TLG 1386 003 :: HISTORIA ALEXANDRI MAGNI :: Recensio γ (lib. 1)

HISTORIA ALEXANDRI MAGNI Narr. Fict., vel Pseudo–Callisthenes
(Varia)

Cf. et ANONYMI HISTORICI in FGrH (1139 007)

Recensio γ (lib. 1)

Source: von Lauenstein, U. (ed.), Der griechische Alexanderroman. Rezension γ. Buch I [Beiträge zur klassischen Philologie 4] Meisenheim am Glan: Hain, 1962: 2–150.

Citation: Section — (line)

t

Διήγησις ἐξαίρετος καὶ ὄντως θαυμασία Τοῦ κοσμοκράτορος Ἀλεξάνδρου τοῦ βασιλέως.

1

Ἄριστος δοκεῖ γενέσθαι καὶ γενναιότατος Ἀλέξανδρος ὁ Μακε‐ δὼν ἰδίως πάντα ποιησάμενος, συνεργοῦσαν αὐτῷ ἀεὶ εὑρὼν τὴν πρόνοιαν. τοσοῦτον γὰρ ἐν ἑκάστῳ τῶν ἐθνῶν διήγαγε χρόνον πολεμῶν καὶ μαχόμενος ὅσον οὐκ ἤρκει τοῖς βουλομένοις τὰς
5πόλεις ἀκριβῶς ἱστορῆσαι. τὰς δὲ Ἀλεξάνδρου πράξεις καὶ τὰς ἀρετὰς τοῦ σώματος καὶ τῆς ψυχῆς αὐτοῦ καὶ τὴν ἐν τοῖς ἔρ‐ γοις εὐτυχίαν καὶ τὴν ἀνδρείαν ἤδη λέξομεν, τὴν ἀρχὴν ἀπὸ τοῦ γένους αὐτοῦ ποιούμενοι καὶ τίνος ἦν πατρὸς υἱός. ἀπα‐ τῶνται γὰρ πολλοὶ λέγοντες αὐτὸν εἶναι Φιλίππου τοῦ βασι‐
10λέως υἱόν, ὅπερ οὐκ ἀληθές ἐστιν. οἱ γὰρ σοφώτατοι τῶν Αἰγυπτίων θεῶν ὄντες ἀπόγονοι οἱ τὰ
τοῦ Νεκτεναβὼ ἱστοροῦντες, οὐρανίους ἀστέρας ἀριθμήσαντες, γῆς καὶ θαλάσσης μέτρα καταλαβόντες, ἔδοξε τούτοις μὴ λανθά‐ νειν μηδέν. φασὶ γάρ· ὁ Νεκτεναβὼ ὁ τελευταῖος φαραὼ ὁ βασι‐2
15λεὺς Αἰγύπτου μαγίαις καὶ μαντικαῖς καὶ ἀστρονομίαις ἀκριβῶς ἦν πεπαιδευμένος ὥστε διὰ τῆς μαγικῆς μηχανουργίας καὶ ἀστρο‐ νομικῆς προγνώσεως γινώσκειν πάντα· εἰ γάρ ποτε αὐτῷ δύναμις ἐπέβη πολέμου, στρατόπεδα οὐκ ηὐτρέπιζε, μηχανήματα πολεμικὰ οὐ κατεσκεύαζεν, ὑπασπιστὰς οὐκ ἔσκυλλεν εἰς παρατάξεις πο‐
20λεμικάς· ὀλίγον δὲ στρατὸν ἐξυπηρετοῦντα ἐκέκτητο, καὶ τοῦ‐ τον διὰ τὰ κυνήγια καὶ τοῦ τὰς βίγλας φυλάττειν καὶ ἐξυπηρε‐ τεῖν αὐτῷ ἐν τῷ παλατίῳ. τῶν δὲ πολεμίων τῶν κατ’ αὐτοῦ ἐπ‐ ερχομένων, τούτους ἀπελογεῖτο τρόπῳ τοιῷδε· θεὶς λεκάνην ἐποίει λεκανομαντείαν· καὶ ἔβαλλεν ὕδωρ πηγαῖον εἰς τὴν λε‐
25κάνην καὶ ταῖς χερσὶν αὐτοῦ ἔπλαττε κήρινα πλοιάρια καὶ ἀν‐ θρωπάρια καὶ ἐτίθη ταῦτα εἰς τὴν λεκάνην. καὶ ἐστόλιζεν ἑαυ‐ τὸν στολὴν προφήτου, κατέχων καὶ ἐν τῇ χειρὶ αὐτοῦ ῥάβδον ἐβελίνην, καὶ ἱστάμενος ἐκαλεῖτο τοὺς θεοὺς τῶν ἐπαοιδῶν καὶ τὰ ἐναέρια πνεύματα ἤγουν τοὺς καταχθονίους δαίμονας. καὶ τῇ
30ἐπαοιδίᾳ ἔμπνοα ἐγίνοντο τὰ ἀνθρωπάρια, καὶ ἐβάπτιζε ταῦτα ἐν τῇ λεκάνῃ· βαπτιζομένων αὐτῶν παρευθὺς τὰ ἐν τῷ πελάγει πλοῖα τῶν ἐπερχομένων αὐτῷ πολεμίων ἐβυθίζοντο διὰ τὸ πο‐ λύπειρον εἶναι τὸν ἄνδρα τῇ μαγικῇ δυνάμει. ὁμοίως δὲ καὶ ὁ τῆς ξηρᾶς λαὸς κατ’ αὐτῶν ἐπερχόμενος, τῷ τοιούτῳ τρόπῳ ἐποίει4
35καὶ ῥαδίως καὶ οὗτοι ἀπώλοντο.
35

2

ἐν εἰρήνῃ οὖν διετέλει τὸ βασίλειον. χρόνου δὲ ἱκανοῦ γενα‐ μένου ἐξπλωράτορές τινες οὕτω καλούμενοι παρὰ Ῥωμαίοις, παρὰ δὲ Ἕλλησι κατάσκοποι, παρῇσαν τῷ Νεκτεναβὼ καὶ νέφος πολὺ πολεμίων ἀναγγέλλοντες αὐτῷ, ἀναριθμήτων ἀνδρῶν μαχη‐
5τῶν στρατόπεδα τῇ Αἰγύπτῳ ἐπερχόμενα. καὶ προσελθὼν τῷ Νεκ‐ τεναβὼ ὁ στρατάρχης αὐτοῦ εἶπεν αὐτῷ· “ζῆθι, βασιλεῦ, παρα‐ πεμψάμενος νῦν πάντας τοὺς εἰρηνικοὺς τρόπους ἐπὶ τὰς ἐν πο‐ λέμοις παρατάξεις ἕτοιμος γενοῦ· μέγα γὰρ νέφος ἐπίκειται ἡμῖν διά τε θαλάσσης διά τε ξηρᾶς. οὐ γὰρ ἓν ἔθνος ἡμῖν ἐπ‐
10έρχεται ἀλλὰ μυριάδες λαοῦ. εἰσὶ γὰρ οἱ ἐπερχόμενοι ἡμῖν· Ἰνδοὶ καὶ Νοκημαῖοι Ὀξύδρακες Ἴβηροι Καύχονες Ἀέλαπες Βοσπορηνοὶ Βαστρανοὶ Ἀξανοὶ Χάλυβες καὶ ὅσα ἄλλα ἐπὶ τῆς ἀνατολῆς παράκεινται ἔθνη. ὑπέρθες οὖν τὰ πολλὰ καὶ σεαυτὸν ἐπισκέπτου.” τοῦ οὖν στρατάρχου ταῦτα εἰπόντος τῷ βασιλεῖ,
15Νεκτεναβὼ ἔφη αὐτῷ· “σὺ μὲν καλῶς καὶ ἐπιεικῶς ἣν ἐπιστεύ‐ θης φρουρὰν φυλάττων, ταῦτα λέγων· δειλῶς δὲ καὶ οὐ στρατιω‐ τικῶς ἐφθένγξω· οὐ γὰρ ἐν ὄχλῳ ἡ δύναμις ἀλλ’ ἐν προθυμίᾳ ὁ πόλεμος· καὶ γὰρ εἷς λέων πολλοὺς ἐλάφους ἐχειρώσατο καὶ εἷς λύκος πολλὰς ἀγέλας ποιμνίων ἐσκύλευσεν. ὥστε οὖν σὺ πορευ‐6
20θεὶς ἅμα τοῖς ἐπιταγεῖσι σοι στρατοπέδοις τὴν ἰδίαν παράτα‐ ξιν φύλαττε· λόγῳ γὰρ ἑνὶ τῶν βαρβάρων ἀναρίθμητον πλῆθος πελάγει ἐπεκάλυψα.” καὶ ταῦτα εἰπὼν ὁ Νεκτεναβὼ ἀπέπεμψε τὸν στρατάρχην αὐτοῦ.
23

3

αὐτὸς δὲ ἀναστὰς εἰσῆλθεν ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ μόνος γενόμενος πάλιν τῇ αὐτοῦ ἀγωγῇ χρησάμενος ἠ‐ τένισεν εἰς τὴν λεκάνην· καὶ ὁρᾷ τοὺς τῶν Αἰγυπτίων θεοὺς κυβερνῶντας τὰ πλοῖα τῶν πολεμίων βαρβάρων καὶ τὰ στρατόπε‐
5δα αὐτῶν ὑπ’ αὐτῶν ὁδηγούμενα. ὁ δὲ Νεκτεναβὼ τῇ μαγείᾳ πο‐ λύπειρος ἄνθρωπος ἦν καὶ εἰθισμένος τοῖς θεοῖς αὐτοῦ ὁμιλεῖν· μαθὼν παρ’ αὐτῶν ὅτι τὰ ἔσχατα βασιλείας Αἰγύπτου ἔφθασεν, ἐγκολπωσάμενος χρυσίον πολύν, καὶ ξυρησάμενος τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν πώγωνα, καὶ μεταμορφωσάμενος ἑαυτὸν ἑτέρῳ σχή‐
10ματι ἔφυγε διὰ τοῦ Πηλουσίου, καὶ ἀποπλεύσας παραγίνεται εἰς Πέλλην τῆς Μακεδονίας. καὶ ἐκαθέζετο ἐκεῖ ἐν ἑνὶ τόπῳ ὡς ἰα‐ τροσοφιστὴς πολλοὺς ἀστρολογούμενος ὡς προφήτης Αἰγύπτιος. τῶν δὲ πολεμίων ἤδη καταλαβόντων καὶ σφοδροῦ πολέμου ἐπικει‐ μένου τοῖς Αἰγυπτίοις καὶ τοῦ βασιλέως μήπω εὑρισκομένου, ἐν
15πάσῃ ἀμηχανίᾳ καὶ ἀδημονίᾳ διῆγον. καὶ δὴ προσέρχονται οἱ Αἰγύπτιοι καὶ τοὺς θεοὺς αὐτῶν ἠξίουν, τί ἄρα γέγονεν ὁ βα‐ σιλεὺς Αἰγύπτου· ἦν γὰρ πᾶσα ἡ Αἴγυπτος ὑπὸ τῶν βαρβάρων πορθηθεῖσα. ὁ δὲ ἐν τῷ ἀδύτῳ τοῦ Σεραπείου θεὸς αὐτῶν λεγό‐
μενος δέδωκεν αὐτοῖς χρησμὸν τοῖσδε· “ἐγὼ ἐφετμεύω· οὗτος8
20ὁ φυγὼν βασιλεὺς ἥξει πάλιν ἐν Αἰγύπτῳ. ἐκδρὰς γεραρὸς νε‐ άζων ἐλεύσεται, καὶ τοὺς ἐχθροὺς ὑμῶν Πέρσας ὑποτάξει.” καὶ συνεζήτουν τί ἄρα θέλει τὸ εἰρημένον αὐτοῖς, καὶ μὴ εὑρόν‐ τες γράφουσι τοῦτο ἐπὶ τῇ βάσει τοῦ ἀνδριάντος Νεκτεναβώ.
23

4

εἰς δὲ τὴν Μακεδονίαν πᾶσαν ἐμφανὴς γενόμενος ὁ Νεκτεναβὼ ἀκριβῶς πᾶσιν ἐσκέπτετο. τοῦ οὖν Φιλίππου βασιλέως ἀτέκνου μετὰ τῆς Ὀλυμπιάδος τυγ‐ χάνοντος, καὶ μέλλων χρονιαῖαν ἐπιδημίαν ποιήσασθαι ἐν πο‐
5λέμῳ, προσκαλεσάμενος τὴν ἑαυτοῦ γυναῖκα Ὀλυμπιάδα καὶ γε‐ νόμενος μετ’ αὐτῆς ἔφη· “τοῦτο ἔσῃ γινώσκουσα ὅτι, ἐὰν μὴ μοὶ τέξεις τέκνον ἐπανιόντος μου ἐκ τοῦ πολέμου, οὐκέτι τοῖς κόλποις μου προσπελάσεις.” διαφαυσάσης οὖν τῆς ἡμέρας, ᾤχετο Φίλιππος ἐπὶ τὸν πόλεμον σὺν παντὶ τῷ στρατῷ αὐτοῦ.
10ἠθύμει οὖν ἡ Ὀλυμπιὰς καὶ διηπόρει ἐπὶ τῷ λόγῳ Φιλίππου. μιὰ δὲ τῶν αὐτῆς θεραπαινίδων μαθοῦσα τὴν αἰτίαν δι’ ἧς ἡ Ὀλυμπιὰς ἐδυσφόρει ἔφη πρὸς αὐτήν· “δέσποινα, ἔχω τι πρὸς σὲ διηγήσασθαι, καὶ εἰ ἦν μοι ἀκίνδυνον, εἶπον σοι.” ἡ δὲ πρὸς αὐτήν· “λάλησον, οὐ γάρ ἐστί σοι κίνδυνος· ἀλλ’ εἰ ὅ‐
15λως τῆς ἐπιθυμίας τύχῃ μοι, καὶ χάριτάς σοι ὀφείλω ὁμολο‐ γεῖν.” ἡ δέ φησιν· “ἔστιν ἐν τῇ πόλει ἡμῶν ἄνθρωπος Αἰγύπ‐ τιος δυνάμενος πάντα τὰ ἐν τῇ ψυχῇ σου πληρῶσαι, εἰ ὅλως
ἀξιοῖς τοῦτον θεαθῆναί σε.” ἡ δὲ μὴ μελλήσασα ἀλλὰ ταχέως ἀποστείλασα ἄγει αὐτόν· καὶ ἐκέλευσεν εἰσελθεῖν πρὸς αὐτήν.10
20ὁ δὲ Νεκτεναβὼ θεασάμενος αὐτὴν πάνυ εὔοπτον οὖσαν ἐπιθυμί‐ ως ἔσχε τοῦ κάλλους αὐτῆς· καὶ προτείνας τὴν χεῖρα αὐτοῦ ἔφη· “χαίροις, Μακεδόνων βασίλισσα.” ἡ δὲ εἶπε· “χαίροις, ἀγαθώτατε προφῆτα, διαβὰς καθέσθητι.” καὶ εἶπεν αὐτῷ· “σὺ εἶ ὁ Αἰγύπτιος μαθηματικὸς εἰς ὃν οἱ δοκιμάσαντες εὗρον
25πᾶσαν ἀλήθειαν; καὶ ὅτι δύνασαι διὰ τῆς προσηκούσης σοῦ ἐπι‐ στήμης διαλῦσαι δέσμα ἀτέκνου μήτρας καὶ ψυχὴν ἀνδρὸς ἀγα‐ θῦναι πρὸς φίλτρον ἐμόν; εἰ τοῦτο ἀληθῶς πέφυκε, τάχιστά μοι διακόνησον καὶ τὸν κόπον λάβῃς πολυπλασίως παρ’ ἐμοῦ. ποίᾳ οὖν σκέψει χρώμενος τὰ ἀληθῆ ἐπαγγέλλεις;” ὁ δὲ εἶπε·
30“πολυσχεδὴς μέν ἐστιν ἡ τῆς σκέψεως εὕρεσις ὦ βασίλισσα· εἰσὶ γὰρ ὡροσκόποι, σημειολύται, ὀνειροπόλοι, ἐγγαστρίμυ‐ θοι, ἀρνειομάνεις, γενεθλιολόγοι, οἱ καλούμενοι μάγοι, οἷς ἡ μαντεῖα ἐπέστρωται.” καὶ ταῦτα εἰπὼν ἐνέβλεψε δριμὺ τῇ Ὀλυμπιάδι· εἶπε δὲ αὐτῷ ἡ Ὀλυμπιὰς· “προφῆτα, πέπηγας ἰ‐
35δών με;” ὁ δὲ Νεκτεναβὼ ἔφη· “ναί, κυρία, ὑπεμνήσθην γὰρ χρησμοῦ δοθέντος μοι ὑπὸ τῶν ἰδίων θεῶν ὅτι δεῖ σὲ βασι‐ λίσσᾳ σκέψασθαι· καὶ ἰδοῦ, τοῦτο ἀληθὲς ἐγένετο· ὥστε λέγε μοι ὃ βούλει.” καὶ βαλὼν τὴν χεῖρα αὐτοῦ ἔνδον αὐτοῦ ἐξή‐ γαγε πινακίδιον, ὅπερ λόγος ἐρμηνεῦσαι οὐ δύναται, χρυσίῳ
40μὲν καὶ ἐλεφαντίνῳ διακείμενον, ἔχον ἀστέρας ἑπτά, καὶ ὡ‐ ροσκόπιον, ἥλιόν τε καὶ σελήνην· καὶ ὁ μὲν ἥλιος ἦν κρι‐ στάλλινος, ἡ δὲ σελήνη ἀδαμαντίνη, ὁ δὲ λεγόμενος Ζεὺς ἀέ‐ ρινος, ὁ δὲ Κρόνος ὀφίτης, ἡ δὲ Ἀφροδίτη σαπφείρινος, ὁ
δὲ Ἕρμης σμαράγδινος, ὁ δὲ ὡροσκόπος λύγδινος.12

4AL

(45)

... προσενεγκάμενος πίνακα πολυτίμητον βασιλικὸν ὃν ἑρ‐ μηνεῦσαι λόγος οὐ δύναται, ἐξ ἐλέφαντος καὶ ἐβένου καὶ χρυ‐ σοῦ καὶ ἀργύρου, τριχάρακτον ζώναις, ἐπὶ μὲν τοῦ πρώτου κύκλου δεκανοὺς ἔχοντα τοὺς λϛʹ, ἐπὶ δὲ τοῦ δευτέρου ζώδια τὰ ιβʹ, ἐπὶ δὲ τοῦ μέσου ἥλιον καὶ σελήνην, ἔθηκεν ἐπὶ δίφ‐

4AL

(50)

ρου· εἶτα γλωσσοκόμον ἀνοίξας ἐλεφάντινον ὡσαύτως, μικρόν, ἐκκενώσας τοὺς ἑπτὰ ἀστέρας καὶ τὸν ὡροσκόπον ἐξ ὀκτὼ λιθο‐ τέχνων μετάλλων συνέθηκε τὸν τηλικοῦτον οὐρανὸν ἐν ὀλίγῳ κύκλῳ περιφωτίσας προθεὶς τὸν ἥλιον κρυστάλλου λίθου, τὴν σελήνην ἀδάμαντος λίθου, τὸν Ἄρεα αἱματίτου λίθου, τὸν
55Ἕρμην σμαράγδου λίθου, τὸν Δία αἰθερίτου λίθου, τὴν Ἀφρο‐ δίτην σαπφείρου λίθου, τὸν ὡροσκόπον λυγδίνου λίθου.
56

4Q

(57)

καὶ τὸ λοιπὸν ὁ φρενήρης Ἀλέξανδρος ἀπέρχεται κατὰ τὸ ἔθος πρὸς Νεκτεναβὼ πρωιόθεν καὶ ὁρᾷ αὐτοῦ τὸ ἀστρολάβιον, ταῖς χερσὶν κραῶν καί φησι· “ὦ καθηγητᾶ, τί τὸ κάλλιστον
60σκεῦος τοῦτο;” ὁ δὲ ἔφη· “τοῦτο τῇ οὐρανίῳ κινήσει καθομοι‐ οῦται. καὶ Ἀλέξανδρός φησι· “δέομαί σου, ὑπόδειξόν μοι τί τῶν ἐν οὐρανῷ ἐν αὐτῷ.” ὁ δὲ ὑπέδειξεν αὐτῷ τά τε δώδεκα ζώδια καὶ τοὺς πέντε πλανῆτας, ἥλιον τε καὶ σελήνην καὶ τὰ τούτοις παρανατέλλοντα· Πλειάδα, Ὀρίωντα, Ἀρκτοῦρον,
65† στηραῖα †, Ἀνδρομέδαν καὶ Ἄρκτον καὶ † διὰ τὸν † Δρά‐ κοντα καὶ τὰ λοιπὰ, καὶ τὸ μὲν σκεῦος χρυσοῦν ἦν, τὰ δὲ ἐγκείμενα διὰ λίθων πολυτίμων· ἥλιος ἄνθραξ, σελήνη κρύ‐ σταλλος, Ζεὺς ὑάκινθος, Κρόνος σμάραγδος, Ἄρης λυχνίτης, Ἀφροδίτη μαργαρίτης, Ἕρμης φεγγίτης, καὶ ἁπλῶς εἰπεῖν
70παντὸς λίθου τιμίου διαφανοῦς, ἃ ἦν ἐν τῷ σκεύει.
— — — —

4

(72)

θαυμάσασα δὲ ἡ Ὀλυμπιὰς τὴν τοῦ πίνακος πολυτέλειαν παρα‐ κάθηται τῷ Νεκτεναβὼ κελεύσασα πάντας ἀποστῆναι καὶ λέγει πρὸς αὐτόν· “προφῆτα, σκέψαι περὶ ἐμοῦ καὶ Φιλίππου.”
75ἐφημίζετο γὰρ περὶ αὐτῆς ὅτι ἐὰν παραγίνηται Φίλιππος ἐκ τοῦ πολέμου ταύτην ἀποβάλλεται καὶ ἑτέραν γαμεῖν. ὁ δὲ Νεκ‐ τεναβὼ εἶπεν· “θὲς τὴν σὴν γέννησιν, θὲς καὶ τοῦ Φιλίππου.”
καὶ τί λοιπὸν ποιεῖ ὁ Νεκτεναβώ; τίθεται καὶ τὴν ἑαυτοῦ γέννησιν πρὸς τὴν τῆς Ὀλυμπιάδος, καὶ ψευσάμενος εἶπε πρὸς14
80αὐτήν· “οὔκ ἐστι ψεῦδος ἣν ἀκούεις φήμην περὶ σοῦ· δύναμαί σοι ὡς Αἰγύπτιος προφήτης βοηθῆσαι τοῦ μὴ ἀπόβλητον γενέ‐ σθαι ὑπὸ Φιλίππου.” ἡ δὲ εἶπεν αὐτῷ· “πῶς δύνασαι;” ὁ δὲ εἶπεν αὐτῇ· “δεῖ σε θεῷ ἐπιγείῳ συνεισελθεῖν καὶ ἐκ τούτου συλλαβεῖν καὶ τεκεῖν υἱὸν καὶ ἀναθρέψαι· καὶ ἔκδικός σου
85γενήσεται τῶν ὑπὸ Φιλίππου γεναμένων.” λέγει αὐτῷ ἡ Ὀλυμ‐ πιάς· “ποίῳ θεῷ;” ὁ δὲ Νεκτεναβώ· “τῷ τῆς Λιβύης Ἄμμωνι.” λέγει αὐτῷ ἡ Ὀλυμπιάς· “ποταπὸς ἄρα ἐστὶν ὁ θεὸς οὗτος;” ὁ δὲ εἶπε· ”† τῇ μὲν κήρᾳ † μεσήλιξ καὶ χρυσοκόμος τὴν χαί‐ την καὶ τὰ γένεια, κέρατα ἔχων ἐκ τοῦ μετώπου πεφυκότα καὶ
90ταῦτα χρυσᾶ παραπλήσια. ἑτοιμασθῆναί σε δεῖ ὡς βασίλισσαν περὶ αὐτοῦ, σήμερον γὰρ θεωρήσεις αὐτὸν συγγινόμενόν σε ἐν ὀνείρῳ.” ἡ δὲ λέγει αὐτῷ· “ἐὰν ἴδω τὸ ὄνειρον τοῦτο, οὐχ ὡς μάγον ἀλλ’ ὡς θεόν σε προσκυνήσω.”
93

5

ἐξέρχεται οὖν ἀπὸ τῆς βασιλίσσης ὁ Νεκτεναβὼ καὶ λαμβάνει βοτάνας ἀπὸ τῆς ἐρήμου ἃς ἐπίστατο πρὸς ὀνειροπολίαν, καὶ
ταύτας χυλώσας ἔπλασε κηρίον θηλυκόσωμον καὶ ἐπέγραψεν ἐπ’ αὐτῷ τὸ ὄνομα Ὀλυμπιάδος, καὶ ἅψας λύχνους † ἀπὸ τῶν βοτα‐16
5νῶν † ἐπεκαλεῖτο ὅρκοις τοῖς πρὸς τοῦτο ἐποιημένοις δαίμοσιν ὥστε φαντασιοῦσθαι τὴν Ὀλυμπιάδα· καὶ θεωρεῖ περιπεπλαγμένον αὐτῇ τὸν θεὸν Ἄμμωνα ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀναστάντα ἀπ’ αὐτῆς καὶ εἰπόντα αὐτήν· “γύναι, κατὰ γαστρὸς ἔχεις ἄρρεν τὸν ἔκδικόν σου γενόμενον.”
9

6

ἀναστᾶσα δὲ Ὀλυμπιὰς ἐκ τοῦ ὕπνου ἐθαύμασε, καὶ τάχυ πέμψασα ἤγαγε τῷ Νεκτεναβὼ καὶ λέγει αὐτῷ· “ἰδοὺ τὸ ὄνειρον καὶ ὃν εἶπές μοι θεὸν Ἄμμωνα· ἀλλ’ αἰτοῦμαί σου, προφῆτα, πάλιν συναναμειγνῦναι αὐτῷ· καὶ μελησάτω σοι, πότε συνεισελθεῖν μοι
5ἵνα κἀγὼ ἑτοιμοτέρα τῷ νυμφίῳ φανῶ.” ὁ δὲ εἶπε· “πρῶτον, δέσ‐ ποινα, ὃν εἶδας ὄνειρός ἐστιν, ὅτε δὲ αὐτὸς αὐθεντὶ ἐπέλθῃ σοι χρείαν σοι ποιήσει· ἀλλ’ εἰ κελεύει τὸ κράτος σοῦ, χωρη‐ μά μοι δὸς τοῦ κοιμηθῆναι με ὅπως αὐτὸν ἐξιλεώσωμαι περὶ σοῦ.” ἡ δὲ εἶπεν· “ἰδοὺ ἐν τῷ κοιτῶνι μου δέξαι χώρημα, καὶ ἐὰν
10ἐπιτύχω τῆς συλλήψεως τοῦ θεοῦ τούτου, μεγάλως σε τιμήσω ὡς βασίλισσα καὶ χρήσομαί σοι ὡς πατέρα τοῦ παιδίου τυγχάνοντα.” λέγει αὐτῇ ὁ Νεκτεναβώ· “πρὸς τὸ γινώσκειν σε, δέσποινα, πρό‐ δρομον ἐν τῷ εἰσέρχεσθαι πρὸς σὲ τὸν θεόν, ἐστίν σοι τὸ ση‐ μεῖον τοῦτο· ἐὰν καθεζομένη τῇ ἑσπέρᾳ ἐπὶ τοῦ κοιτῶνος σοῦ
15ἴδῃς δράκοντα παμμεγέθη ἑρπίζοντα ἐπί σοι, κέλευσον πάντας τοὺς παρόντας ἐξελθεῖν· σὺ δὲ μὴ ἀποσβέσῃς τὰ φῶτα τῶν λύχ‐
νων ὧν ἐγὼ νῦν σκευάσας εἰς τιμὴν τοῦ θεοῦ ἅπτειν καθὼς ἐπί‐ σταμαι δώσω σοι, ἀλλ’ ἀνελθοῦσα ἐπὶ τῇ βασιλικῇ σου κλίνῃ ἕτοιμος γενοῦ, καὶ συγκάλυψον σοῦ τὸ πρόσωπον, καὶ παρόρα18
20τὸν θεὸν ὃν εἶδες ἐν ὀνείρῳ ἐρχόμενον πρὸς σὲ.” καὶ ταῦτα εἰπὼν Νεκτεναβὼ ἐξέρχεται. καὶ τῇ ἐπαύριον δίδωσιν αὐτὸν ἡ Ὀλυμπιὰς κοιτώνιον ἔγγιστα τοῦ κοιτῶνος αὐτῆς.
22

7

ὁ δὲ Νεκτεναβὼ ἡτοίμασεν ἑαυτῷ πόκον κριοῦ ἁπαλωτάτου σὺν τοῖς κέρασιν τῶν κροτάφων αὐτοῦ καὶ ταῦτα χρυσῷ παραπλή‐ σια, καὶ σκῆπτρον ἐβέλινον καὶ ἱμάτιον λευκὸν καὶ τρίβω‐ να καθαρώτατον, δρακοντιοῦντα. καὶ εἰσέρχεται εἰς τὸν
5κοιτῶνα ἔνθα ἦν ἐπὶ κλίνης ἡ Ὀλυμπιὰς κατεσκεπασμένη· ἀ‐ κρῷ δὲ τῷ ὀφθαλμῷ ἔβλεπεν καὶ ὁρᾷ τὸν εἰσερχόμενον καὶ οὐκ ἐδειλίασεν, αὐτὸν γὰρ καὶ προσεδόκα καθὼς καὶ ἐν ὀ‐ νείρῳ εἶδεν. οἱ δὲ λύχνοι ἥπτασιν, καὶ συνεκάλυψεν Ὀλυμ‐ πιὰς τὸ πρόσωπον ἑαυτῆς· ὁ δὲ Νεκτεναβὼ ἀποθέμενος τὸ
10σκῆπτρον ἀναβαίνει ἐπὶ τὴν κλίνην αὐτῆς, καὶ συγγίνεται αὐτῇ, καὶ φησὶ πρὸς αὐτήν· “διάμεινον, γύναι, κατὰ γασ‐ τρὸς ἔχεις ἄρρενα παῖδα ἔκδικόν σου γενόμενον καὶ πάσης οἰκουμένης κοσμοκράτορα βασιλέα.” καὶ ἐξῆλθεν ἐκ τοῦ κοι‐ τῶνος ὁ Νεκτεναβὼ ἄρας τὸ σκῆπτρον καὶ ἀπεκρύβη ἃ εἶχε
15πλανη〈τι〉κά. πρωίας δὲ γεναμένης ἐγείρεται ἡ Ὀλυμπιὰς καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι ἔνθα ἦν Νεκτεναβὼ καὶ διυπνίζει αὐτόν· ὁ δὲ διυπνισθεὶς εἶπε· “χαίροις, βασίλισσα, τί μοι ἀναγγέλλεις;” ἡ δὲ εἶπε· “πῶς σοι λανθάνει ταῦτα, προφῆτα, ἐγὼ θαυμάζω·
20ἄρα παραγίνεται ὁ θεὸς οὗτος πρός με; ὅτι ἡδέως αὐτὸν ἔσ‐ χον.” ὁ δὲ εἶπε πρὸς αὐτήν· “ἄκουσον, βασίλισσα, ἐγὼ προ‐
φήτης εἰμὶ τοῦ θεοῦ, καὶ εἰ βούλει παράσχου μοι τὸν τόπον τοῦτον εἰς τὸ κοιμηθῆναι μοι ἀπαρενόχλητον, ἵνα τὸν συνήθη αὐτοῦ καθαρισμὸν ποιήσω, καὶ ἐλεύσεται πρὸς σὲ ὅταν βούλει.”20
25ἡ δὲ εἶπεν· “ἔχε τὸν τόπον τοῦτον ἀπαρτί.” καὶ ἐκέλευσε δο‐ θῆναι τὰς κλῇδας τοῦ κοιτῶνος αὐτῆς. ὁ δὲ ἐν ἀποκρύφῳ τόπῳ ἀπέθετο ἃ εἶχε, καὶ εἰσήρχετο πρὸς αὐτὴν ὁσάκις ἐβούλετο ἡ Ὀλυμπιάς, ὑπονοούμενος παρ’ αὐτῆς. ἡμέρᾳ δὲ καὶ ἡμέρᾳ ὠγκοῦτο αὐτῆς ἡ γαστὴρ καὶ λέγει τῷ Νεκ‐
30τεναβὼ ἡ Ὀλυμπιάς· “ἐὰν παραγενόμενος Φίλιππος εὑρεῖ μοι ἔγκυον, τί εἴπω;” λέγει αὐτῇ Νεκτεναβώ· “μηδὲν φοβηθῇς, δέ‐ σποινα, ἐν τούτῳ γὰρ βοηθήσει σοι ὁ θεὸς Ἄμμων ἐπιστὰς Φι‐ λίππῳ δι’ ὀνείρου καὶ μηνύων αὐτῷ τὰ γενόμενα ὥστε ἀνέγκλη‐ τόν σε ποιήσει ἀπὸ Φιλίππου.”
34

