θέλω μεριμνᾶν οὐκ ἀναγ‐ κάζομαι.

35a,17

ἐὰν δέ μου τὴν κεφαλὴν ἀφέλῃ Ἀλέξανδρος, τὴν ψυχὴν οὐκ ἀπολέσει, ἀλλὰ κεφαλὴν μόνην σιωπῶσαν· ψυχὴ δέ μου πρὸς τὸν δεσπότην ἐπελεύσεται, τὸ σῶμα ὡς ῥάκος ἐπὶ τῆς γῆς κα‐ ταλιποῦσα, ὅθεν καὶ ἐλήφθη· πνεῦμα δὲ γενόμενος ἐγὼ ἀναβή‐
5σομαι πρὸς τὸν θεόν μου, ὃς ἡμᾶς κατέκλεισεν ἐν σαρκί, κα‐ ταπέμψας ἐπὶ τὴν γῆν, πειράζων, ἵνα πῶς καταβάντες, ὡς προσ‐ έταξεν, ζήσωμεν αὐτῷ, ὃς ἀπελθόντας πρὸς αὐτὸν ἀπαιτήσει λόγον, δικαστὴς ὢν πάντων ὑβρισμάτων. οἱ γὰρ τῶν ἀδικουμέ‐ νων στεναγμοὶ τῶν ἀδικούντων κολάσεις γίνονται.

35a,18

ταῦτα δὲ ἀπειλήτω Ἀλέξανδρος τοῖς θέλουσι χρυσὸν πλοῦ‐ τον καὶ θάνατον φοβουμένοις· πρὸς ἡμᾶς γὰρ τὰ δύο ὅπλα αὐ‐ τοῦ πέπτωκεν· οἱ γὰρ Βραγμᾶνες οὔτε χρυσὸν φιλοῦσιν οὔτε θάνατον φοβοῦνται. ἄπελθε οὖν καὶ Ἀλεξάνδρῳ λέγε, ὅτι Δάν‐
5δαμις τῶν σῶν χρείαν οὐκ ἔχει· διὰ τοῦτο πρὸς σὲ οὐκ ἐλεύ‐ σεται. εἰ δὲ σὺ Δανδάμεως χρείαν ἔχεις, ἐλθὲ πρὸς αὐτόν.”

35a,19

ὁ δὲ Αλέξανδρος ταῦτα ἀκούσας παρὰ τοῦ Ὀνησικράτους μᾶλλον αὐτὸν ἰδεῖν ἐπεθύμησεν, ὅτι αὐτὸν πολλὰ ἔθνη καθε‐ λόντα εἷς ἐνίκησεν γυμνὸς γέρων. πορεύεται οὖν Ἀλέξανδρος σὺν πεντεκαίδεκα φίλοις εἰς τὴν ὕλην τοῦ Δανδάμεως καὶ
5ἐγγὺς γενομένου αὐτοῦ κατέβη ἐκ τοῦ ἵππου καὶ ἀπέθετο τὸ διάδημα καὶ πᾶσαν τὴν περὶ αὐτὸν ἀλαζονείαν καὶ εἰσελθὼν
μόνος εἰς τὴν ὕλην, ἔνθα ὁ Δάνδαμις ἦν, ἠσπάσατο αὐτὸν καὶ εἶπεν· “χαίροις Δάνδαμι, διδάσκαλε Βραγμάνων καὶ πρύτανι σοφίας· πάρειμι πρὸς σὲ ἀκούσας σου τὸ ὄνομα, ἐπεὶ σὺ μὴ
10παρεγένου πρὸς ἡμᾶς.” ὁ δὲ Δάνδαμις “χαίροις”, εἶπε, “καὶ αὐτός, δι’ ὃν πολλαὶ πόλεις ταράσσονται καὶ ἔθνη ἀκαταστατεῖ.”

35a,20

ὁ δὲ Ἀλέξανδρος καθεσθεὶς παρὰ τοῖς ποσὶν αὐτοῦ ἐκεί‐ νην τὴν ὥραν εἶδεν καθαρὰν γῆν ἀπὸ αἵματος· καὶ ὁ Δάνδαμις· “τί πρὸς ἡμᾶς, Ἀλέξανδρε, παρῆς; τί θέλεις βαστάσαι ἐκ τῆς ἡμετέρας ἐρημίας; ὃ ζητεῖς ἡμεῖς οὐκ ἔχομεν· ἃ ἡμεῖς κεκτή‐
5μεθα, αὐτὸς οὐ χρῄζεις. ἡμεῖς θεὸν τιμῶμεν, ἀνθρώπους φιλοῦ‐ μεν, χρυσοῦ ἀμελοῦμεν, θάνατον καταφρονοῦμεν, ἡδονῶν οὐ φρον‐ τίζομεν· ὑμεῖς δὲ θάνατον φοβεῖσθε, χρυσὸν φιλεῖτε, ἡδονῶν ὀρέγεσθε, ἀνθρώπους μισεῖτε, θεὸν καταφρονεῖτε.” ὁ δὲ Ἀλέ‐ ξανδρος πρὸς αὐτόν· “ἐγὼ σοφόν τι ἧκα μαθεῖν παρὰ σοῦ· φα‐
10σὶν γάρ σε θεῷ προσομιλεῖν· θέλω γὰρ εἰδέναι, τί τῶν Ἑλλή‐ νων διαφέρεις ἢ τί τῶν λοιπῶν περισσότερον βλέπεις ἢ φρο‐ νεῖς;”

35a,21

ὁ δὲ Δάνδαμις πρὸς αὐτὸν ἀπεκρίνατο· “θέλω κἀγὼ διακο‐ νῆσαί σου λόγους σοφίας θεοῦ καὶ ἐνθεῖναί σοι νοῦν θεοπρε‐ πῆ. ἀλλὰ σὺ τόπον οὐκ ἔχεις ἐν τῇ ψυχῇ σου, ὥστε χωρῆσαι τὴν παρ’ ἐμοῦ σοι διακονουμένην δωρεὰν παρὰ θεοῦ· πεπληρώ‐
5κασι γάρ σου τὴν ψυχὴν ἄπληστοι ἐπιθυμίαι καὶ ἀκόρεστος φιλαργυρία καὶ δαιμωνιώδεις φιλαρχίαι, αἵτινες μάχονταί μοι νῦν, ὅτι σε ἐνταῦθα περισπῶ καὶ οὐ φονεύεις ἔθνη καὶ λαῶν πολλῶν ἐκχέεις αἷμα καὶ λυποῦνται σήμερον κατ’ ἐμοῦ, ὅτι βλέπουσιν πόλιν μένουσαν καὶ σωζομένους ἀνθρώπους. σὺ δὲ
10εἶπας καὶ ἐπὶ τὸν Ὠκεανὸν ἐλθεῖν καὶ μετ’ αὐτὸν ἐπ’ ἄλλην
οἰκουμένην καὶ μετ’ ἐκείνην πάλιν ἐφ’ ἑτέραν, καὶ σφόδρα λυπηθήσῃ, ὅταν μὴ ἔχῃς, οὓς νικήσεις. ὡς οὖν δύναμαι θεοῦ σοφίας λόγους σοι λαλῆσαι τοσαύτης ἀλαζονείας καὶ ἐπιθυ‐ μίας ἀμετρήτου πεπληρωμένης σου τῆς διανοίας, ἣν οὐδ’ ὅ‐
15λος ὁ κόσμος ὑπηρετῶν ἠδυνήθη πληροφορῆσαι.

35a,22

βραχὺς ἐκτίσθης καὶ γυμνὸς καὶ εἷς ἄνθρωπος παρῆλθες ἐν τῷ κόσμῳ· καὶ αὐξηνθεὶς διὰ τί τοὺς πάντας κατασφάττεις; ἵνα πάντων λάβῃς; καὶ ὅταν νικήσῃς τοὺς πάντας καὶ πᾶσαν κτήσῃ τὴν οἰκουμένην, τοσαύτην γῆν καθέξεις μόνον, ὅσον ἐγὼ
5ἀνακείμενος ἢ σὺ καθήμενος· τοσαύτης κυριεύοντες ἔνθεν μεταβησόμεθα, ὥστε οὖν οἱ εὐκαταφρόνητοι ἡμεῖς ἄνευ μάχης καὶ πολέμου ἶσά σοι ἔχομεν τὰ πάντα, γῆν, ὕδωρ, ἀέρα· καὶ πάντα, ὅσα ἔχω ἐγώ, δικαίως ἔχω καὶ οὐδενὸς ἐπιθυμῶ. σὺ δὲ πολεμῶν καὶ ἐκχέων αἵματα καὶ ἀνθρώπους κατασφάττων, ἐὰν
10πάντας κτήσῃ ποταμούς, ἶσον ἐμοὶ πίνεις ὕδωρ.

35a,23

τοῦτο οὖν, Ἀλέξανδρε, σοφὸν παρ’ ἐμοῦ μάθε· μηδὲν ὡς πένης θέλε ἔχειν καὶ πάντα ἐστὶν σὰ καὶ οὐδενὸς δεήσῃ· ἐπιθυμία γὰρ μήτηρ ἐστὶ πενίας, πενία δὲ ἔργον ἀταξίας κα‐ κῷ φαρμάκῳ † θεραπευομένη λύπη †, καὶ μηδέποτε εὑρίσκουσα, ὃ
5ζητεῖ, μὴ δαπανωμένη, οἷς ἔχει, ἀλλ’ ἀεὶ βασανιζομένη ἐφ’ οἷς οὐ κέκτηται.

35a,24

πλουτήσεις δὲ ἡδέως ὡς ἐγώ, ἐάν μοι συζῆν θελήσῃς καὶ ἐάν μοι προσέχῃς καὶ ἀκούσῃς μου τοὺς λόγους καὶ κτήσῃ ἐκ τῶν ἐμῶν ἀγαθῶν. ὁ γὰρ θεὸς ἐμοὶ φίλης, καὶ τοῖς ἔργοις αὐ‐ τοῦ ἀγαλλιῶν προσομιλῶ, καὶ ἔμπνους ἐν ἐμοὶ γίνεται· κακοὺς
5ἀνθρώπους ἀποστρέφομαι, οὔρανός μοι στέγη, γῆ μοι πᾶσα στρωμ‐ νή, ὗλαι τράπεζα, καρποὶ τροφῆς ἀπόλαυσις, ποταμοὶ διάκονοι
δίψης· οὐκ ἐσθίω σάρκας ὡς λέων, οὐδὲ σήπεται ἐν ἐμοὶ ἑτέ‐ ρων ζῴων κρέας, οὐδὲ γίνομαι τάφος νεκρῶν ἀλόγων. πρόνοια γάρ μοι τροφὴν φέρει καρποὺς ὡς φίλη μήτηρ τῷ τεχθέντι γάλα.

35a,25

ἀλλὰ σὺ ζητεῖς, Ἀλέξανδρε, τοῦ μαθεῖν παρ’ ἐμοῦ, τί πε‐ ρισσὸν τῶν ἄλλων πατέρων κέκτημαι ἢ τί οἶδα σοφὸν παρὰ πολλούς. ἐμὲ βλέπεις, βιῶ ὡς ἐξ ἀρχῆς ἐκτίσθην, ζῶ, ὡς παρὰ τῆς μητρὸς ἐτέχθην, γυμνὸς ἄνευ πλούτου καὶ φροντίδων. διὰ
5τοῦτο, ὅσα ὁ θεὸς ποιεῖ, οἶδα καὶ τί γενέσθαι δεῖ, ἐπίσταμαι. ὑμεῖς δὲ θαμβεῖσθε περὶ τῶν καθ’ ὥραν παρεχομένων ἐφ’ ὑμῖν μαντευόμενοι, μὴ συνιέντες τὰ καθ’ ὥραν ἡμῖν δεικνύμενα ἔργα τοῦ θεοῦ· λιμούς, λοιμούς, πολέμους, κεραυνούς, αὐχμούς, ὄμβρους καὶ καρπῶν φθορὰς προγινώσκω ἐγὼ καὶ πῶς καὶ πόθεν ταῦτα
10γίνεται καὶ διὰ τί· ἐμοὶ παρέχει γνῶσιν πρόνοια· καὶ τοῦτο λίαν εὐφραίνει με, ὅτι τῶν ἰδίων ἔργων ὁ θεὸς ἐμὲ σύμβουλον πεποίηκεν, τὴν δικαιοσύνην αὐτοῦ δεικνὺς πρὸς μέ. πολεμίων φόβος ἐὰν ἐπέλθῃ βασιλεῦσιν καὶ ἑτέρα πτόησις, πρὸς μὲ ἔρ‐ χονται ὡς προάγγελον θεοῦ· καὶ ἱκετεύω, πείθω αὐτὴν ἀγαθόν
15τι δοῦναι τοῖς παροῦσιν πρός με, καὶ τὸν φόβον τούτων κατα‐ λύσας μετὰ θάρσους αὐτοὺς ἀποπέμπω.