8

καὶ δὴ λαβὼν Νεκτεναβὼ θαλάσσιον ἱέρακα τοῦτον ἐμάγευσε καὶ ὅσα ἐβούλετο ἐν ὀνείροις εἰπεῖν τῷ Φιλίππῳ ὁ ἱέραξ ἔλεγεν αὐτῷ μαγικαῖς κακοτεχνίαις παρασκευάσας αὐτὸν ἵπτασθαι. ὁ δὲ θαλάσσιος ἱέραξ ἀποσταλεὶς ὑπὸ τοῦ Νεκτεναβὼ ἦλθε διὰ
5τῆς νυκτὸς ἔνθα ἦν Φίλιππος· καὶ ἐλάλησε τῷ Φιλίππῳ ἐν ὀ‐ νείρῳ καθὼς προσετάχθη παρὰ τοῦ Νεκτεναβώ· ὁ οὖν Φίλιππος διυπνισθεὶς ἐν πολλῇ ταραχῇ ἤγαγεν ὀνειροπόλον τινὰ Βαβυλώ‐
νιον ἐπίσημον ὄντα, καὶ λέγει αὐτῷ· “εἶδον κατ’ ὄναρ τινὰ θεὸν εὔμορφον πάνυ, πολιὸν δὲ τὴν χαίτην καὶ γενειῶντα χρυ‐22
10σῷ παραπλήσια, καὶ κέρατα ἔχοντα χρυσῷ καὶ αὐτὰ παραπλήσια, καὶ ἐν τῇ χειρὶ αὐτοῦ σκῆπτρον κατέχοντα, νυκτὸς ἐπεισερ‐ χόμενον τῇ γυναικί μου Ὀλυμπιάδι καὶ ἀνακλιθέντα καὶ συγ‐ γενόμενον αὐτῇ· καὶ ἀναστὰς εἶπεν αὐτῇ· γύναι, ἔλαβες παῖ‐ δα ἄρρενα, ὃς ἐκκαρπίσεται, καὶ τὸν θάνατον τοῦ πατρὸς ἐκ‐
15δικήσει. ὑπενόησα δὲ κἀγὼ καταρράπτειν βιβλίον, τῷ δὲ σφρα‐ γίζειν τῷ ἐμῷ σφραγιστῆρι· ἦν δὲ ὁ δακτύλιος χρυσοῦς ἔχων λίθον καὶ ἐν τῷ λίθῳ ἐκτύπωμα ἥλιον καὶ κεφαλὴν λέοντος καὶ δοράτιον· καὶ ταῦτα ὑπονοοῦντός μου, ἔδοξα ἰδεῖν ἱέρακα ἐπι‐ στάντα ὃς κατεπτέρυξε μοῦ καὶ ἐξήγειρέ με τοῦ ὕπνου· τί μοι
20δηλοῖ τοῦτο;” λέγει οὖν αὐτῷ ὁ ὀνειροπόλος· “Φίλιππε βασι‐ λεῦ ζῆθι, ἀληθές ἐστιν ὅπερ εἶδες ἐν ὀνείρῳ· τὸ γὰρ σφραγί‐ ζειν τὴν φύσιν τῆς γυναικός σου πίστεώς ἐστι δηλωτικόν, ὅτι καὶ συνέλαβεν ἡ γυνή σου· οὐδεὶς γὰρ κενὸν ἀγγεῖον σφραγίζει περὶ δὲ τοῦ καταρράπτειν σε βιβλίον· οὐδαμοῦ βίβλος γεννᾶται
25εἰ μὴ ἐν Αἰγύπτῳ· Αἰγυπτία οὖν ἡ σπορὰ τυγχάνει, οὐ ταπεινὴ ἀλλὰ λαμπρὰ καὶ ἔντιμος διὰ τὸν χρυσὸν δάκτυλον· τί γὰρ χρυ‐ σοῦ δακτύλου ἐνδοξότερον δι’ οὗ καὶ θεὸν προσκυνοῦνται; ἡ δὲ σφραγὶς ἡ τὸν ἥλιον ἔχουσα καὶ ὑποκάτω κεφαλὴν λέοντος καὶ δοράτιον· οὗτος ὁ γεννώμενος παῖς μέχρι τῆς ἀνατολῆς φθάσει
30πάντας πολεμῶν ὥσπερ λέων, καὶ δορυαλώτους τὰς πόλεις ποιή‐
σει διὰ τὸ ὑποκείμενον δοράτιον· τὸ δὲ ἑωρακέναι σε θεὸν καὶ κριοῦ κέρατα καὶ πολιὰν τὴν χαίτην ἔχοντα· οὗτός ἐστιν ὁ τῆς Λιβύης θεὸς Ἄμμων.” οὕτως οὖν κρίναντος τοῦ ὀνειρο‐ κρίτου οὐχ ἡδέως αὐτοῦ ἤκουε Φίλιππος.24
34

9

ἠγωνία οὖν Ὀλυμπιὰς οὐ θαρροῦσα τῷ Νεκτεναβὼ ἐπὶ τὸ γενό‐ μενον δι’ αὐτῆς περὶ Φιλίππου. ἐλθὼν δὲ ὁ Φίλιππος ἀπὸ τοῦ πολέμου εἶδεν τὴν γυναῖκα αὐτοῦ τεταραγμένην πάνυ, καὶ λέ‐ γει αὐτῇ· “γύναι τὸ γενόμενόν σοι οὐ παρὰ σὴν αἰτίαν συνέ‐
5βη· ἀλλότριον γὰρ τὸ ἁμάρτημα καθώς μοι ἐδηλώθη κατ’ ὄναρ, ἵνα σὺ ἀνέγκλητος ἔσῃ· εἰς πάντας γὰρ δυνάμεθα οἱ βασιλεῖς, πρὸς δὲ τοὺς θεοὺς οὐ δυνάμεθα· οὐ γάρ τινος τοῦ δήμου ἐρά‐ σθης, ἀλλ’ οὔτε τινὸς τῶν εὐπρεπεστάτων χαρακτήρων.” καὶ ταῦτα εἰπὼν ὁ Φίλιππος εὔθυμον τὴν Ὀλυμπιάδα κατέστησεν.
9

10

καὶ μεθ’ ἡμέρας ὀλίγας συνὼν τῇ Ὀλυμπιάδι ὁ Φίλιππος λέγει πρὸς αὐτήν· “ἐπλάνησάς με γύναι οὐχ ὑπὸ θεοῦ συλλαβοῦσα ἀλλ’ ὑπό τινος ἑτέρου· καὶ ἐμπεσεῖται εἰς τὰς χεῖράς μου.” ἀκούσας δὲ ταῦτα Νεκτεναβὼ, δείπνου μεγάλου ὄντος ἐν τῷ πα‐
5λατίῳ, καὶ πάντων εὐωχουμένων σὺν τῷ βασιλεῖ Φιλίππῳ διὰ τὴν τούτου ἐπιδημίαν, μόνον δὲ τοῦ βασιλέως κατηφοῦς ὄντος διὰ τὸ ἔγκυον εἶναι Ὀλυμπιάδα τὴν γυναῖκα αὐτοῦ, ἐπὶ πάντων ὁ Νεκτεναβὼ μεταβαλὼν ἑαυτὸν εἰς δράκοντα μείζονα τοῦ πρώ‐ του εἰσήλθεν μέσον τοῦ τρικλίνου, καὶ ἐσύρισε φοβερὸν ὥς τὰ
10θεμέλια τοῦ παλατίου σεισθῆναι. οἱ δὲ συνεσθίοντες τῷ βασι‐ λεῖ θεωρήσαντες τὸν δράκοντα ἐπήδησαν φόβῳ συνεχόμενοι, ἡ
δὲ Ὀλυμπιὰς ἐπιγνοῦσα τὸν ἴδιον νυμφίον προέτεινε τὴν δεξιὰν αὐτῆς χεῖρα, καὶ ἐξεγείρας ἑαυτὸν ὁ δράκων ἐπέθηκε τὸ γέ‐ νειον καὶ ἐκύκλωσε πάντας, καὶ ἦλθεν ἐπὶ τὰ γόνατα Ὀλυμ‐26
15πιάδος καὶ προβαλὼν τὴν δίχηλον αὐτοῦ γλῶσσαν κατεφίλησεν αὐτήν, τεκμήριον στοργῆς ὁ δράκων πρὸς τοὺς θεωροῦντας ποι‐ ούμενος· καὶ τοῦ Φιλίππου ἅμα μὲν μεμφομένου ἅμα δὲ καὶ θαυμάζοντος καὶ ἀκορέστως προσέρχοντα. ταῦτα δὲ πράξας Νεκ‐ τεναβὼ πρὸς ἔνδειξιν, ἀφανὴς ἐγένετο μεταβαλὼν ἑαυτὸν ὁ
20δράκων ἀετόν, καὶ τὸ ποῦ ἐχώρησε περιττὸν τοῦ λέγειν. ὁ δὲ Φίλιππος εἶπεν· “γύναι τεκμήριον τοῦ περί σε ἄγωνος, ἐθεα‐ σάμην γὰρ τὸν θεόν σοι βοηθοῦντα ἐν τῷ κινδύνῳ. τίς δὲ θεὸς οὐκ εἶδον· ἔδειξε γὰρ ἡμῖν θεοῦ Ἄμμωνος μορφὴν καὶ Ἀπόλ‐ λωνος καὶ Ἀσκληπίου.” ἡ δὲ Ὀλυμπιὰς εἶπεν αὐτῷ· “καθώς μοι
25ἐδήλωσεν, ὅτε μοι συνῆλθεν, ἁπάσης Λιβύης θεὸς Ἄμμων ἐστίν.” ὁ δὲ Φίλιππος ἰδὼν ταῦτα ἐμακάριζεν ἑαυτὸν θεοῦ σπορὰν μέλ‐ λοντα καλεῖσθαι τὸ τικτόμενον ὑπὸ τῆς ἰδίας γυναικός.
27

11

μετὰ δὲ ἡμέρας τινὰς καθεζομένου τοῦ Φιλίππου ἔν τινι τῶν βασιλικῶν τόπων συμφύτων, ὀρνέων διαφόρων πλήθη ἐνέμοντο ἐπὶ τὸν τόπον· καὶ αἰφνιδίως ὄρνις ἁλλομένη εἰς τὸν κόλπον Φιλίππου ἔτεκεν ὠόν, καὶ ἀποκυλισθὲν ἐκ τοῦ κόλπου, πεσὸν
5εἰς τὴν γῆν ἀπερράγη· ἀφ’ οὗ ἐξῆλθε μικρὸν δρακόντιον, ὅ‐ περ κυκλεῦσαν τὸ ἔξωθεν τοῦ ὠοῦ πάλιν ἐζήτει εἰσελθεῖν ὅ‐ θεν ἐξῆλθεν καὶ βαλὸν ἔσωθεν τὴν κεφαλὴν ἐτελεύτησεν. τα‐ ραχθεὶς δὲ Φίλιππος ἐπὶ τούτῳ μετεστείλατό τινα σημειολύτην καὶ ὑφηγήσατο αὐτῷ τὸ γενόμενον. ὁ δὲ σημειολύτης ἐμπνευ‐
10σθεὶς ἐκ θεοῦ εἶπεν αὐτῷ· “βασιλεῦ ἔσται σοι υἱὸς ὃς περιε‐
λεύσεται ὅλον τὸν κόσμον πάντας τῇ ἰδίᾳ δυνάμει ὑποτάσσων. ὑποστρέφων δὲ εἰς τὰ ἴδια βασίλεια ὀλιγοχρόνιος τελευτήσει. ὁ γὰρ δράκων βασιλικὸν ζῷόν ἐστι, τὸ δὲ ὠὸν παραπλήσιον τῷ κόσμῳ ὅθεν ὁ δράκων ἐξῆλθε· κυκλεύσας οὖν τὸν κόσμον καὶ28
15βουλόμενος ὅθεν ἐξῆλθεν εἰσελθεῖν, οὐκ ἔφθασεν ἀλλ’ ἐτελεύ‐ τησεν.” ὁ μὲν οὖν σημειολύτης ἐπιλύσας τὸ σημεῖον καὶ δωνα‐ τισθεὶς παρὰ τοῦ βασιλέως ἐξῆλθεν.
17

12

τελεσθέντος δὲ τοῦ χρόνου τοῦ τεκεῖν τὴν Ὀλυμπιάδα, καθί‐ σασα ἐπὶ τὸν κυοφόρον δίφρον ὠδίνει. παρεστὼς δὲ Νεκτεναβὼ καταμετρήσας τοὺς οὐρανίους δρόμους ἐψυχαγώγησεν αὐτὴν τοῦ μὴ σπεῦσαι ἐπὶ τοκετῷ, καὶ συγκλονήσας τὰ κοσμικὰ στοιχεῖα
5τῇ μαγικῇ δυνάμει χρώμενος, ἐμάνθανε τὰ ἐνεστῶτα καὶ λέγει αὐτήν· “γύναι ἔπεχε σεαυτὴν καὶ νίκησον τὰ ἐνεστῶτα τῇ φύ‐ σει· ἐὰν γὰρ νῦν ἀποκυήσῃς, ὑπόδουλον αἰχμάλωτον ἢ μέγα τέ‐ ρας γεννήσεις.” πάλιν οὖν τῆς γυναικὸς ὑπὸ τῶν ὠδινῶν ὀχ‐ λουμένης καὶ μηκέτι κατασχεῖν δυναμένης τὸν πλεῖστον πόνον,
10ὁ Νεκτεναβὼ ἔφη· “καρτέρησον ὀλίγον γύναι· ἐὰν γὰρ νῦν ἀπο‐ κυήσῃς, γάλλος ἔσται ἀπρόκοπος ὁ γεννώμενος.” τινὰς δὲ παρ‐ ηγορίας καὶ χρηστοῖς λόγοις ὁ Νεκτεναβὼ τὰς χεῖρας τοῖς φυ‐ σικοῖς πόροις ἐδίδασκεν ἐπέχειν τὴν Ὀλυμπιάδα, αὐτὸς δὲ τῇ ἰδίᾳ μαγείᾳ χρώμενος κατεῖχε τῆς γυναικὸς τὸν τοκετόν. πά‐
15λιν οὖν κατανοήσας τοὺς οὐρανίους δρόμους τῶν κοσμικῶν στοιχείων ἐπέγνω τὸν σύμπαντα κόσμον μεσουρανοῦντα καὶ λαμ‐
πηδόνα τινὰ ἀπ’ οὐρανοῦ ἐθεάσατο ὡς τοῦ ἡλίου μεσουρανοῦν‐ τος, καὶ ἔφη πρὸς τὴν Ὀλυμπιάδα· “δίδου μοι νῦν πρὸς γέν‐ νησιν φωνήν.” καὶ αὐτὸς δὲ ἐπένευσεν αὐτῆς τὸν τοκετὸν καὶ30
20εἶπεν αὐτῇ· “βασιλέα ἄρτι τέξεις κοσμοκράτορα.” ἡ δὲ Ὀλυμ‐ πιὰς μεῖζον βοὸς μυκησαμένη ἀπεκύησεν παιδίον ἄρρενα σὺν ἀγαθῇ τύχῃ. τοῦ δὲ παιδὸς πεσόντος εἰς τὴν γῆν ἐγένοντο βροντῶν κτύποι ἀλλεπάλληλοι καὶ ἀστραπῶν φωτισμοὶ ὥστε τὸν σύμπαντα κόσμον κινεῖσθαι.
24

13

πρωίας δὲ γεναμένης ἰδὼν Φίλιππος τὸ τεχθὲν παιδίον ὑπὸ Ὀλυμπιάδος ἔφη· “ἐβουλόμην μὲν αὐτὸ μὴ ἀναθρέψαι διὰ τὸ ἐ‐ μὸν γέννημα μὴ εἶναι, ἀλλ’ ἐπειδὴ ὁρῶ τὴν μὲν σπορὰν θεοῦ οὖσαν τήνδε καὶ τὸν τοκετὸν ἐπίσημον κοσμικόν, τρέφεσθαι
5εἰς μνήμην τοῦ τελευτήσαντός με παιδὸς γεναμένου μου ἐκ προτέρας γυναικός, καλείσθω δὲ Ἀλέξανδρος.” καὶ οὕτως εἰ‐ πόντος τοῦ Φιλίππου πᾶσαν ἐπιμέλειαν ἐλάμβανε τὸ παιδίον. στεφανηφορία δὲ καθ’ ὅλης τῆς Μακεδονίας ἐγένετο. ἵν’ οὖν μὴ ἐπὶ πολὺ βραδύνω τὸν λόγον περὶ τῆς ἀνατροφῆς
10Ἀλεξάνδρου, ἀπεγαλακτίσθη καὶ ἀναβιβάζεται τῇ ἡλικίᾳ. ἀν‐ δρυνθέντος δὲ αὐτοῦ τὸν χαρακτῆρα οὐχ ὅμοιον ἔσχεν Φιλίπ‐ που, ἀλλ’ οὐδὲ Ὀλυμπιάδος τῆς μητρὸς αὐτοῦ, οὐδὲ τῷ σπεί‐ ραντι· ἀλλ’ ἰδίῳ τύπῳ κεκοσμημένος. μορφὴν μὲν εἶχεν ἀν‐ θρώπου, τὴν χαίτην δὲ λέοντος· τοὺς δὲ ὀφθαλμοὺς ἑτερογλαύ‐
15κους τὸν μὲν δεξιὸν κατωφερῆ εἶχεν τὸν δὲ εὐώνυμον γλαυκόν· ὀξεῖς δὲ τοὺς ὀδόντας ὡς πασσαλίσκους, ὡς δράκοντος· ὁρμὴν
δὲ ἐνέφαινε λέοντος ὀξεῖαν· πρόδηλος δὲ ἦν. κατὰ χρόνους δὲ αὐξήσας εἰς τὰ μαθήματα ἐμελέτα· ἐγένετο αὐτοῦ τροφὸς Λεκά‐ νη, ἡ Μέλαντος ἀδελφή, παιδαγωγὸς δὲ καὶ ἀνατροφεὺς Λεωνί‐32
20δης, διδάσκαλος γραμμάτων Πολυνείκης, μουσικῆς δὲ Λεύκιππος ὁ Λημναῖος, γεωμετρίας δὲ Μέλεμνος ὁ Πελοποννήσιος, ῥητορι‐ κῶν δὲ λόγων Ἀξιμένης Ἀριστοκλέους ὁ Λαμψακηνός, φιλοσο‐ φίας δὲ Ἀριστοτέλης Νικομάχου Στατηίτης. Ἀλέξανδρος δὲ πᾶσαν παιδείαν μελετήσας καὶ ἀπολυόμενος ἀπὸ τῶν μαθημάτων
25τοὺς συμμαθητὰς αὐτοῦ ἐδίδασκεν κατὰ μέρος. καὶ εἰς πόλεμον αὐτοὺς ἤθροιζε, καὶ μόνος συνῆπτε τὴν μάχην. ὁπόταν δὲ ἑω‐ ράκει μέρος ἡττώμενον ὑπὸ τοῦ ἑτέρου, εἰς τὸ ἡττώμενον μέ‐ ρος μετέβαινε καὶ ἐβοήθη. καὶ πάλιν ἐνίκα· ὁ δὲ φανερὸς ἦν ὅτι αὐτὸς ἦν ἡ νίκη.
30οὕτως μὲν Ἀλέξανδρος ἀνετρέφετο καὶ μετὰ τῶν στρατευμάτων ἐπὶ τὸ καμπικὸν ἔτρεχε μελέτημα, καὶ τοῖς ἵπποις ἐνηλόμενος ἵππευεν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν κομίζουσιν οἱ τοῦ Φιλίππου
ἱπποφόροι ἐκ τῶν ἱπποφορβίων αὐτοῦ πῶλον ὑπερμεγεθέστατον δυσὶν ἁλύσεσιν δεδεμένον, καὶ παρέστησαν αὐτῷ τῷ βασιλεῖ34
35Φιλίππῳ λέγοντες· “δέσποτα βασιλεῦ οὗτος ὁ ἵππος γεγέννηται ἐν τῇ ἱπποστασίᾳ σου τῷ μὲν κάλλει ὑπὲρ τὸν Πήγασον, τῇ δὲ γνώμῃ δράκων ἀνήμερος, καὶ πολλοὺς ἐξ ἡμῶν κατέφαγε· μόλις δὲ ἠδυνήθημεν περιγενέσθαι αὐτῷ· διορισάτω τοίνυν τὸ κρά‐ τος σου ποιῆσαι αὐτῷ τὸ δοκοῦν σοι.” θεασάμενος δὲ αὐτοῦ τὸ
40μέγεθος καὶ τὸ κάλλος Φίλιππος ὁ βασιλεὺς καὶ ὅτι βοὸς κε‐ φαλὴν εἶχε ἐκτετυπωμένην τῷ δεξιῷ μηρῷ καὶ κέρας ἐν τῇ κε‐ φαλῇ, ἐθαύμασε καὶ εἶπεν· “ἀληθῶς ἐν τούτῳ πληροῦται τὸ ἐν τοῖς Ἕλλησιν παροίμιον ὅτι ἐγγὺς ἀγαθοῦ πέφυκε κακόν.” καὶ ἐκέλευσε τοῖς προπόλοις αὐτοῦ ποιῆσαι σιδηρὸν κάγκελον καὶ
45τοῦτον ἐγκλεισθῆναι ἀχαλίνωτον, “καὶ τοὺς μὴ ὄντας ὑπηκόους ἀλλ’ ὑποπίπτοντας τῷ νόμῳ ἀπειθοῦντας αὐτῷ παραβάλλετε.” καὶ ἐγένετο καθὼς ἐκέλευσεν ὁ βασιλεύς.
47

14

ὁ δὲ Ἀλέξανδρος προέκοπτε τῇ ἡλικίᾳ, καὶ γενόμενος ἐτῶν δώδεκα μετὰ τοῦ πατρὸς εἰς τὰς τάξεις τῶν στρατευμάτων παρ‐
εγένετο καὶ καθώπλιζεν ἑαυτὸν καὶ συνώρμα τοῖς στρατεύμασιν ὥστε ὁρῶντα τὸν Φίλιππον εἰπεῖν· “τέκνον Ἀλέξανδρε στυγῶ36
5σου τὸν χαρακτῆρα μὴ ὅμοιόν μοι τυγχάνοντα, φιλῶ δέ σου τοὺς τρόπους καὶ τὸ γενναῖον.” λυπηρὰ δὲ ταῦτα πάντα τῇ Ὀλυμπιάδι ἐτύγχανον. καλεῖ τὸν Νεκτεναβὼ πρὸς ἑαυτὴν ἡ Ὀλυμπιὰς καὶ λέγει αὐτῷ· “σκέψαι τί βούλεται περὶ ἐμοῦ Φί‐ λιππος.” θεὶς δὲ τὸν πίνακα καὶ τοὺς ἀστέρας σκέπτεται περὶ
10αὐτῆς, παρακαθημένου αὐτοῖς τοῦ Ἀλεξάνδρου· λέγει δὲ πρὸς αὐτὸν ὁ Ἀλέξανδρος· “προφῆτα οὐ τοίνυν οὓς λέγεις ἀστέρας ὧδε ἐν τῷ οὐρανῷ φαίνονται;” “καὶ μάλα, ἔφη, τέκνον.” καὶ λέγει αὐτῷ ὁ Ἀλέξανδρος· “οὐ δύναμαι αὐτοὺς ἰδεῖν;” ὁ δὲ εἶπε· “ναὶ τέκνον δύνασαι ἑσπέρας γεναμένης.” καὶ τῇ ἑσπέρᾳ
15παραλαβὼν Νεκτεναβὼ τὸν Ἀλέξανδρον φέρει αὐτὸν ἔξω τῆς πό‐ λεως εἰς ἔρημον τόπον, καὶ βλέπων ἐν τῷ οὐρανῷ ἐδείκνυε τῷ Ἀλεξάνδρῳ τοὺς οὐρανίους ἀστέρας. ὁ δὲ Ἀλέξανδρος κατέχων αὐτοῦ τὴν χεῖραν φέρει αὐτὸν εἰς βόθυνον καὶ ἀπολλύει αὐτὸν κάτω· πεσὼν δὲ Νεκτεναβὼ λαμβάνει φοβερῶς κατὰ τῶν ἰνίων
20αὐτοῦ καὶ εἶπεν· “οἴμοι τέκνον Ἀλέξανδρε τί σοι ἔδοξεν τοῦτο ποιῆσαι;” ὁ δὲ Ἀλέξανδρος εἶπεν· “σεαυτὸν μέμφου μα‐ θηματικέ.” ὁ δὲ ἔφη· “διὰ τί τέκνον;” ὁ δὲ Ἀλέξανδρός φη‐ σιν· “ὅτι τὰ ἐπὶ γῆς μὴ ἐπιστάμενος τὰ ἐν οὐρανῷ ἐκζητεῖς.” καὶ λέγει αὐτῷ Νεκτεναβώ· “τέκνον φοβερῶς εἴληφα τραῦμα·
25ἀλλ’ οὔκ ἐστιν οὐδένα θνητὸν κατανικῆσαι τὴν εἱμαρμένην.” ὁ δὲ Ἀλέξανδρος εἶπε· “διὰ τί;” λέγει αὐτῷ ὁ Νεκτεναβώ· “ὅτι ἐμοιρολόγησα ἐμαυτὸν ὅτι ὑπὸ τοῦ ἰδίου μου τέκνου ἀναιρεθῆ‐ ναί με δεῖ, καὶ οὐκ ἔφυγον τὴν μοῖραν ἀλλ’ ὑπό σου ἀνῃρέθην.” ὁ δὲ Ἀλέξανδρος ἔφη· “ἐγὼ υἱός σού εἰμι;” τότε διηγήσατο
30αὐτῷ ὁ Νεκτεναβὼ τὴν ἐν Αἰγύπτῳ βασιλείαν αὐτοῦ καὶ τήν του
φυγὴν καὶ τὴν εἰς Πέλλην αὐτοῦ ἐπιδημίαν καὶ τὴν πρὸς Ὀ‐ λυμπιάδα εἴσοδον αὐτοῦ καὶ τὴν σκέψιν αὐτῆς καὶ πῶς εἰσῆλ‐ θεν πρὸς αὐτὴν ὡς θεὸς Ἄμμων· λέγων δὲ ταῦτα ἐξέκνευσεν. ὁ δὲ Ἀλέξανδρος ἀκούσας ταῦτα παρ’ αὐτοῦ, καὶ πεισθεὶς ὑπ’38
35αὐτοῦ ὡς τὸν ἴδιον πατέρα τελευτήσαντα κατενύγη· καὶ φοβη‐ θεὶς οὐκ εἴασεν αὐτὸν ἐν τῷ βόθρῳ, μήπως θηριόβρωτος γένη‐ ται, νὺξ γὰρ ἦν καὶ ἔρημος ὁ τόπος. καὶ στοργὴν λαβὼν πρὸς τὸν σπείραντα διεσώσατο καὶ ἐπιτίθεται αὐτὸν ἐπὶ τῶν ὤμων ἑαυτοῦ γενναίως καὶ ἀπάγει πρὸς Ὀλυμπιάδι τὴν μητέρα αὐ‐
40τοῦ. θεασαμένη ἡ Ὀλυμπιὰς εἶπε πρὸς αὐτόν· “τί τοῦτο τέκ‐ νον;” ὁ δὲ εἶπεν· “νέος Αἰνείας τυμβεύσων βαστάζω·” καὶ διηγήσατο αὐτῇ πάντα λεπτομερῶς ἃ ἤκουσε παρὰ τοῦ Νεκτενα‐ βώ. στοργὴν δὲ λαβόντες ἔθαψαν αὐτὸν ὡς πατέρα Ἀλεξάνδρου λάθρα Φιλίππου. θαῦμα τῆς προνοίας ἐστὶ δόκιμον, τὸν μὲν
45Νεκτεναβὼ Αἰγύπτιον τυγχάνοντα εἰς τὴν Μακεδονίαν Ἑλλα‐ δικῇ ταφῇ κηδευθῆναι, τὸν δὲ Ἀλέξανδρον Μακεδόνα τυγχά‐ νοντα Αἰγυπτιακῇ ταφῇ κηδευθῆναι.
47