35a,26

τί βέλτιον, εἰπέ μοι, καταβλάπτειν ἀνθρώπους καὶ κακῆς δόξης ὄνομα ἔχειν ἢ μᾶλλον τούτους φυλάττειν καὶ εὐεργέτην γνωρίζεσθαι; καὶ τί πρέπει τοῖς υἱοῖς τοῦ θεοῦ, πολεμεῖν καὶ κατασκάπτειν τὰ ὑπὸ τῆς προνοίας δημιουργηθέντα ἢ εἰ‐
5ρηνεύειν καὶ προσανοικοδομεῖν τὰ πεπονημένα καὶ κατερριπω‐ μένα ὡς τοῦ δημιουργοῦ λάτριν; οὐκ ὠφελήσει σε, Ἀλέξανδρε βασιλεῦ, ἡ ἐξουσία αὕτη οὐδὲ τὸ πλῆθος τοῦ χρυσίου ἢ οἱ πολ‐ λοὶ ἐλέφαντες οὐδὲ ἐσθὴς ἡ ποικίλη καὶ διάφορος ἡ περὶ σὲ
οὐδ’ ὁ στρατὸς ὁ νῦν σοι περιστοιχιζόμενος οὐδ’ ἵπποι καὶ
10οἱ δορυφόροι καὶ πάντα, ὅσα σὺ μετὰ πολέμων καὶ μάχης ἀφ‐ είλω· ἀλλ’ ὀνήσει σε τὰ μέγιστα, ἐὰν πεισθῇς τοῖς ἐμοῖς λόγοις καὶ ὑπακούσῃς τῆς ἐμῆς φωνῆς.

35a,27

σὺ δέ, Ἀλέξανδρε, ἐάν με φονεύσῃς, οὐ φοβοῦμαι, λέγοντά με τὰ συμφέροντα· ἀπελεύσομαι γὰρ πρὸς τὸν θεόν μου, ὃς κατεσκεύασεν τὰ πάντα· αὐτὸς γὰρ οἶδε μου τὴν δίκην καὶ τοῦτον λέληθεν οὐδέν, οὗ ὄμμα πάντες οἱ ἀστέρες, ἥλιος καὶ
5σελήνη· καὶ αὐτὸς κρίνει καὶ τοὺς ἄλλους ἀδικοῦντας, ὃν οὐ λήσῃ οὐδὲ τόπον ἕξεις ποῦ φεύγειν· τούτου ἀναστὰς ὅμως οὐδὲ τούτου τὴν δίκην παρελεύσῃ· ὥστε, βασιλεῦ Ἀλέξανδρε, μὴ κατάβαλλε, ὃ ὁ θεὸς θέλει κτίζεσθαι· μηδ’ ἀφανίζειν βι‐ άζου, ἃ ἐκεῖνος κοσμεῖν βούλεται· μηδὲ σπένδε αἷμα πόλεων,
10ἢ νεκρῶν ἔθνη διαβαίνειν· σεαυτῷ γὰρ μᾶλλον ζῆσαι κρεῖττον ἤπερ ἄλλους κατακτείνειν καὶ μὴ θανόντα ἄλλους μακαρίζειν· καὶ ζημίαν εἰδέναι μᾶλλον τὰ τῶν ἄλλων ἁρπάζειν ἤτε κέρδος ἡγεῖσθαι τοῦτο.

35a,28

τί μία ψυχὴ γενόμενος τοσαῦτα ἔθνη καταλῦσαι θέλεις; τί τὰς ἀλλοτρίας συμφορὰς ὡς ἑαυτοῦ κέρδη ὁρᾷς; τί κατὰ δακρυόντων γελᾷς; μνήσθητί μου τοῦ ἐπ’ ἐρημίαις, ἐμοῦ τοῦ γυμνοῦ καὶ πενιχροῦ, καὶ σεαυτὸν κέρδησον καὶ τοὺς πολέ‐
5μους καταλύσας τὴν τῆς φιλίας πρόνοιαν ἄσπασαι καὶ εἰρή‐ νην· καὶ μὴ ζήτει ἐν κακοῖς ἀνδρείαν ἔχειν, ἀλλὰ μεθ’ ἡμῶν ἀμέριμνον βίον διάγειν· ἀπόρριψον ἀπὸ σεαυτοῦ τοὺς τῶν προβάτων μαλλοὺς καὶ μὴ κατάφευγε ἐπὶ σκέπην νεκράν· τότε τιμήσεις ἑαυτὸν μιμησάμενος ἡμᾶς, τοιοῦτος γεγονώς, οἷος
10καὶ ἐκτίσθης. πειράζεται γὰρ εἰς ἀρετὴν ἐν ἐρημίᾳ ψυχή.

35a,29

ἑλοῦ τοιγαροῦν, ὦ βασιλεῦ Ἀλέξανδρε, βίον δίαγειν ἄϋλον ἡμέτερον. οὐκ οἶδα, εἰ οὕτως εἶ μακάριος, ὡς δυνηθῆναι σε πεισθῆναι τοῖς ἡμετέροις λόγοις καὶ σεαυτὸν εὑρεῖν. νῦν ἀναμένουσίν σε Μακεδόνες, ἵνα πολέμους καταβάλλωσιν
5καὶ ἀνθρώπους κατασφάξωσιν καὶ τὰ ἐκείνων διαρπάσωσιν, καὶ λυποῦνται σήμερον οἱ ἐπιθυμοῦντες αἱμάτων ἀλλοτρίων, ἔθνος βλέποντες σῳζόμενον. ἰδίων γὰρ πλεονεξιῶν εἰσιν στρατιῶται, σὴν πρόφασιν ἔχοντες ἄδικον.

35a,30

πότε βίον ἀμέριμνον κτήσῃ τὸν παρὰ θεοῦ σοι ἀπονεμη‐ θέντα, ἵνα καὶ σεαυτῷ ζήσῃς καὶ ἄλλους μὴ κατακτείνῃς; νῦν δ’ ἄρα τούτων ἀκούων τῶν λόγων τί μέλλεις λοιπὸν σεαυτῷ προσανέχειν; ἢ ζητεῖς ἁρπάζειν ἀκμὴν καὶ ταράσσειν ἔθνη
5καὶ φονεύειν ἀνθρώπους; καὶ ἃ μὲν εἰργάσω, ἃ δὲ πράττεις, ἃ δὲ ἔμελλες ποιεῖν. ἀλλ’ ἐὰν τῶν ἐμῶν μὴ ἀνασχόμενος λό‐ γων ἐνθένδε ἀπαλλαγῇς, καὶ ὢν ἐν αἰθέρι ὄψομαί σε τούτων τὰς δίκας τιννῦντα καὶ στεναγμοῖς πικροῖς ὀδυρόμενόν σε τῶν ὑπό σου πεπραγμένων τὰς εὐθύνας διδόντα. καὶ τότε τῶν
10ὑπ’ ἐμοῦ σοι διακονουμένων θείων λόγων μνησθήσῃ, ὅταν μη‐ κέτι ἀκολουθῶσιν ἵπποι δεδιδαγμένοι πολέμους καὶ πλήθη τῶν δορυφόρων. τότε θρηνήσεις οἰμώζων, ζητῶν ὃν εἰς μάτην ἀπώλεσας βίον, εἰς ταραχὰς ἀτάκτους καὶ πολέμους αἱμάτων ἀθῴων, ὅταν μηδὲν ἄλλο ἔχῃς ἰδεῖν σου κύκλοθεν, εἰ μὴ μνή‐
15μην κακῶν, ὧν ἐσώρευσας ἑαυτῷ. εἶδον γὰρ ἐγὼ τὰς ἐκ θεοῦ ἐπαγομένας τιμωρίας δικαίως ἀνθρώποις ἀδίκοις· τότε μοι ἐρεῖς ἐκεῖ “ἀγαθός μοι τὸ πρὶν ἦσθα σύμβουλος, ὦ Δάνδαμι”. ἐκεῖ γὰρ παραστήσονταί σοι ψυχαὶ αἱ μάτην πολεμηθεῖσαι ἀδίκως παρά σου. πόσοις ἀρκέσεις ἀπολογούμενος τότε; οὐ‐
20δὲν δὲ ὠφεληθήσῃ ὁ μέγας φανείς, ὁ νῦν τὸν κόσμον νικῆσαι θέλων, νενικήμενος τότε.”

35a,31

ὁ δὲ Ἀλέξανδρος πάνυ ἡδέως αὐτοῦ ἤκουεν καὶ οὐκ ἐθυμώθη· ἦν γὰρ καὶ ἐν αὐτῷ πνεῦμα θεῖον, ἀλλ’ ὑπό τινος δαίμονος κακοῦ εἰς φόνους καὶ ταραχὰς ἐτράπη· σφόδρα κα‐ ταπλαγεὶς ἐπὶ τοῖς παραδόξοις λόγοις τοῦ Δανδάμεως ἀπεκρί‐
5νατο Ἀλέξανδρος·

35a,32

“ἀληθινὲ διδάσκαλε Βραγμάνων, Δάνδαμι, ὁ ἀναπλάττων ἀν‐ θρώπους τῇ σοφίᾳ τῆς προνοίας τούς σοι παρατυγχάνοντας, ὃν ἐγὼ μαθεῖν παρὰ Καλαίνου καὶ ποθήσας συντυχεῖν εὗρον πάν‐ των ἀνθρώπων ὑψηλότερον διὰ τὸ ἐν σοὶ πνεῦμα. οἶδα, ὅτι
5ἀληθῶς λέγεις τὰ πάντα· ἔπλασε γάρ σε ὁ θεὸς καὶ αὐτὸς κατέπεμψέ σε ἐν τοῖς τόποις τούτοις, ἐν οἷς ἔξεστίν σοι εὐ‐ δαιμονεῖν ἀτάραχον ὄντα τῇ φύσει ὅλῃ, πλούσιον, ἀνελλιπῆ, πολ‐ λῆς ἡσυχίας ἀναλαβόντα.

35a,33

ἐγὼ δὲ τί ποιήσω ὁ ἀδιαλείπτοις φόβοις συνοικῶν καὶ συνεχέσι καταντλούμενος ταραχαῖς; πολλοὺς ἔχω τοὺς τηροῦν‐ τάς με καὶ φοβοῦμαι τούτους τῶν πολεμίων μᾶλλον· χείρονες οἱ φίλοι τῶν ὑπεναντίων, οἳ καθ’ ἡμέραν ἐπιβουλεύουσί με
5πλέον τῶν ἐχθρῶν μου, καὶ οὐδὲ χωρὶς αὐτῶν ζῆσαι δύναμαι οὔτε θαρσῶ πάλιν τούτοις σὺν αὐτοῖς ὤν· οὓς γὰρ φοβοῦμαι, ὑπ’ αὐτῶν τηροῦμαι· ἡμέρας μὲν ταράσσων ἔθνη, ἐπιστάσης τῆς νυκτὸς ἐκταρασσόμενος ὑπὸ τῶν λογισμῶν μου, μή τίς με ἐπι‐ στὰς ξίφει με χειρώσηται· οἴμοι· καὶ κολάσας τοὺς ἀπειθοῦν‐
10τάς μοι λυποῦμαι, καὶ μὴ κολάσας καταφρονοῦμαι πάλιν.