15

Φίλιππος δὲ ἀπῆλθεν εἰς Δελφοὺς χρηματισθῆναι, τίς ἄρα μετ’ αὐτὸν βασιλεύσει· ἡ δ’ ἐν Δελφοῖς Πυθία γευσαμένη τοῦ Κασταλίου νάματος διὰ χθονίου χρησμοῦ οὕτως εἶπε· “Φίλιππε ἐκεῖνος ὅλης τῆς οἰκουμένης βασιλεύσει καὶ δόρατι πάντας
5ὑποτάξει, ὅστις τὸν Βουκέφαλον ἁλλόμενος διὰ μέσης τῆς Πέλλης διοδεύσει.” ὁ δὲ Φίλιππος ἀκούσας τὸν χρησμὸν προσ‐
εδόκα νέον Ἡρακλέα. ἐν μιᾷ οὖν τῶν ἡμερῶν προσκαλεσάμενος ὁ Ἀριστοτέλης πάντας τοὺς παῖδας οἵτινες ἐτύγχανον υἱοὶ βασιλέων, ἠρώτα ἕνα ἕ‐40
10καστον λέγων· “ἐὰν κληρονομήσῃς τοῦ πατρός σου τὸ βασίλει‐ ον, τί μοι χαρίζῃ τῷ διδασκάλῳ σου;” ὁ δὲ εἶπεν· “ἔσῃ παρ’ ἐμοῦ συνδίαιτος καὶ ἔνδοξόν σε ποιήσω παρὰ πάντας.” ἑτέρου δὲ ἐπύθετο· “εἰ δὲ σὺ τέκνον παραλάβῃς τὸ βασίλειον τοῦ πατρός σου, πῶς μοι χρήσῃ τῷ καθηγητῇ σου;” ὁ δὲ εἶπεν·
15“διοικητήν σε ποιήσω, καὶ τῶν ὑπ’ ἐμοῦ κρινομένων πάντων σύμβουλόν σε καταστήσω.” εἶπε δὲ καὶ πρὸς Ἀλέξανδρον· “εἰ δὲ σὺ τέκνον Ἀλέξανδρε παραλάβῃς τὸ βασίλειον Φιλίππου τοῦ πατρός σου, πῶς μοι χρήσῃ τῷ καθηγητῇ σου;” ὁ δὲ Ἀλέ‐ ξανδρος εἶπε· “περὶ μελλόντων πραγμάτων ἄρτι μὴ πυνθάνῃ,
20τῆς αὔριον ἐνέχυρον μὴ ἔχων· τότε δώσω σοι, τοῦ καιροῦ καὶ τῆς ὥρας ἐλευσομένης.” καὶ λέγει αὐτῷ Ἀριστοτέλης· “χαί‐ ροις Ἀλέξανδρε κοσμοκράτορ, ἄπιθι, θεοῖς μαθητεύθητι, οὐ‐ κέτι χρεία σοι μαθεῖν παρ’ ἐμοῦ τι.” ὑπὸ πάντων δὲ ὁ Ἀλέξανδρος ἐφιλεῖτο ὡς φρενήρης καὶ πολε‐
25μιστής, ὑπὸ δὲ Φιλίππου ἐν ἀμφιβολίᾳ ἦν· ἔχαιρεν γὰρ ὁρῶν τοιοῦτον ἀρειμάνιον παῖδα, ἐλυπεῖτο δὲ μὴ ὅμοιον αὐτὸν ὁρῶν τῷ ἑαυτοῦ χαρακτῆρι.
27

17

ἐγένετο δὲ Ἀλέξανδρος ἐτῶν δεκαπέντε. καὶ ἐν μιᾷ τῶν ἡμε‐ ρῶν ἔτυχε διέρχεσθαι αὐτὸν ἐν τῷ τόπῳ ἔνθα ἦν Βουκέφαλος ἵππος ἐγκεκλεισμένος, καὶ ἤκουσεν χρεμετισμοῦ φοβεροῦ, καὶ ἐπιστραφεὶς πρὸς τοὺς προπόλους εἶπε· “τίς οὗτος ὁ χρεμε‐
5τισμὸς τοῦ ἵππου;” ἀποκριθεὶς δὲ Πτολεμαῖος ὁ στρατάρχης εἶπεν· “οὗτός ἐστιν, δέσποτα, ὁ Βουκέφαλος ἵππος ὃν ὁ πα‐ τήρ σου ἐνέκλεισε διὰ τὸ ἀνθρωποφάγον αὐτὸν εἶναι.” ἀκού‐ σας δὲ ὁ ἵππος τῆς Ἀλεξάνδρου λαλιᾶς, ἐχρεμέτισεν ἐκ δευ‐ τέρου, οὐχ ὡς πάντοτε φοβερὸν ἀλλὰ μελιχρὸν καὶ λιγυρὸν ὡς42
10ὑπὸ θεοῦ ὑποτασσόμενοσ. ὡς οὖν ἤγγισε τῷ καγκέλῳ ὁ Ἀλέξαν‐ δρος εὐθέως ὁ ἵππος προέτεινεν τοὺς ἐμπροσθίους πόδας τῷ Ἀλεξάνδρῳ καὶ τὴν γλῶτταν αὐτοῦ προχανὼν αὐτῷ ὑποφαίνων τῷ ἰδίῳ δεσπότῃ. ὁ δὲ Ἀλέξανδρος θεασάμενος τὴν θαυμαστὴν τοῦ ἵππου πρόσοψιν καὶ λείψανα πολλῶν ἀνθρώπων βιοθανάτων
15ὑποκείμενα αὐτῷ, παραγκωνισάμενος τοὺς φύλακας τοῦ ἵππου ἤνοιξε τὸ κάγκελον καὶ δραξάμενος τοῦ τένοντος αὐτοῦ ὑπε‐ τάγη αὐτῷ καὶ ἥλατο ἀχαλίνωτον καὶ διῆγε διὰ μέσης τῆς πό‐ λεως Πέλλης. δραμὼν δέ τις τῶν ἱπποφόρβων ἀπήγγειλε ταῦτα τῷ βασιλεῖ Φιλίππῳ ἔξω ὄντι τῆς πόλεως † ἀγνούμην † τῷ στρα‐
20τῷ ποιοῦντι. ὁ δὲ Φίλιππος ὑπομνησθεὶς τοῦ χρησμοῦ εὐθέως ὑπήντησεν τῷ Ἀλεξάνδρῳ καὶ ἠσπάσατο αὐτὸν εἰπών· “χαίροις Ἀλέξανδρε κοσμοκράτορ.” καὶ ἀπὸ τότε ἱλαρὸς ἦν Φίλιππος ἀπὸ τῆς τέκνου ἐλπίδος.
23

18

μιᾷ οὖν τῶν ἡμερῶν μετὰ τῶν συνηλικιωτῶν αὐτοῦ συνὼν, λό‐ γους ἐκ λόγων προτείναντος, εἰσφέρεται λόγος ὡς ὅτι ἐν Ῥώμῃ ἁρματηλατοῦσιν οἱ εὐδοκιμώτεροι τῶν βασιλέων παῖδες. καὶ τῷ νικήσαντι ἆθλα δίδονται ὑπὸ τοῦ Καπετωλίου Διός· ὃς
5δ’ ἂν ἡττηθεὶς, παρὰ τῶν νικησάντων θανατοῦται. ταῦτα ἀ‐ κούσας Ἀλέξανδρος ἔρχεται πρὸς Φίλιππον δρομαῖος καὶ κα‐ ταφιλήσας αὐτὸν εἶπε· “πάτερ τὸ ἐν ἐμοὶ καταθύμιον πλήρω‐
σον καὶ ἐπίτρεψόν μοι ἐν Ῥώμῃ ἀπελθεῖν, ἐπειδὴ ἀγωνίσασθαι βούλομαι.” ὁ δὲ Φίλιππος εἶπε πρὸς αὐτόν· “καὶ ποῖον ἄσκη‐44
10μα ἀσκήσας τοῦτο ἐπιθυμεῖς; οὐ συγχωρῶ σε ταῦτα πρᾶξαι, παῖς γὰρ ἐμοῦ τυγχάνεις.” ὁ δὲ Ἀλέξανδρός φησιν· “εἰ τοῦ‐ τό με οὐ συγχωρήσῃς, μετ’ ὀλίγον ὄψει με θανατούμενον.” ὁ δὲ Φίλιππος πεισθεὶς ἔφη· “ἐγὼ οὖν προνοήσομαί σοι ἵππους ἐκ τῶν ἐμῶν ἱπποστασίων ἐπιτηδείους, καὶ οὗτοι μὲν ἐπιμε‐
15λεθήσονται· σὺ δὲ τέκνον γύμναζε σεαυτὸν ἐπιμελέστερον, ὁ γὰρ ἀγὼν ἔνδοξός ἐστιν.” ὁ δὲ Ἀλέξανδρος εἶπε· “πάτερ σὺ ἐπίτρεψόν μοι ἀπελθεῖν ἐν τῷ ἀγῶνι, ἔχω γὰρ ἵππους ἐκ νέ‐ ας ἡλικίας οὓς ἐμαυτῷ ἀνέθρεψα.” καταφιλήσας δὲ αὐτὸν Φί‐ λιππος καὶ θαυμάσας αὐτοῦ τὴν προθυμίαν καὶ ποιήσας αὐτὸν
20στολὴν οἷαν ὁ Ἀλέξανδρος διωρίσατο, ὥσπερ τις θεάσαιτο ἡλίῳ ἀνατείλαντι τοιοῦτον ἦν ἡ χροιὰ τῆς στολῆς. κατακο‐ σμήσας αὐτῇ χρυσέῳ καὶ λίθους τιμίους, λαβὼν μεθ’ ἑαυτοῦ στρατιώτας καὶ ὑπηρεσίαν ἱκανὴν κατῆλθεν ἐν Ῥώμῃ. ἐξελθὼν δὲ τῆς νηὸς ἐκέλευσε τοῖς παισὶν αὐτοῦ τὴν τῶν ἵπ‐
25πων ἄλειψιν ποιεῖσθαι, καὶ αὐτὸς ἅμα τῷ φίλῳ αὐτοῦ Ἡφαι‐ στίωνι ἐπὶ περίπατον ἐξῄει. καὶ ὑπήντησεν αὐτοῖς Νικόλαος ὁ υἱὸς Ἀρδαίου βασιλέως Ἀκαρνάνων, πλούτῳ καὶ τύχῃ δυσὶ θεοῖς φυλαττόμενος, ἀνὴρ εὐμεγέθης καὶ ἀλκιμώτατος λίαν καὶ τῇ τοῦ σώματος δυνάμει πεποιθώς. καὶ προσελθὼν ἠσπά‐
30σατο τὸν Ἀλέξανδρον εἰπών· “χαίροις μειράκιον.” ὁ δὲ Ἀ‐ λέξανδρος ἔφη· “χαίροις καὶ σὺ ὃς δ’ ἄν τις εἴης καὶ ὅθεν τυγχάνεις.” ὁ δὲ Νικόλαος εἶπε τῷ Ἀλεξάνδρῳ· “ἐγώ εἰμι Νικόλαος ὁ βασιλεὺς Ἀκαρνάνων.” ὁ δὲ Ἀλέξανδρος ἔφη· “μὴ οὕτω γαυρία, Νικόλαε βασιλεῦ, καὶ φρυάττου ὡς τὸ ἱκανὸν
35ἔχων τῆς αὔριον ζωῆς· τύχη γὰρ οὐχ ἕστηκεν ἐφ’ ἑνὸς τόπου,
ῥοπὴ δὲ τοὺς ἀλαζόνας κατευτελίζει.” ὁ δὲ Νικόλαος ἔφη· λέγεις μὲν ὀρθῶς, ὑπονοεῖς δὲ οὐχ οὕτως· τί δὲ παρεγένου ἐνταῦθα, θεατὴς ἢ ἀγωνιστής; ἔμαθον γὰρ ὅτι Φιλίππου εἶ τοῦ Μακεδόνος υἱός.” Ἀλέξανδρος εἶπεν· “ἐγὼ πάρειμι ἀγω‐46
40νίσασθαί σοι τὸν ἱππαστικὸν ἀγῶνα, μικρὸς ὢν τῇ ἡλικίᾳ.” Νικόλαος· “μᾶλλον παλαιστὴς ἢ παγκρατιῶν ἢ ἱμαντομάχος ἧ‐ κας.” ὁ δὲ Ἀλέξανδρος πάλιν ἔφη· “ἁρμελατῆσαι βούλομαι.” ὑπερζέσας δὲ τῇ χολῇ ὁ Νικόλαος καὶ καταφρονήσας Ἀλεξάν‐ δρου, θεωρήσας τὸ νέον τῆς ἡλικίας αὐτοῦ οὐ μαθὼν τὸ τῆς
45ψυχῆς, ἔκχυμα ἐνέπτυσεν αὐτῷ εἰπών· “μή σοι καλῶς γένοιτο. ὁρᾶτε εἰς τίνα ἐλήλυθε τὸ Πισαῖον στάδιον.” ὁ δὲ Ἀλέξαν‐ δρος δεδιδαγμένος ἦν ὑπὸ τῆς φύσεως, ἐγκρατεύεται ἀπομα‐ ξάμενος τὸν ἐν ὕβρει σίελον· καὶ μειδιάσας θανάσιμόν φη‐ σιν· “Νικόλαε ἄρτι σὲ νικήσω, μείζων γὰρ Ἄρεος καὶ Ἡρα‐

18

(50)

κλέος σοὶ φανήσομαι, καὶ παρ’ ἐμοῦ τὸ ζῆν ἀπολέσεις καὶ ἐν τῇ πατρίδι σου Ἀκαρνάνων δόρατί σε λήψομαι.” καὶ ἀπέστη‐ σαν ἀπ’ ἀλλήλων διαμαχόμενοι.
52

19

μετὰ δὲ ἡμέρας ὀλίγας ἐπέστη ἡ τοῦ ἀγῶνος προθεσμία. καὶ εἰσῆλθον ἁρμελατῆσαι ἐννέα, οἱ μὲν τέσσαρες υἱοὶ βασιλέων τυγχάνοντες· αὐτὸς ὁ Νικόλαος ὁ Ἀκαρνάνων καὶ ὁ Ξανθίας Βοιώτιος καὶ Κίμων Κορίνθιος καὶ Ἀλέξανδρος ὁ Μακεδών· οἱ
5δὲ λοιποὶ σατραπῶν καὶ στρατηγῶν υἱοί. ἐτέθησαν λοιπὸν κα‐ τὰ τοῦ ἀγῶνος πάντα, καὶ ἡ κάλπη ἐκληρώθη. ἔλαχε πρῶτος Νικόλαος, δεύτερος Ξανθίας, τρίτος Κίμων, τέταρτος Κλειτό‐ μαχος, πέμπτος Ἀρίστιππος Ὀλύνθιος, ἕκτος Πιήριος Φωκά‐ ης, ἕβδομος Λαομέδων, ὄγδοος Ἀλέξανδρος ὁ Μακεδών, ἔννα‐
10τος Κριτόμαχος ὁ Λοκρός.
καὶ δὴ τῶν ὄχλων ἐπισυναχθεισῶν καὶ τῶν δήμων θρυλουμένων ἔστησαν ἐπὶ τὴν ἱππασίαν. ἠλάλαξεν ἡ σάλπινγξ τὸ ἐναγώνιον μέλος, † ἐξῆλθον αἱ ταβλώσεις τῶν ἵππων †, ἠνοίχθησαν αἱ ἀφετηρίαι τῶν καγκέλλων, προεπήδησαν πάντες ὀξεῖ ὁρμήμα‐48
15τι χρησάμενοι, πρῶτον καμπτῆρα, δεύτερον, καὶ τρῖτον, καὶ τέταρτον. καὶ ἰδοὺ Νικόλαος τῇ οὐρανίῳ ἐζωσμένος ἐσθῆτι, καὶ ὁ σὺν αὐτῷ Κίμων Κορίνθιος εἰκασίαν καὶ αὐτὸς ἐζωσμέ‐ νος· μετὰ δὲ τούτοις Λαομέδων Ὀλύμπιος ἦν, ὁ δὲ Ἀλέξαν‐ δρος ἀνατέλλων. καὶ μεγίστου θρύλου γεναμένου οἱ τοῦ Ὀ‐
20λυμπίου μέρους φυλέται πρὸς Λαομέδοντα ἐπεβόων· “τί τὴν ψυχὴν ἀπὸ σοῦ ποιῆσαι θελήσειας ὦ Λαομέδων; καὶ σὺν μειρα‐ κίῳ ἦλθες μαχέσασθαι; μὴ κατάνευε ἁρμελατῆσαι.” ὁ δὲ Λαο‐ μέδων φησὶν πρὸς αὐτούς· “ὑμεῖς οἱ τοῦ Ὀλυμπίου ἄπιτε ἀπ’ ἐμοῦ, κἀγὼ παρὰ τοῦδε τοῦ μειρακίου ἐκδέχομαι στεφάνους
25ἐκ τοῦ Μειλιχίου Διός· ἀπὸ γὰρ τοῦδε τοῦ ἀγῶνος καὶ ἡ τοῦ πατρὸς προμαντεύεταί μοι βασιλεία.” καὶ ταῦτα εἰπών, κρα‐ τήσας Ἀλέξανδρος τῆς χειρὸς κατεφίλησεν· “ἴδε καὶ νέος Οἰνόμαος.” μεταξὺ δὲ τούτων ἕκαστος τῷ ἰδίῳ περιεποιεῖτο σκεῦος. Ἀλέξανδρος δὲ ζεύγνυσιν ἐν μὲν τῇ βίγᾳ δύο ἵππους
30βαλιούς, τοὺς δὲ ἀκρωτῆρας δαγαλλίους δεξιὸν μὲν τὸν Βου‐ κέφαλον ἀριστερὸν δὲ Πετάσιον· καὶ εἱστήκεισαν κατ’ ἀξίαν ὥστε πάντας λέγειν ἐν τοῖς Ὀλυμπίοις γεννηθῆναι τοῖς τοῦ
Ἀλεξάνδρου ἵπποις. παρειστήκει μαππάριος, συμπαρῆσαν οἱ βλέποντες, οἱ σπεύδοντες ἐπεβόουν, Ζεὺς ἄνωθεν ἑώρα, ἐν δὲ50
35τῷ Καπετωλίῳ ἀθλοθέτης ἐκάθητο ὁ ἱερεὺς τοῦ Διός. ὁ ὄχλος θεωρεῖν προσεπείγετο, οὐχ ὡς τὸ Ὀλύμπιον βλέπων ἀλλὰ τὸ ἀποβησόμενον Ἀλεξάνδρου· καὶ ἦν ἰδεῖν μυριάνθρωπον ὄχλον ὀφθαλμὸν ἕνα ἔχοντα καὶ αὐτὸν πρὸς Ἀλέξανδρον. μεταξὺ δὲ τούτου Ἀλέξανδρος τὴν σημασίαν ποιεῖται καὶ μαππάριος διὰ
40τῆς χειρὸς τοῖς ὄχλοις ἐμήνυσεν. οἱ δὲ ὄχλοι “ἰδοὺ ἡμεῖς” ἐπεβόησαν, καὶ πολλοῖς ἔρις συνέπεσεν καὶ κλύδων. σιγὴ δὲ τοῖς πᾶσιν ἐξίσου ἐγένετο, μαππάριος διὰ τῆς χειρὸς τῷ ὄχ‐ λῳ καταμηνύσας καὶ “ἰδοὺ ἡμεῖς” ἐπιβοησάντων, αἱ κάγκελοι ἄφνω ἀνεώχθησαν, τὸ θάμβος εἶχε τοῖς πᾶσιν. ἐξήλθοσαν δὲ
45ἅμα Νικόλαος καὶ Καλλισθένης, μέσον δὲ τὸν Ἀλέξανδρον ἔ‐ χοντες, ὧδε κἀκεῖσε περισκοποῦντες τὸ ποῦ αὐτὸν θανατώσω‐ σιν. ἤγετο δὲ Ἀλέξανδρος μέσον αὐτῶν καθάπερ χειμαζομέ‐ νη ναῦς, οὐχ οὕτως ἔχων τὸ νικῆσαι Νικόλαος ὡς τὸ ἀναιρῆ‐ σαι τὸν Ἀλέξανδρον, ἦν γὰρ ὁ πατὴρ τοῦ Νικολάου ἐν πολέ‐

19

(50)

μῳ ὑπὸ Φιλίππου ἀναιρεθείς. ὡς δὲ τὸν ἐπισφένδονα κατ‐ έλαβον κάμπον ἐνδίδωσι τὰς ἡνίας Ἀλέξανδρος, καὶ Βουκέ‐ φαλος περικλείει τοὺς ἵππους. καὶ τὸν μὲν Καλλισθένην πε‐ ρικλείει τοὺς ἵππους ἀπερρίψατο, Νικολάου δὲ τῷ σκεύει ἐπ‐ έβη· καὶ τοῦ πέρωνος αὐτὸν πατάξαντος, τελευτᾷ παραχρῆμα.
55οἱ δὲ ἵπποι αὐτοῦ διελύθησαν καὶ ἀπέθανον. διαμένει λοιπὸν52

19C

(56)

C post p. 52, 20 ἀπερρίψατο recensionem β sequitur: τὸν δὲ Νικόλαον συνεχώρησε προαπελθεῖν αὐτόν· ὁ δὲ Νικό‐ λαος ἀγνοῶν τὴν ἔνεδραν διέβη ἔχων τὴν δόξαν τοῦ νικηθῆ‐ ναι καὶ λοιπὸν ἤλαυνε πρῶτος, μετὰ δὲ ταῦτα σκονδυλίζει ὁ
60δεξιὸς ἵππος τοῦ Νικολάου ἐπὶ τῷ πρώτῳ ἅρματι καὶ συμπε‐ σόντων τῶν ἵππων καταπίπτει ὁ Νικόλαος, ὁ δὲ Ἀλέξανδρος ἐπιβαίνει τῇ ὁρμῇ τῶν ἵππων αὐτοῦ· καὶ παρερχόμενος ἐπι‐ λαμβάνεται τῷ ἄξονι τῶν ὀπισθίων τοῦ Νικολάου καὶ σὺν τῷ ἡνιόχῳ καὶ τοῖς ἵπποις τελευτᾷ ὁ Νικόλαος. καὶ διαμένει ..
65— — — —

19

(66)

ὁ Ἀλέξανδρος μονώτατος, καὶ γίνεται τῷ τελευτήσαντι ἡ παροιμία· ὅστις ἄλλῳ κακὰ τεύχει ἑαυτῷ τεύχει. στεφανοῦ‐ ται λοιπὸν ὁ Ἀλέξανδρος καὶ ἀναφαίνει τὸν νικητικὸν ἐ‐ στεμμένος. στεφανοῖ γὰρ αὐτὸν Ὀλυμπίων τὸν κότινον στέ‐
70φανον παρὰ τῷ Ὀλυμπίῳ Διί, καὶ λέγει αὐτῷ ὁ τοῦ Διὸς μάντις· “Ἀλέξανδρε προμηνύει σοι Ὀλύμπιος Ζεὺς ταῦτα· θάρσει, ὥσπερ Νικόλαον ἐνίκησας οὕτως πολλοὺς νικήσεις ἐν πολέμῳ.”
73

20

ὁ δὲ Ἀλέξανδρος λαβὼν τὴν κληδόνα ταύτην, νικηφόρος ἀνα‐ στραφεὶς ἐξέρχεται Ῥώμης. καὶ συνεξέρχονται μετ’ αὐτοῦ δῆμοι καὶ πᾶσα ἡ πόλις σχεδὸν καὶ λαομέδων ὁ συναρματηλα‐ τήσας καὶ οὐκ ἐβούλετο καταλεῖψαι αὐτὸν νεανίσκος χρη‐
5στὸς καὶ θεῶν ἄξιος. πάλιν νοστοῦσι δ’ ὅμως· θαυμάζον‐ τες τῇ συνέσει καὶ ἀνδρείᾳ Ἀλεξάνδρου ὕμνον αὐτὸν πλέ‐ ξαντες τήνδε·
αὔχει Φίλιππε, τέρπου Μακεδονία,
ὁ μὲν γεννήτης ἐντυχὼν Ἀλεξάνδρου,
10ἡ δὲ πατρὶς τυχοῦσα καλλίστου τούτου. αὐτὸν δὴ ἀπαντήσατε στεφανώμενον, νικητὴν ἀήττητον, γεοῦχον μέγαν· ἀνατείλας γὰρ κατεγλάισεν Ῥώμην —ὡς ἀνατέλλων ἤθλησεν ἐν σταδίῳ—,54
15
καὶ πάντας ἠμαύρωσε λοιποὺς ἀστέρας.
δέχου οὖν αὐτῷ λαμπρὰ Μακεδονία,
καὶ τοὺς ἐχθροὺς ἄμυναν ἐν τούτῳ δίδου·
Ἀλέξανδρος γάρ ἐστιν ὁ κοσμοκράτωρ. ταῦτα λέγοντες τὴν πόλιν περιεῖον δάφνην ἔχοντες ταῖς χερ‐
20σὶν ταῖς τούτων. Ἀλέξανδρος δὲ τὴν ὁδοιπορίαν ἐποιεῖτο πρὸς Μακεδονίαν. εὑρίσκει οὖν τὴν μητέρα αὐτοῦ Ὀλυμπιάδα ἀπόβλητον γεναμένην ὑπὸ Φιλίππου βασιλέως, τὸν δὲ Φίλιπ‐ πον γήμαντα τὴν ἀδελφὴν Λυσίου Κλεοπάτραν τοὔνομα. ταύτῃ τῇ ἡμέρᾳ ἀγομένων τῶν γάμων Φιλίππου, Ἀλέξανδρος τοῖς βα‐
25σιλείοις ἐπεισέρχεται στεφανωμένος· σκῆπτρον νίκης τῇ χει‐ ρὶ κατέχων τῷ πατρὶ τὴν προσήκουσαν ἀπεδίδου τιμὴν καὶ παρ’ αὐτοῦ τῇ τραπέζῃ ἐκελεύσθη καθεσθῆναι. ὁ δὲ Ἀλέξαν‐ δρος ἔχων τὸν νικητικὸν στέφανον τὸν Ὀλυμπιακὸν λέγει πρὸς Φίλιππον· “πάτερ δέξαι μου τῶν πρώτων ἱδρώτων τὸν νι‐
30κητικὸν στέφανον· καὶ ὅταν μέντοι κἀγὼ δίδωμι τὴν ἑαυτοῦ μητέρα Ὀλυμπιάδα βασιλεῖ ἑτέρῳ πρὸς γάμον, καλέσω σε εἰς τὸν γάμον Ὀλυμπιάδος.” ὁ δὲ Φιλίππος θεασάμενος σκυθρω‐ πὸς γίνεται καὶ μεταμελεῖται ἐν οἷς ἔπραξε εἰς Ὀλυμπιάδα, ἅμα δὲ καὶ κατετρύχετο κατὰ Ἀλεξάνδρου. οἱ δὲ συνανακεί‐
35μενοι αὐτῷ διέγνωσαν ἐκ προσώπου αὐτοῦ τὸ ἑαυτοῦ ἐνθύμιον, καὶ κύλικα φέρουσι τῷ Φιλίππῳ· ὁ δὲ οὐκ ἤθελε πιεῖν. ὁ δὲ Λυσίας ἀνακείμενος τῷ Φιλίππῳ ἀναστὰς εἶπεν· “Φίλιππε βα‐
σιλεῦ πάσης πόλεως δύναστα, κα〈ὶ〉 δὴ γάμον σοι τελοῦμεν Κλεοπάτρας τῆς αἰδεσίμης ἐξ ἧς παιδοποιήσεις γνησίους παί‐56
40δας, ἀμοιχεύτους, ὁμοίους ὄντας τῷ σῷ προσώπῳ. πίε οὖν δέσποτα καὶ χάρηθι μετ’ αὐτῆς.” ἀκούσας δὲ ταῦτα Ἀλέξαν‐ δρος παρὰ Λυσίου ὀργίζεται, καὶ ὡς εἶχε τὸν κύλικα ἐνέτει‐ νε τῷ Λυσίᾳ καὶ δίδωσιν αὐτὸν κατὰ τοῦ κροτάφου αὐτοῦ καὶ ἀναιρεῖ αὐτόν· ἰδὼν δὲ Φίλιππος τὸ γενόμενον ἀνίσταται ξι‐
45φήρης μανικὸν ξίφος ἔχων κατὰ Ἀλεξάνδρου καὶ πίπτει σκε‐ λισθεὶς ἀπὸ τῆς κρηπῖδος τοῦ ἀκουβίτου. ὁ δὲ Ἀλέξανδρος γελάσας εἶπε πρὸς Φίλιππον· “ὁ τὴν Ἀσίαν ὅλην σπεύδων πα‐ ραλαβεῖν καὶ Εὐρώπην ἐκ βάθρων καταστρέψαι, οὐκ εὐτονήσας βῆμα ἕνα ἐλθεῖν.” καὶ ταῦτα εἰπὼν Ἀλέξανδρος ἥρπασε τὸ

20

(50)

ξίφος ἀπὸ Φιλίππου τοῦ πατρὸς αὐτοῦ καὶ πάντας τοὺς κεκλη‐ μένους ἡμισφαγεῖς ἐποίησεν. ἦν δὲ ἰδεῖν Κενταύρων ἱστορίαν· οἱ μὲν γὰρ αὐτῶν ὑπὸ τοὺς κλιντῆρας ἔφυγον, οἱ δὲ ταῖς τραπέζαις ὡς ὅπλοις ἐχρήσαντο· καὶ ἄλλοι τοῖς τοίχοις προσέκρουον καὶ ἕτεροι τοῦ παλατίου ἐκρημνίζοντο· καὶ οὓς
55μὲν ἐφόνευσεν, οὓς δὲ ἡμιθανεῖς ἐποίησεν· ἄλλοι δὲ ὑπὸ σκοτεινοὺς τόπους δραμόντες τὴν ἑαυτῶν σωτηρίαν ἐπραγμα‐ τεύοντο, ὥστε θεωρεῖν νέον ἄλλον Ὀδυσσέα τὸν Ἀλέξανδρον τοὺς ἐπὶ τῇ Πηνελόπῃ μνηστῆρας ἀναιροῦντα.
58

22

ἐξέρχεται οὖν Ἀλέξανδρος καὶ φέρει τὴν μητέρα αὐτοῦ Ὀ‐ λυμπιάδα εἰς τὸ παλάτιον ἔκδικος αὐτῆς γενόμενος, τὴν δὲ ἀδελφὴν Λυσίου Κλεοπάτραν φυγάδα ἐποίησε. βαστάσαντες δὲ οἱ δορυφόροι Φιλίππου τὸν βασιλέα κατέκλιναν αὐτὸν ἐπὶ τοῦ
5κλιντῆρος ἐσχάτως ἔχοντα. καὶ μεθ’ ἡμέρας δέκα εἰσέρχεται
Ἀλέξανδρος πρὸς τὸν Φίλιππον καὶ παρακαθεσθεὶς αὐτῷ εἶπε πρὸς αὐτόν· “Φίλιππε βασιλεῦ τῷ ὀνόματί σε καλέσω μήποτε ἀνηδέως ἔχῃς τὸ ὑπ’ ἐμοῦ πατέρα σε καλεῖσθαι· εἰσῆλθον πρὸς σὲ οὐχ ὡς υἱός σου ἀλλ’ ὡς φίλος σου μεσίτης ὢν τῶν ὑπὸ σοῦ58
10ἀδίκως πρὸς τὴν γυναῖκα πραχθέντων.” λέγει αὐτῷ Φίλιππος· “κακὸν ἐποίησας Ἀλέξανδρε ἀνελεῖν τὸν Λυσίαν ἐπὶ τοῖς εἰ‐ ρημένοις αὐτοῦ ἀπρεπέσιν ῥήμασιν.” ὁ δὲ Ἀλέξανδρος εἶπεν· “σὺ δὲ καλῶς ἔπραξας ἀναστὰς ξιφήρης ἐπὶ τῷ σῷ τέκνῳ, θέ‐ λων ἀναλῶσαί με; γαμεῖν βουλόμενος ἑτέραν μηδὲν ἀδικηθεὶς
15ὑπὸ τῆς προτέρας γυναικός σου Ὀλυμπιάδος; ἐξανάστα οὖν καὶ περὶ σεαυτὸν γένου, οἶδα γὰρ διὰ τί νωθρεύει σοῦ τὸ σῶμα, καὶ λήθην δῶμεν ἐπὶ τοῖς ἡμαρτημένοις. κἀγὼ νῦν πα‐ ρακαλέσω Ὀλυμπιάδα τὴν γυναῖκά σου διαλλαγῆναί σοι· πει‐ σθήσεται γὰρ τῷ υἱῷ αὐτῆς, κἀν σὺ οὐ θέλῃς καλεῖσθαι πατήρ
20μου.” καὶ ταῦτα εἰπὼν Ἀλέξανδρος ἐξέρχεται, καὶ ἐλθὼν πρὸς Ὀλυμπιάδα τὴν μητέρα αὐτοῦ καὶ λέγει αὐτῇ· ”ὦ μῆτερ ἐμοὶμὴ ἀγανάκτει ἐπὶ τοῖς γεναμένοις ὑπὸ τοῦ σοῦ ἀνδρός. ἐκεῖ‐ νον λανθάνει τὸ ὑπὸ σοῦ γενόμενον ἁμάρτημα. ἐγὼ δὲ ἔλεγχός σου ὑπάρχω Αἰγυπτίου πατρὸς ὢν υἱός, ὥστε οὖν ἐλθὲ παρακα‐
25λοῦσα αὐτὸν διαλλαγῆναί σοι· πρέπον γάρ ἐστι γυναικὶ τῷ ἰ‐ δίῳ ἀνδρὶ ὑποτάσσεσθαι.” καὶ ἤγαγε τὴν μητέρα αὐτοῦ πρὸς Φίλιππον τὸν πατέρα αὐτοῦ καὶ εἶπεν· “πάτερ, ἐπιστράφηθι πρὸς τὴν γυναῖκά σου· νῦν πατέρα σε φωνήσω ὅτι καὶ σὺ τῷ τέκνῳ σου πεισθείς· πάρεστί σοι ἡ μήτηρ μου πολλὰ παρακλη‐
30θεῖσα παρ’ ἐμοῦ τοῦ εἰσελθεῖν πρὸς σὲ καὶ ἀμνήμων γενέσθαι τῶν πραχθέντων.” ὁ δὲ Φίλιππος εἰς χαρὰν ἅμα δὲ καὶ εἰς γέλωτα μετετράπη καὶ “οἷον, ἔφη, παιδίον τοῖς τοσαύτοις καὶ τηλικούτοις κατεκυρίευσεν ἀνδράσιν, μικροῦ δὲ θροηθῆ‐ ναι κἀμὲ πεποίηκεν.” καὶ ἁπλώσας τὴν χεῖρα κατέσχεν Ἀλέ‐
35ξανδρον καὶ τῷ τραχήλῳ αὐτοῦ περιπλακεὶς κατησπάζετο ἡδέως αὐτόν. ἀντασπαζόμενος δὲ αὐτὸν Ἀλέξανδρος ἔφη· “Ὀλυμπιὰς συνανασσέτω σοι.” καὶ Φίλιππος ἀπεκρίνατο· “καὶ συνανασσέ‐ τω τέκνον μου καὶ συνθνησκέτω μοι λόγου δίχα παντός. καὶ σέ μου τῆς βασιλείας διάδοχον ποιήσω· σύγγνωθί μου δὲ τῷ60
40πατρί σου ἅπερ ἔπραξα εἰς Ὀλυμπιάδα τῇ μητρί σου.” ὁ δὲ Ἀλέξανδρος ἔφη· “μηδαμῶς μοι ἐπαισχυνθῇς, παῖς γάρ σου τυγχάνω· καὶ εἰ πληροφορῆσαί με θέλεις, κατόψιν μου κοιμη‐ θῆναι σὺν τῇ μητρί μου τῇ νυκτὶ ταύτῃ.” ὁ δὲ Φίλιππος “οὐ τῇ νυκτὶ ταύτῃ” ἔφη “ἀναμείνωμεν, ἀλλὰ τῇ ὥρᾳ ταύτῃ πληρο‐
45φορήσω σοι· σφόδρα γὰρ λελύπημαι περὶ τῶν ὑπ’ ἐμοῦ πραχ‐ θέντων εἰς αὐτήν, ὃ συγγνώμην αἰτῶ παρ’ αὐτῆς.” καὶ ταῦτα εἰπὼν διήλλαξε τοὺς γονεῖς ὥστε αὐτὸν θαυμάζεσθαι ὑπὸ πάν‐ των τῶν Μακεδόνων. τὸ δὲ ὄνομα τοῦ Λυσίου ἔκτοτε παρῃτοῦν‐ το οἱ γαμοῦντες ὀνομάζειν μήποτε αὐτοῦ ὀνομασθέντος διάλυ‐

22

(50)

σιν λάβωσιν.

22

(50)

23

ἦν δὲ ἡ πόλις Μαθώνη ἀντάρασα τῷ Φιλίππῳ. πέμπει οὖν Φί‐ λιππος τὸν Ἀλέξανδρον μετὰ πολλῆς στρατείας τοῦ πολεμῆσαι αὐτούς. ὁ δὲ Ἀλέξανδρος παραγενόμενος ἐν Μαθώνῃ λόγοις συνετοῖς ἔπεισε τούτους ὑπηκόους γενέσθαι.
4
5ὁ δὲ Ἀλέξανδρος ἐπανελθὼν ἀπὸ Μαθώνης καὶ εἰσελθὼν πρὸς τὸν πατέρα αὐτοῦ Φιλίππου ὁρᾷ ἐπάνω αὐτοῦ ἄνδρας ἑστῶτας βαρβαρικῷ στολισμῷ ἠμφιεσμένους· ὃς ἐξετάσας περὶ αὐτῶν εἰπών· “τίνες εἰσὶν οὗτοι;” οἱ δὲ περὶ Φίλιππον εἶπον αὐ‐ τῷ· “σατράπαι Δαρείου τοῦ Περσῶν βασιλέως.” ὁ δὲ Ἀλέξαν‐
10δρός φησι πρὸς αὐτούς· “τί ὧδε παραγεγόνατε;” οἱ δὲ ἀπε‐ κρίναντο πρὸς αὐτόν· “τοὺς συνήθεις φόρους ἀπαιτῆσαι τῷ πατέρι σου.” λέγει αὐτοῖς ὁ Ἀλέξανδρος· “ὑπὲρ τίνος φό‐ ρους ἀπαιτεῖτε ὑμεῖς;” ἀπεκρίθησαν οὖν αὐτῷ οἱ σατράπαι
Δαρείου· “ὑπὲρ τῆς γῆς Δαρείου τοῦ βασιλέως.” λέγει αὐτοῖς62
15ὁ Ἀλέξανδρος· “εἰ ταύτην οἱ θεοὶ ἀνθρώποις δίδωσαν δωρεὰν εἰς διατροφάς, Δαρεῖος κατὰ τίνα πρόφασιν τὴν τῶν θεῶν δω‐ ρεὰν ἐρανίζεται;” εἶτα λέγει αὐτοῖς πειράζων· “τί γὰρ ἂν εἴη ἃ λαμβάνετε;” οἱ δὲ λέγουσιν αὐτῷ· “ὠὰ χρυσᾶ ἑκατὸν ἀπὸ λιτρῶν εἴκοσι χρυσίου.” ἀποκριθεὶς δὲ Ἀλέξανδρος εἶ‐
20πεν αὐτοῖς· “οὐ δίκαιόν ἐστι Φίλιππον τὸν βασιλέα Μακεδό‐ νων τοῖς βαρβάροις φόρους παρέχειν· οὐ γάρ ἐστι δυνατὸν ὁ θέλων τοὺς Ἕλληνας εἰς δουλείαν ὑποτάσσειν.” καὶ αὖθις εἰπὼν αὐτοῖς τοῖς σατράπαις Δαρείου· “πορεύεσθε καὶ εἴπατε Δαρείῳ τῷ βασιλεῖ, ὅτι Ἀλέξανδρος ὁ Φιλίππου παῖς δηλοῖ
25σοι· ὅτιπερ ὅτε ἦν αὐτὸς Φίλιππος μόνος φόρους ὑμῖν ἐτέλει· ὅτε δὲ ἐγέννησεν υἱὸν Ἀλέξανδρον φόρους ὑμῖν οὐ δίδωσιν, ἀλλὰ καὶ οὓς ἂν ἔλαβες παρ’ αὐτοῦ ἐγὼ ἐλθὼν πρὸς σὲ λήψο‐ μαι.” καὶ ταῦτα εἰπὼν ἐξέπεμψε τοὺς πρέσβεις Δαρείου, μήτε γραμμάτων ἀξιώσας τὸν πέμψαντα αὐτοῖς Δαρείον τὸν βασιλέα.
30ἔχαιρε δὲ Φίλιππος ὁ βασιλεὺς ἐπὶ τούτοις ὁρῶν τοιαῦτα τολμῶντα τὸν Ἀλέξανδρον. οἱ δὲ πρέσβεις ἱκανὰ χρήματα δε‐ δωκότες τινὶ Ἕλληνι φίλῳ αὐτῶν ζωγράφῳ ὄντι ὃς καὶ κατα‐ σκευάσας αὐτοῖς εἰκονίδιον πρὸς τὸ ἐκτύπωμα μορφῆς Ἀλεξάν‐ δρου· οἵτινες καὶ ἀπήγαγον τοῦτο Δαρείῳ ἐν Βαβυλῶνι ἀπαγ‐
35γείλαντες ἅπαντες τὰ λαληθέντα καὶ ἀπαγγελθέντα παρὰ Ἀλε‐ ξάνδρου υἱοῦ Φιλίππου.
36 τούτων οὕτως ἐχόντων καὶ ἡμερῶν τινων διελθουσῶν πόλεμον Σκύθαι ὁπλίζουσιν κατὰ Μακεδονίας. καὶ Φίλιππος ἀκούσας τὸν στρατὸν ἐπισκέπτεται καὶ γνοὺς μὴ αὐτάρκες ἔχειν στρα‐
40τὸν πρὸς ἀντιπαράταξιν τούτων. πολὺ γὰρ τὸ τῶν Σκυθῶν πλῆ‐ θος ἦν ὡς χιλιάδες τετρακόσιαι. ἐν ἀμηχανίᾳ οὖν ὑπῆρχε Φί‐ λιππος καὶ προσκαλεσάμενος πάντας τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ φίλοις διηπορεῖτο περὶ τοῦ πολέμου ὡσὰν τί διαπράξε‐ ται. καί φησιν Ἀριστοτέλης· “ὦ δέσποτα Φίλιππε δὸς τὸν
45πόλεμον Ἀλεξάνδρῳ καὶ τῇ τύχῃ διαπράξοιτο.” καὶ παρευθὺς προσκαλεῖται Φίλιππος τὸν Ἀλέξανδρον καὶ λέγει αὐτῷ· “ἰ‐
δοὺ καιρὸς ἀγῶνος ὑπὲρ πατρίδος Ἀλέξανδρε· ἐκληρώθη σοῦ τῇ τύχῃ ὁ πόλεμος. φράσον δὴ πῶς ἂν ἔχῃς περὶ αὐτοῦ, προ‐ οίμιον γὰρ σοῦ τῆς εὐτυχίας ὁ λόγος προβέβληται· σκόπει64

23

(50)

οὖν τὰ περὶ τοῦ πολέμου.” ὁ δὲ Ἀλέξανδρος ἵστατο καὶ συν‐ εστήκεισαν πάντες· ἱστάμενος δὲ ἐμειδία καὶ μειδιῶν ἐ‐ θρασύνετο καὶ χαριέντι τῷ προσώπῳ τῷ πατρὶ ἀντεφθέγξατο· “τί ἔτι μοι ταῦτα οὐ πρὸ πολλοῦ ἔλεξας; ἀλλ’ εἰς ἀθυμίαν καὶ λύπην τοιούτην κατένευσας δι’ ἀθροισμὸν μυρμήκων πολ‐
55λῶν; ἐξελεύσομαι δὴ καὶ καταπολεμήσω αὐτοὺς καὶ τοὺς δυνα‐ τοὺς αὐτῶν θήσω εἰς ἀφανισμόν· οὐ γὰρ ἐν πλήθει αἱ νῖκαι γένονται ἀλλ’ ἐκ τῆς ἄνωθεν δεδώρηνται προνοίας.” ἐπὶ τού‐ τοις πάντων οἱ ὀφθαλμοὶ τῷ Ἀλεξάνδρῳ ἠτένιζον καὶ θαυμά‐ ζεται παρὰ πάντων· ἵστατο δὲ μέσον πάντων ὡς ἀστὴρ ἐκλάμ‐
60πων. ὁ δὲ Φίλιππός φησιν· “ἄπιθι τέκνον καὶ ὅσα ἡ πρόνοια τίθησιν ἐν τῇ ψυχῇ σου ταῦτα ποίει.” ἐξῆλθε δὲ Ἀλέξανδρος καὶ μετ’ αὐτοῦ τριάκοντα χιλιάδες νεανίσκων, καὶ ὥρμησε Σκύθας πολεμεῖν. καὶ ἡ μὲν Σκυθῶν παράταξις ἀναρίθμητος ἦν, ἡ δὲ τύχη Ἀλεξάνδρου ἀκαταγώνι‐
65στος. καὶ δὴ λαμβάνει μεθ’ ἑαυτοῦ ὀλίγους τινὰς καὶ κατα‐ λαμβάνει τινὰ ἀκρώρειαν· καὶ τὸ φοσσάτον κατανοῶν ἐπιτή‐ δειον σκέπτεται τόπον ὃς ἦν δυνατὸς καὶ ἐπιτήδειος ὁ τό‐ πος, τοῖς δὲ Σκύθαις ἄγνωστος. στραφεὶς δὲ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἅπαν τὸ πλῆθος, καὶ διίστησι γύρωθεν τοῦ τῶν
70Σκυθῶν φοσσάτου νυκτὸς μήκοθεν. ἐν δὲ τῷ δυσβάτῳ τόπῳ ἄ‐ δειαν ἀφίησιν, ἐπιλέκτους ἄνδρας ὡς δισχιλίους ἔν τῳ κρύπ‐ τεσθαι προσέταξεν. ἐκέλευσε δὲ τοῖς κυκλόθεν πᾶσιν ἀνὰ τριάκοντα ἢ καὶ πλείους καμίνους ἀνάπτειν· τούτου δὲ γε‐ νομένου καὶ τῶν Σκυθῶν θεασαμένων τὸ ἀνείκαστον λαμπάδων,
75ἔδοξεν αὐτοὺς ὡς διὰ τῆς νυκτὸς φυγῇ χρησαμένους κἀκεῖθεν διασωθῶσιν. παραχρῆμα δὲ καταλιπόντες πᾶσαν αὐτῶν τὴν κα‐ τασκευὴν εἰς φυγὴν ὥρμησαν. Ἀλέξανδρος δὲ θεασάμενος ἀψο‐ φητὶ αὐτῶν ἠκολούθει μετὰ πάντων τῶν στρατευμάτων αὐτοῦ· ὡς δὲ ἐν τῷ τόπῳ ἐγένοντο Σκύθαι καὶ τῷ χωνεύματι εἰσβάν‐66
80τες, σαλπίζει ὄπισθεν αὐτῶν Ἀλέξανδρος καὶ βοῶσι Μακεδό‐ νες, καὶ Σκύθαι ἀλλήλους κατωθοῦσι, καὶ τὸ ἔνεδρον ἐκ τῶν ἔμπροσθεν ὑπεξέρχεται καὶ ἄνωθεν εἰσβάλλουσι· καὶ ἵσταντο Σκύθαι μηδὲν ἄλλον εἰ μὴ τὸν θάνατον ἐκδεχόμενοι, φωνὰς δὲ ἱκετηρίους προσέφερον. καὶ πάντες ἀδεῶς ἐσφάζοντο ὑπὸ
85τῶν Μακεδόνων. ἐπικάμπτεται τούτους Ἀλέξανδρος καὶ παρ‐ ευθὺς ἀνέχεσθαι τοῦ πολέμου προσέταξεν, πάντας δὲ εἶπε δε‐ θῆναι καὶ ἄγεσθαι ἐν τῷ φοσσάτῳ αὐτοῦ, καὶ ὡσὰν τὰ περὶ αὐτῶν σκέψηται· καὶ δὴ ἀπελθόντες ἐν τῷ κελευσθέντι τόπῳ, Ἀλέξανδρος τοὺς προὔχοντας αὐτῶν παριστάναι ἐκέλευσεν,
90παρίσταντο δὲ τρέμοντες· καί φησιν πρὸς αὐτοὺς Ἀλέξαν‐ δρος· “οἴδατε ὡς ἡ πρόνοια παρέδωκεν ὑμᾶς εἰς χεῖρας τῶν Μακεδόνων καὶ οὐκ ἠδυνήθητε ἀντιστῆναι τὰ ἴχνη τῶν ποδῶν ἡμῶν· ἔστε μοι δοῦλοι ἢ οὔ;” οἱ δὲ μετὰ φόβου εἶπον· “δοῦ‐ λοί σου ἐσμὲν δέσποτα καὶ δουλεύσομέν σοι εἰς τὸν αἰῶνα
95κατὰ τὸ σὸν βουλητόν.” καὶ πρηνὲς πεσόντες προσεκύνησαν αὐτῷ· Ἀλέξανδρος δὲ ὡς ἂν εἴη φιλοφρονούμενος αὐτοῖς ἐκέ‐ λευσεν τοῦ δεσμοῦ ἀφεθῆναι καὶ σὺν αὐτῷ εἰς τὴν πόλιν Φι‐ λίππου τοῦ πατρὸς αὐτοῦ εἰσελθεῖν ὡς ἐπινίκιον ἐπιδείξα‐ σθαι νίκεος.
99

24

καὶ δὴ τὴν πόλιν καταλαβόντες, θόρυβος καὶ βοὴ ἐγένετον,
καὶ προϋπαντῶσιν Ἀλέξανδρον καὶ τὰ συμβάντα διηγοῦνται. τὰ δὲ συμβάντα εἰσὶ τοιάδε· ὥς τις Ἀνάξαρχος ὁ Θεσσαλονι‐ κέων τύραννός ποτε παριὼν ἐξεγένετο παρὰ Φιλίππου, καὶ ξε‐68
5νισθεὶς θεωρεῖ Ὀλυμπιάδα καὶ ἔκτοτε φιλικῶς εἶχεν πρὸς αὐτήν. μαθὼν δὲ τὴν Σκυθῶν κατὰ Μακεδόνων ἔφοδον, ὡς δώδε‐ κα χιλιάδων ἀνδρῶν λαβὼν μεθ’ ἑαυτοῦ φθάνει Μακεδονίαν, τοιόνδε τρόπον ἔχων ἐν ἑαυτῷ, χάριν συμμαχίας ἐλθεῖν καὶ εἰ μὲν δυνηθῇ, ἁρπάξαι Ὀλυμπιάδα, εἰ δὲ μὴ δυνηθῇ, ὡς
10σύμμαχος πάλιν λογισθῇ καὶ ἀντιστραφήσεται. ἡ δὲ τύχη εὐ‐ άλωτον δίδωσι τὴν Ὀλυμπιάδα· μαθὼν γὰρ ὁ Φίλιππος τὴν Ἀ‐ λεξάνδρου πρὸς Σκύθας νίκην, λαβὼν τὴν Ὀλυμπιάδα ἐξέρχε‐ ται πρὸς ἀπάντησιν Ἀλεξάνδρου· καταλιπὼν δὲ αὐτὴν ἔν τινι προαστείῳ ἐκεῖνος μεθ’ οὗ ἐπεφέρετο στρατοῦ ἐξῆλθεν τοῦ
15μετεωρισθῆναι. Ἀνάξαρχος δὲ ταῦτα μαθὼν ἐπεισέρχεται καὶ καὶ ἁρπάζει Ὀλυμπιάδα καὶ ἀνθυποστρέφει. Φίλιππος δὲ μα‐ θὼν καταδιώκει αὐτὸν μεθ’ οὗ ἐπιφέρετο ὀλιγοστοῦ στρατοῦ. ταῦτα μαθὼν Ἀλέξανδρος μετὰ σπουδῆς ἐκτείνει τὴν φάλαγγα καὶ καταδιώκει Ἀνάξαρχον λαβὼν μεθ’ ἑαυτοῦ ὡς ὀκτακισχι‐
20λίους ἱππέους. προκαταλαμβάνει δὲ τοῦτον Φίλιππος καὶ πό‐ λεμον συνάψας καὶ λαβὼν πληγὴν κατὰ τοῦ στέρνου ἐπεπτώκει τοῦ ἵππου. εὑρὼν δὲ αὐτὸν Ἀλέξανδρος ἐρριμένον καὶ ἰδὼν ἔτι ἐμπνέοντα ἐάσας αὐτὸν ᾤχετο ἐπὶ τοῦ πολέμου. καὶ περι‐ κυκλώσας αὐτοῖς ἄρχεται κόπτειν ἀφειδῶς· οἱ δὲ μετὰ Ἀνά‐
25ξαρχον εἰς φυγὴν τρέπονται. καὶ καταλαμβάνουσιν Ὀλυμπιά‐ δα. ὁ δὲ Ἀλέξανδρος ἕνα τῶν Ἀναξάρχου κρατήσας ἔφη· “ὑ‐ πόδειξόν μοι Ἀνάξαρχον καὶ τὸ ζῆν σοι μὰ τὴν πρόνοιαν χα‐ ρίσομαι.” ὁ δὲ δείκνυσιν αὐτὸν λέγων· “βλέψον ἐν μέσῳ τῆς φάλαγγος· καὶ ὃν ἂν ἴδῃς λευκὴν ἔχοντα στολὴν καὶ περικε‐
30φαλαίαν χρυσῆν καὶ ποικίλῳ ἵππῳ ἐποχούμενον, αὐτός ἐστιν
Ἀνάξαρχος.” σημειωσάμενος οὖν Ἀλέξανδρος εἶδεν αὐτὸν καὶ λαβὼν μεθ’ ἑαυτοῦ τετρακοσίους ἱππέους εἰς μέσον τῆς φά‐ λαγγος ὥρμησεν. πάντες δὲ τόπῳ τῷ θανάτῳ ἐδίδοσαν καὶ κα‐ ταλιμπάνει Ἀνάξαρχον μόνον· ἐγκρατὴς δὲ τούτου γενόμενος70
35Ἀλέξανδρος οὐδεμίαν ἄλλην εἶχε φροντίδα, ἀλλ’ αὐτὸν μό‐ νον λαβὼν πρὸς τὸν πατέρα ἐπάνεισιν. ὁ δὲ Φίλιππος ἐν ταῖς ἐσχάταις ἀναπνοαῖς ἦν. φησὶν πρὸς αὐτὸν Ἀλέξανδρος· “ὁ πατὴρ ὁ ἐμός, ἀνάστηθι καὶ ἀμύνου τὸν ἐχθρόν σου ἐν τῇ χειρί σου.” καὶ τίθεται κατ’ ἐνώπιον αὐτοῦ Ἀνάξαρχος δε‐
40δεμένος. ὁ δὲ Φίλιππος ἔτι ἐμπνέων πήξας ταῖς χερσὶν ἀνί‐ σταται καὶ λαβόμενος τοῦ ξίφου σφάζει Ἀνάξαρχον. ἐκ δὲ τοῦ αἵματος αὐτοῦ ῥαντίζει Ἀλέξανδρον καὶ ἐπὶ τῷ ὄχλῳ Μα‐ κεδόνων εἶπεν· “οὕτως γενέσθω πᾶσι τοῖς ἀνθεστηκόσιν Ἀλε‐ ξάνδρῳ καὶ Μακεδόσιν.” Ὀλυμπιὰς δὲ παρεστήκει πενθοῦσα·
45ἐμβλέψας δὲ πρὸς αὐτὴν μόλις καί που λέγει· “ὡς καὶ σὺ θαυμαστὴ τοιοῦτον τέξασα παῖδα.” ἐπὶ Ἀλέξανδρον δὲ τὸ ὄμ‐ μα ἐκτείνας καὶ αὐτοῦ τῷ τραχήλῳ ἐφαψάμενος τῇ κεφαλῇ αὐ‐ τῷ ἐπικλίνας ἐξέπνευσε. πενθοῦσί τε ἐπ’ αὐτῷ Μακεδόνες καὶ ἄγουσιν ἐν τῇ πόλει αὐτοῦ ἐπὶ χρυσέου κραββάτου, καὶ θάπ‐

24

(50)

τουσιν αὐτὸν καθῶς ἔθος ἦν. οἱ οὖν Σκύθαι μετὰ τὸ παύσασθαι τὸν καιρὸν τοῦ θρήνους προσῆλθον Ἀλεξάνδρῳ αἰτοῦντες τὸ δοκοῦν αὐτῷ. ὁ δὲ ἀπέ‐ στειλεν αὐτοὺς εἰς τὰ ἴδια εἰπών· “ἀπελθόντες ἄνδρας μοι δοκίμους εἰς συμμαχίαν εὐτρεπίσατε ὡς χιλιάδας τριάκοντα,
55πάντας τοξότας. ὁπόταν δὲ πρὸς ὑμᾶς ἀποστείλω τάχιόν μοι τούτους ἐκπέμψατε· εἰ δὲ καὶ τούτου μὴ βούλεσθε, ἔσονται
κἂν ἡμῖν εἰς συμμαχίαν ὅποταν ἐλεύσομαι τὴν γῆν ὑμῶν ἐκδαφῆσαι.” ἐπὶ τούτοις Σκύθαι προσκυνοῦσιν Ἀλέξανδρον καὶ θεὸν αὐτὸν ἀναγορεύουσιν, οἴκαδε ἀναχωρήσαντες συντα‐72
60ξάμενοι αὐτὸν δουλικῶς διακεῖσθαι μέχρι καὶ πέμπτης γενε‐ ᾶς.
61

25

μετὰ δὲ τὴν τελευτὴν Φιλίππου Ἀλέξανδρος Μακεδόνων ἀναγο‐ ρεύεται βασιλεύς. ἀνέρχεται δὲ ἐπὶ τὸν τοῦ πατρὸς αὐτοῦ Φιλίππου ἀνδριάντα καὶ βοήσας μέγα εἶπεν· “ὦ παῖδες Πελ‐ λαίων καὶ Μακεδόνων καὶ Ἑλλήνων, καὶ Ἀμφικτυόνων καὶ Λα‐
5κεδαιμονίων καὶ Κορινθίων καὶ Θηβαίων καὶ Ἀθηναίων καὶ τῶν λοιπῶν τῆς Ἑλλάδος ἐθνῶν· συνέλθετέ μοι τῷ συστρατιώ‐ τῃ ὑμῶν καὶ ἐμπιστεύσατέ μοι ἑαυτούς, ὅπως καταστρατευσώ‐ μεθα τοῖς βαρβάροις καὶ ἑαυτοὺς ἐλευθερώσωμεν τῆς τῶν Περ‐ σῶν δουλείας, ἵνα μὴ Ἕλληνες ὄντες βαρβάροις δουλεύσωμεν.”
10καὶ ταῦτα εἰπόντος τοῦ Ἀλεξάνδρου ἐκτίθεται κατὰ πᾶσαν πόλιν διατάγματα βασιλικά. συναθροισθέντων οὖν πάντων τῶν χωρῶν παρεγένοντο εἰς Μακεδονίαν, αὐθαίρετοι πάντες ὡς ὑπὸ θεοπέμπτου φωνῆς μετακληθέντες. παραχρῆμα δὲ προστάσσει ἐπισυναχθῆναι πάντας τοὺς ἐν οἵᾳ δήποτε τεχνουργίᾳ ἐγκε‐
15χειρισμένους, ἔν τε σιδήρῳ καὶ χαλκῷ καὶ ξύλοις. καὶ τοῖς μὲν χαλκεῦσι προστάσσει θώρακας καὶ περικεφαλαίας καὶ ξί‐ φη ποικίλοις, ἔν τε δόρασι καὶ οἰστοῖς καὶ μαχαίραις κατα‐ σκευάσαι· τοῖς δὲ ξυλουργοῖς ἀσπίδας καὶ τόξα καὶ δοράτων ἅστας. ἀνοίξας δὲ Ἀλέξανδρος καὶ τὴν τοῦ πατρὸς αὐτοῦ
20ὁπλοθήκην μετέδωκε τοῖς νέοις τὴν πανοπλίαν. ἤγαγε δὲ καὶ πάντας τοὺς τοῦ πατρὸς αὐτοῦ Φιλίππου ὑπερα‐ σπιστὰς γηραιοὺς τυγχάνοντας ἤδη καὶ λέγει αὐτοῖς· “πρε‐ σβῦται καὶ ἄλκιμοι συνστρατιῶται καταξιώσατε κοσμῆσαι τὴν Μακεδόνων στρατιὰν καὶ συνστρατεύσασθε ἡμῖν εἰς τὸν πόλε‐74
25μον.” οἱ δὲ εἶπον· “Ἀλέξανδρε βασιλεῦ ἡμεῖς προέβημεν τῇ ἡλικίᾳ συνστρατευόμενοι τῷ πατρί σου Φιλίππῳ τῷ βασιλεῖ, καὶ οὐκέτι ἡμῖν ἐστι σθεναρὸν τὸ σῶμα πρὸς ἀντιπάλους· διὸ παραιτούμεθα τὴν ἐπὶ σοῦ στρατείαν.” ὁ δὲ Ἀλέξανδρος εἶπε πρὸς αὐτούς· “ἀλλ’ ἐγὼ μᾶλλον συνστρατεύσομαι ὑμῖν κἂν γη‐
30ραλέοι τυγχάνετε, πολὺ γὰρ τὸ γῆρας τῆς νεότητος ἔφυ χρη‐ σιμώτερον· πολλάκις γὰρ ἡλικία νεάζουσα πεποιθυῖα τῇ τοῦ σώματος ἀλκῇ ἐκτραπεῖσα εἰς ἀβουλίαν ἔρχεται καὶ ἐξάπινα κινδυνεύει. ὁ δὲ πρεσβύτης πρότερον λογισάμενος, ἐπὶ τὸ ὁρμᾶν καθυστερεῖ † τὴν γνώμην μεταλλαγῆναι τοῦ κινδύνου †.
35ὑμεῖς οὖν πατέρες συνστρατεύσασθε ἡμῖν, οὐχ ὡς ἀντιτασσό‐
μενοι τοῖς πολεμίοις ἀλλὰ προτρεπόμενοι τοῖς νέοις γενναί‐ ως ἀντιπαρατάττεσθαι. ἀμφοτέρων γὰρ ἡ βοήθεια συνεπισχύσει ταῖς φρεσὶ τὸ στρατόπεδον· καὶ γὰρ πολεμεῖν τοῦ νοεῖν χρείαν ἔχει, πρόδηλον γάρ ἐστι· πρὸς τὴν μάχην γινώσκοντες76
40ὅτι καὶ αὑτῶν ἐστιν ἡ σωτηρία τῆς περὶ τῆς πατρίδος νίκης. οἱ γὰρ πολέμιοι ἡμῶν 〈ἡττηθέντων〉 ἐπὶ τὴν ἄχρηστον ἡλικίαν ἐπελεύσονται, νικησάντων δὲ ἡ νίκη ἐπὶ τὴν τῶν συμβουλευ‐ σάντων γνώμην ἀνακάμψει.” καὶ ταῦτα εἰπὼν Ἀλέξανδρος τοὺς ὑπεργηραθέντας ἔπεισε διὰ τῶν λόγων αὐτοῦ ἀκολουθῆσαι αὐ‐
45τῷ.
45

26

καὶ ἁπλῶς εἰπεῖν, παραλαμβάνει Ἀλέξανδρος τὴν βασιλείαν Φιλίππου τοῦ πατρὸς αὐτοῦ περὶ ὀκτωκαίδεκα γενόμενος ἔτη. τὸν δὲ θόρυβον τὸν γενόμενον μετὰ τοῦ Φιλίππου θάνατον Ἀντίπατρος κατέπαυσε συνετὸς ἀνὴρ καὶ φρόνιμος καὶ στρα‐
5τηγικώτατος.