35a,34

καὶ πῶς οἷόντε μοί ἐστιν ταῦτα τὰ ἔργα ἀρνήσασθαι; καὶ γὰρ εἰ θελήσω ἐπ’ ἐρημίας ζῆσαι, ὑπὸ τῶν ὑπασπιστῶν οὐ
συγχωροῦμαι. οὐκ ἔξεστι δέ μοι μᾶλλον, εἰ καὶ ἐδυνάμην, ἀπὸ τούτων δραπετεῦσαι ταύτῃ λάχοντα τῇ ψήφῳ. τί οὖν ἄρα ἀπο‐
5λογήσομαι τοίνυν τῷ θεῷ, ὃς γενομένῳ τοῦτον ἐπένευσεν τὸν κλῆρον;

35a,35

σὺ δέ, ὦ πρεσβῦτα, κτῆμα τίμιον θεοῦ, ἀνθ’ ὧν ὠφέλησάς με καὶ ηὔφρανάς με τοῖς λόγοις τῆς σοφίας σου καὶ ἀπὸ πολέμων ἡμέρωσάς με, δέξαι μου τὰ δῶρα, ἃ ἐνήνοχά σοι, καὶ μή με ἀτι‐ μάσῃς, ἐγὼ γὰρ εὐεργετοῦμαι σοφίαν τιμῶν.”

35a,36

καὶ ταῦτα εἰπὼν Ἀλέξανδρος πρὸς τὸν Δάνδαμιν ἐπένευσε τοῖς οἰκέταις αὑτοῦ· οἱ δὲ προσέφερον αὐτῷ χρυσὸν καὶ ἄρ‐ γυρον ἐπίσημον καὶ ἐσθῆτα τιμίαν καὶ ἄρτους καὶ ἔλαιον. ὁ δὲ Δάνδαμις ἰδὼν ἐγέλασε καὶ εἶπεν τῷ Ἀλεξάνδρῳ·

35a,37

“πεῖσον δὴ ὄρνεα τὰ περὶ τὴν ὕλην κελαδοῦντα λαβεῖν χρυσὸν καὶ ἄργυρον καὶ ἄμεινον ἠχῆσαι, ἀλλ’ οὐδὲν δυνῇ πεῖσαι ταῦτα· σὺ δὲ οὐ πείσεις ἐμὲ χείρονα ὄρνεων γενέσθαι· ὃ γὰρ μήτε ἐσθίων μήτε πίνων οὐ λαμβάνω ἀνωφελὲς κτῆμα, οὐδὲ τηρῶ
5ἐπιβλαβερὸν ψυχῆς χρῆμα, οὐδὲ ἐλεύθερον ἐμὸν βίον ἀπὸ πάσης μερίμνης νῦν δεσμεύω, οὐδὲ μάτην ἐμὴν καθαρὰν διάνοιαν θο‐ λώσω· μὴ γένοιτο· ἀλλ’ οὔτε ἀγοράσαι τι ζητῶ ἐπ’ ἐρημίας οἰκῶν· τὰ γὰρ πάντα δωρεὰν ὁ θεὸς δίδωσί μοι, καρποὺς εἰς τροφὴν καὶ ὕδωρ εἰς ποτόν, ὕλας εἰς τόπον οἰκίας, ἀέρα εἰς
10αὔξησιν τῶν πάντων. οὐδὲν γὰρ ὁ θεὸς χρυσίῳ πωλεῖ, ἀλλὰ χαρίζεται τὰ πάντα ἀγαθά, φρένας διδοὺς τοῖς θέλουσιν λαμ‐ βάνειν.

35a,38

ἱμάτιον περιβέβλημαι, ὃ ἐξ ὠδίνων ἔχοντά με ἡ μήτηρ ἔτεκεν, ἀέρι τέρπομαι καὶ ἡδέως ἐμαυτὸν τοῦτον βλέπω. τί καταναγκάζεις με περιθέσθαι ὅλου τοῦ σώματος δεσμόν; ἐμοὶ
ἡδύτερον ἡ ἀμεριμνία πάσης τῆς κτίσεως καὶ μέλιτος γλυκύ‐
5τερον τὸ ἀπὸ ποταμοῦ ποτὸν ἰώμενον τὴν κατὰ φύσιν δίψαν. εἰ δὲ καὶ ἄρτοι οὗτοι εἰς τροφήν εἰσιν, τί αὐτοὺς περιέκαυ‐ σας πυρί; οὐκ ἐσθίω ἐγὼ ἀπόβρωμα πυρός, οὐδ’ ἀφαιροῦμαι ἀλλοτρίαν τροφήν· τὸ γευσάμενον αὐτὰ πῦρ καταδαπανάτω. ἵνα δὲ σὲ μὴ ἀτιμάσω τιμῶντα σοφίαν, δέχομαι τὸν ἔλαιον.”

35a,39

καὶ ἀναστὰς τὴν ὕλην περιῆλθεν καὶ συναγαγὼν ξύλα ἐποί‐ ησεν σωρὸν καὶ ἀνάψας πυρὰν εἶπεν· “Βραγμᾶνος πάντα ἔχει καὶ τρέφεται προνοίᾳ.” καὶ ἱκανῶς ἀνάπτων τὸ πῦρ ἐπέχεεν, ἕως πᾶν ἐδαπάνησεν τὸν ἔλαιον, καὶ ἦρεν ὕμνον τῷ θεῷ λέγων·
5ἀθάνατε κύριε, εὐχαριστῶ σοι ἐν παντί· βασιλεύεις γὰρ τῶν ὅλων σὺ μόνος ἀληθῶς, παρέχων σου τῷ πλάσματι πάντα πλουσίως εἰς τρυφήν· δημιουργήσας δὲ τὸν κόσμον τοῦτον σὺ διατηρεῖς ἀναμένων τὰς ψυχάς, ἃς ἐξαπέστειλας ἐκεῖ, ἵνα πολιτευσαμένας ἀσφαλῶς τιμήσῃς ὡς θεός, τὰς δ’ ἀπειθησάσας τοῖς σοῖς θεσ‐
10μοῖς κατακρίσει παραδώσῃς· πᾶσα γὰρ διάκρισις παρά σοι καὶ ἀπέραντος ζωὴ ἑτοίμη παρά σοι· χρηστότητι γὰρ ἀϊδίῳ τοὺς πάντας ἐλεεῖς.” ὑποστραφεὶς δὲ πρὸς Ἀλέξανδρον ὁ Δάνδαμις εἶπεν·

35a,41

“τοιοῦτοί ἐσμεν πάντες, Ἀλέξανδρε· ὁ δὲ σὸς φίλος Κά‐ λαινος ἡμῖν κακὸς ἀνὴρ ἐγένετο πρὸς βραχὺν χρόνον μιμησά‐ μενος ἡμῶν τὸν βίον· καὶ ἐπεὶ μὴ ἐτύγχανεν θεοφιλής, κατα‐ λιπὼν ἡμᾶς ἐδραπέτευσεν πρὸς τοὺς Ἕλληνας καὶ παρὰ συνή‐
5θειαν ἰδὼν ἡμέτερα μυστήρια καὶ ταῦτα βεβήλοις ἐκπομπεύσας ἔθνεσιν ἐντεῦθεν εἰς πῦρ ἀθάνατον μετέστησεν αὑτόν. σὺ δὲ εἶ κακοῦ ἔθνους δεσπότης Μακεδόνων, τὸ πρὶν ἐλοιδόρεις Βραγμᾶνας καὶ ἐκέλευες τούτους ἀπόλλυσθαι πεισθεὶς ψευδέσι
λόγοις, ὅπερ οὐ πρέπει βασιλεῖ κεκηδομένῳ ἐθνῶν ἄρχειν οὐδὲ
10τοῖς διαβάλλουσιν πείθεσθαι.

35a,42

ἡμεῖς γὰρ τοῦ ἰδίου βίου θεῷ λόγον δώσομεν, ὅταν πρὸς αὐτὸν ἀπέλθωμεν· αὐτοῦ γάρ ἐσμεν ἔργα πάντες οἱ ἀντιποιού‐ μενοι τῆς αὐτοῦ δικαιοσύνης· καταφρονοῦμεν κενῆς δόξης τῆς παρὰ τοῖς ἄφροσιν οὔσης. πῶς οὖν δύνασθε ὑμεῖς τὰ ἡμέτερα
5φρονεῖν κακῶς ζῶντες καὶ τοῦ ὄντως καλοῦ ἀμελοῦντες; ἡμεῖς δὲ οἱ Βραγμᾶνες μνημονεύοντες ὡς ἐγεννήθημεν, τῇ φύσει ἐκεί‐ νῃ συζῶμεν καὶ βλέπομεν, πῶς ἀμέμπτως ζῆν δυνάμεθα· ἐν ἀμε‐ ριμνίαις διάγομεν περὶ δενὸς φροντίζοντες· φροντὶς γὰρ ὕ‐ λης βίου βροτὸν χωρίζει ἀπὸ θεοῦ· ἕκαστον γὰρ ἡμῶν ἡ πρό‐
10νοια ἰδίας γνώμης ἀπαιτήσει λόγον καὶ τῶν ταύτης πράξεων δίκας δώσομεν. διὰ τοῦτο χαίρομεν ἡμεῖς ἐν ἐρημίαις καὶ μέσαις ὕλαις καθεζόμενοι, ἵνα εἰς πᾶν ἀρέσκον τῷ θεῷ ἐφιστά‐ νωμεν τὸν νοῦν, ἵνα μὴ αἱ ἀδολεσχίαι τῶν λοιπῶν ἀνθρώπων τὰς ψυχὰς ἡμῶν περισπάσωσιν ἀπὸ τῆς τοῦ θεοῦ δοξολογίας.

35a,43

μακάριος γάρ ἐστιν ὁ μηδενὸς τῶν περισσῶν δεόμενος, δό‐ ξης δὲ κηδόμενος τοῦ δεσπότου τῶν ἁπάντων· τὸν γὰρ βουλό‐ μενον πᾶσιν ἀρέσκειν χρὴ καὶ δοῦλον εἶναι πάντων. ἡμεῖς δὲ οὐ χρείαν ἔχομεν πόλεις ἐπιζητεῖν· σύνοδος γάρ ἐστιν λῃ‐
5στῶν καὶ πολλῆς κακίας γεώργιον. μεγάλους δὲ ἡμῶν οἴκους ὁ θεὸς ἔκτισεν, ὄρη ὑψηλὰ καὶ ὕλας κατασκίους, ἔνθεν καθα‐ ρᾶς φύσεως τῆς δεδομένης ἐκ θεοῦ μνήμη σῴζεται· καρποὺς συνάγοντες τούτοις ἐντρυφῶμεν, καὶ ὕδωρ πίνοντες ἀπὸ τούτου εὐφραινόμεθα, καὶ ἡδίστην ἀνάπαυσιν ἐπὶ φύλλοις ἔχομεν, καὶ
10ἐπὶ τούτοις ἀναπαυόμενοι τὸν κόπον ἀποτιθέμεθα.