26CD,beta

(6)

hic addunt CDβ: προσήγαγε γὰρ τὸν Ἀλέξανδρον ἐν θώρακι εἰς τὸ θέατρον καὶ πολλὰ διεξῆλθε καὶ τοὺς Μακεδόνας εἰς εὔνοιαν ἐκκαλούμενος.

26D,beta

(9)

et deinde Dβ:
10ἦν δὲ ὁ Ἀλέξανδρος ὡς ἔοικε τοῦ πατρὸς αὐτοῦ Φιλίππου εὐ‐ τυχέστερος καὶ μεγάλων εὐθὺς ἠμφισβήτει πραγμάτων καὶ πάν‐ των ἐκράτει ὡς νουνεχὴς καὶ μέγιστος βασιλεύς.

26

(13)

τούτων οὕτως ἐχόντων ἀπὸ ἀνατολῶν Δαρεῖος ὁ Περσῶν βασι‐ λεὺς ἀγγέλους πρὸς Μακεδονίαν ἐξέπεμψε περὶ τῶν ἐτησίως
15διδομένων φόρων, ὥστε αὐτοὺς ἀναλαβέσθαι καὶ πρὸς αὐτὸν τὸ τάχος ἀνθυποστρέψαι. ὡς δὲ τὴν Φιλίππου πόλιν κατέλαβον ὡς ἔθος ἦν αὐτὸν τὸν βασιλέα ὑπεξέρχεσθαι καὶ δουλικῶς τοῖς Περσικοῖς γράμμασιν προσκυνεῖν καὶ μετὰ τῆς προσηκούσης τιμῆς τοῖς ἀγγέλοις ἀποδεχθῆναι, τοῦτο Ἀλέξανδρος οὐκ ἐ‐
20ποίησεν ἀλλ’ ἀπέστειλεν πρὸς αὐτούς τινα τοὔνομα Ἀντίοχον
παραπλησίον δὲ αὐτοῦ τυγχάνοντα καὶ αὐτὸν νεανίσκον ὡσεὶ χρόνων δεκατριῶν, καὶ μετ’ αὐτοῦ τινας τῶν μεγιστάνων, τοὺς πάντας χρυσέοις περιβεβλημένους θώραξι καὶ τὸ δόρυ Ἀλεξάνδρου ἐν ταῖς χερσὶν Ἀντιόχου ἐπιφερόμενον. ὡς δὲ78
25τὴν πόλιν ἐξῄεσαν ἀπέστειλε πρὸς αὐτοὺς Ἀντίοχος ἄγγελον λέγων αὐτοῖς· “τοῦτο ἡμῖν τὸ σημεῖον ἔστω οἱ ὑπὸ Δαρείου ἀποσταλέντες, ὡσὰν πρὸς ἡμᾶς καταλάβητε· πεσόντες προσκυ‐ νήσατε τὸ Ἀλεξάνδρου δόρυ. εἰ δὲ τοῦτο ὑμῖν οὐ δόξει ποι‐ εῖν, παραυτίκα θανάτῳ ἀπολεῖ ὑμᾶς.” ταῦτα ἀκούσαντες οἱ
30τοῦ Δαρείου τὰ ἀσυνήθη καὶ ἀπροσδόκητα ῥήματα καὶ ἐν ἐκ‐ πλήξει γενόμενοι κἂν μὴ θέλοντες τὰ προσταχθέντα ἐποίουν καὶ προσελθόντες προσεκύνησαν τὸ δόρυ Ἀλεξάνδρου καὶ ἀ‐ σπάζονται τοὺς πόδας Ἀντιόχου. καὶ ἐξ ἀναλόγου ταῦτα ἐγί‐ νοντο. ἃ γὰρ οἱ ἀπὸ Δαρείου σταλέντες ἐποίησαν τοῦτο μάλι‐
35στα παρὰ τοῦ βασιλέως ἤλπιζον λαβεῖν. Ἀλέξανδρος δὲ ἐπί τινος τόπου μετεώρου καθημένος, παρειστήκεισαν αὐτὸν παῖ‐ δες Μακεδόνων χρυσόζωνοι καὶ σηρικοφόροι· αὐτὸς δὲ Ἀλέ‐ ξανδρος τὴν ἀνατέλλων ἐσθῆτα ἦν ἠμφιεσμένος καὶ στέφανον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐκ χρυσοῦ καὶ λίθων καὶ μαργάρων νι‐
40κητικὸν ἄνωθεν ἔχων σημεῖον, οἷος ἦν ὁ Ζεύς. καὶ οὐκ ἦν αὐτὸν συνεικάσαι {ἐν} οὐδενὶ εἰ μὴ τῷ Διί. οἱ δὲ περὶ αὐ‐ τὸν ὡς δίκην ἀστέρων ἦσαν ἐκλάμποντες, ἀπὸ δὲ τῆς πύλης τῆς πόλεως μέχρις Ἀλεξάνδρου ἵσταντο πλήθη πολλὰ πάντες ἔνοπλοι· ἔνθεν καὶ ἔνθεν ἦχοι τε καὶ κρότοι καὶ σαλπίγγων
45φωναὶ καὶ εὐφημίαι καὶ συνδρομὴ πληθῶν· ὡς δὲ τὴν πόλιν μέλλον εἰσιέναι οἱ παρὰ τοῦ Δαρείου κελεύει Ἀντίοχος σὺν αὐτοῖς εἰσβατῶς ἄγεσθαι πρὸς Ἀλέξανδρον, αὐτοὶ δὲ τὰ προστασσόμενα ἐποίουν. μέγας οὖν φόβος αὐτοῖς εἶχε καὶ ἔκ‐ πληξις· τὰ γὰρ παρ’ ἐλπίδα ἐρχόμενα φοβερὰ τοῖς ἀπείροις

26

(50)

ἐφαίνοντο. ὡς δὲ τὴν πόλιν διήρχοντο οὐδὲν εἶχον πρῶτον θεωρεῖν, πάντα γὰρ αὐτοῖς ἐθαυμάζοντο. ἐπεὶ δὲ καὶ πρὸς Ἀ‐ λέξανδρον κατέλαβον καὶ ἐπ’ αὐτῷ τοὺς ὀφθαλμοὺς ἐμβλέψαν‐ τες, ἔδοξαν θεόν τινα θεωρῆσαι· πεσόντες δὲ προσεκύνησαν Ἀλέξανδρον, καὶ δὴ ἀναστάντες οὐκ ἤθελον ἐξ αὐτοῦ ἀνταί‐80
55ρειν τοῖς ὀφθαλμοῖς, καὶ εἰ ἤθελον οὐκ ἠδύναντο· πρὸς γὰρ τὴν γῆν βιαζόμενοι βλέψαι οἱ ὀφθαλμοὶ ἀντανακλώμενοι πρὸς Ἀλέξανδρον ἀτενίζειν αὐτοὺς κατηνάγκαζον, οὐ γὰρ ἦν αὐ‐ τοῖς κόρος τῇ θεᾷ. τρισσῶς δὲ προσκυνήσαντες τὴν ἐπιστολὴν Δαρείου τῷ Ἀλεξάνδρῳ ὑπέδειξαν. Ἀντίοχος δὲ ταύτην λαβὼν
60ἄνεισι † τῷ ἀσπίχι †· τὰ δὲ ἐν τῇ ἐπιστολῇ ἐμφερόμενα τάδε ἦν· “ἐπειδὴ τὸ τῆς μοναρχίας κράτος μόνῳ Δαρείῳ τῷ θεῷ δέ‐ δοται—καὶ τίς θεὸς πλὴν Δαρείου; —, ὃς ἐγκρατὴς τῆς ὑπ’ οὐρανὸν ἐκ τῆς περὶ αὐτοῦ ἀπείρου δυνάμεως ἐγένετο. ἄρχειν δὲ βασιλεῖς καὶ τοπάρχας. ἐπὶ τούτῳ γινωσκέτω τὸ ἡμέτερον
65κράτος μὴ λανθάνειν Μακεδονίας. εἰ δὲ καὶ τέως ἔλαθεν, διὰ τῶν παρόντων νῦν ἀποσταλέντων παρ’ ἡμῶν οὐρανίων ἀνθρώπων πάντα τὰ περὶ ἡμῶν ἀναδειχθήσονται· καὶ τὸ παρὰ τῆς θείας ἡμῶν προνοίας ἄρχειν Μακεδόνων ἐγχειρισθείς, δουλικῶς τὸ σέβας τῷ κράτει ἡμῶν ἀπονείματε· τοῖς παρ’ ἡμῶν ἀποσταλ‐
70θεῖσιν τοὺς ἐτησίους φόρους παρασχεῖν, συγχωρηθῆναι παρὰ τῆς θειότητος ἡμῶν ἐν τῷ τέως ἄρχειν.” ὡς δὲ ταῦτα ἀνεγνώ‐ σθη Ἀλεξάνδρῳ καὶ τὴν ἐπιστολὴν τῇ χειρὶ λαβὼν διαρρήξας ταύτην ἐπ’ ὄψεσι τῶν ἀποσταλμένων καὶ τῷ ἐδάφει ἀπορρίψας εἶπεν· “ὑπὲρ τίνος φόρους ὑμεῖς ἀπαιτεῖτε;” ἀπεκρίθησαν
75αὐτῷ οἱ σατράπαι Δαρείου· “ὑπὲρ τῆς γῆς Δαρείου τοῦ βασι‐ λέως.” λέγει αὐτοῖς Ἀλέξανδρος· “εἰ ταύτην οἱ θεοὶ τοῖς ἀνθρώποις δέδωκαν εἰς διατροφὰς δωρεάν, Δαρεῖος τὴν τῶν θεῶν δωρεὰν ἐρανίζεται.” εἶτα λέγει αὐτοῖς πειράζων· “τί
γὰρ ἂν εἴη ἃ λαμβάνετε;” λέγουσιν αὐτῷ· “ὠὰ χρυσᾶ ἑκατὸν82
80ἀπὸ λιτρῶν εἴκοσι χρυσίου.” ἀποκριθεὶς δὲ Ἀλέξανδρος εἶ‐ πε· “πορεύεσθε καὶ εἴπατε Δαρείῳ ὅτι Ἀλέξανδρος ὁ Φιλίπ‐ που παῖς δηλοῖ σοι, τὰ πρὸς πόλεμον εὐτρεπίσθητι, εἰ μὴ τάχιον δώροις εἰς τὰ ἀγνοίᾳ γραφέντα μοι ἐκμειλίξηται· γι‐ νωσκέτω δὲ ταῦτα Δαρεῖος, ὡς Ἀλέξανδρος βασιλεύει καὶ Μα‐
85κεδόνες φόρους οὐ τελοῦσιν, ἀλλὰ καὶ οὓς τὸ πρὶν ἔλαβες ἐγὼ παρὼν πρὸς σὲ λήψομαι. ἄπιτε, εἴπατε, καὶ τὸ συμφέρον μετὰ Δαρείου τοῦ θεοῦ ὑμῶν πραγματεύσασθε.” καὶ ταῦτα εἰ‐ πὼν ἐξέπεμψεν αὐτοὺς μήτε γραμμάτων ἀξιώσας τὸν πέμψαντα αὐτοῖς βασιλέα· οἱ δὲ πεσόντες προσεκύνησαν Ἀλεξάνδρῳ καὶ
90ἐξελθόντες τὴν ὁδοιπορίαν πρὸς Δαρεῖον ἐποιήσαντο. ὁ δὲ Ἀλέξανδρος συναγαγὼν τὴν προτέραν στρατιὰν Φιλίππου
τοῦ πατρὸς αὐτοῦ ἠρίθμησεν αὐτοὺς καὶ εὗρε Μακεδόνων 〈πε‐ ζοὺσ〉 μυριάδας δύο καὶ ἥμισυ καὶ ἱππεῖς ἄνδρας ἑπτακισχι‐ λίους καὶ Θρᾶκας πεντακισχιλίους· Ἀμφικτυόνων δὲ καὶ Λα‐84
95κεδαιμόνων καὶ Κορινθίων εὗρε μυριάδας τέσσαρας· συναριθ‐ μήσας δὲ πάντας τοὺς παρόντας αὐτῷ καὶ οὓς εἶχεν ἀπὸ τοῦ πατρὸς αὐτοῦ Φιλίππου εὗρε χιλιάδας ἑβδομήκοντα ἑπτὰ καὶ τοξότας χιλιάδας ὀγδοήκοντα πεντακοσίους. ἀπέστειλε δὲ καὶ πρὸς Σκύθας ἄγγελον, ὡσὰν εἰ βούλοιντο ἐλεύσοντο πρὸς αὐ‐

26

(100)

τὸν εἰς συμμαχίαν· στέλλουσι δὲ πρὸς αὐτὸν Σκύθαι ἄνδρας ἱππεῖς τοξότας χιλιάδας ἑβδομήκοντα, πάντας νεανίσκους ἐκ‐ λέκτους. καὶ ἐγένετο πᾶσα ἡ δύναμις Ἀλεξάνδρου χιλιάδες ἑκατὸν τεσσαράκοντα ἑπτά. ἐπάρας αὐτοὺς ὥρμησεν κατὰ Θεσσαλονίκης. ὁ δὲ τηνικαῦτα
105τύραννος πρὸ τοῦ πλησιάσαι Ἀλέξανδρον τοῖς ὁρίοις ἀπο‐ στέλλει πρὸς αὐτὸν πρέσβεις εἰρήνην αἰτούμενος, καὶ συν‐ εκπέμπει χρυσίον τε καὶ ἀργύριον καὶ τὸν παῖδα αὐτοῦ, γράψας ἐπιστολὴν [τήνδε]· “τῷ δεσπότῃ τῆς οἰκουμένης Ἀλε‐ ξάνδρῳ τῷ θειοτάτῳ Πολύκρατος ὁ ἀνάξιος ἱκέτης χαίρειν.
110ἐπειδήπερ τῇ προνοίᾳ ἀδυνατεῖ οὐδέν, πάντα τῇ τύχῃ ὑπο‐ τάσσεσθαι χρέος δὲ δὴ καὶ σὲ τὸν θειότατον ἡμῶν βασιλέα ἀκριβῶς εἰδότες ἐκ θείας προνοίας γεγονότα—ὡς καὶ τὰ δο‐ κοῦντά σοι πάντα εὐχερῶς ἡ τύχη πεποίηκεν—δουλικῶς κἂν μὴ θέλουσιν οἱ τὴν ὑπ’ οὐρανὸν ἅπαντες τῷ κράτει σου τὸ
115σέβας ἀπονεμέτωσαν. ὅθεν κἀγὼ ἀκριβῶς ἐπίσταμαι τὰ σὰ εὐ‐ τυχῆ πλεονεκτήματα καὶ τὴν πρὸς σέ μου δούλωσιν διὰ τοῦδε τοῦ εὐτελοῦς μου γραμματίου ἀνήγαγον. ἐν ἀκριβείᾳ δὲ πι‐ στῶσαι βουλόμενος τῷ κράτει σου πέπομφά σοι καὶ ὅν μοι ἡ
τύχη μονογενῆ παῖδα ἐχαρίσατο σὺν οἰκτροτάτοις δώροις. δέ‐86
120ξαι δέ μου τὴν ἱκετηρίαν δέησιν τελείως καθώς ἐστιν ἀρε‐ στὸν ἐν ὀφθαλμοῖς σου· ἔρρωσο ὁ ἡμέτερος κύριος καὶ τὰ δο‐ κοῦντά σοι δῆλα ἡμῖν τοῖς δούλοις σου ποίησον.” δεξάμενος οὖν τὴν ἐπιστολὴν ὁ Ἀλέξανδρος καὶ ἀναγνοὺς ἐπικάμπτεται τῇ δεήσει Πολυκράτους καὶ τοὺς μὲν ἀπεσταλμένους φιλοφρο‐
125νησάμενος ἀπέστειλε πρὸς Πολύκρατον γράψας αὐτῷ ἐπιστολὴν τοιάνδε· “ἐπειδήπερ ἐκ θείας προνοίας δέδοται ἡμῖν ἡ ἀρχὴ καὶ ὅτι τῇ τύχῃ ὑποτάσσεσθαι χρή, ταῦτα ἐν ἀληθείᾳ ἔλεξας. καὶ γὰρ ἐγὼ πέπεισμαι τῇ διδαχῇ τῆς ἄνωθεν προνοίας. ἐπὶ τούτῳ τὸ δοκοῦν ἡμῖν ἐξιλέωσας καὶ τὴν ὑπ’ Ἀναξάρχου τοῦ
130πατρός σου ἐξαυθεῖσαν ὀργὴν κατέσβεσας οὐ τοῖς ἀποσταλθεῖ‐ σιν ἡμῖν δώροις σου ἀλλὰ τῇ παρακλήσει τοῦ γράμματος καὶ τῇ τοῦ υἱοῦ ἀποστολῇ. καὶ ἔσται Χαριμήδης ὁ παῖς σου σὺν ἡμῖν τὴν σὴν ἀναμνήσκων μου εὐγνωμοσύνην· ἔρρωσο.” μετὰ δὲ τὸ ὑποταγῆναι αὐτὸν Θεσσαλονίκην τὴν πορείαν ἐπὶ
135τοῖς ἄνω Σκύθαις ἐποίει. καὶ δὴ τριῶν ἡμερῶν διελθουσῶν πρέσβεις ἥκασιν ἐκ Σκυθίας φάσκοντες δουλικῶς διακεῖσθαι αὐτῷ· καὶ συγχωρεῖν τοῦ μὴ ἐπιβῆναι αὐτοῖς. ὁ δὲ Ἀλέξαν‐ δρός φησι πρὸς αὐτούς· “ἄπιτε ἐν τῇ γῇ ὑμῶν καὶ ἀποστείλα‐ τέ μοι ἄνδρας τοξότας ἐμπείρους εἰς συμμαχίαν χιλιάδας ὅ‐
140σας βούλεσθε· καὶ ἰδοὺ ἐγὼ πρὸς Λακεδαιμονίους ἀπέρχομαι. ἐλεύσεται δέ μοι ἡ ὑμετέρα συμμαχία δι’ ἡμερῶν ἑξήκοντα. τῆς δὲ προθεσμίας παρελθούσης καὶ μήπω οἱ προσδοκούμενοι ἥξουσιν, ἐφ’ ὑμᾶς ἐπεκτείνω τὴν φάλαγγα καὶ οὐ μεταστρα‐ φήσομαι.” οἱ δὲ Σκύθαι συνετάξαντο πάντα τὰ προσταχθέντα
145δουλικῶς ποιεῖν· καὶ ἀπέστειλεν αὐτοὺς φιλοφρονησάμενος εἰς τὰ ἴδια.
146

27

ὁ δὲ Ἀλέξανδρος κατὰ Λακεδαιμονίαν ὥρμησεν. ἀκουστὸν δὲ ἐγένετον πᾶσιν καὶ φόβος αὐτοῖς καὶ τρόμος ἐπέπεσεν καὶ διηποροῦντο τί ἂν διαπράξοιντο. καὶ δὴ καταλαμβάνουσιν ἅ‐ παντες οἱ τῶν πόλεων ἔξαρχοι ἐν Ἀθήναις, ἐκεῖσε γὰρ ἦν88
5αὐτῶν ἡ ἀρχή, δώδεκα δὲ ῥήτορες τῷ τότε καιρῷ διεῖπον τὴν πᾶσαν ἀρχὴν Ἑλλάδος. συνήρχοντο πάντες ὁμοῦ καὶ βουλὴν ἐδίδοσαν ὡς τί περὶ Ἀλέξανδρον διαπράξονται. ἐπὶ τρισὶ δὲ ἡμέραις διαπορούμενοι καὶ τὸ συμφέρον διερευνῶντες οὐκ ἦν αὐτοῖς τὸ ἀρέσκον τὸ σύνολον· ἄλλοι μὲν αὐτῶν ἀντιπαρα‐
10τάξασθαι Ἀλέξανδρον ἔλεγον, ἄλλοι δὲ τὸ ἀνάπαλιν ἐπεφώ‐ νουν. καὶ ἦν αὐτῶν ἄωρος ἡ τύχη. καὶ δὴ πάντες συμβουλευ‐ όμενοι μάχεσθαι Ἀλέξανδρον, Διογένης ἀντεφθέγξατο· “καὶ ποῦ ἡμῖν ἐλπὶς νίκης τῷ Ἀλεξάνδρῳ μὴ ὑπείκειν;” οἱ δὲ πε‐ ρὶ Ἀντισθένην καὶ Παρμενίδην φησίν· “ἔχομεν λόγους ἐκ
15προγόνων· ὁπόταν τῇ πόλει ἡμῶν ἐπῆλθε Διόνυσος ὁ πᾶσαν ὑποτάξας γῆν, ἀλλὰ ἀντεῖπον αὐτῷ Ἀθηναῖοι καὶ μέγιστα κατ’ αὐτοῦ ἦραν τρόπαια καὶ ἀχρεῖον αὐτὸν ἀποστρέφουσιν ὡσεὶ ἀ‐ δράνεον· καὶ μὴ κρείσσων Ἀλέξανδρος Διονυσίου.” ἐπὶ τού‐ τοις Διογένης παριὼν ἀκούει τὰ λεγόμενα καὶ περιστραφεὶς
20εἶπεν· “εἴπατε δέ μοι οἱ τῶν Ἀθηναίων ἔξαρχοι, ἐν τῷ τότε καιρῷ τίς ὁ ὑπὲρ Θηβαίων ὁ ἀγωνιζόμενος καὶ τίνες οἱ τό‐ τε στρατηγοί;” οἱ δὲ εἶπον· “ὁ μὲν πρόμαχος Ἀτρεὺς καὶ μετὰ τῶν στρατηγῶν † εἶναι σοι † καὶ ὁ θαυμαστὸς Ὕλλος ὃς καὶ βασιλεύειν Λακεδαιμονίοις πρῶτος ἐνδείκνυται.” καὶ ὁ
25Διογένης ἐπὶ τούτῳ γελοιῶν ἔφη· “καὶ ὦ συμφορᾶς, Ὕλλον ἐξ αὐτῶν παραστήσατε μόνον καὶ ἐρῶ ὑμῖν Ἀλέξανδρον ἀντιπαρα‐ τάξασθαι· εἰ δὲ καὶ μὴ τοῦτο ποιήσατε, οὐ μόνον Ἀλέξαν‐ δρον μαχήσασθε ἀλλὰ καὶ τὴν Θῆβαν ἀδαφίσατε.” καὶ ταῦτα εἰπὼν διῆλθεν. ἀλλ’ οὐκ ἔπειθεν ὅμιλον εὔλογον λέγειν, ἵ‐
30στατο δὲ αὐτῶν ἡ βουλὴ τὰ πρὸς μάχην εὐτρεπίζεσθαι. ἐπὶ τούτοις καταλαμβάνει Ἀλέξανδρος καὶ παρεκτείνει τὴν φάλαγγα καὶ τὰ εἰς εἰρήνην αὐτοῖς ἐρωτᾷ. αὐτοὶ δὲ μᾶλλον ἐπὶ πλεῖστον ἐθρασύνοντο καὶ ἀποστρέφουσι τοὺς ἀγγέλους Ἀλεξάνδρου ἐχτρίως ὑβρίσαντες. Ἀλέξανδρος δὲ τῶν ἐκεῖσε90
35ὑποχωρεῖ μικρόν τι ἐκ τῆς πόλεως αὐτῶν εἰπὼν αὐτοῖς· “καὶ ὦ ὑμεῖς ἐξ ἐσχάτου μετανοήσαντες οὐδὲν ὠφελήσετε.” καὶ δὴ ὡς ἀπὸ σταδίων δώδεκα ἔπηξε τὸ φοσσάτον Ἀλέξανδρος ἐκδε‐ χόμενος τὸ τῶν Σκυθῶν αὐτῷ ἐπερχόμενον λαόν. μετ’ οὐ πολ‐ λὰς οὖν ἡμέρας φθάνουσιν οἱ προσδοκώμενοι ποικίλοις θώρα‐
40ξιν ἐνωπλισμένοι οἱ πάντες, ἁλυσιδωτὰς ἀσπίδας καταστήσαν‐ τες λευκὰς καὶ τόξα καὶ φαρέτρας καὶ μαχαίρας καὶ δόρατα. ἐπισκεψάμενος οὖν αὐτοὺς εὗρε χιλιάδας ὀγδοήκοντα πέντε. κατ’ αὐτὴν δὲ τὴν ὥραν ἐπὶ Ἀθήνας ἐκτείνει τὴν φάλαγγα καὶ ἐπέστη τῇ πόλει καὶ ἤρξατο πολιορκεῖν αὐτοῖς. καὶ οὐκ
45ἦν ἀριθμὸς τῶν τοξοτῶν, ἀπὸ γὰρ τῆς βολῆς ὁ ἥλιος οὐκ ἀν‐ εφαίνετο.
46 πολεμοῦντος δὲ αὐτοῦ τούτοις ἐνεωτέρισεν ἡ Ἑλλάς. φήμης δὲ γενομένης ὅτι τέθνηκεν ἐν τῷ πολέμῳ Ἀλέξανδρος λέγε‐ ται ὅτι ὁ Δημοσθένης τραυματίσας τινὰ ἄνθρωπον εἰσήγαγεν

27

(50)

εἰς τὴν ἐκκλησίαν καί τινα Ἀθηναῖον ἑωρακέναι αὐτὸν λέ‐ γοντα κείμενον Ἀλέξανδρον. καὶ δὴ τὴν φρουρὰν ἐξέκοψαν οἱ Θηβαῖοι τὴν μετὰ Χειρονείαν ἣν ὁ Φίλιππος εἰς τὸν Κάδμον εἰσήγαγε· τοῦτο αὐτούς φασιν ἔπεισε Δημοσθένης.
53 κατ’ αὐτὴν δὲ τὴν ὥραν σημεῖα τοῖς Θηβαίοις τῶν μελλόντων
55κακῶν ἐγένετο· τὸ γὰρ τῆς Δημήτρας ἱερὸν ἀράχνη περιεκάλυ‐ ψε, τὸ δὲ τῆς Δίρκης καλούμενον ὕδωρ αἱματῶδες ἐγένετο. καὶ ἦν ἰδεῖν θαῦμα μέγιστον· οἱ γὰρ τοῖς τείχεσι χάριν πολέμου ἐφιστάμενοι δίκην φύλλων ἐκ τοῦ τείχους κατήρχον‐
το. καὶ οὐκ ἦν ὁ ἀνθιστάμενος Ἀλεξάνδρῳ. παραλαβὼν δὲ92
60ταύτην ὁ βασιλεὺς κατέσκαψεν πᾶσαν τὴν πόλιν τηρήσας μό‐ νην οἰκίαν τὴν Πινδάρου. ὡς δ’ ἐπαύσατο ὁ πόλεμοσ ἵστατο Ἀλέξανδρος καὶ περισκο‐ πῶν τὰ ἀναθήματα ἐντυγχάνει Διογένει ἔν τινι ἡλιακῷ καθε‐ ζόμενον τόπῳ καί φησι· “οὗτος δὲ τίς;” οἱ δὲ περὶ αὐτοῦ
65ἔφησαν· “οὗτός ἐστιν δέσποτα Διογένης ὁ φιλόσοφος ὁ πολ‐ λάκις συμβουλεύσας Ἀθηναίοις τῷ σῷ μὴ μάχεσθαι κράτει.” ταῦτα ἀκούσας Ἀλέξανδρος καταλαμβάνει τὸν τόπον εἰς ὃν Διογένης καθημένος ἡλιάζετο—πρωὶ γὰρ ἦν καὶ Διογένης τῷ κρύει ἐπιέζετο· καί φησιν Ἀλέξανδρος· “ὦ Διόγενες τί σοι
70χαρίσομαι;” ὁ δὲ πρὸς αὐτόν· “οὐδέν” ἔφη “ἄλλον εἰ μὴ τὸν ἥλιόν μοι χάρισαι ἀπιὼν ἀπ’ ἐμοῦ, ἵνα τὸ παρὸν θερμανθῶ.” ἐπὶ τούτῳ Διογένης θαυμάζεται ὡς τῶν γηίνων μὴ ἐφιέμενος.
72

46*

ἐκεῖθεν δὲ ἦλθεν εἰς τὰς Θήβας καὶ ζητήσας παρ’ αὐτῶν ἄν‐ δρας στρατεῦσαι, ἀπέκλεισαν τὰς πύλας τῶν τειχῶν καὶ οὐδὲ πρέσβεις ἀπέστειλαν πρὸς αὐτὸν ἀλλὰ καὶ παραταξάμενοι καθ‐ ωπλίζοντο πολεμεῖν Ἀλεξάνδρῳ. καὶ πέμπουσι πρὸς αὐτὸν
5πεντακοσίους ἄνδρας κηρύξαι αὐτῷ· “ἢ πολέμει ἢ ἄπεχε τῆς πόλεως ἡμῶν Θήβης ὅτι οὐχ ὅμοιοί ἐσμεν Ἀθηναίοις.” Ἀλέ‐ ξανδρος δὲ μειδιάσας εἶπε πρὸς αὐτούς· “ὦ γενναῖοι Θηβαῖ‐ οι τί ἀποκλείσαντες ἑαυτοὺς ἐν ταῖς τῶν τειχέων πύλαις παρακελεύεσθε πολεμεῖν Ἀλεξάνδρῳ τῷ βασιλεῖ; ἐγὼ οὖν μα‐
10χήσομαι ὑμῖν οὐχ ὡς πρὸς γενναίους τινὰς καὶ ἐμπείρους πολέμου ἀλλὰ πρὸς ἰδιωτικὰς καὶ δειλίας πεπλησμένας γυ‐ ναῖκας. ἑαυτοὺς γὰρ ὡς γυναικάρια ἀποκλείσαντες ἐντὸς τῶν τειχέων προσφωνεῖτε ἡμῖν.” καὶ ταῦτα εἰπὼν ὁ βασιλεὺς Ἀ‐ λέξανδρος ἐκέλευσε χιλίους ἱππεῖς διατρέχειν ἔξω τῶν τει‐
15χέων καὶ τοξεύειν τοὺς ἐφεστῶτας ἐν τῷ τείχει τῆς πόλεως. καὶ ἑτέρους χιλίους στρατιώτας ἀξίναις διστόμοις καὶ μα‐ κροτόμοις μόχλοις σιδηροῖς ὀρύσσειν τὰ θεμέλια τοῦ τεί‐
χους τῆς Θηβῶν πόλεως, πῦρ δὲ ταῖς πύλαις προσάπτειν καὶ τοὺς καλουμένους κρίους μετὰ βίας ἐρείδεσθαι. [πρὸ] τῶν94
20τ̣ε̣ι̣χ̣έ̣ω̣ν̣ δ̣ὲ̣ ὄ[ργανα διὰ τροχ]ῶν ὑ̣π̣ὸ̣ σ̣τ̣ρ̣α̣[τιω]τῶν [βίᾳ συν‐ ωθούμενα] μ̣α̣κ̣ρ̣ό̣θ̣ε̣ν̣ ἐ̣ξ̣α̣φ̣ί̣ε̣τ̣ο̣ π̣ρ̣ὸ̣ς̣ τ̣ὰ̣ τ̣ε̣ί̣χ̣η̣ κ̣α̣ὶ̣ τ̣ο̣ὺ̣ς̣ π̣ά̣ν̣υ̣ ἁ̣ρ̣μ̣ο̣λ̣ο̣γ̣η̣θ̣έ̣ν̣τ̣α̣ς̣ [τοίχου]ς̣ δ̣ι̣έ̣λ̣υ̣ο̣ν̣. Ἀ̣λ̣έ̣ξ̣α̣ν̣δ̣ρ̣ο̣ς̣ δ̣ὲ̣ [μετὰ] ἑ̣τ̣έ̣ρ̣ω̣ν̣ χ̣ι̣λ̣ί̣ω̣ν̣ [καὶ] σ̣φ̣ε̣ν̣δ̣ο̣ν̣ι̣σ̣τ̣ῶ̣ν̣ κ̣α̣ὶ̣ λ̣ο̣γ̣χ̣ο̣β̣ό̣λ̣ω̣ν̣ [περι]έ̣‐ τ̣ρ̣ε̣χ̣ε̣· π̣ε̣ρ̣ι̣εῖχε̣τ̣ο̣ δὲ π̣ά̣ν̣τ̣η̣ π̣ῦ̣ρ̣ κ̣α̣ὶ̣ λ̣ί̣θ̣ο̣ι̣ κ̣α̣ὶ̣ β̣έ̣λ̣η̣ κ̣α̣ὶ̣ δ̣ό̣‐
25ρ̣α̣τ̣α̣ ἠ̣κ̣ο̣ν̣τ̣ί̣ζ̣ο̣ν̣τ̣ο̣. ἀ̣π̣ὸ̣ δ̣ὲ̣ τ̣ῶ̣ν̣ [τειχέων] ο̣ἱ̣ Θ̣η̣β̣α̣ῖ̣ο̣ι̣ κ̣α̣τ̣έ̣‐ π̣ι̣π̣τ̣ο̣ν̣ [τιτρωσκόμενοι, μὴ δυνάμενοι] ἀ̣ν̣τ̣ι̣π̣α̣ρ̣α̣τ̣ά̣ξ̣ε̣σ̣θ̣α̣ι̣ Ἀ̣‐ λ̣ε̣ξ̣[άνδρῳ]. δ̣ι̣ὰ̣ ο̣ὖ̣ν̣ τ̣ρ̣ι̣ῶ̣ν̣ [ἡμερῶ]ν̣ π̣ᾶ̣σ̣α̣ ἡ̣ Θ̣η̣β̣α̣ί̣ω̣ν̣ π̣ό̣λ̣ι̣ς̣ ἐ̣π̣υ̣ρ̣[πολεῖ]το· [πρώτη] δ̣ὲ̣ δ̣ι̣α̣ρ̣ρ̣ή̣σ̣ε̣τ̣α̣ι̣ ἡ̣ κ̣α̣λ̣ουμέ̣ν̣η̣ Κ̣α̣λ̣μ̣ί̣α̣ π̣ύ̣λ̣η̣ ἔ̣ν̣θ̣α̣ ἦ̣ν̣ Ἀ̣λ̣έ̣ξανδρος ἐ̣φ̣ε̣σ̣τ̣ώ̣ς̣, κ̣α̣ὶ̣ ε̣ὐ̣θ̣έ̣ω̣ς̣ ε̣ἰ̣σ̣ῆλθεν Ἀ‐
30λέξανδρος πρῶτος τοὺς μ̣ὲ̣ν̣ τ̣ι̣τρώσκων τοὺς δ̣ὲ̣ ἐ̣κ̣φ̣ο̣βῶν καὶ σ̣υ̣ν̣τ̣αράσσων. [ἐπ]ε̣ι̣σ̣έ̣ρ̣χ̣ο̣ν̣τ̣α̣ι̣ δὲ καὶ διὰ τ̣ῶ̣ν̣ ἄ̣λ̣λ̣ω̣ν̣ πυλῶν π̣λ̣ή̣θ̣η̣ σ̣τ̣ρ̣α̣τ̣ι̣ω̣τ̣ῶ̣ν̣· ἦ̣ν̣ δὲ π̣ᾶ̣ν̣ τὸ πλῆθος ὡ̣σ̣ε̣ὶ̣ τετρακισχίλ̣ι̣ο̣ι̣ ἄ̣ν̣δρες, καὶ π̣ά̣ν̣τ̣α̣ς̣ ἀ̣ν̣α̣ι̣ρ̣ο̣ῦ̣σ̣ι̣ τ̣ὰ̣ δ̣ὲ̣ τείχη διέλυον. ὀ̣ξ̣ύ̣τατα γὰρ τὸ Μακεδονι̣κὸν στράτευμα τὰ ὑπὸ Ἀλεξάνδρου κ̣ε̣λ̣ε̣υ̣ό̣‐
35[μενα .....] πάντα ἐ̣ξ̣ε̣τ̣έ̣λ̣ο̣υ̣ν̣, πολλῶν δὲ θρ[..]λ̣λ̣ων ἀνθρω‐ πίνων κατεβρέχετο ἡ γῆ. πολλοὶ δὲ Θ̣η̣β̣α̣ῖ̣ο̣ι̣ σ̣υ̣ν̣έ̣π̣ι̣π̣τ̣ο̣ν̣ εἰς τὸ ἔδαφος μ̣ε̣τ̣ὰ̣ τῶν πύργω̣ν̣. λ̣ά̣β̣ρ̣ω̣ς̣ δ̣ὲ̣ κ̣α̣τ̣α̣κ̣α̣ι̣ο̣μ̣έ̣ν̣η̣ς̣ π̣υ̣ρ̣ὶ̣ τ̣ῆ̣ς̣ τ̣ῶ̣ν̣ Θηβα̣ί̣ω̣ν̣ πόλεως χ̣ε̣ι̣ρ̣ὶ̣ Μ̣α̣κ̣ε̣δ̣ο̣ν̣ι̣κ̣ῇ̣, τ̣ό̣τ̣ε̣ τ̣ι̣ς̣ τ̣ῶ̣ν̣ Θ̣η̣‐ βαίων [αὐλῶν μελῶν ἔμπει]ρ̣ο̣ς̣ ἄ̣ν̣θ̣ρ̣ω̣π̣ο̣ς̣ κ̣α̣ὶ̣ σ̣ο̣φ̣ὸ̣ς̣ τ̣ῇ̣ γ̣ν̣ώ̣μ̣ῃ̣
40τ̣υ̣γ̣χ̣ά̣ν̣ω̣ν̣ ἰ̣δ̣ὼ̣ν̣ τ̣ὰ̣ς̣ Θ̣ῆ̣β̣α̣ς̣ κ̣α̣τ̣α̣π̣ι̣π̣τ̣ο̣μ̣έ̣νας καὶ [πᾶσαν] ἡ̣λ̣ι̣κ̣ί̣‐ α̣ν̣ [ἀναιρου]μένην [στενά]ξας ὑπὲρ τῆς πατρίδος αὐτ[οῦ] καὶ [δόξας διὰ] τ̣ῆ̣ς̣ τ̣ῶ̣ν̣ αὐλῶν [ἐπι]νοίας [ἀριστεύειν], ἤρ‐ ξατο [πρ]οσ̣π̣ί̣π̣τ̣ε̣ι̣ν̣ καὶ ἱκετεύ[ειν] τὸν Ἀλέξανδρον καὶ ἔρ‐ χεται παρὰ τοὺς πόδας [αὐ]τ[οῦ γον]υ̣κ̣λ̣ι̣ν̣ὴ̣ς̣ γ̣ε̣ν̣ό̣μ̣ε̣ν̣ο̣ς̣ [καὶ]
45ο̣ἶ̣κ̣τ̣ρ̣ό̣ν̣ τ̣ι̣ κ̣α̣ὶ̣ καταδεὲς καὶ ἐ̣λ̣ε̣η̣μ̣ο̣ν̣ι̣κ̣ὸ̣ν̣ μέλος ἀναπεμψάμε‐ νος· οὕτω διὰ τῆς τῶν α̣ὐ̣λῶν δ̣ε̣ή̣σ̣ε̣ω̣ς̣ καὶ θρηνῳδίας μελῳδῶν ἠδυνήθη ἐξιλεώσασθαι τὸν Ἀλέξανδρον μετὰ πολλῶν δακρύων. καὶ ἄρχεται λέγειν τοιάδε· Ἀλέξανδρε βασιλεῦ μέγιστε φ̣ε̣ῖ̣‐ σ̣α̣ι̣ ἡμῶν τῶν εὐτελῶν· μηδὲ τοιούτῳ κινδύνῳ τὴν πόλιν ἡμῶν

46*

(50)

εἰς τέλος ἀφανίσῃς. νῦν πειραθέντες τὸ σὸν ἰσόθεον κράτος σεβόμεθα. φοβηθέντες οὖν οἱ Ἕλληνες χειροτονοῦσιν ἡγεμό‐ να τὸν Ἀλέξανδρον καὶ τὴν ἀρχὴν τῆς Ἑλλάδος αὐτῷ παρέδω‐
καν. ἀπάρας οὖν τῶν ἐκεῖσε Ἀλέξανδρος ᾤχετο Ῥώμην καταλαβεῖν.96
55καὶ σχεδὸν προϋπαντῶσιν αὐτῷ πρέσβεις ἐκ πάντων ἐθνῶν καὶ προσκυνοῦσιν ἔμπροσθεν αὐτοῦ, ἄγοντες αὐτῷ δῶρα χρυσὸν καὶ ἄργυρον ὅσον οὔκ ἐστιν ἀριθμός, συνερχόμενοι αὐτῷ πάντες εἰς συμμαχίαν. καὶ δὴ καταλαμβάνει τὴν Ῥώμην καὶ προϋπ‐ αντῶσιν αὐτῷ Ῥωμαῖοι μετὰ χορῶν καὶ τυμπάνων καὶ κλάδους
60δάφνης ἔχοντες ταῖς χερσὶν αὐτῶν· καὶ τῷ Ἀλεξάνδρῳ ἐπεισ‐ ιόντες καὶ βασιλεῖ κοσμοκράτορα τοῦτον ἀναγορεύουσιν. εἰσ‐ ελθὼν δὲ ἐν τῇ πόλει ἄπεισιν ἐν τῷ Καπετωλίῳ Διός, καὶ ὁ ἱερεὺς δέχεται αὐτόν, καὶ ξενίζεται παρ’ αὐτοῦ. διατριψάντων οὖν ἐν Ῥώμῃ ἰδοὺ καὶ Λαομέδων ὁ συναρματηλα‐
65τήσας αὐτῷ σὺν χιλιάσι πεντήκοντα ἧκεν εἰς συμμαχίαν Ἀλε‐ ξάνδρου ἔχων μεθ’ ἑαυτοῦ δῶρα ἔν τε χρυσίῳ καὶ λίθοις καὶ μαργάροις. δέχεται δὲ τοῦτον Ἀλέξανδρος καὶ γνησίως ἀσπά‐ ζεται καὶ “ὦ γενναῖε” εἶπεν “ἧκάς μοι μετὰ Δαρείου μαχομέ‐ νῳ σύμμαχος εἶναι.” ἀπάρας οὖν ἀπὸ Ῥώμης ὥρμησε κατὰ
70δυσμῶν καὶ οὐκ ἦν αὐτῷ ὁ ἀνθιστάμενος. καὶ προσαπαντῶσιν αὐτὸν πᾶσαι αἱ βασιλείαι δυσμῶν καὶ δώροις ἐκμειλίσσονται αὐτῷ καὶ παρακαλοῦσιν ἐπιβῆναι αὐτῶν τὴν γῆν· καὶ λαβὼν αὐτῶν τὰ δῶρα ἀνθυποστρέφει καταλείπων αὐτῶν πάντων κύριον τὸν Λαομέδοντα συνταξάμενοι φόρους αὐτῷ τελεῖν μέχρι καὶ
75χρόνων δώδεκα. ἐκεῖθεν δὲ ἀνθυποστρέψας τοῖς τοῦ νότου πέρασιν ἐπιβαίνει καὶ ὑπέταξεν ἔθνη πολλὰ καὶ ποικίλα, καὶ διῆλθεν τὴν οἰ‐ κουμένην καὶ εἰσῆλθεν τὴν ἀοίκητον. καὶ διώδευσε μέχρι τοῦ Ὠκεανοῦ. καὶ εὗρεν ἐν τοῖς τόποις ἐκείνοις ἀνθρώπους
80δικεφάλους καὶ ἐπολέμησεν μετ’ αὐτῶν καὶ ἥττησεν αὐτούς, καὶ ἔφυγον ἀπ’ αὐτοῦ. ἐκεῖθεν οὖν διελθὼν εὗρε γυναῖκας
δυσθεωρήτους καὶ λίαν μεγίστας, πάντων ὧν διῆλθον δυσμα‐ χώτερες. αὗται δὲ ἐν τῷ τρέχειν τοὺς μασθοὺς αὐτῶν ἐν τοῖς ὤμοις τιθέασιν· ἔνδυμα δὲ αὐτῶν ἡ τῶν τριχῶν δασύ‐98
85της. αὗται δὲ ἐπελθοῦσαι πτεροῖς ἦσαν πετόμεναι, εἰς παν‐ τελῆ δὲ ἀπορίαν ἦλθον Μακεδόνες ταύτας ὡς ἐθεάσαντο πετο‐ μένας καὶ πρὸς αὐτοὺς μαχομένας. Ἀλέξανδρος δὲ ταύτας ὡς εἶδεν ἐκέλευσε πῦρ ἀνάψαι καὶ ὑπεράνωθεν κρατεῖν· αἵτινες τὴν τοῦ πυρὸς φύσιν ἀγνοήσασαι ἀσκόπως κατέπεσον αὐτοῖς
90καὶ τῶν πτερῶν καέντων οὐκέτι ἀνάξαι ἴσχυσαν. πεπτωκυῖαι δὲ ἀνῃρέθησαν ὑπὸ τῶν στρατιωτῶν τοῖς ξίφεσιν, ἀνεῖλον δὲ αὗται τοῖς ὄνυξι στρατιώτας ἑκατόν. τοιούτῳ δὲ τῷ τρόπῳ χρησάμενοι μόλις διήλθοσαν αὐτάς. τῶν ἐκεῖσε δὲ οὐκέτι διελθεῖν ἔχοντες τοῦ Ὠκεανοῦ κωλύοντος τῆς εἰσόδου, τὴν
95ἀριστερὰν παράλιον τοῦ Ὠκεανοῦ πιάσαντες καὶ τὰ πρὸς βορ‐ ρᾶν περιπατήσαντες τὴν οἰκουμένην κατέλαβον. πολέμους δὲ πλείστους μετὰ βαρβάρων ποιήσας πάντα τὰ ἑσπέρια ὑπέταξε.
97

28

καὶ ἀναζεύξας παραγίνεται εἰς Μακεδονίαν καὶ τὰ πρὸς τὴν 〈ἐπὶ τὴν Ἀσίαν〉 ἀνάβασιν ἡτοιμάζετο, ναυπηγήσας λιβέρ‐ νους καὶ τριήρεις καὶ ναῦς μαχίμους πλείστας. καὶ ἐποίη‐ σεν ἐπιβῆναι ἐν αὐτοῖς πάντα τὰ στρατεύματα αὐτῶν σὺν
5τεύχεσι παντοδαποῖς· καὶ λαβὼν χρυσίου τάλαντα μυριάδας ἱκανὰς ἐπιβὰς πανστρατί, νότου πνεύσαντος οὐρίου κελεύει καὶ ἐξέρχεται ἐπὶ τὰ Θράκων μέρη, κἀκεῖθεν παραλαβὼν ἄν‐ δρας ἐπιλέκτους πεντακισχιλίους καὶ χρυσίου τάλαντα πεν‐ τακόσια. πᾶσαι δὲ αἱ πόλεις ὑπεδέχοντο αὐτὸν στεφανοῦσαι.
10γενόμενος δὲ περὶ τὸν Ἑλλήσποντον ἀφίκετο τῶν νηῶν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν.
ἔνθεν οὖν ἧκεν Ἀλέξανδρος ἐπὶ τὸν καλούμενον Γρανικὸν ποταμόν. τοῦτον γὰρ ἐφύλαττον σατράπαι Δαρείου. γεν‐ ναίας δὲ μάχης γεναμένης ἐκράτησεν Ἀλέξανδρος. καὶ λά‐100
15φυρα λαβὼν ἐξ αὐτῶν ἔπεμψε τῇ μητρὶ αὐτοῦ Ὀλυμπιάδι δῶρον. δόξαν δὲ αὐτῷ τὰ παραθαλάσσια ὑποτάξαι πρῶτον τὴν Ἰωνίαν ἐκτήσατο καὶ μετὰ ταῦτα τὴν Καρίαν, εἶθ’ οὕτως Λυδίαν καὶ τοὺς ἐν Σάρδεσι θησαυροὺς ἔλαβεν. εἷ‐ λε δὲ Φρυγίαν καὶ Λυκίαν τήν τε Παμφυλίαν, ἐν ᾗ παράδο‐
20ξον ἐγένετον· ναῦς γὰρ οὐκ ἔχων Ἀλέξανδρος, μέρος τι τῆς θαλάσσης ὑπεχώρησεν, ἵνα ἡ πεζὴ δύναμις διελθῇ.
21

29

καὶ διελθὼν ἦλθεν ἐν ᾧ ἦσαν αἱ τῶν πλωίμων αὐτοῦ δυνά‐ μεις, καὶ διεπέρασε καὶ ἦλθεν εἰς Σικελίαν. καί τινας ἀντιτιθοῦντας αὐτῷ ὑποτάξας διεπέρασε καὶ ἦλθεν εἰς τὴν Ἰταλικὴν χώραν. οἱ δὲ τῶν Ῥωμαίων στρατηγοὶ πέμπουσι
5διὰ Μάρκου στρατηγοῦ αὐτῶν στέφανον διὰ μαργαρίτων καὶ ἕτερον διὰ τιμίων λίθων, λέγοντες αὐτῷ· “προσεπιστεφα‐ νοῦμέν σε Ἀλέξανδρε βασιλεῦ Ῥωμαίων καὶ πάσης γῆς”, προσάγοντες αὐτῷ καὶ χρυσίου λίτρας πεντακοσίας. ὁ δὲ Ἀλέξανδρος δεξάμενος τὴν εὐχαριστίαν αὐτῶν ἐπηγγείλατο
10μεγάλους αὐτοὺς ποιεῖν τῇ δυνάμει. καὶ παρ’ αὐτῶν λαμ‐ βάνει στρατιώτας τοξότας δισχιλίους καὶ τάλαντα τετρα‐ κόσια.
12

30

κἀκεῖθεν διαπερᾷ καὶ παραγίνεται εἰς Ἀφρικήν. οἱ δὲ τῶν Ἀφρικῶν στρατηγοὶ ὑπήντησαν αὐτῷ καὶ ἱκέτευον ἀποστῆναι ἀπὸ τῆς πόλεως αὐτῶν Καρταγένης. ὁ δὲ Ἀλέξανδρος τῆς ἀ‐ δρανείας αὐτῶν καταγνοὺς εἶπε πρὸς αὐτούς· “ἢ κρείττονες
5γίνεσθε ἢ τοῖς κρείττοσιν ὑμῶν φόρους τελεῖτε.” κἀκεῖθεν ἀναζεύξας πᾶσαν τὴν Λιβύην ὑπερθέμενος εἰς τὴν Ἀμμωνια‐ κὴν παρεγένετο· καὶ ἐμβαλόμενος τὰ πλεῖστα πλήθη τῶν στρα‐ τοπέδων εἰς τὰς ναῦς κελεύει αὐτοὺς ἀποπλεῖν καὶ περιμέ‐ νειν εἰς τὴν Πρωτηίδα νῆσον. αὐτὸς δὲ θῦσαι τῷ Ἄμμωνι102
10ἀπῆλθεν ὡς ἀπὸ Ἄμμωνος ὄντα αὐτὸν γεγεννημένον. καὶ προσευξάμενος εἶπεν· “πάτερ Ἄμμων, εἰ ἀληθεύει ἡ τεκοῦσά με ὡς ἐκ σοῦ γεγεννῆσθαί μοι χρησμοδότησόν μοι.” καὶ θε‐ ωρεῖ Ἀλέξανδρος τὸν Ἄμμωνα τῇ μητρὶ αὐτοῦ Ὀλυμπιάδα περιπλακέντα καὶ λέγοντα αὐτῷ· “τέκνον Ἀλέξανδρε, ἐμὴ
15σπορὰ πέφυκας.” μαθὼν δὲ τὴν ἐνέργειαν τοῦ Ἄμμωνος Ἀλέ‐ ξανδρος ἐπισκιάζει αὐτοῦ τὸ τέμενος καὶ τὸ ξόανον αὐτοῦ περιεχρύσωσεν. καὶ ἐπιγράψας τῇ ἑαυτοῦ περιγραφῇ ἀνιέρωσε “πατρὶ θεῷ Ἄμμωνι Ἀλέξανδρος ἀνέθετο”. ἠξίου δὲ καὶ χρησμὸν παρ’ αὐτοῦ λαβεῖν ποῦ κτίσει πόλιν ἐπὶ τῷ ὀνόμα‐
20τι αὐτοῦ, ὅπως ἀειμνημόνευτος μείνῃ ἡ πόλις, καὶ εἶ‐ δεν αὐτὸν τὸν Ἄμμωνα γηραιὸν χρυσοχαίτην κηρίκιον ἔχον‐ τα κατὰ τῶν κροτάφων καὶ λέγοντα αὐτόν·
ὦ βασιλεῦ σοὶ Φοῖβος ὁ μηλοκέρως ἀγορεύει·
εἴ γε θέλεις αἰῶσιν ἀκηράτοισιν νεάζειν,
25
κτίζε πόλιν περίφημον ὑπὲρ Πρωτηίδα νῆσον
ἧς προκάθηται Αἰὼν Πλουτούνιος αὐτοῖς ἀνάσσων
πενταλόφοις κορυφαῖσιν ἀτέρμονα κόσμον ἐλίσσων. τοῦτον δὲ τὸν χρησμὸν λαβὼν Ἀλέξανδρος ἀνεζήτει ποῖαν νῆ‐ σον δηλοῖ τὴν Πρωτηίδα, τίς δέ ἐστιν ὁ προκαθεζόμενος θε‐
104
30ός. ὡς δὲ ἀνεζήτει Ἀλέξανδρος θύσας πάλιν τῷ Ἄμμωνι τὴν ὁδοιπορίαν ἐποιεῖτο ἐπί τινα κώμην τῆς Λιβύης ἐν ᾗ τὰ στρατεύματα ἀνέπαυσεν.
32

31

καὶ δὴ περιπατοῦντος τοῦ Ἀλεξάνδρου ἔλαφος μεγίστη παρ‐ ελθοῦσα εἴς τινα φωλεὸν ἔδυσε. φωνήσας δὲ Ἀλέξανδρος το‐ ξότην ἐκέλευσε τοξευθῆναι τὸ ζῷον· ὁ δὲ τοξότης γεμίσας τὸ τόξον οὐκ ἐπέτυχε τῆς ἐλάφου. ὁ δὲ Ἀλέξανδρος εἶπεν
5αὐτῷ· “ἄνθρωπε, παράτονόν σοι γέγονεν.” ἔνθεν οὖν ὁ τόπος ἐκεῖνος ἐκλήθη Παρατονή. κτίσας οὖν πόλιν ἐκεῖ μικρὰν κα‐ λέσας ἐκ τῶν ἐγχωρίων τινὰς λαμπροὺς ἄνδρας κατῴκισεν αὐ‐ τοὺς ἐκεῖσε καλέσας αὐτοὺς Παρατονήν. ἐκεῖθεν δὲ διοδεύσας ἦλθεν εἰς τὸ Ταφοσίριον. ἐπυνθάνετο
10παρὰ τῶν ἐγχωρίων διατί τὸ ὄνομα τοῦτο· οἱ δὲ ἔφησαν τά‐ φον Ὀσίριος εἶναι τὸ ἱερόν. καὶ θύσας ἐκεῖ τὴν ἄφιξιν ἐ‐ ποιεῖτο τῆς ὁδοιπορίας. καὶ παραγίνεται ἐπὶ τοῦ ἐδάφους τοῦ νῦν. καὶ ὁρᾷ χώρημα μέγα, εἰς ἄπειρον ἐκτεῖνον δώδε‐ κα κώμαις συνεχόμενον. ἀπὸ οὖν τῆς καλουμένης Πανδύσεως
15μέχρι τοῦ καλουμένου Ἡρακλεωτικοῦ στόματος τὸ μῆκος τῆς πόλεως Ἀλέξανδρος ἐχωρογράφησε, τὸ δὲ πλάτος ἀπὸ τοῦ
Βενδηλέου μέχρι τῆς Ὁρμουπόλεως· οὐ καλεῖται δὲ Ἑρμού‐ πολις ἀλλὰ Ὁρμούπολις ὅτι πᾶς ὁ κατερχόμενος ἐκεῖ προσορ‐ μεῖ. μέχρι οὖν τοῦ τόπου ἐκείνου ἐχωρογράφησε τὴν πόλιν106
20Ἀλέξανδρος ὁ βασιλεύς, ὅθεν μέχρι τῆς δεῦρο ἡ Ἀλεξαν‐ δρέων χώρα ἀναγράφεται. συνεβούλευσε δὲ τῷ βασιλεῖ Ἀλε‐ ξάνδρῳ Κλεομένης ὁ Ναυκρατίτης καὶ ὁ Νομοκράτης Ῥόδιος· “μὴ τῷ μεγέθει τούτῳ κτίσαι πόλιν, οὐ γὰρ δυνήσῃ γεμίσαι αὐτὴν ὄχλων· ἐὰν δὲ καὶ γεμίσῃς οὐ δυνήσονται οἱ ὑπηρέται
25τὴν χρείαν αὐτῇ τῶν ἐπιτηδείων παρασχεῖν· πολεμήσουσιν ἑ‐ αυτοῖς οἱ ἐν τῇ πόλει κατοικοῦντες ὡς τοιαύτης ὑπερμεγέ‐ θους τυγχανούσης καὶ ἀπείρου. αἱ γὰρ μικραὶ πόλεις εὐσύμ‐ βουλοί εἰσιν καὶ πρὸς τὰ συμφέροντα τῇ πόλει συμβουλεύου‐ σιν· ἐὰν δὲ οὕτως ὡς διεγράψω μεγίστην αὐτὴν κτίσῃς, οἱ
30κατοικοῦντες ἐν αὐτῇ διχοστατήσουσιν εἰς ἀλλήλους διαφε‐ ρόμενοι ἀπείρου ὄχλου τυγχάνοντος.” πεισθεὶς δὲ Ἀλέξαν‐ δρος ἐπέτρεψεν τοῖς ἀρχιτέκτοσιν, οἷς βούλονται μέτροις τὴν πόλιν κτίζειν. οἱ δὲ κελευσθέντες ὑπὸ τοῦ βασιλέως Ἀλεξάνδρου χωρογραφοῦσιν τὸ μῆκος τῆς πόλεως ἀπὸ τοῦ
35Δράκοντος τοῦ κατὰ τὴν Ταφοσιριακὴν ταινίαν μέχρι τοῦ Ἀ‐ γαθοδαίμονος ποταμοῦ τοῦ κατὰ νότου, καὶ ἀπὸ τοῦ Βενδι‐ δείου μέχρι τοῦ Εὐρόφου καὶ Μελανθίου τὸ πλάτος· καὶ κε‐ λεύει Ἀλέξανδρος μεταβῆναι τοὺς κατοικοῦντας ἐν τοῖς τό‐ ποις τούτοις καὶ εἰς τὰς κώμας ἀπιέναι πρὸ τριάκοντα μι‐
40λίων τῆς πόλεως ἔξω, χωρήματα αὐτοῖς χαρισάμενος προσαγο‐ ρεύσας αὐτοὺς Ἀλεξανδρεῖς. ἦσαν δὲ ἀρχέποδες τῶν κωμῶν Εὐρύλιθος καὶ Μέλανθος ὅθεν καὶ ἡ ὀνομασία ἔμεινεν. σκέπ‐ ταται δὴ Ἀλέξανδρος καὶ ἑτέρους ἀρχιτέκτονας τῆς πόλεως, ἐν οἷς ἦν Νουμήνιος ὑδατικὸς λατόμος καὶ Κλεομένης μηχα‐108
45νικὸς Ναυκρατίτης καὶ Κάρτερος Ὀλύνθιος. εἶχε δὲ ἀδελ‐ φὸν ὁ Νουμήνιος ὀνόματι Ὑπόνομον· οὗτος συνεβουλεύσατο τῷ Ἀλεξάνδρῳ τὴν πόλιν ἐκ θεμελίων κτίσαι, ἐν αὐτῇ δὲ καὶ ὑδρηγοὺς πόρους καὶ ὀχετηγοὺς ἐπιρρέοντας εἰς τὴν θά‐ λασσαν.
49

32

κελεύει δὲ Ἀλέξανδρος χωρογραφηθῆναι τὸ περίμετρον τῆς πόλεως πρὸς τὸ θεάσασθαι αὐτό. οἱ οὖν τεχνῖται ἄλευρον πύρινον λαβόντες ἐχωρογράφησαν τὴν πόλιν· καταπτάντα δὲ ὄρνεα παντοδαπὰ κατεβοσκήθησαν τὰ ἄλευρα καὶ ἀπέπτησαν.
5συμφοραζόμενος δὲ Ἀλέξανδρος περὶ τούτου, τί ἄρα δηλοῖ τὸ σημεῖον, μετεπέμψατο τοὺς σημειολύτας καὶ εἶπεν αὐτοῖς τὸ γεγονός. οἱ δὲ ἔφησαν ὅτι “ἡ πόλις ἣν ἐκέλευσας κτι‐ σθῆναι βασιλεῦ ὅλην τὴν οἰκουμένην θρέψει καὶ πανταχοῦ ἔσονται οἱ ἐν αὐτῇ γεννηθέντες ἄνθρωποι· τὰ γὰρ πετεινὰ
10πᾶσαν τὴν οἰκουμένην περικυκλοῦσιν.” ὁ δὲ Ἀλέξανδρος ἐ‐ κέλευσε κτίζεσθαι τὴν πόλιν. θεμελιώσας δὲ τὸ πλεῖστον μέρος τῆς πόλεως Ἀλέξανδρος καὶ χωρογραφήσας ἐπέγραψε γράμματα πέντε· α β γ δ ε͂· τὸ μὲν α Ἀλέξανδρος, τὸ δὲ β βασιλεὺς, τὸ δὲ γ γένος, τὸ δὲ δ Διός, τὸ δὲ ε ἔκτισεν
15πόλιν ἀμίμητον. ὑποζύγια δὲ καὶ ἡμίονοι εἰργάζοντο. ἱ‐ δρυμένου τοῦ πύλωνος τοῦ ἱεροῦ, ἐξαίφνης δὲ πλὰξ μεγίστη
ἐξέπεσεν ἀρχαιοτάτη πεπληρωμένη γραμμάτων· ἐξ ἧς καὶ ἐξ‐ έπεσεν ἀρχαιοτάτη πεπληρωμένη γραμμάτων· ἐξ ἧς καὶ ἐξῆλ‐ θον ὄφεις πολλοὶ καὶ ἑρπύζοντες εἰσῆλθον εἰς τὰς ὁδοὺς110
20τῶν ἤδη τεθεμελιωμένων οἰκιῶν—τὴν γὰρ πόλιν ἔτι παρ‐ ὼν Ἀλέξανδρος καθίδρυσε Τῦβι ἤτοι ἰαννουαρίῳ νεομηνίᾳ, καὶ αὐτὸ τὸ ἱερόν—ὅθεν τούτους τοὺς ὄφεις σέβονται οἱ θυρωροὶ ὡς ἀγαθοὺς δαίμονας εἰσιόντας εἰς τὰς οἰκίας, οὔ εἰσιν ἰόβολα ζῷα· στεφανοῦσι δὲ καὶ τὰ κτήνη αὐτῶν, ἀνά‐
25παυσιν αὐτοῖς παρεχόμενοι ὅθεν καὶ μέχρι τοῦ δεῦρο τὸν νόμον φυλάττουσιν Ἀλεξανδρεῖς 〈Τῦβι〉 πέμπτῃ καὶ εἰκάδι τὴν ἑορτὴν ἐκτελοῦντες.
27