35a,44

πῶς οὖν ὑμεῖς, πολλῶν δοῦλοι ὄντες, τοῖς ἐν πᾶσιν ἐλευ‐
θέροις ἐπιτάσσειν δύνασθε; ὑμεῖς γὰρ ψυχῆς ἰδίας πολλὰ καὶ ποικίλα ἐπιθυμούσης δοῦλοι ἄτακτοί ἐστε· εἰ γὰρ πολλὰ ἱμάτια θέλετε ἔχειν, δέεσθε τοῦ ποιμένος, τοῦ ὑφάντου, τοῦ
5κναφέως ἢ καὶ τοῦ ἀμήτοντος· καὶ μή μοι λέγε· “οὐ φορῶ μαλακὰ ἱμάτια.” ἴση γάρ ἐστιν δουλεία τὸ ἐπὶ μικρῷ καὶ μεγάλῳ φροντίζειν· ὁ γὰρ ὀλίγου ὀρεγόμενος χρυσίου καὶ πλείονος ἐπιθυμήσει, ὁ μικρᾶς πόλεως βασιλεῦσαι θέλων δηλον‐ ότι καὶ τῆς μειζόνος ἡδέως ἀπάρξαι θελήσειεν. ἀλλὰ καὶ ἐν ὀλί‐
10γῃ πορφύρᾳ στιλβούσῃ ἐν ἱματίῳ ἐναβρύνεσθε μεγάλως, τῶν Ἰν‐ δῶν ὁλοπορφύρων ὄντων καὶ τῶν δούλων αὐτῶν ὁλοπόρφυρα φορούν‐ των· καὶ ὑμεῖς ἐπίκαλον ἡγεῖσθε τὴν πορφύραν κἂν ὀλίγῃ χρῆσθε. εἰ δὲ καὶ τὸ ὀλίγον παρ’ ὑμῖν καλόν ἐστιν, τῷ ὄντι πτωχοί ἐστε καὶ τὰ μικρὰ θαυμάζοντες.

35a,45

διὰ τί δὲ ζῷα φονεύετε γῆς τέκνα ὄντα καὶ αὐτὰ χρησιμώ‐ τατα ὑμῖν ὑπάρχοντα; ἃ μὲν γὰρ κείρετε, καὶ τούτων τὰ ἔρια περιβάλλεσθε, ἃ δὲ ἀμέλγετε, καὶ τὸ γάλα ἐσθίετε, ἐν οἷς δὲ καὶ γεωργεῖτε, τούς καρποὺς ἐμπιπράσκοντες, ἐφ’ οἷς δὲ καὶ ἐπι‐
5βεβηκότες πολεμεῖτε ἀλλότρια ἁρπάζοντες· καὶ ταῦτα φονεύετε ἀδίκως· καὶ τοῖς μὲν ζῴοις μισθὸς ὁ τοιοῦτος παρ’ ὑμῖν· τοὺς μαλλοὺς τούτων ἔξωθεν περιβάλλεσθε, τὰς δὲ σάρκας τούτων ἔσωθεν βαστάζετε καὶ γίνεσθε νεκρῶν ζῴων περιπατοῦντες τάφοι. τοσαύτῃ γὰρ ἀτιμίᾳ ἔργων ἀτόπων βαρυνομένη ψυχὴ πῶς δύναται
10νοῦν θεοῦ δέξασθαι; ἔασον ἔξωθεν τὰ κρέα δύο ἡμέρας καὶ ὄψει τί γένηται· ὅτι οὐ δυνήσῃ στέξαι τούτων τῆς ὀσμῆς, ἀλλὰ καὶ ἔξω φεύξῃ. πόσαι εἰσδύνουσιν διὰ τούτων εἰς ψυχὴν ἀκαθαρσίαι καὶ χωροῦσιν εἰς νεφροὺς τῶν ἐπιθυμούντων ταῦτα; πῶς οὖν τοῦ τοιούτου πνεῦμα θεῖον δύναται ἐπιφοιτῆσαι τῇ αἰσθήσει;
15κρέα ἐσθίετε, ἃ σῶμα μὲν πιαίνει, ψυχὴν δὲ κατατήκει, θυμὸν τίκτει, εἰρήνην δὲ διώκει, σωφροσύνην δὲ δαμάζει, ἀκολασίαν δὲ ἐξεγείρει, ἐμετοὺς ἐκβλύζει καὶ νόσους ἐνοικίζει· τοῦ σαρκοβόρου τῶν βροτῶν πνεῦμα ἐπαναχωρεῖ καὶ παλαμναῖος δαίμων ἐμφιλοχωρεῖ. καρποὶ δὲ ἀκροδρύων καὶ θινῶν βοτάναι
20ἔξω ἀφεθέντα κάλλιστον ἀτμὸν ἀπόζει καὶ παρὰ σοφῶν ἑστια‐ θέντα θεοπρεπῆ νοῦν κύει καὶ τὸ σῶμα τρέπει· ταῦτα ὁ θεὸς ἐφύτευσεν εἰς τροφὴν βροτῶν φρονήσει. ὑμῶν δ’ ἀπόλωλεν ὁ νοῦς τῇ ἀδηφαγίᾳ· ἀναπνέετε θυμὸν θηρίων, σαρκῶν ζῴων ἐμφο‐ ρούμενοι, ἀγγεῖα δὲ ἐφθαρμένα ἐστὲ ὑμεῖς. λύκοι γὰρ εἰ ἠδύ‐
25ναντο καρποὺς ἐσθίειν, οὐκ ἂν ἐζήτουν κρέα· ταῦροι, ἵπποι, ἔλαφοι καὶ ἑτέρα φύσις ζῴων δικαιοτέραν ὑμῶν ἔχουσιν τὴν τροφὴν θινῶν βοτάνας τρεφόμενα καὶ ὕδωρ πίνοντες καὶ τοῖς ὄρεσιν ἐνδιαιτώμεναι· διὰ τοῦτο τούτοις φίλη ἡ ἰσχὺς καὶ τὰ νεῦρα καρτερὰ πεπήγασιν. τί οὖν οὐ μιμεῖσθε ταῦτα τὰ
30τρεφόμενα θεοῦ προνοίᾳ;

35a,46

ἀλλὰ προφάσει προσφορᾶς θυσιῶν καὶ πυρὸς δαπάνης ἑαυ‐ τοῖς αὐτὰ ἑτοιμάζετε τροφήν· ὅσα δέ ἐστιν εὔτονα καὶ διαρκῆ, ἐπιβουλευθῆναι παρ’ ὑμῖν οὐ δύναται· ὑμεῖς γὰρ ζητεῖτε δια‐ τροφὴν πλείστην καὶ πολλὰ δαπανᾶτε διὰ τὴν ἀπληστίαν ὑμῶν
5καὶ εἰς μικρὰ ζῴα πλεῖστα κοπιᾶτε δι’ ὀλίγην ἡδονὴν καὶ ματαίαν· ἀνόνητος ὁ κόπος ὑμῶν καὶ ἐν ἀπωλείᾳ· διὰ ταῦτα πάντα ταλαίπωρος καὶ ἀτυχὴς ὁ βίος ὑμῶν.

35a,47

ἡμεῖς μὲν οὖν οὐδὲ ὕδωρ πίνομεν ἄκοντες, δίψης μὴ παρ‐ ούσης· ἐξ ἀνάγκης δὲ παρούσης δίψης ταύτην ἀμυνόμεθα ταῖς ἐκ φύσεως παραγενομέναις πηγαῖς ὑδάτων, αἵτινες καὶ μὴ πινόν‐ των ἡμῶν χέουσι τὰ ῥεῖθρα. ὑμεῖς δι’ ἡδονὴν γαστρὸς τέχνας
5ἐπινοεῖτε, ἵνα καὶ μὴ πεινῶντες διὰ τῆς ποικίλης τῶν μαγεί‐ ρων τέχνης διαρρήγνυτε τὴν ἀθλίαν γαστέρα, τὰ πρὸς γαστρι‐ μαργίαν ταύτην χορηγοῦντες· ἀέρα θηρεύετε διὰ φιληδονίαν, θάλασσαν δικτύοις σήθετε διὰ τὰς πολλὰς ὑμῶν ἐπιθυμίας, ἐπὶ τὰ ὄρη στρατεύεσθε διὰ τὴν ἀπληστίαν ὑμῶν, τὴν ἐπὶ κυνῶν
10ἀλκὴν ὀξυτάτην ἀλαζονευόμενοι· κακολογούμενοι θηρία τὰ πα‐ ρὰ τῆς προνοίας δημιουργηθέντα, καὶ αὐτὰ κακῆς ἐρημίας ἐν‐ οικοῦντα λέγετε δυσαρεστούμενοι κατὰ τῆς προνοίας· καὶ τὰ μὲν διώκετε, τὰ δὲ θηρεύειν βούλεσθε, τὰ δὲ πλεῖστα φονεύετε· τὰ δὲ τούτων ἀνημερώτερα συλλαβόντες καὶ γαλεάγραις συγ‐
15κλείσαντες φέρετε εἰς τὰς πόλεις, οὐχ ἵνα σπείρητε δι’ αὐ‐ τῶν ἢ ἑτέραν τινὰ ἐν τούτοις χρήσιμον ἐκτελέσητε ὑπηρεσίαν, ἀλλ’ ἵνα τὸ συγγενὲς ὑμῶν καὶ θεοῦ ἔργον ἄνθρωπον καθυβρί‐ σαντες ἀφανίσητε καὶ τοῦτον δεδεμένον δεσμοῖς βιαίοις λε‐ λυμένῳ θηρίῳ παραβάλητε καὶ ἀντικαθεζόμενοι ἐνατενίζητε
20τερπόμενοι τῇ ἀνεικάστῳ συμφορᾷ, τὸν τοῖς θηρίοις καταπαλαι‐ σόμενον καὶ γελῶντες· σπουδάζετε καταλῦσαι κακίστῳ μόρῳ τὴν κοινὴν τῆς φύσεως ἡμῶν εἰκόνα τὴν χειρὶ θεοῦ πλασθεῖσαν. καὶ μετὰ τοῦτον ὑπ’ αὐτοῦ διαφθαρῆναι, αὐτὸν πάλιν τὸν θῆρα σφαγιάσαντες ὑμεῖς πῶς τοῦτον ἀποτρέπεσθε, καὶ κακολογοῦντες
25λέγετε· “ὦ κακὸν θηρίον καὶ φονεὺς ἀνθρώπων·” καὶ τὸ πάντων δὲ δεινότερον, αἱμάτων καὶ σαρκῶν ἀνθρώπων τοῦ θηρὸς ἐμφορη‐ θέντος, τοῦτον κατασφάξαντες πάλιν ὑμεῖς ἐσθίετε καὶ εὑρίσ‐ κεσθε τῶν πονηρῶν θηρίων ἀνημερώτεροι, αὐτοὺς τούτους ἐσθί‐ οντες καὶ ἀκαταλλάκτους συμφορὰς ἑαυτοῖς ἐν τῇ γαστρὶ ὑμῶν
30σωρεύοντες.

35a,48

χώρας πάλιν τοὺς πενεστέρους ἀποστερήσαντες ὑμεῖς οἰκο‐
δομεῖτε οἰκίας, ἵνα θερμαινόμενοι βιαίως εὐπετῆτε. καὶ ἀναγ‐ κάζετε ὑμῶν τὰ ἔντερα πλατεῖα εἶναι τεχνῶν συνθέται ἐξ ἀμέτρου ἀκρασίας, ζωοφαγίας τε καὶ οἰνοφλυγίας. ἡμεῖς δὲ εὐ‐
5χόμεθα μηδὲ ὕδατι διψῆσαι· περισπώμεθα γὰρ ἀληθείας, ὅταν σῶ‐ μα περισσῶς ποτίσωμεν ὕδατι. ὑμεῖς δὲ χαίροντες ἐπὶ τὰς οἰ‐ νοποσίας συνέρχεσθε, καὶ ἂν μὴ ἐκμανῆτε πίνοντες οὐ παύεσθε· καὶ μετὰ ταῦτα χεῖρας ἐπὶ σπονδὰς ἐκτείνετε καὶ τοὺς ὀφθαλ‐ μοὺς ὑμῶν εἰς τὸν ἥλιον ἐπαίρετε παντελῶς ἐκδιώξαντες ὑμῶν
10τὴν φρόνησιν, βαρυνόμενοι τὸν νοῦν ἀπὸ τοῦ οἴνου. εὐτυχέστεροι παρ’ ὑμῶν εἰσιν μᾶλλον οἱ μαινόμενοι· ἐκεῖνοι γὰρ μεθύουσιν οἶνον μὴ ἀγοράσαντες· ὑμεῖς δὲ μεριμνᾶτε τὴν τιμὴν τοῦ οἴνου, ἵνα τοῦτον ἀγοράσαντες τῇ μέθῃ τὴν φρόνη‐ σιν ἐκδιώκητε ἑαυτοῖς ἐπεισάγοντες ἔκφρονα μανίαν, κατ’ ἀλλή‐
15λων χεῖρας κατακλῶντες καὶ τραύματα ἑκάστῳ πλησίων ἐμφοροῦν‐ τες· καὶ ταῦτα ποιεῖτε ἀναισθήτως· εἶθ’ οὕτως τοῦ οἴνου δια‐ πνευσθέντος μανθάνετε τὰ παρ’ αὑτῶν δρασθέντα ἐκ τῶν ἀλγη‐ δόνων.