33

εὗρε δὲ Ἀλέξανδρος ἐν τοῖς ὑψηλοῖς λόφοις λεῖον ἱδρυμέ‐ νον καὶ τοὺς Ἡλίωνος στύλους καὶ τὸ ἡρῶον· ἐζήτει δὲ καὶ τὸ Σαραπεῖον κατὰ τὸν δοθέντα αὐτῷ χρησμὸν παρὰ τοῦ Ἄμμω‐ νος εἰπόντος αὐτῷ διὰ τοῦ χρησμοῦ οὕτως·
5ὦ βασιλεῦ {Ἀλέξανδρε} σοι Φοῖβος 〈ὁ〉 μηλοκέρως
ἀγορεύει εἴ γε θέλεις αἰῶσιν ἀκηράτοισ〈ιν〉 νεάζειν, κτίζε πόλιν περίφημον ὑπὲρ Πρωτηίδα νῆσον ἧς προκάθηται Αἰὼν Πλουτούνιος αὐτοῖς ἀνάσσων
10
πενταλόφοις κορυφαῖσιν ἀτέρμονα κόσμον ἐλίσσων. ἐζήτει δὲ Ἀλέξανδρος τὸν θεὸν τὸν πάντα δεχόμενον, καὶ ἐποίησεν ἀπέναντι τοῦ ἡρώου βωμὸν μέγαν (ὃς νῦν καλεῖται βωμὸς Ἀλεξάνδρου πολυτελής) ἐν ᾧ θυσίαν ἐθέσπισεν καὶ προσευξάμενος εἶπεν· “ὅτι μὲν οὖν τυγχάνει θεὸς προνοού‐
15μενος ταύτης τῆς χθονὸς καὶ τὸν ἀτέρμονα κόσμον ἐπιδέρ‐
κει φανερὸν τοῦτο. αὐτὸς οὖν πρόσδεξαί μου τὴν θυσίαν καὶ βοηθός μου γενοῦ εἰς τοὺς πολέμους.” καὶ ταῦτα εἰπὼν ἐπέ‐ θηκε τὰ ἱερεῖα ἐπὶ τοῦ βωμοῦ· αἰφνίδιον δὲ μέγιστος ἀε‐ τὸς καταπτὰς ἥρπασε τὰ σπλάγχνα τοῦ θύματος καὶ διὰ τοῦ112
20ἀέρος ἐφέρετο καὶ ἀφῆκεν αὐτὰ ἐν ἑτέρῳ βωμῷ. κατασκοπήσας δὲ Ἀλέξανδρος τὸν τόπον, παραγενόμενος ἐν τάχει εἶδε τὰ σπλάγχνα ἐπὶ τοῦ βωμοῦ κείμενα, τὸν δὲ βωμὸν ὑπὸ ἀρχαίων καθιδρυσθέντα, καὶ σηκὸν καὶ ξόανον ἔνδον προκαθεζόμενον καὶ τῇ δεξιᾷ χειρὶ κομίζοντα θηρίον πολύμορφον, τῇ δὲ εὐ‐
25ωνύμῳ σκῆπτρον κατέχον, καὶ παρειστήκει τῷ ξοάνῳ κόρη, ἄγαλμα μέγιστον. ἐπυνθάνετο δὲ Ἀλέξανδρος παρὰ τῶν ἐκεῖ‐ σε κατοικούντων, τίς ἄρα ὁ ἐντεῦθεν θεὸς τυγχάνει. οἱ δὲ ἔφησαν μὴ εἰδέναι, παρειληφέναι δὲ ὑπὸ τῶν προπατόρων αὐτῶν Διὸς καὶ Ἥρας ἱερὸν εἶναι, ἐν ᾧ καὶ τοὺς ὀβελίσ‐
30κους ἐθεάσατο τοὺς μέχρι νῦν κειμένους ἐν τῷ Σαραπείῳ ἔξω τοῦ περιβόλου τοῦ νῦν κειμένου ἐν οἷς ἦν γράμματα ἱερο‐ γλυφικὰ περιέχοντα οὕτως· “τὸ μὲν γέρας αὐτῆς τῆς πόλεως· καλλίναος, ὑπερφέρουσα πλήθει ὄχλων πολλῶν, ἀέρων εὐκρασί‐ αις ὑπερβάλλουσα. ἐγὼ δὲ προστάτης ταύτης γενήσομαι ὅπως
35μὴ τὰ χαλεπὰ τελείως ὑπομείνῃ, ἢ διὰ λοιμὸν ἢ σεισμὸν, ἀλλ’ ὡς ὄνειρος διαδραμοῦντα τῇ πόλει. πολλοὶ δὲ βασιλεῖς ἥξουσιν εἰς αὐτὴν οὐ πολεμήσοντες ἀλλὰ προσκυνῆσαι φερό‐ μενοι. σὺ δὲ ἀποθεωθεὶς προσκυνηθήσῃ νεκρὸς καὶ δῶρα λή‐ ψῃ ἐκ πολλῶν βασιλέων πάντοτε. οἰκήσεις δὲ αὐτὴν καὶ θα‐
40νὼν καὶ μὴ θανών· τάφον γὰρ ἕξεις αὐτὴν ἣν κτίζεις πόλιν. πείρασαι δὲ Ἀλέξανδρε τίς πέφυκα; συντόμως ἐρῶ· δὶς ρʹ καὶ αʹ ψῆφον συνθεὶς, εἶτα 〈ρʹ καὶ αʹ〉 καὶ τετράκις κʹ
καὶ ιʹ, τὸ πρῶτον δὲ λαβὼν γράμμα {καὶ τετράκις κʹ καὶ ιʹ} ποίησον εἰς ἔσχατον. καὶ τότε νοήσεις τίς ἐφάνθην.” ταῦτα114
45οὖν χρηματισθεὶς τὸν χρησμὸν ἐπέγνω “Σάραπις” εἶναι. καὶ τὰ μὲν τῆς διαταγῆς τῆς πόλεως οὕτως ἔχει καθὼς διέταξεν ὁ Ἀλέξανδρος· ἐκτίζετο δὲ ἡ πόλις ἡμέρᾳ τῇ ἡμέρᾳ κρατυ‐ νομένη.
48

34*

Relatio de visitatione Memphidis e codd. CD: ὁ δὲ Ἀλέξανδρος παραλαβὼν τὰ στρατεύματα αὐτοῦ ἐπείγετο εἰς τὴν Αἴγυπτον ἀπελθεῖν· καὶ ἐλθόντος αὐτοῦ εἰς Μέμφιν τὴν πόλιν ἐθρονίασαν αὐτὸν οἱ Αἰγύπτιοι εἰς τὸν τοῦ Ἡ‐
5φαίστου θρόνον ὡς Αἰγύπτιον βασιλέα. ἰδὼν δὲ Ἀλέξανδρος ἐν τῇ Μέμφει ὑψηλὸν ἀνδριάντα ἀνεγηγερμένον ἐκ μέλανος λίθου ἔχοντα ἐπιγραφὴν εἰς τὴν ἰδίαν αὐτοῦ βάσιν, “οὗτος ὁ φυγὼν βασιλεὺς ἥξει πάλιν ἐν Αἰγύπτῳ οὐ γηράσκων ἀλλὰ νεάζων καὶ τοὺς ἐχθροὺς ἡμῶν Πέρσας ὑποτάξει ἡμῖν.” ἐπύ‐
10θετο οὖν ὁ Ἀλέξανδρος· “τίνος ἄρα ἐστὶν ὁ ἀνδριὰς οὗτος;” οἱ δὲ προφῆται εἶπον αὐτῷ· “οὗτος ὁ ἀνδριὰς τοῦ ἐσχάτου τῆς Αἰγύπτου βασιλέως Νεκτεναβώ ἐστι· καὶ ἐλθόντων τῶν Περσῶν τὴν Αἴγυπτον πορθῆσαι προεῖδε διὰ τῆς μαγικῆς δυ‐ νάμεως τοὺς θεοὺς τῶν Αἰγυπτίων τὰ στρατόπεδα τῶν ἐναν‐
15τίων Περσῶν προσοδηγοῦντας καὶ τὴν Αἴγυπτον ὑπ’ αὐτῶν πορθουμένην· καὶ γνοὺς τὴν μέλλουσαν ἔσεσθαι ὑπ’ αὐτῶν
προδοσίαν ἔφυγεν. ἀναζητούντων δὲ ἡμῶν αὐτὸν καὶ ἀξιούν‐ των τοὺς θεοὺς, ποῦ ἄρα ἔφυγεν ὁ βασιλεὺς ἡμῶν Νεκτεναβώ, ἐχρησμοδότησεν ἡμῖν μάλα σαφῶς ὅτι οὗτος ὁ φυγὼν βασιλεὺς116
20πάλιν ἥξει ἐν Αἰγύπτῳ οὐ γηράσκων ἀλλὰ νεάζων καὶ τοὺς ἐχθροὺς ἡμῶν Πέρσας ὑποτάξει ἡμῖν.” ἀκούσας δὲ ταῦτα ὁ Ἀλέξανδρος ἐμπηδήσας εἰς τὸν ἀνδριάντα περιπλέκεται αὐ‐ τῷ λέγων· “οὗτος ὁ πατήρ μού ἐστι, τούτου ἐγὼ υἱός εἰμι. οὐκ ἐψεύσατο ὑμᾶς ὁ τοῦ χρησμοῦ λόγος. καὶ θαυμάζω πῶς
25παρελήφθητε ὑπὸ τῶν βαρβάρων τείχη ἔχοντες ἀκαταμάχητα, μὴ δυνάμενα ὑπὸ τῶν πολεμίων καταβληθῆναι. ἀλλὰ τοῦτο τῆς ἄνω προνοίας ἐστὶ καὶ τῆς τῶν θεῶν δικαιότητος· ὡς ἂν ὑ‐ μεῖς οἱ ἔχοντες εὔφορον γῆν καὶ γόνιμον ποταμὸν ἀχειρο‐ ποίητον ὑποτεταγμένοι ἔστε τοῖς μὴ ἔχουσι † περιδέρρεα †
30καὶ βασιλεύεσθε παρ’ αὐτῶν, ἔθνησκον γὰρ οἱ βάρβαροι ταῦ‐ τα μὴ ἔχοντες.” καὶ ταῦτα εἰπὼν ᾔτησε παρ’ αὐτῶν φόρους οὓς τῷ Δαρείῳ παρεῖχον, εἰπὼν αὐτοῖς οὕτως· “οὐχ ἵνα εἰς τὸ ἴδιον ταμεῖον ἀπενέγκωμαι, ἀλλ’ ἵνα δαπανήσω εἰς τὴν πόλιν ὑμῶν Ἀλεξανδρείαν τὴν πρὸς Αἴγυπτον, μητρόπολιν δὲ
35οὖσαν πάσης τῆς οἰκουμένης.” καὶ οὕτως αὐτοῦ εἰπόντος ἀσμένως οἱ Αἰγύπτιοι δέδωκαν αὐτῷ χρήματα πολλὰ καὶ μετὰ φόβου καὶ τιμῆς μεγάλης ἐξέπεμψαν αὐτὸν διὰ τοῦ Πηλουσί‐ ου.
38

35

ὁ δὲ Ἀλέξανδρος παραλαβὼν τὰ στρατεύματα αὐτοῦ τὴν ὁδοι‐ πορίαν ἐποιεῖτο εἰς Συρίαν· κἀκεῖθεν στρατολογήσας δισχι‐ λίους ἄνδρας καταφράκτους παραγίνεται εἰς Τύρον. καὶ ἀν‐ τιτάσσονται αὐτῷ Τύριοι διὰ χρησμόν τινα ἀρχαῖον δοθέντα
5αὐτοῖς τοιοῦτον. “ὅταν ἐπέλθῃ ὑμῖν Τύριοι Βασιλεὺς ἐπ’ ἔδαφος ὑμῶν ἡ πόλις γενήσεται.” ὅθεν καὶ ἀντέστησαν αὐτῷ τοῦ εἰσελθεῖν ἐν τῇ πόλει αὐτῶν· ἀντιτάσσονται οὖν αὐτῷ περιτειχίσαντες ὅλην τὴν πόλιν καὶ κραταιᾶς μάχης γενα‐ μένης πολλοὺς ἀνεῖλον οἱ Τύριοι τῶν Μακεδόνων. καὶ ἡττη‐
10θεὶς ὁ Ἀλέξανδρος ὑποστρέφει εἰς Γάζαν, καὶ ἀνακτησάμε‐
νος ἑαυτὸν ἐζήτει τὴν Τύρον ἐκπορθῆσαι. ὁρᾷ δὲ καθ’ ὕπ‐ νους τινὰ λέγοντα αὐτῷ· “μὴ δόξῃ σοι γενέσθαι ἄγγελον ἑ‐ αυτοῦ εἰς Τύρον.” ἀναστὰς δὲ τοῦ ὕπνου ἔπεμψεν ἐν Τύρῳ πρέσβεις μετὰ γραμμάτων αὐτοῦ περιέχοντα οὕτως· “βασιλεὺς118
15Ἀλέξανδρος υἱὸς Ἄμμωνος καὶ Φιλίππου ἐγὼ δὲ βασιλεὺς μέγιστος Εὐρώπης τε καὶ πάσης Ἀσίας καὶ Λιβύης Τυρίοις τοῖς μηκέτι οὖσιν· ἐγὼ μὲν τὴν ἀρχὴν ποιούμενος ἐπὶ τὰ μέρη Συρίας, μετ’ εἰρήνης καὶ εὐνομίας ἐβουλόμην τὴν εἴσ‐ οδον πρὸς ὑμᾶς ποιήσασθαι· ὑμεῖς δὲ οἱ πρῶτοι τυγχάνον‐
20τες ἀντιτάσσεσθε τῷ κράτει ἡμῶν πορείαν ποιουμένων, καὶ μόνον δι’ ὑμῶν μαθόντες καὶ οἱ πολλοὶ πόσον σθένουσιν Μακεδόνες πρὸς τὴν ὑμῶν ἀπόνοιαν, πτήξουσιν ὑποτασσόμε‐ νοι ἡμῖν. ἔστιν δὲ ὑμῖν καὶ ὁ δοθεὶς χρησμὸς ἀσφαλὴς, δι‐ ελεύσομαι γὰρ ὑμῶν τὴν πόλιν. ἔρρωσθε φρονοῦντες· εἰ δὲ
25μὴ, ἔρρωσθε δυστυχοῦντες.” ἀναγνόντες δὲ τὰ γράμματα τοῦ βασιλέως οἱ πρωτόβουλοι αὐτῶν ἐπιτρέπουσιν εὐθέως τοὺς ἀποσταλέντας ἀγγέλους παρὰ Ἀλεξάνδρου ἀναρτίζεσθαι, λέ‐ γοντες αὐτοῖς· “ποῖος ὑμῶν ἐστιν Ἀλέξανδρος;” τῶν δὲ λε‐ γόντων μηδένα εἶναι ἐξ ἡμῶν, ἀλλὰ κεῖνός ἐστι μέγας καὶ
30ἔνδοξος βασιλεύς.” οἱ δὲ ἀνεσταύρωσαν αὐτούς. ἐζήτει δὲ Ἀλέξανδρος ποίας ὁδοῦ εἰσελθεῖν καὶ καταλαβεῖν τοὺς Τυ‐ ρίους· ἄλογον γὰρ ἡγεῖτο αὐτῶν τὴν ἧτταν. καὶ ὁρᾷ κατὰ
τοὺς ὕπνους ἕνα τῶν τοῦ Διονύσου προπόλων Σάτυρον ἐπιδι‐ δοῦντα αὐτῷ τυρὸν ἀπὸ γάλακτος· τοῦ δὲ λαβόντος τοῖς πο‐120
35σὶν αὐτοῦ κατεπάτησεν αὐτόν. ἀναστὰς δὲ τοῦ ὕπνου Ἀλέ‐ ξανδρος διηγήσατο τὸ ὄνειρον ὀνειροπόλῳ· ὁ δὲ εἶπεν αὐ‐ τῷ· “βασιλεύσεις Τύρου Ἀλέξανδρε ὅλης καὶ ὑποχείριός σοι γενήσεται.” καὶ μεθ’ ἡμέρας τρεῖς συλλαβὼν Ἀλέξανδρος τὰ στρατεύματα αὐτοῦ μετὰ τριῶν κωμῶν τῶν ἔγγιστα, τῶν συμ‐
40μαχησαμένων τῷ Ἀλεξάνδρῳ γενναίως, νυκτὸς ἀνοίξαντες τὰς πόρτας τῶν τειχέων εἰσῆλθον· καὶ τοὺς μὲν παραφύλακας ἀν‐ ῄρουν, τὴν δὲ πόλιν ἐκ βάθρων κατέσκαψαν καὶ ἐπ’ ἔδαφος αὐτὴν κατήνεγκε· καὶ μέχρι τὴν σήμερον λέγεται τὰ ἐν Τύ‐ ρῳ κακά. τὰς δὲ τρεῖς κώμας τὰς συμμαχησαμένας αὐτῷ εἰς
45μέτρον πόλεως μιᾶς ἀνεγράψατο καὶ Τρίπολιν ὠνόμασεν.
ἀντικρὺς δὲ αὐτῶν Σέλευκος ὁ στρατάρχης αὐτοῦ πόλιν οἰκο‐ δομεῖ ἥτις Νικατορία ἐκλήθη. καὶ Ἀντίοχος τὴν κατὰ Ἀσί‐ αν κτίζει Ἀντιόχειαν. ἐν τούτοις Ἀλέξανδρος θυμομαχήσας εἶπεν αὐτοῖς· “οὐκ οὖν καταλιπόντες Μακεδονίαν διήλθομεν122

35

(50)

τὸν σύμπαντα κόσμον, καὶ ἐν Ἀσίᾳ καταλαβόντες κτίστας Μα‐ κεδόνας μαθεῖν καταναγκάζομεν καὶ τὸ στρατιωτικὸν ἀποβάλ‐ λοντες φρόνημα;”
52

36

καὶ τηνικαῦτα ἀναζεύξας παρὰ τὴν Συρίαν ὥδευσεν. καὶ τὴν ὁδοιπορίαν κατὰ ἀνατολὰς ποιεῖται. καὶ ὅσοι μὲν προϋπήντουν αὐτῷ συγγνώμης ἠξιοῦντο· ὅσοι δὲ τὸ σύνολον ἀντιλέγειν ἐ‐ τόλμων τὰς πόλεις αὐτῶν ἐκ βάθρων κατέσκαπτεν, καὶ ἡ ῥομ‐
5φαία αὐτοῦ διήρχετο αὐτούς. καὶ δὴ φόβος καὶ τρόμος πᾶ‐ σαν τὴν ἐῶαν περιέτρεχεν ὡς καταλιμπάνειν τὰς πόλεις αὐ‐ τῶν καὶ φεύγειν. ἔφθασε δὲ καὶ πρὸς Δαρεῖον ἡ τοιαύτη φή‐ μη παρὰ τῶν οἴκαδε φευγόντων καὶ “ὦ δέσποτα” εἶπον “οὔκ ἐστιν ἡμῖν ἐλπὶς σωτηρίας ἀπὸ τοῦδε τοῦ Μακεδόνων στίφους,
10ὡς δ’ ἡμῖν ὑπολειπτέον ἐστίν. καὶ τὰ ἐνταῦθα κατεπείγεται φθάσαι.” Δαρεῖος δὲ ταῦτα μαθὼν ἀγγέλους πρὸς Ἀλέξανδρον ἀποστέλλει καὶ ἐπιστολὴν περιέχουσαν οὕτως· “βασιλεὺς βα‐ σιλέων καὶ θεῶν συγγενὴς καὶ συνανατέλλων τῷ ἡλίῳ ἐγὼ αὐ‐ τὸς θεὸς Δαρεῖος Ἀλεξάνδρῳ τῷ ἐμῷ θεράποντι· προστάσσω
15καὶ κελεύω σοι ἐπαναστρέφειν σε πρὸς τοὺς γονεῖς σου, ἐ‐ μοὶ δὲ δουλεύειν καὶ κοιτάζειν εἰς τοὺς κόλπους τῆς μη‐ τρός σου Ὀλυμπιάδος· ἔτι γὰρ ἡ σὴ ἡλικία παιδεύεσθαι θέ‐
λει καὶ τιθηνεῖσθαι, διὸ ἔπεμψά σοι σκῦτος καὶ σφαῖραν καὶ κιβώτιον ἵνα αἱρήσῃ, τί βούλει πρότερον· τὸ μὲν σκῦ‐124
20τος μηνύον σοι ὅτι ἔτι παιδεύεσθαι ὀφείλεις, τὴν δὲ σφαῖ‐ ραν ἵνα μετὰ τῶν συνηλικιωτῶν σου παίζῃς καὶ μὴ ἀγέρωχον ἡλικίαν τοσούτων νέων ἐκπείθῃς ὥσπερ ἀρχιλῃστὴς μετὰ σε‐ αυτοῦ φέρων καὶ τὰς πόλεις ταράσσων. ἀκήκοα γὰρ ὡς πᾶσαν παραδραμὼν γῆν Ἑλλάδα τελείως αὐτὴν κατηδάφισας καὶ μέ‐
25χρι Ῥώμης καὶ ταῖς ἐνδοτέραις βασιλείαις τῶν δυσμῶν ἐπ‐ έβης, οὐ μὴν ἀλλὰ καὶ μέχρι Ὠκεανοῦ τῆς κατὰ νότον ὥ‐ δευσας καὶ πολὺν σεαυτοῦ συνήθροισας πλοῦτον. τούτοις δὲ πᾶσιν μὴ ἀρκεσθεὶς καὶ ἐπὶ Ἀσίαν καὶ Φρυγίαν ἐπέβης· καὶ ταῦτα μὲν πεπραχὼς καταφρονήθης παρ’ ἡμῶν ὡς μὴ φροντίδα
30περὶ Ἑλλάδος ἔχειν ἡμᾶς, σὺ δὲ ἐπὶ πλεῖον θρασυνθεὶς κατετόλμησας ὅλως καὶ τῇ ἐώᾳ ἐπιβῆναι καὶ λῃστρικῶς περι‐ ιὼν λεηλατεῖς τὰς πόλεις ἐπιλαθόμενος τῆς δουλικῆς τύχης καὶ ὅτι τῷ Περσικῷ κράτει πάντες δουλεύουσι καὶ οὔκ ἐστιν ὁ ἀντερῶν. λοιπὸν τοὺς τῇ σῇ μωρίᾳ ὑπαχθέντας Μακεδόνων
35παῖδας ἀντίστρεφε καὶ τῇ Ἑλλάδι ἄρχειν ἀρκέσθητι. τὸ δὲ κιβώτιον ὅπερ ἐστάλθη σοι, εἴσβαλον ἐν αὐτῷ τοὺς ἐτησί‐ ους φόρους καὶ ταχέως μοι ἀπόστειλον συγγνώμην αἰτούμε‐ νος τῶν πρώην σου ἀγνοημάτων. εἰ δὲ καὶ τοῦτο μὴ βούλει, ἐπελεύσομαί σοι ὡς τὸ Περσικὸν ἀντερόντι κράτει καὶ ἡ
40ῥομφαία μου διερευνήσει σε, καὶ οὔκ ἐστίν σοι τόπος κατα‐ φυγῆς.”

36DC

(41)

Pars altera epistulae e codd. DC: οὔτε γὰρ αὐτὴ ἡ σύμπασα οἰκουμένη ὑφ’ ἓν συνελθοῦσα δυ‐ νήσεται καθελεῖν τὴν τῶν Περσῶν βασιλείαν· τοσαῦτα γάρ μοί ἐστι πλήθη στρατοπέδων ὅσα οὔτε ψάμμον ἐξαριθμῆσαί
45τις δύναται, χρυσὸς δὲ καὶ ἄργυρος πολὺς ὥστε πᾶσαν τὴν
γῆν πληρῶσαι. ἔπεμψα δέ σοι καὶ κιβώτιον χρυσίου μεστόν, ἵνα εἰ μὴ ἔχεις τροφὰς δοῦναι τοῖς σύν σοι λῃσταῖς δώ‐ σειν αὐτοῖς τὴν χρείαν, ὅπως ἕκαστος αὐτῶν δυνήσεται εἰς τὴν ἰδίαν πατρίδα ἐπανακάμψαι. εἰ δὲ μὴ πεισθῇς τοῖς κε‐126

36DC

(50)

λευομένοις παρ’ ἐμοῦ, ἐκπέμψω κατὰ σοῦ διῶξαί σοι ὥστε συλληφθῆναί σε ὑπὸ τῶν ἐμῶν στρατιωτῶν· καὶ οὐχ ὡς Φι‐ λίππου υἱὸς παιδευθήσῃ, ἀλλ’ ὡς ἀποστάτης ἀνασταυρωθήσῃ ὡς οὐχ ὑπακούων τοῦ σοῦ δεσπότου καὶ βασιλέως.
53

37

καὶ ταῦτα τοῦ Ἀλεξάνδρου ἀναγινώσκοντος ἐπὶ πάντων τῶν στρατευμάτων αὐτοῦ ἐδειλίασαν πάντες. καὶ νοήσας Ἀλέ‐ ξανδρος τὴν δειλίαν αὐτῶν εἶπε πρὸς αὐτούς· “ἄνδρες Μα‐ κεδόνες καὶ συστρατιῶται, τί ἐταράχθητε ἐπὶ τοῖς γεγραμ‐
5μένοις ὑπὸ Δαρείου ὡς ἀληθῆ ἐχόντων τὴν δύναμιν τῶν κομ‐ πηγόρων αὐτοῦ γραμμάτων; καὶ γάρ τινες τῶν κυνῶν ἀδυνα‐ τοῦντες τῇ ἀλκῇ τοῦ σώματος μεγάλα ὑλακτοῦσιν, ὡς δύνα‐ μίν τινα ἐχόντων, διὰ τοῦ ὑλαγμοῦ τὴν ἔκφρασιν ταύτην τῆς ὑλακῆς ποιούμενοι. τοιούτως καὶ ὁ Δαρεῖος ἐν τοῖς ἔργοις
10μηδὲν δυνάμενος ἐν τοῖς γεγραμμένοις δοκεῖ τις εἶναι ὥσ‐ περ οἱ κύνες τοῖς ὑλαγμοῖς. συνθώμεθα δὲ καὶ ἀληθῆ εἶναι τὰ γεγραμμένα· ἐφωταγωγήθημεν δι’ αὐτοῦ, ἵνα ἴδωμεν πρὸς τίνα ἔχομεν γενναίως πολεμεῖν περὶ νίκης, ἵνα μὴ ἡττη‐ θέντες αἰσχυνθῶμεν.” καὶ ταῦτα εἰπὼν ἐκέλευσεν ἐξαγκωνί‐
15ζεσθαι τοὺς γραμματοφόρους Δαρείου καὶ ἀπενεχθῆναι εἰς τὸ σταυρωθῆναι. τῶν δὲ λεγόντων· “τί ἡμεῖς ἐπράξαμέν σοι κα‐ κὸν Αλέξανδρε βασιλεῦ; ἄγγελοί ἐσμεν· τί κελεύεις ἡμᾶς κακῶς ἀναιρεθῆναι;” εἶπε δὲ αὐτοῖς Ἀλέξανδρος· “μέμψασθε τὸν βασιλέα ὑμῶν Δαρεῖον καὶ μὴ ἐμέ· ἔπεμψε γὰρ ὑμᾶς Δα‐
20ρεῖος μετὰ γραμμάτων τοιούτων οὐχ ὡς πρὸς βασιλέα ἀλλ’ ὡς πρὸς ἀρχιλῃστήν. ἀναίρω τοίνυν ὑμᾶς ὡς ἐλθόντας πρὸς αὐ‐ θάδην ἄνθρωπον καὶ οὐ βασιλέα.” οἱ δὲ εἶπον· “καὶ ὁ Δα‐ ρεῖος μηδὲν ἰδὼν ἔγραψέ σοι ταῦτα, ἀλλ’ ἡμεῖς ὁρῶμεν τοι‐ αύτην παράταξιν καὶ νοοῦμεν μέγιστον καὶ φρενήρην βασιλέα128
25σε εἶναι υἱὸν Φιλίππου βασιλέως. δεόμεθά σου δέσποτα βα‐ σιλεῦ, ἀποχάρισαι ἡμῖν τὸ ζῆν.” ὁ δὲ Ἀλέξανδρος εἶπε πρὸς αὐτούς· “νῦν ἐδειλιάσατε τὴν κόλασιν ἡμῶν καὶ ἱκετεύσατε τοῦ μὴ ἀποθανεῖν· διὰ τοῦτο ὑμᾶς ἀπολύω. οὐ γὰρ προαιρέ‐ σεώς εἰμι τοῦ ἀναιρῆσαι ὑμᾶς, ἀλλ’ ἐνδείξασθαι τὴν δια‐
30φορὰν Ἕλληνος βασιλέως καὶ βαρβάρου· ὥστε μηδὲν κακὸν προσδοκᾶσθε ὑπ’ ἐμοῦ παθεῖν· βασιλεὺς γὰρ ἄγγελον οὐ κτείνει.” καὶ οὕτως εἰπὼν ἐκέλευσεν αὐτοὺς δείπνου γενα‐ μένου συνανακλιθῆναι αὐτῷ. τῶν δὲ γραμματοφόρων βουλομέ‐ νων λέγειν τῷ Ἀλεξάνδρῳ τὸ πῶς ἐνέδρᾳ λαβεῖν τὸν Δαρεῖον
35ποιήσας πρὸς αὐτὸν πόλεμον, εἶπεν αὐτοῖς· “μηδέν μοι εἴ‐ πητε. εἰ μὴ γὰρ ἀπήρχεσθε πρὸς αὐτὸν ἐμάνθανον παρ’ ὑ‐ μῶν· ἐπεὶ δὲ πρὸς αὐτὸν πορεύεσθε οὐ θέλω, ἵνα μή τις ἐξ ὑμῶν διαβάλλῃ Δαρείῳ τὰ εἰρημένα καὶ εὑρεθῇ παραίτιος ὑ‐ μῖν κολάσεως. σιωπήσατε οὖν ἵνα ἡσυχῇ παρέλθωμεν.” ἐτί‐
40μησαν οὖν αὐτὸν οἱ γραμματοφόροι Δαρείου φωναῖς πολλαῖς καὶ πᾶν τὸ πλῆθος τῶν στρατευμάτων ἐπευφήμουν αὐτόν.
41