35a,49

καὶ οὐδ’ οὕτως ἰσχύετε αὐτὰ πέψαι, ἀλλ’ ὀψὲ ἀναχωρήσαντες τὴν ἀκρασίαν ὑμῶν διὰ στόματος ἐμεῖτε κάτωθεν ἄνω στρέφον‐ τες τὴν φύσιν· πίνοντες ἀμετρήτως πληροῦσθε ὡς ἀγγεῖα καὶ ὀζέσαντος τοῦ οἴνου τελευταῖον τοῦτον ἀναβλύζετε. ἄφρονες
5ἀνεστρέψατε τὸ σῶμα ἀντὶ τῶν ποδῶν ἐπὶ κεφαλὴν περιπατοῦν‐ τες ὡς τὰ ζῴα· βιάζεσθε πληροῦσθαι καὶ μετὰ ὕβρεως κενοῦσθε, νόσον προσλαμβάνοντες· συντρίβετε τὸ σῶμα καὶ ἐν οἷς δοκεῖτε τὴν γαστέρα θεραπεύειν, ἐκεῖθεν ἀνιᾶσθε καὶ ἀεὶ κεκορεσμένοι πάσης ἡδονῆς ἐστερημένοι· τέλος γὰρ ἀμέτρου κόρου βάσανος
10σώματος καὶ οὐχ ὑγεία. κολάζεσθε γὰρ νόσοις διὰ τὴν ἀμετρίαν.
τί δέ ἐστιν ἡ τοῦ σώματος τρυφὴ πρὸς ψυχῆς εὐδαιμονίαν; εἰ δ’ ἐπιδείκνυσθαι βούλεσθε, ὅτι ἔχετε πολλά, τοῖς παρ’ ὑμῖν ἐνδεομένοις χαρίζεσθε τὰ περισσά· ὡς δ’ ἀκούομεν, πτωχοί ἐστε τῷ ὄντι, ὥστε μήτε ἄρτον τοῖς αἰτοῦσιν ὑμᾶς διδόναι,
15ἀναριθμήτους δὲ οὐσίας παρ’ ἑαυτοῖς σπουδάζετε σωρεύειν· δοῦλοι γάρ ἐστε σωμάτων καὶ ἐντέρων ἀκορέστων.

35a,50

διὰ ταῦτα γὰρ τὰ πάθη πολλοὶ ἰατροὶ ἐν ὑμῖν οἱ κενοῦν‐ τες ὑμῶν τὴν ἀπληστίαν, ἢ λιμῷ κατάγχοντες τὴν πολυφαγίαν, ἢ ἄλλαις τισὶν τέχναις τὴν νόσον χαλινοῦντες, καὶ τοῖς τὸ πρὶν πολὺν ἐκχεομένοις οἶνον ὡς ἀγγεῖον τετρημένον δαμάζον‐
5τες τῇ δίψῃ, μηδὲ ῥανίδος ὕδατος τούτους καταξιοῦντες· καὶ οἳ ποτὲ καρηβαροῦντες, νῦν βασανιζόμενοι ξηροὶ διατελοῦσιν· καὶ οἳ ποτὲ μὲν παρὰ φύσιν ἔπινον τὸν οἶνον, νῦν δὲ κατὰ φύ‐ σιν ὕδωρ ἐπιθυμοῦσιν· καὶ τότε μὲν πεπεδημένοι ἐπιθυμίᾳ ἀκορέστῳ, νῦν δὲ στρεβλούμενοι τῇ ἐγκρατείᾳ τῆς ἀνάγκης.

35a,51

Βραγμᾶνες δὲ οἶνον οὐκ ἐπιζητοῦμεν, οὐκ αὐθαίρετον κτώ‐ μεθα μανίαν· ὕδωρ, ὅσον θέλομεν, ἔχομεν ἐκ θείας προνοίας· καὶ {τοῦτο} δι’ αὐτοῦ σωφρονοῦντες θεραπεύομεν δίψαν οὐ κτώ‐ μενοι μανίαν. μᾶλλον γὰρ ἑλώμεθα θάνατον ἢ κατακυριευθῆναι
5μέθῃ· θηρὶ παραδοθῆναι πολλῷ μᾶλλόν ἐστιν βέλτιον ἢ δόξης θεοῦ ἀπορριφῆναι διὰ πολυποσίαν. ὁ γὰρ μεθύων ζῶν χείρων ἐστὶν ἀλόγου, τεθνηκὼς φρονήσει· τὸν νοῦν γὰρ ἀπολέσας τοῦ θεοῦ ἠλλοτριώθη.

35a,52

τί δὲ οἱ ἐν ὑμῖν ἔνδοξοι; τῷ πλούτῳ ἀπατῶνται ψευδῆ ἐνορῶντες, τὰ ἐνταῦθα μόνα ἔχειν προσδοκῶντες ἀλλήλους ἀδι‐ κοῦσιν, τοὺς δ’ ἀσθενεστέρους καὶ φονεύοντες ἀποστεροῦσιν καὶ ἃ κέκτηνται ὀλίγα· τὸ δὲ πέρας τούτων ἀναμένει θάνατος.

35a,53

τί δὲ εἴπωμεν περὶ Ἐπικουρείων ἀνδρῶν μυροβρόχων, καὶ μαλακῇ ἐσθῆτι γυναικῶν περιπατούντων, καὶ βεβιασμένων ἀρωμάτων χυμοῖς τὸν ἀέρα μιαινόντων; τί δὲ δεῖ καὶ λέγειν περὶ Στοϊκῶν λογίων φιλοσόφων τῶν φιλαργυρησάντων; τί δὲ
5πάλιν ἐροῦμεν περὶ τῶν λοιπῶν φιλοσόφων; πάντες οὗτοι θαυ‐ μάσιοι καὶ μεγάλοι παρ’ ὑμῖν, ἀλλ’ οὐ παρὰ Βραγμᾶσιν.

35a,54

ἀκούομεν δὲ καὶ καινὴν ἀνθρώπων φύσιν ἐξευρῆσθαι παρ’ ὑμῖν, ὅτι ἐκτέμνετε τοὺς ἄρρενας, θηλείας ἑαυτοὺς βιαζόμενοι ποιῆσαι· καὶ γίνεται ὁ παρ’ ὑμῖν ἄνθρωπος γεννηθεὶς οὔτε σπείρων {παρ’ ὑμῖν} ὡς ἀνὴρ οὔτε τίκτων ὡς γυνή, ζῶν δὲ μό‐
5νον εἰς ἰδίαν ὕβριν. τίς οὖν ὑμᾶς οὐκ ἐλεήσει βλέπων ἐν ὑμῖν τὸν ἀφανισμόν;

35a,55

οἰκτείροντες δὲ ὑμᾶς ἡμεῖς ὠφελοῦμεν οὐδὲν τῷ μὴ συντρέχε τὴν γνώμην ὑμῶν προθέσει τῶν Βραγμάνων. ἡμεῖς τοίνυν μισοῦ‐ μεν ὑπερηφανίαν καὶ φιλοῦμεν πᾶσαν ἀνθρωπίνην φύσιν, προκαθή‐ μενοι τῆς ἀληθείας διδάσκαλοι καὶ ἔνδεικται ὁδοῦ δικαιοσύ‐
5νης τοῖς εὐεργετεῖσθαι βουλομένοις· ἐν τῷ βίῳ τούτῳ ὡς ἐν μεγίστῳ οἴκῳ γυμνῇ τῇ ψυχῇ πρὸς πάντας διαζῶντες ὥσπερ καὶ τῷ σώματι· τουτέστιν ὁλόκληρον τῇ ψυχῇ πρὸς πάντα ἄνθρωπον πλουτοῦμεν.

35a,56

ἀκούομεν δὲ ὅτι Μακεδονία βιάζεται τὰ πάντα πρότερον αὐτὴ βιασθεῖσα· τῆς γὰρ τρεφομένης ψυχῆς εἰσιν πάντες δοῦ‐ λοι· ἀλλὰ τούτων πάντων ἄποροί εἰσιν Βραγμᾶνες περὶ αὑτῶν, ὑπ’ οὐδενὸς δυνάμενοί ποτε πολεμηθῆναι· οὐδενὸς γὰρ τῶν ἐν
5ὑμῖν ἡμεῖς ἐπιθυμοῦμεν.

35a,57

σὺ δὲ, βασιλεῦ Ἀλέξανδρε, τὰ ἡμέτερα φρονεῖν παραγενό‐ μενος εἰς Ἰνδοὺς καὶ Βραγμᾶνας ἰδών ἐπ’ ἐρημίας οἴκησον
γυμνός· ἄλλως γάρ σε οὐ δυνάμεθα ἡμεῖς δέξασθαι, ἐὰν μὴ πρῶτον τὰς ἀρχὰς ἀπορρίψῃς ἀπὸ σεαυτοῦ, ἐφ’ οἷς νῦν γέγηθας
5καὶ μέγα φρονεῖς· ἅψονται δέ σου προνοίας λόγοι, οὕσπερ πρότερον εἰρήκειν σοι· καὶ ἀγαπήσεις ἐκ καρδίας σου πάντα, ὅσα τότε ἐπῄνεσας θαυμάσας· καὶ εἰ ἐμοὶ πεισθῇς καὶ ποιή‐ σῃς ταῦτα, οὐδεὶς ὅλως οὐκέτι πολεμήσει σε οὐδ’ ἀφελέσθαι σου τίς τι δυνήσεταί ποτε λοιπόν, ὧν οὐ κέκτησαι· ἐὰν γὰρ
10ἐμοὶ πεισθῇς κατὰ κράτος καὶ ἀσφαλῶς, οὐδεὶς οὐδὲν τοῦ ὑμετέρου βίου εὑρήσει παρά σοι· ὗλαι γάρ σε θρέψουσιν, λοι‐ πὸν τῆς προνοίας σοι πάντα χορηγουρήσης ὥσπερ καὶ ἡμῖν, καὶ ἐν πᾶσιν πλουτήσεις μιμησάμενος Βραγμᾶνας ἀκριβῶς· καὶ ἐμοὶ τοῦτο καταγραφήσεται εἰς αἰώνιον χαράν, ἡ ὠφέλεια ἡ
15σή· τοῦτο γὰρ καὶ παρ’ ἐμοῦ ᾔτησας ἐξ ἀρχῆς· οὐ φθονοῦμεν οὖν ἡμεῖς οὐδένα τῶν βουλομένων ἀληθῶς εὐσεβεῖν εἰς τὸν θεὸν καὶ βίον ἡμέτερον ἐθέλοντας ζηλοῦν, οἰκτείροντες πᾶσαν ἀνθρώπου φύσιν θνητῶν.”
18 ὁ δὲ Ἀλέξανδρος ἀκούσας ταῦτα πάντα καὶ ἰδών, θαυμάσας
20σφόδρα καὶ κατανυγεὶς ἐπὶ τοῖς σοφοῖς καὶ ἀληθινοῖς λό‐ γοις τοῦ Δανδάμεως, ἀπῆλθεν ἀποφέρων πάντα, ὅσα ἐνηνόχει
δῶρα πλὴν τοῦ ἐλαίου, οὗ ἀνήλωσε τὸ πῦρ.