38

μετὰ δὲ ἡμέρας τρεῖς γράφει Ἀλέξανδρος Δαρείῳ γράμματα ἅπερ καὶ ὑπανέγνω τοῖς ἰδίοις στρατεύμασι λάθρα τῶν γραμ‐ ματοφόρων Δαρείου περιέχοντα οὕτως· “βασιλεὺς Ἀλέξανδρος υἱὸς βασιλέως Φιλίππου καὶ μητρὸς Ὀλυμπιάδος βασιλεῖ βα‐
5σιλέων καὶ συνθρόνῳ θεῶν καὶ συνανατέλλοντι τῷ ἡλίῳ Περσῶν βασιλεῖ χαίρειν. αἰσχρόν ἐστι τὸν τηλικαῦτα ἐπαι‐ ρόμενον καὶ συνανατέλλοντα τῷ ἡλίῳ ὑπὸ ταπεινὴν δουλείαν πεσεῖν ἀνθρώπῳ ποτέ τινι Ἀλεξάνδρῳ. καὶ γὰρ τῶν θεῶν ὀ‐ νομασίαι εἰς ἀνθρώπους χωροῦσαι μεγάλην φρόνησιν αὐτοῖς130
10παρέχουσιν ἅμα καὶ δύναμιν; πῶς γὰρ τῶν ἀθανάτων θεῶν ὀ‐ νόματα εἰς φθαρτῶν σώματα κατοικοῦσιν; ἰδοὺ καὶ ἐν τού‐ τῳ κατεγνώσθης παρ’ ἡμῶν ὡς μηδὲν δυνάμενος παρ’ ἡμῖν, ἀλλ’ ὡς ταῖς τῶν θεῶν ὀνομασίας χρώμενος καὶ τὰς ἐκεί‐ νων δυνάμεις ἐπὶ τῆς γῆς σεαυτῷ περιτιθῶν. ἐγὼ γὰρ ἔρχο‐
15μαι πρὸς σὲ πολεμῆσαι ὡς θνητὸν ὑπάρχοντα, ἡ δὲ ῥοπὴ τῆς νίκης ἐκ τῆς ἄνωθεν προνοίας ἐστίν. τί δὲ καὶ ἔγραψας ἡ‐ μῖν τοιοῦτον καὶ τοσοῦτον χρυσὸν καὶ ἄργυρον κεκτῆσθαι; ἵνα μαθόντες γενναίως πολεμήσωμεν, ὅπως ταῦτα ληψόμεθα; καὶ ἐγὼ μὲν ἐπάν σε νικήσω περίφημος ἔσομαι καὶ μέγας βα‐
20σιλεὺς παρὰ τοῖς Ἕλλησι καὶ βαρβάροις, ὅτι τηλικοῦτον βασιλέα δυνάστην Δαρεῖον ἀνεῖλον. σὺ δὲ ἐμὲ ἐὰν ἡττήσῃς καθὼς σὺ ἔγραψας ἡμῖν οὐδὲν γενναῖον ἔπραξας, λῃστὴν γὰρ
ἥττησας καθὼς σὺ ἔφησας. ἀλλὰ καὶ σκῦτος καὶ σφαῖραν καὶ κιβώτιον ἔπεμψάς μοι ἐγγελῶν μοι, ἐγὼ δὲ ταῦτα ἀγαθὰς ἀγ‐132
25γελίας ἐδεξάμην· τὸ μὲν σκῦτος ἔλαβον ἵνα ταῖς ἐμαῖς λόγ‐ χαις καὶ ὅπλοις δέρω τοὺς βαρβάρους καὶ ταῖς ἐμαῖς χερ‐ σὶν εἰς δουλείαν καθυποτάξαι· τὴν δὲ σφαῖραν ἐσήμηνάς μοι ὡς τοῦ κόσμου ἐπικρατήσω, σφαιροειδὴς γὰρ καὶ στρογγύλος ὑπάρχει ὁ κόσμος· τὸ δὲ κιβώτιον μέγα σημεῖον ἔπεμψάς μοι,
30ὑποταγὴν γὰρ σεαυτοῦ ἐν τούτῳ ἐμήνυσάς μοι· νικηθεὶς ὑπ’ ἐμοῦ φόρους μοι τελέσεις. καὶ ὅτι ἔγραψας τὰ περὶ τῆς Ἑλλάδος μὴ φροντίζειν, ἀλλ’ οὐδὲ τῶν κατὰ δυσμῶν βασιλέ‐ ων, ταῦτα καὶ ἡμεῖς ἀκριβῶς ἐπιστάμεθα. πᾶς γὰρ ὁ τὰ κρεῖττα ἔχων τῶν χειρόνων οὐκ ἐφίεται, ὁ δὲ τοῖς χείρο‐
35σι περιγενόμενος σπουδάζει καταλαβεῖν καὶ τὰ κρείττονα. τὰ τοιαῦτα οὖν καὶ ἐν ἡμῖν παρηκολούθησεν, τοῖς γὰρ χεί‐ ροσιν καταλαβόμενοι καὶ τοῖς κρείττοσιν περιγενέσθαι σπουδάζομεν. ἀλλ’ εἰ καὶ ὡς ἀνηλίκους ἡμᾶς καταφρονεῖς † ὑπὲρ τὸν ἀδαμάν † σοι ἐπελεύσομαι, καὶ μηδαμῶς σοι πε‐
40ρὶ τούτου φροντίς, θαρρῶν γὰρ τῇ προνοίᾳ ἐλεύσομαι ἐπὶ σὲ, καὶ κύριος τῶν σῶν γενήσομαι κἂν μὴ δοκεῖ σοι· καὶ οὐχ ὑποστήσῃ τὰ ἴχνη τῶν ποδῶν μου καὶ ἔμπροσθεν παίδων Μακεδόνων ἐξουθενηθείς.”
43

39

ταῦτα οὖν ἀναγνοὺς τὰ γράμματα Ἀλέξανδρος ὁ βασιλεὺς τοῖς ἑαυτοῦ στρατεύμασιν καὶ βουλλώσας δέδωκε τοῖς γραμ‐ ματοφόροις Δαρείου. οἱ δὲ ἀποδεξάμενοι καὶ ὑπερευχαριστή‐ σαντες τὴν μεγαλοφροσύνην Ἀλεξάνδρου ἀνεχώρησαν καὶ ἦλ‐
5θον πρὸς Δαρεῖον. ὁ δὲ Δαρεῖος ἀναγνοὺς τὰ γράμματα Ἀλεξάνδρου ἐπέγνω τὴν
ἑαυτοῦ δύναμιν, καὶ ἐξετάσας ἀκριβῶς τὰ περὶ τῆς συνέσε‐ ως Ἀλεξάνδρου καὶ τῆς πρὸς πόλεμον παρασκευῆς αὐτοῦ, καὶ ὅτι ἐπὶ τούτοις ἐνικήθη, γράφει τοῖς ἑαυτοῦ σατράπαις ἐ‐134
10πιστολὴν περιέχουσαν οὕτως· “βασιλεὺς Δαρεῖος τοῖς ἐπ‐ έκεινα τοῦ Ταύρου στρατηγοῖς χαίρειν. ἐπιστέλλουσί μοι ἐξαναστάντα Φιλίππου παῖδα. τοῦτον οὖν συλλαβόντες ἀγά‐ γετέ μοι ζῶντα μηδὲν κακὸν ἐργασάμενοι τῷ σώματι αὐτοῦ, ὅπως ἐγὼ ἐκδύσας αὐτὸν τὴν πορφυρέαν στολὴν καὶ πληγὰς
15ἐπιθήσας αὐτὸν ἀποστελῶ ἐν Μακεδονίᾳ τῇ πατρίδι αὐτοῦ πρὸς τὴν μητέρα αὐτοῦ Ὀλυμπιάδα δοὺς αὐτῷ κροτάλην καὶ ἀστραγάλους ὡς οἱ Μακεδόνες τελοῦσι παίγνιον· καὶ συνα‐ ποστελῶ αὐτῷ ἄνδρας πάσης σωφροσύνης διδασκάλους. τὰς δὲ ναῦς αὐτοῦ εἰς βυθὸν θαλάσσης καταποντίσατε· στρατηγοὺς
20δὲ τοὺς συνακολουθοῦντας αὐτῷ σιδηρώσαντες ἀναπέμψατε ἡ‐ μῖν· τοὺς δὲ λοιποὺς στρατιώτας ἐκπέμψατε εἰς τὴν Ἐρυ‐ θρὰν θάλασσαν οἰκῆσαι· ἵππους δὲ καὶ σκευηφόρα, πᾶν ὑμῖν δωροῦμαι. ἔρρωσθε.” ἔγραψαν δὲ καὶ οἱ σατράπαι Δαρείου οὕτως· “θεῷ μεγάλῳ
25Δαρείῳ βασιλεῖ χαίρειν. τοσούτου ἔθνους ἐπελθόντος ἡμῖν θαυμάζομεν πῶς σε λανθάνει μέχρι τοῦ δεῦρο. ἐν τάχει οὖν παραγενοῦ μετὰ δυναστείας καὶ δυνάμεως πολλῆς, ἵνα μὴ λάφυρα γενώμεθα.” ταῦτα οὖν τὰ γράμματα Δαρεῖος δεξάμενος ἐν Βαβυλῶνι τῆς Περσίδος καὶ ἀναγνοὺς ἀντέγραψεν αὐτοὺς
30τάδε· “βασιλεὺς βασιλέων καὶ μέγας θεὸς Δαρεῖος πᾶσι τοῖς σατράπαις καὶ στρατηγοῖς χαίρειν. παρ’ ἐμοῦ μηδέποτε
ἐλπίδας ἔχοντες τὸ ἐπίσημον τῆς ἀνδρείας ὑμῶν ἐνδείξασθε. ποταμὸς γοῦν ἐπεδήμησεν εἰς ὑμᾶς καὶ οὐκ ἐθορύβησεν ὑμᾶς τοῦ σκευάσαι κεραυνούς· καὶ ἀνδρὸς ἀγνώστου τρόπον οὐχ136
35ὑπηνέγκατε; τέθνηκέ τις ὑμῶν ἐν παρατάξει; τί βουλεύ‐ σομαι περὶ ὑμῶν; οἱ τὴν ἐμὴν βασιλείαν κατέχοντες πρόφα‐ σιν δίδοτε ἀνδρὶ λῃστῇ μὴ βουλόμενοι αὐτὸν συλληφθῆναι· νῦν οὖν ὡς ἔφητε ἐγὼ παραγενόμενος συλλήψομαι αὐτόν.”
38 πυνθανόμενος οὖν ὁ Δαρεῖος πλησίον ὄντα τὸν Ἀλέξανδρον
40κατεστρατοπέδευσεν ἐπὶ τῷ Πιναρίῳ ποταμῷ· καὶ γράψας ἀπ‐ έστειλεν Ἀλεξάνδρῳ οὕτως· “Βασιλεὺς βασιλέων μέγας θεὸς Δαρεῖος καὶ ἐθνῶν πολλῶν κύριος Ἀλεξάνδρῳ τῷ τὰς πόλεις λεηλατοῦντι χαίρειν. δοκεῖ σε λανθάνειν τὸ Δαρείου ὄνο‐ μα ὅπερ καὶ θεοὶ τετιμήκασι καὶ σύνθρονον εἶναι πεποίη‐
45καν, καὶ οὐ μακάριον ἡγήσω τὸ λανθάνειν, βασιλεύειν σε τῆς Μακεδόνων χώρας χωρὶς τῆς ἐμῆς κελεύσεως, ἀλλὰ διῆλ‐ θες χώρας ἀδήλους καὶ πόλεις ἀλλοτρίας ἐν αἷς σεαυτὸν ἀν‐ ηγόρευσας βασιλέα συλλέξας ἄνδρας ὁμοίους σοι ἀνελπίστους καὶ πολεμεῖς πόλεις ἀπείρους ἃς ἔγωγε ἀεὶ εὐλαβηθεὶς δε‐

39

(50)

σπόζεσθαι περισσὰς ἡγούμην ὡς ἀπορεριμμένας, καὶ σὺ ἐπε‐ ζήτησας φόρους παρ’ αὐτῶν λήψεσθαι ὡς ἐρανιζόμενος ἐκ τῆς περιουσίας αὐτῶν. πείθῃ οὖν καὶ ἡμᾶς τοιούτους εἶναι; καὶ τόπους οὓς οὐκ εἴληφας καυχήσῃ ἔχειν· κάκιστα οὖν πεφρό‐
νηκας περὶ τούτων· πρῶτον μὲν γὰρ τὴν ἄνοιάν σου ὤφειλες138
55διορθώσασθαι καὶ πρὸς ἐμὲ τὸν κύριόν σου Δαρεῖον ἐλθεῖν καὶ μὴ ἐπισωρεύειν λῃστρικὰς δυνάμεις, ἔπειτα δὲ καὶ παρ’ ἐμοῦ λήψεσθαι τιμὰς καὶ εὐεργεσίας ἀπείρους. ἔγραψά σοι ἐλθεῖν καὶ προσκυνεῖν με τῷ δεσπότῃ καὶ βασιλεῖ σου. σὺ δὲ τῆς ἄλλης ἀνοίας ἀντέχῃ, κολάσω οὖν σε θανάτῳ ἀνεκλα‐
60λήτῳ, χεῖρον δέ σου καὶ οἱ σὺν σοὶ κολασθήσονται, εἰ μὴ περιτίθενταί σοι σωφροσύνην. ὄμνυμι δέ σοι Δῖα θεὸν τὸν μέγιστον τὸν καὶ ἐμὸν πατέρα μὴ μνησικακῆσαί σοι ἐφ’ οἷς ἔπραξας, ἐὰν ἐλθὼν προσκυνήσῃς μοι.”
63

41

ὁ δὲ Ἀλέξανδρος δεξάμενος τὰ γράμματα Δαρείου οὐκ ἐπτο‐ ήθη ἐπὶ τοῖς κομπηγόροις λόγοις αὐτοῦ. καὶ παρευθὺς προστάσσει τοὺς ὑπ’ αὐτοῦ πάντας, βασιλεῖς τε καὶ τοπάρχας, ἄρχοντάς τε καὶ σατράπας, πάντας ὑφ’ ἓν
5ἐπισυναχθῆναι. καὶ δὴ πάντων ἐπισυναχθέντων ἐπισκέπτεται τούτους Δαρεῖος καὶ εὗρεν ἄνδρας ἱππεῖς τεθωρακισμένους ἐπιλέκτους χιλιάδας ὀκτακοσίας, πεζοὺς χιλιάδας τριακοσί‐ ας. καὶ ἀναλαβόμενος αὐτοὺς πάντας κατέβαινεν μετὰ τῶν
παίδων αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῆς μητρὸς αὐτοῦ.140
10περὶ δὲ αὐτὸν ἦσαν ἀθάνατοι καλούμενοι μύριοι· ἐκαλοῦντο δὲ ἀθάνατοι διὰ τὸ φυλάττεσθαι τὸν ἀριθμὸν αὐτῶν καὶ 〈εἰσ‐ αγαγεῖν ἄλλουσ〉 ἀντὶ τῶν τελευτώντων. Ἀλέξανδρος δὲ διοδεύσας τὸν Κιλίκιον Ταῦρον ἧκεν εἰς Τάρσον τῆς Κιλικίας μητρόπολιν, Δαρεῖος δὲ ἐπὶ τὸν καλού‐
15μενον Ἴσσον τῆς Κιλικίας ἐστρατοπεδεύετο. πλησίον δὲ γε‐ νομένων τῶν ἀμφοτέρων ὡς χωρίζεσθαι ἀπ’ ἀλλήλων ὁδὸν ἡμέ‐ ρας μιᾶς, καὶ παροξυνθεὶς Ἀλέξανδρος ὥρμησεν ἐπὶ τὸν πό‐ λεμον εἰς τὸ πεδίον καὶ παρετάξατο Δαρείῳ. οἱ δὲ περὶ τὸν Δαρεῖον ὁρῶντες τὸν Ἀλέξανδρον ἐπάγοντα αὐτοῖς τὴν δύνα‐
20μιν τῆς στρατείας αὐτοῦ, ἔστησαν τὰ ἅρματα καὶ ὅλην τὴν πολεμικὴν τάξιν. καὶ δὴ σταθέντων ἐπὶ συμβολῇ τοῦ πολέμου ἀμφοτέρων {ἔστησαν} τῶν μερῶν καὶ οὐ συνεχώρησεν Ἀλέξαν‐ δρος οὔτε ἐντὸς τῆς φάλαγγος διακόψαι αὐτοὺς οὔτε διιπ‐ πεῦσαι οὔτε ἐπιστρατεῦσαι αὐτοῖς, ἀλλὰ τὸ πολὺ μὲν τῶν
25ἁρμάτων τὸ πάντοθεν ἐξαγκωνιζόμενον διεφθείρετο καὶ διε‐ σκεδάσθη. καὶ ἀναβὰς ἔφιππος ὁ Ἀλέξανδρος ἐκέλευσε σαλ‐ πίσαι τοὺς σαλπιστὰς τὸ πολεμικὸν μέλος, καὶ κραυγῆς γε‐ ναμένης τῶν στρατοπέδων γίνεται πολλὴ μάχη· ἐπὶ πολὺ ἄκροις τοῖς κέρασι βάλλοντες καὶ τυπτόμενοι διεβιβάζοντο
30ἐντεῦθεν καὶ ἐντεῦθεν· ἑκάτεροι οὖν τὸ νῖκος ποιησάμενοι ἐχωρίζοντο. οἱ δὲ περὶ τὸν Ἀλέξανδρον ἐξώθουν τοῖς περὶ
τὸν Δαρεῖον καὶ κατὰ κράτος ἔθραυον αὐτοὺς πλησσομένους καὶ περιπίπτοντας ἀλλήλοις διὰ τὸ πλῆθος τῶν στρατευμά‐ των. οὐδὲν δὲ ἦν ὁρᾶν ἐκεῖ εἰ μὴ ἵππους χαμαὶ κειμένους142
35καὶ ἄνδρας ἀνῃρημένους, οὐκ ἦν δὲ διακρῖναι οὔτε Πέρσην οὔτε Μακεδόνα οὔτε σατράπας οὔτε συμμάχους οὔτε πεζὸν οὔ‐ τε ἱππέα ὑπὸ τοῦ πολλοῦ κονιορτοῦ· οὔτε γὰρ ὁ ἀὴρ ἐφαίνε‐ το οὔτε ἡ γῆ ἐθεωρεῖτο ὑπὸ τῶν πολλῶν λύθρων, καὶ αὐτὸς δὲ ὁ ἥλιος συμπαθήσας τοῖς γενομένοις καὶ μὴ κρίνας θε‐
40ωρεῖν τοσαῦτα μιάσματα συννεφὴς ἐγένετο. τροπῆς δὲ ἰσχυ‐ ρᾶς γεναμένης τῶν Περσῶν εἰς φυγὴν ὥρμησαν οἱ Πέρσαι. ἦν δὲ μετ’ αὐτῶν Ἀμύτας ὁ Ἀντιοχεὺς ὃς ἐπεφεύγει πρὸς Δα‐ ρεῖον τοῖς ἔμπροσθεν χρόνοις Μακεδόνων ὢν τύραννος. ἐ‐ πειδὰν καὶ τὸ πρὸς ὀψὲ ἐγένετο Δαρεῖος ἐργωδῶς φοβηθεὶς
45〈φυγὰς ᾤχετο〉 καὶ ἔμπροσθεν ἀπῄει· εὐεπίγνωστον δὲ ἦν τὸ ἡττωμένου ἅρμα, καταλείψας οὖν 〈αὐτὸ καὶ〉 τοὺς αὐτοῦ εἰς ἵππον ἐπέβη καὶ ἔφυγεν. ὁ δὲ Ἀλέξανδρος φιλοτιμούμενος Δαρεῖον καταλαβεῖν ἐδίωκεν προφθάσαι τοῦ μὴ ὑπό τινος αὐ‐ τὸν ἀναιρεθῆναι. τὸ μὲν οὖν ἅρμα καὶ τὰ τόξα καὶ τὴν γυ‐

41

(50)

ναῖκα καὶ τὴν θυγατέρα καὶ τὴν μητέρα Δαρείου ἐπὶ σταδί‐ ους ἑξήκοντα διώξας Ἀλέξανδρος κατέλαβεν· αὐτὸν δὲ τὸν Δαρεῖον ἡ νὺξ διέσωσε, καὶ πρὸς τοῦτο ἵππους ἔχων νέους ἐκ διαδοχῆς ἔφυγεν. Ἀλέξανδρος δὲ καταλαβὼν τὴν Δαρείου σκηνὴν ἐσκήνωσεν ἐν αὐτῇ. κρατήσας δὲ τῶν ἐναντίων καὶ τηλικούτου
55ἀξιώματος καταξιωθεὶς οὐδὲν ἔπραξεν ὑπερήφανον, ἀλλὰ τοὺς ἀνδρωδεστάτους καὶ εὐγενεῖς τῶν Περσῶν τετελευτηκότας ἐ‐ κέλευσεν θάπτεσθαι, τὴν δὲ μητέρα Δαρείου καὶ τὴν γυναῖ‐
κα καὶ τὴν θυγατέρα μεθ’ ἑαυτοῦ ἤγαγεν ἐντίμως. ὡσαύτως δὲ καὶ τοὺς λοιπούς των παραινέσας ἀνέψυξεν. τῶν δὲ Μακε‐144
60δόνων οἱ πεσόντες εὑρέθησαν πεζοὶ πεντακόσιοι, ἱππεῖς ἑ‐ κατὸν ἑξήκοντα, τραυματισθέντες δὲ τριακόσιοι πεντήκοντα· τῶν δὲ βαρβάρων μυριάδες δʹ. καὶ ἐλαφυραγωγήθησαν ὡς χιλι‐ άδες ἀνδρῶν πέντε.
63

42

ὁ δὲ Δαρεῖος φυγὼν καὶ ἀνασωθεὶς ἐπεστράτευε πλείονας δυ‐ νάμεις 〈συνάγων〉 καὶ γράφει τοῖς ὑπ’ αὐτὸν ἔθνεσιν, ὅπως μετὰ πολλῆς δυνάμεως παραγένωνται πρὸς αὐτόν. μαθὼν δέ τις κατάσκοπος Ἀλεξάνδρου συναθροίζοντα στρατὸν τὸν Δα‐
5ρεῖον ἔγραψεν Ἀλεξάνδρῳ περὶ τῶν ἐνεστώτων. καὶ ἀκούσας ταῦτα Ἀλέξανδρος γράφει Σκαμάνδρῳ τῷ στρατηγῷ αὐτοῦ οὕ‐ τως· “Ἀλέξανδρος ὁ βασιλεὺς Σκαμάνδρῳ τῷ στρατηγῷ αὐτοῦ χαίρειν. τὰς ὑπὸ σὲ φάλαγγας καὶ πᾶσαν δύναμιν ἔχων τάχι‐ ον παραγενοῦ σὺν αὐταῖς πρὸς ἡμᾶς· οὐ γὰρ μακρὰν λέγεται
10εἶναι οἱ βάρβαροι.” αὐτὸς δὲ Ἀλέξανδρος ἀναλαβὼν ἥνπερ εἶχε δύναμιν τὴν ὁδοιπορίαν ἐποιεῖτο. καὶ περάσας τὸν κα‐ λούμενον Ταῦρον καταπήξας δόρυ μέγιστον εἰς τὴν γῆν εἶ‐ πεν· “εἴ τις σθεναρὸς τῶν βαρβάρων ἢ τῶν Ἑλλήνων ἢ τῶν ἄλλων βασιλέων βαστάσει τοῦτο τὸ δόρυ, ἑαυτῷ χαλεπὸν ση‐
15μεῖον ἕξει, ἡ γὰρ πόλις αὐτῶν ἐκ βάθρων βασταχθήσεται.” παραγίνεται οὖν εἰς τὴν πόλιν Ἱππερίαν τῆς Βεβρυκίας. ἔν‐ θα ἦν ναὸς καὶ ἄγαλμα τοῦ Ὀρφέως καὶ † ἀσπίδες περίδες † Μοῦσαι καὶ τὰ θήρια αὐτῶν παρεστῶτα τῷ ξοάνῳ· βλέποντος δὲ τοῦ Ἀλεξάνδρου εἰς τὸ ἄγαλμα τοῦ Ὀρφέως ἵδρωσε τὸ ξό‐
20ανον ὅλον. τοῦ δὲ Ἀλεξάνδρου ζητοῦντος τί τὸ σημεῖον τοῦ‐ το, λέγει αὐτῷ Μελάμπους ὁ σημειολύτης· “ἑλεῖν ἔχεις Ἀλέ‐
ξανδρε βασιλεῦ μετὰ ἱδρώτων καὶ κόπων τὰ τῶν βαρβάρων ἔθ‐ νη· ὥσπερ γὰρ ὁ Ὀρφεὺς λυρίζων καὶ ἄδων Ἕλληνας ἔπεισε βαρβάρους ἔτρεψε τοὺς θῆρας ἡμέρωσεν, οὕτως καὶ σὺ κοπιά‐146
25σας δόρατι πάντας ὑποχειρίους ποιήσεις.” ταῦτα ἀκούσας Ἀλέξανδρος τιμήσας μεγάλως τὸν σημειολύτην ἀπέλυσεν. καὶ παραγίνεται εἰς Φρυγίαν· καὶ ἐλθὼν εἰς τὸν Σκάμανδρον ποταμὸν ὅπου ἥλατο ὁ Ἀχιλλεὺς ἐνήλατο καὶ αὐτός, θεωρή‐ σας δὲ τὸ ἑπταβόειον Ἀλέξανδρος οὐ πάνυ μέγα οὐδὲ οὕτως
30θαυμαστὸν καθὼς συνέγραψεν Ὅμηρος εἶπεν· “μακάριοι ὑμεῖς οἱ ἐντετυχηκότες τοιούτου κήρυκος Ὁμήρου οἵτινες ἐν μὲν τοῖς ἐκείνου ποιήμασιν μεγάλοι γεγόνατε, ἐν δὲ τοῖς ὁρω‐ μένοις οὐκ ἄξιοι τῶν ὑπ’ ἐκείνου γεγραμμένων.” καὶ προσ‐ ελθὼν ποιητὴς εἶπεν· “Ἀλέξανδρε βασιλεῦ κρειττόνως ἡμεῖς
35γράψομεν τὰς σὰς πράξεις 〈ἢ〉 πάντας πράξεις Ὅμηρος.”
35

43

ἐλθὼν δὲ ἐκεῖθεν τὴν ὁδοιπορίαν ἐποιεῖτο εἰς Ἄβδηρα· οἱ δὲ Ἀβδηρῖται ἀπέκλεισαν τὰς πύλας τῆς πόλεως αὐτῶν. ὁ δὲ Ἀλέξανδρος ἐπὶ τούτῳ ὀργισθεὶς ἐκέλευσε τῷ στρατηγῷ αὐ‐ τοῦ ἐμπρῆσαι τὴν πόλιν αὐτῶν. οἱ δὲ πέμπουσιν αὐτῷ πρέ‐
5σβεις λέγοντες. “ἡμεῖς ἀπεκλείσαμεν τὰς πύλας οὐχ ὡς ἀν‐ τιτασσόμενοι τῷ σῷ κράτει, ἀλλὰ δεδοικότες τὴν τῶν Περσῶν βασιλείαν, μήπως Δαρεῖος ἐπιμείνας τῇ τυραννίδι πορθήσῃ ἡμῶν τὴν πόλιν ὡς παραδεξομένων σε· ὥστε σὺ παρελθὼν ἄνοι‐ ξον τὰς πύλας τῆς πόλεωσ, καὶ τῷ γὰρ ἰσχυροτέρῳ βασιλεῖ
10ὑποτασσόμεθα.” ταῦτα ἀκούσας Ἀλέξανδρος ἐμειδίασεν καὶ εἶπεν πρὸς τοὺς ἀποσταλέντας αὐτῷ πρέσβεις· “δεδοίκατε τὴν Δαρείου βασιλέως ὀργὴν μήπως ὕστερον ὑμᾶς ἐκπορθήσῃ ἐπιμένων τὴν βασιλείαν· πορεύεσθε καὶ ἀνοίξατε καὶ κοσμί‐
ως πολιτεύεσθε, οὐ γὰρ εἰσελεύσομαι εἰς τὴν πόλιν ὑμῶν148
15ἕως ἡττήσω Δαρεῖον ὃν δεδοίκατε βασιλέα· καὶ τότε ὑμᾶς ὑποχειρίους λήψομαι.” καὶ ταῦτα εἰπὼν τοῖς πρέσβεσι τὴν ὁδοιπορίαν ἐποιεῖτο.
17

44

καὶ παρεγένετο ἐν δυσὶν ἡμέραις εἰς τὴν Βοττίαν καὶ τὴν Ὄλυνθον, καὶ ἐξεπόρθησεν ὅλην τὴν χώραν Χαλδαίων καὶ τοὺς σύνεγγυς ἀνεῖλε. κἀκεῖθεν ἦλθε παρὰ τὸν Εὔξεινον πόντον καὶ πάσας τὰς πόλεις τὰς ἔγγιστα ἔσχεν ὑπηκόους.
5ἔλειψαν δὲ τοῖς Μακεδόσι τὰ ἐπιτήδεια τῶν τροφῶν ὥστε λιμῷ πάντας τελευτᾶν. ὁ δὲ Ἀλέξανδρος ἔργον ἐπινοίας μέγιστον ταῖς φρεσὶν ἐποιήσατο· ἐρευνήσας γὰρ πάντας τοὺς ἵππους τῶν ἱππέων ἀπέσφαξε καὶ τὰ σώματα αὐτῶν ἐκδείρας ἐκέλευσεν ὀπτᾶν καὶ ἐσθίειν. καὶ ἐκορέσθησαν καὶ τοῦ
10λιμοῦ ἀνέψυξαν. καὶ τῶν μὲν λεγόντων· “τί ἔδοξεν Ἀλε‐ ξάνδρῳ τοὺς ἵππους ἡμῶν ἀναιρῆσαι; ἰδοὺ μὲν πρὸς τὸ παρ‐ ὸν ἐκορέσθημεν τροφῆς, ἄνοπλοι δέ ἐσμεν πρὸς μάχην τῶν ἱππέων.” ἀκούσας δὲ ταῦτα Ἀλέξανδρος εἰσῆλθεν εἰς τὸ στρατόπεδον καὶ εἶπεν· “ἄνδρες συνστρατιῶται τοὺς μὲν
15ἵππους ἀπεσφάξαμεν καίτοι γε ἀναγκαιοτάτους ὄντας πρὸς πόλεμον, ὅπως τροφῆς κορεσθῶμεν. τὸ γὰρ κακὸν ἑτέρῳ κα‐ κὸν ἀντισηκούμενον μετρίαν ἔχει τὴν λύπην. ἑτέρᾳ δὲ γῇ ἐπιβάντων ἡμῶν ἑτέρους ἵππους ῥαδίως εὑρήσομεν, ὑμῶν δὲ ἀπολλυμένων ἐκ τοῦ λιμοῦ ἑτέρους Μακεδόνας τὸ παρὸν οὐχ
20εὑρήσομεν.” καὶ οὕτως πραΰνας τὰ στρατόπεδα ὥρμησε ἐπὶ
τὰ μέρη τῶν βαρβάρων διὰ τῆς Κιλικίας.150