36

καὶ τὴν ναῦν ἐπιβὰς καταλαμβάνει τὸ αὑτοῦ στρατόπεδον, πάνυ περὶ αὐτοῦ ἀσχολούμενοι καὶ τῆς ἰδίας ἀπολεγόμενοι σωτηρί‐ ας· ὡς οὖν εἶδον αὐτὸν ἐρχόμενον, οὐ μετρίως ἐπληρώθησαν χαρᾶς. καταλαβὼν δὲ Ἀλέξανδρος τῆς ἰδίας φάλαγγος πάντας
5γνησίως κατησπάζετο καὶ καθεσθεὶς πάντα αὐτοῖς διηγήσατο. ἀπάρας δὲ τῶν ἐκεῖ ᾤχετο τῆς ὁδοῦ καὶ δι’ ἡμερῶν πέντε ἤλθοσαν εἴς τινα ποταμόν· ἐκέλευσεν οὖν παρεμβολὴν γενέσθαι καὶ καθοπλισθῆναι τῇ συνηθείᾳ τὰ στρατόπεδα. ἦν δὲ ἐν τῷ ποταμῷ δένδρα καὶ ἅμα τοῦ ἡλίου ἀνατέλλοντος καὶ τὰ δένδρα
10ηὔξανον μέχρι ὥρας ἕκτης, ἀπὸ δὲ ὥρας ἑβδόμης ἐξέλειπον, ὥστε μηδ’ ὅλως φαίνεσθαι· πνοὴν δὲ εἶχον πάνυ ἡδυτάτην καὶ χρη‐ στήν. ἐκέλευσεν οὖν ὁ Ἀλέξανδρος κόπτεσθαι τὰ δένδρα καὶ σπόγγοις ἐκλέγεσθαι τὰ τούτων δάκρυα. αἰφνίδιον δὲ οἱ ἐκ‐ λέγοντες ἐμαστιγοῦντο ὑπὸ δαίμονος ἀοράτου· καὶ τῶν μὲν μα‐
15στιγουμένων ὁ ψόφος ἠκούετο καὶ τὰς πληγὰς ἐπὶ τῶν νώτων ἐρχομένας ἔβλεπον, τοὺς δὲ τύπτοντας οὐκέτι τὶς ἑωράκει. φωνὴ δέ τις ἤρχετο λέγουσα· “μὴ ἐκκόπτειν μηδὲ συλλέγειν· εἰ δὲ οὐ παύσητε, γενήσεται ἄφωνον τὸ στρατόπεδον.” ὁ δὲ Ἀλέξανδρος φοβηθεὶς ἐκέλευσεν μήτε συλλέγειν μήτε ἐκκόπ‐
20τειν τινὰ ἐξ αὐτῶν. ἦσαν δὲ ἐν τῷ ποταμῷ λίθοι μέλανες· ὅσοι οὖν ἥπτοντο τῶν λίθων τούτων, τὴν ἴσην χροιὰν ἐλάμβανον τοῖς λίθοις. ἦσαν δὲ καὶ δράκοντες πολλοὶ ἐν τῷ ποταμῷ καὶ ἰχθύων πολλὰ γένη, ἅτινα πυρὶ οὐχ ἑψοῦντο, ἀλλ’ ἐν ὕδατι ψυχρῷ πηγαίῳ. εἷς οὖν
25τῶν στρατιωτῶν λαβὼν καὶ πλύνας καὶ βάλλων εἰς ἄγγος ἀφῆκε
καὶ μετ’ ὀλίγον εὗρεν τὸν ἴχθυν ἑψημένον. ἦσαν δὲ ἐν τῷ ποταμῷ ὄρνεα παρεμφερῆ τοῖς παρ’ ἡμῖν ὀρνέοις· εἴ τις οὖν ἐξ αὐτῶν ἐθίγγανεν, πῦρ ἐξήρχετο ἐξ αὐτῶν.
28

37

τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ὡδεύσαμεν πελαζόμενοι, ἔλεγον δὲ ὁδηγοὶ τῷ Ἀλεξάνδρῳ· “οὐκ οἴδαμεν, ποῦ ὑπάγομεν, δέσποτα βασιλεῦ Ἀλέξανδρε· ἂς ὑποστρέψωμεν, μὴ εἰς χείρονας τόπους ἐμπέσω‐ μεν.” αὐτὸς δὲ οὐκ ἐβουλήθη ὑποστρέψαι. καὶ δι’ ἡμερῶν δέκα
5διελθὼν τελείως τὸ τῆς ἡμέρας οὐκ ἦν φέγγος, ἀλλ’ ὡς ὥρας μιᾶς μικρά τις ἐφαίνετο αὐγή. ὑπήντων δὲ αὐτοῖς θηρία πολ‐ λὰ καὶ ἑξάποδα καὶ τριόφθαλμα καὶ ἄλλα πολλὰ γένη θηρίων, καὶ ἃ μὲν ἀνεχώρουν φεύγοντα, ἃ δὲ ἐφήλλοντο ἡμῖν. ἤλθομεν δὲ εἴς τινα τόπον, ὅθεν ἐξῆλθον θηρία ὅμοια ὀνάγρῳ, ἔχοντα
10ἀνὰ πήχεις εἴκοσιν, οὐκ εἶχον δὲ ἀνὰ δύο ὀφθαλμούς, ἀλλ’ ἀνὰ
ἕξ, τοῖς δὲ δυσὶ μόνοις ἔβλεπον. οὐκ ἦσαν δὲ μάχιμα, ἀλλὰ ἤπια. ἐκεῖθεν δὲ ἀναχωρήσαντες εἰς τόπον τινὰ ἐπίπεδον, μέσον δὲ τῆς πεδιάδος φάραγξ ἦν διαχωρίζουσα, τῆς δὲ φάραγγος τὸ βά‐ θος ἀνείκαστον ἦν. ἐκεῖσε οὖν Ἀλέξανδρος ἤγειρεν ἁψῖδα,
15γεφυρώσας αὐτήν· ἐν δὲ τῇ ἁψῖδι γράψας γράμμασιν Ἑλληνι‐ κοῖς καὶ Περσικοῖς καὶ Αἰγυπτιακοῖς, ἡ δὲ γραφὴ διηγόρευε ταῦτα· ἐνθάδε Ἀλέξανδρος εἰσελθὼν ἤγειρεν ἁψῖδα ἐν ᾗ πανστρατὶ διαβάς, ἄκρῳ θέλων γαίας καταλαβεῖν ὡς τῇ προνοίᾳ δόξειε. διελθὼν δὲ τῶν ἐκεῖσε ὁδὸν ἡμερῶν τριῶν, οὐκέτι
20τῶν ἐκεῖσε τελείως φῶς ἦν ἡμέρας· κελεύει δὲ Ἀλέξανδρος ἐκεῖσε καταλείπειν τὴν ἅπασαν ἀπαρτίαν τοῦ φοσσάτου· τὸν δὲ ἐκλεκτὸν ἀναλαβόμενος στρατὸν πειρᾶται τὴν παννύχιον διελθεῖν γαῖαν, λαβὼν μεθ’ ἑαυτοῦ ἀρτιτόκους φοράδας, τὰ δὲ τούτων πωλάρια παρακρατηθῆναι εἰς τὴν παρεμβολὴν τοῦ φοσ‐
25σάτου· καὶ οὕτως εἰσήλθοσαν ὁδὸν σκοτεινὸν ἐπὶ σχοίνοις πεντεκαίδεκα· καὶ εἴδοσάν τινα τόπον, καὶ ἦν ἐν αὐτῷ πηγὴ διαυγής, ἧς τὸ ὕδωρ ἤστραπτεν ὡς ἀστραπή. πρόσπεινος δὲ γενόμενος Ἀλέξανδρος ἠθέλησε δέξασθαι ἄρτον καὶ καλέσας τὸν μάγειρον εἶπεν αὐτῷ· “εὐτρέπισον ἡμῖν προσφάγιον.”
30ὁ δὲ τάριχον λαβὼν ἦλθεν ἐπὶ τὸ διαυγὲς ὕδωρ τῆς πηγῆς τοῦ πλῦναι τοῦτο, καὶ εὐθέως βραχὲν ἐν τῷ ὕδατι ἐψυχώθη καὶ ἔφυγεν ἐκ τῶν χειρῶν τοῦ μαγείρου. ἦσαν δὲ πάντες οἱ τόποι
ἐκεῖνοι ἔνυγροι· ὁ δὲ μάγειρος οὐδενὶ ἐδήλωσε τὸ γενόμενον.

40

πάλιν οὖν ὁδεύσαντες σχοίνους τριάκοντα λοιπὸν εἴδομεν τὸ στερέωμα ἄνευ ἡλίου καὶ σελήνης καὶ ἄστρων. εἴδοσαν δὲ δύο ὄρνεα πετόμενα καὶ μόνον ἔχοντα ὄψεις ἀνθρωπίνους, Ἑλληνικῇ δὲ διαλέκτῳ ἐκραύγαζον· “τί χώραν πατεῖς, Ἀλέξανδρε,
5τὴν θεοῦ μόνον; ἀνάστρεφε, δείλαιε, Μακάρων νήσους πατεῖν οὐ δυνήσῃ· ἀνάστρεψον οὖν, ἄνθρωπε, καὶ τὴν δεδομένην σοι γῆν πά‐ τει, καὶ μὴ κόπους παρέχε σεαυτῷ.” σύντρομος δὲ γενόμενος κάλ‐ λιστα ὑπήκουσε τῆς φωνῆς τῆς ὑπὸ τῶν ὄρνεων αὐτῷ δεδομένης. τὸ δὲ ἕτερον ὄρνεον πάλιν ἐφθέγξατο Ἑλληνικῇ διαλέκτῳ, “ἐκ‐
10καλεῖταί σε”, φησίν, “ἡ ἀνατολὴ καὶ ἡ Πώρου βασιλεία νίκῃ ὑπο‐ ταγήσεταί σοι.” καὶ ταῦτα εἰπὸν τὸ ὄρνεον ἀνέπτησεν. ἀκού‐ σας δὲ ταῦτα Ἀλέξανδρος ἐκέλευσεν τῷ Ἀντιόχῳ παντὶ τῷ στρα‐ τῷ ἐπισημῆναι· “ἕκαστος, ὃ βούλεται τῶν ὧδε ἀράτω εἴτε λίθον εἴτε πηλὸν ἢ καὶ ξύλον.” καὶ τοῖς μὲν ἔδοξεν τοῦτο ποιεῖν,
15τοῖς δὲ λῆρος τὸ ῥῆμα ἐδόκει τοῦ Ἀλεξάνδρου. ὁ δὲ ἐπὶ τὸ στρατόπεδον ὥρμησεν καὶ μετ’ αὐτῷ μόνον ὁ Φίλων ὁ φίλος αὐ‐ τοῦ, καὶ λέγει αὐτῷ Ἀλέξανδρος· “κάτελθε τοῦ ἵππου καὶ, ὃ ἐν
ταῖς χερσί σου τύχῃ, ἀνάλαβε τοῦτο.” κατελθὼν δὲ ὁ Φίλων λίθον εὗρε ὡς ἔοικεν κοινὸν τῶν ἀχρήστων· ἄρας δὲ τοῦτον ᾤχετο
20μετὰ Ἀλεξάνδρου, καὶ τὸ στρατόπεδον παραλαμβάνουσιν καὶ μήπω περιπατεῖν ἐξισχύοντες. κελεύει ταῖς φορβάσιν πρὸ τοῦ φοσσάτου εἰσβάλλειν ἐπιβάντας ἐπὶ τὰς παῖδας Μακεδόνων. καὶ τούτου γε‐ νομένου κατὰ τὴν ἅμαξαν τῶν ἀστέρων δι’ ἡμερῶν εἴκοσι δύο, αἱ φορβάδες τῆς τῶν πώλων εἴχοντο στοργῆς· καὶ οὕτως τῆς παννυ‐
25χίου ἐκείνης ἐξῄεσαν γῆς.
25

41

ὡς δὲ τὴν φωταυγῆ κατέλαβον γῆν καὶ ἀλλήλους θεασάμενοι, παν‐ τελῶς ἦσαν χρυσοὶ πάντες. ὁ δὲ Φίλων τὸν λίθον πρὸς Ἀλέ‐ ξανδρον ἤγαγεν, καὶ ὅλος ἦν χρυσὸς εὔροιζος· τότε καὶ οἱ ἄραν‐ τες μετενόησαν καὶ οἱ μὴ ἄραντες μετενόησαν, καθὼς αὐτοῖς προ‐
5εῖπεν Ἀλέξανδρος. ἀπάραντες δὲ τῶν ἐκεῖ τὴν ἀπαρτίαν αὐτῶν κατέλαβον· κἀκεῖ διαναπαυσάμενοι ἀντιστρέφονται, καὶ περῶσι διὰ τῆς ἁψῖδος· καὶ προϋπαντῶσιν τῷ Ἀλεξάνδρῳ ἀνθρωποειδῆ ὄρνεα λέγοντα· “ὃς τὴν δεξιὰν ἀνθυποστρέψειεν ὁδόν, θαυμάσια
ὄψεται.” ὃ καὶ ἐποίησε Ἀλέξανδρος.
10καὶ δι’ ὅλης τῆς ἡμέρας διοδεύσας ἔν τινι κατέλαβεν λίμνῃ. ἐκεῖ δὲ τοῦ φοσσάτου ἄπλικτον ποιήσας διανεπαύσατο, τὸ δὲ ὕδωρ μέλιτος ἀνθόμοιον ἦν· ἐν δὲ τοῖς ἄκροις τῇ λίμνῃ εἰσβὰς Ἀλέξανδρος διὰ τὸ διαυγὲς τοῦ ὕδατος, ἰχθὺς δὲ τοῦτον θεα‐ σάμενος ὥρμησεν κατ’ αὐτοῦ· τοῦτον δὲ θεασάμενος ὁ Ἀλέξαν‐
15δρος εὐθέως τῆς λίμνης ἀπεπήδησεν. ὁ δὲ ἰχθὺς τῷ τάχει τοῦ κινήματος συνεπαρθεὶς ἐκ τοῦ ὕδατος ἐξερρίφη· ἰδὼν δὲ αὐτὸν Ἀλέξανδρος ἀντιστραφεὶς ἕπληξε τῷ δόρατι. ἦν δὲ θέαμα τῷ μεγέθει· κελεύει δὲ τοῦτον ἐπ’ ὄψεσιν αὑτοῦ ἀνατεμεῖν, ὡς ἂν ἴδῃ τὴν τῶν ἐγκάτων αὐτοῦ διάθεσιν. τούτου δὲ γενομένου ἐξ‐
20έλαμψε λίθος ἐν τῇ κοιλίᾳ αὐτοῦ, ὡς πάντας δοκεῖν λαμπάδιον εἶναι· λαβὼν δὲ τὸν λίθον ὁ Ἀλέξανδρος καὶ χρυσῷ ἐνθεὶς τοῦτον ἐν ταῖς νυξὶν ἀντὶ φανοῦ ἐχρᾶτο. ἐν δὲ τῇ νυκτὶ ἐκείνῃ γυναῖκες τῆς λίμνης ἐξῄεσαν καὶ κύκλῳ τοῦ φοσσάτου περιιοῦσαι μέλος τι τερπνότατον ἔλεγον ὥστε
25θεαθῆναι πᾶσιν καὶ τῶν ᾀσμάτων ἀκοῦσαι. τῆς δὲ ἑῴας καταλα‐ βούσης τὴν προκειμένην ὁδὸν ἐποιεῖτο· τῶν ἐκεῖσε οὖν διελ‐ θὼν πορείαν ἡμέρας μιᾶς κατέλαβεν τόπον τινά· ὁ δὲ τόπος λεῖος. καὶ δὴ ἀνθρωποειδῆ ζῷα ἐφαίνοντο· ἀπὸ μὲν κεφαλῆς μέχρι ὀμφάλου τέλειοι ἄνθρωποι ὑπῆρχον, κάτωθεν δὲ ἵπποι·
30καὶ αὐτοὶ εἰς πλῆθος ἦσαν, τόξα ταῖς χερσὶν ἔχοντες· τοῖς δὲ βέλεσιν οὐκ ἦν σίδηρος, ἀλλ’ ἀντὶ σίδηρον λίθος ὀξύς· καὶ αὐ‐ τοὶ πρὸς μάχην ἦσαν ἕτοιμοι. ὡς δὲ τούτους ἐθεάσατο ὁ Ἀλέ‐ ξανδρος κελεύει τὸ φοσσάτον ἐκεῖσε παγῆναι καὶ κύκλῳ τῆς
φάλαγγος παμμέγεθες ὄρυγμα γενέσθαι, τοῦτο δὲ στεγάσαι καλα‐
35μίοις καὶ χόρτῳ· ἕωθεν δὲ πλησίον τῆς διώρυγος ὀλίγους ἐστήσατο τοξότας, ἐν δὲ τοῖς οἰστοῖς εἶπεν μὴ ἔχειν σίδηρα, ἀλλὰ μόνα τὰ ξύλα· “ὁπόταν δὲ τῇ μάχῃ πλησιάσουσι, τοὺς οἰστοὺς ἐπ’ αὐτοῖς εὐστόχως τινάξατε· τὰ γὰρ βέλη ἐπιτυχόντα καὶ μὴ ἐνεργήσαντα θρασεῖς αὐτοὺς ἀπεργάσονται· καὶ ὡς ἂν ἴδητε τού‐
40τους ἐπιχυθέντας πρὸς ὑμᾶς, ὑμεῖς μὴ δειλιάσητε, ἀλλ’ ἐνδότερον προσποιήσασθε φεύγειν, μήπως τῷδε τῷ τρόπῳ τινὰς ἐξ αὐτῶν θη‐ ρεῦσαι δυνηθῶμεν.” τούτου δὲ γενομένου, ἡμέρας ἄρτι καταλα‐ βούσης ἰδοὺ παρίστανται οἱ ἔφιπποι ἐκεῖνοι ἄνδρες καὶ τὸ φοσ‐ σάτον κυκλώσαντες ἵσταντο μήκοθεν τοξεύοντες. ὡς δὲ καὶ παρὰ
45Μακεδόνων ἀντετοξεύοντο, ἰδόντες δὲ μηδεμιᾶς πληγῆς ἐνεργητικὰ εἶναι τὰ Μακεδονικὰ βέλη, πάντες ἐπισυναχθέντες, τὴν τούτων ὡς δὴ κατεγέλων ἀδράνειαν, καὶ βουλὴν ἐν ἑαυτοῖς ποιησάμενοι, ὥρ‐ μησαν ὁμοθυμαδὸν κύκλῳ τοῖς Μακεδόσιν ἐπιχυθῆναι. τοῦτο μὲν ἐποίησαν κατ’ αὐτῶν δέ· ὅπου γὰρ ἀνθρωπίνη μορφὴ οὐκ εἰς τέ‐

41

(50)

λος ἐμφαίνεται {ἀνθρώπου}, οὐδὲ τὸ φρονεῖν ἀκέραιον πέφυκε· καὶ ὡς μὲν ἄνθρωποι τὸ ἀνενέργητον κατεφρόνησαν τῶν βελῶν, ὡς δὲ κτήνη τὴν ἀνθρωπίνην οὐκ ἐπενόησαν πανουργίαν. ἀσκό‐ πως οὖν κατὰ τοῦ φοσσάτου ὁρμήσαντες, οἱ ἀντιμαχόμενοι τού‐ τους ὡς δῆθεν ἔδοξαν φεύγειν, καὶ εἰς ἄκραν ἐκχυθέντες τῇ δι‐
55ώρυγι πεπτώκασιν. ὡς δὲ τοῦτο ἐγένετο, εὐθέως ὁ Ἀλέξανδρος ὑπεξιέναι αὐτοῖς τὸ πλῆθος ἐνόπλους ἐκέλευσεν· καὶ τότε πεῖ‐ ραν ἔλαβον, οἵοις ξίφεσιν οἱ Μακεδόνες κέχρηνται ἰσχυροτέροις λίαν καὶ θανατηφόροις. ἐξ αὐτῶν δὲ βουληθεὶς Ἀλέξανδρος πε‐ ριποιήσασθαι καὶ εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην ἀγαγεῖν, ἄχρι
60πεντήκοντα τῆς διώρυγος ἐξήγαγεν, οὕσπερ διασώσας μέχρι ἡμε‐
ρῶν εἴκοσι δύο, τὴν αὐτῶν μὴ γινώσκων δίαιταν, ἅπαντες ἐφθάρη‐ σαν. τῶν ἐκεῖσε οὖν διελθόντων δι’ ἡμερῶν ἑξήκοντα τὴν οἰ‐ κουμένην κατέλαβον· καὶ δὴ ἀνεπαύσατο ἐκ τοῦ κόπου.
63

43

ἔδοξεν οὖν τῷ Ἀλεξάνδρῳ ἐπιστολὴν γράψαι ἐν Μακεδονίᾳ Ὀ‐ λυμπιάδι τῇ μητρὶ αὐτοῦ καὶ Ἀριστοτέλει τῷ καθηγητῇ αὐτοῦ. τὰ δὲ ἐν τῇ ἐπιστολῇ γεγραμμένα τάδε ἦν· Ἀλέξανδρος βασιλεὺς Ὀλυμπιάδι τῇ μητρί μου καὶ Ἀριστοτέλει
5τῷ καθηγητῇ χαίρειν· χρόνος δὴ παρῴχηκεν, ὦ μῆτερ ἐμή, τὰ περὶ ἡμῶν τῇ σῇ μὴ ἀναδιδαχθήσεται στοργῇ. ἐπὶ τούτῳ γινώσκω ἀδη‐ μονεῖν σε καὶ φροντίζειν 〈περὶ〉 ἡμᾶς 〈καὶ〉 ἀσθενεῖν τῇ ψυχῇ· καὶ πλείστοις λογισμοῖς ὥσπερ χειμαζομένην ναῦν καταβαπτί‐ ζεσθαι τῇ λύπῃ· συνεῖναι δ’ ἡμῖν κἀν ταῖς νυξὶν καὶ τὰ περὶ
10ἐμοῦ ἐρωτᾶν. πολλάκις δὲ καὶ δυστυχοῦντά με ὁ ὄνειρος παρα‐ δείκνυσι· οἶδά σε τοιγαροῦν ποτὲ μὲν τῇ δυστυχίᾳ θλιβομένην τῷ ὀνείρῳ, διεργεθεῖσαν χαρῆναι μὲν τῷ τοῦ ψεύδους φαντάσματι, λυπηθῆναι δὲ τῷ τῆς ἀποδημίας στερήματι· τῷ αὐτῷ δὲ καὶ ἐπὶ τοῦ ἐναντίου ἐν τῷ ὀνείρῳ συνοῦσα χαίρεσθαι ὅσης εὐτυχίας
15καὶ θεωρίας τοῦ υἱοῦ ἐμπιπλαμένη, τοῦ δὲ ὀνείρου ἀναστᾶσα οὐ μετρίως λελύπησαι ἐν τῇ τοιαύτῃ οὖσα χαρᾷ τοῦ ὀνείρου· ἐπί‐ σταμαι γὰρ στοργὴν μητρὸς εἰς ἀποδημοῦντα υἱόν. ταῦτα δὲ καὶ ἐμοὶ πολλάκις ἐμφαίνεται· ἐξ ἐμαυτοῦ γὰρ καὶ τὰ σὰ ἐπίσταμαι, μῆτερ ἐμή. ἐν τούτοις δὲ πᾶσιν ἵλεως ἔσο μοι τοῖς ἀγνοήμασιν·
20καὶ τὰ ἐμοὶ συμβεβηκότα διὰ τῆσδέ μου ἀνάγνωθι τῆς ἐπιστο‐ λῆς. καθὼς γὰρ πρώην σοι ἀνεδίδαξα τὰ περὶ Δαρείου ὡς αὐτὸν τρισὶ
συμβολαῖς ἡττήσαμεν, μετὰ δὲ τὸ ἡττηθῆναι αὐτὸν ἐγκρατὴς γενό‐ μενος πάσης Περσίδος τὴν ἑαυτοῦ θυγατέραν, ὡς προέφην, γυναῖ‐
25κα εἱλόμην καὶ ὁμόνοιαν Πέρσαις καὶ Μακεδόσιν ἐκ τούτου πε‐ ποίηκα τοῦ δράματος· οὓς δὲ πάντας ἀναλαβόμενος τὴν κατ’ Αἴγυπτον ἐποιησάμην ὁδόν· καὶ δὴ χώρας πλείστας καὶ πόλεις ὑποτάξας τὴν Ἰουδαίαν πάρειμι γῆν· οἵτινες οἱ ἐκεῖσε ζῶντι θεῷ ἔδοξαν λατρεύειν, ὃς ἐμοὶ ἀγαθὴν ἐποίησεν ἔχειν γνώμην
30καὶ ὅλη μου ἡ ψυχὴ πρὸς αὐτὸν ἦν· τούτους δὲ ἐχαρισάμην τά τε δῶρα καὶ τοὺς ἐτησίους φόρους, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν Περ‐ σικῶν λαφύρων πλεῖστα τούτοις ἐδωρησάμην. παρ’ αὐτῶν δὲ βασι‐ λεὺς κοσμοκράτωρ ἀνηγορεύθην· καὶ διελθὼν τὴν αὐτῶν χώραν δι’ ἡμερῶν ἱκανῶν τὴν Αἰγυπτίαν κατέλαβον γῆν, ἐν ᾗ διατρίψας
35καιρὸν ὀλίγον πᾶσά μοι ἡ χώρα ὑπετάγη. εἰσελθὼν δὲ τὴν αὐτῶν πόλιν, βασιλέα με καὶ αὐτοὶ ἀνηγόρευσαν κοσμοκράτορα καὶ νέον ἄλλον ὁδεῖνα (ὁ νοῶν νοείτω), διὰ δὲ τὸν χρησμὸν αὐτῶν πό‐ λιν ἐμαυτοῦ τὴν Αἴγυπτον ὠνόμασα· ταύτην ἐκ βάθρων οἰκοδο‐ μήσας παμποικίλοις κίοσιν καὶ ἀνδριάσιν κατακοσμήσας. ἐκεῖσε
40πάντας τοὺς θεοὺς ἐξουθένισα ὡς οὐκ ὄντας θεούς, τὸν δὲ ἐπὶ τῶν Σεραφὶμ θεὸν ἀνεκήρυξα. στήλην δὲ ἐμὴν καὶ φίλων ἐμῶν ἐν αὐτῇ ἵδρυσα τῇ πόλει, (ἤγουν Σελεύκου, Φιλίππου καὶ Ἀντιόχου) ταῦτα οὖν ποιήσας ἔδοξέν μοι ἄκραν γῆς καταλαβεῖν· καὶ τὸ ἐν‐ νόημα ἔργον ἦν. ἐπὰν δὲ τὴν ὑφήλιον οἰκουμένην διῆλθον, εἰς
45τόπους δυσβάτους καὶ ἀγρίους κατηντήσαμεν· ὅμως τούτους δι‐ ήλθομεν δι’ ἡμερῶν τετταράκοντα. ὡς οὖν διήλθομεν τοὺς δυσ‐ βάτους ἐκείνους τόπους, εἰς πεδίον κατηντήσαμεν πάνυ λεῖον· ἐν αὐτῷ δὲ ἀγρίους ἀνθρώπους εὕρομεν, τούτους δὲ ἐτροπώσαμεν. καὶ ἐνδότερον εἰσελθόντες τὰς Ἡρακλέους εὕρομεν στήλας καὶ

43

(50)

τὰ μέλαθρα Σεμιράμεως· ἐκεῖσε δὲ ἀναπαυσάμενοι ἡμέρας τινὰς διελθόντες εὕρομεν ἀνθρώπους ἑξάχειρας καὶ ἑπτάποδας, οὓς τροπωσάμενοι τῶν ἐνδοτέρων διήλθομεν, καὶ κατελάβομεν τόπον παράλιον. ἐκεῖσε οὖν ἀναπαυσάμενοι βουληθέντες, καρκίνος θαλάσσιος ἐκδὺς ἵππον νεκρὸν ἀναλαβόμενος τῇ θαλάσσῃ εἰσ‐
55έδυ· ἐπέστησαν δὲ ἡμῖν πλῆθος ἐναλίων θηρίων, ὡς μὴ ἐξικάνειν ἡμᾶς ἑνὸς καρκίνου περιγενέσθαι· πυρὸς δὲ φλόγα ἀνάψαντες τῶν ἐκεῖσε διασωζόμεθα. ἐκεῖθεν οὖν διελθόντες ἕτερον κατ‐ ελάβομεν τόπον, καὶ αὐτὸς παράλιος ἦν· νῆσος δέ μοι ἐφαίνετο κατὰ θάλασσαν. ναῦν δὲ κατασκευάσας τῇ νήσῳ εἰσῆλθον· κἀκεῖσε
60εὗρον ἀνθρώπους ὁμοίους τῇ ἡμῶν διαλέκτῳ, σοφοὺς μέν, γυμνοὺς δὲ πάντας ὡς ἐκ κοιλίας μητρός. τούτους δὲ διελθόντες εὕρο‐ μεν ἀνθρώπους κυνοκεφάλους· μόλις δὲ καὶ τούτους τροπωσάμενοι κατελάβομεν ἐν πεδίῳ παμμεγέθει. κατὰ μέσον δὲ τῆς πεδιάδος φάραγξ ἐστήρικτο, τὸ βάθος ταύτης ἀνείκαστον· αὐτὴν δὲ γεφυ‐
65ρώσας ἁψῖδι καὶ περάσαντες πανστρατὶ διῆλθον ἐκεῖθεν. ἔκτοτε δὲ οὐκέτι εἴχομεν τὸ τῆς ἡμέρας φῶς, ὡς ἔθος ἦν· ἐκπεράσαντες δὲ ἡμέρας τινὰς κατελάβομεν ἐν τῇ παννυχίῳ γῇ, ἔνθα ἐστὶ τῶν Μακάρων χώρα. καταλαβόντα δὲ πρός με δύο ὄρνεα ἀνθρωπόμορφα ἱπτάμενα συνεβούλευσάν μοι· “οὐκ ἔξεστίν σοι, Ἀλέξανδρε, τῶν
70ὧδε ἔρχεσθαι.” ἐκεῖθεν ὑποστρέψαντες τοῖς πᾶσιν παρεκελευσά‐ μην μετὰ χεῖρας λαβεῖν τινα τῶν ἐκεῖ· ὀλίγοι δὲ τὸ προσταχ‐ θὲν ἐξετέλεσαν. ὁπηνίκα οὖν τῷ φωτὶ κατέλαβον, ἅπαντες μετ‐ ενόησαν οἵ τε ἄραντες καὶ οἱ μὴ ἄραντες. καὶ δὴ τῶν ἐκεῖθεν ἐξήλθομεν δεξιοῖς μέρεσιν τὴν ὑποστροφὴν ποιούμενοι. διελ‐
75θόντες δὲ ἡμέρας τινὰς τοὺς ἱπποκενταύρους ἐπολεμίσαμεν. καὶ τούτους τροπωσάμενοι δι’ ἡμερῶν ἑξήκοντα τὴν οἰκουμένην
κατελάβομεν πολλοὺς κινδύνους διελθόντες. τανῦν δὲ Πῶρον τὸν τῶν Ἰνδῶν βασιλέα εὐτρεπιζόμεθα πολεμῆσαι καὶ ὅσα περὶ ἡμῶν ἡ θεία εὐοδώσειεν πρόνοια. τὴν δὲ ἀπογραφὴν τῶν θεα‐
80θέντων πραγμάτων ἔνδον εὑρήσητε τῆς ἐπιστολῆς, ᾕπερ ἐντυχόν‐ τες τὰ καθ’ ἡμᾶς τρανότερόν πως ἀναδιδαχθήσεσθε. ἔρρωσο μή‐ τηρ σὺν τῷ καθηγητῇ μου ὑπὲρ ἡμῶν τὸ θεῖον ἐξιλεούμενοι.
82

44

ἐκεῖσε οὖν διατρίψας ἡμέρας πέντε ἀνεζωπυρήθη ἅπαν τὸ στρά‐ τευμα. ἀπάρας οὖν τῶν ἐκεῖ ὥρμησεν κατὰ Ἰνδῶν· καὶ δὴ τὴν Ἡλίου καταλαβόμενος χώραν εἰσελθὼν ἐν τῇ πόλει. ἱερὸν ἐλέ‐ γετο ἐκεῖσε τοῦ Ἡλίου εἶναι καὶ ἱερά τινα δένδρα, ἐκεῖσε δὲ
5Ἀπόλλωνα χρησμοὺς ἀποτελεῖν. ἐλθὼν δὲ Ἀλέξανδρος ἐν αὐτοῖς ἐκαθέσθη· καὶ δὴ φωνῆς μὲν ἤκουεν, ἑώρα δὲ οὐδενός. ἡ δὲ φωνὴ χρησμὸς ἦν, ὁ δὲ χρησμὸς τὸν Ἀλεξάνδρου ὑπέφηνε θάνατον. περίλυπος οὖν γενόμενος Ἀλέξανδρος καὶ ἐξελθὼν τῶν ἐκεῖσε, ἔρημόν τινα κατέλαβεν τόπον. καὶ τῆς φάλαγγος παρεκτανθεί‐
10σης ἐκ τῶν παραφυομένων θάμνων ἀνθρωπίδια ἀνίστανται· καὶ αὐτοῖς ἀνὰ εἷς ποὺς ὑπῆρχεν δίκην προβάτου, τὰς δὲ χεῖρας αὐτῶν καὶ τὴν κεφαλὴν καὶ τὸν ἕνα ἐκεῖνον ποῦν ὁμοίως εἶχον ἀνθρώποις. ὡς δὲ ἐξανίσταντο, κοῦφοι λίαν ὑπῆρχον τοῖς πηδή‐ μασιν. καταδραμόντες δὲ ἐπ’ αὐτοὺς περιεγένετο καὶ μόλις ὀ‐
15λίγους πιάσαντες πρὸς Ἀλέξανδρον ἤγαγον. κελεύει οὖν Ἀλέ‐ ξανδρος πλησιεστέρους αὐτοὺς ἐνεχθῆναι. ἐπειδὴ δὲ πλησίον αὐτοῦ ἔστησαν, λόγοις ἐλεεινοῖς παρεκάλουν· “ἐλέησον, δέσποτα, τοὺς ὁμοίους σοι ἀνθρώπους· καὶ γὰρ διὰ τὴν ἀδράνειαν ἡμῶν τῇ ἐρήμῳ ταύτῃ κατῳκήσαμεν.” ἐπὶ τούτῳ Ἀλέξανδρος ἐπικάμπ‐
20τεται καὶ κελεύει αὐτοῖς ἀπολυθῆναι. τῶν δὲ ἀπολυθέντων εἰς ἀκρώρειαν ἐλθόντες πετρῶν μήκοθεν ἤρξαντο καταγελᾶν Ἀλεξάν‐ δρῳ λέγοντες καὶ “ὦ τῆς ἀνοίας σου” καὶ “ὦ τῆς ἀπειρίας σου” καὶ “οἷον ἐξελύσαμεν· οὐκ εἶ συ ἄξιος ἡμῶν γεύσασθαι κρίσει. οἱ γὰρ φρενῶν καθὼς καὶ ὑμεῖς λειπόμενοι ἡμῶν περιγενέσθαι
25οὐ δύνανται.” ταῦτα λέγοντες ὀρχούμενοι καὶ πηδῶντες Ἀλε‐ ξάνδρου κατέπαιζον. αὐτὸς δὲ ἀκούων αὐτοὺς καὶ θεωρῶν τὸ σκυθρωπὸν ἐνηλλάττετο καὶ γελοιᾶν ἐγκεχείριστο· ἀφ’ οὗ δὲ τὸν χρησμὸν ἦν λαβών, οὐδέπω αὐτὸν γελάσαντα εἴδομεν μέχρι
τῆς αὐτῆς ὥρας· καὶ γὰρ γέλωτος ἄξια ἦν τὰ λεγόμενα.